ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Αʹ.
Τὸ προοίμιον ἀπὸ συγκρίσεως.
Ἄριστον μὲν ὕδωρ ἐστὶ τῶν ἄλλων στοιχείων πυρός, ἀέρος, γῆς. —Ἄριστον μὲν ὕδωρ Ἐπὶ τῆς αὐτῆς ἐννοίας ἐστὶ καὶ τὰ πρὸς τῷ τέλει τοῦ Γʹ τῶν Ὀλυμπίων εἴδουςΕἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων Δὲ χρυσὸς αἰδοιέστατον. —Ἄριστον μὲν ὕδωρ Τὸ ἄριστον ὑπερθετικὸν ὄνομα ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ· τὸ δὲ ἀρείων παρὰ τὸ ἄρης, ὁ πόλεμος ......., ὁ ἐν πολέμοις ἰσχυρός· καταχρηστικῶς δὲ καὶ ὁ ἐν οἱῳδήποτε πράγματι ὑπερτερῶν καὶ τοὺς ἄλλους ὑπερβάλλων ... Ἄριστος, ἐπὶ σώματος· βέλτιστος, ἐπὶ ψυχῆς, τὸ α βραχύ· ἄριστον δὲ, τὸ γεῦμα, μακρόν. —Ὕδωρ Ὕδωρ ἐστὶ στοιχεῖον κατωφερές, ψυχρόν, ὑγρόν, θρεπτικόν, παρὰ τὸ ὕω, τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ δ ὕδωρ· τὸ υ παρὰ μὲν τοῖς ἄλλοις ποιηταῖς ἐστι μακρόν, παρὰ δὲ τοῖς τραγικοῖς βραχύ, ὡς τὸ ἀνὴρ καὶ ἕτερα. Καὶ ἐνταῦθα τὸ υ βραχύ ἐστι.
Χρυσὸς Περιφανής ἐστι δηλαδή. —Χρυσὸς χρυσὸς λέγεται παρὰ τὸ ῥύω, ῥύσω, ῥυσὸς καὶ πλεονασμῷ τοῦ χ χρυσός. Ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Καὶ Κολοφώνιος χρυσὸς λέγεται ὁ κάλλιστος χρυσός· καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. —Αἰθόμενον πῦρ Λάμπον ἐν νυκτί· ἐνταῦθα συνάπτεται τὸ νυκτί. —Αἰθόμενον πῦρ Τὸ γὰρ νύκτωρ αἰθόμενον πῦρ λαμπρότερόν ἐστι τοῦ μεθʼ ἡμέραν καιομένου πυρός.
Ἅτε Καθά. —Διαπρέπει Διαλάμπει, ἤγουν διὰ πάντων τούτων πρέπει. —Νυκτὶ Νυκτί· παρὰ τὸ νύσσω, νύξω, νύξ, ἡ νύσσουσα καὶ κάμπτουσα ἡμᾶς πρὸς ὕπνον· ἢ παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ πλήξω, διὰ τὸ νύσσεσθαι καὶ προσπαίειν τοῖς ἐνεργοῦσί τι ἐν σκότει. Κλίνεται νυκτός. Ὁ κανών· Πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ μέλλοντος, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος· καὶ ποῖόν ἐστι τοῦ παρακειμένου; τὸ χ, καὶ γίνεται νυχός· πλεονάζει γὰρ τὸ τ ἐν πολλαῖς λέξεσιν, ὡς τὸ ἄναξ, ἄναχος καὶ ἄνακτος· καὶ ἐπεὶ ψιλὸν ψιλοῦ καὶ δασὺ δασέος προηγεῖται, ἐτράπη τὸ χ εἰς κ, καὶ γέγονε νυκτός. Σημαίνει τέσσαρα· τὴν σωματοειδῆ θεὸν ὡς τὸΕἰ μὴ Νὺξ δμήτειρα θεῶν .......... καὶ τὴν παρʼ ἡμῖν νοουμένην ἐπὶ τῇ συνηθείᾳ, ὡς τὸΝὺξ δʼ ἥδʼ ἠὲ διαῤῥαίσει στρατὸν ἠὲ σαώσει. καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ Ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσιν· σημαίνει καὶ τὸν θάνατον καὶ σκοτασμὸν τῶν ὀφθαλμῶν, ὡς τὸΤὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. —Μεγάνορος Ἤγουν ὑπερηφάνειαν ἐμποιοῦντος. —Μεγάνορος Ἰσχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός. —Μεγάνορος Τοῦ τοὺς ἄνδρας μεγίστους ποιοῦντος. —Ἔξοχα Ἐξόχως. —Ἔξοχα Γενικὴν ἔσχε σύνταξιν διὰ τὴν τῆς λέξεως ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ ἔξοχα πλούτου, ἤγουν ὑπερβαλλόντως· αἱ δὲ ὑπερθέσεις φιλοῦσι τὴν γενικὴν σύνταξιν. —Πλούτου Πλοῦτός ἐστι κτῆσις χρημάτων τε καὶ κτημάτων, παρὰ τὸ πολὺς καὶ τὸ τω τὸ λαμβάνω καὶ δέχομαι, πολύουτος καὶ συγκοπῇ πλοῦτος· ἢ ὅτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις· ὅθεν καὶ ἩσίοδοςΔημήτηρ μὲν Πλοῦτον ἐγείνατο, .........
Σύνταξις: Τὸ ὕδωρ μέν, τὸ στοιχεῖον δηλονότι, ἄριστόν ἐστιν, ἤγουν κράτιστον καὶ χρησιμώτατον, παρὸ εἰσὶ τὰ λοιπὰ τρία στοιχεῖα, πῦρ, ἀὴρ καὶ γῆ. Ὁ χρυσὸς δὲ διαπρέπει καὶ διαλάμπει ἔξοχα καὶ διαφερόντως ..... τοῦ πλούτου τοῦ μεγάνορος, ἤγουν τοῦ μεγάλα δυναμένου, ἢ, κατὰ μετωνυμίαν, τοῦ ἰσχυροποιοῦντος καὶ μεγαλύνοντος τοὺς ἔχοντας αὐτὸν ἀνθρώπους· ἅτε καὶ καθὰ πῦρ αἰθόμενον καὶ καιόμενον νυκτί, ἀντὶ τοῦ νύκτωρ καὶ ἐν καιρῷ νυκτός· ὅπερ λαμπρότερόν ἐστι τοῦ μεθʼ ἡμέραν καιομένου πυρός.
Ἄεθλα Ἀγῶνας. —Ἄεθλα Ἄεθλος καὶ ἄεθλον διαφέρει. Ἀρσενικῶς γὰρ τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ· οἷονΟὗτος μὲν δὴ ἄεθλος ἀάατος ........ οὐδετέρως δὲ τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον ἔπαθλον· οἷονΝηῶν δʼ ἀφῄρηταί τʼ ἄεθλα λέβητάς τε τρίποδάς τε. Καὶ ἀπὸ τούτου ἀεθλεύειν, τὸ ἀγωνίζεσθαι. Γίνεται δὲ ἡ λέξις, κατὰ τοὺς παλαιούς, ἀπὸ τοῦ ἐθέλειν, ἐπιτάσει τοῦ α. αἱρετὸν γὰρ καὶ θελητὸν ὁ ἄεθλος καὶ τὸ ἄεθλον. Ἐνταῦθα δὲ ἄεθλά φησι τοὺς ἀγῶνας. —Γαρύεν Φωνεῖν, ἀντὶ ὑμνεῖν.
