eul_wid: peg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Sensation and Physis by Diogenes of Oenoanda

On Sensation and Nature is the modern designation for a collection of fragments from an extensive public inscription commissioned by the Epicurean philosopher Diogenes of Oenoanda around 200 CE. Carved in stone and originally forming part of a philosophical wall approximately eighty metres long in the city's agora, the work is a treatise composed in Koine Greek defending fundamental Epicurean doctrines. It presents a materialist cosmology based on atoms and void, explicates the corporeal nature of the psychē and the tranquil existence of the gods, and upholds sensory perception as the sole criterion of truth. The text directly engages with and refutes the arguments of rival philosophical schools, particularly Stoicism and Skepticism. Diogenes stated his motive was philanthropic, aiming to provide his fellow citizens with the Epicurean remedy for the anxieties caused by false beliefs about the gods, death, and desire. The surviving 297 fragments, discovered by archaeologists beginning in 1884, are damaged and disordered, necessitating significant scholarly reconstruction. The inscription stands as a unique public monument to philosophy, offering invaluable insight into the teaching and popularization of Epicurean thought centuries after the school's foundation.

Διογένους τοῦ Οἰνοανδέως περὶ αἰσθήσεως καὶ φύσεως

ἐπιτομή.

ὁρῶν τοὺς πλείστους τῇ περὶ τῶν πραγμάτων ψευδοδοξίᾳ νοσοῦντας καὶ μὴ ἀκούοντας τοῦ σώματος ἐνκλήσεις τῇ ψυχῇ διαφόρους ἐπιφέροντος καὶ δικαίας, ὅτι μὴ δεόντως ὑπʼ αὐτῆς σκύλλεται καὶ καταπονεῖται καὶ εἰς οὐκ ἀνανκαῖα σύρεται πράγματα — τὰ μὲν γὰρ ὑπʼ αὐτοῦ ζητούμενα μεικρὰ εἶναι καὶ εὐπόριστα, ὧν δύναται καὶ ἡ ψυχὴ συναπολαύουσα καλῶς διάγειν, τὰ δʼ ὑπὸ τῆς ψυχῆς μεγάλα τε καὶ δυσπόριστα, πρὸς δὲ τῷ μηδὲν ὠφελεῖν τὴν φύσιν καὶ κινδύνους ἐπιφέροντα. τούτους οὖν ὁρῶν — πάλιν γὰρ ἐπαναλήμψομαι — διακειμένους οὕτως, κατωλοφυράμην μὲν αὐτῶν τὸν βίον καὶ ἐπεδάκρυσα τῇ τῶν χρόνων ἀπωλείᾳ, χρηστοῦ δέ τινος ἡγησάμην ἀνδρός, ὅσον ἔστʼ ἐφʼ ἡμεῖν, τοῖς εὐσυνκρίτοις αὐτῶν φιλανθρώπως βοηθεῖν. τοῦτο δὲ πρῶτον τῆς γραφῆς αἴτιόν ἐστιν. τὸν μὲν κενὸν φόβον ἐκ θανάτου, τὸν δʼ ἐκ τῶν θεῶν φημὶ πολλοὺς ἡμῶν κατέχειν, τὸ δὲ ποιητικὸν τῆς τῷ ὄντι τειμίας χαρᾶς οὐκ εἶναι θέατρα καὶ ν— — — — — —καὶ βαλανεῖα καὶ μύρα καὶ ἀλείμματα, ἃ δὴ καταλελοίπαμεν τοῖς πλήθεσιν, ἀλλὰ τὴν φυσιολογίαν

ἠθέλησα δʼ ἐλένχειν τοὺς τὴν φυσιολογίαν αἰτιωμένους ὅτι ἡμεῖν συμφέρειν οὐδὲν δύναται. οὕτω δʼ, ὦ πολεῖται, καὶ οὐ πολειτευόμενος, διὰ τῆς γραφῆς καθάπερ πράττων λέγω ταῦτα, δεικνύειν δὲ πειρώμενος ὡς τὸ τῇ φύσει συμφέρον, ὅπερ ἐστὶν ἀταραξία, καὶ ἑνὶ καὶ πᾶσι τὸ αὐτό ἐστιν. καὶ τὴν δευτέραν οὖν ἀποδοὺς αἰτίαν τοῦ συνγράμματος, τὸ κατεσπουδασμένον ἡμῶν νῦν προστίθημι, ὁποῖόν ἐστιν καὶ τίνʼ ἔχει φύσιν ἐξηγούμενος. ἐν δυσμαῖς γὰρ ἤδη τοῦ βίου καθεστηκότες — διὰ τὸ γῆρας καὶ ὅσον οὔπω μέλλοντες ἀναλύειν ἀπὸ τοῦ ζῆν —, μετὰ καλοῦ παιᾶνος ὑπὲρ τοῦ τῶν ἡδέων πληρώματος, ἠθελήσαμεν, ἵνα μὴ προλημφθῶμεν, βοηθεῖν ἤδη τοῖς εὐσυνκρίτοις. εἰ μὲν οὖν εἷς μόνον ἢ δύʼ ἢ τρεῖς ἢ τέτταρες ἢ πέντε ἢ ἓξ ἢ ὅσους, ἄνθρωπε, βούλει τῶν τοσούτων εἶναι πλείονας, μὴ πάνυ δὲ πολλούς, διέκειντο κακῶς, κἂν καθʼ ἕνα— — καλούμενος πάντα παρʼ ἐμαυτὸν ἔπραττον εἰς συμβουλίαν τὴν ἀρίστην. ἐπεὶ δέ, ὡς προεῖπα, οἱ πλεῖστοι καθάπερ ἐν λοιμῷ τῇ περὶ τῶν πραγμάτων ψευδοδοξίᾳ νοσοῦσι κοινῶς, γείνονται δὲ καὶ πλείονες — διὰ γὰρ τὸν ἀλλήλων ζῆλον ἄλλος ἐξ ἄλλου λαμβάνει τὴν νόσον ὡς τὰ πρόβατα —, δίκαιον δʼ ἐστὶ καὶ τοῖς μεθʼ ἡμᾶς ἐσομένοις βοηθῆσαι — κἀκεῖνοι γάρ εἰσιν ἡμέτεροι καὶ εἰ μὴ γεγόνασί πω —, πρὸς δὲ δὴ φιλάνθρωπον καὶ τοῖς παραγεινομένοις ἐπικουρεῖν ξένοις. ἐπειδὴ οὖν εἰς πλείονας διαβέβηκε τὰ βοηθήματα τοῦ συνγράμματος, ἠθέλησα τῇ στοᾷ ταύτῃ καταχρησάμενος ἐν κοινῷ τὰ τῆς σωτηρίας προθεῖναι φάρμακα, ὧν δὴ φαρμάκων πεῖραν ἡμεῖς πάντως εἰλήφαμεν. τοὺς γὰρ ματαίως κατέχοντας ἡμᾶς φόβους ἀπελυσάμεθα, τῶν τε λυπῶν τὰς μὲν κενὰς ἐξεκόψαμεν εἰς τέλειον, τὰς δὲ φυσικὰς εἰς μεικρὸν κομιδῇ συνεστείλαμεν, ἐλαχιστιαῖον αὐτῶν τὸ μέγεθος ποιήσαντες

… θη … ουν … ἡμεῖν τοῦ πρώτου— — — — — — — —και τινὲς τῶν φιλοσόφων καὶ μάλιστα οἱ περὶ Σωκράτην. τὸ δὲ φυσιολογεῖν καὶ τὰ μετέωρα πολυπραγμονεῖν περιττόν φασιν εἶναι καὶ ἄχρηστον, καὶ οὐδʼ ἀξιοῦσιν τῶν τοιούτων ἐπιμελεῖσθαι τ

ἄλλοι δὲ οὐκ ἄντικρυς οὐκ ἀνανκαῖαν φυσιολογίαν ἀποκαλοῦσιν, αἰσχυνόμενοι τοῦθʼ ὁμολογῆσαι, ἑτέρῳ δέ τινι ἐγβολῆς χρῶνται σχήματι. ὅταν γὰρ ἀκατάλημπτα φάσκωσιν εἶναι τὰ πράγματα, τί ἄλλο φασὶν ἢ ὅτι μὴ δεῖ φυσιολογεῖν ἡμᾶς; τίς γὰρ αἱρήσεται ζητεῖν ἃ μήποθʼ εὕρῃ; Ἀριστοτέλης οὖν καὶ οἱ τὸν αὐτὸν Ἀριστοτέλει νομίζοντες περίπατον οὐδὲν ἐπιστητόν φασιν εἶναι· ῥεῖν γὰρ αἰεὶ τὰ πράγματα καὶ διʼ ὀξύτητα τῆς ῥεύσεως τὴν ἡμετέραν ἐκφεύγειν ἀντίλημψιν. ἡμεῖς δὲ τὴν μὲν ῥεῦσιν αὐτῶν ὁμολογοῦμεν, οὐ μέντοι καὶ τὸ οὕτως ὀξεῖαν αὐτὴν ὑπάρχειν ὥστε μηδενὶ χρόνῳ τὴν ἑκάστου φύσιν καταλημπτὴν αἰσθήσεσιν εἶναι. καὶ γὰρ οὐδαμῶς ποτʼ ἂν εἴσχυσαν εἰπεῖν οἱ τῇ δόξῃ τῇδε χρώμενοι, τὸ δὴ οἷον φέρουσι, τοτὲ μὲν εἶναι τόδε λευκὸν καὶ τόδε μέλαν, ἄλλοτε δὲ οὔτε τοῦτο λευκὸν οὔτʼ ἐκεῖνο μέλαν, εἰ μὴ πρότερον ᾔδεισαν τὴν λευκοῦ τε καὶ μέλανος φύσιν. καὶ τοῖς ἐφεκτικοῖς δὲ λεγομένοις φιλοσόφοις, ὧν δὴ Λακύδης ὁ Κυρηναῖος

… — — — — — — — — — —τὰ δὲ πρῶτα σώματα, ἃ καὶ στοιχεῖα προσαγορεύεται, ἐξ ἀρχῆς μὲν ὑφεστηκότα καὶ ὄντα ἄφθαρτα, γεννῶντα δὲ τὰ πράγματα, τίνα ἐστίν, παραθήσομεν προδιαλυσάμενοι τὰς ἑτέρων δόξας. Ἡράκλειτος μὲν οὖν ὁ Ἐφέσιος πῦρ εἶναι στοιχεῖον εἶπεν, Θαλῆς δὲ ὁ Μειλήσιος ὕδωρ, Διογένης δὲ ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης ἀέρα, Ἐνπεδοκλῆς δʼ ὁ Ἀκραγαντεῖνος καὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν, Ἀναξαγόρας δʼ ὁ Κλαζομένιος τὰς ὁμοιομερείας ἑκάστου πράγματος, οἱ δʼ ἀπὸ τῆς Στοᾶς ὕλην καὶ θεόν. Δημόκριτος δὲ ὁ Ἀβδηρείτης εἶπε μὲν ἀτόμους φύσεις, καλῶς γε ποιῶν· ἐπεὶ δὲ περὶ αὐτῶν ἐσφάλη τινά, ἐν ταῖς ἡμετέραις δόξαις ἐπισκεφθήσεται. νυνεὶ δὲ τοῖς εἰρημένοις ἀνδράσιν ἐνκαλέσομεν, οὐ φιλονείκῳ πρὸς αὐτοὺς πάθει χρώμενοι, τὴν δʼ ἀλήθειαν σωθῆναι θέλοντες, καὶ Ἡρακλείτῳ πρῶτον, ἐπεὶ καὶ πρῶτος ἡμεῖν τέτακται. κακῶς, Ἡράκλειτε, πῦρ εἶναι στοιχεῖον λέγεις· οὔτε γὰρ ἄφθαρτόν ἐστιν, ἐπεὶ φθειρόμενον ὁρῶμεν αὐτό, οὔτε δύναται γεννᾶν τὰ πράγματα

… Ϲ.Ϲ … σω … ΣΟοΛΣιν … ενα προσ … ς τοῦτο τοῦ ἐστι μηδὲν τὸ κενὸν … Ι παθεῖν, ε— … πάσχειν καὶ τὸ ἄπειρον προ … τω μηδὲν … ος ἐποικοδομ— — — — —ΣΙτο … δου … ουτος προ … ειν οὐ δύναται τοῦ τελευταίου ὅτι οἶδεν αὐτό. ἐσφάλη δʼ ἀναξίως ἑαυτοῦ καὶ Δημόκριτος, τὰς ἀτόμους μόνας κατʼ ἀλήθειαν εἰπὼν ὑπάρχειν ἐν τοῖς οὖσι, τὰ δὲ λοιπὰ νομιστεὶ ἅπαντα. κατὰ γὰρ τὸν σὸν λόγον, ὦ Δημόκριτε, οὐχ ὅπως τὸ ἀληθὲς εὑρεῖν, ἀλλʼ οὐδὲ ζῆν δυνησόμεθα, μήτε τὸ πῦρ φυλαττόμενοι μήτε τὴν σφαγὴν μήτʼ ἄλλην τινὰ δύναμιν τω … απ … νυν … ημε … τα α … νοΙ … γω … τεκ … τ … την … επι …

ἐπεὶ δὲ τὰ πρῶτα σώματα οὐδεὶς διαλύειν δύναται, εἴτε θεὸς εἴτε ἄνθρωπός ἐστι, καταλείπεται ἁπλῶς ἄφθαρτα ταῦτʼ εἶναι ἐκτὸς ἀνάνκης; εἰ μὲν γὰρ ἐφθείρετο κατʼ ἀνάνκην εἰς τὸ μὴ ὄν, — — — — — —

λ …

— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — πο … καὶ πολλάκις, ὅτι εἰκόνες καὶ φάσματα φύσεις ἀληθεῖς ὑπάρχουσιν, καὶ τὰ κάτοπτρα μαρτυρήσει μοι· οὐ δὴ γὰρ ἀπερεῖ τι ἅ φημι τὸ εἴδωλον ὃ προσομεῖται ἐν τοῖς κατόπτροις. οὐκ ἂν ἐν ἐκείνοις ἑαυτοὺς ἑωρῶμεν καὶ οὐδʼ ἂν ἐγείνετό τι, εἰ μὴ ἦν ῥεῦμα συνεχὲς ἀφʼ ἡμῶν πρὸς ἐκεῖνα φερόμενον καὶ ἡμεῖν εἴδωλον ἀναφέρον. ἀπελένχει γὰρ καὶ τοῦτο τὴν ἀπόροιαν διὰ τὸ ἕκαστον τῶν μορίων εἰς τὴν κατʼ εὐθὺ χώραν φέρεσθαι. τὰ οὖν ἀπὸ τῶν πραγμάτων ῥέοντα εἴδωλα, ἐνπείπτοντα ἡμῶν ταῖς ὄψεσιν, τοῦ τε ὁρᾶν ἡμᾶς τὰ ὑποκείμενα αἴτια γείνεται καὶ, εἰς τὴν ψυχὴν εἰσιόντα, τοῦ ἐννοεῖν αὐτά. κατʼ ἐνπτώσεις μὲν οὖν τὰ ὑπὸ τῶν ὄψεων βλεπόμενα ἡ ψυχὴ παραλαμβάνει· μετὰ δὲ τὰς τῶν πρώτων ἐνπτώσεις εἰδώλων ποροποιεῖται ἡμῶν οὕτως ἡ φύσις ὥστε, καὶ μὴ παρόντων ἔτι τῶν πραγμάτων ἃ τὸ πρῶτον εἶδεν, τὰ ὅμοια τοῖς πρώτοις τῇ διανοίᾳ δεχθῆναι φάσματα γεννῶντα καὶ ὕπαρ καὶ ὄναρ. μηδὲ θαυμάσωμεν τοῦτο γείνεσθαι καὶ καθευδόντων ἡμῶν· ῥεῖ γὰρ ἡμεῖν ὁμοίως τὰ εἴδωλα καὶ τότε. τί οὖν; ὅτε καθεύδομεν, τῶν αἰσθητηρίων πάντων οἱονεὶ παραλελυμένων καὶ ἐζβεσμένων αὖθις καθʼ ὕπνον, ἡ ψυχή, ἔτι καὶ γρηγοροῦσα καὶ γινώσκειν οὐ δυναμένη τὸ σύνπτωμα καὶ τὴν κατάστασιν αὐτῶν τὴν τότε, τὰ δὲ ἑαυτῇ προσιόντα εἴδωλα ἐγδεχομένη, ἀνέλενκτον περὶ τούτων καὶ ψευδῆ λαμβάνει δόξαν ὡς καὶ κατὰ τὴν στερεμνίαν φύσιν ὄντων ἀληθῶν. οἱ γὰρ ἔλενχοι τῆς δόξης καθεύδουσιν τότε. ἦσαν δὲ οὗτοι τὰ αἰσθητήρια. ὁ γὰρ κανὼν καὶ τὸ κριτήριον τῆς ἀληθείας πρὸς τοὺς ὀνείρους ἡμῶν μένει ταῦτα. πρὸς δὲ τὸν σὸν λόγον νῦν ἀντιλέγομεν ταῦτα, ὦ Δημόκριτε· ἡ μὲν φύσις τῶν ὀνείρων ἐστὶν οὐδαμῶς θεόπεμπτος, ὡς λέγεις, οὐδὲ νουθετική, ἀλλὰ μᾶλλον τῶν ὀνείρων τὸ ποιητικόν εἰσι, φημί, φύσεις τινές, ὥστε ἐκτρέπεται ὁ σοφιστικὸς λόγος. τὰ γὰρ αὐτὰ εἴδωλα— — —

