DionysiacaΔιονυσιακά
Nonnus of Panopolis Dionysiaca PDF
The Dionysiaca is a monumental Greek epic poem composed by Nonnus of Panopolis in the 5th century CE. Spanning 48 books and over 21,000 lines, it is the longest surviving poem from classical antiquity. The work presents a comprehensive narrative of the life of the god Dionysus, from his divine birth to his apotheosis. Its expansive scope details his invention of wine, his epic military campaign against India, his triumphant return to Greece, and his eventual marriage to Ariadne. Structured as an encyclopedic compilation of myth, the poem incorporates extensive digressions and elaborate descriptions of numerous other legendary tales and deities.
Composed in late antique Egypt during a period of cultural transition, the Dionysiaca stands as a vast celebration of the Hellenic mythological tradition. Modern scholarship interprets it both as a deliberate preservation of pagan lore and as a virtuosic display of poetic technique intended for a sophisticated, educated audience. The poem survives in its entirety through medieval manuscripts, the oldest of which dates to the 13th or 14th century. Its preservation is largely attributed to its enduring value as a masterful model of versification and a comprehensive repository of mythological knowledge.
| book p1.1.1 | Πρῶτον ἔχει Κρονίωνα, κερασφόρον ἅρπαγα νύμφης, |
| book p1.1.2 | καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων. |
| book p1.1.3 | δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος ἐνυὼ |
| book p1.1.4 | καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου. |
| book p1.5.1 | ἐν τριτάτῳ μάστευε πολύπλανον ὁλκάδα Κάδμου |
| book p1.5.2 | Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης. |
| book p1.5.3 | ἰχνεύων δὲ τέταρτον ὑπὲρ πόντοιο νοήσεις |
| book p1.5.4 | Ἁρμονίην πλώουσαν ὁμόστολον ἥλικι Κάδμῳ. |
| book p1.5.5 | πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις, |
| book p1.10 | τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην. |
| book p1.1 | δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων |
| book p1.2 | γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς. |
| book p1.3 | ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει |
| book p1.4 | καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν. |
| book p1.15.1 | ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης |
| book p1.15.2 | καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα. |
| book p1.15.3 | εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης |
| book p1.15.4 | θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς. |
| book p1.15.5 | καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς, |
| book p1.20.1 | πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ. |
| book p1.20.2 | ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις |
| book p1.20.3 | Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ. |
| book p1.20.4 | δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων |
| book p1.20.5 | Ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην. |
| book p1.25.1 | ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω |
| book p1.25.2 | καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ. |
| book p1.25.3 | ἐς δέκατον δὲ τέταρτον ἔχε φρένα· κεῖθι κορύσσει |
| book p1.25.4 | δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν ἄρεα Ῥείη. |
| book p1.25.5 | πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω, |
| book p1.30.1 | θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων. |
| book p1.30.2 | ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω, |
| book p1.30.3 | εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου. |
| book p1.30.4 | ἑβδομάτῳ δεκάτῳ πρωτάγριον ἄρεα μέλπω |
| book p1.30.5 | καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο. |
| book p1.35.1 | ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, |
| book p1.35.2 | εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης. |
| book p1.35.3 | ἐννεακαιδεκάτῳ Σταφύλου περὶ τύμβον ἐγείρει |
| book p1.35.4 | Βάκχος ἐπὶ κρητῆρι θυώδεϊ τερπνὸν ἀγῶνα. |
| book p1.35.5 | εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου, |
| book p1.40.1 | εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου. |
| book p1.40.2 | εἰκοστὸν πρώτιστον ἔχει χόλον Ἐννοσιγαίου |
| book p1.40.3 | καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν. |
| book p1.40.4 | δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργα τε μέλπει, |
| book p1.40.5 | Αἰακὸς ὅσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ. |
| book p1.45.1 | εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην |
| book p1.45.2 | καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω. |
| book p1.45.3 | εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν |
| book p1 | κερκίδα θ’ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης. |
| book 1.1.1 | Εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς, |
| book 1.1.2 | νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ, |
| book 1.1.3 | καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην |
| book 1.1.4 | Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας |
| book 1.5.1 | Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης, |
| book 1.5.2 | φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας, |
| book 1.5.3 | ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ, |
| book 1.1 | εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ |
| book 1.2 | ὡς πάρος ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ |
| book 1.10.1 | τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην. |
| book 1.10.2 | ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι, |
| book 1.10.3 | καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου. |
| book 1.10.4 | ἀλλὰ χοροῦ ψαύοντι Φάρῳ παρὰ γείτονι νήσῳ |
| book 1.10.5 | στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη |
| book 1.15.1 | ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω. |
| book 1.15.2 | εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ, |
| book 1.15.3 | μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ |
| book 1.15.4 | φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων· |
| book 1.15.5 | εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων, |
| book 1.20.1 | Βάκχον ἀνευάξω βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης |
| book 1.20.2 | μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης· |
| book 1.20.3 | εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν |
| book 1.20.4 | πόρδαλις ἀίξῃ πολυδαίδαλον εἶδος ἀμείβων, |
| book 1.20.5 | ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν |
| book 1.25 | πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων· |
| book 1.1 | εἰ δέμας ἰσάζοιτο τύπῳ συός, υἷα Θυώνης |
| book 1.2 | ἀείσω ποθέοντα συοκτόνον εὔγαμον Αὔρην, |
| book 1.3 | ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου· |
| book 1.4 | εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω |
| book 1.30.1 | κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου· |
| book 1.30.2 | εἰ φυτὸν αἰθύσσοιτο νόθον ψιθύρισμα τιταίνων, |
| book 1.30.3 | μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ |
| book 1.30.4 | βότρυς ἁμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ. |
| book 1.30.5 | ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες, ὠμαδίην δὲ |
| book 1.35.1 | νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος |
| book 1.35.2 | σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς |
| book 1.35.3 | νεκταρέης, βυθίῃ δὲ παρ’ Εἰδοθέῃ καὶ Ὁμήρῳ |
| book 1.35.4 | φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ. |
| book 1.35.5 | εὔιά μοι δότε ῥόπτρα καὶ αἰγίδας, ἡδυμελῆ δὲ |
| book 1.40.1 | ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω |
| book 1.40.2 | Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ, |
| book 1.40.3 | ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας |
| book 1.40.4 | δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις, |
| book 1.40.5 | γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος. |
| book 1.45.1 | ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου. |
| book 1.45.2 | Σιδονίης ποτὲ ταῦρος ἐπ’ ᾐόνος ὑψίκερως Ζεὺς |
| book 1.1 | ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ |
| book 1.2 | καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα, |
| book 1.3 | κυκλώσας παλάμας περὶ γαστέρα δίζυγι δεσμῷ, |
| book 1.1 | βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς |
| book 1.2 | κυρτὸν ὑποστορέσας λοφιὴν ἐπιβήτορι κούρῃ, |
| book 1.3 | δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων, |
| book 1.4 | Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου |
| book 1.5 | πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ |
| book 1.55.1 | ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη |
| book 1.55.2 | δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ |
| book 1.55.3 | ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης |
| book 1.55.4 | ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν Ἐννοσιγαίου |
| book 1.55.5 | ἢ λοφιῇ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην. |
| book 1.60.1 | καὶ πλόον εἱλιπόδην ἐπεθάμβεε Κυανοχαίτης, |
| book 1.60.2 | Τρίτων δ’ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων |
| book 1.60.3 | ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ |
| book 1.60.4 | ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα |
| book 1.60.5 | θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς, |
| book 1.65.1 | ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον. ἀκροβαφῆ δὲ |
| book 1.65.2 | ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη, |
| book 1.65.3 | καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης |
| book 1.65.4 | πηδάλιον κέρας εἶχε, καὶ Ἵμερος ἔπλετο ναύτης. |
| book 1 | καὶ δολόεις Βορέης γαμίῃ δεδονημένος αὔρῃ |
| book 1.70.1 | φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ |
| book 1.70.2 | ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ. |
| book 1.70.3 | ὡς δ’ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης, |
| book 1.70.4 | ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην, |
| book 1.70.5 | καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χείρ, |
| book 1.75.1 | νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης |
| book 1.75.2 | ἡμιφανὴς πεφόρητο δι’ ὕδατος ὑγρὸς ὁδίτης, |
| book 1.75.3 | κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου |
| book 1.75.4 | δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή· |
| book 1.75.5 | ὣς ὅγε † ταῦρον ἄειρε. τιταινομένοιο δὲ ταύρου |
| book 1.80.1 | βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ |
| book 1.80.2 | καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων |
| book 1.80.3 | Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης |
| book 1.80.4 | εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ |
| book 1.80.5 | παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ |
| book 1.85.1 | ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα. |
| book 1.85.2 | καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ |
| book 1.85.3 | οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην |
| book 1.85.4 | οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ. |
| book 1.85.5 | καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης |
| book 1.90 | κούρη φόρτος ἔην καὶ ναυτίλος· εἰσορόων δὲ |
| book 1.1 | μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης |
| book 1.2 | τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης· |
| book 1.3 | „ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων |
| book 1.4 | νήχεται ἀτρυγέτοιο δι’ ὕδατος ἀγρονόμος βοῦς; |
| book 1.95.1 | μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου |
| book 1.95.2 | ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης; |
| book 1.95.3 | παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη |
| book 1.95.4 | ἄζυγα ταῦρον ἔχουσα μετ’ αἰθέρα πόντον ὁδεύει; |
| book 1.95.5 | ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει; |
| book 1.1 | οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς |
| book 1.2 | ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς |
| book 1.3 | ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην |
| book 1.4 | Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει. |
| book 1.5 | εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ |
| book 1.105.1 | γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης, |
| book 1.105.2 | καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης |
| book 1.105.3 | γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς, |
| book 1.105.4 | νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων, |
| book 1.105.5 | χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων. |
| book 1.110.1 | ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς |
| book 1.110.2 | βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς, |
| book 1.1 | οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ |
| book 1.2 | ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ |
| book 1.3 | πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ· |
| book 1.115.1 | αὔλακας οὐ σπείρουσιν ὀπάονες Ἐννοσιγαίου, |
| book 1.115.2 | ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ, |
| book 1.115.3 | ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη. |
| book 1.115.4 | ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ |
| book 1.115.5 | ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας; |
| book 1.120.1 | ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην |
| book 1.120.2 | ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν; |
| book 1.120.3 | μὴ δόλον ἄλλον ὕφαινε πάλιν μετὰ δέμνια Τυροῦς, |
| book 1.120.4 | ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθ’ ὑδατόεις παρακοίτης |
| book 1.120.5 | χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;“ |
| book 1.125.1 | τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης |
| book 1.125.2 | θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη, |
| book 1.125.3 | καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν· |
| book 1.125.4 | „κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ, |
| book 1.125.5 | εἰ βόες εἰσαΐουσιν· ‘ἀμείλιχε, φείδεο κούρης.‘ |
| book 1.130.1 | εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι |
| book 1.130.2 | Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ |
| book 1.130.3 | ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ. |
| book 1.130.4 | μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι. |
| book 1.130.5 | ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην, |
| book 1.135.1 | δέξο με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή, |
| book 1.135.2 | μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.“ |
| book 1.135.3 | ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη· |
| book 1.135.4 | Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων |
| book 1.135.5 | ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου. |
| book 1.140.1 | ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι |
| book 1.140.2 | φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου, |
| book 1.140.3 | εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου |
| book 1.140.4 | ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην |
| book 1.140.5 | ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ, |
| book 1.145.1 | καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν |
| book 1.145.2 | Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ |
| book 1.145.3 | Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων, |
| book 1.145.4 | αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης |
| book 1.145.5 | καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν |
| book 1.1 | καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη, |
| book 1.2 | καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ |
| book 1.3 | πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων |
| book 1.4 | Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ. |
| book 1.5 | καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς ἀρούρης |
| book 1.155.1 | ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς, |
| book 1.155.2 | ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν |
| book 1.155.3 | παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν· |
| book 1.155.4 | συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ |
| book 1 | πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων, |
| book 1.160.1 | καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας |
| book 1.160.2 | οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων |
| book 1.160.3 | ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ. |
| book 1.160.4 | ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην |
| book 1.160.5 | ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν· |
| book 1.165.1 | εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου |
| book 1.165.2 | τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων |
| book 1.165.3 | ἄξονι κεκλιμένην λοφιὴν ἀνεσείρασεν Ἄρκτου |
| book 1.165.4 | Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοπτε Βοώτην, |
| book 1.165.5 | ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δ’ ὑπὸ κυκλάδι νύσσῃ |
| book 1.170.1 | πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης· |
| book 1.170.2 | εἴρυσεν Ἠριγένειαν, ἐρυκομένοιο δὲ ταύρου |
| book 1.170.3 | ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη· |
| book 1.170.4 | καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων |
| book 1.170.5 | ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ |
| book 1.175.1 | Ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη. |
| book 1.175.2 | οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ |
| book 1.175.3 | ἐς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη· |
| book 1.175.4 | καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος |
| book 1.175.5 | νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος, |
| book 1.180 | καὶ διδύμους ἐπὶ πόντον ἀπ’ αἰθέρος Ἰχθύας ἕλκων |
| book 1.1 | Κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου, |
| book 1.2 | γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου |
| book 1.3 | ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ. |
| book 1.4 | ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς |
| book 1.185.1 | ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν |
| book 1.185.2 | αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην |
| book 1.185.3 | αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν |
| book 1.185.4 | ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου. |
| book 1.185.5 | οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ |
| book 1.190.1 | ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης |
| book 1.190.2 | ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας |
| book 1.190.3 | δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ |
| book 1.190.4 | λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης |
| book 1.190.5 | ἰσοτύπου Ταύροιο δράκων κυκλοῦτο κεράστης, |
| book 1.195.1 | οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου |
| book 1.195.2 | ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης, |
| book 1.195.3 | οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων |
| book 1.195.4 | ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην· |
| book 1.195.5 | καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου, |
| book 1.1 | πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου, |
| book 1.2 | καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης, |
| book 1.3 | αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ. |
| book 1.1 | καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου |
| book 1.2 | αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺς |
| book 1.205.1 | νύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων |
| book 1.205.2 | καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ |
| book 1.205.3 | πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης |
| book 1.205.4 | εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων |
| book 1.205.5 | αὐερύσας στατὸν ἵππον ὑποβρυχίῃ παρὰ φάτνῃ |
| book 1.210.1 | οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην |
| book 1.210.2 | αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου |
| book 1.210.3 | Ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι· |
| book 1.210.4 | πολλάκι δ’ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος |
| book 1.210.5 | ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων |
| book 1.215.1 | ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης, |
| book 1.215.2 | καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ |
| book 1.215.3 | ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης, |
| book 1.215.4 | λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης. |
| book 1.215.5 | οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη· |
| book 1.220.1 | μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις |
| book 1.220.2 | ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης· |
| book 1.220.3 | καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης |
| book 1.220.4 | χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος. |
| book 1.220.5 | ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι, |
| book 1.225 | καὶ στίχες οὐρανίων ἑλίκων νωμήτορι κύκλῳ |
| book 1.1 | εἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ |
| book 1.2 | αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα, |
| book 1.3 | καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου, |
| book 1.4 | καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ |
| book 1.230.1 | ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων, |
| book 1.230.2 | ἀντιπόρους δ’ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δ’ ἠχῇ |
| book 1.230.3 | οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων |
| book 1.230.4 | μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν |
| book 1.230.5 | Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος |
| book 1.235.1 | φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης· |
| book 1.235.2 | καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος |
| book 1.235.3 | δίψιος ἀστερόεντι Κύων ἐπεπάφλασε λαιμῷ |
| book 1.235.4 | πέμπων θερμὸν ὕλαγμα καὶ ἠθάδος ἀντὶ λαγωοῦ |
| book 1.235.5 | θηρσὶ Τυφαονίοισιν ἀνήρυγεν ἀτμὸν ὀδόντων. |
| book 1.240.1 | καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ |
| book 1.240.2 | οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν |
| book 1.240.3 | Πληιάδων ἀλάλαζε βοῆς ἑπτάστομος ἠχώ, |
| book 1.240.4 | καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται. |
| book 1.240.5 | σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν |
| book 1.245.1 | αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν |
| book 1.245.2 | γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων, |
| book 1.245.3 | στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῶν |
| book 1.1 | λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ |
| book 1.2 | ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί· |
| book 1.1 | καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος |
| book 1.2 | Τοξευτὴρ βέλος ἧκεν· Ἁμαξαίῳ δ’ ἐνὶ κύκλῳ |
| book 1.3 | μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις |
| book 1.4 | αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης· |
| book 1.5 | γείτων δ’ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης |
| book 1.255.1 | πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης· |
| book 1.255.2 | γούνατι δ’ εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ |
| book 1.255.3 | Φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην. |
| book 1.255.4 | Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς, |
| book 1.255.5 | καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων |
| book 1.260.1 | Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ· |
| book 1.260.2 | καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης |
| book 1.260.3 | εἰς σκοπέλους μετένασσε, μετ’ αἰθέρα πόντον ἱμάσσων· |
| book 1.260.4 | νισομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ |
| book 1.260.5 | φαίνετο γυμνωθεῖσα δι’ ὕδατος ἄβροχος ὀσφύς, |
| book 1.265.1 | καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ· |
| book 1.265.2 | νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν |
| book 1.265.3 | ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ |
| book 1.265.4 | ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ |
| book 1.265.5 | ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου |
| book 1.270.1 | βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ |
| book 1.270.2 | θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου |
| book 1.1 | φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων |
| book 1.2 | πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ· |
| book 1.3 | πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντου, |
| book 1.275.1 | Γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης |
| book 1.275.2 | ἀκλύστοις λαγόνεσσιν ἐμυκήσαντο δὲ φῶκαι, |
| book 1.275.3 | καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ· |
| book 1.275.4 | καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων |
| book 1.275.5 | πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ, |
| book 1.280.1 | καὶ μελέων ἴνδαλμα χαραδραίη πέλε μορφή. |
| book 1.280.2 | οὐδέ τις ἄτρομος ἔσκε· μετερχομένη δὲ καὶ αὐτὴ |
| book 1.280.3 | οἰστρομανὴς μύραινα δρακοντείης πόθον εὐνῆς |
| book 1.280.4 | ποντοπόρων ἔφριξε θεημάχον ἄσθμα δρακόντων. |
| book 1.280.5 | πυργώθη δὲ θάλασσα καὶ ὡμίλησεν Ὀλύμπῳ |
| book 1.285.1 | ἠλιβάτοις πελάγεσσιν· ἀερσιπόρῳ δὲ ῥεέθρῳ |
| book 1.285.2 | ἠέρος ἄβροχος ὄρνις ἐλούσατο γείτονι πόντῳ. |
| book 1.285.3 | καὶ βυθίου τριόδοντος ἔχων μίμημα Τυφωεὺς |
| book 1.285.4 | χειρὸς ἀμετρήτοιο ταμὼν ἐνοσίχθονι παλμῷ |
| book 1.285.5 | νῆσον ἁλικρήπιδος ἀποσπάδα πέζαν ἀρούρης |
| book 1.290.1 | ῥῖψε παλινδίνητον ὅλην σφαιρηδὸν ἑλίξας· |
| book 1.290.2 | μαρναμένου δὲ Γίγαντος ἐν ἠέρι γείτονες ἄστρων |
| book 1.1 | ἠέλιον σκιόωντες ἐθωρήχθησαν Ὀλύμπῳ |
| book 1.2 | ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί. |
| book 1.3 | καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην |
| book 1.295.1 | Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ· |
| book 1.295.2 | ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων |
| book 1.295.3 | χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς |
| book 1.295.4 | βριθοσύνῃ· παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων. |
| book 1.295.5 | ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς |
| book 1.1 | βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς |
| book 1.2 | ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ |
| book 1.3 | ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση· |
| book 1.4 | ἀστεροπὴ δ’ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ |
| book 1.5 | μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ· |
| book 1.305.1 | καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος, |
| book 1.305.2 | ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί, |
| book 1.305.3 | πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν |
| book 1.305.4 | ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ |
| book 1.305.5 | οὐρανίην ποθέοντες ἐθήμονα χεῖρα φορῆος. |
| book 1.310.1 | ὡς δ’ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ |
| book 1.310.2 | ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων |
| book 1.310.3 | πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ |
| book 1.1 | χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος, |
| book 1.2 | οἰστρηθεὶς δ’ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων, |
| book 1.315.1 | στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν, |
| book 1.315.2 | προσθιδίους προβλῆτας ἐκούφισε γούνατα κάμπτων, |
| book 1.315.3 | καὶ λόφον ᾐώρησεν, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων |
| book 1.315.4 | ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη· |
| book 1.315.5 | ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων |
| book 1.320.1 | μαρμαρυγὴν φύξηλιν ἀλωομένοιο κεραυνοῦ. |
| book 1.320.2 | ὄφρα μὲν εἰν Ἀρίμοις ἐπεφοίτεε Κάδμος ἀλήτης, |
| book 1.320.3 | τόφρα δὲ Δικταίης ὑπὲρ ᾐόνος ὑγροπόρος βοῦς |
| book 1.320.4 | ἐκ λοφιῆς ἀδίαντον ἑῆς ἀπεθήκατο κούρην. |
| book 1.320.5 | καὶ Κρονίδην ὁρόωσα πόθῳ δεδονημένον Ἥρη |
| book 1.325.1 | ζηλομανὴς γελόωντι χόλῳ ξυνώσατο φωνήν· |
| book 1.325.2 | „Φοῖβε, τεῷ γενετῆρι παρίστασο, μή τις ἀροτρεὺς |
| book 1.325.3 | Ζῆνα λαβὼν ἐρύσειεν ἐς ἐννοσίγαιον ἐχέτλην. |
| book 1.325.4 | αἴθε λαβὼν ἐρύσειεν, ὅπως Διὶ τοῦτο βοήσω· |
| book 1.325.5 | ‘τέτλαθι διπλόα κέντρα καὶ ἀγρονόμων καὶ Ἐρώτων.‘ |
| book 1.330 | ὡς νόμιος, κλυτότοξε, τεὸν ποίμαινε τοκῆα, |
| book 1.1 | μὴ Κρονίδην ζεύξειε βοῶν ἐλάτειρα Σελήνη, |
| book 1.2 | μὴ λέχος Ἐνδυμίωνος ἰδεῖν σπεύδουσα νομῆος |
| book 1.3 | Ζηνὸς ὑποστίξειεν ἀφειδέι νῶτον ἱμάσθλῃ. |
| book 1.4 | Ζεῦ ἄνα, πόρτις ἐοῦσα κερασφόρος ἤμβροτεν Ἰώ, |
| book 1.335.1 | ὅττι σε μή ποτε τοῖον ἴδεν πόσιν, ὄφρα λοχεύσῃ |
| book 1.335.2 | ἰσοφυῆ τινα ταῦρον ὁμοκραίρῳ παρακοίτῃ. |
| book 1.335.3 | Ἑρμείαν πεφύλαξο βοοκλόπον ἠθάδι τέχνῃ, |
| book 1.335.4 | μή σε λαβὼν ἅτε ταῦρον ἑὸν κλέψειε τοκῆα, |
| book 1.335.5 | καὶ κιθάρην ὀπάσειε τεῷ πάλιν υἱέι Φοίβῳ |
| book 1.340.1 | ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω; |
| book 1.340.2 | ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων |
| book 1.340.3 | Ἄργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων |
| book 1.340.4 | πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.“ |
| book 1.340.5 | ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν |
| book 1.345.1 | εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην· |
| book 1.345.2 | καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης |
| book 1.345.3 | μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ |
| book 1.345.4 | οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ, |
| book 1.345.5 | καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ |
| book 1.1 | ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης |
| book 1.2 | ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων. |
| book 1.3 | καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ· |
| book 1.4 | καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην |
| book 1.5 | κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ, |
| book 1.355.1 | Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρὸν Ἡνιοχῆος |
| book 1.355.2 | νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου, |
| book 1.1 | εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων, |
| book 1.2 | ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ |
| book 1.3 | δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων |
| book 1.360.1 | φαίνεται, ἑσπερίην δὲ θοώτερος ἄντυγα βαίνων |
| book 1.360.2 | σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα. |
| book 1.360.3 | ὣς ὁ μὲν ἐστήρικτο κατ’ οὐρανόν. οὐδὲ Τυφωεὺς |
| book 1.360.4 | μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ |
| book 1.360.5 | Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσσας |
| book 1.365.1 | φοιταλέῳ μαστῆρι δι’ οὔρεος ἤντετο Κάδμῳ |
| book 1.365.2 | πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν |
| book 1.365.3 | ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης. |
| book 1.365.4 | καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν |
| book 1.365.5 | δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν· |
| book 1.370.1 | πλέξας δ’ ἐκ καλάμων καλύβην ἑλικώδεϊ δεσμῷ |
| book 1.370.2 | πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ |
| book 1.370.3 | ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου |
| book 1.370.4 | εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα· |
| book 1.370.5 | καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ |
| book 1.375.1 | δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου. |
| book 1.375.2 | ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης |
| book 1.375.3 | Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν· |
| book 1.375.4 | „Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται· |
| book 1.375.5 | δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ |
| book 1.380.1 | τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς. |
| book 1.380.2 | αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει |
| book 1.380.3 | αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ; |
| book 1.380.4 | δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ |
| book 1.380.5 | ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο· |
| book 1.385.1 | δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν |
| book 1.385.2 | ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ |
| book 1.385.3 | ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης |
| book 1.385.4 | ἐς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων |
| book 1.385.5 | ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου, |
| book 1.390.1 | μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω, |
| book 1.390.2 | μὴ βροντὴν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω |
| book 1.390.3 | μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ. |
| book 1.390.4 | εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς, |
| book 1.390.5 | κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ |
| book 1.395.1 | θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων |
| book 1.395.2 | δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω |
| book 1.395.3 | ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην. |
| book 1.395.4 | καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή, |
| book 1.395.5 | τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης. |
| book 1.1 | εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν, |
| book 1.2 | ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς· |
| book 1.3 | ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ |
| book 1.4 | ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί. |
| book 1 | πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ |
| book 1.405.1 | σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων· |
| book 1.405.2 | Καδμείης δ’ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς, |
| book 1.405.3 | ὅσσον ἐγὼ πόθον ἔσχον ἐς Εὐρώπης ὑμεναίους.“ |
| book 1.405.4 | ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ, |
| book 1.405.5 | ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων |
| book 1.410.1 | Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ, |
| book 1.410.2 | κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης |
| book 1.410.3 | καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος, |
| book 1.410.4 | πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς |
| book 1.410.5 | οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων. |
| book 1.415.1 | ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ |
| book 1.415.2 | ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δ’ ἄντρου |
| book 1.415.3 | ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ |
| book 1.415.4 | τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν |
| book 1.415.5 | ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης |
| book 1.420.1 | Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ. |
| book 1.420.2 | ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας |
| book 1.420.3 | νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς, |
| book 1.420.4 | καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ |
| book 1.420.5 | ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου |
| book 1.425.1 | ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ |
| book 1.425.2 | ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν· |
| book 1.1 | „αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις; |
| book 1.2 | καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν, |
| book 1.3 | καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν· |
| book 1.430.1 | τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ; |
| book 1.430.2 | πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς |
| book 1.430.3 | ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ |
| book 1.430.4 | χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς |
| book 1.430.5 | πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς· |
| book 1.435.1 | σῶν δ’ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ |
| book 1.435.2 | οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω, |
| book 1.435.3 | ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων |
| book 1.435.4 | οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω. |
| book 1.435.5 | στήσω δ’, ἢν ἐθέλῃς, φιλίην ἔριν· ἀλλὰ σὺ μέλπων |
| book 1.440.1 | πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω· |
| book 1.440.2 | πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν |
| book 1.440.3 | φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος |
| book 1.440.4 | ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί. |
| book 1.440.5 | βουκόλε, μισθὸν ἔχεις σέο πηκτίδος οὐράνιον γὰρ |
| book 1.445 | ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω, |
| book 1.1 | ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω |
| book 1.2 | αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ· |
| book 1.3 | οὐδὲ τεῆς ἀγέλης νοσφίσσεαι· ἰσοτύπου γὰρ |
| book 1.4 | στηρίξω σέθεν αἶγας ὑπὲρ ῥάχιν Αἰγοκερῆος |
| book 1.1 | ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ |
| book 1.2 | πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει· |
| book 1.3 | στήσω δ’ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου |
| book 1.4 | σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ, |
| book 1.5 | ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ |
| book 1.455.1 | ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης. |
| book 1.455.2 | οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης |
| book 1.455.3 | αἰθερίοις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη. |
| book 1.455.4 | καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ |
| book 1.455.5 | ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ. |
| book 1.460.1 | ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης |
| book 1.460.2 | φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων |
| book 1.460.3 | ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης. |
| book 1.460.4 | οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν, |
| book 1.460.5 | σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου. |
| book 1.465 | μολπῆς δ’ ἄξια δῶρα παρ’ ἀστεροφεγγέι κύκλῳ |
| book 1.1 | στηρίξω σέθεν αὐλὸν Ὀλύμπιον, ἡδυμελῆ δὲ |
| book 1.2 | οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω. |
| book 1.3 | σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης· |
| book 1.4 | εἰ δέ σοι οὐ Γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ |
| book 1.470.1 | ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης· |
| book 1.470.2 | μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης. |
| book 1.470.3 | εἰ δὲ λάχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου, |
| book 1.470.4 | ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω· |
| book 1.470.5 | εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν, |
| book 1.475.1 | δώσω σοι τόδε δῶρον. ἐγὼ δ’ ἐς Ὄλυμπον ὁδεύσω |
| book 1.475.2 | οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ |
| book 1.475.3 | ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη; |
| book 1.475.4 | ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην, |
| book 1.475.5 | γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου |
| book 1.480.1 | σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.“ |
| book 1.480.2 | εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν. |
| book 1.480.3 | ἀλλ’ ὅτε δὴ γίνωσκεν ἑκούσιον ἐς λίνον ἄγρης |
| book 1.480.4 | νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης |
| book 1.480.5 | τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ, |
| book 1.485.1 | κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν· |
| book 1.485.2 | „βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας· |
| book 1.485.3 | εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω |
| book 1.485.4 | ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων; |
| book 1.485.5 | καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων |
| book 1.490.1 | Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ |
| book 1.490.2 | χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ |
| book 1.490.3 | υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθ’ εὕρω |
| book 1.490.4 | νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων |
| book 1.490.5 | θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν· |
| book 1.495.1 | καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ, |
| book 1.495.2 | Ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω |
| book 1.495.3 | τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ, |
| book 1.495.4 | ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας |
| book 1.495.5 | στήσω καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης. |
| book 1.1 | ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ |
| book 1.2 | μοῦνον ἔα κλυτότοξον, ὅπως παρὰ δεῖπνα τραπέζης |
| book 1.3 | δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω, |
| book 1.4 | τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων. |
| book 1.5 | Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ |
| book 1.505.1 | Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος |
| book 1.505.2 | θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.“ |
| book 1.505.3 | ἔννεπε· καὶ χαροπῇσιν ἐπ’ ὀφρύσι νεῦσε Τυφωεύς, |
| book 1.505.4 | καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων |
| book 1.505.5 | ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι. |
| book 1.510.1 | καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας |
| book 1.510.2 | νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ, |
| book 1.510.3 | νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ. |
| book 1.1 | καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν· |
| book 1.2 | καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν |
| book 1.515.1 | ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ, |
| book 1.515.2 | Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα· φειδομένῳ δὲ |
| book 1.515.3 | λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων, |
| book 1.515.4 | θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς, |
| book 1.515.5 | λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων |
| book 1.520.1 | ἁρμονίης ἤκουε καὶ οὐ γίνωσκε Τυφωεύς. |
| book 1.520.2 | θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν |
| book 1.520.3 | ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων, |
| book 1.520.4 | καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην |
| book 1.520.5 | ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων· |
| book 1.525.1 | καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ |
| book 1.525.2 | ἁβρὸν ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ, |
| book 1.525.3 | καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου, |
| book 1.525.4 | πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης |
| book 1.525.5 | δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ |
| book 1.530.1 | σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει |
| book 1.530.2 | αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ |
| book 1.530.3 | θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπὴν |
| book 1.530.4 | οὐδὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ |
| book 1 | θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς. |
| book 2.1.1 | Ὣς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης |
| book 2.1.2 | ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων, |
| book 2.1.3 | Κάδμος Ἀγηνορίδης νόθος αἰπόλος· ἀπροϊδὴς δὲ |
| book 2.1.4 | Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων |
| book 2.5.1 | χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ. |
| book 2.5.2 | καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ, |
| book 2.5.3 | μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ |
| book 2.5.4 | λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς |
| book 2.5.5 | βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ |
| book 2.10.1 | ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς. |
| book 2.10.2 | ὡς δ’ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων |
| book 2.10.3 | εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης, |
| book 2.10.4 | θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων |
| book 2.10.5 | γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς, |
| book 2.15.1 | ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης |
| book 2.15.2 | τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσσας |
| book 2.15.3 | Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου· |
| book 2.15.4 | ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς |
| book 2 | πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου. |
| book 2.20.1 | ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ |
| book 2.20.2 | ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος |
