ΑΡΚΑΔΙΚΑ.
Πλούταρχος : Τεγεάταις καὶ Φανεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φανεᾶται δὲ τοὺς Δημοστράτου προὐβάλλοντο. Συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος, τοὔνομα Κριτόλαος, στρατηγήματι περιεγένετο τῶν ἀντιπάλων· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος, κατὰ ἕνα τῶν διωκόντων ἀνεῖλε. Καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα, Δημόδικον. Ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. Φόνου δʼ ἀγόμενος ὑπὸ τῆς μητρὸς, ἀπελύθη τῶν ἐγκλημάτων· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν.
ΦΡΥΓΙΑΚΑ.
Πλούταρχος : Παράκειται δʼ αὐτῷ Μαιάνδρῳ ὄρος Σίπυλον, τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατʼ ἄγνοιαν, καὶ ὑπʼ Ἐριννύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθε, καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψε. Τὸ δʼ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπʼ αὐτοῦ Σίπυλον ὠνομάσθη. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος, παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ, ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς Μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσι, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δʹ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʹ Περὶ Φρυγίας.
ΠΕΡΙ ΠΟΤΑΜΩΝ
Πλούταρχος : Γεννᾶται δʼ ἐν αὐτῷ λίθος, κατʼ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν Μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους· καθὼς ἱστορεῖ Δημάρατος ἐν γʹ Περὶ ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν αʹ Περὶ λίθων.
ΤΡΑΓῼΔΟΥΜΕΝΑ.
Κλήμης ὁ Ἀλεξανδρεύς : Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὐτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ.
Ἰωάννης ὁ Στοβαῖος : Δημαράτου ἐν τρίτῳ Τραγῳδουμένων. Ἀθηναίων πρὸς Εὔμολπον τὸν Θρᾳκῶν βασιλέα πόλεμον ἐχόντων, Ἐρεχθεὺς ὁ τῆς Ἀττικῆς προϊστάμενος χρησμὸν ἔλαβεν, ὅτι νικήσει τοὺς ἐχθροὺς, ἐὰν τὴν πρεσβυτάτην τῶν θυγατέρων Περσεφόνῃ θύσῃ. Παραγενόμενος δʼ εἰς Ἀθήνας Πραξιθέᾳ τῇ γυναικὶ τὴν Πυθόχρηστον μαντείαν ἀπήγγειλεν· εἶθʼ οὕτω τὴν κόρην προσαγαγὼν τοῖς βωμοῖς ἀνεῖλε, καὶ συμβαλὼν τὸν πόλεμον ἐγκρατὴς ἐγένετο τῆς νίκης.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἴφικλος υἱὸς ἦν Φυλάκου καὶ Κλυμένης τῆς Μινύου. Τοῦτον Ἡσίοδος ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησὶ, Δημάρατος δὲ ἐπὶ τῆς θαλάσσης.
Ψευδοαπολλόδωρος : Δημάρατος δὲ αὐτὸν εἰς Κόλχους πεπλευκότα παρέδωκε. Διονύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα τῶν Ἀργοναυτῶν γενέσθαι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Διονύσιος δὲ ὁ Μιτυληναῖος συμπεπλευκέναι φησὶ τὸν ἥρωα Ἡρακλέα τοῖς ἀριστεῦσιν καὶ τὰ περὶ Μήδειαν συμπεπραχέναι τῷ Ἰάσονι. Ὁμοίως καὶ Δημάρατος.