eul_wid: uqe-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Cratylus by Plato Commentary

Didymus traces 'fine things are hard', the first proverb in the notes on Plato's Cratylus, to Solon's reply when Pittacus asked to lay down his rule. The custom of sacrificing first to Hestia is explained with her myth. 'A contest admits no excuses' is set beside the Laws, Aeschylus' Glaucus of Potniae and Aristophanes, among glosses on rare words such as arraton.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ

χαλεπὰ τὰ καλά. παροιμία ἐπὶ τῶν ἐν εὐπραγίᾳ μεταβαλλομένων εἰς ὠμότητα. φησὶ δὲ αὐτὴν Δίδυμος ὑπὸ Σόλωνος ἀναφωνηθῆναι ἐπὶ Πιττακῷ ἱκετεύοντι τὴν ἀρχὴν ἀποθέσθαι, καὶ φάντι χαλεπὸν ἐσθλὸν φῦναι, διὰ τὸ Περίανδρον εἰς ὠμότητα μεταβαλεῖν. ὅθεν, οἶμαι, φησὶ καὶ Μένανδρος ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν ἀγαθὰ τὰ λίαν ἀγαθά. μέμνηται δὲ αὐτῆς καὶ Ἐπίχαρμος καὶ Πλάτων Πολιτείᾳ καὶ Κρατύλῳ.

ἀτηρά. ἀκόλαστα, ὑβριστικά, χαλεπά, κακά, βλαβερά.

ταλάντατον. ἀτυχέστατον.

ἀποδιοπομπησόμεθα. ἀποδιοπομπεῖσθαί φασι ἀποτρέπεσθαι τὸν προστρόπαιον Δία καὶ οἱονεὶ καθαίρεσθαι τὰ δεινά.

θεῖν. τρέχειν, σπεύδειν.

καλῶς. μετρίως.

ἀδολέσχαι. μακρήγοροι, μακρολόγοι.

τῇ Ἑστίᾳ προθύειν. παροιμία ἀφʼ ἑστίας ἄρχεσθαι ἐπὶ τῶν ἐν δυνάμει γινομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις καὶ περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν Δία τὴν βασιλείαν διαδεξάμενον ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅ τι ἂν βούλοιτο, τὴν δὲ τὴν παρθενίαν τε αἰτήσασθαι καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων.

ὄπυιεν. ὡμίλει, συνεγίνετο κατὰ νόμον καὶ ἐμίγνυτο, συνῴκει.

ἄρρατον. ἀσφαλὲς ἢ ἀκάματον, οἱ δὲ ἰσχυρόν, ἔνιοι μικρόν, οἱ δὲ μέγα, οἱ δὲ τὸ σκληρὸν καὶ ἀμετάστροφον.

ἐσύθη. ἀπεφέρετο, ἀπηνέχθη.

προφάσεις ἀγὼν δέχεσθαι. παροιμία ἀγὼν πρόφασιν οὐκ ἀναμένει, ἐπὶ τῶν φύσει ῥᾳθύμων καὶ ἀμελῶν, ἤτοι ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων. μέμνηται δὲ αὐτῆς Πλάτων ἐνταῦθα οὕτως «οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι,» καὶ ἐν Νόμων ἕκτῳ «ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι.» Αἰσχύλος δέ φησιν Γλαύκῳ Ποτνιεῖ— ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους· καὶ Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ.

δεινοί. ἱκανοί, ἢ δέους ἄξιοι, ὡς νῦν.

θαμά. πυκνῶς, συχνῶς.