| book 2.20.3 | ἁρμονίην τ’ ἀνέκοψεν. ἀερσιπόδης δὲ Τυφωεὺς |
| book 2.20.4 | οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου, |
| book 2.20.5 | βροντὴν δ’ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ |
| book 2.25.1 | καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ |
| book 2.25.2 | ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ, |
| book 2.25.3 | καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς |
| book 2.25.4 | ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου |
| book 2.25.5 | αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ. |
| book 2.30.1 | καὶ ποδὸς ἀγκύλον ἴχνος ἔχων ὀφιώδεϊ ταρσῷ |
| book 2.30.2 | ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος· |
| book 2.30.3 | ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις |
| book 2.30.4 | πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι· |
| book 2.30.5 | καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην |
| book 2.35.1 | ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν |
| book 2.35.2 | ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ |
| book 2.35.3 | Ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος |
| book 2.35.4 | γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι, |
| book 2 | καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι |
| book 2.40.1 | ἠιόνες, σείοντο μυχοὶ καὶ ὀλίσθανον ὄχθαι |
| book 2.40.2 | λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ. |
| book 2.40.3 | οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ |
| book 2.40.4 | ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου |
| book 2.40.5 | ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων |
| book 2.45.1 | γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων |
| book 2.45.2 | χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ |
| book 2.45.3 | ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων, |
| book 2.45.4 | ἠερίους δ’ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ |
| book 2.45.5 | ἱπταμένους ἀβάτοιο δι’ αἰθέρος, ἀγχιφανῆ δὲ |
| book 2.1 | αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει· |
| book 2.2 | ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων |
| book 2.3 | αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ. |
| book 2.4 | καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ, |
| book 2.5 | Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων· |
| book 2.55.1 | καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ |
| book 2.55.2 | ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη |
| book 2.55.3 | Νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ |
| book 2.55.4 | κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων |
| book 2.55.5 | σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ. |
| book 2.60.1 | μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν |
| book 2.60.2 | ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν |
| book 2.60.3 | νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν |
| book 2.60.4 | αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις· |
| book 2.60.5 | οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς |
| book 2.65.1 | ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ, |
| book 2.65.2 | οὐδὲ Τυφαονίης παλάμης νωμήτορι καρπῷ |
| book 2.65.3 | αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ, |
| book 2.65.4 | ἀλλὰ βόας μεθέηκε. Γιγαντείῳ δὲ βελέμνῳ |
| book 2.65.5 | σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης |
| book 2.70.1 | καὶ διερὴν φλέβα λῦσαν, ἀνοιγομένου δὲ βερέθρου |
| book 2.70.2 | χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών, |
| book 2.70.3 | ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ. |
| book 2.70.4 | καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις |
| book 2.70.5 | ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ, |
| book 2.75.1 | ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων |
| book 2.75.2 | αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων. |
| book 2.75.3 | δένδρεα δ’ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης, |
| book 2.75.4 | καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ |
| book 2.75.5 | κῆπος ἀιστώθη, ῥοδόεις δ’ ἀμαθύνετο λειμών· |
| book 2.80.1 | καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων |
| book 2.80.2 | αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς |
| book 2.80.3 | αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων, |
| book 2.80.4 | πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων |
| book 2.80.5 | κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ· |
| book 2.85.1 | κεκλιμένην δ’ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν· |
| book 2.85.2 | καί, Μορίην μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην, |
| book 2.85.3 | τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ· |
| book 2.85.4 | καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης, |
| book 2.85.5 | πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην |
| book 2.90.1 | βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος· |
| book 2.90.2 | καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ, |
| book 2.90.3 | μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἀδρυάδες δὲ |
| book 2.90.4 | ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι. |
| book 2.90.5 | καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου |
| book 2.95.1 | σύγχρονος ἀκρήδεμνος Ἁμαδρυὰς ἄνθορε δάφνης, |
| book 2.95.2 | ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη |
| book 2.95.3 | ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ· |
| book 2.95.4 | „δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω |
| book 2.95.5 | ἀμφοτέραις, μὴ Φοῖβον ἴδῃς, μὴ Πᾶνα νοήσω. |
| book 2.1 | ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης |
| book 2.2 | τέμνετε δειλαίης τετμημένα· φείδεο, τέκτων, |
| book 2.3 | ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων, |
| book 2.4 | μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης. |
| book 2.5 | ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων |
| book 2.105 | κόπτε με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ |
| book 2.1 | πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης, |
| book 2.2 | ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω, |
| book 2.3 | εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.“ |
| book 2.4 | ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην, |
| book 2.110.1 | καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ |
| book 2.110.2 | αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ· |
| book 2.110.3 | ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν· |
| book 2.110.4 | „παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ |
| book 2.110.5 | ἐκ δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη. |
| book 2.115.1 | πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας |
| book 2.115.2 | ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί, |
| book 2.115.3 | καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει, |
| book 2.115.4 | ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ |
| book 2.115.5 | ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ. |
| book 2.120.1 | οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ὑψιφανῆ δὲ |
| book 2.120.2 | οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ |
| book 2.120.3 | Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων |
| book 2.120.4 | Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας. |
| book 2.120.5 | ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλ’ ἐνὶ πόντῳ |
| book 2.125.1 | Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων. |
| book 2.125.2 | αἴθε λάχον πτερὰ κοῦφα· δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 2.1 | ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω· |
| book 2.2 | ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς |
| book 2.3 | ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων. |
| book 2.130.1 | εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω, |
| book 2.130.2 | μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη † Φιλομήλη |
| book 2.130.3 | καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην |
| book 2.130.4 | ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών, |
| book 2.130.5 | φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς, |
| book 2.135.1 | ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν. |
| book 2.135.2 | Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν σέο πενθάδι μολπῇ |
| book 2.135.3 | υἱέα δακρύσειας, ἐγὼ δ’ ἐμὰ λέκτρα γοήσω. |
| book 2.135.4 | Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ |
| book 2.135.5 | καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς. |
| book 2.140.1 | ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης |
| book 2.140.2 | κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν |
| book 2.140.3 | ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι. |
| book 2.140.4 | εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθώ, |
| book 2.140.5 | πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ· ... |
| book 2.145.1 | οὐκ ἐθέλω παρὰ Κύδνον, ὅτι προχοῇσι συνάψω |
| book 2.145.2 | παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ. |
| book 2.145.3 | πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω |
| book 2.1 | ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι. |
| book 2.2 | εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω |
| book 2.1 | οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης |
| book 2.2 | μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω. |
| book 2.3 | ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο |
| book 2.4 | εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω |
| book 2.5 | ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις |
| book 2.155.1 | γείτονος αἰγείροιο περίπλοκα φύλλα πελάσσω |
| book 2.155.2 | δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην· |
| book 2.155.3 | οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, Δάφνη, |
| book 2.155.4 | αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης. |
| book 2.155.5 | ἔσσομαι, ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν |
| book 2.160.1 | λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται· |
| book 2.160.2 | ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ· |
| book 2.160.3 | ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.“ |
| book 2.160.4 | ἡ μὲν ἔφη· Φαέθων δὲ πόλον δινωτὸν ἐάσσας |
| book 2.160.5 | εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης |
| book 2.165.1 | ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ |
| book 2.165.2 | οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι, |
| book 2.165.3 | αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ |
| book 2.1 | ἀθάνατοι πλάζοντο, παρ’ ὀφρυόεντι δὲ Ταύρῳ |
| book 2.2 | Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς. |
| book 2.170.1 | νὺξ μὲν ἔην· φρουραὶ δὲ πέριξ στίχες ἦσαν Ὀλύμπου |
| book 2.170.2 | ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων |
| book 2.170.3 | ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ’ ἑτερόθροος ἄστρων |
| book 2.170.4 | ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς |
| book 2.170.5 | ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης· |
| book 2.175.1 | καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις |
| book 2.175.2 | οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι |
| book 2.175.3 | ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων |
| book 2.175.4 | ἀστέρες Ἀτλάντειον ἐπεκλήισαν ὀχῆα, |
| book 2.175.5 | μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων· |
| book 2.180.1 | ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ |
| book 2.180.2 | ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται. |
| book 2.180.3 | αἰθερίῳ δὲ τένοντι συνέμπορος Ἀρκάδος Ἄρκτου |
| book 2.180.4 | ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων |
| book 2.180.5 | ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης, |
| book 2.185.1 | ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ |
| book 2.185.2 | ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων |
| book 2.1 | ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς. |
| book 2.2 | καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων |
| book 2.3 | καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης |
| book 2.190.1 | ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ |
| book 2.190.2 | πυκνὰ διαθρῴσκοντες ἀπ’ αἰθέρος ἄκρον Ὀλύμπου |
| book 2.190.3 | ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ |
| book 2.190.4 | δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ |
| book 2.190.5 | πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων |
| book 2.195.1 | ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 2.195.2 | κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη, |
| book 2.195.3 | καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας |
| book 2.195.4 | φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης, |
| book 2.195.5 | καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ |
| book 2.1 | ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ |
| book 2.2 | Ζηνὶ συναιχμάζοντες, ὑπ’ ἀκτίνεσσι δὲ λάμπων |
| book 2.3 | ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ |
| book 2.4 | Ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων, |
| book 2.5 | χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας. |
| book 2.205.1 | καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη |
| book 2.205.2 | ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ, |
| book 2.205.3 | Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα |
| book 2.205.4 | ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν· |
| book 2 | „Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω |
| book 2.210.1 | μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην· |
| book 2.210.2 | μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ |
| book 2.210.3 | ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου, |
| book 2.210.4 | καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ· |
| book 2.210.5 | ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου |
| book 2.215.1 | χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων |
| book 2.215.2 | στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ· |
| book 2.215.3 | Ἥβη λεῖπε κύπελλον, Ἄρης δ’ ἀπεσείσατο λόγχην, |
| book 2.215.4 | Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ’ ἔρριψεν Ἀπόλλων, |
| book 2.215.5 | καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς, |
| book 2.220.1 | εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης |
| book 2.220.2 | ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης, |
| book 2.220.3 | ἁρμονίης δ’ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ |
| book 2.220.4 | πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη |
| book 2.220.5 | τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσσας |
| book 2.225.1 | σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων |
| book 2.225.2 | ὁ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα, |
| book 2.225.3 | καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην. |
| book 2.225.4 | ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων; |
| book 2.225.5 | μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω, |
| book 2.230 | οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου, |
| book 2.1 | ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κτυπέοντι κεραυνῷ |
| book 2.2 | Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω |
| book 2.3 | παρθενικὴν ἀνάεδνον ἀναγκαίῳ παρακοίτῃ; |
| book 2.4 | ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει |
| book 2.235.1 | χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι Ἰοχεαίρῃ |
| book 2.235.2 | ἵλαον Εἰλείθυιαν, ὅτ’ Εἰλείθυια λοχεύσῃ;“ |
| book 2.235.3 | ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας |
| book 2.235.4 | εὔνασε † καὶ πνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων |
| book 2.235.5 | ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς |
| book 2.240.1 | νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις |
| book 2.240.2 | πλήσας μητέρα γαῖαν· ἀνοιγομένοιο δὲ κόλπου |
| book 2.240.3 | χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ |
| book 2.240.4 | εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις. |
| book 2.240.5 | ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν |
| book 2.245.1 | εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς |
| book 2.245.2 | Ζῆνα μέγαν καλέων· βλοσυρὴ δέ οἱ ἵκετο φωνή, |
| book 2.245.3 | ῥιζοπαγὴς ὅθι πέζα παλίμπορος Ὠκεανοῖο |
| book 2.245.4 | τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου, |
| book 2.245.5 | ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ· |
| book 2.1 | φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς |
| book 2.2 | παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ· |
| book 2.3 | τοῦ δὲ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ |
| book 2.1 | ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων, |
| book 2.2 | ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων, |
| book 2.255.1 | πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων, |
| book 2.255.2 | λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ |
| book 2.255.3 | Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· |
| book 2.255.4 | „χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου |
| book 2.255.5 | σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου |
| book 2.260.1 | κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ |
| book 2.260.2 | κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας, |
| book 2.260.3 | ἄντυγα δ’ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου, |
| book 2.260.4 | μηκέτι δειμαίνων ἕλικα δρόμον—οὐ γὰρ ἐάσσω |
| book 2.260.5 | ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν ἀρούρης |
| book 2.265.1 | αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην—, |
| book 2.265.2 | ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσσας |
| book 2.265.3 | μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας |
| book 2.265.4 | τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων, |
| book 2.265.5 | ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις |
| book 2.270.1 | ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι, |
| book 2.270.2 | δμωίδες Ἠελίοιο· περιπλέγδην δὲ λαβοῦσαι |
| book 2.270.3 | ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρί, πόντον Ὀλύμπῳ. |
| book 2.270.4 | καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην, |
| book 2.270.5 | μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω, |
| book 2.275.1 | καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω |
| book 2.275.2 | χειρὶ μιῇ· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ |
| book 2.275.3 | Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ, |
| book 2.275.4 | πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων, |
| book 2.275.5 | ἄστρα κατακλύζειε, καὶ ὕδατι διψὰς ἀλάσθω |
| book 2.280.1 | Ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος. |
| book 2.280.2 | ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων |
| book 2.280.3 | αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις |
| book 2.280.4 | ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου· |
| book 2.280.5 | καὶ βόες ὑγρὰ κέλευθα μετοχλίσσωσι Σελήνης |
| book 2.285.1 | δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων· |
| book 2.285.2 | καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων |
| book 2.285.3 | ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου· |
| book 2.285.4 | αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων |
| book 2.285.5 | Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου· |
| book 2.290.1 | ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ... |
| book 2.290.2 | ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης |
| book 2.290.3 | κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων |
| book 2.290.4 | φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι, |
| book 2.290.5 | καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι, |
| book 2.295.1 | καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ. |
| book 2.295.2 | δεσμοὺς δ’ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω, |
| book 2.1 | ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων |
| book 2.2 | αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων |
| book 2.3 | Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει |
| book 2.1 | ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς· |
| book 2.2 | υἱάσι δ’ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης |
| book 2.3 | κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης |
| book 2.4 | χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρα τις εἴπῃ· |
| book 2.5 | ‘λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.‘ |
| book 2.305.1 | λυσαμένη δ’ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης |
| book 2.305.2 | Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω, |
| book 2.305.3 | καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ, |
| book 2.305.4 | εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ |
| book 2.305.5 | ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας |
| book 2.310.1 | κοίρανον ὑσμίνης ληίσσομαι, ἀντὶ φονῆος |
| book 2.310.2 | μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ |
| book 2.310.3 | Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω |
| book 2.310.4 | Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην. |
| book 2.310.5 | καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων |
| book 2.315.1 | οὐρανὸν Ἀτλάντειον ἐλαφρίζειε Κρονίων |
| book 2.315.2 | ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ |
| book 2.315.3 | ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης. |
| book 2.315.4 | οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ |
| book 2.315.5 | δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης |
| book 2.320.1 | αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ |
| book 2.320.2 | νυμφιδίην τανύσειε Τυφωέι δούλιον αἴγλην, |
| book 2.320.3 | καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ |
| book 2.320.4 | ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων, |
| book 2.320.5 | ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δ’ Ἀφροδίτῃ |
| book 2.325.1 | εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη |
| book 2.325.2 | δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν, |
| book 2.325.3 | λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο. |
| book 2.325.4 | ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι, |
| book 2.325.5 | πήξατε παστὸν Ἔρωτος· ἀπ’ Ὠκεανοῦ δὲ καὶ αὐταί, |
| book 2.330.1 | Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη, |
| book 2.330.2 | νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ· |
| book 2.330.3 | καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης |
| book 2.330.4 | ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων. |
| book 2.330.5 | οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ |
| book 2.335.1 | Οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω, |
| book 2.335.2 | οὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης. |
| book 2.335.3 | καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων |
| book 2.335.4 | γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου |
| book 2.335.5 | λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω |
| book 2.340 | αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω |
| book 2.1 | Γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω |
| book 2.2 | ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν, |
| book 2.3 | ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω |
| book 2.4 | χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ |
| book 2.345.1 | κρέσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ |
| book 2.345.2 | ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ |
| book 2.345.3 | ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω |
| book 2.345.4 | ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ |
| book 2.345.5 | ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι. |
| book 2.1 | καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην |
| book 2.2 | πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω |
| book 2.3 | αἷμα νέον μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων |
| book 2.4 | λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω |
| book 2.5 | ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ |
| book 2.355.1 | Παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ.“ |
| book 2.355.2 | εἶπεν ὁμοκλήσας· Κρονίδης δ’ ἐγέλασσεν ἀκούων. |
| book 2.355.3 | καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ |
| book 2.355.4 | πομπὸς Ἔρις Τυφῶνι, Διὸς δ’ ἡγήσατο Νίκη |
| book 2.355.5 | εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης |
| book 2.360.1 | ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης, |
| book 2.360.2 | οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλ’ ὑπὲρ αὐτοῦ |
| book 2.360.3 | αἰθέρος ἵστατο δῆρις, ἔην δ’ ἐνὶ γούνασι Νίκης |
| book 2.360.4 | σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος. |
| book 2 | Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων |
| book 2.365.1 | αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς, |
| book 2.365.2 | καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας |
| book 2.365.3 | εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς |
| book 2.365.4 | ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι |
| book 2.365.5 | αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ, |
| book 2.370.1 | συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί. |
| book 2.370.2 | καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς |
| book 2.370.3 | φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ |
| book 2.370.4 | ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι, |
| book 2.370.5 | καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ· |
| book 2.375.1 | ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ |
| book 2.375.2 | ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ’ αὐχήν, |
| book 2.375.3 | ὑψινεφὴς δ’ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών· |
| book 2.375.4 | καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι |
| book 2.375.5 | αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων. |
| book 2.380.1 | μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ |
| book 2.380.2 | ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν, |
| book 2.380.3 | αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί, |
| book 2.380.4 | ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων. |
| book 2.380.5 | δένδρεα δ’ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν |
| book 2.385.1 | σειόμενα Κρονίδαο καταντίον ἄλλα τε γαίης |
| book 2.385.2 | ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότα παλμῷ |
| book 2.385.3 | Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ· |
| book 2.385.4 | πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ |
| book 2.385.5 | καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι |
| book 2.390.1 | ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης. |
| book 2.390.2 | πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου, |
| book 2.390.3 | καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται |
| book 2.390.4 | ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην |
| book 2.390.5 | κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης |
| book 2.395.1 | Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι |
| book 2.395.2 | Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι |
| book 2.395.3 | μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δ’ ἀκτὴ |
| book 2.395.4 | ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δ’ ἄρκτου |
| book 2.395.5 | ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη, |
| book 2.1 | Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη· |
| book 2.2 | ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ |
| book 2.3 | Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί. |
| book 2.4 | καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ |
| book 2 | ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν· |
| book 2.405.1 | καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ |
| book 2.405.2 | ἀσταθέων ἀχάρακτα κατέγραφον ἰσχία ταύρων, |
| book 2.405.3 | ἄλλα δὲ δινηθέντα δι’ ἠέρος ὀξέι ῥοίζῳ |
| book 2.405.4 | ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται· |
| book 2.405.5 | καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ |
| book 2.410.1 | πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ, |
| book 2.410.2 | γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης· |
| book 2.410.3 | ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης |
| book 2.410.4 | Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς. |
| book 2.410.5 | καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας |
| book 2.415.1 | εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς |
| book 2.415.2 | αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ |
| book 2.415.3 | στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ |
| book 2.415.4 | δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη |
| book 2.415.5 | πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ, |
| book 2.420.1 | Ἄρης δ’ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις |
| book 2.420.2 | ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς, |
| book 2.420.3 | ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ· |
| book 2.420.4 | ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται. |
| book 2.420.5 | καὶ πῇ μὲν στεροπῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ, |
| book 2.425.1 | ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δ’ ὄμβρῳ, |
| book 2.425.2 | πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης |
| book 2.425.3 | ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ |
| book 2.1 | κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις |
| book 2.2 | ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ, |
| book 2.430.1 | ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ· |
| book 2.430.2 | καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνην, |
| book 2.430.3 | ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης |
| book 2.430.4 | μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης |
| book 2.430.5 | ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ, |
| book 2.435.1 | οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου. |
| book 2.435.2 | καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων |
| book 2.435.3 | δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων |
| book 2.435.4 | ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας |
| book 2.435.5 | ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας |
| book 2.440.1 | αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ |
| book 2.440.2 | κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων |
| book 2.440.3 | μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ, |
| book 2.440.4 | χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων, |
| book 2.440.5 | ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ |
| book 2.445.1 | βαλλομένη σελάγιζε δι’ ὕδατος αἰθερίη φλὸξ |
| book 2.445.2 | λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ |
| book 2.445.3 | αἰθαλόεν, διερὴ δὲ φύσις τερσαίνετο πυρσῷ· |
| book 2.445.4 | σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ, |
| book 2 | νήπιος· οὐδὲ νόησε, πυραυγέες ὅττι κεραυνοὶ |
| book 2.1 | καὶ στεροπαὶ γεγάασιν ἀπ’ ὀμβροτόκων νεφελάων. |
| book 2.2 | καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων |
| book 2.3 | στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ, |
| book 2.4 | καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δ’ ἄκρῳ |
| book 2.5 | Ζεὺς ὀλίγον φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν |
| book 2.455.1 | λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην. |
| book 2.455.2 | χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας |
| book 2.455.3 | εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς, |
| book 2.455.4 | καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου· |
| book 2.455.5 | ἀλλ’ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν |
| book 2.460.1 | κρᾶτα παρακλίνας, στεροπῆς δ’ ἐτύχησε Τυφωεὺς |
| book 2.460.2 | θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη |
| book 2.460.3 | ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ. |
| book 2.460.4 | καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων |
| book 2.460.5 | πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ, |
| book 2.465.1 | σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας |
| book 2.465.2 | πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ |
| book 2.465.3 | ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης |
| book 2.465.4 | αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη. |
| book 2.465.5 | τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ |
| book 2.470.1 | αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη. |
| book 2.470.2 | ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη |
| book 2.1 | ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ. |
| book 2.2 | οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι |
| book 2.3 | ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι. |
| book 2.475.1 | ξυνὴ δ’ ἀμφοτέροισιν ἰσόρροπος ἦεν ἐνυὼ |
| book 2.475.2 | καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ |
| book 2.475.3 | αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί. |
| book 2.475.4 | μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ |
| book 2.475.5 | βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ, |
| book 2.480.1 | καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ |
| book 2.480.2 | ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί. |
| book 2.480.3 | ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος |
| book 2.480.4 | ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης, |
| book 2.480.5 | καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ |
| book 2.485.1 | πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ |
| book 2.485.2 | τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων |
| book 2.485.3 | θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ |
| book 2.485.4 | διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν |
| book 2.485.5 | οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει |
| book 2.490.1 | ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ, |
| book 2.490.2 | πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ |
| book 2.490.3 | νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ. |
| book 2.490.4 | ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων |
| book 2.490.5 | λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ, |
| book 2.495.1 | πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ· |
| book 2.495.2 | οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ |
| book 2.495.3 | λίγνυϊ καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ |
| book 2.495.4 | λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται. |
| book 2.495.5 | ἄλλην δ’ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης |
| book 2.1 | ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων |
| book 2.2 | τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ· |
| book 2.3 | ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην, |
| book 2.4 | σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ, |
| book 2.5 | ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου, |
| book 2.505.1 | ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην. |
| book 2.505.2 | τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἷσι καὶ αὐτοὶ |
| book 2.505.3 | ἰσότυποι στεροπῇσι συνωδίνοντο κεραυνοί. |
| book 2.505.4 | Ζεὺς δὲ πατὴρ πολέμιζε· κατ’ ἀντιβίοιο δὲ πέμπων |
| book 2.505.5 | ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα Γιγάντων, |
| book 2.510.1 | βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν |
| book 2.510.2 | οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου |
| book 2.510.3 | ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους |
| book 2.510.4 | νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων, |
| book 2.510.5 | καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί, |
| book 2.515.1 | καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης |
| book 2.515.2 | ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων. |
| book 2.515.3 | καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων |
| book 2.515.4 | βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ |
| book 2.515.5 | οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων |
| book 2.520.1 | ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων. |
| book 2.520.2 | μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ |
| book 2.520.3 | καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων |
| book 2.520.4 | χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί. |
| book 2.520.5 | καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην· |
| book 2.525.1 | εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς, |
| book 2.525.2 | ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου· |
| book 2.525.3 | εἰς κλίσιν εἰ σκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου, |
| book 2.525.4 | χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ· |
| book 2.525.5 | φεύγων ψυχρὸν ἄημα νιφοβλήτοιο Βορῆος |
| book 2.530.1 | καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ· |
| book 2.530.2 | καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς |
| book 2.530.3 | ἑσπερίην ἔφριξε θυελλήεσσαν ἐνυώ, |
| book 2.530.4 | εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης· |
| book 2 | καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος |
| book 2.535.1 | ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης, |
| book 2.535.2 | φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ. |
| book 2.535.3 | εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς, |
| book 2.535.4 | λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς |
| book 2.535.5 | θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ. |
| book 2.540.1 | καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο |
| book 2.540.2 | παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ· |
| book 2.540.3 | δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης |
| book 2.540.4 | λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν |
| book 2.540.5 | Ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ, |
| book 2.545.1 | ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρα κε πυρσῷ |
| book 2.545.2 | θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ |
| book 2.545.3 | νειφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην· |
| book 2.545.4 | καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ |
| book 2.545.5 | ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν |
| book 2.1 | χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην |
| book 2.2 | εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις |
| book 2.3 | διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην. |
| book 2.4 | ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων. |
| book 2.5 | χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην |
| book 2.555.1 | μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων |
| book 2.555.2 | καπνὸν ὀπιπεύουσα· μαραινομένων δὲ προσώπων |
| book 2.555.3 | Γηγενέος λύτο γοῦνα· προθεσπίζουσα δὲ νίκην |
| book 2.555.4 | βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ· |
| book 2.555.5 | ἤριπε δ’ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ |
| book 2.560.1 | ὠτειλὴν ἀσίδηρον ἔχων πολέμοιο Τυφωεὺς |
| book 2.560.2 | ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ |
| book 2.560.3 | κεῖτο περιστορέσας ὀφιώδεα γυῖα κονίῃ, |
| book 2.560.4 | πυρσὸν ἀναβλύζων. Κρονίδης δ’ ἐρέθιζε γελάσσας, |
| book 2.560.5 | τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος· |
| book 2.565.1 | „καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ· |
| book 2.565.2 | Χθὼν μόγις υἷα λόχευσε μετὰ κλόνον Ἰαπετοῖο· |
| book 2.565.3 | ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ, |
| book 2.565.4 | ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί. |
| book 2.565.5 | δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν, |
| book 2.570.1 | ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου· |
| book 2.570.2 | σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ, |
| book 2.570.3 | Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς, |
| book 2.570.4 | αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων |
| book 2.570.5 | καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ |
| book 2.575.1 | σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων |
| book 2.575.2 | δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς, |
| book 2.1 | ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα |
| book 2.2 | οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου. |
| book 2.3 | τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι |
| book 2.580.1 | Ζῆνα καὶ Ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων; |
| book 2.580.2 | Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου, |
| book 2.580.3 | βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ |
| book 2.580.4 | ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ |
| book 2.580.5 | δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ, |
| book 2.585.1 | ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης |
| book 2.585.2 | ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων· |
| book 2.585.3 | σύζυγα δ’ Ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης |
| book 2.585.4 | ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ, |
| book 2.585.5 | διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης. |
| book 2.590.1 | Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων· |
| book 2.590.2 | πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης |
| book 2.590.3 | σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέο φύτλην· |
| book 2.590.4 | ἐργατίνην δ’ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ, |
| book 2.590.5 | ὄφρα κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ |
| book 2.595.1 | ποικίλον αὐχένος ὅρμον ἐύχροον ἤνοπι κόσμῳ, |
| book 2.595.2 | ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων, |
| book 2.595.3 | οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ |
| book 2.595.4 | χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ |
| book 2.595.5 | κρέσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη· |
| book 2.1 | καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου |
| book 2.2 | τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ. |
| book 2.3 | ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης |
| book 2.4 | χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης· |
| book 2.5 | χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου. |
| book 2.605.1 | ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν ἐνυώ· |
| book 2.605.2 | πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ; |
| book 2.605.3 | ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων |
| book 2.605.4 | βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ; |
| book 2.605.5 | τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί; |
| book 2.610.1 | πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων |
| book 2.610.2 | καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν; |
| book 2.610.3 | πῇ δὲ δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης; |
| book 2.610.4 | οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ. |
| book 2.610.5 | πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν |
| book 2.615.1 | ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί; |
| book 2.615.2 | οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων; |
| book 2.615.3 | οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ |
| book 2.615.4 | ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα. |
| book 2.615.5 | πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου; |
| book 2.620.1 | εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ |
| book 2.620.2 | χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν. |
| book 2.620.3 | ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις |
| book 2.620.4 | Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω |
| book 2.620.5 | οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις. |
| book 2.625.1 | ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ |
| book 2.625.2 | ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ, |
| book 2.625.3 | τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ |
| book 2.625.4 | σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω· |
| book 2.625.5 | ‘Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις |
| book 2.630.1 | αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.‘“ |
| book 2.630.2 | ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν ἀρούρης. |
| book 2.630.3 | καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ |
| book 2.630.4 | λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος, |