τ … ο … Ιωνο … ΙΙ. … Σ.το. … ιασ … καθευδο— … ναυ— — κενὰ μὲν οὖν σκιαγραφήματα τῆς διανοίας οὐκ ἔστι τὰ φάσματα, ὡς ἀξιοῦσιν οἱ Στωικοί. καὶ γὰρ εἰ μὲν οὕτως αὐτὰ λέγουσιν κενὰ ὡς ἔχοντα μὲν σωματικὴν φύσιν, λεπτὴν δὲ ἄκρως καὶ οὐχ ὑπόπτωτον ταῖς αἰσθήσεσι, τῇ ἑρμηνείᾳ κέχρηνται κακῇ, ἐπεὶ ἔδει αὐτὰ σωματικὰ λέγεσθαι καὶ λεπτὰ ὄντα. εἰ δὲ οὕτω κενὰ ὡς οὐδʼ ὅλως ἔχοντα σωματικὴν φύσιν, ὃ δὴ καὶ μᾶλλον βούλονται λέγειν ἢ τὸ πρῶτον, πῶς οἷόν τε τὸ κενὸν ἀναζωγραφεῖσθαι; τί οὖν ἔστιν; λεπτὴν μὲν ἔχει τὰ δὴ φάσματα τὴν σύνκρισιν καὶ ἐκπεφευγυῖαν τῆς ὄψεως, κενὴν δʼ οὔ. ἡ γὰρ διάνοια ΔεΙ— … εμνη περιγειν— … Ι.τὸ κατάρχον παρέχει καὶ χρήματα Ι— … γεεις … καὶ κεινεῖ λο— … που … ο ν … ον … Γ … αρα Ι … Ι πο … εΙΙΙΙΙ— … ειν .— — θας πολλ— … ποι ξίφει πληγήσεσθαι δοκοῦντες ἢ κατὰ κρημνοῦ πεσεῖσθαί τινος διανιστάμεθα ἐκ τοῦ φόβου καὶ ἐν συνουσίαις. οἷς δʼ ἔτι τοσόνδε προστίθημι. ἐπειδὴ ὄναρ τελοῦμεν τὰ ἀφροδείσια, ὡς καὶ ὕπαρ, οὐδέν ἐστι τὸ μάτην ἀπʼ αὐτῶν εὐφροσύνην λαμβάνειν ὅτι καθεύδομεν. οὔκουν χρὴ κενὰ λέγειν ταῦτα ὡς καὶ δύναμις τοσαύτη πρόσεστιν. οὐ μὴν πάλιν, εἰ μή ἐστιν κενά, αἴσθησιν ἔχει καὶ λογισμὸν καὶ τῷ ὄντι προσλαλεῖ ἡμεῖν, ὡς ὑπολαμβάνει Δημόκριτος. ἀμήχανον γὰρ λεπτοῖς ὑμέσιν οὕτως καὶ στερεμνίας φύσεως βάθος οὐκ ἔχουσιν ταῦτα προσεῖναι. οὗτοι μὲν οὖν κατὰ τὸ ἐναντίον ἐπλανήθησαν οἱ τε Στωικοὶ καὶ Δημόκριτος. οἱ μὲν γὰρ Στωικοὶ καὶ ἣν ἔχουσι δύναμιν τῶν φαντασιῶν ἀφαιροῦνται· Δημόκριτος δὲ καὶ ἣν οὐκ ἔχουσι χαρίζεται. ἡ δὲ φύσις τῶν ἐνυπνίων

— … ατη … βρε … ωδους η … ας ἐξέβαινον. εἶτα δʼ οἱ τοῦ ἀνθρώπου γονεῖς, ὡς ὁ παρὼν λόγος ἔχει, ἀπὸ γῆς φύντες, προσέλαβον τόδε τι τῆς ἰσχύος προσὸν τῇ φύσει— — — — — —

διὰ μὲν τῶν σπηλαίων εἰς ἃ ἐφοίτων τοῦ χρόνου προβαίνοντος, χειμῶνας φεύγοντες, εἰς ἐπίνοιαν οἰκημάτων ἦλθον, διὰ δὲ τῶν περιβολῶν ἃς ἐποιοῦντο τοῖς σώμασιν, εἴτε φύλλοις αὐτὰ σκέποντες εἴτε βοτάναις εἴτε καὶ δοραῖς, ἀναιροῦντες ἤδη τὰ πρόβατα, εἰς ἐνθύμησιν ἐσθητῶν — στρεπτῶν μὲν οὔπω, κασωτῶν δʼ ἴσως ἢ ὁποιωνοῦν. εἶτα δὲ προβαίνων ὁ χρόνος ταῖς ἐπινοίαις αὐτῶν ἢ τῶν μετʼ αὐτοὺς ἐνέβαλεν καὶ τὸν ἱστόν. εἰς οὖν οὐδεμίαν τέχνην, ὡς οὐδὲ ταύτας, οὔτʼ ἄλλον τινὰ θεῶν οὔτε τὴν Ἀθηνᾶν παραλημπτέον· πάσας γὰρ ἐγέννησαν αἱ χρεῖαι καὶ περιπτώσεις μετὰ τοῦ χρόνου. καὶ τῶν φθόνγων δὲ ἕνεκεν — λέγω δὲ τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων, ὧν ἐποιήσαντο τὰς πρώτας ἀναφθένξεις οἱ ἀπὸ γῆς φύντες ἄνθρωποι —, μήτε τὸν Ἑρμῆν παραλαμβάνωμεν εἰς διδασκαλίαν, ὥς φασίν τινες — περιφανὴς γὰρ αὕτη γε ἀδολεσχία —, μήτε τῶν φιλοσόφων πιστεύωμεν τοῖς λέγουσι κατὰ θέσιν καὶ διδαχὴν ἐπιτεθῆναι τὰ ὀνόματα τοῖς πράγμασιν, ἵνʼ αὐτῶν ἔχωσι τὰ ἴδια τῆς πρὸς ἀλλήλους ἕνεκα ῥᾳδίας ἀποδηλώσεως οἱ ἄνθρωποι. γελοῖον γάρ ἐστι, μᾶλλον δὲ παντὸς γελοίου γελοιότερον, πρὸς τῷ καὶ τὸ ἀδύνατον αὐτῷ προσεῖναι, συναγαγεῖν μέν τινα τὰ τοσάδε πλήθη ἕνα τυνχάνοντα — οὐδὲ γάρ πω τότε βασιλέες ἦσαν, οὐδὲ μὴν γράμματα ὅπου μηδὲ οἱ φθόνγοι· περὶ γὰρ τούτων καὶ ἀμήχανον ἂν ἦν, εἰ μὴ διὰ προσταγῆς, τὴν συναγωγὴν αὐτῶν γενέσθαι —, συναγαγόντα δὲ καθηγεῖσθαι γραμματιστοῦ τρόπον κερκεῖδός τινος ἀντιλαβόμενον, καὶ ἑκάστου τῶν πραγμάτων θινγάνοντα ἐπιλέγειν ὅτι «τουτεὶ μὲν καλείσθω λίθος, τουτεὶ δὲ ξύλον, τουτεὶ δὲ ἄνθρωπος ἢ κύων ἢ βοῦς ἢ ὄνος α … χ. … κη … φΣ … τ …

οἱ δʼ ἀστέρες, ἐπειδὴ αἱ ἀέρος δεῖναι φέρουσι κείνησιν τοιαύτην, ἅπαντες δονοῦνται λείαν, ἀλλʼ οἱ μὲν αὐτῶν ἀλλήλοις συναντῶσιν, οἱ δʼ οὔ· καὶ οἱ μὲν τὸν ὀρθὸν ἕως τινὸς περαιοῦσιν δρόμον, λοξὸν δʼ ἕτεροι, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη, οἱ δὲ τὸν αὐτοῦ κύκλον στρέφονται, καθάπερ ἡ ἄρκτος· ἔτι δʼ οἱ μὲν ὑψηλὴν ζώνην φέρονται, οἱ δʼ αὖ ταπεινήν. καὶ γὰρ τοῦτʼ ἀγνοοῦσιν οἱ πολλοί· τὸν γοῦν ἥλιον ὑπολαμβάνουσιν οὕτως εἶναι ταπεινὸν ὥσπερ φαίνεται, μὴ ὄντα οὕτως ταπεινόν· εἰ γὰρ ἦν οὕτως, ἐνπυρίζεσθαι τὴν γῆν ἔδει καὶ τὰ ἐπʼ αὐτῆς πάντα πράγματα. τὴν οὖν ἀπόφασιν ὁρῶμεν αὐτοῦ ταπεινήν, ἀλλʼ ὀχὶ αὐτόν. πλὴν τοῦτο μὲν παρενβεβλήσθω. περὶ δʼ ἀνατολῶν ἤδη λέγωμεν καὶ δύσεων καὶ τῶν ἐφεξῆς, ἐκεῖνο προθέντες ὅτι τὸν ζητοῦντά τι περὶ τῶν ἀδήλων, ἂν βλέπῃ τοὺς τοῦ δυνατοῦ τρόπους πλείονας, περὶ τοῦδέ τινος μόνου τολμηρὸν καταποφαίνεσθαι· μάντεως γὰρ μᾶλλόν ἐστιν τὸ τοιοῦτον ἢ ἀνδρὸς σοφοῦ. τὸ μέντοι λέγειν πάντας μὲν ἐνδεχομένους, πιθανώτερον δʼ εἶναι τόνδε τοῦδε ὀρθῶς ἔχει. ἐνδέχεται τοιγαροῦν τὸν ἥλιον ἀνθρακώδη τινὰ κύκλον εἶναι καὶ λεπτὸν ἄκρως, ὑπό τε τῶν πνευμάτων αἰωρούμενον πηγῆς τε ἐπέχοντα τρόπον, τοῦ μὲν ἀπορέοντος ἐξ αὐτοῦ πυρός, τοῦ δʼ εἰσρέοντος ἐκ τοῦ περιέχοντος κατὰ μεικρομερεῖς συνκρίσεις διὰ τὴν τούτου πολυμιγείαν. οὕτω δʼ ἐπαρκεῖν αὐτομάτως πέφυκε τῷ κόσμῳ … χοντος εὐΕ … τυνχαν …

… ΙΙ … Ι— — — — … χάλαζαν δʼ οὐκ ἀπεικότως ποιεῖ λεπτὴ ἄτονος συστροφὴ διὰ τὴν τοῦ περιλαμβάνοντος αὐτενέργειαν, εἴτε πνεύματι γεινομένη ψυχρῷ, ἀλλὰ μετεώρῳ, εἴτε χιόνι ὑμενώδει

… ω … — — — — — — — — — —γ … — — — — — — — — — — —οι — — — — — — — — — — — —ν — — — — — — — —ΙΙ— — — — — — — — — — — —ΙΙΙ … νου — — — — — — — — — —Ι ων ἐπι ΙΙΙ … ΙΙ.Ι— — — — — — — — — — — — — — — — — — — — — — πάντες ἄνθρωποι ἤλπισαν— — — — — — — — —υ … ΙΟ.ΙΙ. … ΟΙματον ΛΙ … ΛΛΙΧϹΤ … Ι … ΙΙΙ ἀμήχανοι. ἂν γὰρ αὐτοῖς φάσματα ἐναργῆ τυνχάνῃ, πῶς δὲ γείνεται ταῦτα εὑρίσκειν μὴ δύνωνται, εἰκότως, οἶμαι, εἰς ὑποψίαν περικυλείονται· ποτὲ δὲ καὶ πίστιν δημιουργόν τινα εἶναι ἔχουσι

… ωμεν καὶ τοὺς ὁσιωτάτους ὡς ἀθέους λείαν κατατρέχουσιν. καὶ δὴ καὶ γενήσεται δῆλον ὡς οὐχὶ ἡμεῖς ἀναιροῦμεν τοὺς θεούς, ἀλλʼ ἕτεροι. Διαγόρας μὲν οὖν ὁ Μήλιος, ἔχων συνπαρακολούθους τῆς δόξης ἄλλους τινάς, ἄντικρυς εἶπε μὴ εἶναι θεούς, σφόδρα πᾶσι τοῖς νομίζουσιν ἄλλα μαχεσάμενος. Πρωταγόρας δʼ ὁ Ἀβδηρείτης τῇ μὲν δυνάμει τὴν αὐτὴν ἤνενκε Διαγόρᾳ δόξαν, ταῖς λέξεσιν δὲ ἑτέραις ἐχρήσατο, ὡς τὸ λείαν ἰταμὸν αὐτῆς ἐκφευξούμενος. ἔφησε γὰρ μὴ εἰδέναι εἰ θεοί εἰσιν. τοῦτο δʼ ἐστὶν τὸ αὐτὸ τῷ λέγειν εἰδέναι ὅτι μή εἰσιν. εἰ μὲν γὰρ ἀντιτεθήκει τῇ πρώτῃ φωνῇ «οὐ μὴν ὅτι μή εἰσιν,» ἴσως ἂν σχεδὸν εἶχε περίφρασίν τινα πρὸς τὸ μὴ δοκεῖν τελέως ἀναιρεῖν τοὺς θεούς. εἶπε δὲ τὸ «εἶναι αὐτούς», ἀλλʼ οὐ τὸ «μὴ εἶναι», τὸ ἀκρειβῶς ποιῶν ἴσον Διαγόρᾳ, ὃς εἰπὼν τὸ μὴ εἰδέναι ὅτι εἰσὶν ἀύπνως οὐκ ἐπαύσατο. τοιγαροῦν, ὥσπερ λέγω, ἤτοι τότε τῇ δυνάμει ὁ Πρωταγόρας ἤνενκε τὴν αὐτὴν Διαγόρᾳ δόξαν ἢ

… Ι … ΛΙ Λ … Λ— — — — — — φ … ιω … ΘΥϹΙϹ ἐν ὀχήματι, τὸν μὲν Τριπτόλεμον ἀναβιβάζοντες καὶ κακίστους πόνους κατασκευάζοντες αὐτῷ … ΧΤΟΣΙΝως φαΙΙ Ι. … Ι. … … Β … τα … ΕΙΧΙΤ— … ΓΛΤΛ … Ο — … ΙΙΙΔ— — — … Λ … ΙΔΙ— — — — … Λ … ΡΗϹΛΙΑϹ Τ … ΛΥ … ΝΗΝ — … οΝΙ— — ΡΛΜ … Ν … Λ— — — — — — — — — ΝΕΥ … ΔϹ … Ο Λ— … ΛΩϹΚΛΝϹ … Ν … ομεν. καὶ γὰρ τὸν πανυπέρτατον Δία καὶ τὴν Δημήτερʼ ὡς θεοὺς τειμῶντες τοὺς ἀνθρώπους οὐχ ὡς δουλεύοντας αὐτοῖς, ἀλλʼ ὡς φίλους, νομίζομεν

… σβη … ανα … τε … ΙνΙΙ … μὴ δοκῶμεν, τὸ ἀμφιζβητούμενον ἔτι συνδικάσαντες. — … . … Ι— — — … μὴ νομίζωμεν ὅτι οἱ θεοί εἰσιν ἐξεταστικοὶ τῶν ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ δικαίων. εἰ δὲ μή, οἱ μέγιστοι τάραχοι ἐν ταῖς ἡμετέραις ψυχαῖς γενήσονται

εἴπωμεν δʼ οὖν πρὸς τὸν Ὅμηρον, ὃς περὶ αὐτῶν παντοδαπὰ λαλεῖ λαλήματα, τοὺς μὲν αὐτῶν ἀποφαίνων μοιχούς, τοὺς δὲ χωλούς, τοὺς δὲ κλεπτικούς, ἢ καὶ ὑπὸ θνητῶν παιομένους δόρατι, πρὸς τῷ προάγειν τοὺς δημιουργοὺς ποιεῖν ἃ μὴ πρέπει. τὰ μὲν θεῶν ξόανα βάλλει βέλη καὶ γέγονε τόξον ἔχοντα, ποιούμενα ὡς ὁ Ἡρακλῆς παρὰ τῷ Ὁμήρῳ, τὰ δʼ ὑπὸ θηρίων δορυφορεῖται, τὰ δʼ ὀργίζεται τοῖς εὐτυχοῦσιν, ὥσπερ ἡ Νέμεσις τοῖς πολλοῖς δοκεῖ. δεῖ δʼ ἱλαρὰ τῶν θεῶν ποιεῖν ξόανα καὶ μειδιῶντα ἵνʼ ἀντιμειδιάσωμεν μᾶλλον αὐτοῖς ἢ φοβηθῶμεν. τί οὖν ἔστιν, ὦ ὑμεῖς; τοὺς μὲν θεοὺς εὐσεβῶμεν, καὶ ἐν ἑορταῖς καὶ ἐν βεβήλοις καὶ κοινῇ καὶ ἰδίᾳ καλῶς, καὶ τὰ πάτρια πρὸς αὐτοὺς ἔθη διαφυλάττωμεν· μηδὲ οἱ ἄφθαρτοι καταψευσθέντων τι παρʼ ἡμῶν μάτην δεδιότων μὴ τυνχάνουσι πασῶν αἴτιοι συμφορῶν, φέροντες ἡμεῖν παθήματα καὶ βαρεῖς ἀνάνκας ἑαυτοῖς βουλεύοντες. καὶ ἀνακαλῶμεν δʼ αὐτοὺς κατʼ ὄνομα— —