Ἔλδεαι Ἐπιθυμεῖς, ἐθέλεις. —Ἔλδεαι Ἔλδω, καὶ ἀπὸ τούτου ἔλδομαι, τὸ ἐπιθυμῶ, τὸ γʹ ἔλδεται, ἀποβολῇ τοῦ τ ἰωνικῶς ἔλδεαι ἀντὶ τοῦ ἔλδῃ καὶ ἐπιθυμεῖς. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ ἕλκω, κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ ἐκεῖ ἕλκεται· ἢ παρὰ τὸ θέλω, τοῦ θ τραπέντος εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης· οἷον θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· ἢ παρὰ τὸ ἕλω, τὸ προκρίνω· δῆλον γὰρ ὡς ἕλοιτο ἄν τις τὸ ἐπιθυμητόν. Εἰ δὲ δασύνεται τὸ ἑλεῖν ψιλοῦται δὲ τὸ ἔλδεσθαι, αἴτιον ἡ τοῦ δ ἐπένθεσις. —Φίλον ἦτορ Ὦ φίλη ψυχή, προσφιλὴς ἐμοὶ ψυχή. —Φίλον ἦτορ Ἦτορ ἡ ψυχή, παρὰ τὸ ἄω, τὸ πνέω· καὶ γὰρ πνεῦμα λέγεται ἡ ψυχή, ὡς ἐν τοῖς θείοις Εὐαγγελίοις «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ, διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος.
Μηκέθʼ ἁλίου σκόπει Ἤγουν μὴ ζήτει ἰδεῖν. — Ἁλίου Ἥλιος, παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος.
Θαλπνότερον Φλογωδέστερον, λαμπρότερον, θερμότερον.
Ἐν ἁμέρᾳ Φερόμενον δηλ. μὴ ὑπὸ νεφελῶν κρυπτόμενον. —Φαεινὸν Λαμπρόν. Τοιαύτη γὰρ ἡ τῶν ἄστρων φύσις. —Ἄστρον ἀντὶ ἀστέρα.
Ἐρήμας διʼ αἰθέρος Μὴ ὑπό τινων οἰκουμένου ἀέρος. —Ἐρήμας διʼ αἰθέρος Ἐν γὰρ τῷ ἀέρι, φησὶν ὁ Τζέτζης, συνίσταται, κατὰ Ἀριστοτέλη καὶ πάντας σοφοὺς, τά τε νέφη καὶ αἱ καταιγίδες καὶ τὰ πνεύματα· ὁ δὲ αἰθὴρ ἔρημος τούτων ἁπάντων καθέστηκεν. —Αἰθὴρ Ἐνταῦθα θηλυκῶς κεῖται, καθʼ ὁμοιότητα τῆς ἠέρος. Αἰθὴρ ὁ οὐρανὸς κατὰ τὴν κοινὴν φράσιν· ὅθεν ὕπαιθρον τὸ μὴ ἐστεγασμένον. Εἴρηται δὲ παρὰ τὸ ἀεὶ θεῖν, ὥς φησιν Ἀριστοτέλης περὶ Κυρηναίων. — Διʼ αἰθέρος Καὶ Σοφοκλῆς Οἰδίποδι τυράννῳ ............ οὐρανίαν διʼ αἰθέρα ............ θηλυκῶς.
Ὀλυμπίας ἀγῶνα Τοῦ Ὀλυμπιακοῦ ἀγῶνος.
Φέρτερον Κρείττονα· ὅτι ἔξοχος τῶν ἄλλων τῶν Ὀλυμπίων ὁ ἀγών. —Αὐδάσομεν Λέξομεν.
Ἀμφιβάλλεται Κοσμεῖται.
Σοφῶν μητίεσι Σοφοὺς ἐνταῦθα τοὺς ποιητάς φησιν, οὓς ὁ αὐτὸς ἄλλοθι σοφιστὰς λέγει........... Μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι· καὶ σοφίαν τὴν ποίησίν φησιν ὁ αὐτὸς ἐν τῷ τέλει τοῦ ὕμνου .......... πρόφαντον σοφίαν καθʼ Ἕλ-λανας ἐόντα παντᾶ. —Μητίεσι Ταῖς διανοίαις. —Μητίεσι Μῆτις ἡ σύνεσις, ἡ τέχνη καὶ ἡ βουλή· ὅθεν καὶ μητιέτης ................ ... Γίνεται παρὰ τὸ μήδω τὸ βουλεύομαι, μέλλων μήσω, μῆσις καὶ μεταθέσει τοῦ σ .... μῆτις. —Κελαδεῖν Ἀκύρως· ἐπὶ γὰρ ἀνέμων καὶ θαλάσσης καὶ ποταμοῦ κυρίως τάττεται· κέλαδος γὰρ ὁ θορυβώδης ἦχος καὶ ἡ ταραχή. Ἐνταῦθα δὲ κεῖται τὸ κελαδεῖν ἀντὶ τοῦ ἀνυμνεῖν, καὶ καθαρᾷ τῇ φωνῇ ᾄδειν καὶ εὐφημεῖν, ὡς καὶ παρὰ τῷ Ἀριστοφάνει.......... ζαθέαις μολπαῖς κελαδεῖτε· ἤγουν ἀναβοᾶτε.
Ἱκομένοις Ἵκω, τὸ ἱκετεύω, καὶ παραγίνομαι· τὸ παθητικὸν ἵκομαι. Τὸ πάλαι δὲ οὕτως ἔλεγον· νῦν δʼ ἡ .. .. ἀφικνοῦμαι, τὸ ἔρχομαι.
Θεμιστεῖον ὃς ἀμφέπει Θεμιστεῖον σκᾶπτον· συνεκδοχικῶς τοῦτο ἐξενήνεκται, ἀπὸ τοῦ συμβόλου τὸ κύριον· θέλει γὰρ εἰπεῖν τὴν δικαιοτάτην βασιλείαν. Ταύτης γὰρ τὸ ἐπίσημόν ἐστι τὸ σκῆπτρον· ὅθεν καὶ σκηπτοῦχος, ὁ βασιλεύς. Τὸ δὲ ἀμφέπει ποιητικὸν ἀντὶ περιέπει, ἤγουν φυλάττει καὶ κυβερνᾷ καὶ ἐπισκοπῆς ἀξιοῖ.
Ἀγλαΐζεται Ἤγουν κοσμεῖται. —Ἀγλαΐζεται Τὸ ἀγλαΐζεται ἐκ τοῦ ἀγάλλεται, κατὰ παραγωγὴν καὶ ὑπέρθεσιν τοῦ ἀμεταβόλου.
Τράπεζαν Τράπεζα κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· τετράπεζα, τέσσαρας πέζας ἔχουσα· αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν.
Φόρμιγγα Φόρμιγξ ................ πρῶτον γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι. —Πασσάλου Πάσσαλον ...ωκε.....ρεμα... ὅπερ δεῖ· παρὰ τὸν πήσσω μέλλοντα.
Πίσας τε καὶ Φερενίκου Καὶ Φερενίκου χάρις περιφραστικῶς, ἀντὶ τοῦ, ἡ Πίσα καὶ ὁ Φερένικος. —Χάρις Ἡ δόξα. —Χάρις Χάρις ἡ θεά, καὶ τὴν αἰτιατικὴν ἔχει τρισύλλαβον, ἤγουν Χάριτα.......... Χαρίτων μίαν ὁπλοτεράων· καὶ τὴν δωρεὰν ἔτι σημαίνει..... ἐγὼ δὲ καί τοι ἰδέω χάριν ...... καὶ τὴν εὐπρέπειαν δηλοῖ, ὡς.......... κατέχευε χάριν κεφαλῇ καὶ ὤμω· καὶ τὴν ἡδονήν, ὡς ὅταν λέγωμεν: «τὴν τῶν λόγων χάριν.» Γίνεται δὲ παρὰ τὸ χαίρω, χαρῶ, χάρις.
Νόον Νόον τὴν διάνοιαν. Νοῦς ἐστιν ὅρασις ψυχῆς ἀσώματος πρὸς πάντα ἐκτεινομένη. Νοῦς πρᾶγμα ἄδηλον, ἀδήλως ἄδηλα περιαθροῦν· τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, ὅπερ ὀφθαλμὸς ἐν σώματι. Εἴρηται δὲ παρὰ τὸ νέεσθαι τὸ πορεύεσθαι, ὁ πάντοτε ἐν ἡμῖν κινούμενος· οὐδὲν γὰρ νοὸς ὁρμητικώτερον. Καὶ ὍμηροςὩς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος ..........
