eul_wid: cia-aa

Ἀποσπάσματα περὶ Ἀριθμῶν
Fragments on Numbers

Megillus of Sparta Fragments on Numbers PDF

115 (15t) Περὶ ἀριθμῶν Ps.—Iambl. Theol. arithm. p. 34 De F. διὰ τοῦτο καὶ Μέγιλλος ἐν τῷ Περὶ ἀριθμῶν οὕτως αὐτὴν (sc. τὴν πεντάδα) σεμνύνων φησίν· ἁ δὲ πεντὰς ἀλλοίωσις, φάος, ἀνεικία. ἀλλοίωσις μὲν ὅτι τριχᾶ διαστὰν ἐς ταυτότητα τῆς σφαίρας ἤμειψε, κυκλικῶς κινήσασα καὶ φάος ἐνεργασαμένη, διόπερ καὶ φάος· ἀνεικία δὲ παρὰ τὴν πάντων προδιεστώτων σύστασιν καὶ ἕνωσιν καὶ διὰ τὴν τῶν δύο εἰδέων σύνοδον καὶ φίλωσιν.