| book 2.630.5 | ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος |
| book 2.635.1 | Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην, |
| book 2.635.2 | μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ. |
| book 2.635.3 | Γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα |
| book 2.635.4 | ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης |
| book 2.635.5 | κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην, |
| book 2.640.1 | βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου |
| book 2.640.2 | φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς |
| book 2.640.3 | δρύψατο, καὶ κελαδεινὰ δι’ εὐύδρων κενεώνων |
| book 2.640.4 | ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης. |
| book 2 | ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης |
| book 2.645.1 | κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι |
| book 2.645.2 | ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης, |
| book 2.645.3 | οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλ’ ἐνὶ γαίῃ |
| book 2.645.4 | πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη |
| book 2.645.5 | ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς. |
| book 2.1 | καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης, |
| book 2.2 | ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης, |
| book 2.3 | νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων |
| book 2.4 | ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ. |
| book 2.5 | οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· Ἠέλιος γὰρ |
| book 2.655.1 | χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ |
| book 2.655.2 | Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου· |
| book 2.655.3 | οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ |
| book 2.655.4 | Καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος |
| book 2.655.5 | ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη. |
| book 2.660.1 | οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου |
| book 2.660.2 | Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν |
| book 2.660.3 | ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης· |
| book 2.660.4 | „Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου· |
| book 2.660.5 | σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω· |
| book 2.665.1 | γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ, |
| book 2.665.2 | καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας. |
| book 2.665.3 | ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις |
| book 2.1 | ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης; |
| book 2.2 | εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν |
| book 2.670.1 | πορθμεύων βιότοιο γαληναίοιο πορείην, |
| book 2.670.2 | Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι, |
| book 2.670.3 | Ἄρεα νόσφι χόλου κεχολωμένον· ἐννύχιος δὲ |
| book 2.670.4 | οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας |
| book 2.670.5 | ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην, |
| book 2.675.1 | κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων |
| book 2.675.2 | Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην, |
| book 2.675.3 | ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ |
| book 2.675.4 | Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης, |
| book 2.675.5 | εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος |
| book 2.680.1 | μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ |
| book 2.680.2 | ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ |
| book 2.680.3 | πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς |
| book 2.680.4 | νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων, |
| book 2.680.5 | καὶ Θάσος ἐς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου |
| book 2.685.1 | δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει, |
| book 2.685.2 | Θρηικίην δ’ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς· |
| book 2.685.3 | τὸν μὲν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις |
| book 2.685.4 | γαμβρὸν ἐς Ὠρείθυιαν ἄγω καὶ Θρῇκα Βορῆα, |
| book 2.685.5 | νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης. |
| book 2.690.1 | καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης |
| book 2.690.2 | Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις· |
| book 2.1 | πλαγκτοσύνης δ’ ἀπόειπε παλίμπορα κύκλα κελεύθου, |
| book 2.2 | καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ |
| book 2.3 | σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ |
| book 2.695.1 | Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης. |
| book 2.695.2 | καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ |
| book 2.695.3 | καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων |
| book 2.695.4 | Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.“ |
| book 2.695.5 | ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην |
| book 2.1 | Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων |
| book 2.2 | χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη |
| book 2.3 | ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ. |
| book 2.4 | καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ |
| book 2.5 | οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι, |
| book 2.705.1 | αἰθέρα δ’ ἐστέψαντο· παλιννόστῳ δ’ ἐνὶ μορφῇ |
| book 2.705.2 | σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ, |
| book 2.705.3 | καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου. |
| book 2.705.4 | ἁβροχίτων δ’ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη |
| book 2 | Ἄρεϊ κῶμον ἄγουσα, μέλος δέ οἱ ἔπλεκε Νίκη· |
| book 2.710.1 | καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ |
| book 2.710.2 | εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων, |
| book 2 | ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου. |
| book 3.1.1 | Λῦτο δ’ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων |
| book 3.1.2 | ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης |
| book 3.1.3 | Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ |
| book 3.1.4 | λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου· |
| book 3.5.1 | οὐκέτι δ’ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου |
| book 3.5.2 | ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ· |
| book 3.5.3 | οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων, |
| book 3.5.4 | δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ, |
| book 3.5.5 | ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου· |
| book 3.10.1 | ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη |
| book 3.10.2 | σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας, |
| book 3.10.3 | καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ |
| book 3.10.4 | ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν |
| book 3.10.5 | ἀρτιφανής, καὶ γυμνὸν ἀπ’ εὐόδμοιο καλύπτρης |
| book 3.15.1 | εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις |
| book 3.15.2 | ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους |
| book 3.1 | ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην |
| book 3.2 | πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς. |
| book 3.3 | καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου |
| book 3.20.1 | ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν· |
| book 3.20.2 | ἱστὸς δ’ ὑψικάρηνος ὑπέρτερος, ἠέρα τύπτων, |
| book 3.20.3 | ὄρθιος ἐστήρικτο, καὶ ἠρέμα πόντον ἱμάσσων |
| book 3.20.4 | ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης, |
| book 3.20.5 | πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις |
| book 3.25.1 | οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης |
| book 3.25.2 | σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης. |
| book 3.25.3 | συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ, |
| book 3.25.4 | σπερχομένῳ δ’ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ |
| book 3.25.5 | λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης· |
| book 3.30.1 | σχίζετο δ’ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δ’ ὕδωρ |
| book 3.30.2 | οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου |
| book 3.30.3 | κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ· |
| book 3.30.4 | πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ |
| book 3.30.5 | κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης. |
| book 3.35.1 | καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς |
| book 3.35.2 | Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις, |
| book 3.35.3 | Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης, |
| book 3.35.4 | ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ |
| book 3.35.5 | εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου, |
| book 3.40.1 | γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ |
| book 3.40.2 | Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι ῥιπῇ |
| book 3.1 | Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι. |
| book 3.2 | καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης |
| book 3.3 | ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται· |
| book 3.45.1 | νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου |
| book 3.45.2 | νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς, |
| book 3.45.3 | καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ |
| book 3.45.4 | τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν, |
| book 3.45.5 | καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου |
| book 3.1 | ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ |
| book 3.2 | δυομένου Φαέθοντος· ἐπ’ αἰγιαλοῖο δὲ ναῦται |
| book 3.3 | ἀστορέας ψαμάθοισιν ἐπετρέψαντο χαμεύνας |
| book 3.4 | ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν |
| book 3.5 | ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης. |
| book 3.55.1 | ἀλλ’ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου |
| book 3.55.2 | ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης |
| book 3.55.3 | ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς, |
| book 3.55.4 | ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης, |
| book 3.55.5 | Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ, |
| book 3.60.1 | ἄπλοα σιγαλέης ἐτανύσσατο νῶτα γαλήνης. |
| book 3.60.2 | ἤδη δ’ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων, |
| book 3.1 | καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων |
| book 3.2 | Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης |
| book 3.3 | ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης |
| book 3.65.1 | τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ |
| book 3.65.2 | δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων |
| book 3.65.3 | σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ. |
| book 3.65.4 | καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι, |
| book 3.65.5 | καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι, |
| book 3.70.1 | καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ |
| book 3.70.2 | εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι, |
| book 3.70.3 | βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν |
| book 3.70.4 | μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων |
| book 3.70.5 | ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης |
| book 3.75.1 | μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ |
| book 3.75.2 | ἄζυγες, οὓς Κρονίη κερατοξόος εὕρατο τέχνη. |
| book 3.75.3 | καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων |
| book 3.75.4 | πρώιος ἔγρετο Κάδμος, ὁμοπλανέες δὲ καὶ αὐτοὶ |
| book 3.75.5 | ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης |
| book 3.80.1 | Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων |
| book 3.80.2 | ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης. |
| book 3.80.3 | καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης |
| book 3.80.4 | νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ |
| book 3.80.5 | ἐς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ |
| book 3.85.1 | θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου, |
| book 3.85.2 | οἷα γυνὴ ταλαεργὸς ἀφυσσαμένη πόμα πηγῆς, |
| book 3.85.3 | ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ, |
| book 3.85.4 | ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ |
| book 3.85.5 | ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς. |
| book 3.90.1 | καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις |
| book 3.90.2 | συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων |
| book 3.90.3 | ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες, |
| book 3.90.4 | ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν |
| book 3.90.5 | κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου |
| book 3.95.1 | Κάδμον ἀσημάντοιο δι’ ἄστεος ἤγαγε Πειθὼ |
| book 3.95.2 | ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου, |
| book 3.95.3 | πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν. ἔνθα τις ὄρνις, |
| book 3.95.4 | ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης, |
| book 3.95.5 | ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη |
| book 3.1 | ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην |
| book 3.2 | ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης, |
| book 3.3 | καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν· |
| book 3.4 | „νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων· |
| book 3.5 | νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ, |
| book 3.105 | δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης. |
| book 3.1 | θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις; |
| book 3.2 | ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων, |
| book 3.3 | ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων. |
| book 3.4 | ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου |
| book 3.110.1 | ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει |
| book 3.110.2 | Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη. |
| book 3.110.3 | τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων |
| book 3.110.4 | Πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων, |
| book 3.110.5 | Ἁρμονίης ἀπόνοιο καὶ Εὐρώπην λίπε ταύρῳ· |
| book 3.115.1 | σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν |
| book 3.115.2 | νηῒ τεῇ γαμίων ἐμβάλλεο φόρτον ἐρώτων |
| book 3.115.3 | ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ, |
| book 3.115.4 | Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ |
| book 3.115.5 | ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην, |
| book 3.120.1 | καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων. |
| book 3.120.2 | ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ |
| book 3.120.3 | θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.“ |
| book 3.120.4 | ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ. |
| book 3.120.5 | ἀλλ’ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου |
| book 3.125.1 | τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ |
| book 3.125.2 | κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ |
| book 3.125.3 | δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς |
| book 3.125.4 | σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ |
| book 3.125.5 | ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων |
| book 3.130 | ἀλλοφανὴς πτερόεντι διαΐσσουσα πεδίλῳ. |
| book 3.1 | καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ, |
| book 3.2 | Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ |
| book 3.3 | ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ, |
| book 3.4 | δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου |
| book 3.135.1 | χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ |
| book 3.135.2 | σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων, |
| book 3.135.3 | καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ |
| book 3.135.4 | μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου |
| book 3.135.5 | νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ |
| book 3.140.1 | ἐς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς |
| book 3.140.2 | ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ |
| book 3.140.3 | τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πελάσσας |
| book 3.140.4 | θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ· |
| book 3.140.5 | ὄγχνη τ’ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ |
| book 3.145.1 | ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις |
| book 3.145.2 | γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης· |
| book 3.145.3 | εἰαρινοῖς δ’ ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ |
| book 3.145.4 | σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου |
| book 3 | ὄρθιον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης· |
| book 3.1 | συκῆς θ’ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς |
| book 3.2 | καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ |
| book 3.3 | ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ· |
| book 3.4 | πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις |
| book 3.5 | γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων· |
| book 3.155.1 | καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου |
| book 3.155.2 | ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων, |
| book 3.155.3 | καὶ φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις |
| book 3.155.4 | δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ |
| book 3.155.5 | ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης, |
| book 3.160.1 | εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ |
| book 3.160.2 | ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων, |
| book 3.160.3 | καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου |
| book 3.160.4 | αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ. |
| book 3.160.5 | ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ |
| book 3.165.1 | δίστομος· ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς |
| book 3.165.2 | ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ |
| book 3.165.3 | ἐς φυτὸν ἄλλο μετ’ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου |
| book 3.165.4 | ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης. |
| book 3.165.5 | καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ |
| book 3.170 | χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων |
| book 3.1 | λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην· |
| book 3.2 | πολλαὶ δ’ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ |
| book 3.3 | χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος |
| book 3.4 | ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων |
| book 3.175.1 | ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων |
| book 3.175.2 | χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ |
| book 3.175.3 | σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ |
| book 3.175.4 | μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον ἠχὼ |
| book 3.175.5 | ποιητῆς τ’ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς. |
| book 3.180.1 | ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου |
| book 3.180.2 | ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων |
| book 3.180.3 | καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου, |
| book 3.180.4 | λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων, |
| book 3.180.5 | τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν, |
| book 3.185.1 | φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου, |
| book 3.185.2 | Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην, |
| book 3.185.3 | μητέρος Ἠλέκτρης βασιληίδος εἰς δόμον ἔστη, |
| book 3.185.4 | ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων |
| book 3.185.5 | ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσσας |
| book 3.190.1 | Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης, |
| book 3.190.2 | Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας, |
| book 3.190.3 | Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ, |
| book 3.1 | καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου |
| book 3.2 | γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων, |
| book 3.195.1 | Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ |
| book 3.195.2 | ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι |
| book 3.195.3 | σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου |
| book 3.195.4 | εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι |
| book 3.195.5 | κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων· |
| book 3.1 | καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ |
| book 3.2 | κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης |
| book 3.3 | Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου |
| book 3.4 | κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου. |
| book 3.5 | πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο |
| book 3.205.1 | Ὤγυγος ἠλιβάτοιο δι’ ὕδατος αἰθέρα τέμνων, |
| book 3.205.2 | χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης |
| book 3.205.3 | Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη |
| book 3.205.4 | ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη. |
| book 3.205.5 | δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης |
| book 3.210.1 | χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ, |
| book 3.210.2 | Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ |
| book 3.210.3 | ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων |
| book 3.210.4 | χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο |
| book 3 | ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης. |
| book 3.215.1 | καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην |
| book 3.215.2 | καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς |
| book 3.215.3 | ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης, |
| book 3.215.4 | ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο |
| book 3.215.5 | Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης. |
| book 3.220.1 | τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης |
| book 3.220.2 | σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσσας |
| book 3.220.3 | θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη |
| book 3.220.4 | ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ, |
| book 3.220.5 | θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων |
| book 3.225.1 | αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί. |
| book 3.225.2 | καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ τεκούσῃ |
| book 3.225.3 | αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης, |
| book 3.225.4 | ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ, |
| book 3.225.5 | πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπ’ οὔδεος αὐχένα κάμψας |
| book 3.230.1 | ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς, |
| book 3.230.2 | καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης |
| book 3.230.3 | ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ |
| book 3.230.4 | αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ. |
| book 3.230.5 | τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπ’ ἄλλῳ |
| book 3.235.1 | ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης· |
| book 3.235.2 | ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν |
| book 3.1 | σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ |
| book 3.2 | δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν· |
| book 3.3 | καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ |
| book 3.240.1 | κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ |
| book 3.240.2 | συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ |
| book 3.240.3 | ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή. |
| book 3.240.4 | ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα κορέσσατο Βίστονος αὐλοῦ, |
| book 3.240.5 | εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ |
| book 3.245.1 | Κάδμος, ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσσας, |
| book 3.245.2 | φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων |
| book 3.245.3 | οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος· |
| book 3.245.4 | „νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης; |
| book 3.245.5 | ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω· |
| book 3.1 | φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι |
| book 3.2 | ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καρπῷ |
| book 3.3 | εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι· |
| book 3.4 | ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ |
| book 3.5 | δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δ’ ἐπιθάλλει, |
| book 3.255.1 | ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων |
| book 3.255.2 | εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών. |
| book 3.255.3 | ἀλλ’ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην· |
| book 3.255.4 | ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης, |
| book 3.255.5 | νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην |
| book 3.260.1 | θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενος ἀνὴρ |
| book 3.260.2 | Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης, |
| book 3.260.3 | νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης |
| book 3.260.4 | ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ |
| book 3.260.5 | πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων, |
| book 3.265.1 | γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης, |
| book 3.265.2 | ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου |
| book 3.265.3 | εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ, |
| book 3.265.4 | καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη |
| book 3.265.5 | ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς, |
| book 3.270.1 | Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων, |
| book 3.270.2 | Ζηνὸς ἀθηήτοιο, καὶ ἐς νομὸν ἤιε κούρη |
| book 3.270.3 | ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος· |
| book 3.270.4 | γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ |
| book 3.270.5 | Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ· |
| book 3.275.1 | ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόον, —ὃν πολιῆται |
| book 3.275.2 | Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ |
| book 3.275.3 | εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης |
| book 3.275.4 | χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν, — |
| book 3.275.5 | ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν |
| book 3.280.1 | δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης |
| book 3.280.2 | ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ |
| book 3.280.3 | Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς, |
| book 3.280.4 | εὐόδμοις ὁμόφοιτος ἑλίσσεται ἀτμὸς ἀήταις. |
| book 3.280.5 | ἔνθ’ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων |
| book 3.285.1 | Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης |
| book 3.285.2 | χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος |
| book 3.285.3 | ἐξ Ἐπάφου Λιβύη· Λιβύης δ’ ἐπὶ παστὸν ὁδεύων |
| book 3.285.4 | Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης, |
| book 3.285.5 | παρθένον ἰχνεύων Ἐπαφηίδα· καὶ τότε κούρη |
| book 3.290.1 | δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην |
| book 3.290.2 | Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης. |
| book 3.290.3 | καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν |
| book 3.290.4 | Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι |
| book 3.290.5 | μαντιπόλοι· πέμπτῳ δὲ πατὴρ ἰσόμετρον ἀριθμῷ |
| book 3.295 | Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων, |
| book 3.1 | Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων |
| book 3.2 | ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ |
| book 3.3 | ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην |
| book 3.4 | ἐς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην, |
| book 3.1 | καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης |
| book 3.2 | αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ |
| book 3.3 | ἤροσε τοσσατίων μινυώρια πώεα παίδων, |
| book 3.4 | καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ |
| book 3.5 | θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ |
| book 3.305.1 | αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων |
| book 3.305.2 | καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων |
| book 3.305.3 | ἄρσενα γυμνὸν ἄρηα κατεύνασε θῆλυς ἐνυώ· |
| book 3.305.4 | οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔργον, |
| book 3.305.5 | ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος |
| book 3.310.1 | ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ |
| book 3.310.2 | καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου· |
| book 3.310.3 | ἔπλετο δ’ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ |
| book 3.310.4 | γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης, |
| book 3.310.5 | εἰ ἐτεὸν πέλε ταῦρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι, |
| book 3.315.1 | εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων. |
| book 3.315.2 | καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ |
| book 3.315.3 | σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης, |
| book 3.315.4 | ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης, |
| book 3.315.5 | οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.“ |
| book 3.320.1 | τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου |
| book 3.320.2 | Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος, |
| book 3.320.3 | πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς |
| book 3.320.4 | καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην, |
| book 3.320.5 | Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης. |
| book 3.325.1 | Ἠλέκτρη δ’ ἀίουσα παρήγορον ἴαχε φωνήν· |
| book 3.325.2 | „ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα |
| book 3.325.3 | Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ· |
| book 3.325.4 | οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἀπ’ ἄλλου |
| book 3.325.5 | μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ, |
| book 3.330.1 | Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ. |
| book 3.330.2 | μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων |
| book 3.330.3 | Πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ |
| book 3.330.4 | θηλυτέρας ὠδῖνας ἑῷ μαιώσατο κόλπῳ, |
| book 3.330.5 | ἑπτάκις Εἰλείθυιαν ἑῇ καλέσασα λοχείῃ |
| book 3.335.1 | κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο, |
| book 3.335.2 | μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω, |
| book 3.335.3 | οὐ Στερόπην, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ |
| book 3.335.4 | σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδ’ ἐνὶ κόλπῳ |
| book 3.335.5 | γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίζυγι παλμῷ |
| book 3.340.1 | παιδοκόμῳ πήχυνα γεγηθότι κοῦρον ἀγοστῷ· |
| book 3.340.2 | οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς |
| book 3.1 | φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω. |
| book 3.2 | πρὸς δ’ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ |
| book 3.3 | υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων, |
| book 3.345.1 | Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης, |
| book 3.345.2 | καὶ Φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων |
| book 3.345.3 | Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ· |
| book 3.345.4 | καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει |
| book 3.345.5 | ὤμοις θλιβομένοισι γέρων κυρτούμενος Ἄτλας, |
| book 3.1 | αἰθέρος ἑπτάζωνον ἀερτάζων κενεῶνα. |
| book 3.2 | ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω |
| book 3.3 | Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις |
| book 3.4 | ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων, |
| book 3.5 | οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ. |
| book 3.355.1 | καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ |
| book 3.355.2 | εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων |
| book 3.355.3 | φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης· |
| book 3.355.4 | τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα θεσμὸν ἀνάγκης, |
| book 3.355.5 | ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων, |
| book 3.360.1 | εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ, |
| book 3.360.2 | εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης· |
| book 3.360.3 | μίμνε παρ’ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων, |
| book 3.360.4 | ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ, |
| book 3.360.5 | ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς |
| book 3.365 | ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς, |
| book 3.1 | αἰθέριον βλάστημα, Διιπετὲς οὔνομα Βύζας, |
| book 3.2 | αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ |
| book 3.3 | γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν |
| book 3.4 | Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ, |
| book 3.370.1 | πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου |
| book 3.370.2 | ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.“ |
| book 3.370.3 | εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας. |
| book 3.370.4 | Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης |
| book 3.370.5 | εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρα κε Κάδμῳ |
| book 3.375.1 | Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων, |
| book 3.375.2 | παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης |
| book 3.375.3 | λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης· |
| book 3.375.4 | καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς |
| book 3.375.5 | μήτηρ οὐκ ἀτίταλλεν, ἀπ’ αἰθερίοιο δὲ κόλπου |
| book 3.380.1 | πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην |
| book 3.380.2 | εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι |
| book 3.380.3 | ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ |
| book 3.380.4 | ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί· |
| book 3.380.5 | δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ |
| book 3.385.1 | σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ |
| book 3.385.2 | κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ |
| book 3.385.3 | διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ. |
| book 3.1 | ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης |
| book 3.2 | λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις |
| book 3.390.1 | σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς |
| book 3.390.2 | καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν, |
| book 3.390.3 | καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν |
| book 3.390.4 | ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην· |
| book 3.390.5 | ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ ... |
| book 3.395.1 | ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων· |
| book 3.395.2 | πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ |
| book 3.395.3 | πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ |
| book 3.395.4 | πεπταμένῳ πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ· |
| book 3.395.5 | γούνασι δ’ ἄρσενα παῖδα συνίδρυσε θήλεϊ κούρῃ, |
| book 3.1 | μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ, |
| book 3.2 | κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος· |
| book 3.3 | καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου |
| book 3.4 | ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ, |
| book 3.5 | πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων, |
| book 3.405.1 | καί σφισι λέκτρον ἔθηκεν ἑὸν γόνυ, διχθαδίῳ δὲ |
| book 3.405.2 | φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ, |
| book 3.405.3 | τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν |
| book 3.405.4 | ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης. |
| book 3.405.5 | ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης, |
| book 3.410.1 | τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ |
| book 3.410.2 | ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς |
| book 3.1 | εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ |
| book 3.2 | ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης |
| book 3.3 | ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς |
| book 3.415.1 | λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύκλος ἰούλων |
| book 3.415.2 | ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ |
| book 3.415.3 | ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ |
| book 3.415.4 | ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους |
| book 3.415.5 | πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης· |
| book 3.420.1 | οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ |
| book 3.420.2 | Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν |
| book 3.420.3 | δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ |
| book 3.420.4 | Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου |
| book 3.420.5 | ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ· |
| book 3.425.1 | „μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν |
| book 3.425.2 | πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων |
| book 3.425.3 | κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει, |
| book 3.425.4 | καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη, |
| book 3.425.5 | ἕδνα τεῆς φιλότητος, ἐμῇ δ’ ἅμα μητέρι Μαίῃ |
| book 3.430.1 | ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ |
| book 3.430.2 | σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ. |
| book 3.430.3 | εἰμὶ τεῆς, φιλότεκνε, γονῆς ἐμφύλιος Ἑρμῆς, |
| book 3.430.4 | ἄγγελος ἀθανάτων τανυσίπτερος, οὐρανόθεν δὲ |
| book 3.430.5 | ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης |
| book 3.435.1 | ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ |
| book 3.435.2 | πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην |
| book 3.435.3 | πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ, |
| book 3.1 | καὶ Διὶ καὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ |
| book 3.2 | ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων· |
| book 3.440.1 | οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ, |
| book 3.440.2 | οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ. |
| book 3.440.3 | μή σε τεὴ θέλξειε γόω φιλομήτορι κούρη· |
| book 3.440.4 | ἀλλά μιν εἰς ὑμέναιον ἀλεξικάκῳ πόρε Κάδμῳ |
| book 3 | πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ“ |
| book 4.1.1 | Ὣς εἰπὼν ἐς Ὄλυμπον ἐύρραπις ἤιεν Ἑρμῆς |
| book 4.1.2 | αἰθύσσων πτερὰ κοῦφα, τιταινομένων δὲ πεδίλων |
| book 4.1.3 | σύνδρομος ἠερίοισιν ἐρέσσετο ταρσὸς ἀήταις. |
| book 4.1.4 | οὐδὲ γυνὴ Θρήισσα, κυβερνήτειρα Καβείρων, ... |
| book 4.5.1 | ἀλλὰ Διὸς σέβας εἶχε, καὶ Ἄρεος ἄζυγι κούρῃ |
| book 4.5.2 | ὄρθια δινεύουσα νοήμονι δάκτυλα παλμῷ |
| book 4.5.3 | Ἁρμονίην ἐκάλεσσε τύπῳ τεχνήμονι φωνῆς· |
| book 4.5.4 | ἡ δὲ τιταινομένη βλεφάρων ἀντώπιον αἴγλην |
| book 4.5.5 | Ἠλέκτρης ἀγέλαστον ἐδέρκετο κύκλον ὀπωπῆς, |
| book 4.10.1 | καὶ βαθὺν ἀφράστοιο νεόσσυτον ὄγκον ἀνίης |
| book 4.10.2 | σιγαλέαι κήρυκες ἐμαντεύοντο παρειαί. |
| book 4.10.3 | παρθενικὴ δ’ ἀνέπαλτο καὶ ὡμάρτησε τεκούσῃ |
| book 4.10.4 | εἰς δόμον αἰπύδμητον· ἀναπτύξασα δὲ μήτηρ |
| book 4.10.5 | ἑπταμύχου θαλάμοιο πολυσφρήγιστον ὀχῆα |
| book 4.15.1 | λάινον οὐδὸν ἄμειψε· φιλοστόργῳ δὲ μενοινῇ |
| book 4.15.2 | ἄστατα ταρβαλέης ἐλελίζετο γούνατα νύμφης· |
| book 4.1 | καὶ παλάμην ῥοδόπηχυν ἑῆς ἀνεκούφισε κούρης |
| book 4.2 | δραξαμένη παλάμῃ χιονώδεϊ· καὶ τάχα φαίης |
| book 4.3 | Ἥβην χειρὸς ἔχουσαν ἰδεῖν λευκώλενον Ἥρην. |
| book 4.20.1 | ἀλλ’ ὅτε πορφυρέοισι πέδον στείβουσα πεδίλοις |
| book 4.20.2 | λοίσθια μαρμαίροντος ἐδύσατο κύκλα μελάθρου, |
| book 4.20.3 | παρθένον ἀχνυμένην Ἀτλαντιὰς ἵδρυσε νύμφη |
| book 4.20.4 | εἰς θρόνον εὐποίητον· ἀμοιβαίῳ δὲ καὶ αὐτὴ |
| book 4.20.5 | ἑζομένη στοιχηδὸν ἐπ’ ἀργυροφεγγέι δίφρῳ |
| book 4.25.1 | ἀγγελίην Κρονίωνος ἀπειθέι πέφραδε κούρῃ, |
| book 4.25.2 | καί μιν πάντα δίδαξεν, ὅσα βροτοειδέι μορφῇ |
| book 4.25.3 | ἀλλοφανὴς ἅτε κοῦρος Ὀλύμπιος ἔννεπε κῆρυξ. |
| book 4.25.4 | παρθενικὴ δ’ ἀίουσα πολυπλάγκτους ὑμεναίους |
| book 4.25.5 | καὶ πόσιν ἀστήρικτον, ὑπωρόφιον μετανάστην, |
| book 4.30.1 | ξεῖνον ἔχειν ἀπέειπε, καὶ ἐκ Διὸς ὅσσα τοκῆος |
| book 4.30.2 | ξεινοδόκος Κάδμοιο βιοσσόος ἔννεπεν Ἑρμῆς· |
| book 4.30.3 | καὶ πόσιν ἤθελε μᾶλλον ὁμόπτολιν, ὥς κεν ἀλύξῃ |
| book 4.30.4 | συζυγίην φερέοικον ἀδωροδόκων ὑμεναίων· |
| book 4.30.5 | καὶ παλάμῃ κρατέουσα κατηφέι χεῖρα τιθήνης |
| book 4.35.1 | δάκρυσι μυδαλέη πολυμεμφέα ῥήξατο φωνήν· |
| book 4.35.2 | „μῆτερ ἐμή, τί παθοῦσα τεὴν ἠρνήσαο κούρην; |
| book 4.35.3 | οὕτω σεῖο θύγατρα νεήλυδι φωτὶ συνάπτεις; |
| book 4.35.4 | ποῖον ἐμοί ποτε δῶρον ὁ ναυτίλος ἐγγυαλίξει; |
| book 4 | ἦ ῥά μοι ἕδνα γάμων πρυμνήσια νηὸς ὀπάσσει; |
| book 4.40.1 | οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις, |
| book 4.40.2 | παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους. |
| book 4.40.3 | ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται· |
| book 4.40.4 | τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην |
| book 4.40.5 | ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα; |
| book 4.45.1 | ἀλλ’ ἐρέεις· Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ. |
| book 4.45.2 | πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου, |
| book 4.45.3 | ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνέτις Ἥρη |
| book 4.45.4 | Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην; |
| book 4.45.5 | οὐ χατέει Κάδμοιο τεὸς πόσις ὑψιμέδων Ζεύς· |
| book 4.1 | ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς |
| book 4.2 | ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι, |
| book 4.3 | εἰ λίπε θοῦρον Ἄρηα, κυβερνητῆρα κυδοιμοῦ, |
| book 4.4 | καὶ βροτὸν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος |
| book 4.5 | ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα, |
| book 4.55.1 | τοσσατίους Τιτῆνας ἐνεκλήισσε βερέθρῳ, |
| book 4.55.2 | καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ. |
| book 4.55.3 | οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν· |
| book 4.55.4 | Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης |
| book 4.55.5 | θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ |
| book 4.60 | Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς, |
| book 4.1 | Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος, |
| book 4.2 | δέμνιον ἀμφιέποντες ὁμόγνιον. ὤμοι ἀνάγκης· |
| book 4.3 | γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.“ |
| book 4.4 | ὣς φαμένης ἀπένιψε γοήμονος ὄμβρον ὀπωπῆς |
| book 4.65.1 | μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς |
| book 4.65.2 | Ἁρμονίην ᾤκτειρε, Διὸς δ’ ἀλέεινεν ἀπειλήν. |
| book 4.65.3 | ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ, |
| book 4.65.4 | κερδαλέῳ ζωστῆρι, δολοφράδμων Ἀφροδίτη |
| book 4.65.5 | καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς |
| book 4.70.1 | Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα· |
| book 4.70.2 | καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου |
| book 4.70.3 | Πεισινόῃ δέμας ἶσον ἐίσκετο γείτονι κούρῃ, |
| book 4.70.4 | Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυφίῃ τινὶ νούσῳ |
| book 4.70.5 | λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ |
| book 4.75.1 | ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ, |
| book 4.75.2 | οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν· |
| book 4.75.3 | „ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλὸν ἀλήτην, |
| book 4.75.4 | οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην |
| book 4.75.5 | ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη· |
| book 4.80.1 | ἀτρεκὲς Ἀσσυρίης ἀπὸ πατρίδος αἷμα κομίζει, |
| book 4.80.2 | ἧχι ῥόος χαρίεντος Ἀδώνιδος· ἱμερόεις γὰρ |
| book 4.1 | ἐκ Λιβάνου νέος οὗτος, ὅπῃ Κυθέρεια χορεύει. |
| book 4.2 | ἤλιτον· οὐ τάχα Κάδμον ἐπιχθονίη τέκε γαστήρ, |
| book 4.3 | ἀλλὰ Διὸς γένος ἔσχεν, ἑὴν δ’ ἐψεύσατο φύτλην. |
| book 4.85.1 | οἶδα, πόθεν νέος οὗτος Ὀλύμπιος· εἴ ποτε Μαίῃ |
| book 4.85.2 | σύγγονον Ἠλέκτρην Τιτήνιος ἤροσεν Ἄτλας, |
| book 4.85.3 | Ἁρμονίῃ πόσις ἦλθεν ἀνεψιὸς ἄπτερος Ἑρμῆς, |
| book 4.85.4 | οὐδὲ μάτην Καδμῖλος ἀείδεται· οὐρανίην γὰρ |
| book 4.85.5 | μορφὴν μοῦνον ἄμειψε καὶ εἰσέτι Κάδμος ἀκούει. |
| book 4.90.1 | εἰ δὲ πέλει θεὸς ἄλλος ἔχων βροτοειδέα μορφήν, |
| book 4.90.2 | Ἠμαθίων τάχα Φοῖβον ἑῷ ξείνισσε μελάθρῳ. |
| book 4.90.3 | παρθένε πασιμέλουσα, μακαρτέρη ἐσσὶ τεκούσης |
| book 4.90.4 | εἰς πόθον, εἰς ὑμέναιον Ὀλύμπιον· ἆ μέγα θαῦμα, |
| book 4.90.5 | λάθριος Ἠλέκτρην νυμφεύσατο μητίετα Ζεύς, |
| book 4.95.1 | ἀμφαδὸν Ἁρμονίην μνηστεύεται αὐτὸς Ἀπόλλων· |
| book 4.95.2 | ὀλβίη, ἣν ἐπόθησεν ἑκηβόλος· αἴθε καὶ αὐτῆς |
| book 4.95.3 | Πεισινόης σπεύσειεν ἔχειν ὑμέναιον Ἀπόλλων· |
| book 4.95.4 | οὐ μὲν ἐγώ ποτε Φοῖβον ἀναίνομαι, οἷά τε Δάφνη, |
| book 4.95.5 | οὐ νόον Ἁρμονίης μιμήσομαι· ἀλλὰ λιποῦσα |
| book 4.1 | κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας, |
| book 4.2 | ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους. |
| book 4.3 | μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ |
| book 4.4 | εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι |
| book 4 | Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς νέον εἶδον ἀλήτην, |
| book 4.105.1 | ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν. |
| book 4.105.2 | ἀλλ’ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην· |
| book 4.105.3 | χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δ’ ἐθελήσῃς, |
| book 4.105.4 | δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου |
| book 4.105.5 | χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω, |
| book 4.110.1 | καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης |
| book 4.110.2 | καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν, |
| book 4.110.3 | δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας |
| book 4.110.4 | ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην. |
| book 4.110.5 | παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις |
| book 4.115.1 | στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ |
| book 4.115.2 | Ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω. |
| book 4.115.3 | μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει |
| book 4.115.4 | εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη. |
| book 4.115.5 | παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου. |
| book 4.120.1 | οὐ ποθέω στίλβουσαν Ἐρυθραίην λίθον Ἰνδῶν, |
| book 4.120.2 | οὐ φυτὸν Ἑσπερίδων παγχρύσεον, οὐδέ με τέρπει |
| book 4.120.3 | Ἡλιάδων ἤλεκτρον, ὅσον μία νυκτὸς ὀμίχλη, |
| book 4.120.4 | τῇ ἔνι Πεισινόην προσπτύξεται οὗτος ἀλήτης. |
| book 4.120.5 | εἰ δὲ γένος μεθέπεις ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης, |
| book 4.125.1 | σοὶ γάμον ἄξιον εὗρε γάμων ταμίη σέο μήτηρ. |
| book 4.125.2 | οὔ ποτε τηλίκον ἄνθος ἐσέδρακον· αὐτόματον γὰρ |
| book 4.125.3 | εἰαρινὸν λειμῶνα φύσις δωρήσατο Κάδμῳ· |
| book 4.125.4 | εἶδον ἐγὼ παλάμην ῥοδοδάκτυλον, εἶδον ὀπωπὴν |
| book 4.125.5 | ἡδὺ μέλι στάζουσαν· ἐρωτοτόκου δὲ προσώπου |
| book 4.130.1 | ὡς ῥόδα φοινίσσουσι παρηίδες, ἀκροφαῆ δὲ |
| book 4.130.2 | δίχροα χιονέων ἀμαρύσσεται ἴχνια ταρσῶν |
| book 4.130.3 | μεσσόθι πορφύροντα, καὶ ὡς κρίνον εἰσὶν ἀγοστοί. |
| book 4.130.4 | καλλείψω πλοκαμῖδας, ὅπως μὴ Φοῖβον ὀρίνω |
| book 4.130.5 | χροιῇ ὀνειδίζουσα Θεραπναίης ὑακίνθου. |
| book 4.135.1 | εἴ ποτε δινεύων φρενοτερπέα κύκλον ὀπωπῆς |
| book 4.135.2 | ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη |
| book 4.135.3 | φέγγεϊ μαρμαίροντι, καὶ εἴ ποτε βόστρυχα σείσας |
| book 4.135.4 | αὐχένα γυμνὸν ἔθηκεν, ἐφαίνετο Φωσφόρος ἀστήρ. |
| book 4.135.5 | χείλεα σιγήσαιμι· τὸ δὲ στόμα, πορθμὸν Ἐρώτων, |
| book 4.140.1 | Πειθὼ ναιετάουσα χέει μελιηδέα φωνήν, |
| book 4.140.2 | καὶ Χάριτες μεθέπουσιν ὅλον δέμας· ἄκρα δὲ χειρῶν |
| book 4.140.3 | αἰδέομαι κρίνειν, ἵνα μὴ γάλα λευκὸν ἐλέγξω. |
| book 4.140.4 | δέχνυσο δειλαίην με συνέστιον· ἠιθέου δὲ |
| book 4.140.5 | δεξιτερῆς ψαύουσα καὶ ἀμφαφόωσα χιτῶνα |
| book 4.145.1 | κρυπταδίης εὕροιμι παρήγορα φάρμακα νούσου· |
| book 4.145.2 | αὐχένα γυμνὸν ἴδοιμι καὶ ἑζομένοιο πιέσσω |
| book 4.145.3 | δάκτυλον ὡς ἀέκουσα, καὶ ἡμετέρου διὰ κόλπου |
| book 4.1 | τεθναίην ὅτε μοῦνον ἀφειδέα χεῖρα χαλάσσας |
| book 4.2 | ἀμφοτέρων θλίψειεν ἐλεύθερον ἄντυγα μαζῶν, |
| book 4.1 | χείλεσιν ἡμετέροισι μεμυκότα χείλεα πήξας, |
| book 4.2 | τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ |
| book 4.3 | εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω |
| book 4.4 | αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃ |
| book 4.5 | λέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω |
| book 4.155.1 | οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ· |
| book 4.155.2 | καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω |
| book 4.155.3 | θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ, |
| book 4.155.4 | καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ |
| book 4.155.5 | εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες. |
| book 4.160.1 | ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ |
| book 4.160.2 | πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου |
| book 4.160.3 | κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην |
| book 4.160.4 | ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ. |
| book 4.160.5 | ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις, |
| book 4.165.1 | μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω, |
| book 4.165.2 | ὅττι θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος Ἥρη |
| book 4.165.3 | Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει· |
| book 4.165.4 | Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ· |
| book 4.165.5 | οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης |
| book 4.170.1 | ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ. |
| book 4.170.2 | εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω, |
| book 4.170.3 | ἐς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην, |
| book 4.1 | ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις, |
| book 4.2 | χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω |
| book 4.175.1 | τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ |
| book 4.175.2 | ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.“ |
| book 4.175.3 | εἶπε καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ |
| book 4.175.4 | εἰς πόθον οἰστρήσασα δόλῳ πειθήμονα κούρην. |
| book 4.175.5 | ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ |
| book 4.180.1 | ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν, |
| book 4.180.2 | καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ· |
| book 4.180.3 | „ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη, |
| book 4.180.4 | χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων, |
| book 4.180.5 | χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω |
| book 4.185.1 | μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην. |
| book 4.185.2 | σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ· |
| book 4.185.3 | Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω. |
| book 4.185.4 | ἀλλ’ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω |
| book 4.185.5 | μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω |
| book 4.190.1 | Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ. |
| book 4.190.2 | ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων· |
| book 4.190.3 | εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης, |
| book 4.190.4 | ἵμερον Ὠρίωνος ἐς ἠριγένειαν ἐνίψω |
| book 4 | καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτ’ ἔλθω |
| book 4.195.1 | ἐς δύσιν ἀχλυόεσσαν, ἐπ’ Ἐνδυμίωνι καὶ αὐτὴ |
| book 4.195.2 | Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.“ |
| book 4.195.3 | τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη |
| book 4.195.4 | ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ· |
| book 4.195.5 | καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου |
| book 4.1 | Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους |
| book 4.2 | καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν |
| book 4.3 | χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος, |
| book 4.4 | πάσας δ’ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ |
| book 4.5 | τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων |
| book 4.205.1 | ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος· |
| book 4.205.2 | πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη. |
| book 4.205.3 | καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ |
| book 4.205.4 | Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ |
| book 4.205.5 | Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου. |
| book 4.210.1 | Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης |
| book 4.210.2 | γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης |
| book 4.210.3 | λάτριν ἔχων πομπῆα δι’ ἄστεος ἄχρι θαλάσσης. |
| book 4.210.4 | παρθενικὴν δ’ ὁρόωσα παρ’ ᾐόνας ὑψόθι πόντου |
| book 4.210.5 | ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ, |
| book 4.215 | Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη· |
| book 4.1 | „Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς |
| book 4.2 | ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων; |
| book 4.3 | ἣν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην |
| book 4.4 | οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος ἐς πόθον ἕλκεις; |
| book 4.220.1 | πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος, εἰπὲ τεκούσῃ· |
| book 4.220.2 | ‘κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.‘ |
| book 4.220.3 | Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ |
| book 4.220.4 | νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην, |
| book 4.220.5 | τλῆθι φέρειν πόνον ἶσον, ἐρωτοτόκῳ δὲ μερίμνῃ |
| book 4.225.1 | μνώεο καὶ σὺ καμοῦσα ποθοβλήτοιο Σελήνης.“ |
| book 4.225.2 | ὣς φαμένης ἑτάρους ὑπὲρ ᾐόνα Κάδμος ἐπείγων |
| book 4.225.3 | ὁλκάδος ἰθυπόροιο παλίντονα πείσματα λύσας |
| book 4.225.4 | εἰαρινῷ κόλπωσεν ἀχείμονι λαῖφος ἀήτῃ· |
| book 4.225.5 | διχθαδίους δὲ κάλωας ἐφαψάμενός τινι γόμφῳ |
| book 4.230.1 | δουροπαγὲς πόμπευε δι’ οἴδματος ἅρμα θαλάσσης, |
| book 4.230.2 | ἰσάζων ἑκάτερθε νεὼς πόδας· οἷα δὲ Φοῖνιξ, |
| book 4.230.3 | ναυτιλίης νοέων πατρώιον ἠθάδα τέχνην, |
| book 4.230.4 | πηδαλίῳ παρέμιμνεν· ἐπὶ πρύμνῃ δὲ καὶ αὐτὴν |
| book 4.230.5 | Ἁρμονίην ἄψαυστον ὁμόπλοον ἵδρυσε κούρην |
| book 4.235.1 | νηὸς ἰδὼν ξείνους ἐπιβήτορας, οὓς τότε ναῦται |
| book 4.235.2 | μισθοφόρους ἐδέχοντο. καὶ ἠρέμα σύμπλοος ἀνὴρ |
| book 4.235.3 | ἀμφοτέρους ὁρόων ἐκεράσσατο θαύματι φωνήν· |
| book 4.235.4 | „αὐτὸς Ἔρως πέλεν οὗτος ὁ ναυτίλος· οὐ νέμεσις γὰρ |
| book 4.235.5 | υἷα τεκεῖν πλωτῆρα θαλασσαίην Ἀφροδίτην· |
| book 4.240 | ἀλλὰ βέλος καὶ τόξον ἔχει καὶ πυρσὸν ἀείρει |
| book 4.1 | βαιὸς Ἔρως πτερύγεσσι κεκασμένος· εἰσορόω δὲ ... |
| book 4.2 | ὁλκάδα Σιδονίην. δολόεις τάχα φώριος Ἄρης |
| book 4.3 | ἕζεται ἐν πρύμνῃσιν ἔσω Λιβάνοιο κομίζων |
| book 4.4 | ἑσπερίην πλώουσαν ἀπὸ Θρῄκης Ἀφροδίτην. |
| book 4.245.1 | ἵλαθι, μῆτερ Ἔρωτος, ἀκυμάντῳ δὲ γαλήνῃ |
| book 4.245.2 | πέμπε μοι ἴκμενον οὖρον ἀχείμονι μητρὶ θαλάσσῃ.“ |
| book 4.245.3 | τοῖον ἔπος λαθραῖον ὁμόπλοος ἔννεπεν ἀνὴρ |
| book 4.245.4 | λοξὸς ἐς Ἁρμονίην ἀντώπιον ὄμμα τιταίνων. |
| book 4.245.5 | καὶ πλόον ἤνυσε Κάδμος ἐς Ἑλλάδα, Φοιβάδος ὀμφῆς |
| book 4.1 | οἶστρον ἔχων πραπίδεσσι, Διὸς δέ οἱ αἰὲν ἐπείγων |
| book 4.2 | ἔνθεος ἀπλανέεσσιν ἐπέτρεχε μῦθος ἀκουαῖς. |
| book 4.3 | ἔνθα Πανελλήνεσσι νεώτερα δῶρα τιταίνων |
| book 4.4 | ἀρχεκάκου Δαναοῖο φερέσβιον ἔκρυφε τέχνην, |
| book 4.5 | ὑδροφόρου Δαναοῖο· τί γὰρ πλέον εὗρεν Ἀχαιοῖς, |
| book 4.255.1 | εἴ ποτε χαλκείῃσι πεδοσκαφέεσσι μακέλλαις |
| book 4.255.2 | χάσματος οὐδαίοιο χυτὸν κενεῶνα κολάψας |
| book 4.255.3 | δίψιον Ἄργος ἔπαυσε, κονιομένοις δὲ πολίταις |
| book 4.255.4 | ὑγρὰ ποδῶν ἐπίβαθρα πόρεν, ξεινήιον ὕδωρ, |
| book 4.255.5 | ἐκ βυθίων λαγόνων ὀλίγον ῥόον; αὐτὰρ ὁ πάσῃ |
| book 4.260.1 | Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων |
| book 4.260.2 | γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ |
| book 4.260.3 | ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας |
| book 4.260.4 | γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς, |
| book 4.260.5 | πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης, |
| book 4.265 | Αἰγυπτίης σοφίης, μετανάστιος ἦμος Ἀγήνωρ |
| book 4.1 | Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην· |
| book 4.2 | καὶ ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων, |
| book 4.3 | χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων |
| book 4.4 | ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου |
| book 4.270.1 | εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων |
| book 4.270.2 | μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης, |
| book 4.270.3 | καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ |
| book 4.270.4 | λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ |
| book 4.270.5 | γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ |
| book 4.275.1 | κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ |
| book 4.275.2 | μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων |
| book 4.275.3 | καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης, |
| book 4.275.4 | χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας, |
| book 4.275.5 | ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης, |
| book 4.280.1 | πῶς τρισσαῖς ἑλίκεσσι μετάτροπον εἶδος ἀμείβει, |
| book 4.280.2 | ἀμφιφαής, διχόμηνις, ὅλῳ στίλβουσα προσώπῳ, |
| book 4.280.3 | πῶς δὲ συναπτομένη καὶ ἀπόρρυτος ἄρσενι πυρσῷ |
| book 4.280.4 | Ἠελίου γενετῆρος ἀμήτορι τίκτεται αἴγλῃ, |
| book 4.280.5 | πατρὸς ὑποκλέπτουσα παλιμφυὲς αὐτόγονον πῦρ. |
| book 4.285.1 | τοῖος ἔην· καὶ κραιπνὸς Ἀχαιίδος ἄστεα βαίνων |
| book 4.285.2 | ναυτιλίην μεθέηκε· σὺν Ἁρμονίῃ δὲ κομίζων |
| book 4.285.3 | ἐσμὸν ἁλιπλανέων ἑτάρων χερσαῖον ὁδίτην |
| book 4.285.4 | ἅρμασιν ἱππείοισι καὶ ἀχθοφόροισιν ἁμάξαις |
| book 4.285.5 | μαντῴοις ἀδύτοισιν ἐπέστιχεν· ἔνθα κιχήσας |
| book 4.290.1 | Δελφὸν ἀσιγήτοιο μεσόμφαλον ἄξονα Πυθοῦς |
| book 4.290.2 | μαντοσύνην ἐρέεινε, καὶ ἔμπνοα Πύθιος ἄξων |
| book 4.290.3 | κύκλον ἐπ’ αὐτοβόητον ἐθέσπισε κοιλάδι φωνῇ· |
| book 4.290.4 | „Κάδμε, μάτην, περίφοιτε, πολυπλανὲς ἴχνος ἑλίσσεις· |
| book 4.290.5 | μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βοέη τέκε γαστήρ, |
| book 4.295.1 | μαστεύεις τινὰ ταῦρον, ὃν οὐ βροτὸς οἶδε κιχῆσαι· |
| book 4.295.2 | Ἀσσυρίην ἀπόειπε, τεῆς δ’ ἡγήτορα πομπῆς |
| book 4.295.3 | ἄμφεπε βοῦν χθονίην, μὴ δίζεο ταῦρον Ὀλύμπου· |
| book 4.295.4 | νυμφίον Εὐρώπης οὐ βουκόλος οἶδεν ἐλαύνειν· |
| book 4.295.5 | οὐ νομόν, οὐ λειμῶνα μετέρχεται, οὔ τινι κέντρῳ |
| book 4.1 | πείθεται, οὐ μάστιγι κελεύεται· οἶδεν ἀείρειν |
| book 4.2 | Κύπριδος ἁβρὰ λέπαδνα καὶ οὐ ζυγόδεσμον ἀρότρων, |
| book 4.3 | αὐχένα μοῦνον Ἔρωτι καὶ οὐ Δήμητρι τιταίνει. |
| book 4.4 | ἀλλὰ πόθον Τυρίοιο τεοῦ γενετῆρος ἐάσσας |
| book 4.5 | μίμνε παρ’ ἀλλοδαποῖσι, καὶ Αἰγυπτίης σέο Θήβης |
| book 4.305.1 | πατρίδος ἄστυ πόλισσον ἐπώνυμον, ἧχι πεσοῦσα |
| book 4.305.2 | εὐνήσει βαρύγουνον ἑὸν πόδα δαιμονίη βοῦς.“ |
| book 4.305.3 | ὣς φάμενος τριπόδων ἐπεκοίμισε θυιάδα φωνήν, |
| book 4.305.4 | καὶ ῥία Παρνησσοῖο τινάσσετο Φοιβάδος ἠχοῦς |
| book 4.305.5 | γείτονος εἰσαΐοντα, καὶ ὀμφήεντι ῥεέθρῳ |
| book 4.310.1 | Κασταλίης πάφλαζε νοήμονος ἔνθεον ὕδωρ. |
| book 4.310.2 | εἶπε θεός· καὶ Κάδμος ἐχάζετο καὶ παρὰ νηῷ |
| book 4.310.3 | βοῦν ἴδε, νισομένῃ δὲ συνέστιχεν· ἑσπόμενοι δὲ |
| book 4.310.4 | ἀνέρες ἀπλάγκτοιο βοὸς βραδυπειθέι χηλῇ |
| book 4.310.5 | φειδομένην ἰσόμετρον ἐποιήσαντο πορείην |
| book 4.315.1 | ὀτρηροὶ θεράποντες· ὅθεν τότε Κάδμος ὁδεύων |
| book 4.315.2 | ἱερὸν ἔδρακε χῶρον ἐπόψιον, ἧχι νοήσας |
| book 4.315.3 | Πύθιος ἐννεάκυκλον ὀρειάδος ὁλκὸν ἀκάνθης |
| book 4.315.4 | εὔνασε Κιρραίης θανατηφόρον ἰὸν ἐχίδνης. |
| book 4.315.5 | Παρνησσοῦ δὲ κάρηνα λιπὼν μετανάστιος ἀνὴρ |
| book 4.320.1 | Δαυλίδος ἔστιχεν οὖδας ὁμούριον, ἔνθεν ἀκούω |
| book 4.320.2 | σιγαλέης λάλον εἷμα δυσηλακάτου Φιλομήλης, |
| book 4.320.3 | Τηρεὺς ἣν ἐμίαινεν, ὅτε ζυγίη φύγεν Ἥρη |
| book 4.320.4 | συζυγίην ἀχόρευτον ὀρεσσαύλων ὑμεναίων, |
| book 4.320.5 | κούρη δ’ ἀστορέεσσιν ἐπεστενάχιζε χαμεύναις |
| book 4.325.1 | εἰνοδίου θαλάμοιο, λιπογλώσσοιο δὲ κούρης |
| book 4.325.2 | μυρομένης Θρήισσαν ἀναγκαίην ἀφροδίτην |
| book 4.325.3 | δάκρυσι μιμηλοῖσι λιπόθροος ἔστενεν Ἠχώ, |
| book 4.325.4 | παρθενικὴν φυγόδεμνον ὀδυρομένη Φιλομήλην, |
| book 4.325.5 | ὁππότε φοινήεντι μεμιγμένον αἵματος ὁλκῷ |
| book 4.330.1 | γλώσσης ἀρτιτόμοιο συνέβλυεν αἷμα κορείης· |
| book 4.330.2 | καὶ Τιτυοῦ πόλιν εἶδεν, ὅπῃ θρασὺς υἱὸς ἀρούρης |
| book 4.330.3 | ἄλσεα καλλιπέτηλα διαστείχων Πανοπῆος |
| book 4.330.4 | ἁγνὰ βιαζομένης ἀνεσείρασε φάρεα Λητοῦς· |
| book 4.330.5 | καὶ ποδὸς ἴχνος ἔθηκε Ταναγραίῳ κενεῶνι, |
| book 4.335.1 | ἐκ δὲ Κορωνείης Ἁλιάρτιον οὖδας ἀμείβων |
| book 4.335.2 | Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς |
| book 4.335.3 | Ἀονίης σχεδὸν ἦλθε πέδον Βοιωτὸν ὁδεύων, |
| book 4.335.4 | ἧχί ποτ’ Ὠρίωνα, δυσίμερον υἱέα γαίης, |
| book 4.335.5 | σκορπίος, ἀστόργοιο βοηθόος Ἰοχεαίρης, |
| book 4.340.1 | τηλίκον ἐπρήνιξεν, ἀνυμφεύτοιο θεαίνης |
| book 4.340.2 | ἀκροτάτην ἔτι πέζαν ἀναστείλαντα χιτῶνος, |
| book 4.340.3 | ὁ βραδὺς ἑρπύζων, χθόνιον τέρας, ἀντιβίου δὲ |
| book 4.340.4 | ταρσὰ χαλαζήεντι τυχὼν ἐχαράξατο κέντρῳ. |
| book 4.340.5 | καὶ γαίης ἐπέβη Χαιρωνίδος, ἔνθα κονίην |
| book 4.345.1 | ἀργυφέην τέμνουσα βοὸς λευκαίνετο χηλή, |
| book 4.345.2 | καὶ κραναῆς μεθέπων πολυκαμπέα κύκλα πορείης |
| book 4.345.3 | λευκὰ κονιομένων ἀπεσείσατο λύματα ταρσῶν. |
| book 4.345.4 | καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ |
| book 4.345.5 | ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ’ ὅτε Κάδμῳ |
| book 4 | Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς, |
| book 4.1 | βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ |
| book 4.2 | δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ |
| book 4.3 | μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς |
| book 4.4 | ἁγνὸν ὕδωρ· οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς |
| book 4.355.1 | ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης. |
| book 4.355.2 | καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ· |
| book 4.355.3 | στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ |
| book 4.355.4 | Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν, |
| book 4.355.5 | καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ, |
| book 4.360.1 | τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις, |
| book 4.360.2 | τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι, |
| book 4.360.3 | ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας |
| book 4.360.4 | θῆκε νέκυν· ψαφαρὴ δὲ κατ’ αὐχένος ἔρρεε χαίτη |
| book 4.360.5 | αὐτομάτη, πλαδαροῖο διειλυθεῖσα καρήνου· |
| book 4.377.1 | ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης |
| book 4.377.2 | ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος |
| book 4.377.3 | ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ |
| book 4.380.1 | μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην· |
| book 4.380.2 | ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ |
| book 4.380.3 | εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων |
| book 4.380.4 | εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ |
| book 4.380.5 | ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ· |
| book 4.385 | ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων |
| book 4.1 | ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου |
| book 4.2 | δήγματι φαρμακόεντι, δι’ ἐγκεφάλου δὲ χυθέντος |
| book 4.3 | μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ. |
| book 4.365.1 | καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων |
| book 4.365.2 | Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ, |
| book 4.365.3 | καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ |
| book 4.365.4 | ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης· |
| book 4.365.5 | καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ |
| book 4.370.1 | ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ, |
| book 4.370.2 | φόρτον ἔχων δασπλῆτα· βαρυνόμενον δὲ φορῆα |
| book 4.370.3 | ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων, |
| book 4.370.4 | καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος |
| book 4.370.5 | φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ, |
| book 4.375.1 | καὶ κεφαλὴν δόχμωσε, τινασσομένου δὲ καρήνου |
| book 4.375.2 | ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν. |
| book 4.389 | ἀλλ’ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη |
| book 4.390.1 | ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης |
| book 4.390.2 | Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ, |
| book 4.390.3 | καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων· |
| book 4.390.4 | „Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ, |
| book 4.390.5 | δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς |
| book 4.395.1 | σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων |
| book 4.395.2 | τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις. |
| book 4.1 | παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων· |
| book 4.2 | Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ |
| book 4.3 | ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης. |
| book 4.1 | ἀλλὰ καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας |
| book 4.2 | θηρὸς ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ |
| book 4.3 | κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης, |
| book 4.4 | Γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ |
| book 4.5 | πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις |
| book 4.405.1 | σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.“ |
| book 4.405.2 | ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη, |
| book 4.405.3 | καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ, |
| book 4.405.4 | δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ |
| book 4.405.5 | μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης |
| book 4.410.1 | ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ |
| book 4.410.2 | ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ· |
| book 4.410.3 | θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ |
| book 4.410.4 | αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση |
| book 4.410.5 | σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ |
| book 4.415.1 | ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή, |
| book 4.415.2 | καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ |
| book 4.415.3 | θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ |
| book 4.415.4 | Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ |
| book 4.415.5 | ἀλλοφυὴς ἤμελλε παρ’ Ἰλλυρίδος σφυρὰ γαίης |
| book 4.420.1 | ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου. |
| book 4.420.2 | ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ |
| book 4.420.3 | χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου, |
| book 4.420.4 | θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ |
| book 4.420.5 | Παλλάδος ὑβὸν ἄροτρον ἀπ’ ὀργάδος εἰς χθόνα σύρων |
| book 4.425.1 | καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης |
| book 4.425.2 | ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμον ὀδόντων. |
| book 4.425.3 | καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων, |
| book 4.425.4 | ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων |
| book 4.425.5 | στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ |
| book 4.430.1 | φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης· |
| book 4.430.2 | ἄλλος ἄνω προὔκυψεν ἐς ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ |
| book 4.430.3 | ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων· |
| book 4.430.4 | ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων |
| book 4.430.5 | οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων |
| book 4.435.1 | ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ |
| book 4.435.2 | τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα, |
| book 4.435.3 | ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ· |
| book 4.435.4 | καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων |
| book 4.435.5 | ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων |
| book 4.440.1 | ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ. |
| book 4.440.2 | οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης, |
| book 4.1 | ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων, |
| book 4.2 | τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ, |
| book 4.3 | τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας |
| book 4.445.1 | ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος· |
| book 4.445.2 | ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ |
| book 4.445.3 | γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων |
| book 4.445.4 | ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ |
| book 4.445.5 | φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ |
| book 4.1 | πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης. |
| book 4.2 | ἄλλου μαρναμένοιο παρ’ ἰσχίον ἄορι τύψας |
| book 4.3 | συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης. |
| book 4.4 | καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων |
| book 4.5 | λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης |
| book 4.455.1 | ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ |
| book 4.455.2 | Γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνῳ· |
| book 4.455.3 | οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες ἐνυοῦς |
| book 4.455.4 | ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ |
| book 4.455.5 | ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ. |
| book 4.460.1 | ἄλλῳ δ’ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ |
| book 4.460.2 | στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης |
| book 4.460.3 | Γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης |
| book 4 | γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης. |
| book 5.1.1 | Ἀλλ’ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων |
| book 5.1.2 | Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων, |
| book 5.1.3 | σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος, |
| book 5.1.4 | φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ |
| book 5.5.1 | Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν, |
| book 5.5.2 | Παλλάδι καλὸν ἄγαλμα. καταρχομένου δὲ θυηλὰς |
| book 5.5.3 | δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι |
| book 5.5.4 | οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ |
| book 5.5.5 | φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος |
| book 5.10.1 | ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου |
| book 5.10.2 | ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης |
| book 5.10.3 | δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν, |
| book 5.10.4 | αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης |
| book 5.10.5 | ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ |
| book 5.15.1 | λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης, |
| book 5.15.2 | καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου |
| book 5.15.3 | πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ |
| book 5.15.4 | πλευρὰ διατμήξαντες ἐμιστύλλοντο μαχαίρῃ, |
| book 5.15.5 | καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην |
| book 5.20.1 | ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας |
| book 5.20.2 | αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν |
| book 5.20.3 | ὠμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῷ |
| book 5.20.4 | μιστύλλων κατὰ βαιόν, ἐπ’ ἀνθρακιῇ δὲ τανύσσας |
| book 5.20.5 | σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις |
| book 5.25.1 | εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ |
| book 5.25.2 | ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ |
| book 5.25.3 | ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης |
| book 5.25.4 | δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας. |
| book 5.25.5 | καὶ θυόεις ἐλέλικτο δι’ ἠέρος ἀτμὸς ἀλήτης |
| book 5.30.1 | Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς |
| book 5.30.2 | δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ |
| book 5.30.3 | κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς. |
| book 5.30.4 | δαιτυμόνων δὲ φάλαγγες ἐπ’ εὐκύκλοιο τραπέζης |
| book 5.30.5 | εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ. |
| book 5.35.1 | οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ, |
| book 5.35.2 | ἀλλὰ μεθ’ ἑρπηστῆρα, μετ’ ἄγρια φῦλα Γιγάντων, |
| book 5.1 | Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ |
| book 5.2 | βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ |
| book 5.3 | ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς |
| book 5.40.1 | ποικίλος ἐσμὸς ἵκανε περικτιόνων ἐπικούρων. |
| book 5.40.2 | καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν ἐνυὼ |
| book 5.40.3 | φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ |
| book 5.40.4 | τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ, |
| book 5.40.5 | καὶ βέλος ἐρροίζησεν, ἐπ’ ὀμφαλόεντι δὲ κύκλῳ |
| book 5.45.1 | βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη. |
| book 5.45.2 | καὶ κταμένων ῥέεν αἷμα· πολὺς δ’ ἐπὶ φορβάδι γαίῃ |
| book 5.45.3 | ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ. |
| book 5.45.4 | καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ· |
| book 5.45.5 | λῦτο δ’ ἀγών. φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ |
| book 5.1 | Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης. |
| book 5.2 | πολλαὶ δ’ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων |
| book 5.3 | αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων |
| book 5.4 | ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ· |
| book 5.5 | πολλαὶ δ’ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ |
| book 5.55.1 | γειομόρων σπάρτοισιν ἐμετρήθησαν ἀγυιαί. |
| book 5.55.2 | καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης |
| book 5.55.3 | κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπ’ ἄλλῳ |
| book 5.55.4 | γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην |
| book 5 | ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ |
| book 5.60.1 | Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι, |
| book 5.60.2 | ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών. |
| book 5.60.3 | καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν |
| book 5.60.4 | τορνώσας κανόνεσσιν· ἐπ’ ἀρρήκτοις δὲ δομαίοις |
| book 5.60.5 | ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας |
| book 5.65.1 | οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ, |
| book 5.65.2 | ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσσας |
| book 5.65.3 | πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ |
| book 5.65.4 | ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις |
| book 5.65.5 | ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας |
| book 5.70.1 | Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ |
| book 5.70.2 | ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ |
| book 5.70.3 | ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη |
| book 5.70.4 | τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη· |
| book 5.70.5 | δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης |
| book 5.75.1 | δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην |
| book 5.75.2 | Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος |
| book 5.75.3 | σύγχροος ἠλέκτροις ἀμαρύσσεται ὄρθριος αἴγλη, |
| book 5.75.4 | Ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς |
| book 5.75.5 | μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων· |
| book 5.80.1 | πέμπτην δ’ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ, |
| book 5.80.2 | ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη, |
| book 5.80.3 | γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης· |
| book 5.80.4 | ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ |
| book 5.80.5 | ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ. |
| book 5.85.1 | τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας |
| book 5.85.2 | Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης, |
| book 5.85.3 | ποικίλον ἀσκήσας χθόνιον τύπον ἶσον Ὀλύμπῳ. |
| book 5.85.4 | Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις |
| book 5.85.5 | Ἁρμονίης ὑμέναιον· ἐπ’ εὐθαλάμῳ δὲ μελάθρῳ |
| book 5.90.1 | Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης. |
| book 5.90.2 | καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ |
| book 5.90.3 | παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους |
| book 5.90.4 | μήτηρ ἱμερόεσσα· πατὴρ δ’ ὑπὸ χάρματι κούρης |
| book 5.90.5 | γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης |
| book 5.95.1 | δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ, |
| book 5.95.2 | καὶ γαμίῃ σάλπιγγι μελίζετο ῥυθμὸν Ἐρώτων |
| book 5.95.3 | ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου |
| book 5.95.4 | ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης, |
| book 5.95.5 | μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις, |
| book 5.1 | πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων |
| book 5.2 | εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων |
| book 5.3 | ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων· |
| book 5.4 | καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι, |
| book 5.5 | καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης, |
| book 5.105.1 | μιμηλὴν δ’ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς, |
| book 5.105.2 | φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ, |
| book 5.105.3 | ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ, |
| book 5.105.4 | Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη, |
| book 5.105.5 | Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ |
| book 5.110.1 | παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν, |
| book 5.110.2 | καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπ’ εὐκύκλῳ δὲ χορείῃ |
| book 5.110.3 | αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων. |
| book 5.110.4 | ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης |
| book 5.110.5 | ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς. |
| book 5.115.1 | καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ |
| book 5.115.2 | πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης |
| book 5.115.3 | μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους ... |
| book 5.115.4 | ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου. |
| book 5.115.5 | καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι |
| book 5.120.1 | Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης. |
| book 5.120.2 | καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην |
| book 5.120.3 | Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης, |
| book 5.120.4 | ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ |
| book 5.120.5 | ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν |
| book 5.125.1 | νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπ’ ἄλλῳ |
| book 5.125.2 | εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ· |
| book 5.125.3 | Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων |
| book 5.125.4 | Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ, |
| book 5.125.5 | ἵππιος ὤπασε δῶρα θαλάσσια Κυανοχαίτης· |
| book 5.130.1 | Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων, |
| book 5.130.2 | καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ |
| book 5.130.3 | Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ, |
| book 5.130.4 | χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην· |
| book 5.130.5 | καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη |
| book 5.135.1 | Ἄρεα κυδαίνουσα· πολυφράδμων δ’ Ἀφροδίτη |
| book 5.135.2 | χρύσεον ὅρμον ἔχοντα λίθων πολυδαίδαλον αἴγλην |
| book 5.135.3 | λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης, |
| book 5.135.4 | Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ, |
| book 5.135.5 | τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη· |
| book 5.140.1 | ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης |
| book 5.140.2 | υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος· |
| book 5.140.3 | ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας |
| book 5.140.4 | λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι· Μαίης |
| book 5.140.5 | ποικίλον ὅρμον ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ |
| book 5.145.1 | ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ |
| book 5.145.2 | δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ |
| book 5.145.3 | ἰὸν ἀποπτύουσα δι’ ἀμφοτέροιο καρήνου, |
| book 5.145.4 | ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ, |
| book 5.145.5 | ἐς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει, |
| book 5.1 | λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ· |
| book 5.2 | ὣς ὅ γε ποικίλος ὅρμος ἐαγότα νῶτα τιταίνων |
| book 5.3 | κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν, |
| book 5.4 | ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων |
| book 5.5 | πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης |
| book 5.155.1 | χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης, |
| book 5.155.2 | καί οἱ ἑλισσομένη κεφαλὴ πολυδινέι παλμῷ |
| book 5.155.3 | ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος. |
| book 5.155.4 | καὶ στομάτων ἑκάτερθεν, ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή, |
| book 5.155.5 | αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων, |
| book 5.160.1 | ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων, |
| book 5.160.2 | ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κόσμῳ· |
| book 5.160.3 | τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης |
| book 5.160.4 | εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης |
| book 5.160.5 | λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη |
| book 5.165.1 | ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης |
| book 5.165.2 | Ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ· |
| book 5.165.3 | ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης |
| book 5.165.4 | γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης |
| book 5.165.5 | λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἴθοπι κόσμῳ |
| book 5.170.1 | λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης. |
| book 5.170.2 | ἀλλήλαις δ’ ἑκάτερθε συναπτομένων κεφαλάων |
| book 5.170.3 | χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων, |
| book 5.170.4 | αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις |
| book 5.170.5 | σύμπλοκον ἔνθα καὶ ἔνθα· δι’ εὐφαέος δὲ προσώπου |
| book 5.175.1 | λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην |
| book 5.175.2 | ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ |
| book 5.175.3 | ἁπτομένῳ. κομόων δὲ λίθων πολυειδέι μορφῇ |
| book 5.175.4 | πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου |
| book 5.175.5 | δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ |
| book 5.180.1 | εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης· |
| book 5.180.2 | τῷ ἔνι δαίδαλα πολλὰ τετεύχατο, τῷ ἔνι πάντα |
| book 5.180.3 | χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης, |
| book 5.180.4 | οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης |
| book 5.180.5 | μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς, |
| book 5.185.1 | ψευδαλέην δ’ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν· ... |
| book 5.185.2 | καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης |
| book 5.185.3 | ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν ... |
| book 5.185.4 | τοῖον ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ ... |
| book 5 | χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης. |
| book 5.190.1 | καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ |
| book 5.190.2 | Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ |
| book 5.190.3 | τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ |
| book 5.190.4 | ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο, |
| book 5.190.5 | τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης. |
| book 5.195.1 | πρώτη δ’ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων |
| book 5.195.2 | μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην |
| book 5.195.3 | πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ |
| book 5.195.4 | καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ, |
| book 5.195.5 | μήτηρ δισσοτόκος· τριτάτη δ’ ἀνέτελλεν Ἀγαύη, |
| book 5.1 | ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις |
| book 5.2 | εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ· |
| book 5.3 | καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου |
| book 5.4 | Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη |
| book 5.5 | θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ |
| book 5.205.1 | δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς. |
| book 5.205.2 | ἄρσενα δ’ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ |
| book 5.205.3 | Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ, |
| book 5.205.4 | Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης, |
| book 5.205.5 | ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις |
| book 5.210 | σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς. |
| book 5.1 | καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι· |
| book 5.2 | κεκριμένας δὲ θύγατρας ἐπεκλήισεν ἀκοίταις |
| book 5.3 | Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ, |
| book 5.4 | καὶ λέχος ἄλλο μετ’ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ |
| book 5.215.1 | πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς, |
| book 5.215.2 | αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης, |
| book 5.215.3 | Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ· |
| book 5.215.4 | οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης |
| book 5.215.5 | γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου, |
| book 5.220.1 | ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις |
| book 5.220.2 | λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης |
| book 5.220.3 | παῖδα συνεκλήισε περισσονόῳ παρακοίτῃ. |
| book 5.220.4 | καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ |
| book 5.220.5 | δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην· |
| book 5.225.1 | καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ἐσμὸς ἀνάγκῃ |
| book 5.225.2 | φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος, |
| book 5.225.3 | ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης |
| book 5.225.4 | δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης. |
| book 5.225.5 | κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν |
| book 5.230.1 | εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης, |
| book 5.230.2 | πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης |
| book 5.230.3 | θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν, |
| book 5.1 | ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων, |
| book 5.2 | καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης |
| book 5.235.1 | καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν |
| book 5.235.2 | πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ ... |
| book 5.235.3 | καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας |
| book 5.235.4 | ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης ... |
| book 5.235.5 | πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι, |
| book 5.240.1 | μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ |
| book 5.240.2 | ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος. |
| book 5.240.3 | κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων, |
| book 5.240.4 | πλαζομένης δ’ ἔστησεν ἐρημάδος ἔργα μελίσσης, |
| book 5.240.5 | ἥ τις ἔσω λειμῶνος ἀπ’ ἄνθεος ἄνθος ἀμείβει |
| book 5.245.1 | εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις |
| book 5.245.2 | χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης· |
| book 5.245.3 | καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος |
| book 5.245.4 | γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων ... |
| book 5.245.5 | καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ |
| book 5.1 | σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων |
| book 5.2 | πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης |
| book 5.3 | δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ |
| book 5.1 | βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ |
| book 5.2 | χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων |
| book 5.255.1 | φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης, |
| book 5.255.2 | καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην |
| book 5.255.3 | ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο. |
| book 5.255.4 | πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην, |
| book 5.255.5 | καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ |
| book 5.260.1 | πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης. |
| book 5.260.2 | καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης |
| book 5.260.3 | εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας |
| book 5.260.4 | ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν. |
| book 5.260.5 | πλαζομένων δ’ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ |
| book 5.265.1 | ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων |
| book 5.265.2 | εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ |
| book 5.265.3 | αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης. |
| book 5.265.4 | καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν. |
| book 5.265.5 | καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης, |
| book 5.270.1 | καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας |
| book 5.270.2 | αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν |
| book 5.270.3 | ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης, |
| book 5.1 | πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος· |
