eul_wid: bok-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epic Fragments by Panyassis of Halicarnassus

The Epic Fragments constitute the extant remains of the poetry of Panyassis of Halicarnassus, a Greek epic poet of the early fifth century BCE and a reported uncle of the historian Herodotus. His principal work was the Heraclea, a lengthy epic composed in the Homeric style that sought to systematize the myths surrounding the labors and adventures of the hero Heracles. A secondary work, the Ionika, narrated the story of Ionian colonization. Neither poem survived the medieval manuscript tradition intact. Their preservation is entirely indirect, relying on quotations by later ancient authors and commentators such as Athenaeus and Strabo. The fragments from the Heraclea, numbering fifty-nine separate passages, range from single lines to short excerpts. They provide glimpses into the poem's episodes, composed in the traditional epic dialect blending Ionic and Homeric Greek. Though ancient critics ranked Panyassis among the major epic poets, his works are now known only through these fragmentary citations, which reflect an ambitious attempt to create a canonical epic cycle for a Classical Greek audience deeply versed in heroic poetry.

δέρμα τε θήρειον Βεμβινήταο λέοντος
καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος.
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
καί ῥʼ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης.
ξεῖνʼ ἄγε δὴ καὶ πῖνʼ, ἀρετή νύ τις ἔστι καὶ αὐτή,
ὅς κʼ ἀνδρῶν πολὺ πλεῖστον ἐν εἰλαπίνῃ μέθυ πίνῃ
εὖ καὶ ἐπισταμένως, ἅμα τʼ ἄλλον φῶτα κελεύῃ.
ἶσόν θʼ ὅς τʼ ἐν δαιτὶ καὶ ἐν πολέμῳ θοὸς ἀνὴρ
ὑσμίνας διέπων ταλαπενθέας, ἔνθα τε παῦροι
θαρσαλέοι τελέθουσι μένουσί τε θοῦρον Ἄρηα.
τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τʼ ἐνὶ δαιτὶ
τέρπηται παρεὼν ἅμα τʼ ἄλλον λαὸν ἀνώγῃ.
οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι
ἀνθρώποιο βίον ταλασίφρονος, ὅστις ἀπʼ οἴνου
θυμὸν ἐρητύσας πίνει ποτόν, ἄλλʼ ἐνεόφρων.
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ
ἐσθλόν, ἀλεξίκακον, πάσης συνοπηδὸν ἀοιδῆς.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δʼ ἱμερτῆς φιλότητος.
ἐν δέ τε μὲν θήρης καὶ δυσφροσύνης ἀλεγεινῆς
τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα
ἧσθαι πλημύροντα, λελασμένον εὐφροσυνάων.
πρώτην μὲν Χάριτές τʼ ἔλαχον καὶ ἐύφρονες Ὧραι
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
τοῖς δʼ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος,
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίγνεται οἴνου·
εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδʼ ἀπέλθοι
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
ἀλλʼ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
πίνων ἀβλεμέως, τότε δʼ Ὕβριος αἶσα καὶ Ἄτης
γίγνεται ἀργαλέα, κακὰ δʼ ἀνθρώποισιν ὀπάζει.
ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δʼ ἑταίρους·
δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
πινομένης, μή σʼ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
οἶνος δὲ θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δʼ ὀρχησμοί, πᾶσαι δʼ ἐραταὶ φιλότητες.
πάσας δʼ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων.
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσʼ ἅμʼ ὀπηδεῖ.
Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας,
ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.
τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις,
τλῆ δὲ Ποσειδάων, τλῆ δʼ ἀργυρότοξος Ἀπόλλων
ἀνδρὶ παρὰ θνητῷ θητευσέμεν εἰς ἐνιαυτόν,
τλῆ δὲ καὶ ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκῃ
ἔνθα δʼ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα,
νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν,
Σίβρῳ ἐπʼ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι·
τῆς δʼ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πιναρός τε
καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετʼ ἀρούρας.
πῶς δʼ ἐπορεύθης ῥεῦμʼ Ἀχελωίου ἀργυροδίνα,
Ὠκεανοῦ ποταμοῖο διʼ εὐρέος ὑγρὰ κέλευθα;
διχθάδιός ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν.
ὣς ἄρα μιν εἰπόντα καταστέγασε Στυγὸς ὕδωρ.
φολὶς δʼ ἀπέλαμπε φαεινή,
ἄλλοτε μὲν κυανοῦ, τοτὲ δʼ ἄνθεσιν εἴσατο χαλκοῦ.