Ἔθηκε Ἔθηκεν, ἤγουν ἐπέθηκεν. Ὤφειλεν εἶναι ἔθησεν, ἀλλὰ ὁ κανών φησιν: Ὁ ἀόριστος πρῶτος ἐνεργητικός, εἴτε ἀπὸ βαρυτόνων ῥημάτων παράγεται, εἴτε ἀπὸ περισπωμένων, εἴτε ἀπὸ τῶν εἰς μι, ἀεὶ γίνεται ἀπὸ τοῦ μέλλοντος, τροπῇ τοῦ ω εἰς α, καὶ προσλήψει κατὰ τὴν ἀρχὴν τῆς αὐξήσεως, συλλαβικῆς ἢ χρονικῆς, καὶ ἀεὶ φυλάττει τὸ τοῦ μέλλοντος σύμφωνον· οἷον: τύψω, ἔτυψα, λέξω ἔλεξα, πείσω ἔπεισα, φανῶ ἔφηνα, χωρὶς τοῦ εἶπα ἀπὸ τοῦ ἕπω, ἤνεγκα ἀπὸ τοῦ ἐνέγκω, ἔθηκα ἀπὸ τοῦ τίθημι, ἔδωκα ἀπὸ τοῦ δίδωμι, καὶ ἧκα ἀπὸ τοῦ ἵημι, τὸ πέμπω· ἀντὶ τοῦ ἧψα, ἤνεγξα, ἔθησα, ἔδωσα, ἧσα. —Φροντίσιν Φροντὶς λέγεται ἐκ τοῦ φέρω, φορτίς, ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς. Δίκην γὰρ φόρτου ἔγκειται ἡ φροντὶς τῇ ψυχῇ· ἢ παρὰ τὸ τὰς φρένας τίειν· οἱ γὰρ φροντίδας ἔχοντες τὰς φρένας τιμωροῦνται. —Φροντίσιν Ταῖς τῶν ἐγκωμίων καὶ τῆς ποιήσεως.
Παρʼ Ἀλφεῷ Ἐν Ὀλυμπίᾳ· ἀπὸ γὰρ τοῦ ποταμοῦ τὸ χωρίον ἀκουστέον. —Παρʼ Ἀλφεῷ ... σημαίνει τὸ ὃ ἄρθρον, προτακτικὸν καὶ ὑποτακτικόν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀντὶ τοῦ οὗτος, ὡς τὸ .......... ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τό: Ὃ μὲν οὔτι τόσον τελέθει κακὸν ἔνδοθι μίμνον: καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸΛεύσσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. καὶ ἀντὶ τοῦ διότι, ὡς τὸΤοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις· ἐνταῦθα δὲ κεῖται ἀντὶ τοῦ ὅστις, ὁ Φερένικος. —Παρʼ Ἀλφεῷ Ἀλφειὸς ποταμὸς ἐν Ἤλιδι, ἢ ἀρκαδικῆς πόλεως. Καλεῖται δέ, κατὰ τὸν γεωγράφον, ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας, ἤγουν παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν, ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Τὸ φε συνεστάλη διὰ τὸ μέτρον, ἐλλείψει τοῦ ι· τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα ἐπὶ ποταμῶν ὀξύτονα ὄντα δίφθογγον ἔχει, οἷον Πηνειός, Σπερχειός, Ἀλφειός· κεῖται ὀξύτονα διὰ τὸ μήνι .... .... τοῦ ι· τρισύλλαβα δὲ διὰ τὸ ........ —Σύτο ὥρμα· —Δέμας Δέμας, τὸ σῶμα, παρὰ τὸ δέω, τὸ δεσμεύω· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· ἢ παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ· οἰκοδόμημα γάρ ἐστι τῆς ψυχῆς καὶ οἰκητήριον· τὸ ας βραχύ. Τὰ εἰς ας οὐδέτερα συστέλλονται πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν ὀνομάτων· καὶ εἰ μὲν ὦσι καθαρά, ἢ ἔχει πρὸ τοῦ α τὸ ρ, ἐπιδέχεται κλίσιν· εἰ δὲ μή, οὐ κλίνεται ...... ........ῶν παραληγομένων τῷ λ· οἷον: ἅλας ἅλατος, ἐρυσίπελας ἐρυσιπέλατος .....
Προσέμιξε Συνέζευξεν.
Κλέος Παρὰ τὸ κλεΐζειν τὸ φημίζειν, ἢ παρὰ τὸ κλύεσθαι, τὸ ἀκούεσθαι, ἡ ἐξακουομένη φήμη, ἢ παρὰ τὸ καλῶ ........ ἑαυτούς. Καὶ δόξα μέν ἐστιν ὁ ἀπὸ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ ἀπὸ τῶν ...... ἐνταῦθα στάσιν δηλοῖ καὶ λαμβάνεται ἀντὶ τοῦ ...... —Λυδοῦ Λυδοῦ Πέλοπος ἀποικίαν περιφραστικῶς τὴν Πελοπόννησον.
Γαιάοχος Ἐπίθετον Ποσειδῶνος, ἤγουν ὁ τὴν γῆν συνέχων· περιλαμβάνει γὰρ αὐτὴν ὁ Ὠκεανὸς .... ὁ ὀχῶν καὶ βαστάζων αὐτήν. Φασὶ γὰρ αὐτὴν ἐφʼ ὕδατος ἐστηρίχθαι· ὅθεν ὁ αὐτὸς ἐννοσίχθων καὶ ἐννοσίγαιος λέγεται, ἤγουν ὁ κινῶν τὴν γῆν· οἱ γὰρ φυσικοὶ ἀπὸ τῶν ὑδάτων γίνεσθαι τοὺς σεισμούς φασιν· ἢ παρὰ τὸ τοῖς ὄχοις γαίειν, ἤγουν τοῖς ἅρμασι χαίρειν· ἵππιος γὰρ ὁ θεός.
Λέβητος Λέβης σημαίνει δʹ· ἐπὶ μὲν τοῦ παρʼ ἡμῖν λεγομένου χέρνιβοςΧέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Καλῇ, χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος· ἐπὶ δὲ τῆς λεκάνης.......... γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα Τῷ πόδας ἐξαπένιζεν .......... ἐπὶ δὲ τοῦ ἡμῖν συνήθουςὩς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος .......... ἐπὶ δὲ τῶν ἀναθηματικῶνΑἴθωνας δὲ λέβητας ἐείκοσι, .......... —Ἔξελεν Ἐξέβαλεν, ἀφείλετο. Ἐξελέσθαι σημαίνει καὶ τὸ σῶσαι.
Ἐλέφαντι Ἤγουν ἐλεφαντίνῳ ὀστῷ, τῷ τοῦ ὅλου ὀνόματι ὀνομάζων τὸ μέρος, ᾧ τρόπῳ καὶ βοῦς, τὸ δέρμα, ἡ βύρσα δηλαδή· καὶ ὍμηροςὩς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ· ἀντὶ ἐλεφάντινον ὀστοῦν τῷ φοινικῷ χρώματι βάψῃ. —Φαίδιμος Ἀπὸ τοῦ φαίνω φαινός, ὁ φωτεινός· ὅθεν φαίνιμος καὶ φαίδιμος, ὁ λαμπρός.
Κεκασμένον Ἤγουν κεκαλλωπισμένον ἀπὸ τοῦ καίω, τὸ κοσμῶ, κάσω, κέκακα, κέκασμαι, κεκασμένος.