| book 5.2 | Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων |
| book 5.275.1 | πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην, |
| book 5.275.2 | Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο. |
| book 5.275.3 | εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς |
| book 5.275.4 | γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι, |
| book 5.275.5 | ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη. |
| book 5.280.1 | τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους, |
| book 5.280.2 | Φοίβου Κήιον υἷα· † βοοστίκτου δὲ θυηλῆς ... |
| book 5.280.3 | πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ |
| book 5.280.4 | ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ |
| book 5.280.5 | εἱλιπόδην ὑμέναιον ἀνεκρούσαντο πολῖται, |
| book 5.285.1 | καὶ μέλος ἱμερόφωνον ἐπεφθέγξαντο γυναῖκες, |
| book 5.285.2 | καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί. |
| book 5.285.3 | ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων |
| book 5.285.4 | Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ |
| book 5.285.5 | Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην, |
| book 5.290.1 | Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ |
| book 5.290.2 | δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης |
| book 5.290.3 | υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—· |
| book 5.290.4 | οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς |
| book 5.290.5 | λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης· |
| book 5.295.1 | πολλάκι δ’ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων |
| book 5.295.2 | πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης |
| book 5.295.3 | ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν |
| book 5.295.4 | ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην. |
| book 5.295.5 | ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη |
| book 5.1 | ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης· |
| book 5.2 | ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην, |
| book 5.3 | Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ, |
| book 5.4 | εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι φηγοῦ |
| book 5.5 | λουομένης ἐνόησεν ὅλον δέμας Ἰοχεαίρης, |
| book 5.305.1 | θηητὴρ δ’ ἀκόρητος ἀθηήτοιο θεαίνης |
| book 5.305.2 | ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης |
| book 5.305.3 | ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης |
| book 5.305.4 | ὄμματι λαθριδίῳ δεδοκημένον † ὄμματι λοξῷ |
| book 5.305.5 | Νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμφη, |
| book 5.310.1 | ταρβαλέη δ’ ὀλόλυξεν, ἑῇ δ’ ἤγγειλεν ἀνάσσῃ |
| book 5.310.2 | ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ |
| book 5.310.3 | Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην |
| book 5.310.4 | παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς, |
| book 5.310.5 | καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων |
| book 5.315.1 | αἰδομένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη. |
| book 5.315.2 | Ἀκταίων βαρύποτμε, σὺ μὲν λίπεν αὐτίκα μορφὴ |
| book 5.315.3 | ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή, |
| book 5.315.4 | καὶ τανααὶ γναθμοῖσιν ἐμηκύνοντο παρειαί, |
| book 5.315.5 | κνῆμαι ἐλεπτύνοντο, καὶ ἀγκύλα δοιὰ μετώπῳ |
| book 5.320.1 | φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης, |
| book 5.320.2 | καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή, |
| book 5.320.3 | καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ |
| book 5.320.4 | εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ |
| book 5.320.5 | ἔτρεχεν ἀξείνοιο δι’ οὔρεος ἅλματι χηλῆς, |
| book 5.325.1 | θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφυῆ δὲ |
| book 5.325.2 | οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ |
| book 5.325.3 | νεύμασιν ἀτρέπτοισι βαρύφρονος Ἰοχεαίρης |
| book 5.325.4 | φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης |
| book 5.325.5 | νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων, |
| book 5.330.1 | ψευδομένῃ δ’ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ |
| book 5.330.2 | στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ. |
| book 5.330.3 | καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις |
| book 5.330.4 | ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ |
| book 5 | δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ |
| book 5.335.1 | ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ |
| book 5.335.2 | πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ· |
| book 5.335.3 | „ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου |
| book 5.335.4 | γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης· |
| book 5.335.5 | οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ |
| book 5.340.1 | ὑμετέρῳ προβλῆτες ἐπῃώρηντο κεραῖαι· |
| book 5.340.2 | ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ |
| book 5.340.3 | ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη· |
| book 5.340.4 | χώεται Ἰοχέαιρα κακώτερα Τριτογενείης. |
| book 5.340.5 | αἴθε μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ |
| book 5.345.1 | ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη, |
| book 5.345.2 | αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ |
| book 5.345.3 | μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω. |
| book 5.345.4 | σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ; |
| book 5.345.5 | ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν. |
| book 5.1 | μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ |
| book 5.2 | ὄμμασι θηρείοισιν ἐχέφρονα δάκρυα λείβω. |
| book 5.3 | ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον |
| book 5.4 | ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων. |
| book 5.5 | αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι, |
| book 5.355.1 | ναὶ λίτομαι, καὶ θῆρες ὁμοίιοι· εἰπέ, Κιθαιρών, |
| book 5.355.2 | Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι |
| book 5.1 | δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν |
| book 5.2 | καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης, |
| book 5.3 | αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας. |
| book 5.360.1 | αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθε με σύρων |
| book 5.360.2 | πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθε με πικροῖς |
| book 5.360.3 | ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι |
| book 5.360.4 | νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις, |
| book 5.360.5 | μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν, |
| book 5.365.1 | οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.“ |
| book 5.365.2 | ἡμιθανὴς τάδ’ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων |
| book 5.365.3 | θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ· |
| book 5.365.4 | μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς |
| book 5.365.5 | ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς. |
| book 5.370.1 | ἤδη δ’ αὐτοδίδακτος ὀρεστιὰς ἵπτατο Φήμη |
| book 5.370.2 | Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην, |
| book 5.370.3 | οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν, |
| book 5.370.4 | ἀλλ’ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ |
| book 5.370.5 | νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ· |
| book 5.375.1 | καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ’ ἔρρηξε χιτῶνα, |
| book 5.375.2 | πενθαλέοις δ’ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς |
| book 5.375.3 | αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ |
| book 5.375.4 | παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν |
| book 5 | μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου |
| book 5.380.1 | δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη. |
| book 5.380.2 | καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες |
| book 5.380.3 | μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ |
| book 5.380.4 | δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν. |
| book 5.380.5 | μυρομένους δ’ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ· |
| book 5.385.1 | καὶ πολιὴν πλοκαμῖδα γέρων ἀπεκείρατο Κάδμος, |
| book 5.385.2 | Ἁρμονίη δ’ ἰάχησε· φιλοκλαύτων δὲ γυναικῶν |
| book 5.385.3 | συμφερτῇ βαρύδουπος ὅλος δόμος ἔβρεμεν ἠχῇ. |
| book 5.385.4 | Αὐτονόη δ’ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ |
| book 5.385.5 | ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ· |
| book 5.390.1 | εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν |
| book 5.390.2 | δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν, |
| book 5.390.3 | πολλάκι δ’ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ |
| book 5.390.4 | ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ |
| book 5.390.5 | παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν. |
| book 5.395.1 | δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ |
| book 5.395.2 | λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου |
| book 5.395.3 | γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς, |
| book 5.395.4 | καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόρσην· |
| book 5.395.5 | λεπταλέους πόδας εἶδε καὶ οὐκ ἐφράσσατο ταρσούς, |
| book 5.1 | λεπταλέους πόδας εὗρε καὶ οὐκ ἴδε κύκλα πεδίλων. |
| book 5.2 | δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ |
| book 5.3 | ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς |
| book 5.4 | ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόησεν ἰούλων |
| book 5 | ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα. |
| book 5.405.1 | φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης |
| book 5.405.2 | τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης |
| book 5.405.3 | λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δ’ ἀπὸ μόχθων |
| book 5.405.4 | νόστιμος εἰς δόμον ἦλθεν· ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ |
| book 5.405.5 | ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ. |
| book 5.410.1 | ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις, |
| book 5.410.2 | ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου. |
| book 5.410.3 | ψυχὴ δ’ ἠιθέοιο κατηφέι πατρὶ παρέστη |
| book 5.410.4 | στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ |
| book 5.410.5 | ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ· |
| book 5.415.1 | „ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην· |
| book 5.415.2 | ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν, |
| book 5.415.3 | ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην, |
| book 5.415.4 | καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ. |
| book 5.415.5 | αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ |
| book 5.420.1 | δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις. |
| book 5.420.2 | εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν, |
| book 5.420.3 | προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις· |
| book 5.420.4 | εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις· |
| book 5.420.5 | εἰ βροτέους κροτάφους, δολιχὰς σκοπίαζε κεραίας· |
| book 5.425.1 | εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν· |
| book 5.425.2 | εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες. |
| book 5.425.3 | υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων· |
| book 5.425.4 | υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών. |
| book 5 | ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ· |
| book 5.430.1 | μὴ τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσσῃς· |
| book 5.430.2 | μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή. |
| book 5.430.3 | αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων· |
| book 5.430.4 | οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος Ἰοχεαίρης, |
| book 5.430.5 | οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης |
| book 5.435.1 | θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας |
| book 5.435.2 | καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους |
| book 5.435.3 | ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης |
| book 5.435.4 | δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι |
| book 5.435.5 | μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας |
| book 5.440.1 | Νηιάδας· δεδάασιν Ἁμαδρύες· ἰσοτύπους δὲ |
| book 5.440.2 | θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας. |
| book 5.440.3 | ἀλλὰ πάτερ πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ |
| book 5.440.4 | πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας, |
| book 5.440.5 | παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ |
| book 5.445.1 | θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς. |
| book 5.445.2 | τίς δὲ κύων ἐλάφου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ |
| book 5.445.3 | νεβροφόνοις σκυλάκεσσι χολώεται; ἆ πόσα δειλοὶ |
| book 5.445.4 | κυκλάδες ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας |
| book 5.445.5 | καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ |
| book 5.1 | δάκρυα μὲν προχέουσιν ἐχέφρονα καὶ ποσὶν ἄκροις |
| book 5.2 | δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ θεσμῷ |
| book 5.3 | ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ |
| book 5.4 | πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ. |
| book 5.5 | ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ |
| book 5.455.1 | δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου, |
| book 5.455.2 | οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας |
| book 5.455.3 | ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς· |
| book 5.455.4 | καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην· |
| book 5.455.5 | ‘σήμερον Ἀκταίωνα τίς ἥρπασεν, εἴπατε, πέτραι, |
| book 5.460.1 | πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.‘ |
| book 5.460.2 | τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη· |
| book 5.460.3 | ‘τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην; |
| book 5.460.4 | οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ |
| book 5.460.5 | Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων, |
| book 5.465.1 | ὅς ποτε θῆρας ἔπεφνεν· ὑπ’ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς |
| book 5.465.2 | Ἀγρέος αἷμα φέρων ἀγρεύεται Ἰοχεαίρῃ‘. |
| book 5.465.3 | τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι. |
| book 5.465.4 | πολλάκι δ’ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι· |
| book 5.465.5 | ‘λῆγε, κύων βαρύμοχθε, πολύπλανον ἴχνος ἑλίσσων· |
| book 5.470.1 | δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις, |
| book 5.470.2 | δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς, |
| book 5.1 | ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.‘ |
| book 5.2 | ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω. |
| book 5.3 | θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης· |
| book 5.475.1 | δειλὸς ἐγώ· φιλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσσας |
| book 5.475.2 | πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης |
| book 5.475.3 | Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων. |
| book 5.475.4 | ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων |
| book 5.475.5 | Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας Ἰοχεαίρης |
| book 5.480.1 | τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ |
| book 5.480.2 | ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης. |
| book 5.480.3 | ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ |
| book 5.480.4 | Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης |
| book 5.480.5 | λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ |
| book 5.485.1 | ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη |
| book 5.485.2 | χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις· |
| book 5.485.3 | φαίης δ’, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο |
| book 5.485.4 | ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη. |
| book 5.485.5 | Νηιάδες δ’ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ |
| book 5.490.1 | σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ |
| book 5.490.2 | νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην. |
| book 5.490.3 | καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς· |
| book 5.1 | ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ, |
| book 5.2 | καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς |
| book 5.495.1 | ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη, |
| book 5.495.2 | καὶ κύνες ἀγρευτῆρες ἑοὺς ἐχάραξαν ὀδόντας. |
| book 5.495.3 | σιγήσω τάδε πάντα· —τί δεύτερον ἄλγος ἐνίψω; — |
| book 5.495.4 | μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω. |
| book 5.495.5 | πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται |
| book 5.1 | λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα |
| book 5.2 | πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ |
| book 5.3 | οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ, |
| book 5.4 | ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω |
| book 5.5 | πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ |
| book 5.505.1 | ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου, |
| book 5.505.2 | εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί, |
| book 5.505.3 | εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης |
| book 5.505.4 | τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δ’ ἤλλαξε φαρέτρην. |
| book 5.505.5 | ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης· |
| book 5.510.1 | οὐ κύνες Ὠρίωνα κυνοσσόον .... αἴθε καὶ αὐτὸν |
| book 5.510.2 | σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ. |
| book 5.510.3 | δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη· |
| book 5.510.4 | εἰσαΐων δ’, ὅτι Φοῖβος, ἀδελφεὸς Ἰοχεαίρης, |
| book 5.510.5 | Κυρήνῃ παρίαυεν, ἐμὸν δ’ ἔσπειρε τοκῆα, |
| book 5.515 | Ἄρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν. |
| book 5.1 | καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς |
| book 5.2 | ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη, |
| book 5.3 | καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ, |
| book 5.4 | ὠισάμην, ὅτι τοῖος ἔην νόος Ἰοχεαίρης. |
| book 5.520.1 | ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν, |
| book 5.520.2 | μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι. |
| book 5.520.3 | ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ, |
| book 5.520.4 | δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο· τόξα καὶ ἰοὺς |
| book 5.520.5 | πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων. |
| book 5.525.1 | ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις |
| book 5.525.2 | τέρπεται Ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει. |
| book 5.525.3 | ζῳοτύπον δ’ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ |
| book 5.525.4 | στικτὸν ἐμὸν νόθον εἶδος ἀπ’ αὐχένος εἰς πόδας ἄκρους· |
| book 5.525.5 | μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου, |
| book 5.530.1 | πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν. |
| book 5.530.2 | μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γὰρ |
| book 5.530.3 | δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτησ“ |
| book 5.530.4 | εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ |
| book 5.530.5 | ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης |
| book 5.535.1 | ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου. |
| book 5.535.2 | ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας |
| book 5.535.3 | πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν, |
| book 5.1 | καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων. |
| book 5.2 | καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη |
| book 5.540.1 | ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ |
| book 5.540.2 | πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης· |
| book 5.540.3 | καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων |
| book 5.540.4 | κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν |
| book 5.540.5 | ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ. |
| book 5.545.1 | ὀστέα δ’ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ, |
| book 5.545.2 | λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ, |
| book 5.545.3 | καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην, |
| book 5.545.4 | καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ. |
| book 5.545.5 | ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ, |
| book 5.1 | πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι |
| book 5.2 | ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή. |
| book 5.3 | ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ, |
| book 5.4 | τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη |
| book 5.5 | Γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ |
| book 5.555.1 | πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς. |
| book 5.555.2 | καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους |
| book 5.555.3 | εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ· |
| book 5.555.4 | αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην |
| book 5.555.5 | ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη |
| book 5.560.1 | παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ |
| book 5.560.2 | μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ. |
| book 5.1 | καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις· |
| book 5.2 | ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν, |
| book 5.3 | ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου, |
| book 5.565.1 | αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς, |
| book 5.565.2 | ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ |
| book 5.565.3 | σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος, |
| book 5.565.4 | Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν, |
| book 5.565.5 | μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ |
| book 5.570.1 | Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην |
| book 5.570.2 | κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου, |
| book 5.570.3 | παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης |
| book 5.570.4 | Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων |
| book 5.570.5 | δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς |
| book 5.575.1 | ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς, |
| book 5.575.2 | ὤρεγε δ’ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων, |
| book 5.575.3 | καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης |
| book 5.575.4 | ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ |
| book 5.575.5 | Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου |
| book 5.580.1 | ποικίλον ὅρμον ἔτεινε πολύχροον ἀμφιγυήεις· |
| book 5.580.2 | ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην |
| book 5.580.3 | Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην· |
| book 5.580.4 | δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων, |
| book 5.580.5 | ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ |
| book 5.585.1 | γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ. |
| book 5.585.2 | Ζεὺς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ· |
| book 5.1 | καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην |
| book 5.2 | ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων, |
| book 5.3 | Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ |
| book 5.590.1 | λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης· |
| book 5.590.2 | καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ |
| book 5.590.3 | ἐξ ὀλίγου σπινθῆρος· ἐπ’ εὐκόλπῳ δὲ θεαίνῃ |
| book 5.590.4 | Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί. |
| book 5.590.5 | καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη |
| book 5.595.1 | κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ |
| book 5.595.2 | σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς |
| book 5.595.3 | ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ, |
| book 5.595.4 | μιμηλὴν δ’ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ |
| book 5.595.5 | αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου |
| book 5.1 | ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης. |
| book 5.2 | καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ |
| book 5.3 | καρχαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης |
| book 5.4 | κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη, |
| book 5.5 | καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου, |
| book 5.605.1 | σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην, |
| book 5.605.2 | καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς |
| book 5.605.3 | πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ, |
| book 5.605.4 | νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ. |
| book 5.605.5 | οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ |
| book 5.610 | λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης· |
| book 5.1 | οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ, |
| book 5.2 | ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ |
| book 5.3 | θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν ἐρώτων, |
| book 5.4 | ἔνθεν ἀεξιτόκοιο Κεραστίδος ἔνδοθι Κύπρου |
| book 5.615.1 | Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη. |
| book 5.615.2 | καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων |
| book 5.615.3 | εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί, |
| book 5.615.4 | οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης· |
| book 5.615.5 | Ἥρης δ’ οἶκον ἔλειπε, λέχος δ’ ἀπέειπε Διώνης, |
| book 5.620 | Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ, |
| book 5 | μούνης δ’ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης. |
| book 6.1.1 | Οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ |
| book 6.1.2 | ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου, |
| book 6.1.3 | Δηῴης ὑμέναιον ἐεδνώσαντο θεαίνης. |
| book 6.1.4 | ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου |
| book 6.5.1 | ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ· |
| book 6.5.2 | καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην, |
| book 6.5.3 | αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης, |
| book 6.5.4 | παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης |
| book 6.5.5 | δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί, |
| book 6.10.1 | ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ |
| book 6.10.2 | εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων |
| book 6.10.3 | ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας ἐρώτων· |
| book 6.10.4 | πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ |
| book 6.10.5 | παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην. |
| book 6.15.1 | καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ, |
| book 6.15.2 | δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων |
| book 6.15.3 | ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις. |
| book 6.15.4 | τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ |
| book 6.15.5 | ὦρτο γέρων Ἀστραῖος· ὁ μὲν γραμμῇσι χαράσσων |
| book 6.20.1 | κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης, |
| book 6.20.2 | καὶ τυπόων ἑλικηδὸν ὑπ’ ἀγκυλόδοντι σιδήρῳ |
| book 6.20.3 | πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ, |
| book 6.20.4 | καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ. |
| book 6.20.5 | ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων |
| book 6.25.1 | ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου |
| book 6.25.2 | Ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ |
| book 6.25.3 | πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ |
| book 6.25.4 | νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται |
| book 6.25.5 | δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις |
| book 6.30.1 | υἱέες Ἀστραίοιο· πιεῖν δ’ ἠρνήσατο Δηὼ |
| book 6.30.2 | Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ |
| book 6.30.3 | τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες· |
| book 6.30.4 | ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ |
| book 6.30.5 | ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα πειθώ. |
| book 6.35.1 | ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας |
| book 6.35.2 | θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ. |
| book 6.35.3 | καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας |
| book 6.35.4 | πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται· |
| book 6.35.5 | νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων |
| book 6.40.1 | Εὖρος ἐῳνοχόει, προχόῳ δ’ ἐπιδόρπιον ὕδωρ |
| book 6.40.2 | εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ |
| book 6.40.3 | ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ |
| book 6.1 | εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης· |
| book 6.2 | καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας |
| book 6.45.1 | ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις |
| book 6.45.2 | καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας |
| book 6.45.3 | Ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ |
| book 6.45.4 | πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων |
| book 6.45.5 | καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων. |
| book 6.1 | ἀλλ’ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης |
| book 6.2 | σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης, |
| book 6.3 | μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ |
| book 6.4 | λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ |
| book 6.5 | δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης· |
| book 6.55.1 | καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης |
| book 6.55.2 | θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ |
| book 6.55.3 | ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας. |
| book 6.55.4 | οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ |
| book 6.55.5 | κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας |
| book 6.60.1 | καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης |
| book 6.60.2 | ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν |
| book 6.60.3 | ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ |
| book 6.60.4 | ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ· |
| book 6.60.5 | καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας |
| book 6.65 | σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου, |
| book 6.1 | Ἀστερίων παρέθηκε λαβὼν ἄπο πώματα χηλοῦ. |
| book 6.2 | ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων |
| book 6.3 | Ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν |
| book 6.4 | λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας· |
| book 6.70.1 | καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ |
| book 6.70.2 | εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ |
| book 6.70.3 | ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ, |
| book 6.70.4 | ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων |
| book 6.70.5 | σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ |
| book 6.75.1 | ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη, |
| book 6.75.2 | καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ |
| book 6.75.3 | κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ |
| book 6.75.4 | κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων |
| book 6.75.5 | ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην· |
| book 6.80.1 | καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων |
| book 6.80.2 | Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου |
| book 6.80.3 | φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης |
| book 6.80.4 | ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων |
| book 6.80.5 | Παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δ’ ἄρ’ αὐτῷ |
| book 6.85.1 | ὀμβροτόκου Κρονίδαο βιοσσόος ἔτρεχεν ἀστήρ. |
| book 6.85.2 | ἀλλ’ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων, |
| book 6.85.3 | σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ, |
| book 6.85.4 | σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ |
| book 6.85.5 | τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς· |
| book 6.90.1 | „Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ |
| book 6.90.2 | κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης |
| book 6.90.3 | νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης, |
| book 6.90.4 | κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης, |
| book 6.90.5 | εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ |
| book 6.95.1 | ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην |
| book 6.95.2 | θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ |
| book 6.95.3 | σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω, |
| book 6.95.4 | ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω. |
| book 6.95.5 | ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ |
| book 6.1 | ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις |
| book 6.2 | ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων |
| book 6.3 | παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.“ |
| book 6.4 | ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν. |
| book 6.5 | ἀλλ’ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν |
| book 6.105.1 | ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην |
| book 6.105.2 | τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης, |
| book 6.105.3 | ἔστενε μειδιόωσα· δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 6.105.4 | οἶκον ἑὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ. |
| book 6.105.5 | καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ |
| book 6.110.1 | ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν |
| book 6.110.2 | ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ· |
| book 6.110.3 | καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ |
| book 6.110.4 | ξανθοφυὴς βλοσυροῖο δι’ ἅρματος ἤγαγε Δηὼ |
| book 6.110.5 | παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ, |
| book 6.115.1 | καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ |
| book 6.115.2 | θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος, |
| book 6.115.3 | ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης |
| book 6.115.4 | ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων |
| book 6.115.5 | ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο. |
| book 6.120.1 | Δικταίης δ’ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς |
| book 6.120.2 | Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης |
| book 6.120.3 | νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ. |
| book 6.120.4 | καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη |
| book 6.120.5 | Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην |
| book 6.125.1 | Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης |
| book 6.125.2 | εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ, |
| book 6.125.3 | εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ· |
| book 6.125.4 | καί, Κυανῆς ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην |
| book 6.125.5 | κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ, |
| book 6.130.1 | γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ, |
| book 6.130.2 | λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ, |
| book 6.1 | ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι |
| book 6.2 | λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις. |
| book 6.3 | καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου |
| book 6.135.1 | παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ· |
| book 6.135.2 | λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων |
| book 6.135.3 | τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου, |
| book 6.135.4 | τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα |
| book 6.135.5 | στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης· |
| book 6.140.1 | κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην, |
| book 6.140.2 | κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ |
| book 6.140.3 | Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς· |
| book 6.140.4 | καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι |
| book 6.140.5 | καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις. |
| book 6.145.1 | ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου |
| book 6.145.2 | εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη, |
| book 6.145.3 | ἠλακάτῃ δ’ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς |
| book 6.145.4 | εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ |
| book 6.145.5 | νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ· |
| book 6.1 | καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπ’ ἄκρου |
| book 6.2 | πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν, |
| book 6.3 | ἱστῷ δ’ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη |
| book 6.4 | πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ |
| book 6.5 | γνωτὴν ἱστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην. |
| book 6.155 | παρθένε Περσεφόνεια, σὺ δ’ οὐ γάμον εὗρες ἀλύξαι, |
| book 6.1 | ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις, |
| book 6.2 | Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου |
| book 6.3 | νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ |
| book 6.4 | εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος, |
| book 6.160.1 | σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ |
| book 6.160.2 | εὔνασεν ἰσοτύπων πεφοβημένον ὄμμα δρακόντων .... |
| book 6.160.3 | καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης |
| book 6.164 | μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων |
| book 6.163 | Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ, |
| book 6.165.1 | Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης |
| book 6.165.2 | μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ |
| book 6.165.3 | ἀστεροπὴν ἐλέλιζε· νεηγενέος δὲ φορῆος |
| book 6.165.4 | νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί. |
| book 6.165.5 | οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ |
| book 6.170.1 | κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου |
| book 6.170.2 | δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης |
| book 6.170.3 | Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ |
| book 6.170.4 | ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ. |
| book 6.170.5 | ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ |
| book 6.175 | τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν |
| book 6.1 | ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων, |
| book 6.2 | πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων, |
| book 6.3 | πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων· |
| book 6.4 | ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ |
| book 6.180.1 | εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων |
| book 6.180.2 | ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου· |
| book 6.180.3 | πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων |
| book 6.180.4 | φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ, |
| book 6.180.5 | ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις, |
| book 6.185.1 | ἀμφελελιζομένῃ λασιότριχος ὑψόθι νώτου |
| book 6.185.2 | αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῇ. |
| book 6.185.3 | ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου |
| book 6.185.4 | ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ |
| book 6.185.5 | ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ, |
| book 6.190.1 | καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ· |
| book 6.190.2 | ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης |
| book 6.190.3 | ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης, |
| book 6.190.4 | γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος, |
| book 6.190.5 | καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ |
| book 6.195.1 | ὅρμον ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας· |
| book 6.195.2 | καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσσας |
| book 6.195.3 | τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ |
| book 6.195.4 | ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων |
| book 6 | θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ. |
| book 6.1 | καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ |
| book 6.2 | τρηχαλέον μύκημα δι’ ἠέρος ἔβρεμεν Ἥρη, |
| book 6.3 | μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ |
| book 6.4 | αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου, |
| book 6.5 | καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες |
| book 6.205.1 | ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ. |
| book 6.205.2 | Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου |
| book 6.205.3 | γινώσκων σκιόεντα τύπον δολίοιο κατόπτρου, |
| book 6.205.4 | μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ |
| book 6.205.5 | Ζαγρέος εὐκεράοιο κατεκλήισε φονῆας |
| book 6.210.1 | Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων |
| book 6.210.2 | θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης. |
| book 6.210.3 | ἀντολίην δ’ ἔφλεξε, καὶ αἰθαλόεντι βελέμνῳ |
| book 6.210.4 | αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ |
| book 6.210.5 | κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ, |
| book 6.215.1 | Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου |
| book 6.215.2 | ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς. |
| book 6.215.3 | καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ |
| book 6.215.4 | Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ |
| book 6.215.5 | ἡμιδαὴς σέλας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη ... |
| book 6.220.1 | Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς |
| book 6.220.2 | πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης· |
| book 6.220.3 | καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος |
| book 6.220.4 | θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών. |
| book 6.220.5 | καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων |
| book 6.225.1 | Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ· |
| book 6.225.2 | Ζεὺς δὲ χόλον πρήυνε, βαρυνομένην δὲ κεραυνῷ |
| book 6.225.3 | γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι |
| book 6.225.4 | λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης. |
| book 6.225.5 | καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς |
| book 6.230.1 | πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ |
| book 6.230.2 | βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ, |
| book 6.230.3 | ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις |
| book 6.230.4 | κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ |
| book 6.230.5 | Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων |
| book 6.235.1 | ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ |
| book 6.235.2 | Καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη, |
| book 6.235.3 | καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ |
| book 6.235.4 | Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα πορείην |
| book 6 | εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου, |
| book 6.240.1 | γείτων δ’ Ἠελίοιο προάγγελον ἱστοβοῆος |
| book 6.240.2 | Σκορπίον εἶχεν Ἄρης, μιτρούμενον αἴθοπι Ταύρῳ, |
| book 6.240.3 | δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην, |
| book 6.240.4 | καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης |
| book 6.240.5 | Ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς, |
| book 6.245.1 | δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην, |
| book 6.245.2 | καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος |
| book 6.245.3 | φέγγεϊ λαχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῆς |
| book 6.245.4 | Παρθενικῆς πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς, |
| book 6.245.5 | ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ |
| book 6.1 | αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες |
| book 6.2 | Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου |
| book 6.3 | κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι, |
| book 6.4 | ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο |
| book 6.5 | λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ |
| book 6.255.1 | κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον † Ὠκεανοῖο |
| book 6.255.2 | καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ |
| book 6.255.3 | διψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι· |
| book 6.255.4 | ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης ... |
| book 6.255.5 | Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή, |
| book 6.260.1 | χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ |
| book 6.260.2 | ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης, |
| book 6.1 | μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη. |
| book 6.2 | ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης |
| book 6.3 | χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων |
| book 6.265.1 | μυδαλέοις μελέεσσι· χαραδραίῳ δ’ ἐνὶ κόλπῳ |
