eul_wid: uqe-br
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Eryxias by Plato Commentary

Zeus the Liberator opens the notes on the Eryxias: the Athenians set up his cult after escaping the Persians, and he is honoured also at Syracuse, Taras, Plataea and in Caria. The scholiast places the deme of Steiria in Pandionis, separates Megara on the Isthmus from its namesake in Sicily, and takes the Cean for a man of Cius in Mysia. Eratosthenes is cited on the goatskin cover, and boiling a stone is explained as a proverb for attempting the impossible.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΕΡΥΞΙΑΝ

Διὸς τοῦ ἐλευθερίου. τὸν Μῆδον ἐκφυγόντες Ἀθηναῖοι ἱδρύσαντο τὸν ἐλευθέριον Δία. τοῦτον δὲ ἔνιοι καὶ σωτῆρά φασιν. τιμᾶται δὲ ἐλευθέριος Ζεὺς καὶ ἐν Συρακούσαις καὶ Ταραντίνοις καὶ Πλαταιαῖς καὶ Καρίᾳ.

Στειριεύς. Στειρεῖαι δῆμος Πανδιονίδος ἐξ ἧς οὗτος.

Μεγαρόθεν. Μέγαρα· πόλις περὶ τὸν Ἰσθμόν, ἀνὰ μέσον Πελοποννήσου καὶ τῆς Ἀττικῆς καὶ Βοιωτίας. καὶ πόλις ὁμώνυμος ταύτῃ ἐν Σικελίᾳ, περὶ ἧς νῦν φησι.

τῳ. τινί.

οἷός τʼ ἦν. ἀντὶ τοῦ οἷός τʼ εἰμι.

ἑτέρου οὑτινοσοῦν. ὡς

τουτί. του.

Κεῖος. Κῖος πόλις Μυσίας, ἐξ ἧς οὗτος.

ἔργον εἶναι. τοῦτʼ ἔστι τὸ πράγματα ἀγαθὰ ποιεῖν.

Λυκαβηττόν. ὄρος μέγιστον ἐν Ἀττικῇ.

σίσυραν. Ἐρατοσθένης σίσυραν φησὶ στέγαστρον ἐξ αἰγείων δερμάτων τετριχωμένων, σισύρναν δὲ τὸ ἐκ τῶν κωδίων ῥαπτόμενον ἀμπεχόνιον.

λογίδιον.

ἀνάγκη πάντα ταῦτα.

λίθον ἑψῆσαι. λίθον ἕψειν· παροιμία ἐπὶ τῶν ἐπιχειρούντων ἀδυνάτοις.