Δεδαιδαλμένοι Ἤγουν κεκοσμημένοι ἀπὸ τοῦ δαιδάλλω· τοῦτο ἀπὸ Δαιδάλου τοῦ Κρητός, τοῦ ποικίλλοντος τὰ ἴδια ἔργα· ἢ ἀπὸ Δαιδάλης, Ἀθηναίας μάμμης ἢ τροφοῦ. Πᾶν δὲ τὸ ὑπὸ τῆς παρθένου δημιουργούμενον ἐπʼ αὐτὴν ἀναφέρεται· καὶ δαιδάλματα τὰ ποικίλα κατασκευάσματα, τὰ ἐκ δαήσεως καὶ ἐμπειρίας ὄντα· ἐκ τοῦ δαίω γὰρ τοῦ σημαίνοντος τὸ ἐπίσταμαι ἡ λέξις.
Μείλιχα Μείλιχος ὁ ἡδὺς καὶ εὐφραντὸς παρὰ τὸ μέλι, ὥς τινές φασιν, ἢ ἀπὸ τοῦ μέλος μελικός, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀναβιβασμῷ τοῦ τόνου, καὶ πλεονασμῷ τοῦ ἰῶτα μείλιχος ......... ἐπὶ καλοῦ, ἔλεγχος ἐπὶ κακοῦ μόνον.
Ἐπιφέροισα Ἐπάγουσα. —Τιμὰν Ἀξίωσιν καὶ σεμνότητα.
Ἐμήσατο Παρέπεισε δικαίως. —Πιστὸν Ἀληθὲς καὶ ἀξιόπιστον.
Ἐς ἔρανον Ἔρανος ἡ εὐωχία παρὰ τὸ συνερᾶσθαι καὶ συνεισφέρειν τι τοῖς φίλοις καὶ εὐωχεῖσθαι. Ἔρανος καὶ ἡ ἀνταπόδοσις, ἡ ἀντίχαρις, Ἰσοκράτης ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ περὶ τοῦ Θησέως διεξιών φησι: «Καὶ τοσαύτην χάριν ἔσχε Πειρίθῳ, τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε, βουληθέντος αὐτοῦ μνηστεῦσαι κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὴν εἰς ᾅδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τʼ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης, ὅμως αὐτῷ συνηκολούθησε, νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταττομένων».
Ζέοισαν Ἐμβεβλήκασι δηλαδή·
Κατὰ μέλη Ἤγουν μεληδόν.
Δεύτατα Ἤγουν δεύτερα.
Ἀκέρδεια Ζημία καὶ βλάβη. —Λέλογχεν Ἤγουν ἐκδέχεται.
Σκοποὶ Δεσπόται.
Καταπέψαι Κατασχεῖν.
Κόρῳ δʼ ἕλεν Ἤγουν ἐπεσπάσατο.
Ἄταν ὑπέροπλον Ἤγουν ὑπερμεγέθη βλάβην καὶ συμφοράν.
Ἀλᾶται Ἤγουν ἀποτυγχάνει.
Πάλιν Ἤγουν ὀπίσω.
Ἀνεφρόντισεν Ἤγουν διενοήσατο καὶ ἐνεθυμήθη, ἢ ἐβουλεύσατο.
Ἐν σκότῳ Ἀφανείᾳ καὶ ἀδοξίᾳ.
Καθήμενος Διάγων. —Μάταν Ἤγουν εἰς κενὸν καὶ μηδὲν ἄξιον λόγου ἐπιδεικνύμενος.
Πρᾶξιν Ἔκβασιν. —Πρᾶξιν Τὸ τέλος καὶ κατόρθωσιν· ὅθεν καὶ ἄπρακτος ὁ μηδὲν κατορθώσας.
Οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσσι Οὐδʼ οὖν ἀπράκτοις καὶ μηδὲν κατορθοῦσι καὶ ἐνεργοῦσι λόγοις ἥψατο τοῦ Ποσειδῶνος. Τὸ γὰρ ἅπτεσθαί τινος λόγοις καὶ τὸ καθάπτεσθαι, ὡς παρʼ Ὁμήρῳ, καὶ τὸ ἐφάπτεσθαι ὡς ἐνταῦθα, ἐπὶ τοῦ ὁμιλεῖν καὶ λαλεῖν τινι λαμβάνεται· ἐπεὶ καὶ ἅπτεσθαί τινων, οὐ μόνον σωματικῶς, ἀλλὰ καὶ λόγοις λεγόμεθα· ἢ ἐφάψατο, ἀντὶ τοῦ ἐνεχείρισεν. —Ἐφάψατʼ Τὸ ἐφάπτεσθαι ὁ Πίνδαρος πολλάκις δοτικῇ συντάττει, ὡς καὶ ἐν ΠυθιονίκαιςὍσαις δὲ βρότεον ἔθνος Ἀγλαΐαις ἁπτόμεσθα, ὁμοίως καὶ τὸ ψαύειν· καὶ ἐν ἸσθμίοιςἘσχάταισιν οἴκοθεν στά-λαισιν ἅπτονθʼ Ἡρακλείαις.
Ἐν πτεροῖσίν τʼ ἀκάμαντας ἵππους Τουτέστιν οὐ κάμνοντας ἐν τοῖς δρόμοις. Κατὰ παράχρησιν μὲν τὸ πτεροῖσι, πρὸς μείζονα δὲ ἔμφασιν κεῖται τῆς τῶν ἵππων γοργότητος. Τοῖς πτεροῖσιν οὖν, ἀντὶ τοῦ τοῖς ποσὶ, καὶ τῇ τούτων κουφότητι, καὶ τῇ τῶν δρόμων ταχυτῆτι· διὰ τῶν πτερῶν μὲν γὰρ ταῖς ὄρνισιν εἰς τάχος ὁ δρόμος ἀνύεται, τοῖς δὲ ἵπποις διὰ τῶν ποδῶν. —Ἐν πτεροῖσιν Συνεκδοχικῶς ἀπὸ τῶν παρεπομένων τὴν πρᾶξιν παριστῶσα· ἀπὸ γὰρ τῶν πτερῶν, ἤγουν τῶν ποδῶν, τὴν τούτων ἐνέργειαν δηλοῖ, ἤγουν τὸν δρόμον.
Ἕλεν δʼ Οἰνομάου βίαν Ἀντὶ τοῦ καθεῖλεν, ἤγουν κατέλυσε καὶ ἐδάμασε τὴν τοῦ Οἰνομάου βιαίαν καὶ δύναμιν· ἢ ἕλεν, ἀντὶ τοῦ ἀνεῖλεν, ἤγουν διέφθειρε καὶ ἐφόνευσε. Βίαν δὲ Οἰνομάου, περιφραστικῶς τὸν Οἰνόμαον, ὡς τὸ παρʼ ἩσιόδῳΤὸν πρότερος προσέειπε βίη Ἡρακληείη.
Παρθένον τε σύνευνον Καὶ τὴν παρθένον τὴν Ἱπποδάμειαν δηλονότι ἕλεν, ἀντὶ τοῦ ἤγαγε καὶ ἔλαβε σύνευνον καὶ γυναῖκα. Τὸ δὲ ἕλεν ἐνταῦθα ἀπὸ κοινοῦ μέν, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον δέ· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ ὍμηροςἜνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω. Τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν· ἀλλʼ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον, ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν.
Μεμαλότας Ἤγουν προσκειμένους καὶ προσέχοντας.
Ἐν δρόμοις Ἀντὶ τοῦ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔδραμε Πέλοψ, ἤγουν ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπιακῷ καὶ τῇ Ὀλυμπίᾳ.
Ἐρίζεται Ἤγουν διʼ ἔριδος καὶ ἁμίλλης ἐξετάζεται.
Σοφίαν Σοφίαν ἐνταῦθά φησι τὴν ποίησιν, ὡς ἐν Νεμεονίκαις ὁ αὐτός φησι.......... Σοφία δὲ Κλέπτει παράγοισα μύθους.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Βʹ.
Ἀέθλων τε κορυφὰν Ἤγουν τὸν ἀκρότατον τῶν ἀγώνων, τὸν ἐν Ὀλυμπίᾳ κατὰ τὸΜηδʼ Ὀλυμπίας ἀγῶνα Φέρτερον αὐδάσομεν.
