eul_wid: viq-ad

Ἀποσπάσματα περὶ τοῦ Ἀληθινοῦ Σταυροῦ
Fragments on the True Cross

Menander Protector Fragments on the True Cross PDF

665 Ἐκ τῆς ἱστορίας Μενάνδρου Ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ νέου ἐν Βυζαντίῳ τὸ σεπτόν τε καὶ ἀκήρατον ἤχθη ξύλον τρόπῳ τοιῷδε. Ὑπῆρχον ἐν τῇ Ἀπαμείᾳ ἀδελφοὶ δύο· τῷ μὲν Ἀ[δε]λφιὸς ὄνομα, τῷ δὲ ἥτις αὐτῷ ἡ προσηγορία ἥκιστα ἔγνων. Καὶ ὁ μὲν ἀνώνυμος ἐπίσκοπος τῆς Αἰλίας ἐγένετο, ὁ δ’ Ἀλφιὸς ἐτύγχανεν ἱερέων. Καί ποτε τῆς Ἀπαμείας οὗτος ἀπάρας ἐπὶ τὴν Ἱερουσαλὴμ ᾤχετο τὸν ἀδελφὸν ὀψόμενος. Ὡς δὲ τὸν ὁμαίμονα εἶδέ τε καὶ συνωμίλησε, ἠξίωσέ τε αὐτὸν δοῦναι μερίδαν ἐκ τοῦ ἱεροῦ ξύλου. Ὁ δὲ τὴν αἴτησιν ἐκπληροῖ καὶ τὸν ἐν αὐτῷ παγέντα Χριστὸν ἀπαράβατον ὅρκον ποιήσας μήτινα τὸ μυστήριον ἐξειπεῖν. Λαβὼν οὖν παρὰ τοῦ ἀρχιερέως τὸ περὶ τοὺς πόδας ξύλον εἰς τὴν πατρίδα ἀνέκαμψεν. Χρόνῳ δὲ ὕστερον μέντοι ἀκούσαντα τὸν βασιλέα περὶ τοῦ ζωοποιοῦ ξύλου στέλλει μὲν ὀνόματι Ζήμαρχόν τινα τὸν θησαυρὸν ἐν τῇ βασιλευούσῃ ἀπαγαγεῖν. Ὁ δὲ τῆς Ἀπαμέων λαὸς ταῦτα ἀκούσας ξίφη τε ἀπεγύμνουν καὶ τόξα ἐτείνοντο καὶ βάλλειν ὅσον οὔπω ἠλπίζοντο. Γνωρίζει ταῦτα Ζήμαρχος τῷ κρατοῦντι· καὶ ὁ κρατῶν λίαν ἐπῄνεσέ τε αὐτοὺς τοῦ σκοποῦ, ἐπεσφράγισε δὲ καὶ ἐπιστολὴν τῷ Ζημάρχῳ περιέχουσαν οὕτως· «Γέγραφας ἡμῖν ὡς οἱ τὴν Ἀπάμειαν οἰκοῦντες ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τὸ κατ’ αὐτοὺς ἱερώτατον ξύλον, ἱερὸν ἀνεδέξαντο πόλεμον.» Καὶ μετ’ ὀλίγα· «Ἴσθι οὖν καθ’ ὅσον αὐτοὺς ἐν εὐπαθείᾳ βουλόμεθα ζῆν ἐξ ὧν ἐν γράμμασιν ἐπῃνέσαμεν.» Εἶτα· «Διχῇ διελὼν τὸ ἀκήρατον ξύλον, ἥμισυ μὲν ἔκπεμψον κατὰ τὴν βασιλίδα πόλιν, ἥμισυ δὲ κατάλιπε τοῖς κατὰ τὴν ἑῴαν ὑπηκόοις ἡμῶν. Οὕτω γὰρ ἂν καὶ πάλιν ἡμεῖς ἕξομεν τὸ ὅλον καὶ αὐτοὶ δὲ τὸ πᾶν· ἥμισυ γὰρ οὐκ ἔστι θεός.» Ταῦτα μὲν οὕτως τὰ βασιλέως γράμματα. Ζήμαρχος δὲ ἅπαντα ἔπραττε τὰ γραφόμενα· καὶ τὸ μέντοι αὐτοῦ εἰς τὴν Βυζαντίδα ἐστέλλετο, τὸ δὲ ἐν Ἀπαμείᾳ ἐλείπετο. Χρόνῳ δὲ ὕστερον, Ἀπάμεια ἁλοῦσα ὑπὸ Περσῶν, ἱερεύς τις τῶν ἐκεῖ ἐν φρέατί τινι κατακρύπτει τὸ ξύλον, ὡς μὴ γενέσθαι δορυάλωτον τοῖς ἐχθροῖς. Οὗτος δὲ αἰχμάλωτος ἀπαγόμενος ἠδυνήθη ἀμωσγέπως κατάδηλον ποιῆσαι Μάγνῳ οὗ ἀποκέκρυπται· Μάγνος δὲ Οὐαράνῃ ἐσήμανεν ἀνδρὶ τῶν ἐπισήμων τὰς οἰκήσεις ποιουμένῳ τῇ πόλει. Αὐτὸς δ’ ἐρευνήσας καὶ τὸ ποθούμενον εἰς χεῖρας λαβὼν πρὸς βασιλέα εἰς πόλιν ἀπέστειλεν.