ἀδύνατόν ἐστιν ἀρχῆθεν τοῦ πόλεως αὐτῷ χρείαν ὑπάρχειν καὶ συνπολειτευτῶν, πρὸς τῷ καὶ γελοῖον εἶναι θεὸν ὄντα ζητεῖν συνπολειτευτὰς ἀνθρώπους ἔχειν. ἔτι δὲ κἀκεῖνο· εἰ γὰρ ὥσπερ οἰκητήριόν τι καὶ πόλιν ἑαυτῷ τὸν κόσμον ἐδημιούργησε, ζητῶ πρὸ τοῦ κόσμου ποῦ διέτρειβεν· οὐ γὰρ εὑρίσκω κατὰ γοῦν τὸν τούτων λόγον ἕνα τοῦτον ἀποφαινομένων κόσμον εἶναι. τὸν οὖν ἄπειρον ἐκεῖνον χρόνον, ὡς ἔοικεν, ἄπολις ἦν καὶ ἄοικος ὁ τούτων θεὸς καί, ὡς ἄνθρωπος ἀτυχής—οὐ λέγω θεός—μήτε πόλιν ἔχων μήτε συνπολειτευτάς, ἔρημος ἐπλανᾶτο ὁπουδήποτε. εἰ μὲν οὖν ἑαυτῆς χάριν ἡ θεία φύσις δεδημιουργηκέναι δόξει τὰ πράγματα, ταῦτα πάντα ἄτοπα· εἰ δὲ τῶν ἀνθρώπων, ἄλλα πάλιν ἀτοπώτερα. τέμωμεν δʼ εἰς δύο τὸν λόγον— εἴς τε τὸν κόσμον καὶ τοὺς ἀνθρώπους αὐτούς. καὶ περὶ τοῦ κόσμου πρῶτον εἴπωμεν. εἰ μὲν πάντʼ ἔχει τοῖς ἀνθρώποις κατάλληλα καὶ μηδὲν αὐτοῖς ἐνκαλεῖ, ἔχομεν ὡς ὑπὸ θεοῦ κατεσκευασμένοι. συντεθήτω δὲ πρότερον …

… αδε … ων … ὑπο … νυ … ων … κοτα … σοις … τε … … ω … νο … ος. ἡ δὲ θάλασσα περιττὰ τοῦδε τοῦ κόσμου μετέχει μέρη, χερρόνησον ποιοῦσα τὴν οἰκουμένην, ἄλλων πάλιν καὶ αὐτὴ κακῶν μεστή, καὶ ἐπὶ πᾶσιν μηδὲ τὸ ὕδωρ ἔχουσα πότιμον, ἁλμυρὸν δὲ καὶ πικρόν—ὥσπερ ἐπίτηδες ὑπὸ τοῦ θεοῦ τοιοῦτο κατεσκευασμένον ἵνα μὴ πίωσιν ἄνθρωποι. ἡ μέντοι καλουμένη νεκρὰ θάλασσα, καὶ ἀληθῶς οὖσα νεκρά—πλεῖται γὰρ οὐδέποτε—, καὶ προσαφαιρεῖταί τι τῶν ἐνγὺς ἀνθρώπων ἧς νέμονται γῆς· ἐγδιώκει γὰρ αὐτοὺς ἐπεμβαίνουσα ἰταμῶς πάνυ μέχρι πολλοῦ καὶ ἀναδυομένη πάλιν ἐπικλύζει, ὥσπερ παραφυλάττουσα μή τι τῆς γῆς ἀρότρῳ τέμωσιν. τὰ μὲν οὖν τοῦ κόσμου τοιαῦτά ἐστιν. τὰ δὲ τῶν ἀνθρώπων καὶ αὐτῶν νῦν ἴδωμεν εἰ κατάλληλά ἐστι θείᾳ φροντίδι. ὧδε δʼ ἀρξώμεθα· καλὸν μέν, ὦ φίλοι, τὸ ζῷον τοῦτʼ ἐστιν ἄνθρωπος, λογιστικόν τε καὶ τοῦ μέλλοντος προνοητικόν, καὶ δυνατὸν βιῶναι μακαρίως, ἂν τὴν ἀρετὴν ἑαυτῆς ἕνεκα καὶ ἀγαθὰς ἔχῃ διαθέσεις. ἀλλὰ τοῦτο τὸ ζῷον οὐκ ἔχει φρόνησιν οὐδὲ μὴν ἀρετὴν κατὰ τοὺς τὸν λόγον ὑπολαμβάνοντας ἐκεῖνον Στωικούς. τὸ γὰρ μέγα πάντων ἀφραίνειν κωλύει αὐτάς. καὶ οὐ …

… προσπέσωμεν πρὸς τὰς εἰκόνας. τοὺς μὲν ἀνθρώπους τυράννους τεύχων δεινὰ ἐᾶς. ἔτι δὲ στρατιώτας πολλὰ τὸν κόσμον τραχηλίσαντας πάντα εἴπωμεν· μνησθώμεθα δὲ ἐθνῶν τινων καὶ νΣ— — ων ἐν τῇ καθʼ ἡμᾶς— — — … ημένων. τίς οὖν, ὦ Ζεὺς πάτερ, ἂν ἀκροᾶταί τινα λόγον θεῶν κακὰ τοσαῦτα ἐώντων λυπεῖν τοὺς ἀνθρώπους, — — — — — — — —;

καὶ ἅλις περὶ τούτων, ἐπειδὴ οὐκ ἀνανκαῖον εἰπεῖν τι ἐπʼ ἐνέδρᾳ τῶν λάθρᾳ μενόντων, εἰ μὴ δοκεῖτε ἀγνοεῖν ἡμᾶς ἡλίκαις συμφοραῖς διὰ τὸ ἀμφίβολον τοῦτο τῶν χρησμῶν καὶ ποικίλως πλάγιον κέχρηνταί τινες ἢ καιρὸν ἡμᾶς ἔχειν διακαθαίρειν ἐπὶ τοῦ παρόντος οἷα Λακεδαιμόνιοι κακὰ πεπόνθασιν, κεχρημένοι τῷ ἐν Δελφοῖς χρηστηρίῳ περὶ τῆς Ἀρκαδίας

ἐχρήσατο δʼ ἐνταῦθα φυσικὸς διαλεκτικοῦ λόγοις, ἐπιχειρῶν τὴν περὶ τῶν ὀνείρων μαντευτικὴν καὶ τὸ πᾶν αὐτοῖς πιστεύων. ἐφυ— … γὰρ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ὁ γὰρ Ἀντιφῶν, φησί, προεῖπεν, ἐπερωτηθεὶς ὑπὸ δρομέως ἤδη μέλλοντος Ὀλυμπίασιν ἀγωνιεῖσθαι, ὅτι λελείψεται. ὁ μὲν γάρ, φησίν, ἀετὸν ἔφη δόξαι διώκειν ἐν τοῖς ὀνείροις, ἐπερωτῶν τὸν Ἀντιφῶντα· ὁ δʼ αὐτόθεν κελ— … Ου … ΙΙ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —ἐπερωτηθέντα οὐκ ἄντικρυς εἰπεῖν τῷ δρομεῖ τὸν θεὸν ὅτι λελείψῃ, καὶ τὸν ἀετὸν μηδὲν ὀχλεῖν. εἰ μή τι διʼ Ἀντιφῶντα παρέδειξεν αὐτόν, ἵνʼ ε-. … μ … εἰς υΙΙ πρὸς γὰρ πραγμα … ὡς μαρτυροῦσιν ὄνειροι

… τος

τῷ δʼ εὐδαίμονι δοκεῖ αἰεὶ ὁ δυσδαίμων ὀχληρότερος αὐτοῦ, ἐπειδὴ γέμει ταραχῆς καὶ θορύβου

… αν … ΙΙ … το … ν … ε … —νη— — — — — Λ … τοΙ … κτ … Λω— — ν … υΣτης .ΛΙεΣ … ε— — ν … η … ν … ε … — — — — — — — — — — — ωσ— … ν— — — — — — — — — — — — — — — — — — — — .— — — — — — — — — — — — — — — — — — — — — — — — — — — ν— — — — — — — — — — — — — κ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — … νο— — — — — — — — — — — π … Ι … υνυν … — — — — — — — — καὶ γὰρ οὐ— — — — —ε Ι.— — — — — — — — — — — — ΙνεΙ … ΙΙΙ— — — — — — — — — καιουΙ … — — — — — — — — — — — — — — — — — — — — — — — Ϲ — — — — — — — — — — — — … Ι— — — — — — — — — — — —

νονται …

Διογένους τοῦ Οἰνοανδέως περὶ τῶν παθῶν καὶ πράξεων ἐπιτομή.

πολλοὶ γὰρ πλούτου καὶ δόξης ἕνεκεν τὸ φιλοσοφεῖν μεταδιώκουσιν, ὡς ἤτοι παρʼ ἰδιωτῶν ποριούμενοι ταῦτα ἢ βασιλέων, οἷς μέγα τι καὶ τείμιον κτῆμα φιλοσοφία πεπίστευται. οὐχ ἵνα οὖν τι τῶν εἰρημένων καὶ ἡμεῖν γένηται, πρὸς τὴν αὐτὴν ὡρμήσαμεν πρᾶξιν, ἀλλʼ ὅπως εὐδαιμονήσωμεν τὸ ἐπιζητούμενον ὑπὸ τῆς φύσεως κτησάμενοι τέλος. τί δʼ ἐστὶ τοῦτο, ὅτι τε μήτε πλοῦτος αὐτὸ δύναται παρασχεῖν, μήτε δόξα πολειτική, μήτε βασιλεία, μήθʼ ἁβροδίαιτος βίος καὶ τραπεζῶν πολυτέλεια, μήτʼ ἀφροδεισίων ἐγλελεγμένων ἡδοναί, μήτʼ ἄλλο μηδέν, φιλοσοφία δὲ περιποιεῖν δύναται, ἡμεῖς νῦν ἀποδείξομεν, ὅλον προθέντες τὸ πρόβλημα ὑμεῖν. τήνδε μὲν γὰρ τὴν συνγραφὴν οὐχ ἡμῶν αὐτῶν χάριν, ἀλλʼ ὑμῶν ἕνεκα, ὦ πολεῖται, κοινῶς ἐγραψάμεθα, ὅπως αὐτὴν παροῦσαν ὑμεῖν πᾶσιν εὐπροσόδῳ τρόπῳ χωρὶς φθόνγου κατασκευασώμεθα. καὶ— … ὑμῶν δ … τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον.

… χρόνοι πα … νται, καὶ ταυτεὶ ἐσκευωρούμεθα τούτων γε ἕνεκεν ἵνα ᾖ καὶ τὸ οἴκοι καθημένους ἡμᾶς τὰ φιλοσοφίας ἀγαθὰ ἐκθέσθαι, μὴ πᾶσι τοῖς ἐνταῦθα δή, ἀλλὰ τοῖς τούτων στόμα κοσμίοις· οὐχ ἥκιστα δὲ δὴ ἐπράττομεν ταυτεὶ διὰ τοὺς καλουμένους μὲν ξένους, οὐ μήν γε ὄντας. καθʼ ἑκάστην μὲν γὰρ ἀποτομὴν τῆς γῆς ἄλλων ἄλλη πατρίς ἐστιν, κατὰ δὲ τὴν ὅλην περιοχὴν τοῦδε τοῦ κόσμου μία πάντων πατρίς ἐστιν ἡ πᾶσα γῆ καὶ εἷς ὁ κόσμος οἶκος. οὐδένα δʼ ὑμῶν συναρπάζω ῥᾳδίως καὶ ἀνεπισκεπτεὶ μαρτυρεῖν τοῖς λέγουσι «ταῦτα ἔστʼ ἀληθῆ»· ἐδίκασα γὰρ οὐδέν, οὐδὲ τὰ περὶ θεῶν, εἰ μὴ ὁμοῦ σὺν λογισμῷ. ἓν μόνον δʼ ἀξιῶ, ὡς καὶ ἔνανχος, ὑμᾶς μὴ τῶν παροδευόντων τρόπον, μηδʼ ἄν τι ἀκηδείας καὶ ἄλυος ᾖ, ἐφιστάναι τοῖς γεγραμμένοις, ποικίλως ἐπʼ αὐτῶν ἕκαστον ἐπιστρέφοντας καὶ παριέντας πάντα ἀναγινώσκειν ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δʼ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.

ἀπὸ πρώτης οὖν περὶ ἡδονῶν ἀπαρξώμεθα λέγοντες, ἔτι τε τοὺς λόγους κατὰ μέρος διασκοποῦντες …

τῆς— — — —ταύτης οὔσης κακόνου κἀκείνης. ἐγὼ δὲ περὶ μὲν τῆς ἀφροσύνης μετὰ μεικρὸν ἐρῶ, περὶ δὲ τῶν ἀρετῶν καὶ τῆς ἡδονῆς ἤδη. εἰ μέν, ὦ ἄνδρες, τὸ μεταξὺ τούτων τε καὶ ἡμῶν προβεβλημένον ἐπίσκεψιν εἶχεν «τί τῆς εὐδαιμονίας ποιητικόν», ἐβούλοντο δʼ οὗτοι τὰς ἀρετὰς λέγειν, ὃ δὴ καὶ ἀληθὲς ἐτύνχανεν, οὐδὲν ἄλλʼ ἔδει ποιεῖν ἢ τούτοις τοῦθʼ ὁμογνωμονοῦντας μὴ ἔχειν πράγματα. ἐπεὶ δʼ, ὡς λέγω, τὸ πρόβλημα οὐ τοῦτό ἐστιν, τί τῆς εὐδαιμονίας ποιητικόν, τί δὲ τὸ εὐδαιμονεῖν ἐστιν καὶ οὗ κατὰ τὸ ἔσχατον ἡ φύσις ἡμῶν ὀρέγεται, τὴν μὲν ἡδονὴν λέγω καὶ νῦν καὶ ἀεὶ πᾶσιν Ἕλλησι καὶ βαρβάροις μέγα ἐνβοῶν τῆς ἀρίστης διαγωγῆς ὑπάρχειν τέλος, τὰς δὲ ἀρετὰς τὰς νῦν ἀκαίρως ὑπὸ τούτων ἐνοχλουμένας — ἀπὸ γὰρ τῆς τοῦ ποιητικοῦ χώρας εἰς τὴν τοῦ τέλους μεταφέρονται — τέλος μὲν οὐδαμῶς, ποιητικὰς δὲ τοῦ τέλους εἶναι. τοῦτο τοίνυν ὅτι ἔστʼ ἀληθὲς ἤδη λέγωμεν ἔνθεν ἀρξάμενοι. εἴ τις ἄρα ἐρωτήσαι τινά, καίπερ εὐήθους ὄντος τοῦ ἐρωτήματος, τίς ἐστιν ὃν ὠφελοῦσιν αἱ ἀρεταὶ αὗται, δῆλον ὅτι φήσει τὸν ἄνθρωπον. οὐ δή γε τῶν παριπταμένων τούτων οἰωνῶν, ὅπως πτήσονται καλῶς, ἢ τῶν ἄλλων ζῴων ἑκάστου ποιοῦνται τὴν πρόνοιαν, καταλιποῦσαι τὴν φύσιν ᾗ σύνεισιν καὶ ὑφʼ ἧς γεγέννηνται, ἀλλὰ ταύτης ἕνεκα πράττουσι πάντα καί εἰσιν αἱ ἀρεταί. ἑκάστην οὖν ε … ποιητικ … Ια— — — — — — — ὥσπερ εἰ μήτηρ καθʼ ἅτινα ὁρᾷ τὴν ἔχουσαν φύσιν ἐνταῦθα κληθεῖσαν, εἶτα δέον τὸ ἐᾶν τὸ συνέδριον ἐρωτᾶσθαι τί ποιεῖ καὶ τίσιν ἑκασ τ — … ἡμεῖν δὲ ἀποδεικτέον τίνες τε τῶν ἐπιθυμιῶν φυσικαὶ καὶ τίνες μή· καὶ τὸ σύνολον πάνθʼ ὅσαπερ ἂν εἰς τὸν πρό τερον ἀριθμὸν εἰσφέρηται ῥᾳδίως συνπληροῦται μ μι … οτ … ε … ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας ἀγαθόν, ἐξ ὧν ἄν ποτε οἷός τʼ ᾖ τοῦτο παρασκευάζεσθαι. οὐδεμία ἡδονὴ καθʼ ἑαυτὴν κακόν· ἀλλὰ τὰ ποιητικὰ ἐνίων ἡδονῶν πολλαπλασίους ὀχλήσεις ἐπιφέρει τῶν ἡδονῶν.