Κόμισον Σῶσον καὶ διαφύλαξον· ὅθεν καὶ διακομίζεσθαι τὸ διασώζεσθαι ἐκ κινδύνου τινός, παρὰ Θουκυδίδῃ.
Πεπραγμένων Ἤγουν συμβάντων.
Παλίγκοτον Ἀντὶ τοῦ παλιγκότως καὶ ἐκ μεταβολῆς.
Φρένες Αἱ γνῶμαι.
Ὀκχέοντι Συνίζησις.
Ἐς τρὶς Ἀντὶ τοῦ διὰ παντός· τέλειος γὰρ ἀριθμὸς ὁ τρεῖς.
Ὅρμοισι τῶν χέρας Κατʼ ἀντιστροφὴν ὁ λόγος, ἀντὶ τοῦ, ἀφʼ ὧν ὅρμους καὶ στεφάνους ἀναπλέκουσι ταῖς αὑτῶν χερσί.
Ἔσφαλεν Ἤγουν σφαλῆναι καὶ πεσεῖν ἐποίησε, τουτέστιν ἐφόνευσεν.
Ἔπεχε νῦν σκοπῷ τόξον Ἤγουν ἴθυνε τὸ τόξον κατὰ τοῦ σκοποῦ, ἤγουν τὸν λόγον.
Εὐκλέας ὀϊστοὺς Ἤγουν τοὺς ἐπαίνους. —Εὐκλέας ὀϊστοὺς Τροπικῶς τοὺς ἐγκωμιαστικοὺς λόγους. Τὸν αὐτὸν τρόπον εἴρηκε καὶ ἐν τῷ Θʹ. Εἴδει τῶν Ὀλυμπίων ἐν τῷΠτερόεντα δʼ ἵει γλυκὺν Πυθῶνά δʼ ὀϊστόν. ἀντὶ τοῦ, λόγον ἐγκωμιαστικόν.
Μᾶλλον εὐεργέταν ἤγουν εὐεργετικώτερον τῇ γνώμῃ καὶ ἐλευθεριώτερον ταῖς δόσεσι. Τὸ δὲ ἑκατὸν ἐτέων ἀντὶ ἐντὸς πολλῶν ἐτῶν κεῖται· ὁριστικὸς ἀριθμὸς ἀντὶ ἀορίστου.
Κόρος Ὕβρις μετὰ ἀδικίας.
Ἄλλως.
Σύνταξις. Τῶν ἔργων δὲ τῶν πεπραγμένων δικαίως καὶ ἀδίκως οὐδὲ ὁ χρόνος ὁ πατὴρ πάντων τῶν πραγμάτων δύναιτο ἂν ποιῆσαι τὸ τέλος ἀποίητον· τῶν δὲ κακῶν γένοιτο ἂν λήθη σὺν μακαρίῳ καὶ εὐδαίμονι θανάτῳ. Καὶ γὰρ ἡ βλάβη καὶ ἡ δυστυχία ἀποθνήσκει καταπονηθεῖσα ἐκ μεταβολῆς, ὁπόταν ἡ μοῖρα καὶ ἡ τύχη τοῦ θεοῦ πέμψῃ πλοῦτον ὑψηλὸν ἀπομακράν. Ὁ λόγος δὲ οὗτος ἀκολουθεῖ καὶ ἁρμόζει ταῖς θυγατράσι τοῦ Κάδμου ταῖς καθεζομέναις εἰς περιφανεῖς καὶ λαμπροὺς θρόνους, αἵτινες ἔπαθον συμφορὰς μεγάλας. Τὸ πένθος δὲ τὸ μέγα πίπτει καὶ ἀφανίζεται τῆς μνήμης ὑπὸ τῶν ἀγαθῶν τῶν ἐπικρατεστέρων. Ἡ δὲ Σεμέλη ἡ τεταμένας ἔχουσα τὰς τρίχας, ἡ ἀποθανοῦσα τῷ κτύπῳ τοῦ κεραυνοῦ, ζῇ ἐν τοῖς θεοῖς τοῖς τὸν Ὄλυμπον οἰκοῦσιν· ἡ Παλλὰς δέ, ἤγουν ἡ Ἀθηνᾶ, φιλεῖ αὐτὴν διαπαντός· καὶ ὁ Ζεὺς ὁ πατὴρ πάντων φιλεῖ αὐτὴν κατὰ πολύ· φιλεῖ δὲ καὶ ὁ παῖς αὐτῆς ὁ φέρων τὸν κισσόν, ἤγουν ὁ Διόνυσος — ᾧ ἐστιν ὁ κισσὸς ἀφιερωμένος. Φασὶ δὲ διάγειν ζωὴν μὴ ἔχουσαν τέλος περὶ ὅλον τὸν χρόνον τῇ θεᾷ τῇ τῇ Λευκοθέᾳ καὶ ἐν τῇ θαλάσσῃ σὺν ταῖς θυγατράσι ταῖς θαλασσίαις τοῦ Νηρῆος.
Σύνταξις. Ὄντως καὶ κατὰ ἀλήθειαν οὐδαμῶς ἐστι φανερὸν τὸ τέλος τοῦ θανάτου τῶν ἀνθρώπων, οὐδὲ διακεκριμένον ὑπάρχει ὁπόταν ἡμεῖς τελευτήσωμεν ἡμέραν τὴν παῖδα τοῦ ἡλίου ἥσυχον σὺν ἀγαθῷ ἀβλαβεῖ καὶ ..... στῳ. Τὰ ῥεύματα δὲ ἄλλοτε ἄλλα ἔρχονται εἰς τοὺς ἀνθρώπους, δηλονότι καὶ μετὰ τέρψεων καὶ πόνων τε καὶ μόχθων. οὕτω δὲ καὶ ἡ μοῖρα, ἤτοι ἡ τύχη, ἥτις ἔχει τήνδε τὴν πατρῴαν καὶ εὐφραντικὴν εὐδαιμονίαν ὄλβῳ τε θεοπέμπτῳ, ἤγουν εὐδαιμονίᾳ παρὰ θεοῦ ὡρμημένῃ, καὶ ἐπάγει καὶ κομίζει βλάβην ἥντινα ἄλλῳ χρόνῳ ἀντεστραμμένην· ἀφʼ οὗπερ χρόνου υἱὸς ὁ μόριμος, ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος, ἤγουν ὁ Οἰδίπους, ἀπέκτεινε τὸν Λάϊον τὸν αὑτοῦ πατέρα. Καὶ γὰρ τὸ μαντευθὲν ἐν τῷ χρηστηρίῳ τοῦ Ἀπόλλωνος, τὸ ἔκπαλαι λελεγμένον ἐπλήρωσεν. Ἰδοῦσα δὲ ὀξεῖα ἡ Ἐριννύς, ἡ ἔφορος τῶν ἀδικουμένων θεά, φονευθῆναι ἐποίησε τὸ γένος αὐτοῦ τὸ πολεμικὸν καὶ γενναῖον, τοὺς υἱοὺς αὐτοῦ δηλαδὴ τὸν Πολυνείκη καὶ Ἐτερόκλη διʼ ἀλληλοφονίας· ὑπελείφθη δὲ ὁ Θέρσανδρος ζώπυρον τοῦ Πολυνείκους, τιμώμενον ἐν μάχαις τοῦ πολέμου καὶ ἐν ἀγῶσι νέοις, ἄνθος τῆς Ἀδραστίδος, βοηθὸς τοῖς οἴκοις· ἀφʼ οὗ Θερσάνδρου τὸν υἱὸν τοῦ Αἰνησιδάμου, τὸν νῦν ἐγκωμιαζόμενον, ἔχοντα τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τοῦ σπέρματος προσῆκόν ἐστιν ἀξιωθῆναι ἐγκωμίων καὶ λυρικῶν μελῶν. Αὐτὸς μὲν γὰρ ὁ Θήρων ἐδέξατο γέρας καὶ ἆθλον ἐν Ὀλυμπίᾳ· ἐν τῷ Πυθιακῷ δὲ καὶ Ἰσθμιακῷ ἀγῶνι αἱ κοιναὶ χάριτες τῶν ἁρμάτων τῶν τεθρίππων, τῶν δώδεκα δρόμους ποιούντων, ἤνεγκαν ἄνθη εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν αὐτόκληρον ὄντα. Τὸ δὲ ἐπιτυχεῖν δοκιμάζοντα τοῦ ἀγῶνος ἀπολύει καὶ ἐλευθεροῖ ἀλγεινῶν καὶ ἐναντίων πραγμάτων. Ὁ μὲν πλοῦτος ὁ πεποικιλμένος τε καὶ ἐστολισμένος ταῖς ἀρεταῖς φέρει καὶ ὑπομένει τὸν καιρὸν καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, παρέχων καὶ διδοὺς διάνοιαν συνετὴν καὶ ἀγρευτικὴν τῶν πραγμάτων, ἀστὴρ ὑπάρχων λαμπρὸς καὶ φῶς ἀληθινὸν τῷ ἀνδρί· τουτέστιν ὁ μετὰ ἀρετῆς πλοῦτος ὡς ἀστήρ ἐστιν ἔκδηλος καὶ ἀληθινὸν φῶς τοῖς ἀνθρώποις. Εἰ δὲ ἔχει τις τὸν πλοῦτον, γινώσκει τὰ μέλλοντα, ὅτι αἱ φρένες αἱ ἀδιόρθωτοι ἐνταῦθα ἔδωκαν δίκην. Τὰ δὲ ἁρμαρτήματα ἐν τῇδε τῇ ἀρχῇ τοῦ Διός, ἤτοι ἐν τῷ κόσμῳ, τίς θῇ ὑπὸ τὴν γῆν διδοὺς ἀπόφασιν ἀνάγκης, ἐχθρᾶς δηλονότι τοῖς κολαζομένοις.
