eul_wid: hgc-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Food and Marriage by Philippides the Comic Poet

The Comic Fragments on Food and Marriage is a modern compilation of 62 excerpts from the lost comedies of the Athenian poet Philippides, who was active in the late fourth and early third centuries BCE. Writing during the transitional period from Middle to New Comedy, Philippides worked within a genre that had largely moved away from political satire toward plots centred on domestic life, romance, and recognizable social types. The fragments are organised thematically, providing insights into his plays' treatment of dining, gluttony, marital arrangements, and familial strife. No complete play by Philippides survives; the text exists solely as quotations preserved by later ancient authors, primarily the encyclopedist Athenaeus of Naucratis. In his second- or third-century CE work The Learned Banqueters, Athenaeus cites over sixty passages from Philippides, often using them to illustrate discussions about food, drink, and social customs. These scattered quotations have been assembled and numbered to form the extant collection. The fragments were originally composed for the popular Athenian theatre and reflect the standard concerns of New Comedy, a genre that would later exert a profound influence on Roman dramatists such as Plautus and Terence.

ΑΔΩΝΙΑΖΟΥΣΑΙ.
ΑΜΦΙΑΡΑΟΣ.
Ὄστρειʼ, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.
ΑΝΑΝΕΩΣΙΣ.
Ἔπειτʼ ἐπὶ τούτοις πᾶσιν ἧκʼ ὄρχεις φέρων
πολλούς. τὰ μὲν οὖν γύναια τἄλλʼ ἠκκίζετο,
ἡ δʼ ἀνδροφόνος Γνάθαινα γελάσασα …
καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην
Δήμητρα. καὶ δύʼ ἁρπάσασα κατέπιεν,
ὥσθʼ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
Ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δʼ ἡδέως.
τὸ Πλάτωνος ἀγαθὸν δʼ ἐστὶ τοῦτο, Φειδύλε,
μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ
διὰ πλειόνων αὑτὸν παραβάλλειν πραγμάτων.
Ὅταν δʼ ἁμαρτάνῃς τι, χαῖρʼ ἡττώμενος·
μάλιστα γὰρ οὕτω σώζεται τὸ συμφέρον.
Ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ.
Ἀλλʼ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δʼ ἐπʼ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχον ἐνίοτε
δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου,
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ·
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες. Β. ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
ΑΥΛΟΙ.
Τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτʼ ἔχων.
ΒΑΣΑΝΙΖΟΜΕΝΗ.
ΛΑΚΙΑΔΑΙ.
Κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,
τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία·
ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.
Ὀρθῶς γε τὴν ῥύμην ὁδοιπεπορήκαμεν.
ΜΑΣΤΡΟΠΟΣ.
ΟΛΥΝΘΙΑ.
Οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ
εἰπεῖν τινʼ ἐσθίοντα «μὴ κακῶς ἔχε»,
πύκτῃ τʼ ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ.
αὐτὸν μάχεσθαι δʼ οὐκ ἔτʼ ἐστὶ ῥᾴδιον.
ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.
ΣΥΜΠΛΕΟΥΣΑΙ.
Ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
ΦΙΛΑΔΕΛΦΟΙ.
Ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα,
Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει.
«οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ.»
εἶναι δʼ ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.
ΦΙΛΑΘΗΝΑΙΟΣ.
Τοῖς συκαμίνοις δʼ ἀντὶ τοῦ φύκους ὅλον
τὸ πρόσωπον.
ΦΙΛΑΡΓΥΡΟΣ.
Πλακοῦντες, ἐπιδορπίσματʼ, ᾠά, σήσαμα·
ὅλην λέγοντʼ ἄν μʼ ἐπιλίποι τὴν ἡμέραν.
ΦΙΛΑΡΧΟΣ.
ΦΙΛΕΥΡΙΠΙΔΗΣ.
Πόστην ὑφοδώσεις παιδάριον ῥύμην; Β. τρίτην.
Οὗτος οἴεται
περισπάσειν κερμάτιον αὐτοῦ.
Ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆνʼ ἕνα,
ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών
καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.
Διʼ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,
διʼ ὃν ἀσεβοῦντα δʼ ὁ πέπλος ἐρράγη μέσος,
τὰς τῶν θεῶν τιμὰς ποιοῦντʼ ἀνθρωπίνας.
ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.
Ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.
Οὐκ ἔστιν «ἐμεθύσθην πάτερ» λέγοντα
«ἥμαρτον», ὥστε πρὸς σέ με συγγνώμης τυχεῖν.
ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε,
ποιῶν, ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.
Τὰ ποτήριʼ ἂν ἴδῃς τὰ παρεσκευασμένα,
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν,
ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.
Αἰσχρὰν γυναῖκʼ ἔγημας, ἀλλὰ πλουσίαν.
κάθευδʼ ἀηδῶς ἡδέως μασώμενος.
Ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο
λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.
Ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.
Ἁλύσιον εἶχε τετταράκοντʼ ἄγον δραχμάς.
τυρούς τε καὶ ταρίχους.