… ωναμενον … κ … α. δυνα … ντο ἀρετὰς … α τοιαύτας … ἡδονὴν Ϲ … ρει καὶ — … ἀρετῶν κ … νπο … ρ … ωτις ἀλγεῖ πολὺ … ον τὸ κακόν ἐστιν … ΥΧΛΛΓΙΠΛΓοΤΙο.Η … ἐκ πασῶν ἀρετῶν … Ινα χωρὶς τόνου — … τὴν ἡδονήν, εὑρισκόμενον δʼ ὁμολογοῦσι σοφισταὶ οὗτοι πολλάκις οὐκ ἀποΙ … Υ … Υ. … καὶ ὁ Ζήνων αὐτὸς τὴν δόξαν εἰσηγεῖται πρ … ενΙ … ονΣ … ΙΔΕΝ ΙΛτικ … ΨηΡΛρΛΠΛΙΙΡΟ ΙΛΙ … ΜοΙΙ … Ιοσω … κΛ— … ΙΙαι. … Χω … ΛΣΓΛΠου σιν .Υ.ΔΙΟΤ … Ν … ΓΙΝ … Ν κ … Γ … Λ … Π … Λ … Ι … τακ … Ι … Ϲ … ιν, ὥσπερ εἰ λέγει ἀρετὴν ἡδονὴν εἵς, τοὺς δὲ ἀνθρώπους ἐπʼ αὐτὰς τρέχειν. καὶ πάλιν ἀλλαχοῦ ταύτης ἐπιλαθόμενοι τῆς πείνης οὐ γὰρ εἶπον ὅτι … ΟΙΟΝΕΚΙΛΙΠϹΙΚΛΡΛϹ ΙΟΤΟΝΗΙΙΛϹΝ τούτου φ … ν … ΙΟ … Λ … Λ … κ … Ι ὥστε αὐτὴν ΣΚειρον οὐδὲν κυνΛΣΟαι … ΙΙΙΙΜΑΥ.Λ.Ϲ ΙοοΓσΛΣΝ δύναται, ὡς οὗτοι καθίενται πᾶσιν αὐτὴν τοῖς ἀνθρώποις δελέατος τρόπον, καθάπερ ὄρνειθας αὐτούς, τηλοῦ δὲ σύρειν ἀποβεβηκότας εἰς τὰ τῶν ἀρετῶν ὀνόματα, ποτὲ μὲν— — — —, ποτὲ δὲ— — — … ατειν ὑπομένοντες. βούλομαι δὲ νῦν καὶ τὸν κατέχοντα ὑμᾶς μετὰ ἄλλων ταὐτοῦ πάθους πέρι ἀφεῖναι πλάνον, καὶ μάλιστα πρὸς ἓν εἰπεῖν δόγμα ὑμῶν, ὦ Στώακες. ἔστιν δὲ οὕτως· οὐ πάντα τὰ ἐν τοῖς πράγμασι ποιητικὰ προχρονεῖ τῶν ποιουμένων, εἰ καὶ τὰ πλείονα πέπονθε τοῦτο, ἀλλʼ αὐτῶν τὰ μὲν πρωτοχρονεῖ, τὰ δὲ συνχρονεῖ, τὰ δὲ μεταχρονεῖ. καὶ πρωτοχρονεῖ μὲν ὥσπερ φέρει ἡ καῦσις καὶ ἡ τομὴ τὸ σῴζειν. δεῖ γὰρ ἐνταῦθα τὸ τῆς ἀλγηδόνος ἄκρον φέρεσθαι καὶ μετὰ ταῦτα τὴν ἡδονὴν ὑπακολουθεῖν. συνχρονεῖ δὲ ὥσπερ στερεὰ καὶ ὑγρὰ τροφεῖα, πρὸς δὲ τούτοις καὶ τὰ ἀφροδείσια. οὐ γὰρ ἐσθίομεν σεῖτον καὶ τόθʼ ἡδόμεθα, οὐδὲ πείνομεν οἶνον καὶ τόθʼ ἡδόμεθα, οὐδὲ σπερμαίνομεν τὸν γόνον καὶ τόθʼ ἡδόμεθα, ἀλλὰ μὴν πάραυτα ἡ πρᾶξις ἀνύτει ταύτας τὰς ἡδονὰς ἡμεῖν, οὐ τὸ ἐσόμενον μένουσα. μεταχρονεῖ δὲ ὥσπερ τὸ προσδοκᾶν μετὰ τὴν καταστροφὴν αἱρήσειν ἔπαινον. καίπερ γὰρ ἡδομένων ἤδη τῶν ἀνθρώπων διότι ἔσται τις αὐτῶν μετʼ αὐτοὺς ἐπʼ ἀγαθῷ μνήμη, ὅμως τὸ ποιητικὸν τῆς ἡδονῆς αὖθις γείνεται. τὰς οὖν διαφορὰς ταύτας τεμεῖν ὑμεῖς μὴ δυνάμενοι, μηδὲ τὰς ἀρετὰς εἰδότες ὅτι τῶν συνχρονούντων ποιητικῶν τοῖς ποιουμένοις χώραν ἔχουσι — συνεπιφέρονται γὰρ ἐκεῖναι τῇ ἡδονῇ —, πάνυ πλανᾶσθε εἰ τὰ ποιητικὰ τῶν περὶ τοὺς ἀσώτους ἡδονῶν ἔλυε τοὺς φόβους τῆς διανοίας τούς τε περὶ μετεώρων καὶ θανάτου καὶ ἀλγηδόνων, ἔτι τε τὸ πέρας τῶν ἐπιθυμιῶν καὶ τῶν ἀλγηδόνων ἐδίδασκε, οὐκ ἄν ποτε εἴχομεν ὅ τι μεμψαίμεθα αὐτοῖς, πανταχόθεν ἐκπληρουμένοις τῶν ἡδονῶν καὶ οὔτε τὸ λυπούμενον οὔτε τὸ ἀλγοῦν ἔχουσιν, ὅπερ ἐστὶ τὸ κακόν.

… ω … λόγου — — —τῆς εὐδαιμονίας … οτε … με … οτοις … θε … ασ … στο … εν … σε … εστι— — — — — — — — — —ων ἐλπὶς μετʼ ἐγλογὴν τούτων καὶ πλανωμένων θεραπεία παθῶν. ὅπου, φημί, οὖν καὶ ὁ κίνδυνος μέγας καὶ ὁ καρπός. ἐνταῦθα δὲ ἐκτρέπεσθαι δεῖ τοὺς σοφιστικοὺς λόγους τούτους ὡς ἐπιβούλους καὶ προπηλακιστὰς καὶ ἐξ ὀνομάτων κοινότητος μεμηχανημένους ἐπὶ τῇ τῶν ταλαιπώρων ἀνθρώπων πλάνῃ π … … το. … μη … πρ … δει … κοΙ … γεΣ … μὴ πᾶν τὸ ἀλγοῦν τὸ παρὸν φεύγωμεν, μηδὲ ἡδονὴν πᾶσαν αἱρώμεθα, ὡς πράττουσιν ἀεὶ οἱ πολλοί. δεῖ γὰρ ἕκαστον λογισμῷ χρῆσθαι, ἐπειδὴ οὐκ ἀεὶ εὐθέως αὐτῷ προχωρήσει· ὥσπερ ἕτερον κέρδος συχνὸν ἴσχει κατὰ τὴν πάροδον τάσις καὶ ἕτερά τινα ἐπιόντος χρόνου, οὕτως καὶ τὸ ἥδεσθαι. αἱ γὰρ καταβολαὶ τῶν σπερμάτων ὄνησιν τῷ ἐνθεμένῳ οὐ τὴν αὐτὴν ἔχουσιν, ἀλλʼ αὐτῶν τὰ μὲν τάχιστα τὴν ἔκφυσιν καὶ τὸ ἐκφέρειν ποιούμενα σν … των. … ε … πο … υ … ε … — — — — —τῶν ἡδέων καὶ τῶν λυπηρῶν ΓΟ … ΕΙϹΛΙ … ΙΙ. … τελη … ΟΙ. … ω … ΛΥ … ΙΙΣΟεον.— — — —ἡδονήν. καὶ τὰ μὲν οὖν ϲ … ϲ … Γ … Λ … Ε … Ι … ϹΓΩϹΙΙ.ΕΝΙ.— — — — —ἐστιν. εἰ δὲ Λ … ΛΓ … ων. … εισαν τὰ φρόνιμα. ἡμεῖς δὲ ζητῶμεν ἤδη πῶς ὁ βίος ἡμεῖν ἡδὺς γένηται καὶ ἐν τοῖς καταστήμασι καὶ ἐν ταῖς πράξεσιν. περὶ δὲ τῶν καταστημάτων πρῶτον εἴπωμεν, ἐκεῖνο τηροῦντες, τὸ δὴ ὅτι τῶν ὀχλούντων τὴν ψυχὴν παθῶν ὑπεξαιρεθέντων τὰ ἥδοντα αὐτὴν ἀντιπαρέρχεται. τὰ οὖν ὀχλοῦντα τίνα ἐστίν; φόβοι μέν εἰσιν— ὁ μὲν ἐκ θεῶν, ὁ δʼ ἀπὸ θανάτου, ὁ δʼ ἀπʼ ἀλγηδόνων—, πρὸς δὲ τοῦτοις ἐπιθυμίαι τοὺς φυσικοὺς ὅρους ἐκτρέχουσαι. αἱ γὰρ ῥίζαι κακῶν πάντων εἰσὶν αὗται, κἂν ταύτας μὴ ὑποτέμωμεν, ὄχλος κακῶν ἡμεῖν προσφύσεται. τὸν μὲν οὖν ἐκ θεῶν ἡμεῖν γεινόμενον φόβον δι … ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ τοῦ ἀλγοῦντος ἅπαντος ὑπεξαίρεσις. οἷς δʼ ἂν τὸ ἡδόμενον ἐνῇ, καθʼ ὃν ἂν χρόνον ᾖ, οὐκ ἂν ἔτι ὀχλοῖντο τῷ ἀλγοῦντι ἢ λυπουμένῳ ἢ συναμφοτέρῳ.

… ΙΙ … υς … υ … υ … υ … Σο … ων … ϹΙ … μ … ε … ου … πο … να … αυ — … εντες. νῦν δὲ οὗτος ὁ φόβος τοτὲ μέν ἐστιν τετρανωμένος, τοτὲ δʼ ἀτρανής· τετρανωμένος μὲν ὅταν ἐκ φανεροῦ κακόν τι φεύγωμεν ὥσπερ τὸ πῦρ φοβούμενοι διʼ αὐτοῦ τῷ θανάτῳ περιπεσεῖσθαι, ἀτρανής δὲ ὅταν, πρὸς ἄλλῳ τινὶ τῆς διανοίας ὑπαρχούσης, ἐνδεδυμένος τῇ φύσει καὶ ὑποφωλεύων

οὐθὲν ἦν ὄφελος τὴν κατὰ ἀνθρώπους ἀσφάλειαν κατασκευάζεσθαι τῶν ἄνωθεν ὑπόπτων καθεστώτων καὶ τῶν ὑπὸ γῆς καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.

… … εια — — — — — — — — —ἡδονῶν — — — — — — —ποιητικὰ μη … του … διου … κ … ΙΙκ— — — — — — — — — —εστιν. ητ … τοῦ μύθου καὶ τα … μᾶλλον τῶν θεῶν πλειστ

τὴν δʼ ἐσχάτην τοῦ τε ζῆν καὶ τοῦ μὴ ζῆν αἰτίαν ἡ ψυχὴ παρέχει τῇ φύσει. καὶ γὰρ εἰ μὴ τὸν ἀριθμὸν ἴσον τῶν ἀτόμων ἔχει τῷ σώματι, μετά τε τοῦ λογικοῦ τιθεμένη μέρους αὐτῆς καὶ τοῦ ἀλόγου, ἀλλʼ οὖν γε τὸν ὅλον ἄνθρωπον διέζωσεν οὕτως καὶ ἀντέδησε δεζμουμένη ὥσπερ τῶν ὀπῶν ὁ βραχύτατος ἄπλατον γάλα. σημεῖον δὲ τοῦ τῆς αἰτίας πλεονεκτήματος κἀκεῖνό ἐστιν πολλῶν μετʼ ἄλλων· πολλάκις γὰρ ἐκπολιορκηθέντος τοῦ σώματος ὑπὸ μακρᾶς νόσου, καὶ εἰς τοσαύτην ἰσχνότητα καὶ τῆξιν καταβεβηκότος ὡς μεικροῦ δεῖν ξηρὸν τὸ δέρμα τοῖς ὀστέοις εἶναι προσφυές, κενὴν δὲ τῶν σπλάνχνων δοκεῖν τὴν φύσιν καὶ ἄναιμον εἶναι, ὅμως ἡ ψυχὴ παραμένουσα οὐκ ἐᾷ θνήσκειν τὸ ζῷον. καὶ οὐ τοῦτο δὲ μόνον τῆς ὑπεροχῆς σημεῖόν ἐστιν, ἀλλὰ καὶ χειρῶν ἀποκοπαί, πολλάκις δʼ ἀνκώνων ὅλων ἢ βάσεων πυρὶ καὶ σιδήρῳ λῦσαι τὸ ζῆν οὐ δύνανται· τοσοῦτον αὐτοῦ τὸ ψυχικὸν ἡμῶν βασιλεύει μέρος. ἔστιν ὅτε δὲ τοῦ σώματος ὁλοκλήρου τε ὄντος καὶ μηδεμίαν ὑφαίρεσιν τοῦ μεγέθους εἰληφότος λείπει τὸ αἰσθητικόν. οὐδὲν γὰρ ὠφέλησεν εἰ ἡ ψυχὴ μηκέτι διαμένει καὶ λύεται ἡ τοῦ σώματος συνουσία. εἰς ὅσον δʼ ἔτι διαμένον ταὐτὸ μέρος ὁρῶμεν ὥσπερ φύλακα, ζῇ ὁ ἄνθρωπος. οὕτω δʼ, ὡς εἶπα, ἡ αἰτία ἡ ἐσχάτη τοῦ ζῆν ἐστιν ἡ ψυχὴ συνοῦσα ἢ κεχωρισμένη τοῦ σώματος. οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως, οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως. ὅτῳ δὲ τοῦτο· μὴ ὑπάρχει, οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.

ὡς μέρος καὶ αὐτὸ ὂν δέον καταμαθεῖν ἐστιν. καθʼ ἑαυτὴν μὲν γὰρ ἡ ψυχὴ οὔτʼ εἶναι δύναταί ποτε, εἰ καὶ πολλὰ περὶ τούτου φλυαρεῖ Πλάτων καὶ οἱ Στωικοί. οὔτε κεινεῖσθαι, ὥσπερ οὐκ αἰσθάνεται τὸ σῶμα ἀπαλλαγείσης τῆς ψυχῆς.

… ει ἀεικεινη— … Ι. ης εἰ δʼ οτι … ω … α, τί οὖν … ει.Ι … ονον το … ΙΙνειτης … ρτον … λέγομεν … δε κἂν εἶναι — … — … εΓ … οΣ … τ … τούτου— … Ι πρὸς τῆς Σο— μετὰ τὸ σῶμα … ν αὐτὴν … ο τῷ σώματι σύνεστιν, εἰ νΣ— … δυνατοῦ Ι— — — — — — — —ντος ὅτε μεν … ν … Ϲ … ι μὴ διαΛ … Ι … Γ … ε … ι … ν … το … ουμένην οΥΣ … νουνεστιν δε μεΛ … πῶς οὖν, ὦ Πλάτων, γενήσεταί σοι ἀφθαρσία; ἢ πῶς ἄφθαρτόν γε τοῦτο κοινῶς … εΙ … ικα ΕοΙ … ο … ονου ΛοΙΜ … πΣΙΙ … ουμενη; … οἱ Στωικοὶ δὲ — καὶ γὰρ ἐνταῦθα καινότερα λέγειν ἄλλων θέλουσιν — ἁπλῶς μὲν ἀφθάρτους οὔ φασι τὰς ψυχάς, ἤδη δὲ τὰς μὲν τῶν ἀφυῶν εὐθέως μετὰ τὴν διάκρισιν τοῦ σώματος φθείρεσθαι λέγουσιν, τὰς δὲ τῶν σπουδαίων ἐπιδιαμένειν ἀνδρῶν, καὶ αὐτὰς δὲ φθείρεσθαί ποτε. τὸ μὲν οὖν ἐξοφθάλμως ἀπίθανον αὐτῶν ὁρᾶτε· ὡς γὰρ οὐ τὴν αὐτὴν ἐχόντων θνητότητα τῶν τε σοφῶν καὶ τῶν μὴ σοφῶν, κἂν τῷ λογισμῷ διαφέρωσι, ποιοῦνται τὴν ἀπόφασιν. θαυμάζω δʼ ἐκεῖνο ἐγὼ μᾶλλον τὸ ἐνκρατές, πῶς, εἰ ἅπαξ τῇ ψυχῇ ἔσται δύναμις τοῦ εἶναι δίχα τοῦ σώματος, κἂν τὸν ἐλαχιστιαῖον εἴπωμεν τοῦ χρόνου, καὶ τὸν— — τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ καὶ ἀνανκαῖαι· αἱ δὲ φυσικαί γε, οὐκ ἀνανκαῖαι δέ· αἱ δὲ οὔτε φυσικαὶ οὔτε ἀνανκαῖαι, παρὰ δὲ κενὴν δόξαν γεινόμεναι.

μηδὲ λέγωμεν ὅτι ἡ ψυχὴ μεταβαίνουσα οὐκ ἀπώλλυτο, ὡς οἱ Ὀρφεῖοι, καὶ Πυθαγόρας οὐ μόνος, μαινόμενοι δοκοῦσιν.

εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεις ἕκαστον τῶν πραττομένων ἐπὶ τὸ τέλος τῆς φύσεως, ἀλλὰ προκαταστρέψεις εἴτε φυγὴν εἴτε δίωξιν ποιούμενος εἰς ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖς λόγοις αἱ πράξεις ἀκόλουθοι.