Σύνταξις. Οἱ ἄνθρωποι δὲ οἱ ἀγαθοὶ καὶ ἐνάρετοι ἔχοντες τὸν ἥλιον διαπαντὸς ὅμοιον, καὶ ἐν ταῖς νυξὶν ὅμοιον καὶ ἐν ταῖς ἡμέραις διάγουσι βίον ἄλυπον, οὐ ταράσσοντες τὴν γῆν τῇ ἰσχύϊ τῶν χειρῶν, οὐδὲ τὸ ὕδωρ τὸ θαλάσσιον, διὰ τὴν δίαιταν τὴν κενὴν καὶ τὴν ματαίαν· ἀλλʼ ἐκεῖνοι μὲν οἱ ἄνθρωποι, οἵτινες ἔχαιρον ταῖς εὐορκίαις, ἤτοι τοῖς ἀγαθοῖς τρόποις καὶ ἤθεσι, διάγουσιν αἰῶνα ἄλυπον. Οἱ δὲ εἴ .., δηλονότι οἱ κακοὶ ὑπομένουσι κόπον μέγαν. Ὅσοι δὲ ἄνθρωποι μείναντες ἐκ τρίτου ἑκατέρωθι, ἤτοι ἐν τῷ βίῳ καὶ ἐν τῷ ᾅδῃ, ἐτόλμησαν καὶ ἠθέλησαν ἄπο καὶ μακρὰν τῶν ἀδικιῶν παντελῶς, ἐτελείωσαν τὴν ὁδὸν τοῦ Διὸς παρὰ τὴν τύρσιν καὶ τὴν πόλιν τοῦ Κρόνου, ἔνθα οἱ ἄνεμοι τοῦ ὠκεανοῦ περιπνέουσι τὴν νῆσον τῶν μακάρων, ἔνθα δὲ λάμπει λαμπρότατα τὰ μὲν ἄνθη ἐκ τῆς γῆς ἀπὸ εὐθαλῶν δένδρων, ἄλλα δὲ τρέφει τὸ ὕδωρ· ἀφʼ ὧντινων ἀναπλέκουσι τὰς χεῖρας ἐν ὅρμοις καὶ ἐν στεφάνοις, διὰ τῶν ὀρθῶν καὶ δικαίων βελῶν καὶ κρίσεων τοῦ Ῥαδαμάνθυος· ὃν ὁ πατήρ, ὁ Κρόνος, ἔχει συγκάθεδρον αὑτῷ ἕτοιμον, ὁ ἀνὴρ τῆς Ῥέας τῆς ἐχούσης θρόνον ὑπέρτατον καὶ ἐξοχώτατον πάντων. Ὁ Πηλεύς τε καὶ Κάδμος συγκαταλέγονται καὶ συναριθμοῦνται τούτοις τοῖς τὰς τῶν Μακάρων νήσους λαχοῦσιν οἰκεῖν. Καὶ ἡ μήτηρ δὲ ἔπεμψε τὸν Ἀχιλλέα, ἐπεὶ ἔπεισε ταῖς ἱκεσίαις τὴν ψυχὴν τοῦ Διός· ὅστις Ἀχιλλεὺς ἀπέκτεινε τὸν Ἕκτορα, τὸν ἰσχυρὸν καὶ ἄμαχον κίονα τῶν Τρώων· ἔδωκε δὲ καὶ τὸν Κύκνον τῷ θανάτῳ, καὶ τὸν παῖδα τῆς ἡμέρας τὸν Αἰθίοπα.
Σύνταξις. Πολλά μοι βέλη ταχέα εἰσὶν ἔνδον τῆς βελοθήκης ὑπὸ τοῦ ἀγκῶνος, ἤτοι πολλὰ νοήματα ὀξέα ὑπάρχουσιν ἔνδον τῆς διανοίας φωνοῦντα πλουσίοις τοῖς σοφοῖς καὶ συνετοῖς ἀνθρώποις· εἰς δὲ τοὺς πολλοὺς καὶ χυδαίους ἄνδρας χρῄζουσι καὶ δέονται ἑρμηνέων. Ὁ πολλὰ ἐπιστάμενος καὶ γινώσκων φύσει, ἤγουν ἀπὸ φύσεως, σοφός ἐστιν· οἱ δὲ ἀπὸ μαθήσεως γινόμενοι σοφοὶ καὶ οὐκ ἀπὸ μαθήσεως δηλονότι, ὥσπερ κόρακες φλύαροι βοῶσι συγκεχυμέναις φωναῖς ἀτελειώτως πρὸς τὸν θεῖον ὄρνιχα τοῦ Διός, ἤτοι τὸν ἀετόν. Ὦ ψυχὴ καὶ διάνοια, τανῦν ἔπεχε καὶ ἴθυνε τὸ τόξον, ἤτοι τὸν λόγον, κατὰ τοῦ σκοποῦ. Φέρε· τίνα βάλωμεν, ἤγουν ἐγκωμιάσωμεν, αὖθις πέμποντες ὀϊστοὺς ἐνδόξους ἀπὸ ἡμέρας καὶ φιλικῆς φρενός. Τάνυσον ἐπὶ τὸν Ἀκράγαντα, ἤγουν τὸ τόξον. Ἐγὼ λέγω λόγον μεθʼ ὅρκου κατὰ ἀληθῆ διάνοιαν, μή τινα πόλιν ἐφʼ ἑκατὸν ἐτῶν τεκεῖν ἄνδρα εὐεργέτην πρὸς τοὺς φίλους ἐν ταῖς ἑαυτοῦ φρονήσεσι καὶ μεγαλοδωρότερον κατὰ τὴν χεῖρα τοῦ Θήρωνος. — Ἀλλὰ ἡ ὕβρις ἐπέβη ἐπὶ τὸν αἶνον τοῦ Θήρωνος συναντώμενος οὐ μετὰ δικαιοσύνης, ἀλλʼ ὑπʼ ἀνδρῶν φθονερῶν τε καὶ μανικῶν, θέλων ποιῆσαι τὸ θορυβῆσαι κρύβιον, ἄδοξον, τῶν ἀγαθῶν μετὰ κακῶν ἔργων. Ἐπειδὴ ἡ ψάμμος διαπέφευγε τὸν ἀριθμόν, τίς δύναιτο ἂν εἰπεῖν καὶ διηγήσασθαι ὅσα ἡδέα καὶ τερπνὰ ἐποίησεν ἐκεῖνος τοῖς ἄλλοις;
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Γʹ.