| book 6.265.2 | εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης· |
| book 6.265.3 | καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο |
| book 6.265.4 | θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ |
| book 6.265.5 | πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ. |
| book 6.270.1 | καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης |
| book 6.270.2 | ἔγχλοον αἰθύσσοντες ἐπ’ ἰξύι δίπτυχον οὐρὴν |
| book 6.270.3 | Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις, |
| book 6.270.4 | σύμπλοον ἠερίοισιν ἐπιτρέψαντες ἀήταις |
| book 6.270.5 | στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ |
| book 6.275.1 | Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς, |
| book 6.275.2 | μυδαλέην σάλπιγγα διαπλώουσαν ἐάσσας, |
| book 6.275.3 | καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων |
| book 6.275.4 | ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς. |
| book 6.275.5 | καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ |
| book 6.280.1 | ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπ’ ἄλλῳ |
| book 6.280.2 | πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ· |
| book 6.280.3 | καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος |
| book 6.280.4 | χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ |
| book 6 | πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ |
| book 6.285.1 | λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου |
| book 6.285.2 | ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι |
| book 6.285.3 | συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ. |
| book 6.285.4 | καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείονι παλμῷ |
| book 6.285.5 | μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ |
| book 6.290.1 | πόντιος Ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν |
| book 6.290.2 | ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ. |
| book 6.290.3 | Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβρομον ὕδωρ· |
| book 6.290.4 | καὶ χλοερῆς Θέτιν εἶχεν ἐπ’ ἰξύος ὑγρὸς ὁδίτης, |
| book 6.290.5 | Τρίτων εὐρυγένειος, ἐπ’ ἰχθυόεντι δὲ νώτῳ |
| book 6.295.1 | πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαυή, |
| book 6.295.2 | καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ, |
| book 6.295.3 | Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς. |
| book 6.295.4 | καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις |
| book 6.295.5 | πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης. |
| book 6.1 | καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην |
| book 6.2 | νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν· |
| book 6.3 | „πῇ φέρεαι, Γαλάτεια, δι’ οὔρεος ἀντὶ θαλάσσης; |
| book 6.4 | μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν; |
| book 6.5 | πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου, |
| book 6.305.1 | μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις |
| book 6.305.2 | νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ. |
| book 6.305.3 | ἦ ῥά σοι ἶσον ἔχει διερὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ |
| book 6.305.4 | ἑζομένη δελφῖνι θαλασσαίης Ἀφροδίτης, |
| book 6.305.5 | ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ; |
| book 6.310.1 | δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου· |
| book 6.310.2 | δείδια, μή μιν ἔκευθε μέγας ῥόος. ὣς ἄρα δειλὴ |
| book 6.310.3 | ἄστατος ἐν πελάγεσσι μετ’ οὔρεα κύματα βαίνει; |
| book 6.310.4 | ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ. |
| book 6.310.5 | ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς, |
| book 6.315.1 | αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω· |
| book 6.315.2 | οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω, |
| book 6.315.3 | ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.“ |
| book 6.315.4 | ὣς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν· |
| book 6.315.5 | „Πὰν φίλε, σὴν ἀνάειρε δι’ οἴδματος ἄπλοον Ἠχώ· |
| book 6.320.1 | μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω· |
| book 6.320.2 | ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς. |
| book 6.320.3 | καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν. |
| book 6.320.4 | οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ |
| book 6.320.5 | τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.“ |
| book 6.325.1 | εἶπε καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους. |
| book 6.325.2 | πυκνὰ δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο |
| book 6.325.3 | πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν |
| book 6.325.4 | ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης, |
| book 6.325.5 | οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ |
| book 6.330.1 | Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου |
| book 6.330.2 | Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι |
| book 6.330.3 | ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ |
| book 6.330.4 | μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις· |
| book 6.330.5 | ζώνῃ δ’ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης |
| book 6.335.1 | κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη |
| book 6.335.2 | μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων· |
| book 6.335.3 | ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ |
| book 6.335.4 | λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ. |
| book 6.335.5 | καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ |
| book 6.340.1 | Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης, |
| book 6.340.2 | ὧν ὁ μὲν εὐκάρποιο δι’ αὔλακος ἤθελεν ἕρπειν |
| book 6.340.3 | τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην, |
| book 6.340.4 | ὃς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἅλμης |
| book 6.340.5 | ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων |
| book 6.345.1 | Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν· |
| book 6.345.2 | „Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης; |
| book 6.345.3 | Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην; |
| book 6.345.4 | ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων. |
| book 6 | ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ |
| book 6.1 | ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ· |
| book 6.2 | δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην. |
| book 6.3 | Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω |
| book 6.4 | οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος Ἀφρογενείης. |
| book 6.5 | ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δ’ Ἀρεθούσης |
| book 6.355.1 | ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην. |
| book 6.355.2 | ἀλλ’ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει |
| book 6.355.3 | οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς |
| book 6.355.4 | ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ· |
| book 6.355.5 | οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα· |
| book 6.360.1 | αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου |
| book 6.360.2 | καὶ ποταμοὺς ἐκάθηρεν, ἀπ’ Ἀλφειοῖο δὲ μούνου |
| book 6.360.3 | οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ. |
| book 6.360.4 | ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω, |
| book 6.360.5 | βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς |
| book 6.365.1 | πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.“ |
| book 6.365.2 | οὔ πω μῦθος ἔληγε, φόβος δ’ ἐβιήσατο φωνήν. |
| book 6.365.3 | καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ |
| book 6.365.4 | ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην, |
| book 6.365.5 | καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου, |
| book 6.370.1 | λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ. |
| book 6.370.2 | καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν |
| book 6.1 | ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών· |
| book 6.2 | ἀλλὰ Διὸς ζαθέοις ὑπὸ νεύμασι Κυανοχαίτης |
| book 6.3 | Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ἀράξας |
| book 6.375.1 | γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου |
| book 6.375.2 | ῥηγνυμένου πρηῶνος ἐχάζετο μέρμερον ὕδωρ· |
| book 6.375.3 | καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο |
| book 6.375.4 | γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων |
| book 6.375.5 | εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι. |
| book 6.380.1 | καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην |
| book 6.380.2 | Ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων |
| book 6.380.3 | θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς |
| book 6.380.4 | οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ |
| book 6.380.5 | ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις, |
| book 6.385.1 | δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων |
| book 6.385.2 | ἀρτιγόνοις μερόπεσσιν ἐγυρώθησαν ἀγυιαί. |
| book 6.385.3 | καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις |
| book 6 | ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ. |
| book 7.1.1 | Ἤδη δ’ ἀενάοιο βίου παλιναυξέι καρπῷ |
| book 7.1.2 | ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας |
| book 7.1.3 | ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς· |
| book 7.1.4 | καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης, |
| book 7.5.1 | καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ |
| book 7.5.2 | ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ. |
| book 7.5.3 | ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη |
| book 7.5.4 | ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης. |
| book 7.5.5 | καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν |
| book 7.10.1 | ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών· |
| book 7.10.2 | οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας |
| book 7.10.3 | Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ, |
| book 7.10.4 | ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ |
| book 7.10.5 | ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ |
| book 7.15.1 | οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ |
| book 7.15.2 | θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι· |
| book 7.15.3 | οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης |
| book 7.15.4 | ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ |
| book 7.15.5 | ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς |
| book 7.20 | ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν, |
| book 7.1 | νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν. |
| book 7.2 | ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην |
| book 7.3 | Αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης, |
| book 7.4 | ἱκεσίης ὀρέγων κεχαλασμένον ὁλκὸν ὑπήνης, |
| book 7.25.1 | εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου |
| book 7.25.2 | ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν· |
| book 7.25.3 | καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων |
| book 7.25.4 | ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν· |
| book 7.25.5 | „Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου· |
| book 7.30.1 | οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ |
| book 7.30.2 | ὥριον ἀμώουσα ταχυφθιμένης στάχυν ἥβης; |
| book 7.30.3 | οὔ πω λείψανα κεῖνα παρήλυθεν, ἐξότε φωτῶν |
| book 7.30.4 | ἔκλυσας ἔθνεα πάντα, καὶ ἠερίου ῥόος ὄμβρου |
| book 7.30.5 | αἰθέρα κυμαίνων ἐπεπάφλασε γείτονι Μήνῃ. |
| book 7.35.1 | χαιρέτω ὠκυμόρων μερόπων βίος, ὧν ἐπὶ πότμῳ |
| book 7.35.2 | οὐρανίους οἴηκας ἀναίνομαι· οὐκέτι κόσμου |
| book 7.35.3 | πεῖσμα κυβερνήσω· μακάρων δέ τις ἄλλος ἀρείων |
| book 7.35.4 | πηδάλιον βιότοιο παλιννόστοιο δεχέσθω· |
| book 7.35.5 | ἄλλος ἐμῶν ἐτέων ἐχέτω δρόμον· αἰνοπαθὲς γὰρ |
| book 7.40 | οἰκτείρων ἐμόγησα πολυτλήτων γένος ἀνδρῶν. |
| book 7.1 | ἄρκιον οὐ πέλε γῆρας, ὅ περ νεότητα μαραίνει |
| book 7.2 | καὶ βραδὺν ἄνδρα τίθησι κάτω νεύοντι καρήνῳ, |
| book 7.3 | κυφὸς ὅτε τρομερῇσι περισσοπόδεσσι πορείαις |
| book 7.4 | γηροκόμῳ βαρύγουνος ἐρείδεται ἠθάδι βάκτρῳ· |
| book 7.45.1 | ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ |
| book 7.45.2 | νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ, |
| book 7.45.3 | συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας. |
| book 7.45.4 | οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει |
| book 7.45.5 | Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης· |
| book 7.1 | ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ |
| book 7.2 | ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ; |
| book 7.3 | πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς |
| book 7.4 | νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην |
| book 7.5 | τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους. |
| book 7.55.1 | ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης |
| book 7.55.2 | φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ |
| book 7.55.3 | οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι |
| book 7.55.4 | ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς |
| book 7.55.5 | ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς, |
| book 7.60.1 | ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ |
| book 7.60.2 | ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει, |
| book 7.60.3 | κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι, |
| book 7.1 | ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου. |
| book 7.2 | ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας |
| book 7.65.1 | σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει |
| book 7.65.2 | ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;“ |
| book 7.65.3 | ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ |
| book 7.65.4 | μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς· |
| book 7.65.5 | καὶ φρενὸς ἡνία λῦσεν ἐπασσυτέρῃσι δὲ βουλαῖς |
| book 7.70.1 | ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί. |
| book 7.70.2 | καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν |
| book 7.70.3 | ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων· |
| book 7.70.4 | „ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν, |
| book 7.70.5 | μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει |
| book 7.75.1 | πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης. |
| book 7.75.2 | νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης |
| book 7.75.3 | αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω, |
| book 7.75.4 | ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ |
| book 7.75.5 | ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω. |
| book 7.80.1 | τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ |
| book 7.80.2 | θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω. |
| book 7.80.3 | χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς |
| book 7.80.4 | γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ |
| book 7.80.5 | ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης· |
| book 7.85.1 | ἤδη δ’ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει |
| book 7.85.2 | ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης, |
| book 7.1 | νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων, |
| book 7.2 | ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων |
| book 7.3 | ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις |
| book 7.90.1 | εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ |
| book 7.90.2 | ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην, |
| book 7.90.3 | Βασσαρίδων δὲ φάλαγγα φιλεύιον ὑψόθεν ὤμων |
| book 7.90.4 | ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην· |
| book 7.90.5 | καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις |
| book 7.95.1 | πάντες ἀνευάξουσιν ἐπ’ εὐκελάδοιο τραπέζης |
| book 7.95.2 | ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης. |
| book 7.95.3 | τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων, |
| book 7.95.4 | Γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν |
| book 7.95.5 | Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ. |
| book 7.1 | καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ |
| book 7.2 | ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας ... |
| book 7.3 | σῆμα τεῆς θεότητος ἔχων ὀφιώδεα μίτρην· |
| book 7.4 | καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται |
| book 7.5 | ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς, |
| book 7.105 | χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.“ |
| book 7.1 | εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ |
| book 7.2 | ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι. |
| book 7.3 | καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγον, ὃς μὲν ἱκάνων |
| book 7.4 | οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον ἐς δόμον Ἥρης. |
| book 7.110.1 | καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων, |
| book 7.110.2 | πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας |
| book 7.110.3 | ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ |
| book 7.110.4 | εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων |
| book 7.110.5 | Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ |
| book 7.115.1 | δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ |
| book 7.115.2 | ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης· |
| book 7.115.3 | ‘πρῶτος ἄγει Κρονίωνα βοώπιδος ἐς λέχος Ἰοῦς·‘ |
| book 7.115.4 | ‘δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·‘ |
| book 7.115.5 | ‘Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·‘ |
| book 7.120.1 | ‘τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·‘ |
| book 7.120.2 | ‘πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·‘ |
| book 7.120.3 | ‘αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·‘ |
| book 7.120.4 | ‘ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·‘ |
| book 7.120.5 | ‘ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·‘ |
| book 7.125.1 | ‘εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·‘ |
| book 7.125.2 | ‘θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·‘ |
| book 7.1 | ‘ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·‘ |
| book 7.2 | ‘δωδέκατος τριέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.‘ |
| book 7.3 | ἀλλ’ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων, |
| book 7.130.1 | ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς, |
| book 7.130.2 | χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ |
| book 7.130.3 | κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ, |
| book 7.130.4 | δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη, |
| book 7.130.5 | νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας, |
| book 7.135.1 | νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην. |
| book 7.135.2 | ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ, |
| book 7.135.3 | τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ |
| book 7.135.4 | ἀργυρέης ἐτίταινε δι’ ἄστεος ἦχον ἱμάσθλης |
| book 7.135.5 | ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης |
| book 7.140.1 | λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης· |
| book 7.140.2 | ὄμμασι γὰρ ληθαῖον ἀμεργομένη πτερὸν Ὕπνου |
| book 7.140.3 | ἀντιτύπῳ πόμπευεν ἀλήμονα θυμὸν ὀνείρῳ |
| book 7.140.4 | θέσφατα ποικίλλοντι, καὶ ἀρτιγόνοισι κορύμβοις |
| book 7.140.5 | ἔλπετο καλλιπέτηλον ἰδεῖν φυτὸν ἔνδοθι κήπου |
| book 7.145.1 | ἔγχλοον, οἰδαλέῳ βεβαρημένον ὄμφακι καρπῷ, |
| book 7.145.2 | νειφόμενον Κρονίωνος ἀεξιφύτοισιν ἐέρσαις· |
| book 7.145.3 | ἐξαπίνης δὲ πεσοῦσα δι’ αἰθέρος οὐρανίη φλὸξ |
| book 7.145.4 | δένδρον ὅλον πρήνιξε, νέου δ’ οὐχ ἥπτετο καρποῦ· |
| book 7.145.5 | ἀλλά μιν ἁρπάξας τανυσίπτερος ὄρνις ἀλήτης |
| book 7 | ἡμιτελῆ χατέοντα τελεσσιγόνοιο λοχείης |
| book 7.1 | ὤρεγε μὲν Κρονίωνι· πατὴρ δέ μιν ἡδέι κόλπῳ |
| book 7.2 | δέκτο λαβών, μηρῷ δὲ συνέρραφεν· ἀντὶ δὲ καρποῦ |
| book 7.3 | ταυροφυὴς κερόεντι τύπῳ μορφούμενος ἀνὴρ |
| book 7.4 | αὐτοτελὴς βλάστησεν ὑπὲρ βουβῶνα τοκῆος· |
| book 7.155.1 | καὶ Σεμέλη φυτὸν ἦεν. ὑπερφρίσσουσα δὲ κούρη |
| book 7.155.2 | ἐκ λεχέων ἀνέπαλτο καὶ ἐπτοίησε τοκῆα |
| book 7.155.3 | εὐπετάλων ἐνέπουσα σελασφόρον ἀτμὸν ὀνείρων. |
| book 7.155.4 | καὶ Σεμέλης δεδόνητο φυτὸν πυρίκαυτον ἀκούων |
| book 7.155.5 | Κάδμος ἄναξ· καλέσας δὲ θεηγόρον υἷα Χαρικλοῦς |
| book 7.160.1 | πρώιος αἰθαλόεντας ἐπέφραδε παιδὸς ὀνείρους. |
| book 7.160.2 | καὶ τότε Τειρεσίαο δεδεγμένος ἔνθεον ὀμφὴν |
| book 7.160.3 | παῖδα πατὴρ προέηκεν ἐς ἠθάδα νειὸν Ἀθήνης |
| book 7.160.4 | Ζηνὶ θυηπολέουσαν ἀκοντιστῆρι κεραυνοῦ |
| book 7.160.5 | ταῦρον ὁμοκραίροιο φυῆς ἴνδαλμα Λυαίου, |
| book 7.165.1 | καὶ τράγον ἐσσομένης σταφυλητόμον ἐχθρὸν ὀπώρης. |
| book 7.165.2 | ἔνθεν ἔβη πρὸ πόληος, ὅπως Διὶ βωμὸν ἀνάψῃ, |
| book 7.165.3 | ἀστεροπῆς μεδέοντι· παρισταμένη δὲ θυηλαῖς |
| book 7.165.4 | αἵματι κόλπον ἔδευσε, φόνῳ δ’ ἐρραίνετο κούρη· |
| book 7.165.5 | καὶ πλοκάμους ἐδίηναν ἀφειδέες αἵματος ὁλκοί, |
| book 7.170.1 | καὶ βοέαις λιβάδεσσιν ἐπορφύροντο χιτῶνες. |
| book 7.170.2 | καὶ δρόμον ἰθύνουσα βαθυσχοίνῳ παρὰ ποίῃ |
| book 7.170.3 | γείτονος Ἀσωποῖο μετέστιχε πάτριον ὕδωρ |
| book 7.170.4 | παρθένος αἰολόπεπλος, ἵνα σμήξειε ῥεέθροις |
| book 7 | στικτὰ πολυρραθάμιγγι δεδευμένα φάρεα λύθρῳ. |
| book 7.175.1 | καὶ φόβον ἄλλον ἔδεκτο, καὶ ὑψόθι γείτονος ὄχθης |
| book 7.175.2 | ἠῴην παρὰ πέζαν ἀλεξικάκου ποταμοῖο |
| book 7.175.3 | εἰς ῥόον, εἰς ἀνέμους ἀπεσείσατο τάρβος ὀνείρων. |
| book 7.175.4 | οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου |
| book 7.175.5 | εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι. |
| book 7.180.1 | καὶ Σεμέλην ὁρόωσα παρ’ Ἀσωποῖο ῥεέθροις |
| book 7.180.2 | λουομένην ἐγέλασσεν ἐν ἠέρι φοιτὰς Ἐρινὺς |
| book 7.180.3 | μνησαμένη Κρονίωνος, ὅτι ξυνήονι πότμῳ |
| book 7.180.4 | ἀμφοτέρους ἤμελλε βαλεῖν φλογόεντι κεραυνῷ. |
| book 7.180.5 | κεῖθι δέμας φαίδρυνε, σὺν ἀμφιπόλοισι δὲ γυμνὴ |
| book 7.185.1 | χεῖρας ἐρετμώσασα δι’ ὕδατος ἔτρεχε κούρη· |
| book 7.185.2 | καὶ κεφαλὴν ἀδίαντον ἐκούφισεν ἴδμονι τέχνῃ |
| book 7.185.3 | ὕψι τιταινομένην ὑπὲρ οἴδματος, ἄχρι κομάων |
| book 7.185.4 | ὑγροβαφής, καὶ στέρνον ἐπιστορέσασα ῥεέθρῳ |
| book 7.185.5 | ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ. |
| book 7.190.1 | οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ |
| book 7.190.2 | ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς. |
| book 7.190.3 | καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων |
| book 7.190.4 | πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη, |
| book 7 | τοξευτὴρ ἀκίχητος· ἐπ’ ἀνθοκόμῳ δὲ βελέμνῳ |
| book 7.195.1 | νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου |
| book 7.195.2 | ἑλκομένου ῥοίζησε σοφὸν βέλος εὔιον ἠχώ. |
| book 7.195.3 | Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ |
| book 7.195.4 | αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ |
| book 7.195.5 | συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων |
| book 7.1 | εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ, |
| book 7.2 | ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ, |
| book 7.3 | ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων |
| book 7.4 | ἄστατον ὄμμα φέρων γαμίης ὀχετηγὸν ἀνάγκης |
| book 7.5 | παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ· |
| book 7.205.1 | καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης |
| book 7.205.2 | Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ |
| book 7.205.3 | κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ |
| book 7.205.4 | τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ |
| book 7.205.5 | πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη. |
| book 7.210.1 | Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν, |
| book 7.210.2 | καὶ Σεμέλης δι’ ἔρωτα προώριος αἰετὸς ἔπτη |
| book 7.210.3 | ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο, |
| book 7.210.4 | Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων |
| book 7.210.5 | ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς· |
| book 7.215.1 | αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης |
| book 7.215.2 | γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης· |
| book 7.215.3 | οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν |
| book 7.215.4 | ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης, |
| book 7.215.5 | ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων |
| book 7.220 | ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου, |
| book 7.1 | ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην. |
| book 7.2 | καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ, |
| book 7.3 | καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν |
| book 7.4 | ἀστράπτων χαρίτεσσιν· ὀπιπεύουσα δὲ νύμφην |
| book 7.225.1 | Νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν· |
| book 7.225.2 | „τίς προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ |
| book 7.225.3 | μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων |
| book 7.225.4 | εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ |
| book 7.225.5 | ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην; |
| book 7.230.1 | μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις |
| book 7.230.2 | κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων |
| book 7.230.3 | ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ; |
| book 7.230.4 | μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ |
| book 7.230.5 | γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο; καὶ τίνι πηγῆς |
| book 7.235.1 | Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ |
| book 7.235.2 | ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις |
| book 7.235.3 | παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω· |
| book 7.235.4 | πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν |
| book 7.235.5 | εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος, |
| book 7.240 | λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη· |
| book 7.1 | εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος, |
| book 7.2 | τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο; |
| book 7.3 | εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν, |
| book 7.4 | Μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ |
| book 7.245.1 | οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη |
| book 7.245.2 | αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ |
| book 7.245.3 | ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη. |
| book 7.245.4 | εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ |
| book 7.245.5 | γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—, |
| book 7.1 | καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην |
| book 7.2 | λούσατο δεῖμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη. |
| book 7.3 | κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν· |
| book 7.4 | εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ, |
| book 7.5 | αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.“ |
| book 7.255.1 | τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίῃ φάτο φωνῇ. |
| book 7.255.2 | Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ |
| book 7.255.3 | νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης· |
| book 7.255.4 | ἀσταθέος δ’ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς, |
| book 7 | πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου, |
| book 7.260.1 | πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην |
| book 7.260.2 | πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων |
| book 7.260.3 | ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης· |
| book 7.260.4 | στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ |
| book 7.260.5 | μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων· |
| book 7.265.1 | καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου |
| book 7.265.2 | ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου. |
| book 7.265.3 | καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων |
| book 7.265.4 | νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ |
| book 7.265.5 | ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ |
| book 7.270.1 | παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ |
| book 7.270.2 | βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ· |
| book 7.270.3 | οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεσσα φορῆι |
| book 7.270.4 | ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ |
| book 7.270.5 | ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ |
| book 7.275.1 | οὐρανίη· καὶ γυμνὸς Ἔρως λασιότριχι ῥινῷ, |
| book 7.275.2 | αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ |
| book 7.275.3 | βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς. |
| book 7.275.4 | καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ |
| book 7.275.5 | θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων. |
| book 7.280.1 | καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς |
| book 7.280.2 | ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς. |
| book 7.280.3 | καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆς |
| book 7.1 | εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ· |
| book 7.2 | καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην, |
| book 7.285.1 | καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν· |
| book 7.285.2 | „ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς; |
| book 7.285.3 | ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων, |
| book 7.285.4 | λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου. |
| book 7.285.5 | ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς |
| book 7.290.1 | ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει; |
| book 7.290.2 | Ἠέλιε, κλονέεις με, καὶ εἰ μάθες οἶστρον Ἐρώτων· |
| book 7.290.3 | φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις; |
| book 7.290.4 | οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω, |
| book 7.290.5 | καὶ σὲ καὶ Ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω, |
| book 7.295.1 | καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ |
| book 7.295.2 | Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ |
| book 7.295.3 | ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων |
| book 7.295.4 | Ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω. |
| book 7.295.5 | ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων |
| book 7.1 | σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ |
| book 7.2 | σῆς Κλυμένης ἀπόνοιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω. |
| book 7.3 | ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη, |
| book 7.4 | μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην |
| book 7.5 | θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου, |
| book 7.305.1 | καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις |
| book 7.305.2 | λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης, |
| book 7.305.3 | καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.“ |
| book 7.305.4 | τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι. |
| book 7.305.5 | ἀλλ’ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων |
| book 7.310.1 | ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης, |
| book 7.310.2 | δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς, |
| book 7.310.3 | ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς |
| book 7.310.4 | εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ |
| book 7.310.5 | ἅλμα θορὼν πρώτιστον ὅλην παρεμέτρεε ταρσῷ |
| book 7.315.1 | ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην |
| book 7.315.2 | ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου |
| book 7.315.3 | αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες. |
| book 7.315.4 | καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεσμῷ, |
| book 7.315.5 | πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ, |
| book 7.320.1 | ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν, |
| book 7.320.2 | ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου, |
| book 7.320.3 | πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν, |
| book 7.320.4 | ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων, |
| book 7.320.5 | πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων· |
| book 7.325.1 | ἄλλοτε μιτρωθεῖσαν ὑπὸ σπείρῃσι δρακόντων |
| book 7.325.2 | νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ, |
| book 7.325.3 | οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης, |
| book 7.325.4 | Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων |
| book 7 | θαρσαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης |
| book 7.330.1 | χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων |
| book 7.330.2 | ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν, |
| book 7.330.3 | συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης |
| book 7.330.4 | ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης. |
| book 7.330.5 | Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ |
| book 7.335.1 | εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων· |
| book 7.335.2 | καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ |
| book 7.335.3 | νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης, |
| book 7.335.4 | νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης, |
| book 7.335.5 | ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων, |
| book 7.340.1 | πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας. |
| book 7.340.2 | ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνοπι κισσῷ, |
| book 7.340.3 | δέρμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος |
| book 7.340.4 | λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ. |
| book 7.340.5 | γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις |
| book 7.345.1 | ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν, |
| book 7.345.2 | καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι |
| book 7.345.3 | ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων |
| book 7.345.4 | βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς |
| book 7.345.5 | τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου. |
| book 7 | καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ |
| book 7.1 | ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην· |
| book 7.2 | „εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲν |
| book 7.3 | αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ, |
| book 7.4 | μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης. |
| book 7.355.1 | οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς |
| book 7.355.2 | πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων |
| book 7.355.3 | ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ |
| book 7.355.4 | ἤλυθεν ἐς Κρήτην, Σεμέλη δ’ ἐς Ὄλυμπον ἱκάνει. |
| book 7.355.5 | τί πλέον ἤθελες ἄλλο μετ’ αἰθέρα καὶ πόλον ἄστρων; |
| book 7.360.1 | καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν |
| book 7.360.2 | νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ. |
| book 7.360.3 | ἀλλὰ μετ’ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς, |
| book 7.360.4 | τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος |
| book 7.360.5 | παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ, |
| book 7.365.1 | καὶ μετὰ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης |
| book 7.365.2 | ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω· |
| book 7.365.3 | ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις |
| book 7 | υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.“ |
| book 8.1.1 | Ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ |
| book 8.1.2 | ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης, |
| book 8.1.3 | Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ |
| book 8.1.4 | οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ |
| book 8.5.1 | ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι. |
| book 8.5.2 | καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων |
| book 8.5.3 | ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ· |
| book 8.5.4 | μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου |
| book 8.5.5 | στέμματι θυμὸν ἔτερπεν, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ |
| book 8.10.1 | θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης |
| book 8.10.2 | Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις |
| book 8.10.3 | ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ. |
| book 8.10.4 | καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο, |
| book 8.10.5 | εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν, |
| book 8.15.1 | γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς |
| book 8.15.2 | οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ· |
| book 8.1 | εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ, |
| book 8.2 | ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων |
| book 8.3 | εἰς ῥάχιν αὐτοκέλευθος ἐρημάδος ἔστιχεν ὕλης· |
| book 8.20.1 | κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ, |
| book 8.20.2 | λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ· |
| book 8.20.3 | εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου, |
| book 8.20.4 | ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ· |
| book 8.20.5 | πολλάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ |
| book 8.25.1 | Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ, |
| book 8.25.2 | καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ |
| book 8.25.3 | εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δ’ ἀλόχευτος ἐχέφρων |
| book 8.25.4 | ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ, |
| book 8.25.5 | αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν |
| book 8.30.1 | ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ. |
| book 8.30.2 | ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ |
| book 8.30.3 | ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὶ δὲ κούρῳ |
| book 8.30.4 | ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι. |
| book 8.30.5 | καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν |
| book 8.35.1 | καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο |
| book 8.35.2 | Βάκχου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος, |
| book 8.35.3 | αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ. |
| book 8.35.4 | καὶ φρενὶ κερδαλέῃ σκολιὴν ἐφράσσατο βουλὴν |
| book 8.35.5 | Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν |
| book 8.40.1 | ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ |
| book 8.40.2 | ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης |
| book 8.1 | ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν |
| book 8.2 | βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ |
| book 8.3 | χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ· |
| book 8.45.1 | καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος |
| book 8.45.2 | σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωνήν· |
| book 8.45.3 | κλεψινόοις δ’ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην, |
| book 8.45.4 | καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην· |
| book 8.45.5 | ἀμφοτέρας δ’ ἐρέθιζε· τόσῳ δ’ ἠνίπαπε μύθῳ· |
| book 8.1 | „δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμφίον, Ἥρη, |
| book 8.2 | ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς |
| book 8.3 | Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων |
| book 8.4 | οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ |
| book 8.5 | τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην. |
| book 8.55.1 | πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς |
| book 8.55.2 | εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης; |
| book 8.55.3 | πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ |
| book 8.55.4 | πόρτις ἁλιπτοίητος ἐλαύνεται· οὐκέτι βούτης |
| book 8.55.5 | Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς |
| book 8.60.1 | κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει. |
| book 8.60.2 | ἀλλὰ τί μοι δόμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων |
| book 8.60.3 | αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ |
| book 8.60.4 | Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω |
| book 8.60.5 | ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτ’ ἔλθῃ |
| book 8.65.1 | γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην, |
| book 8.65.2 | γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ |
| book 8.1 | Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν |
| book 8.2 | ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω· |
| book 8.3 | καὶ πρόφασιν μεθέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει, |
| book 8.70.1 | ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς. — — |
| book 8.70.2 | ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις |
| book 8.70.3 | αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων. |
| book 8.70.4 | οὐρανὸς ἱλήκοι, μερόπων δόμος· εἰς χθόνα βαίνω· |
| book 8.70.5 | Καλλιστὼ κατ’ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει |
| book 8.75.1 | κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου. |
| book 8.75.2 | Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ |
| book 8.75.3 | Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήνῃ. |
| book 8.75.4 | νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς |
| book 8.75.5 | ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις; |
| book 8.80.1 | τικτομένης, Ἥφαιστε, μογοστόκε Τριτογενείης, |
| book 8.80.2 | υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς |
| book 8.80.3 | ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ, |
| book 8.80.4 | οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη, |
| book 8.80.5 | λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης, |
| book 8.85.1 | ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου |
| book 8.85.2 | αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης |
| book 8.85.3 | ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη, |
| book 8.85.4 | κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς |
| book 8.85.5 | αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ· |
| book 8.90 | ‘Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.‘ |
| book 8.1 | ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσσας |
| book 8.2 | ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ |
| book 8.3 | Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω, |
| book 8.4 | πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω, |
| book 8.95.1 | βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου, |
| book 8.95.2 | οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης, |
| book 8.95.3 | πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου, |
| book 8.95.4 | καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης |
| book 8.95.5 | σύνδρομον Ἠελίοιο, συνέμπορον Ἠριγενείης. |
| book 8.1 | κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην, |
| book 8.2 | μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης, |
| book 8.3 | οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.“ |
| book 8.4 | εἶπε καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης |
| book 8.5 | καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης. |
| book 8.105.1 | καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων |
| book 8.105.2 | ἤιε λοξὰ κέλευθα δι’ ἠέρος· ἀνδρομέοις δὲ |
| book 8.105.3 | ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ, |
| book 8.105.4 | εἰς δόλον, εἰς κακότητα νόον Τελχῖνα κορύσσων. |
| book 8.105.5 | οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη· |
| book 8.110.1 | ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ |
| book 8.110.2 | ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις |
| book 8.110.3 | ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ, |
| book 8.110.4 | κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι. |
| book 8.110.5 | ἀλλ’ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης |
| book 8.115.1 | γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ, |
| book 8.115.2 | ἔνθα οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων· |
| book 8.115.3 | καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ |
| book 8.115.4 | τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες. |
| book 8.115.5 | ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη, |
| book 8.120.1 | τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται· |
| book 8.120.2 | ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δ’ ὀαριστὺς |
| book 8.120.3 | πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς |
| book 8.120.4 | σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις. |
| book 8.120.5 | καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ |
| book 8.125.1 | Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην· |
| book 8.125.2 | „χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς |
| book 8.125.3 | κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς· |
| book 8.125.4 | δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη |
| book 8.125.5 | δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην. |
| book 8.130.1 | οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν, |
| book 8.130.2 | οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην, |
| book 8.130.3 | ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς |
| book 8.130.4 | θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν. |
| book 8.130.5 | τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ |
| book 8.135 | θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ· |
| book 8.1 | οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς, |
| book 8.2 | ἀλλὰ σιδηρορόφοιο μετὰ σφρηγῖδα μελάθρου |
| book 8.3 | μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη, |
| book 8.4 | καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ |
| book 8.140.1 | σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις. |
| book 8.140.2 | οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου, |
| book 8.140.3 | οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ |
| book 8.140.4 | οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ. |
| book 8.140.5 | οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ |
| book 8.145.1 | γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ, |
| book 8.145.2 | ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων |
| book 8.145.3 | καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης, |
| book 8.145.4 | καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης. |
| book 8.145.5 | Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης· |
| book 8.1 | θνητῆς δ’ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης |
| book 8.2 | οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης. |
| book 8.3 | δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων |
| book 8.4 | αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς, |
| book 8.5 | μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου. |
| book 8.155.1 | εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι ἠέ περ Ἥρῃ |
| book 8.155.2 | μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην, |
| book 8.155.3 | ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης, |
| book 8.155.4 | ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο |
| book 8.155.5 | αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων |
| book 8.160 | Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω |
| book 8.1 | εἰς δόμον Εὐρυνόμης καὶ Ὀφίονος ἐγγύθι μίμνω. |
| book 8.2 | ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην, |
| book 8.3 | δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα |
| book 8.4 | θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.“ |
| book 8.165.1 | ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ· |
| book 8.165.2 | „μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη, |
| book 8.165.3 | δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις· |
| book 8.165.4 | πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις. |
| book 8.165.5 | δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ |
| book 8.170.1 | Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δ’ ἐθελήσῃς, |
| book 8.170.2 | θέλγε νόον Κρονίδαο καί, εἰ χρέος, Ὠκεανοῖο |
| book 8.170.3 | χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων |
| book 8.170.4 | ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς |
| book 8.170.5 | ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ· |
| book 8.175.1 | οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.“ |
| book 8.175.2 | ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων |
| book 8.175.3 | ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ. |
| book 8.175.4 | Δικταίης δὲ λιποῦσα σακεσπάλον ἄντρον ἐρίπνης |
| book 8.175.5 | καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης |
| book 8.180.1 | εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη, |
| book 8.180.2 | ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇ |
| book 8.180.3 | ἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ |
| book 8.180.4 | παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ, |
| book 8.180.5 | καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα |
| book 8.185.1 | οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ |
| book 8.185.2 | νήπιον εἰσέτι Κάδμον ἑῷ μαιώσατο μαζῷ |
| book 8.1 | καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ. |
| book 8.2 | τῇ δέμας ἶσον ἔχουσα διέστιχεν ἐς δόμον Ἥρη |
| book 8.3 | χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳ |
| book 8.190.1 | μή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ |
| book 8.190.2 | τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν |
| book 8.190.3 | ὄμμα παραστρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ. |
| book 8.190.4 | τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρου |
| book 8.190.5 | ἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης, |
| book 8.195.1 | Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ. |
| book 8.195.2 | ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην |
| book 8.195.3 | βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο· |
| book 8.195.4 | καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης, |
| book 8.195.5 | γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ |
| book 8.1 | καὶ χλόος † ἦν ἐπεὼν μελέων πάρος· ἑζομένης δὲ |
| book 8.2 | Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ |
| book 8.3 | ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων |
| book 8.4 | ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν. |
| book 8.5 | καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ |
| book 8.205.1 | δάκρυον εὐποίητον ἀποψήσασα προσώπου, |
| book 8.205.2 | καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ· |
| book 8.205.3 | „εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί; |
| book 8.1 | πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων |
| book 8.2 | πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου; |
| book 8.210.1 | καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας; |
| book 8.210.2 | καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ |
| book 8.210.3 | ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται; |
| book 8.210.4 | ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων. |
| book 8.210.5 | εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης· |
| book 8.215.1 | τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην; |
| book 8.215.2 | εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην |
| book 8.215.3 | καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης, |
| book 8.215.4 | ἐλθέτω ἐς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων· |
| book 8.215.5 | γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ. |
| book 8.220.1 | εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς |
| book 8.220.2 | καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ, |
| book 8.220.3 | ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς, |
| book 8.220.4 | ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις |
| book 8.220.5 | δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ |
| book 8.225.1 | εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη. |
| book 8.225.2 | εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων |
| book 8.225.3 | καὶ Σεμέλης ὑπ’ ἔρωτι λελασμένος ἔπλετο Δάφνης, |
| book 8.225.4 | νόσφι δόλου κρυφίοιο δι’ ἠέρος εἰς σὲ χορεύσῃ |
| book 8.225.5 | ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων, |
| book 8.230.1 | ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων, |
| book 8.230.2 | πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ |
| book 8.230.3 | Κάδμος ἐπουρανίην κιθάρην Φοίβοιο νοήσει, |
| book 8.1 | ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης |
| book 8.2 | Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους. |
| book 8.235.1 | εἰ δὲ γυναιμανέων σε βιήσατο Κυανοχαίτης |
| book 8.235.2 | καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης, |
| book 8.235.3 | ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου |
| book 8.235.4 | νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης, |
| book 8.235.5 | ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ, |
| book 8.240.1 | οἷα παρ’ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ |
| book 8.240.2 | σῆμα γάμων ἔστησεν, Ἀμυμώνης ὅθι νύμφης |
| book 8.240.3 | Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης. |
| book 8.240.4 | ἀλλὰ τί κικλήσκω σε παρευνέτιν Ἐννοσιγαίου; |
| book 8.240.5 | ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων; |
| book 8.245.1 | ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ |
| book 8.245.2 | παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς. |
| book 8.245.3 | εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων, |
| book 8.245.4 | ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ, |
| book 8.245.5 | ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρα τις εἴπῃ· |
| book 8.1 | ‘Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.‘ |
| book 8.2 | ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει· |
| book 8.3 | οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης. |
| book 8.4 | ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων |
| book 8.5 | Ζεὺς κερόεις ἀνάειρε· ποθοβλήτοιο δὲ ταύρου |
| book 8.255.1 | ἄβροχος ἀκροτάτοιο δι’ ὕδατος ἔτρεχε χηλή, |
| book 8.255.2 | καὶ σκάφος ἦεν Ἔρωτος ὁ τηλίκος. ἆ μέγα θαῦμα, |
| book 8.255.3 | παρθένος ἡνιόχευε τὸν αἰθέρος ἡνιοχῆα. |
| book 8.1 | ὀλβίζω Δανάην Σεμέλης πλέον, ἧς διὰ κόλπου |
| book 8.2 | χρύσεος ἐξ ὀρόφοιο κατέρρεεν ὑέτιος Ζεὺς |
| book 8.260.1 | ἀφνειῇ ῥαθάμιγγι γυναιμανέος νιφετοῖο· |
| book 8.260.2 | οὐ μὲν χρύσεα δῶρα μακαρτάτη ᾔτεε νύμφη· |
| book 8.260.3 | εἶχε γὰρ ἕδνον Ἔρωτος ὅλον πόσιν. ἀλλά τις εἴη |
| book 8.260.4 | σιγὴ ἐφ’ ἡμείων, γενέτης μὴ Κάδμος ἀκούσῃ.“ |
| book 8.260.5 | ὣς φαμένη λίπε δῶμα καὶ ἀχνυμένην ἔτι νύμφην, |
| book 8.265.1 | Ἥρης ζῆλον ἔχουσαν ἀμιμήτων ὑμεναίων, |
| book 8.265.2 | μεμφομένην Κρονίωνι· παλιννόστῳ δὲ κελεύθῳ |
| book 8.265.3 | αἰθέρος ἔνδον ἵκανε, καὶ οὐρανίῳ παρὰ θώκῳ |
| book 8.265.4 | κείμενα δερκομένη Διὸς ἔντεα νόσφι φορῆος, |
| book 8.265.5 | οἷά περ εἰσαΐοντα, φίλῳ μειλίξατο μύθῳ· |
| book 8.270.1 | „βροντή, καὶ σὲ λέλοιπεν ἐμὸς νεφεληγερέτα Ζεύς; |
| book 8.270.2 | τίς πάλιν ἁρπάξας σε τεὸν γύμνωσε φορῆα; |
| book 8.270.3 | βροντή, ἐσυλήθης—οὐκ αἴτιός ἐστι Τυφωεύς— |
| book 8.270.4 | Ἥρης ξυνὰ παθοῦσα παρήγορε· νυμφοκόμος γὰρ |
| book 8.270.5 | ἡμέας ἀμφοτέρους ἀπαναίνεται ὑέτιος Ζεύς. |
| book 8.275.1 | οὐ νιφετοῖς ἔτι γαῖα παλύνεται, ὑγροχύτου δὲ |
| book 8.275.2 | ὄμβρου λειπομένου περιβόσκεται αὐχμὸς ἀρούρης |
| book 8.275.3 | αὔλακα, καρπὸν ἔχων ἀχρήιον· ἀγρονόμοις δὲ |
| book 8.275.4 | ἀντὶ κελαινεφέος κικλήσκεται ἀννέφελος Ζεύς. |
| book 8.275.5 | ἀστεροπαί, Κρονίωνι πυρώδεα ῥήξατε φωνήν, |
| book 8.280.1 | Ζηνὶ γυναιμανέοντι, φίλοι, φθέγξασθε, κεραυνοί. |
| book 8.280.2 | ἀλλὰ βαρυζήλων ἀχέων ποινήτορες Ἥρης |
| book 8.1 | εἰς Σεμέλην ἔρχεσθε γαμοστόλοι, ἕδνα δὲ μίτρης |
| book 8.2 | λισσομένη φλογόεντας ἑοὺς δέξοιτο φονῆας.“ |
| book 8.3 | τοῖα μὲν ἀφθόγγοις Διὸς ἔντεσιν ἴαχεν Ἥρη |
| book 8.285.1 | ἀχνυμένη, φθονερῷ δὲ χόλῳ κυμαίνετο δαίμων. |
| book 8.285.2 | καὶ Σεμέλη † βαρύθυμος ἑῷ νεοπενθέι θυμῷ |
| book 8.285.3 | ἀστεροπὴν ποθέουσα, πυραυγέα πομπὸν Ἐρώτων, |
| book 8.285.4 | μεμφομένοις στομάτεσσιν ἑὸν λιτάνευεν ἀκοίτην, |
| book 8.285.5 | Ἡραίης ἐθέλουσα πυριστεφέος τύπον εὐνῆς· |
| book 8.290.1 | „πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων, |
| book 8.290.2 | δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ |
| book 8.290.3 | κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον ἀκοίτην. |
| book 8.290.4 | Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ |
| book 8.290.5 | ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ, |
| book 8.295.1 | εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ· |
| book 8.295.2 | ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης |
| book 8.295.3 | ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς |
| book 8.295.4 | γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης |
| book 8.295.5 | μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα. |
| book 8.1 | ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο; |
| book 8.2 | οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη. |
| book 8.3 | Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου· |
| book 8.4 | Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις, |
| book 8.5 | παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ |
| book 8.305.1 | αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ |
| book 8.305.2 | ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ· |
| book 8.1 | Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ |
| book 8.2 | νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων, |
| book 8.3 | σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων. |
| book 8.310.1 | δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω |
| book 8.310.2 | ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς. |
| book 8.310.3 | δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη |
| book 8.310.4 | πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων. |
| book 8.310.5 | ἦ ῥα τεῶν γαμίων οὐκ ἄξιός εἰμι κεραυνῶν |
| book 8.315.1 | Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης; |
| book 8.315.2 | δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ |
| book 8.315.3 | καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ |
| book 8.315.4 | καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη. |
| book 8.315.5 | νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ |
| book 8.320.1 | ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης |
| book 8.320.2 | ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην |
| book 8.320.3 | Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις· |
| book 8.320.4 | κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων |
| book 8.320.5 | εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς |
| book 8.325.1 | ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει· |
| book 8.325.2 | ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς, |
| book 8.325.3 | καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ. |
| book 8.325.4 | κούρης δ’ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων |
| book 8.325.5 | ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν, |
| book 8.330.1 | αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται |
| book 8.330.2 | πάντες ἐπιβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις |
| book 8 | μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην. |
| book 8.334 | καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δ’ ἄλλων |
| book 8.335 | δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης· |
| book 8.333 | καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων. |
| book 8.336.1 | μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων |
| book 8.336.2 | σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ· |
| book 8.336.3 | δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ |
| book 8.336.4 | Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς. |
| book 8.340.1 | οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν, |
| book 8.340.2 | οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου |
| book 8.340.3 | μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην· |
| book 8.340.4 | οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω |
| book 8.340.5 | πόρδαλιν ἠὲ λέοντα, θεὸν δ’ οὐκ εἶδον ἀκοίτην. |
| book 8.345.1 | ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν. |
| book 8.345.2 | ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· Ἠέλιος γὰρ |
| book 8.345.3 | σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.“ |
| book 8.345.4 | ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ |
| book 8.345.5 | εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη |
| book 8.1 | μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ. |
| book 8.2 | Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις, |
| book 8.3 | καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ |
| book 8.4 | κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης. |
| book 8.5 | Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ |
| book 8.355.1 | ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης. |
| book 8.355.2 | καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ· |
| book 8.355.3 | „ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης· |
| book 8.355.4 | ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί; |
| book 8.355.5 | τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις, |
| book 8.360.1 | τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις· |
| book 8.360.2 | μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας. |
| book 8.360.3 | οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην, |
| book 8.360.4 | οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης |
| book 8.360.5 | Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί, |
| book 8.365.1 | οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη |
| book 8.365.2 | θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.“ |
| book 8.365.3 | τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν |
| book 8.365.4 | νήμασι Μοιριδίοισι· δι’ αἰθερίοιο δὲ κόλπου |
| book 8.365.5 | ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης |
| book 8.370.1 | οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς, |
| book 8.370.2 | εἰς Σεμέλην δ’ ἐχόρευε κατηφέι χειρὶ τιταίνων |
| book 8.370.3 | νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ· |
| book 8.370.4 | καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ |
| book 8.370.5 | Ἰσμηνὸς σελάγιζεν, ὅλη δ’ ἀμαρύσσετο Θήβη. |
| book 8.375 | καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας |
| book 8.1 | αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ· |
| book 8.2 | „πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ· |
| book 8.3 | βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων, |
| book 8.4 | αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ |
| book 8.380.1 | δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ |
| book 8.380.2 | οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί. |
| book 8.380.3 | εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη, |
| book 8.380.4 | Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα· |
| book 8.380.5 | Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην. |
| book 8.385.1 | οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ |
| book 8.385.2 | οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης. |
| book 8.385.3 | οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ |
| book 8.385.4 | ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.“ |
| book 8.385.5 | ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν |
| book 8.390.1 | ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης |
| book 8.390.2 | τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν· |
| book 8.390.3 | καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ |
| book 8.390.4 | πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς· |
| book 8.390.5 | καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ |
| book 8.395.1 | Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην· |
| book 8.395.2 | καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί· |
| book 8.395.3 | κόλπου δ’ αἰθομένοιο διαθρῴσκοντα τεκούσης |
| book 8.395.4 | Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ, |
| book 8.395.5 | μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων· |
| book 8.1 | καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο |
| book 8.2 | ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί· |
| book 8.3 | καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν |
| book 8.4 | ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι |
| book 8.5 | Ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ. |
| book 8.405.1 | καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι |
| book 8.405.2 | οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς. |
| book 8.405.3 | Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης |
| book 8.405.4 | ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς, |
| book 8.405.5 | καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων |
| book 8.410.1 | οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου |
| book 8.410.2 | αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης, |
| book 8.410.3 | ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης· |
| book 8.410.4 | καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ ... |
| book 8.410.5 | καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου |
| book 8.415.1 | καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης |
| book 8.415.2 | σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ |
| book 8.415.3 | καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης |
| book 8 | Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ. |
| book 9.1.1 | Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων |
| book 9.1.2 | ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ |
| book 9.1.3 | δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ, |
| book 9.1.4 | μαρμαρυγὴν δ’ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης· |
| book 9.5.1 | καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης |
| book 9.5.2 | αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο, |
| book 9.5.3 | παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ. |
| book 9.5.4 | καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ, |
| book 9.5.5 | καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ |
| book 9.10.1 | ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων. |
| book 9.10.2 | τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο |
| book 9.10.3 | στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι |
| book 9.10.4 | ἐσσομένων κήρυκες, ἐπ’ ἀνθοκόμῳ δὲ καρήνῳ |
| book 9.10.5 | εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων |
| book 9.15.1 | ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην. |
| book 9.15.2 | καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην |
| book 9.1 | πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς |
| book 9.2 | ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ |
| book 9.3 | πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο |
| book 9.20.1 | κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων |
| book 9.20.2 | ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ, |
| book 9.20.3 | νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει· |
| book 9.20.4 | καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην, |
| book 9.20.5 | ὅττι μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ. |
| book 9.25.1 | καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης |
| book 9.25.2 | πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς, |
| book 9.25.3 | καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης |
| book 9.25.4 | ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις, |
| book 9.25.5 | παῖδα Διὸς κομέειν σταφυληκόμον· αἱ δὲ λαβοῦσαι |
| book 9.30.1 | Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη |
| book 9.30.2 | ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν. |
| book 9.30.3 | καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων |
| book 9.30.4 | ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 9.30.5 | ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ, |
| book 9.35.1 | καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ |
| book 9.35.2 | πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων. |
| book 9.35.3 | καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη· |
| book 9.35.4 | θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης |
| book 9.35.5 | δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ· |
| book 9.40.1 | ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ |
| book 9.40.2 | ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ· |
| book 9.1 | φρικαλέαι δ’ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῆς |
| book 9.2 | ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου· |
| book 9.3 | πάντῃ δ’ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς |
| book 9.45.1 | ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν· |
| book 9.45.2 | καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι |
| book 9.45.3 | πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης |
| book 9.45.4 | ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης. |
| book 9.45.5 | καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης |
| book 9.1 | νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ, |
| book 9.2 | εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ |
| book 9.3 | Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς, |
| book 9.4 | καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ |
| book 9.5 | εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς. |
| book 9.55.1 | ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης |
| book 9.55.2 | νήπιον εἰσέτι κοῦρον, ἐπωλένιον Μελικέρτην, |
| book 9.55.3 | παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ |
| book 9.55.4 | θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην. |
| book 9.55.5 | καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην |
| book 9.60.1 | θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι· |
| book 9.60.2 | „δέξο, γύναι, νέον υἷα, τεῷ δ’ ἐνικάτθεο κόλπῳ |
| book 9.60.3 | παῖδα κασιγνήτης Σεμέλης σέθεν, ὃν παρὰ παστῷ |
| book 9.60.4 | οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ |
| book 9.60.5 | μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ. |
| book 9.65.1 | καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω, |
| book 9.65.2 | μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου |
| book 9.1 | ἠμάτιον Φαέθοντος ἢ ἔννυχον ὄμμα Σελήνης, |
| book 9.2 | μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει, |
| book 9.3 | ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη. |
| book 9.70.1 | δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων |
| book 9.70.2 | ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια Βάκχου. |
| book 9.70.3 | ὀλβίη ἐν πάσῃσι θυγατράσιν ἔπλεο Κάδμου· |
| book 9.70.4 | ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ, |
| book 9.70.5 | Αὐτονόην δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει, |
| book 9.75.1 | ἀμφοτέροις δ’ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών, |
| book 9.75.2 | καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη, |
| book 9.75.3 | Πενθέος ὀλλυμένοιο νόθης ψαύσασα παρειῆς, |
| book 9.75.4 | παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη |
| book 9.75.5 | ἔσσεαι αὐχήεσσα τόσης ναέτειρα θαλάσσης, |
| book 9.80.1 | οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ |
| book 9.80.2 | ὡς Θέτις, ὡς Γαλάτεια φατίζεαι Ὑδριὰς Ἰνώ· |
| book 9.80.3 | οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών, |
| book 9.80.4 | ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου |
| book 9.80.5 | ἐλπίδι λωιτέρῃ καλέσεις Νηρῆα τοκῆα |
| book 9.85.1 | παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ, |
| book 9.85.2 | Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης, |
| book 9.85.3 | εὐπλοΐης μεδέουσα μετ’ Αἴολον· εὐδιόων δὲ |
| book 9.85.4 | σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης |
| book 9.85.5 | βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ, |
| book 9.90.1 | ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου |
| book 9.90.2 | δέξεται ἡνιοχῆα Παλαίμονα Κυανοχαίτης.“ |
| book 9.90.3 | ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς |
| book 9.90.4 | ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων. |
| book 9.90.5 | Ἰνὼ δ’ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ |
| book 9.95.1 | παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ, |
| book 9.95.2 | πήχεϊ δ’ ἁπλώσασα συνωρίδα δίζυγα παίδων |
| book 9.95.3 | δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ· |
| book 9.95.4 | καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ, |
| book 9.95.5 | Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην |
| book 9.1 | Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς. |
| book 9.2 | ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν |
| book 9.3 | ἀπροϊδῆ ζοφόεντι κατεκλήισε βερέθρῳ· |
| book 9.4 | καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην |
| book 9.5 | μαρμαρυγὴ σελάγιζε καταυγάζουσα προσώπου· |
| book 9.105.1 | τοῖχοι δ’ ἀχλυόεντες ἐλευκαίνοντο μελάθρου, |
| book 9.105.2 | καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου. |
| book 9.105.3 | καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ· |
| book 9.105.4 | πολλάκι δ’ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης |
| book 9 | χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν |
| book 9.110.1 | εὔια παππάζοντι παρερπύζων Διονύσῳ. |
| book 9.110.2 | καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης |
| book 9.110.3 | ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ· |
| book 9.110.4 | καὶ πινυτὴ θεράπαινα φερώνυμα μύστιδι τέχνῃ |
| book 9.110.5 | ὄργια νυκτελίοιο διδασκομένη Διονύσου |
| book 9.115.1 | καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ |
| book 9.115.2 | πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ |
| book 9.115.3 | κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ· |
| book 9.115.4 | πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης |
| book 9.115.5 | εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ· |
| book 9.120.1 | πρώτη καμπύλον ἄνθος ἀναδρέψασα κορύμβων |
| book 9.120.2 | ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ, |
| book 9.120.3 | αὐτὴ δ’ ἔπλεκε θύρσον ὁμόζυγον οἴνοπι κισσῷ, |
| book 9.120.4 | ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ |
| book 9.120.5 | κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ, |
| book 9.125.1 | καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι |
| book 9.125.2 | χαλκείας ἐνόησε καὶ ἰξύι δέρματα νεβρῶν, |
| book 9.125.3 | καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην, |
| book 9.125.4 | παίγνια κουρίζοντι † διδασκομένῳ Διονύσῳ· |
| book 9.125.5 | πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα |
| book 9.130.1 | σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην |
| book 9.130.2 | ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ. |
| book 9.130.3 | τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου |
| book 9.130.4 | ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη |
| book 9.130.5 | Μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου· |
| book 9.135.1 | καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ |
| book 9.135.2 | παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς. |
| book 9.135.3 | καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς |
| book 9.135.4 | ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης· |
| book 9.135.5 | Ἥρη δ’ ὠκυπέδιλος ἐπέδραμεν εὔποδι ταρσῷ |
| book 9.140.1 | ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης, |
| book 9.140.2 | πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν· |
| book 9.140.3 | καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη |
| book 9.140.4 | ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου, |
| book 9.140.5 | οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς· |
| book 9.145.1 | κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων, |
| book 9.145.2 | χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων, |
| book 9.145.3 | μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ, |
| book 9.145.4 | καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ· |
| book 9.145.5 | „δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν |
| book 9.1 | ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων. |
| book 9.2 | Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει, |
| book 9.3 | ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ. |
| book 9.4 | μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω, |
| book 9.5 | μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.“ |
| book 9.155.1 | ὣς εἰπὼν ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς |
| book 9.155.2 | κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις· |
| book 9.155.3 | αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας |
| book 9.155.4 | ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν |
| book 9.155.5 | μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσσας. |
| book 9.160.1 | τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα |
| book 9.160.2 | ἅρματος ὠμοβόρων ἐπιβήτορα θῆκε λεόντων· |
| book 9.160.3 | καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς |
| book 9.160.4 | παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ, |
| book 9.160.5 | καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 9.165.1 | ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ |
| book 9.165.2 | κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου· |
| book 9.165.3 | καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ |
| book 9.165.4 | πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων. |
| book 9.165.5 | καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἀλκὴν |
| book 9.170.1 | ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ, |
| book 9.170.2 | χειρὶ δὲ νηπιάχῳ, μεθέπων κεμαδοσσόον ἄγρην, |
| book 9.170.3 | ποικίλον ᾐώρησεν ἐπ’ αὐχένι νεβρὸν ἀείρων, |
| book 9.170.4 | καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ |
| book 9.170.5 | τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ... |
| book 9.175.1 | σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ, |
| book 9.175.2 | ἁρπάξας νέα τέκνα πολυγλαγέων ἀπὸ μαζῶν, |
| book 9.1 | σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας |
| book 9.2 | μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ, |
| book 9.3 | δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων. |
| book 9.180.1 | θαμβαλέη δὲ γέλωτι γεγηθότι δέρκετο Ῥείη |
| book 9.180.2 | ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου· |
| book 9.180.3 | καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων |
| book 9.180.4 | ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων. |
| book 9.180.5 | καὶ χροῒ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας |
| book 9.185.1 | Εὔιος ἀρτιτέλεστον ἔχων παιδήιον ἥβην, |
| book 9.185.2 | δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην, |
| book 9.185.3 | αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων· |
| book 9.185.4 | καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύγκας ἐλάσσας |
| book 9.185.5 | στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην, |
| book 9.190.1 | οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων· |
| book 9.190.2 | πολλάκι δ’ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης, |
| book 9.190.3 | βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ, |
| book 9.190.4 | κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων· |
| book 9.190.5 | καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων |
| book 9.195.1 | δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου, |
| book 9.195.2 | σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων. |
| book 9.195.3 | δάκτυλα κουρίζοντα· καὶ ἵστατο μειλιχίη θὴρ |
| book 9.195.4 | νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ, |
| book 9.195.5 | καὶ κύσε καρχαλέοισι φιλήμασι δάκτυλα Βάκχου. |
| book 9.1 | ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ |
| book 9.2 | ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις |
| book 9.3 | Πᾶνες ἐκυκλώσαντο χοροιτύπον υἷα Θυώνης, |
| book 9.4 | ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις, |
| book 9.5 | Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ |
| book 9.205.1 | αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή. |
| book 9.205.2 | καὶ Σεμέλη κατ’ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ |
| book 9.205.3 | αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ· |
| book 9.205.4 | „Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων· |
| book 9.205.5 | Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντ’ ἐμέθεν πέλε μήτηρ, |
| book 9.210.1 | σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ |
| book 9.210.2 | γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δ’ ἤλλαξεν ἀνάγκῃ. |
| book 9.210.3 | Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ |
| book 9.210.4 | ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ. |
| book 9.210.5 | Θήβη δ’ Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ |
| book 9.215.1 | λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ· |
| book 9.215.2 | Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων· |
| book 9.215.3 | Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης· |
| book 9.215.4 | ἀμφαδίην δ’ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα, |
| book 9.215.5 | δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης |
| book 9.220 | πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ |
| book 9.1 | ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή, |
| book 9.2 | παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ |
| book 9.3 | Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς. |
| book 9.4 | τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη |
| book 9.225.1 | παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ |
| book 9.225.2 | Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ· |
| book 9.225.3 | ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα. |
| book 9.225.4 | οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι, |
| book 9.225.5 | ἄσπορον ἐκ γενετῆρος ὃν αὐτογόνος τέκεν Ἥρη |
| book 9.230.1 | λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ, |
| book 9.230.2 | μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην. |
| book 9.230.3 | οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς |
| book 9.230.4 | ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης, |
| book 9.230.5 | Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν. |
| book 9.235.1 | εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη |
| book 9.235.2 | τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην. |
| book 9.235.3 | ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ |
| book 9.235.4 | νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων |
| book 9.235.5 | αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης |
| book 9.240.1 | τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς· |
| book 9.240.2 | ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει |
| book 9.240.3 | Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.“ |
| book 9.240.4 | εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ |
| book 9.240.5 | Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ, |
| book 9.245 | ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ, |
| book 9.1 | εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ. |
| book 9.2 | ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνὼ |
| book 9.3 | τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας, |
| book 9.4 | ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου· |
| book 9.1 | φοιταλέη δὲ βέβηκε δι’ οὔρεος οὔρεα νύμφη, |
| book 9.2 | ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ· |
| book 9.3 | καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ |
| book 9.4 | ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ |
| book 9.5 | πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα |
| book 9.255.1 | αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης |
| book 9.255.2 | οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν. |
| book 9.255.3 | πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ |
| book 9.255.4 | αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις |
| book 9.255.5 | ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ |
| book 9.260.1 | μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ· |
| book 9.260.2 | παρθενικὰς δ’ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή, |
| book 9.260.3 | οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ |
| book 9.260.4 | Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ |
| book 9.260.5 | γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες. |
| book 9.265.1 | θηρητὴρ δ’ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ, |
| book 9.265.2 | καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ |
| book 9.265.3 | αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης· |
| book 9.1 | καὶ βόας ἱδρώωντας ὑπὸ ζυγόδεσμον ἐλαύνων |
| book 9.2 | ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς. |
| book 9.270.1 | καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ |
| book 9.270.2 | Πυθιὰς ὀμφήεσσα δι’ οὔρεος ἔτρεχε κούρη, |
| book 9.270.3 | ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην· |
| book 9.270.4 | δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης |
| book 9.270.5 | Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς. |
| book 9.275.1 | ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης |
| book 9.275.2 | οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης |
| book 9.275.3 | οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας |
| book 9.275.4 | νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς |
| book 9.275.5 | φειδομέναις παλάμῃσι ... σοφῆς ἐπλέξατο δάφνης, |
| book 9.280.1 | καί οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ |
| book 9.280.2 | ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς |
| book 9.280.3 | λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων. |
| book 9.280.4 | καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησσίδος ὕλης |
| book 9.280.5 | τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ |
| book 9.285.1 | εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου |
| book 9.285.2 | Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις |
| book 9.285.3 | Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι, |
| book 9.285.4 | καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης |
| book 9.285.5 | φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα. |
| book 9.290.1 | κεκλομένου δ’ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται |
| book 9.290.2 | πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ |
| book 9.290.3 | δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις |
| book 9.290.4 | διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης |
| book 9.290.5 | πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν |
| book 9.295.1 | στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν, |
| book 9.295.2 | καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς· |
| book 9.295.3 | καὶ πολὺν οἰμωγῇσι δι’ ἄστεος ἦχον ἰάλλων |
| book 9.295.4 | πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνάγκης· |
| book 9.295.5 | καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνίην, |
| book 9.1 | εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς |
| book 9.2 | Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου. |
| book 9.3 | οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην, |
| book 9.4 | ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς |
| book 9.5 | δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης |
| book 9.305.1 | ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς, |
| book 9.305.2 | καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην |
| book 9.305.3 | Ἰνοῦς ῥῖψεν ἔρωτα· καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων, |
| book 9.305.4 | ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων, |
| book 9 | κούφισε παππάζοντα παρηγορέων Μελικέρτην· |
| book 9.310.1 | καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς |
| book 9.310.2 | ἄρσενα μαζὸν ὄρεξε, πόθον δ’ ἀνέκοψε τεκούσης. |
| book 9.310.3 | ἐκ λεχέων δ’ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ |
| book 9.310.4 | υἱέας εὐθώρηκας, ἀλεξητῆρας ἐνυοῦς, |
| book 9.310.5 | Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην, |
| book 9.315.1 | πρωτοτόκοις ὠδῖσιν· ἐπ’ ἀμφοτέροισι δὲ μήτηρ |
| book 9.315.2 | ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης |
| book 9.315.3 | γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ |
| book 9.315.4 | Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης, |
| book 9.315.5 | ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ |
| book 9.320 | μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ, |
| book 9 | δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς. |
| book 10.1.1 | Ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ |
| book 10.1.2 | μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ, |
| book 10.1.3 | ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ, |
| book 10.1.4 | οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ |
| book 10.5.1 | ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων |
| book 10.5.2 | εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων· |
| book 10.5.3 | καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην, |
| book 10.5.4 | σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν |
| book 10.5.5 | αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ |
| book 10.10.1 | διχθαδίῳ· λύσας δὲ παρ’ ἰξύι κυκλάδα μίτρην |
| book 10.10.2 | σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ἰνοῦς, |
| book 10.10.3 | μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς |
| book 10.10.4 | Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης· |
| book 10.10.5 | πολλάκι δ’ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων |
| book 10.15.1 | οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων. |
| book 10.15.2 | πυκνὰ δὲ τόξα τίταινε, βέλος δ’ ἐπὶ κυκλάδι νευρῇ |