— … Ιε … Ι.— — — — — — … μεθα τῶν εΙ … — … οὐχ ὡς οἱ περὶ Ἐνπεδοκλέα καὶ Πυθαγόραν φασίν. τὸ γὰρ ἔχειν— …

— — — —Ἐνπεδοκλῆς περὶ τούτων τὴν φιλοσοφίαν προσέλαβεν ἐκ Πυθαγόρου … ατου … εστη … ερον … μ … ε … Σπε … ηΣ. — — — … τον … ΙοΣ — — — νος μεταβαίνειν φησὶ τὰς ψυχὰς ἐκ σωμάτων εἰς σώματα μετὰ τὸ τὰ πρῶτα διαφθαρῆναι καὶ ἐπʼ ἄπειρον τοῦτο γείνεσθαι, ὥσπερ οὐκ ἐροῦντος αὐτῷ τινος· «Ἐνπεδόκλεις, εἰ μὲν οὖν δύνανται καθʼ ἑαυτὰς αἱ ψυχαὶ μένειν μηδὲ κ … τ … Λ … υ … λεις σύρειν εἰς ζῴου φύσιν καὶ τούτου χάριν μεταφέρειν αὐτάς, τί σοι δύναται ἡ μετάβασις; ἐν γὰρ τῷ μεταξὺ χρόνῳ, διʼ οὗ τὸ μεταβαίνειν αὐταῖς γείνεται ζῴου φύσιν διέχον, τὸ πᾶν ταραχθήσονται. εἰ δὲ μηδαμῶς ἔχουσι μένειν ἄνευ σώματος, τί μάλιστα ἑαυτῷ παρέχεις πράγματα, μᾶλλον δὲ ἐκείναις, σύρων αὐτὰς καὶ μεταβιβάζων εἰς ἕτερον ἐξ ἑτέρου ζῷον; καὶ ταῦτα πο— — — … … ρ … … ον … Ι — — — … στον … — — … υνη … ηΣΓ— … ἄμεινον γὰρ ἁπλῶς ἀφθάρτους ἦν τὰς ψυχὰς καθʼ ἑαυτὰς ποιεῖν καὶ μὴ εἰς μακρὸν ἐνβαλεῖν αὐτὰς περίπλουν, ἵνα σου τὸ πανέσχατον σεμνότερον ὑπῆρχε τὸ ψεῦσμα. ἢ σοὶ μέν, Ἐνπεδόκλεις, ἀπιστήσομεν τὰς μεταβάσεις ταύτας»

αΙρ. … ἡ μὲν ἀλγηδὼν μεικρὰ οὖσα οὐκ ἀναιρεῖ τὴν ἡδονήν, ἡ δὲ μεγάλη πάμμηκες οὐ διαμένει

ὡς δοκοῦσιν οἱ Στωικοὶ πάνυ πλανώμενοι. σωματικῶν δὲ καὶ ἔχει φύσιν εἰδώλων τύπων τε ὁμοιομόρφων τούτοις ἅπασι τοῖς ὁρατοῖς ἃ νοῆσαι ἡ ῥεῦσις αὐτῶν ἐνδέχεται, καθὼς καὶ ἐν τῇ πρὸ ταύτης ἐδήλωσα γραφῇ, τοὺς περὶ ἐνυπνίων λόγους ἀνακαθαίρων. τὰ οὖν εἴδωλα ταῦτα αἰσθάνεται οὐδὲν οὐδαμῶς, ὡς ὑπολαμβάνει Δημόκριτος, ἅτʼ ἀπʼ ἀτόμων ἐπιλέπτων ᾠκοδομημένα καὶ τῇ διανοίᾳ μόνῃ θεωρητὰ ὄντα. τοιούτων μὲν ἂν ἔχῃ μορφὴν πραγμάτων οἷς ἡ φύσις χαίρει, κατευφραίνει μάλιστα τὴν ψυχήν· ἂν δὲ τοιούτων οἷς ἡ φύσις ἀλλοτριοῦται, θορύβου τινὸς πολλοῦ γεμίζει καὶ φόβου τὸν ὅλον ἄνθρωπον καὶ τὸ πήδημα τῆς καρδίας κεινεῖ ὅσα τῶν ζῴων μὴ ἐδύνατο συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν ἄλληλα μηδὲ βλάπτεσθαι, πρὸς ταῦτʼ οὐθέν ἐστιν οὔτε δίκαιον οὐδὲ ἄδικον. ὡσαύτως δὲ καὶ τῶν ἐθνῶν ὅσα μὴ ἐδύνατο ἢ μὴ ἐβούλετο τὰς συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι.

ἔχει δʼ ἡ ψυχὴ πάθη τῆς γεγεννηκυίας αὐτὰ αἰτίας μακρῷ μείζονα. καὶ σπινθῆρι μεικρῷ πάνυ τηλικόνδε ἐπεξάπτεται πῦρ, ἡλίκον καταφλέγει λιμένας καὶ πόλεις. δυσεπιλόγιστος δέ ἐστι τοῖς πολλοῖς ἡ τῶν ψυχικῶν τούτων ὑπεροχὴ παθῶν. ἐπεὶ γὰρ οὐκ ἔστιν ἐξ ἀντιπαραθέσεως ὑφʼ ἕνα καιρὸν ἀμφοτέρας παθεῖν τὰς ἀκρότητας — τῶν ψυχικῶν λέγω παθῶν τῶν τε σωματικῶν — διὰ τὸ σπανίως ποτὲ τοῦτο συνβαίνειν καί, ὅταν δὲ συνβῇ, τὸ ζῆν ἀναιρεῖσθαι, τῶν ἑτέρων τῆς ὑπεροχῆς τὸ κριτήριον οὐχ εὑρίσκεται. ἀλλʼ ὅταν μὲν ἐν ταῖς σωματικαῖς ἀλγηδόσι τυνχάνῃ τις, φησὶ ταύτας τῶν ψυχικῶν εἶναι μείζονας, ὅταν δʼ ἐν ταῖς ψυχικαῖς, ἐκείνων μείζονας εἶναί φησι ταύτας. τῶν γὰρ ἀπόντων αἰεὶ τὰ παρόντα πιθανώτερα καὶ ἐπίδοξος ἕκαστός ἐστιν ἢ διʼ ἀνάνκην ἢ διὰ ἡδονὴν τῷ κατέχοντι αὐτὸν πάθει τὴν ὑπεροχὴν ἀποδεδωκέναι. σοφὸς δὲ ἀνὴρ τὸ δυσεπιλόγιστον τοῦτο τοῖς πολλοῖς ἐξ ἄλλων τε ἀναλογίζεται πολλῶν καὶ οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμβαίνει. αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤπερ τὸ ἀλγοῦν.

καὶ σκέψεως τῶν μελλόντων πρὸς ἃ ἔλαττον ἔχουσιν, οἵ, ὑπὸ ψυχικῶν κεινηθέντες παθῶν, — … ἐπάταξαν — … οὐδέποτε τρο … Ραν. … νοις λησ- — … πρὸς ταῖς ψυχαῖς τὰς σωματικὰς ἀλγηδόνας προστιθέασιν

… τὸ ἀλγεῖν καὶ τὸ λυπούμενον συναμφότερον … ον ἐστίν … ο γὰρ …

οὐδὲ δεινὰς εἶναι τὰς συμφορὰς κεινούσας τὰς τοιαύτας ἀλγηδόνας ἡμεῖς δοκοῦμεν. ποῦ γάρ, Ἡράκλεις, εἰ δεῖ τινα τῆς ἀλγηδόνος λαβεῖν εἰκόνας, κεραυνῷ πληγέντος τινός, ἢ τετραπέδου λίθου ἐλάσαντος αὐτὸν ἅμα νοήματι, ἢ τῆς κεφαλῆς ἀποκοπείσης ξίφει ἴσῳ τάχει ὡς ὄναρ, ἐνταῦθα δεινός ἐστιν ὁ πόνος, τοῦ αὐτίκα θανάτου γεινομένου, τοῦ δὲ χρόνου μηδὲ τὸν οἴμμοι φθόνγον διδόντος, ῥύμῃ δὲ πολλῇ τὴν ψυχὴν ἐξαρπάζοντος τῶν ἀλγηδόνων; τὰ μὲν οὖν, φημι, ἄκρα συνπτώματα, καὶ τὰ ὑποκάτω δʼ αὐτῶν οὐ πολλῷ τινι, ἃ δὴ μηδέτερα εἰς ζῷον χωρεῖ χρονίας εἰσκομίζοντα ἀλγηδόνας ἐν τῇ σαρκί, ἡμεῖν οὐδαμῶς φοβητέα ἐστίν. εἰ μὲν γὰρ ἡ ἀλγηδὼν κλίνει ἐπὶ τὸ χεῖρον, οὐκέτι διαμένει σφόδρα, γείνεται δʼ ἄκρα καὶ εἰς τὸν ἐλάχιστον μεταβαίνει χρόνον. εἰ δὲ ἀνείεται, πρὸς ὑγεῖαν ἄγει τὸ ζῷον. τί οὖν, πρὸς τῶν δώδεκα θεῶν, ἐνταῦθα δεινόν; ἢ τί δίκαιον ἔνκλημα ἐπενενκεῖν ἔχομεν τῇ φύσει, εἰ τοσάδε τις ἔτη βιώσας καὶ τοσούσδε μῆνας καὶ τοσάσδʼ ἡμέρας ἥκει εἰς τὴν ἡμέραν τὴν τελευταίαν; οὔτε οὖν ἡ ἑτέρα συμφορά, οὔτε ἡ ἑτέρα, κακή, τῆς ἄκρας οὔσης οὐ πολλὰς ἡμέρας, μεθʼ ἃς ἢ ὁ θάνατός τινα ἕξει καὶ παντελὴς ἀναισθησία εὐθὺς γενήσεται, ἢ ὑγίανσις ταχέως αὐτὸν ἕξει καὶ ἡ ζῳὴ πεφύλακται. καὶ τὰ ἔσχατα τῶν νοσημάτων, ἃ δὴ αὐτά ἐστιν τλητέα ἐνθάδε, τί καὶ δεῖ λυπεῖσθαι; σαρκὸς φωνὴ τὸ μὴ πεινῆν, τὸ μὴ διψῆν, τὸ μὴ ῥειγοῦν. ταῦτα γὰρ ἔχων τις καὶ ἐλπίζων ἕξειν καὶ Διὶ ὑπὲρ εὐδαιμονίας μαχέσαιτο ἄν. οἱ λειτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν, ὅταν ἅπαν τὸ ἀλγοῦν κατʼ ἔνδειαν ἐξαιρεθῇ· καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενένκηται.

… ν … σε … υν … νοι … ν … αι … μη … εσ … ρ διὸ εἴδη τρία τῶν ἀλγημάτων— καὶ τοῦ μὲν ἀπὸ ἐνδείας συμβαίνοντος ἡμεῖν, τοῦ δʼ ἀπὸ τιλμάτων καὶ τῶν ὀστῶν εἴτε κατὰ πληγὰς εἴτε ἀδήλως, τοῦ δʼ ἀπὸ νόσων— πάντων ἐστὶ διαφεύγειν, ἐφʼ ὅσον ἀνθρώπου φύσις δύναται φυγεῖν. περὶ μὲν οὖν ἐνδείας ἐπάνω λέλεκται· περὶ δὲ τραυμάτων καὶ τῶν ὁμοίων ἀρκεῖ τοσοῦτον. τὰ μὲν ν … τ φυ τὰ δὲ κε τω.Ι …

Σρος δὲ τοῦ προγεγονότος

… νε.ΓΙ καὶ γὰρ εἰ τὴν τῶν ἡδονῶν φύσιν ἐδήλωσα καὶ ἐπέδειξα μηδέν, ἀλλʼ οὖν γε δηλοῦσι τὴν ἑαυτῶν φύσιν αὐταὶ πρὸς ἡμᾶς. ταύτῃ … .Ι καλῶς ΛΙ … ντο … η. οὐκέτι. ταῖς δὲ σωματικαῖς ἡδοναῖς ἡ ψυχὴ παρέλαβε καὶ τὰς ποιητικὰς ταύτης οὐ χαλεπῶς. ἡ γὰρ φύσις ἡμῶν χρῄζει ὃ ἄμεινόν ἐστιν τῇ ἡμετέρῃ ψυχῇ. καὶ ἔτι φανερὸν ἡ ψυχὴ δύναται πλέον ἢ τὸ σῶμα· αὕτη γὰρ ἡγεμονίαν ἔχει τῆς ἀκρότητος καὶ τὴν τῶν ἄλλων ὑπεροχὴν παθῶν, ὡς καὶ ταύτην ἐπάνω γʼ ἐδηλώσαμεν. εἰ δʼ οὖν, τοὺς Ἀριστίππου προσέχοντες λόγους, τοῦ μὲν σώματος ἐπιμελησόμεθα, πᾶν τὸ ἡδόμενον ἐκ ποτῶν, σείτων καὶ γεννημάτων καὶ ἁπλῶς δὲ ἁπάντων τῶν οὐκέτι ἀπόλαυσιν ἀποδιδόντων μετὰ τὸ γενόμενον αἱρούμενοι, τῆς δὲ ψυχῆς ἀμελήσομεν, τῶν μεγίστων ἡδονῶν στερησόμεθα. βραχέα σοφῷ τύχη παρενπείπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει.

… ... … τΛΛν ἐν βασάνῳ— — — — — τους ῥίζαν τοῦ ἀγαθοῦ, ἐνέβησαν τὰς γαστρὸς ἡδονάς. ἑτέραις δʼ ἐπιθυμίαις συνσχεθέντες, διὰ τὰ ἐνόντα οἱ ἐκείνας ἔχοντες ἑαυτοὺς ἔβλαψαν

.. … τεμη

οὔτε πολειτικὴ δόξα οὔτε βασιλεία οὔτε πλοῦτος τῆς ἡδονῆς ποιητικός ἐστιν. ὁ δʼ οὖν φιλόσοφος τὴν ἐπιστατείαν καὶ ἀρχὴν Ἀλεξάνδρου, ἢ ἔτι πλέον ἢ καὶ αὐτὸς εἶχεν, οὐ βούλεται, ὡς ἄνθρωποι φύσιν ἔχουσιν οὐδὲν τοῦ κενοῦ χρῄζοντες μ … … … … αρ …

… μαντικη— — — — — — — —ας δι— … υσ

… … τί οὖν μᾶλλον τὸ ἐγβαίνειν τινὰ τοῦ μαντικὴν ὑφεστηκέναι σημεῖόν ἐστιν ἢ τὸ μὴ ἐγβαίνειν τοῦ μὴ ὑφεστηκέναι; ἄλογόν γε, ὡς ἐγὦμαι. — — — — — — — — —ὁρίζομαι .

— … μαχομένοις … ς τὸ μὲν προ- — … οὕτως ἔχειν, ὥς φασιν οὗτοι, τὴν δὲ ἀνάνκην διαφεύγειν ἀδύνατον, τὴν πλάνην … ι· εἰ δὲ του … ακριτα με … ατα καὶ α … τίνι γὰρ ἄλλῃ χρήσεται πίστει … ομένων; δῆλον ὅτι οὐχ ἕξει. ὑπεξῃρημένης οὖν μαντικῆς τί σημεῖον εἱμαρμένης ἔστιν ἄλλο; ἂν γὰρ τῷ Δημοκρίτου τις χρήσηται λόγῳ, μηδεμίαν μὲν ἐλευθέραν φάσκων ταῖς ἀτόμοις κείνησιν εἶναι διὰ τὴν πρὸς ἀλλήλας σύνκρουσιν αὐτῶν, ἔνθεν δὲ φαίνεσθαι κατηνανκασμένως πάντα κεινεῖσθαι, φήσομεν πρὸς αὐτόν, ὡς «οὐκ οἶδας, ὅστις ποτὲ εἶ, καὶ ἐλευθέραν τινὰ ἐν ταῖς ἀτόμοις κείνησιν εἶναι, ἣν Δημόκριτος μὲν οὐχ εὗρεν, Ἐπίκουρος δὲ εἰς φῶς ἤγαγεν, παρενκλιτικὴν ὑπάρχουσαν, ὡς ἐκ τῶν φαινομένων δείκνυσιν;» τὸ δὲ μέγιστον· πιστευθείσης γὰρ εἱμαρμένης αἴρεται πᾶσα νουθεσία καὶ ἐπιτείμησις καὶ οὐδὲ τοὺ πονηροὺς ἔξεστι δικαίως κολάζειν, ὡς οὐκ αἰτίους τῶν ἁμαρτημάτων ὄντας ὁ δὲ χρόνος, καὶ εἰ ἦν εἰς ἄπειρον ποιητικὴ ἡδονῆς, εἰς ἄπειρον ἡδονὴν οὐκ ἂν ηὖξεν

