---
title: "Old Scholia on Plato: Alcibiades II"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Δεύτερον Ἀλκιβιάδην"
author: Plato Commentary
eul_wid: uqe-ap
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-alcibiades-2-uqe-ap"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0671f670f30d14d9d60a1aa1626f60ad60e519bc245c8e008216645e6f25e13b"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Alcibiades II

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Δεύτερον Ἀλκιβιάδην*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-ap` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-alcibiades-2-uqe-ap)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΔΕΥΤΕΡΟΝ ΑΛΚΙΒΙΑΔΗΝ

`2.140d`

ἐνεούς. ἀφώνους, κωφούς, ἐξεστηκότας, νωδούς, νωχελεῖς, μετεώρους.

`2.147a`

ἐπουρίσῃ. ἀποπέμψῃ, ἢ ὡς νῦν, ἐφορμήσῃ.

`2.147c`

φθονεροῦ. φθονερὸς ὁ ἐπὶ τοῖς εὐπραγοῦσιν ἀχθόμενος καθʼ ἑαυτόν. ἔστι δὲ καὶ ὁ ἐπίφθονος φθονερός. διαφέρει δὲ βασκάνου· ὁ γὰρ βάσκανος ὑπὸ φθόνου καὶ συκοφαντεῖ καὶ κακηγορεῖ, ἀπὸ τοῦ βαβάκτου ἴσως. ἔστι δὲ βαβάκτης ὁ κράκτης καὶ μανιώδης.

`2.147d`

φαῦλος. φαῦλον. τοῦτο τὸ ὄνομα ἐπὶ τεσσάρων ἐννοιῶν τάσσεται, κατʼ ἐναντιότητα παραλαμβανομένων. ἐπὶ ἁπλότητος καὶ εὐηθείας Δημοσθένης «οὐ γὰρ εἰ φαύλοις ὑμεῖς προστάταις χρῆσθε·» ἐπὶ δὲ τοῦ ἐπαίνου Εὐριπίδης

  
φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν·  
ἐπὶ δὲ μεγέθους, φαῦλον στόμα ἀντὶ τοῦ μέγα· ἐπὶ δὲ μικρότητος εὐθέως ἐν ἀρχῇ τοῦ κατʼ Ἀριστοκράτους λέγουσι δὲ καὶ τὴν φαυλίαν ἐλαίαν μικρόκαρπον οὖσαν οὕτως ὀνομάζεσθαι. ἐκνενίκηκε μέντοι τὴν παλαιὰν χρῆσιν ἡ εἰς τὸ κακὸν μετάληψις· φαῦλον γὰρ οἱ πλεῖστοι τὸ κακὸν ἐξακούουσιν.

`2.148a`

μάργον. μανικόν.

`2.149e`

προὔργου. πλέον, ἢ συμφέρον ὡς νῦν.

`2.150a`

δωροδόκοι. δωροδόκοι καὶ οἱ δῶρα λαμβάνοντες καὶ οἱ δῶρα διδόντες. Δημοσθένης ἐν Φιλιππικῷ ἐπὶ τοῦ Ζηλίτου ἀριθμίου ἔφη δωροδόκος, ὅπερ ἐν ἴσῳ κεῖται τῷ δῶρα διδούς. ἐπὶ δὲ τοῦ δῶρα λαμβάνειν πολλὴ ἡ παράθεσις, ὥσπερ καὶ ἐνταῦθα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-ap`.
