eul_wid: jjc-aa
Ἀποσπάσματα περὶ ἸταλίαςFragments on Italy
Pythocles Fragments on Italy PDF
| t1-2 | ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. |
| 1 [10] | Plutarch. Par. min. c. 14: Ποίνων καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάϊος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. Ὁ δ’ ἀναγκασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· ἡ δὲ Ἑστία ἐλεήσασα, δάμαλιν ὑπέβαλε, καὶ αὐτὴν ἐκόμισεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρ’ αὐτοῖς δράκοντος ἀπέδειξεν· ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν. E LIBRO QUARTO. |
| 2 | Clem. Al. Str. I: Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τιμαῖος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλικῶν Γάϊον Ἰούλιον Νέπωτα. ΓΕΩΡΓΙΚΑ. |
| t3 | E LIBRO TERTIO. Plutarch. |
| 3 [5] | Par. min. 41: Ἡγησίστρατος, ἀνὴρ Ἐφέσιος, ἐμφύλιον φόνον δράσας, ἔφυγεν εἰς Δελφοὺς, καὶ ἠρώτα τὸν θεὸν, ποῦ οἰκήσειεν. Ὁ δ’ Ἀπόλλων ἀνεῖπεν, ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. Γενόμενος δὲ κατὰ τὸν τόπον τῆς Ἀσίας, καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν, καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν. ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ. |
| 4 | Clem. Al. Protr.: Φωκαεῖς δὲ Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαεῖν ἱστορεῖ. |