eul_wid: hyy-aa

Ἀπόσπασμα
On the Overthrow of King Knopos

Hippias of Erythrae On the Overthrow of King Knopos PDF

t1 [5] ΠΕΡΙ ΕΡΥΘΡΩΝ. E LIBRO SECUNDO. Athenaeus VI: Ἱππίας δ’ ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν Περὶ τῆς πατρίδος ἱστοριῶν, διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη, φησὶ καὶ ταῦτα· «Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ.
1 [45] Καὶ μετὰ ταῦθ’, ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς, οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι, ἵν’ ὀλιγαρχίαν καταστήσωνται (ἦσαν δ’ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόσκυνες καὶ κόλακες), συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος, καὶ καταχθέντες εἰς Χίον, καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου, νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς. Κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη ταῖς Ἐρυθραῖς κατὰ τὴν ἀκτὴν, ἣ νῦν Λεόποδον καλεῖται. Τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης (ἦν δ’ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι στροφαίᾳ), ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην, πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων, καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα. Οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι, ἔχοντες τὴν ἐκ Χίου δύναμιν, τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον, καὶ τοὺς νόμους καταλύσαντες, αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν, ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν. Ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες, τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια, καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. Ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες, κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς. Εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. Ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν. Καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον· τοὺς δ’ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις περιέβαλλον. Εἰ δέ τις τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι, συνάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων, ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας, καὶ στερνοτυπεῖσθαι μετὰ βίας, καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς, ἐφεστηκότος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς, μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς, ἑορτῆς οὔσης, τῶν Ἐρυθραίων προσβοηθούντων, ἐπῆλθε τοῖς τυράννοις, καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς, Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος, τὴν πατρίδα ἠλευθέρωσεν.
1 (50) »