eul_wid: jgk-aa
Ἀποσπάσματα περὶ τοῦ Πρώτου Πολεμικοῦ ΠολέμουFragments on the First Punic War
Philinus of Acragas the Historian Fragments on the First Punic War PDF
| 1a (t) [10] | BELLUM PUNICUM PRIMUM. Polybius I, 14 (de bello Punico I): Οὐχ ἧττον δὲ τῶν προειρημένων παρωξύνθην ἐπιστῆσαι τούτῳ τῷ πολέμῳ, καὶ διὰ τὸ τοὺς ἐμπειρότατα δοκοῦντας γράφειν ὑπὲρ αὐτοῦ, Φιλῖνον καὶ Φάβιον, μὴ δεόντως ἡμῖν ἀπηγγελκέναι τὴν ἀλήθειαν. Ἑκόντας μὲν οὖν ἐψεῦσθαι τοὺς ἄνδρας οὐχ ὑπολαμβάνω, στοχαζόμενος ἐκ τοῦ βίου καὶ τῆς αἱρέσεως αὐτῶν· δοκοῦσι δέ μοι πεπονθέναι τι παραπλήσιον τοῖς ἐρῶσι. Διὰ γὰρ τὴν αἵρεσιν καὶ τὴν ὅλην εὔνοιαν, Φιλίνῳ μὲν πάντα δοκοῦσιν οἱ Καρχηδόνιοι πεπρᾶχθαι φρονίμως, καλῶς, ἀνδρωδῶς, οἱ δὲ Ῥωμαῖοι τἀναντία· Φαβίῳ δὲ τοὔμπαλιν τούτων. E LIBRO SECUNDO. |
| 1b [15] | Idem I, 15: Ὁ Φιλῖνος, ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βίβλου, φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακουσίους· παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν, εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακουσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν ἐς τὴν Μεσσήνην· αὖθις δὲ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας, οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρείᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν. Ταῦτα δ’ εἰπὼν, τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν, ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας· ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα, διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δ’ ὑπαίθρων οὐδ’ ἀντιποιεῖσθαι τολμᾶν ἔτι· διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους, βουλεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα· τοὺς δὲ Ῥωμαίους, ἑπομένους αὐτοῖς, οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακουσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβάλλεσθαι πολιορκεῖν. Ταῦτα δ’, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη, καὶ διαστολῆς οὐ προσδεῖται τὸ παράπαν. Οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν· οὓς δὲ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων, καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε. Ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται. Πῶς γάρ; ἀλλ’ ἀναγκαῖον, ἢ τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευδεῖς, ἢ τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις. Εἰσὶ δ’ αὗται μὲν ἀληθεῖς. Καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακούσιοι τῶν ὑπαίθρων καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας· ὡς δ’ οὗτος φησὶ, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακουσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ. Λοιπὸν ἀνάγκη συγχωρεῖν, τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς· καὶ, νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς, ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι. Φιλῖνον μὲν οὖν παρ’ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα· παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπ’ αὐτῶν δειχθήσεται τῶν καιρῶν. Polybius III, 26: Τούτων δὴ τοιούτων ὑπαρχόντων, καὶ τηρουμένων τῶν συνθηκῶν ἔτι νῦν ἐν χαλκώμασι παρὰ τὸν Δία τὸν Καπιτώλιον ἐν τῷ τῶν ἀγορανόμων ταμιείῳ· τίς οὐκ ἂν εἰκότως θαυμάσειε Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ’ ἠγνόει (τοῦτο μὲν γὰρ οὐ θαυμαστόν· ἐπεὶ καθ’ ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δοκοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν)· ἀλλὰ, πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις· διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ’ ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, Καρχηδονίους δ’ Ἰταλίας· καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν· μήτε γεγονότος, μήθ’ ὑπάρχοντος τὸ παράπαν ἐγγράφου τοιούτου μηδενός. |
| 2 [25] | Ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βίβλῳ διαρρήδην. Περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες, εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι, διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ. Οὐ μὴν ἀλλ’ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν, καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν, ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειε δυσαρεστεῖν. Εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς. Diodor. |
| 3a [10] | XXIII, 8: Ὅτι Ἄννων ὁ πρεσβύτερος ἐκ τῆς Λιβύης κατὰ τὴν πολιορκίαν Ἀκράγαντος ἐπέρασε μεγάλην δύναμιν ἐν Σικελίᾳ, πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαντας δὲ ἑξήκοντα. Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. Ὁ δὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου, παρῆλθεν εἰς τὴν Ἡράκλειαν, καθ’ ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἔρβησσον παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μάχαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι. Idem XXIII, 17: Φίλιστος δὲ ἱστορικὸς ἦν. |
| 4 [15] | Diodor. XXIV, 11: Λυτάτιος δὲ ὁ ὕπατος ναυσὶ μακραῖς τριακοσίαις καὶ πλοίοις καὶ πορείοις ἑπτακοσίοις ὁμοῦ χιλίοις εἰς Σικελίαν ἔπλευσε, καὶ εἰς τὸ Ἐρυκίνων ἐμπόριον καθωρμίσθη. Ἄννων δὲ καὶ αὐτὸς ἐκ Καρχηδόνος ναυσὶ διακοσίαις πεντήκοντα μακραῖς καὶ τοῖς φορτηγοῖς εἰς τὴν νῆσον τὴν Ἱέραν ἦλθεν. Εἶτα δὲ ἐξ αὐτῆς πρὸς τὸν Ἔρυκα ἐρχόμενος, καὶ τῶν Ῥωμαίων ὑπαντησάντων, παρ’ ἀμφοτέρων πόλεμος ἐγένετο μέγας. Κατὰ δὲ τοῦτον τὸν πόλεμον ἀπέβαλον Καρχηδόνιοι ναῦς ἑκατὸν ἑπτακαίδεκα, αὐτάνδρους μὲν τούτων εἴκοσι, * Ῥωμαῖοι δὲ ὀγδοήκοντα, τριάκοντα μὲν εἰς τέλος, πεντήκοντα δὲ εἰς ἐπιμερισμὸν * , αἰχμαλώτους δὲ, ὡς Φιλῖνος ἀνέγραψε, Καρχηδονίων ἑξακισχιλίους, ὡς δὲ ἕτεροι, τετρακισχιλίους τεσσαράκοντα. Αἱ δὲ ἄλλαι νῆες, πνεύματος ἐπιπνεύσαντος οὐρίου, εἰς Καρχηδόνα ἔφυγον. |