eul_wid: uqe-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Alcibiades II by Plato Commentary

The few notes on the Alcibiades II are word studies. One sets out four opposed senses of phaulos with examples from Demosthenes and Euripides and observes that the sense of baseness has won out; others separate the envious man from the slanderer, and show from Demosthenes that the word for bribe-taker could also mean one who gives bribes.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΔΕΥΤΕΡΟΝ ΑΛΚΙΒΙΑΔΗΝ

ἐνεούς. ἀφώνους, κωφούς, ἐξεστηκότας, νωδούς, νωχελεῖς, μετεώρους.

ἐπουρίσῃ. ἀποπέμψῃ, ἢ ὡς νῦν, ἐφορμήσῃ.

φθονεροῦ. φθονερὸς ὁ ἐπὶ τοῖς εὐπραγοῦσιν ἀχθόμενος καθʼ ἑαυτόν. ἔστι δὲ καὶ ὁ ἐπίφθονος φθονερός. διαφέρει δὲ βασκάνου· ὁ γὰρ βάσκανος ὑπὸ φθόνου καὶ συκοφαντεῖ καὶ κακηγορεῖ, ἀπὸ τοῦ βαβάκτου ἴσως. ἔστι δὲ βαβάκτης ὁ κράκτης καὶ μανιώδης.

φαῦλος. φαῦλον. τοῦτο τὸ ὄνομα ἐπὶ τεσσάρων ἐννοιῶν τάσσεται, κατʼ ἐναντιότητα παραλαμβανομένων. ἐπὶ ἁπλότητος καὶ εὐηθείας Δημοσθένης «οὐ γὰρ εἰ φαύλοις ὑμεῖς προστάταις χρῆσθε·» ἐπὶ δὲ τοῦ ἐπαίνου Εὐριπίδης φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν· ἐπὶ δὲ μεγέθους, φαῦλον στόμα ἀντὶ τοῦ μέγα· ἐπὶ δὲ μικρότητος εὐθέως ἐν ἀρχῇ τοῦ κατʼ Ἀριστοκράτους λέγουσι δὲ καὶ τὴν φαυλίαν ἐλαίαν μικρόκαρπον οὖσαν οὕτως ὀνομάζεσθαι. ἐκνενίκηκε μέντοι τὴν παλαιὰν χρῆσιν ἡ εἰς τὸ κακὸν μετάληψις· φαῦλον γὰρ οἱ πλεῖστοι τὸ κακὸν ἐξακούουσιν.

μάργον. μανικόν.

προὔργου. πλέον, ἢ συμφέρον ὡς νῦν.

δωροδόκοι. δωροδόκοι καὶ οἱ δῶρα λαμβάνοντες καὶ οἱ δῶρα διδόντες. Δημοσθένης ἐν Φιλιππικῷ ἐπὶ τοῦ Ζηλίτου ἀριθμίου ἔφη δωροδόκος, ὅπερ ἐν ἴσῳ κεῖται τῷ δῶρα διδούς. ἐπὶ δὲ τοῦ δῶρα λαμβάνειν πολλὴ ἡ παράθεσις, ὥσπερ καὶ ἐνταῦθα.