Dionysius of Corinth, a bishop active around 170 CE, is known exclusively as an author of pastoral letters within the early Christian church; no verse composition titled On Christian Charity and Tradition is attested among his genuine works. His literary corpus, which survives only in fragments and descriptions preserved by the historian Eusebius in the fourth book of his Ecclesiastical History, consists entirely of epistles addressed to various Christian communities. These letters, sent to churches in locations such as Lacedaemon, Athens, Nicomedia, and Gortyna, addressed practical and doctrinal concerns of the second-century church. Their content included discussions on marriage and chastity, exhortations to repentance, and polemics against emerging heresies, notably Marcionism. Dionysius’s epistolary activity provides valuable historical evidence for the networks of communication, theological debate, and pastoral authority that characterized early Christian ecclesiastical organization, significantly informing later church historians' understanding of this formative period.
Dionysius of Corinth On Christian Charity and Tradition in Greek in PDF
Dionysius of Corinth On Christian Charity and Tradition in Greek in MD
| book 179 | Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελφοὺς ποικίλως εὐεργετεῖν, ἐκκλησίαις τε πολλαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν· ὧδε μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας· ἐν μετάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας· δι’ ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθος Ῥωμαίων Ῥωμαῖοι διαφυλάττοντες· ὃ οὐ μόνον διατετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτὴρ, ἀλλὰ καὶ ἐπηύξηκεν· ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην δαψίλειαν τὴν εἰς τοὺς ἁγίους· λόγοις δὲ μακαρίοις τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστοργος παρακαλῶν. Haec attulit Eusebius lib. iv. |
| book 179 | Hist. c. 23. |
| book 180 | Ἐν αὐτῇ δὲ ταύτῃ (epistola) καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, (verba Eusebii sunt in loco modo signato) δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν (Dionysius)· Τὴν σήμερον οὖν Κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολήν· ἣν ἕξομεν ἀεί ποτε ἀναγινώσκοντες νουθετεῖσθαι, ὡς καὶ τὴν προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν. |
| book 180 | Ταῦτα (Valesius emendat ταύτῃ) καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας, τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς, ὁμοίως ἐδίδαξαν. ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες, ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. Protulit haec Eusebius lib. ii. Hist. c. 25. |
| book 181 | Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν (verba Eusebii sunt in lib. iv. Hist. c. 23.) ὡς ῥᾳδιουργηθεισῶν. ταῦτα φησίν. Ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιωσάντων με γράψαι, ἔγραψα. καὶ ταύτας οἱ τοῦ διαβόλου ἀπόστολοι ζιζανίων γεγέμικαν· ἃ μὲν ἐξαιροῦντες, ἃ δὲ προστιθέντες· οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν Κυριακῶν ῥαδιουργῆσαί τινες (for. legend. τινας) ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοιαύταις ἐπιβεβλήκασι (alii ἐπιβουλεύκασι). |
| book 181 | Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον· ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον· καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ’ αὐτὸν, ἀλλ’ ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει· χρησιμώτατον ἅπασιν ἑαυτὸν καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπιστολαῖς. ὧν ἐστιν, Ἡ ΜΕΝ ΠΡΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΥΣ, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική. |
| book 182 | Ἡ ΔΕ ΠΡΟΣ ΑΘΗΝΑΙΟΥΣ, διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας· ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡς ἂν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὗπερ τὸν προεστῶτα αὐτῶν Πούπλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς. Κοδράτου δὲ μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται· ἐπιμαρτυρῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέντων, καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων· δηλοῖ δ’ ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς πράξεσι δεδηλωμένα, πρῶτος τῆς ἐν Ἀθήναις παροικίας τὴν ἐπισκοπὴν ἐγκεχείριστο. Ἄλλη δ’ ἐπιστολή τις αὐτοῦ ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΑΣ φέρεται· ἐν ᾗ τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν, τῷ τῆς ἀληθείας παρίσταται κανόνι. |
| book 182 | Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΓΟΡΤΥΝΑΝ ἉΜΑ ΤΑΙΣ ΛΟΙΠΑΙΣ ΚΑΤΑ ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ’ αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΑΜΑΣΤΡΙΝ ἉΜΑ ΤΑΙΣ ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων |
| book 183 | ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ’ οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει. Ταύταις ἄλλη ἐγκατείλεκται ΠΡΟΣ ΚΝΩΣΣΙΟΥΣ ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας.— Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, |
| book 183 | ΧΡΥΣΟΦΟΡΑΙ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς. |