Οὕτω ποι παρέστα Ἤγουν οὕτω πως ἐπῆλθέ μοι.
Δᾶμον Ὑπερβορέων Ἀντὶ τοῦ, τὸ ἔθνος τῶν Ὑπερβορέων.
Στέφανόν τʼ ἀρετᾶς Ἤγουν βραβεῖον. —Στέφανόν τʼ ἀρετᾶς Ἤγουν δυνάμεως καὶ ἀνδρείας ἐπίσημον.
Ἁγνὰν Ἄδολον.
Ὑπακουέμεν Ἤγουν ὑποκεῖσθαι καὶ ἀναπεπταμένος εἶναι ταῖς λάβραις ἀκτῖσι τοῦ ἡλίου.
Ἀγῶνα νέμειν Ἤγουν διοικεῖν.
Ξενίαις αὐτοὺς ἐποίχονται τραπέζαις Ἤγουν θεραπεύουσι καὶ τιμῶσιν ἑστιάσεσι.
Ἀριστεύει Ὑπερέχει. —Κτεάνων Τῶν τοῦ πλούτου κτημάτων.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Δʹ.
Ὄρσαι Ἤγουν ἐγεῖραι.
Ἀτιμίας Ἤγουν χλεύης καὶ καταφρονήσεως.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Εʹ.
Ἄλσος Ἤγουν συνοικίας.
Ὑγίεντα ὄλβον Τὴν μεθʼ ὑγείας εὐδαιμονίαν.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ϛʹ.
Κατὰ γαῖʼ αὐτὸν Ἡ κατὰ προσθετέα τῷ ἔμαρψε· ὑπερβατὸν γάρ ἐστιν· ἵνʼ ᾖ κατέμαρψε καὶ κατέπιεν.
Ἔψαυσʼ Ἤγουν ἐγεύσατο.
Τιμῶντες δʼ ἀρετὰς εἰς φανερὰν ὁδὸν ἔρχονται Ἤγουν οἱ ἐνάρετοι λαθεῖν οὐ δύνανται.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ζʹ.
Καχλάζοισαν Ἤγουν πεπληρωμένην.
Κτεάνων Ἤγουν τῶν τοῦ πλούτου κτημάτων.
Συμποσίου τε χάριν Ἀντὶ τοῦ, τὸ συμπόσιον, κατὰ περίφρασιν, ὡς καὶ τὸ Φερενίκου χάρις.
Αἱ δὲ φρενῶν ταραχαὶ Ἤγουν ὁ θυμός.
Σπέρμʼ ἀνέβαν φλογὸς Σπέρμα φλογός, ἤγουν ἔναυσμα καὶ ἐμπύρευμα, ζώπυρον.
Βλάστε Ἤγουν ἀνεδόθη καὶ ἀνεφάνη.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ηʹ.
Τεθμὸς Κρίσις.
Ἐξ Αἰακοῦ Ἤγουν μετὰ τὴν τοῦ Αἰακοῦ ἀρχήν· ἡ γὰρ ἐξ ὑστεροχρονίαν ἐνταῦθα μηνύει.
Πέργαμος Ἤγουν κατʼ ἐκεῖνο τὸ μέρος τοῦ τείχους, ὃ σὺ ἔκτισας, χειρωθήσεται ἡ Τροία.
Λέγει Ἤγουν σημαίνει, μηνύει.
Ἀλλʼ ἅμα πρώτοισιν Καὶ ὍμηροςΤῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων Ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο Ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν. Ἄρξεται οὖν ἀπὸ τῆς τοῦ τείχους κατασκευῆς μέχρι τετάρτης γενεᾶς· ἀπὸ γὰρ Λαομέδοντος καὶ Αἰακοῦ ἕως Νεοπτολέμου καὶ Ἀστυάνακτος, τοῦ Ἕκτορος, τέσσαρές εἰσι γενεαί, καί, ὡς ἐν τῇ κοινῇ συνηθείᾳ φαμέν, πρόσωπα. —Πρώτοισιν ἄρξεται Ἤγουν εἰς τέσσαρας γενεὰς παρεκτενεῖ τὴν αὐτῆς ἀρχὴν καὶ βασιλείαν.
Καὶ ἐς Ἴστρον ἐλαύνων Ἤγουν εἰς τοὺς Ὑπερβορέους· ὑπὸ τούτων γὰρ ὁ θεὸς ἄγαν θρησκεύεται, ὡς ὁ Πίνδαρος ἔφη ἀλλαχοῦ.................. Τάν ποτε Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, Μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων, Δᾶμον Ὑπερβορέων πείσας, Ἀπόλ-λωνος θεράποντα ........ Καὶ Φερένικος: Ἀμφὶ δʼ Ὑπερβορέων, οἵ τʼ ἔσχατα ναιετάουσι νηῷ ὑπʼ Ἀπόλλωνος ...................
Τάνυεν Ἤγουν ἴθυνεν, ἢ ἐπέσπευδεν.
Κῦδος Λείπει ἡ ἐπί.
Μὴ βαλέτω με Μηδείς μοι μεμφέσθω, εἰ ἀνεμνήσθην τῆς ἐν παισὶ νίκης τοῦ Μελησίου. —Φθόνος Ἤγουν μέμψις καὶ ὁ ψόγος.
Ἐπίνικον Ἤγουν ἐπινίκιον ὕμνον.
Λιπαρὸν Ἤγουν λαμπρὸν καὶ ἐπίδοξον.
Κόσμον Κόσμον τὸν στέφανόν φησι καὶ τὴν νίκην.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Θʹ.
Πάντα Πανταχοῦ.
Μοιριδίῳ Ἤγουν τῇ ἐκ θεῶν καὶ πεπρωμένης, ἥτις οὐδὲν ἕτερόν ἐστιν ὅτι μὴ ἡ τῶν οὐρανίων σωμάτων ἐπὶ τὰ κάτω ἐνέργεια. Δεῖ γὰρ ἀστέρας τινὰς συντελεῖν τῇ τοῦ ποιητοῦ γενέσει· ὡροσκοποῦντος γὰρ τοῦ Ζυγοῦ, καὶ τῆς τούτου κυρίας ἐν καλῷ τοῦ οὐρανοῦ γενομένης, ἄριστος ὁ τεχθεὶς ἔσται, μελῶν ἢ ἐπῶν ἐργάτης. —Μοιριδίῳ Ἤγουν προσφυεῖ καὶ τῇ ἐκ γενέσεως καὶ φύσεως ἐνούσῃ μοι. —Παλάμᾳ Ἀντὶ βοηθείᾳ καὶ συνεργείᾳ.
Πύλον σταθεὶς Ἀντὶ ὑπερμαχῶν τῆς Πύλου.
Ἔρειδε Ἤγουν ἀντέβαινε καὶ ἐναντιοῦτο.
Ἐπεὶ τό γε λοιδορῆσαι Διὰ γὰρ τὴν ἑαυτοῦ καύχησιν εἰς θεῶν λοιδορίας ἐξοκεῖλαι δοκεῖ· παραδείγματι γὰρ χρησάμενος τοῦ Ἡρακλέους, ἀνδρὸς θεοῖς ἀντιστῆναι τολμήσαντος, ἐκ θείας τινὸς συνεργείας τὰ ἑαυτοῦ διϊσχυρίζεται, ἤγουνΣὺν μοιριδίῳ παλάμᾳ Ἐξαίρετον Χαρίτων νέμομαι Κᾶπον ................ —Λοιδορῆσαι Ἤγουν κακολογεῖν καὶ ὑβρίσαι.
