eul_wid: woy-bi
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lexicon: Letter Psi by Photius of Constantinople

Psi begins at psileus, the dancer at the end of a chorus, after Alcman. The entries gloss baldness, bare ground and vines that drop their fruit, the compiler's note that he found psoa in no Attic author, the Psylloi of Libya in Herodotus, and the proverb of Psyra, a deserted islet near Chios, from Cratinus. Comic words run through it: the boast in Aristophanes' Knights and the plague in Eupolis' Marikas.

Part of Lexicon, Part 2, Epsilon–Omega

Ψιλεύς: ἐπʼ ἄκρου χοροῦ ἱστάμενος· ὅθεν καὶ φιλόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπʼ ἄκρου χοροῦ ἵστασθαι. Ψιλοδαπίδας: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δαπίδας λέγουσιν. Ψιλοκόρρης: φαλακρός. Ψιλὴ γῆ: ἡ μὴ πεφυτευμένη· Πεφυτευμένη δʼ αὕτη ʼστὶν, ἢ ψιλὴ μόνον· Πόλεσιν. Ψιλόν: γυμνόν. Ψιλώεντα: αἰθαλώδη. Ψίμαρον: εὐδιαῖον. Ψινάδες: παρὰ Θεοφράστω αἱ ῥυάδες, αἱ ἄμπελοι ἔνιοι τὰς δρυπέπεις ἐλαίας. Ψινάζει: ἀπορρεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ· φυλλορροεῖ. Ψινύθιον: φαῦλον. Ψίσαι: ψωμίσαι. Ψίτται: ἰχθύων εἶδος. Ψιττακίαν: ὑποδήματος γυναικείου γένος. Ψίχες: ἀρρενικῶς οἱ ψίχες καὶ τοὺς ψίχας. Ψο: ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος· ἔστι δὲ ἀποκομματικοῦ λεξειδίου· ψόθον γὰρ καλοῦσιν· Ἀριστοφάνης· Πλέω γράσου τε καὶ ψοθοίου καὶ ῥύπου καὶ ψόθου· Αἰσχύλος Θεωροῖς. Ψόθος: ἀκαθαρσία· οὕτως Φρύνιχος. Ψόας: ἢ ψοίας, ἢ ὅπη χρὴ καλεῖν, παρʼ οὐδενὶ Ἀττικῶν εὗρον· οἱ δὲ παλαιοὶ γυμνασταὶ ἀλώπεκα προσαγορεύουσιν. Ψοίθης: ἀλαζών. Ψοῖθος: σποδός. Ψολόεν: φλογόεν πῦρ. Ψολόεντα κεραυνόν: τὸν ὀξέως φθείροντα. Ψολοκομπία: ἀλαζονεία· Ἀριστοφάνης Ἱππεῦσιν· Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις. Ψούδια: ψευδῆ· Κρῆτες. Ψοφοδεής: δειλός· τοὺς ψόφους φοβούμενος. Ψυκτήρ: σκεῦος ἔνθα διανίζουσι τὰ ποτήρια. Ψύλλα καὶ ψύλλαι: θηλυκῶς· παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης· καὶ τὸ ἐν τηῖ Μεσηνίαι Μενάνδρου κύριον ὄνομα· ὅτι δὲ τὸ ζωῖον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπεν καὶ ἕτεροι. Ψύξας: φυσήσας· ἢ ἀμβλύνας. Ψύψαρα τὸν Διόνυσον ἄγοντες: ἡ παροιμία παρὰ Κρατίνῳ· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου· λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. Ψυχαγωγεῖ: παραμυθεῖται· τέρπει. Ψύττα: ἐπὶ τοῦ ἀποδραμεῖν. Ψυχάζειν: ἀναψύχειν. Ψυχάζουσιν: πρὸς τὸ ψῦχος καὶ τὸ πνεῦμα διατρίβουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν· ἔστι δὲ ὅμοιον τὸ χειμάζειν. Ψυχικός: σαρκικός· σημαίνει δὲ καὶ τὸν ἀνδρόθυμον· οὕτως Ἄλεξις. Ψυχορροφεῖν: τὴν ψυχὴν ἐκπίνειν. Ψῦχος: τὸ ῥῖγος· Ἡρόδοτος· ἀλλὰ καὶ Ἕρμιππος. Ψυχρὸς ἄνθρωπος: ἀντὶ τοῦ δυσκίνητος. Ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. Ψυχρολογία: ψευδολογία· ἀκαιρολογία. Ψυχρὸν πρᾶγμα: Ψυχρός: ἀσθενής. Ψῶζα: νόσος τίς· Εὔπολις Μαρικᾶ· Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν· οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος· ὅτι κνησμὸς μετὰ δυσωδίας. Ψώθια: τὸ ὑποκάτω τοῦ ἄρτου. Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου: ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν· ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διελκυσμένων· παρὰ δὲ Διφίλῳ ἐν τοῖς ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. Ψωλός: ὁ λιπόδερμος· ὀξυτόνως· καὶ ἀκρόψωλος, ὁ ἐπιβραχὺ τοιοῦτος. Ψωμοκόλακες: Φιλιππίδης. Ψώμισμα: διάσυρμα. Ψωμός: ὡς ἡμεῖς· Ἐπίλυκος. Ψωρᾶν: καὶ βραγχᾶν· δισυλλάβως λέγουσιν. Ψῶχος: γῆ ψαμμώδης. Ψώχοντες: θρύπτοντες· λεπτύνοντες.