Ι. … ει. αΙΙ … ὥσπερ λ … ο ἀνυπ. …

ἐπινοησα …

τὴν μὲν οὖν σοφίαν οὐ πανταχοῦ κομιοῦμεν, ἐπεὶ πάντες μὴ δύνανται. δυνατὴν δὲ αὐτὴν ἂν ὑποθώμεθα, τότε ὡς ἀληθῶς ὁ τῶν θεῶν βίος εἰς ἀνθρώπους μεταβήσεται. δικαιοσύνης γὰρ ἔσται μεστὰ πάντα καὶ φιλαλληλίας, καὶ οὐ γενήσεται τειχῶν ἢ νόμων χρεία καὶ πάντων ὅσα διʼ ἀλλήλους σκευωρούμεθα. περὶ δὲ τῶν ἀπὸ γεωργίας ἀνανκαίων, ὡς οὐκ ἐσομένων ἡμεῖν τότε δούλων— καὶ γὰρ ἀρόσομεν αὐτοὶ καὶ σκάψομεν, καὶ τῶν φυτῶν ἐπιμελησόμεθα, καὶ ποταμοὺς παρατρέψομεν, καὶ τὰς φορὰς ἐπιτηρήσομεν— — — — μεν ἃ μὴ τῶ … μενοι καιρο … καὶ διακόψει κατὰ τὸ δέον τὸ συνεχῶς συνφιλοσοφεῖν τοιαῦτα· τὰ γὰρ γεωργήματα ὧν ἡ φύσις χρῄζει παρέξει

πᾶν ζῷον οὐ δύναται συνθήκην ποιεῖσθαι ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι

παράδειγμά ἐστι ᾧ χρῆσθαι δεῖ ἡμᾶς … ελκε … αυτ …

… ω … ο πολλὰ κΣ … πονηρ …

… ΙτΙ— … οΙ.Ι … νον … Ιω — … Λ— … ος τὴν . … ΛϹ— … Ι.Ι … — — — — — — — — — — — — — Ι … τυ— … πΛ— — … νη— … εκδυπ … —ηε … — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — μων— — — — — — — — — — — — — — Ι … καΙΛΙΙΙ— … τ … ω … ΙΙ— … μένην ΙΙ … Λτο— … πΣΙΙΙΣΙΛΙΙΙΙ … ΙΙνεΙ ΣΕΙΙΣΙ.των … π.ΡΛ— …

— … μ— …

… ων εστίν. οΠΛ. … τΛΣ … ΙϹ. … Ι. … ΡΛΙ— … ΙΙ— … Λ …

— … .Ι.ΙΙ— … Γμ …

— — — — — — — — — — —ο — — — — —Γ— — — — — — — — — — — — — — —π— — — — — — — — — — — —τ— μ— … Γ— — — — —Ιν— — — — — — — — — — — — —ϹΙΙ— — — — — — — —

— … Ε— — — — — — — — — — — — — —

Διογένης Ἀντιπάτρῳ εὖ χαίρειν. εὐνοίας μοι σημεῖα πολλάκις, Ἀντίπατρε, ἤδη παρέσχηκας, διʼ ὧν τε ἔνανχος ἔπεμψας ἡμεῖν γραμμάτων καὶ ὅτε πρότερον αὐτόν σε πρὸς φιλοσοφίαν ἐκθύμως ἔπειθον, ἐν ᾗ τὸν ἥδιστον βίον ἀρίσταις ἐπιβολαῖς εἴ τις σὺ χρώμενος ζῇς. ταύτῃ γέ τοι καὶ μάλιστα αὐτῷ τε σοὶ καὶ τοῖς δὲ ἄλλοις τοῖς Ἀθήνησί τε καὶ ἐν Χαλκίδι καὶ Θήβαις φίλοις πάλιν ἀπαντῆσαι διὰ σπουδῆς ἔχω, πάντας ὑμᾶς ὑπολαμβάνων ταὐτὸ πάσχειν. ταυτεὶ δέ σοι νῦν ἀπὸ Ῥόδου γράφω τῆς ἐπιστολῆς ταύτης, οὐ πρὸ πολλοῦ τοῦ χειμῶνος ἀρχὰς ἔχοντος κεινηθεὶς ἀπὸ τῆς πατρίδος

χιόνι βάλλεσθαι τὴν παρʼ ἡμεῖν γῆν. πειράσομαι μὲν οὖν, ὡς ἔφασκον, καὶ μάλιστα λελιχνευμένος τῷ προλήμματι τοῦ πλοῦ κἂν ὅσῳ δή ποτε, τοῦ χειμῶνος ἄρτι λήξαντος συνβαλεῖν ὑμεῖν, εἴτʼ Ἀθήναζε πρότερον ποιούμενος τὸν πλοῦν εἴτʼ εἰς Χαλκίδα καὶ Βοιωτίαν. ἐπεὶ δʼ ἀβέβαιον τοῦτό ἐστιν διά τε τὸ ἐν τοῖς πράγμασι ποικίλως ἄστατον καὶ τὸ ἐμὸν ἔξωθε γῆρας, τὰ περὶ ἀπειρίας κόζμων, ὡς ἠξίωσας, ἀπέστειλά σοι. συντυχίᾳ δὲ τοῦ πράγματος ἀγαθῇ κέχρησαι· πρὶν ἢ γὰρ ἐλθεῖν σου τὴν ἐπιστολήν, Θεοδωρίδας ὁ Λίνδιος, ἑταῖρος ἡμῶν, ὃν οὐκ ἀγνοεῖς, ἀρχόμενος ἔτι τοῦ φιλοσοφεῖν, τὸν αὐτὸν ἔπραττεν λόγον. ἐναρθρότερος δʼ οὗτος ἐγείνετο, διὰ τὸ ἐν ἀμφοῖν ἡμεῖν παροῦσι στρέφεσθαι· αἱ γὰρ ἐξ ἀλλήλων συνκαταθέσεις τε καὶ ἀντιφάσεις, ἔτι δʼ ἐρωτήσεις, ἀκρειβεστέραν ἐποιοῦντο τοῦ ζητουμένου τὴν ἔρευναν. διὰ τοῦτο οὖν, Ἀντίπατρε, τὴν διάλεξιν ἐκείνην ἀπέστειλά σοι, ἵνα δὴ τὸ ἴσον γένηται τῷ κἂν παρὼν αὐτός, ὁμοίως Θεοδωρίδᾳ, τὰ μὲν ὡμολόγεις, οἷς δʼ ἐπηπόρεις καὶ προσεπυνθάνου. ἔστιν δὲ αὕτη τοιαυτηνεί τινα τὴν ἀρχὴν ἔχουσα· «ὦ Διόγενες,» ὁ Θεοδωρίδας εἶπεν, «ὅτι μὲν ἀληθές ἐστιν τὸ Ἐπικούρῳ περὶ ἀπειρίας κόσμων καταβεβλημένον δόγμα πιστεύω— — — — — — — — — — — — — — — — — — — — — α. … δρ … χ … α. … κα … μη … μα … οἱονεὶ τι ἐνγεΙ Ἐπικουρ … ρας περι. …

… εδιο— — — — — … ς τὴν Ι— — — … τοῦ ζητουμένου— — — — —ωιον ἅπαν — — — — — — —ὑποθεὶς ἐκεῖνο

καταγελῶ καὶ εἴασα τοὺς παραδεδομένους ἡμεῖν ὑπὸ σοῦ λόγους τῶν φασκόντων τ … ο … τ … ΙΙΣΙΙο … υ … τινος … ον τὸν κόσμον εἶναι — … Ι. … ΛΙεωΣ … Λ.— — — … Ιησθαι περὶ τῆς … ταύτης καὶ εἰς — … τοΣα Ι Ι Ι Ϲ Γ. … ον λόγον … .χωΣ … ενοι ΙΙ.Ι.Ι … … ἡμεῖς οὖν, ὅπως μὴ ἀναστομούμενος τὴν γῆν γεμίσῃς καὶ

— — — — — — — — — — — —ω — — — — — — — —ο— … τὸ δʼ ἐξήγημα τοῦ λόγου νῦν παραιτησώμεθα τοὺς παράγοντας. πρὸς δʼ οὖν τοὺς ἄνδρας φῶμεν· «τί λέγοντες, ὦ ἄνδρες, ἀξιοῦτε τὴν γῆν ὡς ἄπειρον τρανῶσαι οὕτως; πότερα γὰρ ὁρίζετε τὴν γῆν κατὰ τὸ μῆκος ἄνωθεν, κύκλῳ οὐρανοῦ περιγράφοντες, καὶ αὐτὴν ἔνθεν ἀρχομένην εἰς τὴν κάτω ζώνην ἐπʼ ἄπειρον ἐκτείνετε, χαίρειν μὲν ὁμοῦ πᾶσιν λέγοντες ἰδιώταις τε καὶ φιλοσόφοις, οἳ δοκοῦσιν ἄνω τε καὶ κάτω περιτρέχεσθαι τὴν γῆν ὑπὸ τῶν ἀστέρων, ἐξάγοντες δὲ τὸν ἥλιον ἔξω τοῦ κόζμου πρὸς τὰ πλάγια καὶ ἐκ τῶν πλαγίων πάλιν εἰσάγοντες; τοῦτο μὲν οὔ φατε, μίαν δέ τινα γῆν δυ … με … σαΙ … αρΙ … θεΙ … τη … τη … εἰ μ … λο … τε … οιο … λεΙ … του …

— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —ε — … ο … μοσ . … … … νβΙ … νγο — … ν … ατησε — … α. Ιον παρα — … ὥστε αὐταῖς καὶ … α … τ … ω … σ … ο … ΙΙ … ΙμεΛ … .ε. πεπερασμέναι τοιγαροῦν ἡμεῖν ὑποκείμεναι κατὰ τὸ πλῆθος αἱ ἄτομοι φύσεις καὶ διʼ ἃς εἰρήκαμεν αἰτίας ἀσυνέλευστοι τυνχάνουσαι — μετὰ γὰρ αὐτὰς ἄλλαι φύσεις οὐκέτʼ εἰσίν, αἵ, περιλαβοῦσαι τὸ πλῆθος αὐτῶν, κάτωθέν τε ὑπερείσουσι καὶ ἐκ τῶν πλαγίων συνάξουσιν αὐτάς —, πῶς ἀπογεννήσωσι τὰ πράγματα χωρὶς ἀλλήλων; ὥστʼ οὐκ ἂν ἦν οὐδʼ ὅδε ὁ κόσμος. εἰ γὰρ ἦσαν πεπερασμέναι, συνελθεῖν οὐκ ἠδύναντʼ ἄν

— — — — —περιλαμβάνοντες— — — — — Διονύσιε καὶ — — — — — —περιόδῳ ποιου — — — — — — — —αδηλουμενω — — — — — —τῶν φαινομένων — — — — — — —ἐπιτομη— … …

τὸ ῥεῦμα τῷ ἀέρι κατὰ μεικρὸν διακρείνεται. ἀντικρουσθὲν οὖν κενοῦται. διὰ γὰρ τὸ τῆς χώρας μῆκος οὐ δύναται διαφυλάττειν τὴν τῶν ἀτόμων τάξιν καὶ θέσιν. τὰ οὖν εὔθρυπτα ῥεύματα τῶν ἀτόμων, ἀποφερόμενα ὑμενώδη, ὅμως ἐφʼ ἑαυτῶν ἔχει τε ὑπόστασιν καὶ ἐξ ὕλης τινὸς ᾠκοδόμηται φύσει, ὥσπερ αἵδε αἱ ἄτομοι σύνκεινται φύσει. τύπους γοῦν ἐπιμένων τετραγώνους κατηγορεῖ τις ἐπὶ διαβολῇ τῶν ὄψεων φερουσῶν οὐχ ὡς τετραγώνους τύπους τοὺς καθʼ ὑπόστασιν φερομένους διὰ τοῦ ἀέρος ἡμεῖν ὡς — — —στρονγύλους. ἐκεῖ γὰρ οὐκ οἶδεν, ὡς εἰκός, τὰ εἴδωλα ἀπορέοντα ἐκ τοῦ πύργου ψωχόμενα τῷ ἀέρι, ἀλλὰ εὖ ὁρᾷ ὕστερον— — — — —

ἐν δὲ τούτοις τοῖς πράγμασι τὸν νοῦν ἔχετε πρὸς ἡμᾶς, ἢ κακοδαιμόνως ἀνανκαῖόν ἐστιν τοὺς περὶ αὐτῶν μακρύνειν λόγους. εἰ μὲν οὖν ἐπελάθεσθε τῆς δόξης, ἣν Αβει— — … .ειρήκαμεν, κανόνα τῶν πράξεων εἶναι καὶ τὰ ἡδέα πάθη καὶ τὰ ὀχληρὰ πρὸς ἃ δεῖ βλέποντας ἐπικρείνειν καὶ τὴν φυγὴν αὐτῶν καὶ τὴν δίωξίν τινός γε ἄλλου, μνημονεύοιτε. εἰ δὲ μέμνησθε, τί παθόντες, ὦ μακάριοι, πρὸς τοιαύτην ὡρμήσατε πρᾶξιν, ἀφʼ ἧς ὀχληρὰ μὲν τῷ Νεικηράτῳ πάθη γέγονεν, ὀχληρὰ δʼ ἡμεῖν διὰ τὰς συμφορὰς τὰς ἐκείνου; εἰ γὰρ φήσετε τῆς μὲν δόξης ἐνκρατεῖς εἶναι, περὶ δὲ τὴν γνώμην τῆς τἀνθρώπου πομπῆς πρὸς ἡμᾶς ἢ οὐχὶ πομπῆς, πότερα ποιητέον αὐτὴν ὑμεῖν ἦν ἐνταῦθα ἢ ἐσφάλητε, τετ … κου— — — — — — — —ελάβομεν— — — — — — — —ἐσφάλητε τὰ ἔσχατα επιε … Νεικηρατ— —. ἡ δʼ ἀπορία περὶ τούτου τοῦ πράγματος καλῶς ἐξητάσθη ἵνα ὕστερον πάντες ἔχωμεν εἰδέναι τί χρὴ δρᾶν …

ἡμεῖν δὲ δύναται συναντᾶν ἡ τύχη καὶ κακῶς ποιεῖν, ἀλλὰ σπανίως· οὐ γὰρ ὕλην ἔχει, καθάπερ τὸ πῦρ, ἧς ἐπιλάβηται. πρὸς ταῦτα οὖν Ἐπίκουρος ἀπιδὼν ὅλην μὲν ἀπὸ τῶν πραγμάτων ἆραι τὴν τύχην οὐκ ἠθέλησεν — ἰταμὸν γὰρ ἦν καὶ οὐ φιλοσόφου σεμνότητος οὕτω φανεροῦ καταψεύσασθαι πράγματος καὶ ἐν μέσῳ πᾶσιν προδήλου —, μὴ ὀλίγα δὲ μόνον ἐκάλεσε μεικρά. ὥσπερ οὖν ἡ τοῦ σοφοῦ διάθεσις τὴν ταὐτομάτου συντυχίαν παραδεῖξαι ἔχει τοιαύτην τινά, οὕτως, ὡς ἔοικεν, βραχέα ποιεῖ κυρίως, ὡς λέγει Νεοκλείδης· «βραχέα σοφῷ τύχη παρενπείπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διοικεῖ καὶ διῴκησεν.» Δε … Λ … Στε— — — — —μάλιστα .— — — — — — — — — —

ήνενκεν … ἐκεῖνα πέτραις … εαναν … ως … τῶν ἄλλων— — — — — —ψυχρῷ … ατος … ζε … ημε … του … την — — — — —τέλος δʼ ηὗρεν καταφυγὴν ἐπὶ τῶν πετρῶν, ἀφʼ ἧς οὐκέτʼ αὐτὸν εἴσχυσεν ἀναροφῆσαι ἡ θάλασσα καὶ ῥῆξαι πάλιν. συνετρίβη μὲν οὖν, ὥσπερ εἰκός, καὶ κάψεν· ξάνθη ἁλιβρῶσι περιπεσὼν λίθοις. διένηφε δʼ οὖν καὶ κατὰ μεικρὸν εΙ … Ρ … ϹΙΙ … ἐν οἷς δὴ χρόνιαι αἱ τῶν κυμάτων ἐπεμπτώσεις διελίμπανον, εἰς τὸ ξηρὸν ἐσώθη μόγις ἐγδεδαρμένος ἀκρειβῶς ὅλος. ἐπὶ οὖν τῆς ἄκρας σκοπιᾶς ἔκειτο, ἔνθα διῆγε τὴν ἡμέραν οὕτως καὶ τὴν ἐπιοῦσαν νύκτα καὶ πάλιν ἡμέραν ἕως ἑσπέρας, ὑπὸ τοῦ λειμοῦ καὶ τῶν ἑλκῶν δαπανώμενος. ἐπιστάμεθα δʼ ἤδη τὸ αὐτόματον εὖ γε ποιοῦν ὅπερ οἰκεῖον ὑμεῖν ἐνλογεῖται. οὐ τέθνηκε γὰρ ὑμέτερος κῆρυξ ὃς διέσωσεν ὑμᾶς. εἶτα γὰρ τύχην ευ …

κατακολουθῶ δέ σοι ταῦτα περὶ τοῦ θανάτου λέγοντι καὶ πέπεικάς με καταγελᾶν αὐτοῦ. φοβοῦμαι γὰρ οὐδὲν διὰ τοὺς Τιτυοὺς καὶ τοὺς Ταντάλους, οὓς ἀναγράφουσιν ἐν ᾍδου τινές, οὐδὲ φρίττω τὴν μύδησιν ἐνθυμούμενος τὴν τοῦ σώματος, πεπεισμένος γε οὐκ εἶναι πάθος ἡμεῖν, τῆς ψυχῆς ἀναισθητούσης, οὐδʼ ἄλλο οὐδέν. διὰ τοῦτο δὲ ταύτῃ δεῖ με λέγειν ἤδη ὅτι «στερήσομαι τοῦ ζῆν καὶ τὰς ἡδονὰς προλείψω τὰς κειμένας ἐνταῦθα, ὧν μέντοι μετὰ τὴν καταστροφὴν μηδεὶς πόθον ἔσχεν.» ταύτῃ γὰρ οὔτʼ ἐλπὶς ἰσχυρὰ οὔθʼ εἵμερος αὐτὸν ἔχει, ὡς ἔλιπε σκεύη πάνθʼ ἃ καὶ μυδήσει φανερῶς. καὶ γὰρ πρὸς τοὺς τετελευτηκότας οὐδέν ἐστιν ὁ θάνατος

τΣ … ΙΙ πημαίνει, πρὸς τῆς Ἀθηνᾶς; πῶς δʼ οὐκ ἴδιον προσομειλεῖν ἑαυτῷ τὸν σπουδαῖον ἄνδρα καὶ λέγειν ταῦτα; «ἄνθρωπός εἰμι καὶ ἐνδέχεταί με παθεῖν, ὡς δὴ σάρκινον τόδε τι καὶ τόδε καὶ τόδε καὶ ἄλλα πολλὰ ὧν ἀδύνατον οὐδὲν γενέσθαι». δύναται οὖν κατὰ πάντα καιρὸν διὰ μνήμης ἔχειν τὰ φυσικὰ τῶν παθημάτων, ὅτι ἐστὶν εὐπερίγραφα καὶ ὡρισμένα ᾗ τόρνῳ.