Διὸς αἴσᾳ Τοῦτό φησιν, ἐπεὶ ὁ Δευκαλίων, ὑποθεμένου τοῦ Προμηθέως, τεκτηνάμενος λάρνακα καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύῤῥας ἀνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπʼ οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῶν ὑδάτων φερόμενος ἐφʼ ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ Παρνασσῷ περιΐσχει, κἀκεῖ, τῶν ὄμβρων παῦλαν λαβόντων, ἐκβὰς ἔθυσε Διῒ Φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτῆσαι ὅ, τι βούλεται· ὁ δὲ αἰτεῖται ἀνθρώπους αὑτῷ γενέσθαι. Καὶ Διὸς εἰπόντος, ὑπὲρ κεφαλὴν ἔβαλλεν αἴρων λάας, τουτέστι λίθους. Καὶ οὓς μὲν ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγίνοντο, οὓς δὲ ἡ Πύῤῥα, γυναῖκες. Διὸ καὶ ὁ Πίνδαρός φησι: Διὸς αἴσᾳ, ἤγουν τῇ τοῦ Διὸς γνώμῃ καὶ βουλῇ καὶ χρησμῷ.
Ὕδατος σθένος Τὸν ὄμβρον λέγει· ἐπὶ γὰρ τοῦ σφοδρῶς καταφερομένου ὑετοῦ λέγεται.
Ἔμβαλεν Ἤγουν προσεπέλασεν.
Δαμασιμβρότου Τῆς ἀνδροφόνου.
Ὅσσᾳ βοᾷ Ἀντὶ εὐφημίᾳ.
Ὤρουσαν Ὥρμησαν. —Ἑλέσθαι Ἤγουν κτᾶσθαι καὶ λαβεῖν.
Ἄνευ δὲ θεοῦ Ἤγουν χωρὶς θείας καὶ φυσικῆς βοηθείας.
Σκαιότερον Συγκριτικὸν ἀντὶ ἀπολελυμένου. Θέλει δὲ εἰπεῖν, ὅτι ἄμεινόν ἐστιν ἀφίστασθαι τῶν ἐπιτηδεύσεων, αἷς οὐκ εὐφυῶς τις προσφέρεται, καὶ ἐπιχειρεῖν ταῖς ἐκ φύσεως ἡμῖν ἐπιβαλλούσαις.
Ὄρθιον Ἤγουν ἐξάκουστον.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Ιʹ.
Νέμει γὰρ ἀτρέκεια Ἤγουν δικαιοσύνη νέμει καὶ διοικεῖ τὴν πόλιν τῶν Λοκρῶν, ὡς καὶ τὸ Ἀτρεκὴς Ἑλλανοδίκας, ἀντὶ ὁ δίκαιος.
Τὸ πάλιν ἤδη Ἤγουν τὸ ἐναντίον τῇ νεότητι, τουτέστι τὸ γῆρας.
Παρʼ Ὀλύμπιον Ἤγουν τὸν ἐν Ὀλυμπίᾳ.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΑʹ.
Ὅρκιον Ἀντὶ μαρτύριον.
Στρατὸν Ἀντὶ τοῦ δῆμον καὶ λαόν.
Ἐμφυὲς Ἔμφυτον. —Αἴθων ἀλώπηξ Ἤγουν ἡ θερμὴ καὶ πονηρά.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΒʹ.
Τῶν δὲ μελλόντων Οἱ περὶ τῶν μελλόντων, φησί, βουλευόμενοι, οὐδὲν ἀνύουσιν· ἄδηλα γὰρ καὶ ἀφανῆ εἰσι τὰ ἐκβησόμενα. Ταῦτά τοι καὶ τῶν βεβουλευμένων τὸ τέλος πολλοῖς παρὰ προσδοκίαν ἀπέβη. Αἱ φραδαὶ γοῦν, ἤγουν αἱ βουλαὶ καὶ γνώσεις τῶν ἐσομένων, τετύφλωνται καὶ τυφλώττουσιν, ἤγουν ἀπατῶνται· ὅθεν καὶ τυφλοὶ ὄνειροι οἱ ἀπατηλοὶ καὶ ψευδεῖς.
Ἔμπαλιν Ἤγουν ἀνάπαλιν.
Πεδάμειψαν Κακῶς διὰ τοῦ πε γέγραπται· καὶ οὐκ ἔστι μία λέξις ἀλλὰ δύο· καὶ δεῖ γράφειν: πόδʼ ἄμειψαν, ἤγουν μετέβησαν· ἀμείβειν γὰρ τὸν πόδα ἐστὶ τὸ μεταβαίνειν καὶ ἐναλλάσσειν αὐτὸν κατὰ τὴν πορείαν.
Ἰσθμοῖ Ἐν Ἰσθμῷ.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΓʹ.
Ἀγλαΐαν Ἤγουν λαμπρότητα καὶ δόξαν.
Ἄρης Ἤγουν ἡ κατὰ τὰ πολεμικὰ ἐμπειρία.
Αἴγλα ποδῶν ἀνάκειται Ἤγουν ἡ τῶν ποδῶν αὐτοῦ ἀρετὴ ἀναγέγραπται ἐν Ὀλυμπίᾳ· τὸ γὰρ ἀνακεῖσθαι ἐνταῦθα οὐχ ἁπλῶς πρόσκειται, ἀλλʼ ἐπὶ τῆς συνήθους αὐτοῦ σημασίας. Τοῖς γὰρ νενικηκόσι τὰ Ὀλύμπια, ὥς ἐστιν ἰδεῖν παρὰ Παυσανίᾳ καὶ εἰκόνες καὶ γραφαὶ ἀνετίθεντο, ἐπιγράμματα ἔχουσαι, δηλοῦντα τὴν πατρίδα καὶ τὸν πατέρα καὶ τοὔνομα τοῦ νενικηκότος ἥντινα δήποτε νίκην. Εἰκὼν οὖν ἢ γραφὴ τοῦ Θεσσαλοῦ ἀνέκειτο ἐν Ὀλυμπίᾳ, μνημεῖον τῆς ἐκ τοῦ δρόμου νίκης αὐτοῦ· ἣν δὴ καὶ αἴγλην ποδῶν φησιν ἐνταῦθα ὁ ποιητής, ὅτι ἡ νίκη ἐπιδόξους καὶ λαμπροὺς τοὺς ἄνδρας ἀποδείκνυσι.
Ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς Τουτέστι κήρυξ καὶ ἐγκωμιαστὴς τῆς ἀρετῆς ὑμῶν γενόμενος, καὶ ἀνυμνῶν τὴν τῶν προγόνων ὑμῶν ἐμπειρίαν, τὴν περὶ τὰ πολιτικὰ λέγω καὶ πολεμικά, καὶ ταῦτα περὶ τῆς Κορίνθου λέγων οὐ ψεύσομαι.
Κοιτάξατο νύκτʼ Ἤγουν καθεύδησεν.
Χρήσιος Προμαντείας.
Κούφαν Ἤγουν εὐχερῆ καὶ ῥᾳδίαν καὶ εὔκολον.
Ἐν θεῷ Ἤγουν ὁ θεὸς γεμὴν τελέσαι καὶ πληρώσαι τὸ ἐλπιζόμενον.
Εὐερκὲς ἄλσος Τὴν Αἴγινάν φησι· καὶ ἐν Δʹ τῶν Νεμεακῶν Εἴδει τὴν αὐτὴν εὔπυργον ἔδος καλεῖ. Ζήτει ἐκεῖ.
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ ΙΔʹ.
Ταμίαι Ἤγουν χορηγοὶ καὶ ἐπίτροποι.
Λυδίῳ Ἤγουν Λυδιστὶ ἡρμοσμένῃ.
Τρόπῳ Μελῳδίᾳ.