eul_wid: bfo-aa
ἈπόσπασμαOn Cretan Bees and Migration
Antenor of Athens On Cretan Bees and Migration PDF
| t1 | ΚΡΗΤΙΚΑ. |
| 1 | Aelianus H. An. XVII, 35: Ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σφῆνος, αἵπερ οὖν καλοῦνται χαλκοειδεῖς, ἐγχριπτούσας δὲ ἄρα αὐτὰς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν οὕσπερ οὖν. Ἐκείνους δὲ τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος, καὶ μέντοι καὶ εἰς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥᾶκον ἐν αὐτῇ τῇ Κρήτῃ, εἰ καὶ τοῦ χω ρίου ὁ δαίμων ἤλαυνεν αὐτοὺς, ἀλλὰ γοῦν τελείως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντας. Λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μὲν, εἶναι δ’ οὖν καὶ πι κρὰς ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν. |