— — — — — —μ … Σι … ν … ΣΙν … — — — — — — — — — — — — — — — — — — — — — — — … .Λ … Ϲ … Λ … ωΣ … ο … — — — — — — —μ … Ϲ … ν … — — — — — —ΛΤ— … ϹΧ. … —εν— — — —ασιν … ο … ΛϹ— — — — … ε— — … Στ. … — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — … .— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — … Ϲ— — — — — — — — — — — — — — — — — — —

… αδι τινος α— — — — — — —λημπτικῷ …

… Ιεις … οναν … ανκο … λέγει … εν … εστι

ερα … μητε … νυν η διασφαλ ὑποψι ως δη … ταυτ …

… Ια ὡςΙ … ἡ δὲ νόησίς ἐστιν ἡ πίστις ἣ αἰτία ἐστὶ τῆς ἐλένξεως εἰδώλων συνγενικῶν

… ῶντες κα … ς δὲ καὶ φθ … Ι ὑπʼ ἀλλήλων … κρατέστερον … ι ὥσπερ τ … ωπω …

… … της … ατα … .ου βατ … τι εΓ … ἐᾷ π … ρε— — — — — — — —ἡδονη. … λογ … λ. …

… Ιετε τοῦτο … μειω … τ— — ταῦτʼ ἐκειν … θειν εΙ. … μᾶλλον ἐγὼ κ …

ἡ γὰρ οἴκοθεν … η ἐστὶν ου ἐπιφέρει— — κων … ἀλόγων φόβων— — — — — καὶ γὰρ ἐκ θ …

… μένην … — — —

ἂν εὕρῃ … καὶ ηὑρ … εκαπ …

… ερχ … ομεΙ … ν. εν γὰρ … ντων μ … μακα … ν …

… δε … δʼ ἐστί.πολ …

… Ι … παρακο— … σειν … …

… … πολλ— — — — — — — — — — — — —υ … αι …

… … ᾠκοδομ … ε. …

… πρ … ων …

… ο. … υ. … α. … ε.

… Ι … Λτα … μνο— μενοι … τως

ἐπὶ γήρως … τις οὐδὲ μεΙ … ἀπεχο. … ψυχ …

… . … πω … ηκ … τος δε … ου … υμ …

τῶν ἀλγηδόνων … αρτους .. …

… Ι … ΙΙ … Ι … ουχι.Γον … ΙΙ.Ι.Λην … τ … Ϲ— … υτΙοΧΙ. … Ι … μακαρίαν … περιερου … υΣ.πε.τ … ε. … π … … του … καὶ … ΙΙ … τ … τΣ … φ … Γ …

… ..— —δύνανται οἱ ἄνθρωποι πάντες σῴζειν ἑαυτούς, παρʼ ἡμῶν βοηθούμενοι, καὶ ψυχικῶν συμφορῶν ὅλως διασκέδασιν πράττειν καὶ ἀποποιεῖσθαι ταραχώδη πάθη καὶ φόβους

κεραυνὸς γείνεται κατʼ ἐκπήδησιν ἐκ τῶν νεφῶν σύντονον, πνεύματός τε ἐκραγέντος ὁμοῦ καὶ πυρὸς ἀθρόου. σεισμὸς γείνεται κατὰ πνευμάτων ἐναπόληψιν ἐν τῇ γῇ, καὶ ἄλλως δέ.

. οὐ δεῖ διαπορεῖν πῶς ἐν θέρους ὥρᾳ χάλαζα συνίσταται. λανθάνει γὰρ οὖσα χιὼν καὶ τότε, ἀλλὰ ὑμενώδης, καὶ ἔχει ποιῆσαι χάλαζαν, ὁμοίως δὲ καὶ πνεῦμα ψυχρὸν ἀλλὰ μετέωρον.

ου … ατων … ὕλη κα … οιστωΙ. … ται. … υ …

… τὰ τῶν … πράγματα ὅπως ἂν ἑκαστ … το καὶ συν … ω … ου γειν …

… αδʼ οὐχ … νει. ϹΥ … τὸ πραγμα— — — — — — —εστιν.

… ακα. … Ιεις το. … εται.

… ο πασ. … ανιας. … ων. … Λπ

τῶν ἀλγηδόνων αἱ ἄκραι χρονίζειν οὐ δύνανται. ἢ γὰρ ταχὺ τὸ ζῆν ἀναιροῦσαι συναναιροῦνται καὶ αὐταί, ἢ ὑφαίρεσιν λαμβάνουσι τῆς ἀκρότητος.

τὸ μὲν οἴμμοι λέγειν, συνεπιστενάζοντα ταῖς ἀλγηδόσιν, ἡ φύσις ἡμᾶς ἀνανκάζει· τὸ δʼ ἐπιθρηνεῖν ὅτι μὴ τὰ τῶν ὑγιαινόντων διαπραττόμεθα παρὰ φύσιν ἐστίν.

ἐστὶν τρία τῶν ἀπολαυσμάτων οὐ … μενα

οὐ χρησιμώτερον τὸν παρὰ φύσιν πλοῦτον ἢ ὕδωρ ἀνγείῳ τινὶ πλήρει, ὥστε περιρεῖν ἔξωθεν, ὑπολημπτέον. δυνάμεθα βλέπειν ἀφθόνως καὶ τὰ τῶν ἄλλων κτήματα κἀκείνων γε ἥδεσθαι καθαρώτερον. τῆς γὰρ ὀρέξεώς ἐσμεν ἐλεύθεροι.

πολυτελῆ βρώματα καὶ πώματα — … οὐδὲν ἐνποιεῖ τὴν ἀβλάβειαν καὶ ἕξιν ὑγιεινὴν τῇ σαρκί

… οτη. … εραν μ …

— … ἡμεῖν ἀποδεῖξαι τίνες φυσικαὶ τῶν ἐπιθυμιῶν, καὶ τίνες κεναί. οὐχ ἡ φύσις, μία γε οὖσα τῶν πάντων, εὐγενεῖς ἢ δυσγενεῖς ἐποίησεν, ἀλλʼ αἱ πράξεις καὶ διαθέσεις.

τὸ κεφάλαιον τῆς εὐδαιμονίας ἡ διάθεσις, ἧς ἡμεῖς κύριοι. χαλεπὸν στρατεία κἀν ἑτέρων ἀρχῇ. τὸ ῥητορεύειν σφυγμοῦ καὶ ταραχῆς γέμον, εἰ πεῖσαι δύναται. τί οὖν μεταδιώκομεν πρᾶγμα τοιοῦτον, οὗ τὴν ἐξουσίαν ἔχουσιν ἄλλοι;

οὐδὲν οὕτως εὐθυμίας ποιητικόν, ὡς τὸ μὴ πολλὰ πράσσειν μηδὲ δυσκόλοις ἐπιχειρεῖν πράγμασιν μηδὲ παρὰ δύναμίν τι βιάζεσθαι τὴν ἑαυτοῦ. πάντα γὰρ ταῦτα ταραχὰς ἐνποιεῖ τῇ φύσει.

… ἀγαθὰ ε. … ας φυσικευ … ται.

ναι. ἐν δὲ τούτοις τοΙ … μ … τωνα φασὶν ἐπε. … τΙ … υγΙ. … ΙΙΙτΙ … ης τα. … τῆς φύσεως. — … Σηε. … υτ …

ὑμεῖν τε καὶ τοῖς μεθʼ ὑμᾶς ἐσομένοις . … ΟΤΛΤϲΤΕΙΕΙΝ αἰτιαΙ— — — .Ι.ΙϹ ἅτε πεισομένοις ὡς ΙΙονον μετὰ πάθους— — ΓΠΙν καὶ συνεχοῦς μελέτης ἀρετῶν ἐστιν. τὸ γὰρ σωτήριον ἐνταῦθά ἐστιν. εἰ δὲ μηδὲν ἔτι ὧν ἥκετε εἰς γνῶσιν, τὰ τοσαῦτα ὑμεῖν ἐλιθοποιήσαμεν γράμματα.

Διογένης τοῖς συνγενέσι καὶ οἰκείοις καὶ φίλοις τάδε ἐντέλλομαι. νοσῶν οὕτως ὥστε μοι νῦν τὴν τοῦ ζῆν ἔτι ἢ μηκέτι ζῆν ὑπάρχειν κρίσιν — καρδιακὸν γάρ με διαφ.ρει πάθος —, ἂν μὲν διαγένωμαι, διδόμενον ἔτι μοι τὸ ζῆν ἡδέως λήμψομαι· ἂν μὴ διαγένωμαι δʼ, ο

… ο … Ι.— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ΓΛΙ.— — — — — — — — — —η. … — — — — — — — — — — — — — οιΣενΓ … σουσι — — — — — — — — — — — — — — — — — — — — — — — — —νε. γ … νοονΙΙοΙΙ … ΙΙ … πΙ … ταυτα στοιχειω

εὔελπις δʼ εἰμί, τὴν γραφὴν ὑμεῖν προσφωνῶν, πολλοὺς δή, ὦ φίλοι, κατὰ ψυχὴν ὑγιανεῖν. τί τοῦτο λέγω; τί ποτε τὰ ἰάματά ἐστιν; ἡ δὲ γραφή, ὦ φίλτατοι, αὐτοῖς τε ἡμεῖν καὶ ἄλλοις βοηθήματα παρέξει— … π … — — — — — — — — — — — οΣ— — — — — — — — — — ζετ— — — — — — — — —ἐποίησα δὲ τοῦτο μάλιστα ἐπιθυμῶν βοηθεῖν τοῖς μεθʼ ἡμᾶς, εἰ τὴν στοὰν ταύτην πολλάκις περιπατοῖεν, πρὸς τῷ παρέχειν ἐμαυτὸν πρὸς τοὺς εὐσυνκρίτους ἐπιδημούντων ξένων φιλάνθρωπον. ἐπιστάμενος δὲ ἀκρειβῶς ὅτι τῇ γνώσει τῶν πραγμάτων, ὧν ἐν ταῖς ὑποκάτω χώραις ἐδήλωσα, φυσικῶν τε ἅμα καὶ παθητικῶν, ἡ ἀταραξία γείνεται, σαφῶς οἶδα τὰ τῆς σωτηρίας φάρμακα προθείς

στ πρός σε γράφω. περὶ δὲ ἀπέστειλά σοι. νομίζω ἀκροτη ὡς εΓ …

— — — — — — —ον εἶναι — — — — — —ρμασιν — — — — — —μητεκει — — — — — —η γραφη — — — — — —.εσθαι τε — —ἀκόλουθον τοῖς βεβαίοις τῆς διανοητικῆς συνκρίσεως θεμελίοις, τὴν— — — — —τέρου

. ολ. γεινομένην προσοικοδόμησιν ἀπὸ πηκτοῦ γάλακτος ἕως ἂν ἀνασφαλῶμεν. τὸ γὰρ πεπηγὸς γάλα, φαμέν, εἰς τήνδε τὴν κινδυνευτικὴν κατάστασιν ἐλθόντες πείνομεν οἰκοδομήσοντες τὸν περὶ— — — — — — — — ὑμένα

… βασιλι— … μασαν … σει γεγρα— … Ιον καὶ … σθαι γυν— — — — — — —.ω καὶ … Ιωσα … ἡμῶν … τες οι … ν. πέπειζμαι δὲ μᾶλλον ἀνενενκεῖν ἡμᾶς ὑπό τε σοῦ συνσταθέντας αὐτῇ, Μεννέα φίλτατε, διὰ τὴν πρὸς ἡμᾶς διάθεσιν σοῦ καὶ ἐπιστατείαν, τοῦ τε θαυμασίου Κάρου καὶ Διονυσίου τοῦ ἡμετέρου, καθʼ ὃν χρόνον ἐν τῇ Ῥόδῳ τὰς παρʼ αὐτῇ διατριβὰς ἐποιούμεθα. ἔρρωσθε πάλιν.

… ε. … Ι … Ι πληρωμα … ν ἀνέχητε … Ι ὥσπερ η … εν ἀλλη … ουλοι. …

Διογένης Ι … τρ …

— — —δεῖ σε περὶ αὐτῶν ἀκρειβῆ τε καὶ πιστὴν σκέψιν ποιεῖσθαι. αἱ μὲν γὰρ φαντασίαι τῶν ἀπόντων ἀπὸ τῆς ὄψεως ἐπιοῦσαι τῇ ψυχῇ τὸν μέγιστον τάραχον παρέχουσιν. ἂν δὲ τὸ ὅλον πρᾶγμα ἀκρειβῶς διαθεᾷ, μαθήσει ὅτι ἀντικρὺς εἰσι τοιαῦται καὶ μὴ παρόντων οἷαι καὶ παρόντων. ἁπταὶ γὰρ οὐκ οὖσαι, διανοηταὶ δέ, τὴν αὐτήν, ὅσον ἐφʼ ἑαυταῖς, ἔχουσι δύναμιν πρὸς τοὺς παρόντας τῇ ὅτε καὶ παρόντων ἐκείνων ὑφειστήκεσαν. πρὸς οὖν ταῦτα, ὦ μῆτερ, θάρρει· μὴ γὰρ ἐπιλογίσῃ τὰ φάζματα ἡμῶν κακά. τίθει δʼ αὐτὰ ὁρῶσα καθʼ ἡμέραν ἀγαθόν τι ἡμᾶς προσκτωμένους εἰς τὸ μακροτέρω τῆς εὐδαιμονίας προβαίνειν. οὐ γὰρ μεικρὰ οὐδέν τʼ ἀνύτοντα περιγείνεται ἡμεῖν τάδʼ οἷα τὴν διάθεσιν ἡμῶν ἰσόθεον ποιεῖ καὶ οὐδὲ διὰ τὴν θνητότητα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως λειπομένους ἡμᾶς δείκνυσιν. ὅτε μὲν γὰρ ζῶμεν, ὁμοίως τοῖς θεοῖς χαίρομεν. ν. τ θ χ

ἕκαστος γὰρ στερηθεὶς τῶν ἀγαθῶν λύπην λυ— πήσεται τὴν ἴσην, ἄν γʼ ἀντιλάβηται τῆς ἐλαττώσεως· ἂν μὴ αἰσθάνηται δέ, πῶς ἐλαττοῦται; μετὰ δὴ τοιούτων ἡμᾶς ἀγαθῶν προσδόκα, μῆτερ, χαίροντας αἰεὶ καὶ ἔπαιρε σεαυτὴν ἐφʼ οἷς πράττομεν. τῶν μέντοι χορηγιῶν φείδου, πρὸς Διός, ὧν συνεχῶς ἡμεῖν ἀποστέλλεις. οὐ γὰρ σοί τι βούλομαι λείπειν, ἵνʼ ἐμοὶ περιττεύῃ, λείπειν δʼ ἐμοὶ μᾶλλον, ἵνα μὴ σοί, καίτοι γε ἀφθόνως κἀμοῦ διάγοντος ἐν πᾶσιν, διὰ τοὺς φίλους καὶ τὸ συνεχῶς τὸν πατέρα ἡμεῖν πέμπειν ἀργύριον, προσφάτως δὲ δὴ καὶ διὰ τοῦ Κλέωνος τὰς ἐννέα μνᾶς ἀπεσταλκότος. οὔκουν ἑκάτερον ὑμῶν ἰδίᾳ δεῖ βαρεῖσθαι διʼ ἡμᾶς, συνχρῆσθαι δὲ τῷ ἑτέρῳ τὸν ἕτερον

τῆς ἀλλοτριότητος οἶξαι τὰς εἰς τὸ συνελθὸν ἡμῶν συνπαθεῖς εἰσόδους, καὶ τῶν ῥητορικῶν ἀποκάμψεις λόγων ὅπως ἀκούσῃς τι τῶν ἡμεῖν ἀρεσκόντων. ἔνθεν σε καὶ κατελπίζομεν τὴν ταχίστην τὰς φιλοσοφίας κρούσειν θύρας ν … σοι καὶ …

