---
title: "Old Scholia on Plato: Cratylus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Κρατύλον"
author: Plato Commentary
eul_wid: uqe-ag
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-cratylus-uqe-ag"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:a03814b52b9176a900371f830a4c5cd2e07720d6abe9d1d722532d10bffa160e"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Cratylus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Κρατύλον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-ag` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-cratylus-uqe-ag)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΚΡΑΤΥΛΟΝ

`384b`

χαλεπὰ τὰ καλά. παροιμία ἐπὶ τῶν ἐν εὐπραγίᾳ μεταβαλλομένων εἰς ὠμότητα. φησὶ δὲ αὐτὴν Δίδυμος ὑπὸ Σόλωνος ἀναφωνηθῆναι ἐπὶ Πιττακῷ ἱκετεύοντι τὴν ἀρχὴν ἀποθέσθαι, καὶ φάντι χαλεπὸν ἐσθλὸν φῦναι, διὰ τὸ Περίανδρον εἰς ὠμότητα μεταβαλεῖν. ὅθεν, οἶμαι, φησὶ καὶ Μένανδρος

  
ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν  
  
ἀγαθὰ τὰ λίαν ἀγαθά.  
μέμνηται δὲ αὐτῆς καὶ Ἐπίχαρμος καὶ Πλάτων Πολιτείᾳ καὶ Κρατύλῳ.

`395b`

ἀτηρά. ἀκόλαστα, ὑβριστικά, χαλεπά, κακά, βλαβερά.

`395e`

ταλάντατον. ἀτυχέστατον.

`396e`

ἀποδιοπομπησόμεθα. ἀποδιοπομπεῖσθαί φασι ἀποτρέπεσθαι τὸν προστρόπαιον Δία καὶ οἱονεὶ καθαίρεσθαι τὰ δεινά.

`397d`

θεῖν. τρέχειν, σπεύδειν.

`401a`

καλῶς. μετρίως.

`401b`

ἀδολέσχαι. μακρήγοροι, μακρολόγοι.

`401d`

τῇ Ἑστίᾳ προθύειν. παροιμία ἀφʼ ἑστίας ἄρχεσθαι ἐπὶ τῶν ἐν δυνάμει γινομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις καὶ περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν Δία τὴν βασιλείαν διαδεξάμενον ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅ τι ἂν βούλοιτο, τὴν δὲ τὴν παρθενίαν τε αἰτήσασθαι καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων.

`402c`

ὄπυιεν. ὡμίλει, συνεγίνετο κατὰ νόμον καὶ ἐμίγνυτο, συνῴκει.

`407d`

ἄρρατον. ἀσφαλὲς ἢ ἀκάματον, οἱ δὲ ἰσχυρόν, ἔνιοι μικρόν, οἱ δὲ μέγα, οἱ δὲ τὸ σκληρὸν καὶ ἀμετάστροφον.

`412b`

ἐσύθη. ἀπεφέρετο, ἀπηνέχθη.

`421d`

προφάσεις ἀγὼν δέχεσθαι. παροιμία ἀγὼν πρόφασιν οὐκ ἀναμένει, ἐπὶ τῶν φύσει ῥᾳθύμων καὶ ἀμελῶν, ἤτοι ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων. μέμνηται δὲ αὐτῆς Πλάτων ἐνταῦθα οὕτως «οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι,» καὶ ἐν Νόμων ἕκτῳ «ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι.» Αἰσχύλος δέ φησιν Γλαύκῳ Ποτνιεῖ—

  
ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους·  
καὶ Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ.

`424c`

δεινοί. ἱκανοί, ἢ δέους ἄξιοι, ὡς νῦν.

`428d`

θαμά. πυκνῶς, συχνῶς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-ag`.
