eul_wid: cey-aa

Ἀποσπάσματα περὶ Βάττου καὶ Κυρήνης
Fragments on Battus and Cyrene

Menecles the Historian Fragments on Battus and Cyrene PDF

t1a-1b ΛΙΒΥΚΑ. Schol.
1a [20] Pindari Pyth. IV, 10: Περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. Οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς φασιν αὐτὸν ἐλθεῖν, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τὸν (Herodot. IV, 155), Βάττ’ ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. Οἱ δὲ στάσεως περιπεσούσης πολιτικῆς. Ὁ Μενεκλῆς γοῦν πιθανωτέραν δοκεῖν φησι τὴν στάσεως αἰτίαν, μυθικωτέραν δὲ τὴν ἐπὶ τῆς φωνῆς. Φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι. Ἀποδημήσας δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται περὶ τῆς εἰς τὴν πατρίδα ἐπαναστροφῆς ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται· τὸν δὲ θεὸν χρῆσαι· Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. Ἔρχεο, λεῖφ’ ἁλίαν χώραν· ἤπειρος ἀμείνων· Ἠῷος πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. Στερρὴν γῆν ὁσίως, ἣν μίσει πολλὴν ἀθεμίστως. οἷά τ’ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει. Anonym.
1b [10] De mulier. bello claris c. 10: Φερετίμη, γυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς αἴγυπτον ἀπέστειλεν. Ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. Λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρήσασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας. ΠΕΡΙ ΑΘΗΝΩΝ.
3a [5] Schol. Arist. Avv. 395: Οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω· «Καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμεικός. Ἔστι γὰρ ὁ αὐτὸς δῆμος. Βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. [Εἰσὶ δὲ οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες (ταφθέντες?), οἳ ἐν αὐτῇ τῇ χώρᾳ ὑπὲρ τῆς πόλεως τετελευτήκασιν.] Ἔχουσι δὲ αἱ στῆλαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.» Suidas: Κεραμεικὸς, τόπος Ἀθήνησιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηναίων συγγράμμασί φασιν οὕτως· «Ἔστι δὲ καὶ δῆμος Κεραμεικός· εἰσὶ δὲ ἔνθεν καὶ ἔνθεν στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις, ἔχουσαι ἐπιγραφὰς, ποῦ ἕκαστος ἀπέθανεν.
3b » Harpocratio: Κεραμεικός .
3c [5] .. ὅτι βʹ εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ (Ἀντιφῶν) φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν. Schol.
4 [5] Arist. Pac. 145: ... Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν γράφων οὕτως· «Ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς. Εἷς μέν ἐστι ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ᾧ τὰ νεώρια ἑξήκοντα, εἶτα Ἀφροδίσιον, εἶτα * κύκλῳ τοῦ λιμένος στοαὶ πέντε.» Harpocratio: Ἑρμαῖ.
5 [5] Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν γράφει τουτί· «Ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. Ἐφ’ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις· Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.» Harpocratio: Ἑκατόμπεδον .
6 .. Ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν. ΣΥΝΑΓΩΓΗ.
t7 E LIBRO PRIMO. Athenaeus IX: Μενεκλῆς δ’ ἐν τῇ πρώτῃ τῆς Συναγωγῆς «Οἱ Πυγμαῖοι (φησὶ) τοῖς πέρδιξι καὶ τοῖς γεράνοις πολεμοῦσι.
7 » ΓΛΩΣΣΟΚΟΜΟΝ.
7a (t) [5] Suidas: Διακόνιο ν . Οἱ μὲν τὴν τοῦ πλακοῦντος κρηπῖδα. Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· «Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην Εἰρεσιώνην ὅταν ποιῶσι, πλάττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ’ ἄττα κυκλοτερῆ πέμματα, ταῦτα καλοῦσι διακόνιον.» Etym.
8 [5] M.: Αἰολεῖς ... ὡς Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολίζω. Athenaeus IV: Οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα, ἔτι τε Ἀνδρῶνα ἐν τοῖς Χρονικοῖς τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις.
9 [10] Ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου βασιλέα Πτολεμαῖον τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον κακεργέτην, κτλ.