— — — — — — — — — — — —ον. — — — — — — — — — — —ν … ν. — — — — — — — — — — —νο … — — — — — — — — — — — —μ … — — — — — — — — — — —ηΣ— — — — — — — — — — — — — — — — — — — —τί οὖν κέρδος πρόσεστιν, ὦ Δωσίθεε, τῇ ἐπιθυμίᾳ τῇδε τοῦ σοῦ υἱοῦ, νὴ τὸν Διόνυσον; — — — — — — γὰρ ἐν ἀληθείᾳ— — — — — … ε μένειν δη— — — — — — … Ι … Λτη … θ— — — — — — … Λ— — — — — — — — — — — — … Ι— — — — — — — — — — — — — — — — — — — — — ευαΙ … το.— — — — — — — —

… Ιαρχη. καλῶς γὰρ ἐνταῦθα ὁ λέγων ἐρεῖ μηδὲν διαφέρειν τοῦ ἑτέρου τὸ ἕτερον. τοῦτο δʼ οὐκ ἔστιν εἰπεῖν ἐπὶ πενίας τε καὶ πλούτου· πολλὰ γὰρ ὁρῶμεν ἃ πλούτῳ μὲν πρόσεστι, πενίᾳ δʼ οὐ πρόσεστι, καὶ πενίᾳ μὲν πρόσεστι, πλούτῳ δʼ οὐ πρόσεστιν. τι … φε γου … αυ … πλουτ κα … πι …

… ος … ν. … ν η μακάριον … αι. … νυν … ουν … επι … ειν τουτονὶ δὲ οὐκ ὠφελοῦσί τι, ὡς, καίπερ ἱλαροί, εἰσι φοβεροί. ὥστε, ὡς εἶπον, ἐν παντὶ καιρῷ τοῦ φιλοσοφεῖν ὄντος χρησίμου, τοῖς ἡμετέροις καταχρῶ δόγμασιν, οὐκέτι αὐτῶν ἀφιστάμενος. καὶ τὴν φιλοσοφίαν τοσοῦτον

— — — — — — — — — — — — — — — … .Ι.— … . … Δ … ν διʼ ἄλλων. … αυτας Ε.Ζομε— … . Δειτονδοιων. — … Ιο— … ταΙακιΛ … κατΙΙ … α. … — … τΙ … ταΣ … μ … Γνο. … … ... … εἰ μὲν οὖν

… ο … εντ … τοΠ … Ισιον εὐμ. … αὖ χάριν δο. … ῳ ἂν ἀνθρωπ … ουν τὸ φυσικόν … ϹΙ … καὶ μ. …

… ΙΙ. — — —τὸν ἐλάχιστον πόνον πάσχεις καὶ— — —. … Ιτὴν ταχίστην φορεῖς ἡδονήν

… Γε … ισ φοβου κ. … χι. … . …

… ἐνθεν. … λλεχ … ων …

Διογένους τοῦ Οἰνοανδέως συνειπόντος τῷ γήρᾳ ἐπιτομή.

πολλάκις, ὦ νέοι, νὴ τὸν Ἡρακλέα, καὶ ἠγανάκτησα πρὸς τοὺς οὐδέπω μὲν γεγηρακότας, ἤδη δὲ νομίζοντας ἑαυτοὺς δικαίους εἶναι μεγάλα ἐνκλήματα ἐπιφέρειν τῷ γήρᾳ, ὡς πολλὰ κακὰ τοῖς ἀνθρώποις ἐπάγοντι— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —εἰσὶ δʼ οἳ τυνχάνουσι μακροτέρως οὕτως ἐν παιδείᾳ προβεβηκότες ὡς μὴ μόνον ἐπαινεῖν τὸν ποιητὴν Ἡσίοδον λέγοντα «κακῷ ἐπὶ γήραος οὐδῷ», ἀλλὰ καὶ παρατίθεσθαι τοὺς τοῦ — — — — — — —λόγους

… ανειν αὐτοὺς ὡς τὸν Κλέοβιν καὶ τὸν Βίτωνα. ἵνα οὖν, ὦ φίλοι, μὴ τὰ αὐτὰ πάσχητε τοῖς πολλοῖς καὶ

ἁρπάζειν οὐδέν ποτε ἀνανκ … τὸ μὴ γενέσθαι … δικε …

— … ως «εὐδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.» ἐγὼ μὲν οὖν φημι· σώματος γεγηρακότος ὁ τοῦ ἀνθρώπου νοῦς ἔτι βέβαιός ἐστιν

… του … ει καὶ γὰρ λέγουσιν οἱ ποιηταὶ τὸν γεγηρακότα, καίπερ οὐ δυνάμενον χρήσιμον εἶναι τῷ σώματι, νικᾶν λόγοις. προσπεσὼν τοίνυν εἰς παραίνεσιν τῆς ἀρίστης γνώμης, τοῦ Νέστορος ἀγορεύσαντος, ὁ Ἀγαμέμνων κατὰ τὸν Ὅμηρον εἶπεν· »ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν»· πρὸ δὲ τῆς ἀγορᾶς ὁ βασιλεύς, ὡς λέγει ὁ αὐτὸς Ὅμηρος, «βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων.» ἄλλοι δʼ εἰσί «γήραι δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί.» τῷ δὲ τοῦ Ὁμήρου λόγῳ προστίθεται ὁ τοῦ τραγῳδοποιοῦ Σοφοκλέους λόγος

— … ψω … Ι … . … — … ν ὅπλοις οὐδαμῶς ἱκανοῖς ἐπὶ Πηλείδου πάθη καὶ ἐπίφυσιν ταύτης τῆς ὀργῆς εἰ δὲ δεῖ τινα ἀμύνεσθαι, ὡς λέγει ὁ μελοποιὸς Ἀλκμάν, ἔστιν ἀρετὴ χρῆσθαι λόγοις μᾶλλον ἢ βίᾳ. ἐγὼ γὰρ

ἐπὶ τὸ χεῖρον. τὰ δὲ βηχικὰ πάθη μόγις ὄχλον τινὰ παρέχει τῷ μακρονοσοῦντι

περὶ δὲ τοιούτων ζητεῖν ἤδη μοι πρόκειται, καὶ τό γε πρῶτον εὐθέως ἐκεῖνό ἐστιν. εἰ μέν τις τὰς ἀμαυρώσεις τῶν γερόντων τυφλώσεις λέγει, συναιτιατΣΙ ΙαΙΙΤΡΕΙκοιμη Ι … ΙΙ— — — — — — — — — — συντελουντ … εἰ συμβαίνει πως κατὰ τὸ σπάνιον λαβεῖν τι βουλομένους οὐ δύνασθαι· κοινὸν γὰρ πρὸς τοὺς νέους ἐστί. καὶ γὰρ τὸ σπανίως συμβαῖνον

οἱ δὲ γέροντες οὐκ ἀγανακτοῦσι πρὸς τὴν παραβολὴν ἐκ τοῦ ἐλέφαντος διὰ τὴν ὑπερβραδυκεινησίαν τοῦ σώματος, ὡς οἶμαι ἔγωγε, εἰ καὶ κατὰ τοῦτʼ ἀκούουσι μοχθηροί· ὁ γὰρ ἐλέφας δοκεῖ συνετός τε καὶ ἡμερώτατος καὶ μακρόβιος εἶναι — — —περὶ μὲν τῆς τοῦ σώματος ἀσθενείας οὗτος ὁ λόγος ἐξαρκεῖ. καὶ ὁ περὶ τῶν παρακοπῶν δέ — ἐπεὶ καὶ ταύτας τινὲς πάσχουσι — τοιοῦτος λεκτέος· πρῶτον μὲν οὖν— — — ἔπειτα δὲ μὴ ἀγνοῶμεν ὅτι οὐ διὰ τὸ γῆρας ἐγένοντο αἱ παρακοπαί, διὰ δέ τινα ἑτέραν αἰτίαν ἐκ τῆς φύσεως γεινομένην

ὁμολογητέον γάρ ἐστι πολλοὺς δὴ γεγηρακότας παρʼ ἡμεῖν αὐτοῖς καὶ τέλος ἑκατὸν ἁψαμένους ἐτῶν μηδʼ ὅτι οὐδὲν παθεῖν ὧν εἴρηκα κακῶν, ἀλλʼ ἀρτίους ταῖς αἰσθήσεσι μεχρὶ τῆς ἐσχάτης διαγαγεῖν τοῦ ζῆν ἡμέρας. ἐγὼ δʼ ἵνα ἐκπερισπῶν ἀπαντήσω τοῖς αἰτιωμένοις ὡς ἐξ ἀνάνκης — — — — — τοὺς γέροντας

— — — — — — —οὐχ οὗτος — — — — — — —πράγμασι … καὶ δόξης … ΑΝΑΗϹΙ … πιστηση … ως τούτοις … ργως ο … ταὐτόν Ν … συνΙ … ταπειν … τινος ταῖς ὥστε ανε— — — — — —παρέχειν π … μήτε πεφυκέναι— — — τας ἀλγηδόνας— — — — τοῦ σώματος— — — — —

… γὰρ … ον … η … ρο … Ϲ παν

τὸ δʼ ἐστερῆσθαι τῶν ἐπιθυμιῶν οὐδαμῶς κατὰ τῶν γερόντων ὑπάρχει λόγος. καθόλου μὲν γὰρ ὧν οὔκ εἰσιν ὀρέξεις πραγμάτων, περὶ τούτων οὐδὲ λῦπαι τυνχάνουσιν, εἰ μή τις ὡς ἀληθῶς παρακόπτει τοῦτʼ αὐτὸ λυπεῖσθαι θέλων ὅτι τοῦ τῆς ἐπιθυμίας πάθους ἐστέρηται.

… των ἡ δὲ γεῦσις— — — — — — —εστιν … τουσχη—

ἡ δʼ οὖν ἡδονὴ ποιεῖ τὸν βίον μακάριον, καὶ τῆς φύσεως ἡμῶν ἐστιν ἀξία. Ι … παρα. …

ὅπως ἡδονή, μηκέτι τῶν διαλειμμάτων παρόντων, αὐτομάτως προφανῇ βλάπτουσα μηδὲν τῆν φύσιν. τὰ γὰρ ὑγρὰ τροφεῖα

… ον. … εστιν. … φερε. … Ϲ … . … ον. — — — — — — — — … μη. — — — — λω. … μεν … .Ι— — ψηλαφῶντες ἐν οὐδενὶ τούτων εὑρίσκουσιν ὃ θέλουσιν εὑρεῖν οὔτε τυφλῶς προσπταίοντες διαπράξεως τυνχάνουσιν. … . …

ἐλπίζοντες δὲ μάλιστα ἐν πλούτῳ τὸν ἡδὺν εὑρήσειν βίον, ἐνθουσιαστικῶς ἐπʼ αὐτὸν ὁρμῶσιν· εἶτʼ, ἂν γένωνται πλούσιοι, σχετλιάζουσιν οὐχ εὑρόντες ἅπερ ἤλπισαν. πολλάκις οὖν

… ἀπελένχεται. τῶν ἐπιθυμιῶν αἱ μέν εἰσιν κεναί, αἱ δὲ φυσικαί. αἱ μὲν οὖν φυσικαὶ τὰ τοσαῦτα ζητοῦσιν ὅσα εἰς τὴν τῆς φύσεως ἡμῶν εὐφροσύνην ἐστίν ἀνανκαῖα, αἱ δὲ κεναὶ τί γὰρ ἂν εἴποι τις τὰ μυθευόμενα τοῦ Κροίσου γαζοφυλάκια, καὶ τὰς χρυσέας πλίνθους, ἢ τοὺς ποταμοὺς αὐτῷ χρυσὸν ῥέοντας; τί, ὦ Ζεὺς πάτερ, ἐκ τούτων τῶν χρημάτων ὠφελεῖτο;

… εστιν. ἂν δʼ αὐτὸς φῇς «εἰ οὖν, ὦ Διόγενες, μηδὲ ἐν πλούτῳ τὸ εὐδαιμονεῖν εὑρίσκεταί ποθʼ ὑπὸ τοῦ ἀνθρώπου, πῶς ὁ βίος ἡμεῖν ἡδὺς γείνεται;», ἀποκρινοῦμαι ὅτι σοφον ων … καιΙΙ … τ … τασσομε τατΙ … χαρι … ε …

— — — —εὐπόριστον μὲν γὰρ τὸ φυσικόν, δυσπόριστον δὲ τὸ κενόν ἐστιν. καὶ ἔξω δὲ τούτου μέγα, ὦ νέοι, μέγα τὸ πλεονέκτημα τοῦ τὴν πολυπενείαν οἰκειοῦσθαι μᾶλλον ἢ τὸν πλοῦτον

… νωσ … Ι … νειρη νομίσῃ — —τὴν φιλοσοφίαν … ατοις … δικαι … αμυ-...... … .. γάρ τινες ἀμυδρῶς τὸ μὲν παραχρῆμα τὸ κεχαρισμένον ἐπιπλήττουσι τοῖς αἱρεῖσθαι βουλομένοις ἡδονάς. αὖθις δʼ ἔνκλημα ἐπιφέρουσι τῇ φύσει

… πο … τεμε … ην σοβαρ— — — — — — καὶ ὑπερ … ἐπὶ τῷ γέροντι— — —τοιούτους … του..— — καὶ ἔτι μέχρι νῦν ἕως βιοῦμεν, πάλαι Λυν— — μεναι μηκέτʼ εἶναι. ταχὺ γὰρ τὸ τῶν ἀνθρώπων γένος φθείρεται διὰ τὴν συνοῦσαν— —

… Ι ἀνήμερος … ος εἶναι καὶ … νδε πέλας … ας ἀξιοῦσθαι τῆς— — —ψεως ἣ καὶ με. … νη … βε. … κο. … Ι …

… ωνων … ς γενη— … τους … μαι … τυμ. υ …

… νυν. … α … ε. … ων. … α. — — … τ— — — — — — — — — — — ητε— — — — — — — — — — — κ … οτ … τ … — — — — — — — — — .ΛΙω … Ϲ— — — — — — — — — — — — — — — — — — — — — —

… Ι … νου … μενοι, ὡς ὑπολαμβάνουσιν οἱ Στωικοί. τὰ δὲ μέγιστα καὶ τῇ φύσει ἡμῶν ἐνκλήματα ἐπάγουσι, τὸ σῶμα ταπεινοῦντες— — — —. … Ι— — — — — — — — — —, καὶ τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν τι, καὶ τὸ φωνὰς ἱέναι, ἄνευ τοῦ σώματός γε ἀμήχανόν ἐστιν. τὰ οὖν σώματα δεῖ, φημί, τειμᾶσθαι. καιτ— — — — — — … … …

… αυτου— — — … νοεῖν σ— — … φητης αἰσθήσε— — — — —ποιωνε προεδρίαν Ι.Λ.ε — — — — — — —εἶναι … ἑαυτ προσην … ταυτα … ουμεν … πεντ …

— — — — — — — — — — — — — — — — — — — — — —α … — — — — — —κελ— … Γε — — — — — —ΙΙη … μεΝ — — — — — — — —τοὺς λόγους τούτους περὶ … εν … κεν … προσ … ο … …

… Ι Ο … Ι … Ιεσθα … Ι ουντα … ἄγειν τινά κατὰ τοῦτο … ηστα οὐκο … ταῦτα

οὐ τοῦ γέροντος— — — σα … εικως πα … τοῦτον δυΓ … καὶ οὐκέτι— — — —ἡδονῆς. διὰ τοῦτο οὖν

… .. … ΣμεΙ … τοιόσδε … ΙΙν χορός

… ἀλλʼ οὖν γε … ηση παννυχ

… μια. … — … .— — — — — — — … ῳναιδ … — … ΙΙηΣ. ἐξαρπάζειν τῶν φόβων διὰ σπουδῆς— — ον, ἂν μὴ προφυλαττ— —

… Ι … ε … Ιτεου … αλων … σθαι μη … ατου χρο— … ην ἐχου— .. … τησεν … καταπ. … οὐ γὰρ Ι … βιοῦμεν— — — — — —τοιόνδε κα …

… οΙΙ … ος προσ … αλειν ἡμ … αι τῷ Ὁμήρῳ τὸ γὰρ δύειν πιΕ …

… αι προσ … χρησεσ … ν ἐπιβ— — — — — — —δύναμιν ε … ας ὑπο …

— — — — — —. … … συνπλΙ … νων τοῖς Ϲ … Ινειτε Λϲ … ειτετετ. … προσαφων …

… σέλθοι. Ἐπίκουρος οὖν ὁμολογεῖ τάδε· οὐ τοίνυν φησὶ τὸν εὐδαίμονα αν … μ. … ἀλλὰ Δημόκριτος ὁ Ἀβδηρείτης

— — … αΙ … σ … τ α … — — … …

… ειν. … οτο. … ονη. … κεινη— ειν … Γ … ρ … τ … ΙΛ …

… α— … .— — … Ια … ν— — — — — — — — — … — — — — — —ΟΙ … ν. … — — — — — — — — — — — — — … — — — — — — — — — — — — — — … — — — — — — — — — — — — — — — — — — — — — νοις. … καὶ ῥᾳδίως πάντα κατὰ πάθη καὶ αἰσθήσεις κρίνει σοφὸς ἀνὴρ ΙΝ … Λ …

— — — — — — — — — — — — ουΙ— — — — — — — — — — . … επιν— … ο … τοδε. — — — — — — — — — — — — ΙΤΛ … υΙμΣ … Ι … α … — — — — — — — — — — — — — — — — — — — — —ἀλλʼ ἔχει … Λυ … Λ …

οὐκ ἔστι αις ζῆν … δοις …

φα … . …