eul_wid: bxq-ab
Ἀποσπάσματα περὶ ἹππιατρικῆςFragments on Hippiatric Medicine
Simon of Athens Fragments on Hippiatric Medicine PDF
| t | ΑΛΛΑ ΣΙΜΩΝΟΣ ΑΠΟΣΠΑΣΜΑΤΑ. |
| 1 | Suidas s. v. τρίλλη: Γέγραπται ἐν τῷ τοῦ Ἀθηναίου Σίμωνος ἱππιατρικῷ περὶ γνωρισμάτων φλεβῶν, ὅτι καὶ ἀπὸ τῆς τρίλλης εἰσὶ φλέβες δύο. |
| 2 | Pollux II, 69: Ὅθεν καὶ Σίμων τοὔνειδος (sic codd. FS; τοῦτο τὸ ὄνειδος ceteri) τῆς ἀμαθίας Μίκωνι παρένεγκεν, ὅτι καὶ τὰς κάτω βλεφαρίδας προσέγραψεν ἵππου γραφῇ. |
| 2 | Hierocles Hipp. p. 173: Καίτοι πολλοῖς τὰ τοιαῦτα ἠγνοήθη, ὥσπερ Μίκωνι τῷ παλαιῷ, ὃς ᾤετο ἵππου καὶ τὸ κάτω βλέφαρον ἔχειν τρίχας, ἃς καλοῦσιν Ἕλληνες βλεφαρίδας· καθάπτεται γοῦν αὐτοῦ Σίμων τὴν ἄγνοιαν ταύτην αἰτιώμενος. |
| 3 | Xenophon de re equestri 11, 6: Ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτ’ ἐπίσταται οὔτε καλά ἐστιν. |
| 4 | Pollux I, 194: Καὶ τοῦτο δὲ Σίμωνος· εὔδρομος ὁ ἵππος ὁ ὀλίγον αἴρων ἀπὸ τῆς γῆς ἐν τῷ τρέχειν τὰ σκέλη. |
| 5 | Pollux I, 204: ἐλαυνέτω δὲ τοῦτον κατ’ ἀρχὰς ὁ ἐπιβάτης εἰς τὰ ἄπεδα (δάπεδα codd. BC) καὶ λεῖα, τὰς δὲ προσβάσεις καὶ τὰς ἐκεῖθεν καθόδους μὴ αὐτίκα ποιείσθω, ἀλλὰ τὸν ἵππον πλαγιασάτω (πλαγιαζέτω cod. |
| 5 | A)· οὕτω γὰρ ὁ Σίμων ὠνόμασεν. |
| 6 | Pollux I, 198: ἀποδεέστερος· Σίμωνος τὸ ὄνομα. |