eul_wid: mrg-aa
ἈποσπάσματαOn the City of Thessalonica
Lucius Licinius Lucullus On the City of Thessalonica PDF
| t1-3 | ΠΕΡΙ ΘΕΣΣΑΛΟΝΙΚΗΣ. |
| 2 | Stephan. Byz.: Θεσσαλονίκη, πόλις Μακεδονίας, ἥτις ἄρα ἐκαλεῖτο Ἁλία, Κασσάνδρου κτίσμα ** ἢ ὅτι Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιλλος δὲ ὁ Ταρ ραῖος Περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν, ὅτι «Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ, Ἰάσονος γὰρ ἦν ἀδελφιδή, ἔγημε, καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν· ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν, καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο.» Idem: Κάλαρνα, πόλις Μακεδονίας, ὡς Λούκιλλος ὁ Ταρραῖος. Τὸ ἐθνικὸν Καλαρναῖος. |
| 3 | Idem: Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκα λεῖτο .. Τὸ ἐθνικὸν Μιεζεὺς καὶ Μιεζαῖος. Οὕτω γὰρ χρηματίζει Νικάνωρ, καθὰ Λούσιος (Λούκιος, Λούκιλ λος?). |