| book 10.1 | εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων. |
| book 10.2 | Ταρταρίης δ’ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης |
| book 10.3 | πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς, |
| book 10.20.1 | ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης, |
| book 10.20.2 | ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων. |
| book 10.20.3 | καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς |
| book 10.20.4 | ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ |
| book 10.20.5 | ἀσταθέες μήνιγγες ἐδινεύοντο καρήνου. |
| book 10.25.1 | ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ |
| book 10.25.2 | ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί, |
| book 10.25.3 | καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ |
| book 10.25.4 | ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται |
| book 10.25.5 | σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου. |
| book 10.30.1 | καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας |
| book 10.30.2 | πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ. |
| book 10.30.3 | καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι |
| book 10.30.4 | Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ· |
| book 10.30.5 | παπταίνων δ’ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου |
| book 10.35.1 | ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης |
| book 10.35.2 | οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ· |
| book 10.35.3 | καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης |
| book 10.1 | ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην· |
| book 10.2 | γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης |
| book 10.40.1 | ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν. |
| book 10.40.2 | καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ |
| book 10.40.3 | παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς |
| book 10.40.4 | Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπῆς |
| book 10.40.5 | φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης. |
| book 10.45.1 | ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ |
| book 10.45.2 | νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη |
| book 10.45.3 | καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ |
| book 10.45.4 | διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης |
| book 10.45.5 | εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ· |
| book 10.1 | ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης |
| book 10.2 | εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ, |
| book 10.3 | υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ |
| book 10.4 | τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ, |
| book 10.5 | ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ, |
| book 10.55.1 | θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων |
| book 10.55.2 | ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων. |
| book 10.55.3 | χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων |
| book 10.55.4 | παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ· |
| book 10.55.5 | καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ |
| book 10.60.1 | φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου |
| book 10.60.2 | αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων, |
| book 10.60.3 | ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης, |
| book 10.60.4 | παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου, |
| book 10.60.5 | μητέρα μαστεύων, στροφάδας δ’ ἐλέλιζεν ὀπωπάς. |
| book 10.65.1 | οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ |
| book 10.65.2 | ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ |
| book 10.65.3 | κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ |
| book 10.65.4 | νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην ... |
| book 10.65.5 | στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι, |
| book 10.70.1 | εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ |
| book 10.70.2 | φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ. |
| book 10.70.3 | παππάζων δ’ ἰάχησε νέος πάις, οὐδέ τις αὐτῷ |
| book 10.70.4 | ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ |
| book 10.70.5 | ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων |
| book 10.75.1 | ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ· |
| book 10.75.2 | καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην |
| book 10.75.3 | Λευκοθέη πεφάτιστο φερώνυμος. ἐκ δὲ μελάθρου |
| book 10.75.4 | αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων |
| book 10.75.5 | ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ. |
| book 10.80.1 | ἀλλ’ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης |
| book 10.80.2 | ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ |
| book 10.80.3 | ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ |
| book 10.1 | παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν, |
| book 10.2 | μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης· |
| book 10.85.1 | „καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου· |
| book 10.85.2 | ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ· |
| book 10.85.3 | ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ |
| book 10.85.4 | μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ |
| book 10.85.5 | σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου. |
| book 10.90.1 | τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις; |
| book 10.90.2 | ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου; |
| book 10.90.3 | τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών; |
| book 10.90.4 | τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει; |
| book 10.90.5 | ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη, |
| book 10.95.1 | λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ. |
| book 10.95.2 | οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ, |
| book 10.95.3 | οἶδα, πόθεν· Νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει, |
| book 10.95.4 | ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη. |
| book 10.95.5 | ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων |
| book 10.1 | ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα |
| book 10.2 | Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς |
| book 10.3 | χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι |
| book 10.1 | υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης· |
| book 10.2 | αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ |
| book 10.105.1 | ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ. |
| book 10.105.2 | δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου |
| book 10.105.3 | νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω |
| book 10.105.4 | αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ. |
| book 10.105.5 | σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς |
| book 10.110.1 | παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης. |
| book 10.110.2 | δέξο με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ, |
| book 10.110.3 | χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην· |
| book 10.110.4 | δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ. |
| book 10.110.5 | ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν |
| book 10.115.1 | ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων, |
| book 10.115.2 | ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης· |
| book 10.115.3 | μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην |
| book 10.115.4 | ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη |
| book 10.115.5 | μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.“ |
| book 10.120.1 | ὣς φαμένη τρομεροῖσιν ὑπ’ ἴχνεσιν ἥλατο πόντῳ, |
| book 10.120.2 | κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ |
| book 10.120.3 | πεπταμέναις παλάμῃσιν ἐδέξατο Κυανοχαίτης |
| book 10.120.4 | δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει |
| book 10.120.5 | ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ |
| book 10.125.1 | Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης. |
| book 10.125.2 | τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου, |
| book 10.125.3 | ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα |
| book 10.125.4 | γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν· |
| book 10.125.5 | „Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου· |
| book 10.130.1 | εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης |
| book 10.130.2 | ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης |
| book 10.130.3 | ἀντ’ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ |
| book 10.130.4 | νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης. |
| book 10.130.5 | σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν |
| book 10.135.1 | ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω |
| book 10.135.2 | οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.“ |
| book 10.135.3 | τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη |
| book 10.135.4 | γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς. |
| book 10.135.5 | τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης, |
| book 10.140.1 | εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης, |
| book 10.140.2 | ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ |
| book 10.140.3 | φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην |
| book 10.140.4 | ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ |
| book 10.140.5 | Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ |
| book 10.145.1 | Πακτωλὸς κελάρυζε χέων χρυσόσπορον ὕδωρ |
| book 10.145.2 | πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων |
| book 10.145.3 | ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς. |
| book 10.145.4 | καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες, |
| book 10.145.5 | εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ, |
| book 10.1 | ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων |
| book 10.2 | πρηνὴς ἐν ῥοθίοισι, καὶ οἴδμασιν ἴχνος ἐρείσας |
| book 10.3 | ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ· |
| book 10.1 | καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων |
| book 10.2 | νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην, |
| book 10.155.1 | τυφλὴν νηχομένοισιν ἐπ’ ἰχθύσι χεῖρα τιταίνων, |
| book 10.155.2 | καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ |
| book 10.155.3 | ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο· |
| book 10.155.4 | συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων |
| book 10.155.5 | κυφὸς ἐριδμαίνων Σατύρῳ Σιληνὸς ἀλήτης |
| book 10.160.1 | κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ |
| book 10.160.2 | ὑψόθεν εἰς βαθὺ λαῖτμα καὶ ἰλύος ἥπτετο χαίτῃ, |
| book 10.160.3 | καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πηλῷ |
| book 10.160.4 | ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο· |
| book 10.160.5 | καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων |
| book 10.165.1 | ἄβροχον ὦμον ἔλειπε, δι’ ὕδατος ἰσχία βάπτων |
| book 10.165.2 | ἀγχιβαθὴς ἀτίνακτος· ὁ δ’ οὔατα γυμνὰ τιταίνων |
| book 10.165.3 | χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς, |
| book 10.165.4 | καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή. |
| book 10.165.5 | καὶ θεὸς ὀρθώσας κεφαλὴν καὶ στέρνα πετάσσας, |
| book 10.170.1 | χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην· |
| book 10.170.2 | καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι, |
| book 10.170.3 | καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι |
| book 10.170.4 | Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ |
| book 10.170.5 | ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης. |
| book 10.175.1 | καί ποτε θηρεύων ὑπὸ ῥωγάδα δάσκιον ὕλης |
| book 10.175.2 | ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ. |
| book 10.175.3 | ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων |
| book 10.175.4 | Ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων· |
| book 10.175.5 | οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου |
| book 10.180.1 | ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς, |
| book 10.180.2 | ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης |
| book 10.180.3 | βότρυες εἱλικόεντες ἐπ’ ἀργυφέων θέον ὤμων |
| book 10.180.4 | ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ |
| book 10.180.5 | ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων |
| book 10.185.1 | ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν |
| book 10.185.2 | καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει |
| book 10.185.3 | μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη· |
| book 10.185.4 | καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή· |
| book 10.185.5 | ἐκ μελέων δ’ ὅλον εἶαρ ἐφαίνετο· νισομένου δὲ |
| book 10.190.1 | ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών· |
| book 10.190.2 | εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ |
| book 10.190.3 | ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη. |
| book 10.190.4 | τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων, |
| book 10.190.5 | εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν |
| book 10.195 | ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν· |
| book 10.1 | „τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ; |
| book 10.2 | τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλὸς Ἀπόλλων; |
| book 10.3 | εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις |
| book 10.4 | ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης, |
| book 10.1 | τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ; |
| book 10.2 | καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι, |
| book 10.3 | μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω. |
| book 10.4 | εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπ’ αἰθέρος ἤλυθες Ἑρμῆς, |
| book 10.5 | δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων. |
| book 10.205.1 | πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην; |
| book 10.205.2 | μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου, |
| book 10.205.3 | Φοῖβος ἀκερσεκόμης κεχαλασμένα βόστρυχα σείων; |
| book 10.205.4 | εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης |
| book 10.205.5 | βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις, |
| book 10.210.1 | ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει |
| book 10.210.2 | οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου. |
| book 10.210.3 | ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης; |
| book 10.210.4 | γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις· |
| book 10.210.5 | Ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη |
| book 10.215.1 | Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ |
| book 10.215.2 | θέσκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης. |
| book 10.215.3 | τοῖον ἔπος κατέλεξε· νέος δ’ ἠγάλλετο μύθῳ |
| book 10.215.4 | κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης |
| book 10.215.5 | εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης |
| book 10.220 | εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων· |
| book 10.1 | εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας εἶχε παρειάς· |
| book 10.2 | εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης |
| book 10.3 | τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων, |
| book 10.4 | καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην, |
| book 10.225.1 | κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ· |
| book 10.225.2 | εἴ ποτε Πακτωλοῖο παρ’ ἀνθεμόεντι ῥεέθρῳ |
| book 10.225.3 | δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη |
| book 10.225.4 | αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ, |
| book 10.225.5 | κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ· |
| book 10.230.1 | εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς, |
| book 10.230.2 | οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων, |
| book 10.230.3 | Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν, |
| book 10.230.4 | ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ |
| book 10.230.5 | τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης· |
| book 10.235.1 | εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης, |
| book 10.235.2 | κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς, |
| book 10.235.3 | παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς· |
| book 10.235.4 | εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ |
| book 10.235.5 | Ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ, |
| book 10.240.1 | καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων, |
| book 10.240.2 | δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων, |
| book 10.240.3 | Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ. |
| book 10.240.4 | εἴ ποτε Σιληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ |
| book 10 | ἥλικι θηρητῆρι συνέτρεχεν ἐς δρόμον ἄγρης, |
| book 10.245.1 | ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ |
| book 10.245.2 | βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων |
| book 10.245.3 | παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν, |
| book 10.245.4 | καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου, |
| book 10.245.5 | ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων. |
| book 10.1 | ἀλλ’ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου |
| book 10.2 | ἢ βριαρῷ νάρθηκι κατηκόντιζε λεαίνης, |
| book 10.3 | εἰς δύσιν ὄμμα τίταινεν ἐς ἠέρα λοξὰ δοκεύων, |
| book 10.4 | μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη, |
| book 10.5 | ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης |
| book 10.255.1 | δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου· |
| book 10.255.2 | δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων |
| book 10.255.3 | ἀπροϊδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη |
| book 10.255.4 | φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων, |
| book 10.255.5 | Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων· |
| book 10.260.1 | ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης, |
| book 10.260.2 | μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων |
| book 10.260.3 | εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην |
| book 10.260.4 | Ἄμπελον ἁρπάξειεν ἐρωμανέων Ἐνοσίχθων. |
| book 10.260.5 | καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων, |
| book 10.265.1 | καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους |
| book 10.265.2 | μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς. |
| book 10.1 | εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή, |
| book 10.2 | ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ, |
| book 10.3 | φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη |
| book 10.270.1 | συμφερτὴ κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή, |
| book 10.270.2 | καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ· |
| book 10.270.3 | καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου |
| book 10.270.4 | αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν. |
| book 10.270.5 | ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δ’ αἰεὶ |
| book 10.275.1 | νυκτὸς ἐπερχομένης, ὅτι μηκέτι παιδὸς ἀκούων |
| book 10.275.2 | οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν, |
| book 10.275.3 | Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων. |
| book 10.275.4 | καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ, |
| book 10.275.5 | καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν· |
| book 10.280.1 | „ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ, |
| book 10.280.2 | μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη· |
| book 10.280.3 | καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω |
| book 10.280.4 | αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι |
| book 10.280.5 | ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω |
| book 10.285.1 | νέκταρος, ἀμβροσίης δ’ οὐ δεύομαι· οὐκ ἀλεγίζω, |
| book 10.285.2 | Ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.“ |
| book 10.285.3 | ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων |
| book 10.285.4 | κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ, |
| book 10.285.5 | θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς |
| book 10.290.1 | Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ, |
| book 10.290.2 | ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι· |
| book 10.1 | „νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ· |
| book 10.2 | νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη, |
| book 10.3 | ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ, |
| book 10.295.1 | εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν, |
| book 10.295.2 | καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου, |
| book 10.295.3 | καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς· |
| book 10.295.4 | σεῖο δ’ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ, |
| book 10.295.5 | οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δ’ ἐθελήσῃς, |
| book 10.1 | Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ, |
| book 10.2 | Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην, |
| book 10.3 | δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου, |
| book 10.4 | καὶ στεροπὴν γενετῆρος ἀερτάζειεν Ἀπόλλων· |
| book 10.5 | μοῦνον ἐμοὶ λίπε παῖδα ... φιλοσκάρθμῳ Διονύσῳ. |
| book 10.305.1 | καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ὀλέτειραν ἀείρειν· |
| book 10.305.2 | μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ. |
| book 10.305.3 | ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ; |
| book 10.305.4 | κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου. |
| book 10 | εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω· |
| book 10.310.1 | αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴδης |
| book 10.310.2 | φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ, |
| book 10.310.3 | τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ |
| book 10.310.4 | αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων; |
| book 10.310.5 | Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς |
| book 10.315.1 | Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων, |
| book 10.315.2 | ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου |
| book 10.315.3 | Ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει· |
| book 10.315.4 | Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ |
| book 10.315.5 | ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας, |
| book 10.320.1 | ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.“ |
| book 10.320.2 | τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ. |
| book 10.320.3 | οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης |
| book 10.320.4 | βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων |
| book 10.320.5 | παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ, |
| book 10.325.1 | ὅσσον ἐπ’ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων. |
| book 10.325.2 | ἄμφω δ’ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης, |
| book 10.325.3 | πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην ... |
| book 10.325.4 | πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον· ἄλλοτε πέτρας |
| book 10.325.5 | ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων. |
| book 10.330.1 | καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης, |
| book 10.330.2 | ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο, |
| book 10.1 | ἀμφὶ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα· |
| book 10.2 | τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδ’ ἐπὶ νίκῃ |
| book 10.3 | ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάδες ἵπποι, |
| book 10.335.1 | ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων. |
| book 10.335.2 | ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος· ἐν δ’ ἄρα μέσσῳ |
| book 10.335.3 | ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς, |
| book 10.335.4 | στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ. |
| book 10.335.5 | ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων, |
| book 10.340.1 | καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου, |
| book 10.340.2 | ἀμφοτέρων σφίγξαντες ἐπ’ ἰξύι δεσμὸν ἀγοστῶν, |
| book 10.340.3 | πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ, |
| book 10.340.4 | καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης |
| book 10.340.5 | χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου |
| book 10.345.1 | ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν |
| book 10.345.2 | τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων ... |
| book 10.345.3 | καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας, |
| book 10.345.4 | χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων, |
| book 10.345.5 | διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ, |
| book 10.1 | δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου. |
| book 10.2 | ἔνθα μὲν ἡβητῆρος ἐπ’ ἰξύι χεῖρας ἑλίσσων |
| book 10.3 | Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων |
| book 10.1 | Ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας |
| book 10.2 | κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας, |
| book 10.355.1 | ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ, |
| book 10.355.2 | ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ· |
| book 10.355.3 | καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου |
| book 10.355.4 | γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων |
| book 10.355.5 | ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ |
| book 10.360.1 | γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ |
| book 10.360.2 | ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας |
| book 10.360.3 | νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ |
| book 10.360.4 | φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ |
| book 10.360.5 | χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων· |
| book 10.365.1 | πλευρὰ δὲ δοχμώσας, πελάσας δ’ ἀγκῶνα κονίῃ, |
| book 10.365.2 | ἡβητὴρ πολύιδρις ἐπ’ ἀντιπάλου θόρε νώτου |
| book 10.365.3 | λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας |
| book 10.365.4 | ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας, |
| book 10.365.5 | γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ, |
| book 10.370.1 | πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας |
| book 10.370.2 | ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ |
| book 10.370.3 | ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς. |
| book 10.370.4 | ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος, |
| book 10.370.5 | Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος |
| book 10.375 | νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς |
| book 10.1 | Ζεὺς μέγας αὐτοκύλιστος ἐπ’ Ἀλφειοῖο παλαίων |
| book 10.2 | ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας. |
| book 10.3 | τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ |
| book 10.4 | δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ. |
| book 10.380.1 | καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ |
| book 10.380.2 | καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ |
| book 10.380.3 | ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη. |
| book 10.380.4 | οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην |
| book 10.380.5 | σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων, |
| book 10.385.1 | ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα. |
| book 10.385.2 | καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος |
| book 10.385.3 | πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης, |
| book 10.385.4 | κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν· |
| book 10.385.5 | νίκης δ’ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη, |
| book 10.390.1 | σύριγξ ἡδυέπεια, καὶ ἠχήεσσα βοείη |
| book 10.390.2 | χαλκοβαρής· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων |
| book 10.390.3 | ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτην ποταμοῖο. |
| book 10.390.4 | καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων |
| book 10.390.5 | δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου, |
| book 10.395.1 | ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης, |
| book 10.395.2 | στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ |
| book 10.395.3 | πῆξε τύπον βαλβῖδος ἐπ’ ᾐόνι θύρσον ἐρείσας· |
| book 10.395.4 | καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης. |
| book 10.395.5 | ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου |
| book 10.1 | Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ |
| book 10.2 | Κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη· |
| book 10.1 | καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ |
| book 10.2 | κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ |
| book 10.3 | ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας |
| book 10.405.1 | Κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ· |
| book 10.405.2 | τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων |
| book 10.405.3 | Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις, |
| book 10.405.4 | ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ |
| book 10.405.5 | ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης· |
| book 10.410.1 | καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων, |
| book 10.410.2 | ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης |
| book 10.410.3 | μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ. |
| book 10.410.4 | καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ |
| book 10.410.5 | ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων |
| book 10.415.1 | διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων, |
| book 10.415.2 | μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ· |
| book 10.415.3 | ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ οἱ ἀλκὴν |
| book 10.415.4 | κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης· |
| book 10.415.5 | καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι |
| book 10.420.1 | σπερχομένων, διερῇ μὲν ἐπ’ ᾐόνι γούνατα πάλλων |
| book 10.420.2 | Κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώδεϊ πηλῷ, |
| book 10.420.3 | καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ |
| book 10.420.4 | ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ |
| book 10 | ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην. |
| book 10.425.1 | Σιληνοὶ δὲ γέροντες ἀνίαχον εὔιον ἠχὼ |
| book 10.425.2 | νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ |
| book 10.425.3 | δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς |
| book 10.425.4 | ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου |
| book 10.425.5 | καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ |
| book 10.430 | λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων. |
| book 11.1.1 | Λῦτο δ’ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ |
| book 11.1.2 | κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ |
| book 11.1.3 | εἱλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων, |
| book 11.1.4 | δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ· |
| book 11.5.1 | καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ |
| book 11.5.2 | ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ· |
| book 11.5.3 | „σπεῦδε πάλιν, φίλε κοῦρε, παλαισμοσύνης μετὰ νίκην |
| book 11.5.4 | καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα, |
| book 11.5.5 | νηχομένῳ δ’ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ. |
| book 11.10.1 | Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων, |
| book 11.10.2 | ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονύσου, |
| book 11.10.3 | καὶ Σατύρους παίζοντας ἐνὶ σκαρθμοῖσιν ἐάσσας |
| book 11.10.4 | εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα· ... |
| book 11.10.5 | ἐν χθονὶ νικήσας καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην |
| book 11.15.1 | σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις |
| book 11.15.2 | διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου. |
| book 11.1 | ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ |
| book 11.2 | κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη |
| book 11.3 | χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων· |
| book 11.20.1 | καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης |
| book 11.20.2 | κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ. |
| book 11.20.3 | δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς |
| book 11.20.4 | Ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει· |
| book 11.20.5 | Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη |
| book 11.25.1 | Ἄμπελος ἀντέλλων ἅτε Φωσφόρος· ἀμφότερον γὰρ |
| book 11.25.2 | ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ |
| book 11.25.3 | ὡς σὺ τεοῖς μελέεσσι· βαθυπλούτῳ δὲ ῥεέθρῳ |
| book 11.25.4 | σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω |
| book 11.25.5 | μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω· |
| book 11.30.1 | ‘πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη |
| book 11.30.2 | καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;‘ |
| book 11.30.3 | αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο, |
| book 11.30.4 | Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρα κεν ἄμφω |
| book 11.30.5 | καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω. |
| book 11.35.1 | ἀλλ’ ἐπεὶ Ἑσπερίου ποταμοῦ μάλα τηλόθι ναίω, |
| book 11.35.2 | ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων |
| book 11.35.3 | Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ, |
| book 11.35.4 | ὄφρα σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο, |
| book 11.35.5 | Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις. |
| book 11.40.1 | Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω· |
| book 11.40.2 | οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος |
| book 11.40.3 | χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.“ |
| book 11.40.4 | ὣς εἰπὼν πεφόρητο δι’ ὕδατος· ἐκ δαπέδου δὲ |
| book 11.40.5 | Ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ· |
| book 11.45.1 | καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ’ ἄκρου |
| book 11.45.2 | νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο. |
| book 11.45.3 | καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα |
| book 11.45.4 | ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις |
| book 11.45.5 | στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων |
| book 11.1 | ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης, |
| book 11.2 | πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ, |
| book 11.3 | πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσσῃ |
| book 11.4 | Ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ· |
| book 11.5 | ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων, ... |
| book 11.55.1 | ὑγροπόρον ταχύγουνος ἑκούσιος ὤπασε νίκην. |
| book 11.55.2 | καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης |
| book 11.55.3 | Ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ. |
| book 11.55.4 | καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ |
| book 11.55.5 | φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου· |
| book 11.60.1 | πολλάκι δ’ αἰολόνωτον ἰδὼν Βρομίοιο χιτῶνα, |
| book 11.60.2 | δαιδαλέην μελέεσσι νόθην ἐσθῆτα καθάψας, |
| book 11.60.3 | πορφυρέῳ πόδα κοῦφον ἐπεσφήκωσε κοθόρνῳ, |
| book 11.60.4 | στικτὸν ἔχων χροῒ πέπλον· ὀρεσσαύλῳ δ’ ἐνὶ δίφρῳ |
| book 11.60.5 | πορδαλίων Ἰόβακχον ὀπιπεύων ἐλατῆρα |
| book 11.65.1 | γαῦρα φιλοσκοπέλων ἐπεδείκνυε παίγνια θηρῶν· |
| book 11.65.2 | πῇ μὲν ὀρεστιάδος λοφιῆς ἐπιβήμενος ἄρκτου |
| book 11.65.3 | θηρὸς ἐπειγομένης βλοσυρὴν ἀνεσείρασε χαίτην, |
| book 11.65.4 | πῇ δὲ λεοντείην λασίην ἐπεμάστιε δειρήν, |
| book 11.65.5 | ἄλλοτε, δαιδαλέων ἐποχημένος ὑψόθι νώτων, |
| book 11.70.1 | ἀστεμφὴς ἀχάλινον ἐτέρπετο τίγριν ἐλαύνων. |
| book 11.70.2 | καί μιν ἰδὼν Διόνυσος, ἔχων πρηεῖαν ἀπειλήν, |
| book 11.70.3 | εἶπε παρηγορέων φιλίῳ μαντώδεϊ μύθῳ, |
| book 11.70.4 | μεμφομένοις στομάτεσσι χέων οἰκτίρμονα φωνήν· |
| book 11.70.5 | „πῇ φέρεαι, φίλε κοῦρε; τί σοι τόσον εὔαδεν ὕλη; |
| book 11.75.1 | μίμνε μοι ἀγρώσσοντι συναγρώσσων Διονύσῳ· |
| book 11.75.2 | εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ |
| book 11.75.3 | κωμάζων, ὅτε κῶμον ἐγὼ Σατύροισιν ἐγείρω. |
| book 11.75.4 | πόρδαλις οὐ κλονέει με καὶ ἀγροτέρης γένυς ἄρκτου, |
| book 11.75.5 | μὴ τρομέοις στόμα λάβρον ὀρεσσινόμοιο λεαίνης· |
| book 11.80.1 | μοῦνον ἀμειλίκτοιο κεράατα δείδιθι ταύρου.“ |
| book 11.80.2 | ἔννεπεν οἰκτείρων θρασὺν Ἄμπελον· ἠίθεος δὲ |
| book 11.80.3 | οὔασι μῦθον ἄκουε, νόος δέ οἱ ἔνδοθι παίζων .... |
| book 11.80.4 | ἔνθα φάνη μέγα σῆμα φιλοστόργῳ Διονύσῳ |
| book 11.80.5 | Ἄμπελον ἀγγέλλον μινυώριον· ἐκ σκοπέλου γὰρ |
| book 11.85.1 | ἀρτιθαλῆ τινα νεβρὸν ὑπὲρ νώτοιο κομίζων |
| book 11.85.2 | ἀμφιλαφὴς φολίδεσσι δράκων ἀνέτελλε κεράστης, |
| book 11.85.3 | καί μιν ὑπὲρ βωμοῖο φέρων ἐφύπερθε θεμέθλων |
| book 11.85.4 | σμερδαλέῃ πρήνιξεν ἀλοιηθέντα κεραίῃ |
| book 11 | κύμβαχον αὐτοκύλιστον, ὀρεσσινόμοιο δὲ νεβροῦ |
| book 11.90.1 | ὀξὺ μέλος κλάγξαντος ἀπέπτατο θυμὸς ἀλήτης· |
| book 11.90.2 | σπονδῆς δ’ ἐσσομένης αὐτάγγελος αἵματος ὁλκῷ |
| book 11.90.3 | λάινος αἱμαλέαις ἐρυθαίνετο βωμὸς ἐέρσαις, |
| book 11.90.4 | οἴνου λειβομένοιο φέρων τύπον. εἰσορόων δὲ |
| book 11.90.5 | Εὔιος ἑρπηστῆρα, κερασφόρον ἅρπαγα νεβροῦ, |
| book 11.95.1 | ἄφρονος ἠιθέοιο μαθὼν ὀλετῆρα κεράστην |
| book 11.95.2 | πένθεϊ μῖξε γέλωτα, καὶ ἄστατον εἶχε μενοινὴν |
| book 11.95.3 | διχθαδίην, κραδίῃ δὲ μερίζετο, γείτονα πότμου |
| book 11.95.4 | ἡβητὴν στενάχων, γελόων χάριν ἡδέος οἴνου. |
| book 11.95.5 | ἔμπης δ’ ἱμερόεντι συνέμπορος ἤιε κούρῳ |
| book 11.1 | εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης. |
| book 11.2 | καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ |
| book 11.3 | οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων. |
| book 11.4 | πολλάκι καὶ Βρομίοιο παρεζομένοιο τραπέζῃ |
| book 11.5 | ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων, |
| book 11.105.1 | καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου |
| book 11.105.2 | καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς, |
| book 11.105.3 | Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ |
| book 11.105.4 | χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ |
| book 11.105.5 | εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας |
| book 11.110.1 | ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ· |
| book 11.110.2 | ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν |
| book 11.1 | οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων. |
| book 11.2 | καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη |
| book 11.3 | οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου, |
| book 11.115.1 | ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ |
| book 11.115.2 | Ἄμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ, |
| book 11.115.3 | μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου· |
| book 11.115.4 | „σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει· |
| book 11.115.5 | ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου |
| book 11.120.1 | θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις. |
| book 11.120.2 | δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, 〈χεῖρα〉 τιταίνων |
| book 11.120.3 | θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ· |
| book 11.120.4 | ποῖον ἔχεις τόδε δῶρον ἀπ’ εὐθύρσοιο Λυαίου; |
| book 11.120.5 | πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν, |
| book 11.125.1 | καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης |
| book 11.125.2 | σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ |
| book 11.125.3 | Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων. |
| book 11.125.4 | ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις, |
| book 11.125.5 | πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ; |
| book 11.130.1 | πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου |
| book 11.130.2 | ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων· |
| book 11.1 | ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην |
| book 11.2 | ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ. |
| book 11.3 | αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης |
| book 11.135.1 | Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου· |
| book 11.135.2 | Ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν ὄρνις Ἐρώτων, |
| book 11.135.3 | σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων. |
| book 11.135.4 | Τρώιος οἰνοχόος πέλε φέρτερος, ὃς Διὸς αὐλὴν |
| book 11.135.5 | οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου |
| book 11.140.1 | εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν, |
| book 11.140.2 | ὅττι πολυστροφάλιγγι ποδῶν δεδονημένος ὁπλῇ |
| book 11.140.3 | ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα· |
| book 11.140.4 | Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθονὶ λυσσάδες ἵπποι, |
| book 11.140.5 | καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης |
| book 11.145.1 | ἠερόθεν προκάρηνον ἀπόσπορον Ἐννοσιγαίου |
| book 11.145.2 | Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην. |
| book 11.145.3 | δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες |
| book 11.145.4 | καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ |
| book 11.145.5 | ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα· |
| book 11.1 | σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων, |
| book 11.2 | ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου. |
| book 11.3 | νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα |
| book 11.4 | παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων, |
| book 11 | χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.“ |
| book 11.155.1 | ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων. |
| book 11.155.2 | καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης |
| book 11.155.3 | ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα δίψης, |
| book 11.155.4 | χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος, |
| book 11.155.5 | καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅπερ παρεόντα νομῆα, |
| book 11.160.1 | ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου |
| book 11.160.2 | λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου |
| book 11.160.3 | πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ |
| book 11.160.4 | ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης, |
| book 11.160.5 | ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ |
| book 11.165.1 | ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ |
| book 11.165.2 | ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην. |
| book 11.165.3 | καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου |
| book 11.165.4 | ἀμφαφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην· |
| book 11.165.5 | καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ |
| book 11.170.1 | ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν. |
| book 11.170.2 | δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ |
| book 11.170.3 | ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην |
| book 11.170.4 | μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ |
| book 11.170.5 | γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ· |
| book 11.175.1 | καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου, |
| book 11.175.2 | καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ, |
| book 11.175.3 | καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ, |
| book 11.175.4 | αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην· |
| book 11 | καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην |
| book 11.180.1 | χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων |
| book 11.180.2 | γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου |
| book 11.180.3 | δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου· |
| book 11.180.4 | καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων, |
| book 11.180.5 | εὐχαίτην ἅτε πῶλον, ἑὸν μάστιζε φορῆα. |
| book 11.185.1 | καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ· |
| book 11.185.2 | „εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη· |
| book 11.185.3 | ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.“ |
| book 11.185.4 | τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ. |
| book 11.185.5 | καὶ φθονερῆς σκοπίαζε δι’ ἠέρος ὄμμα Σελήνης |
| book 11.190.1 | Ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ, |
| book 11.190.2 | καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ |
| book 11.190.3 | ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ |
| book 11.190.4 | δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ. |
| book 11.190.5 | καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ |
| book 11.195.1 | ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις, |
| book 11.195.2 | ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ· |
| book 11.195.3 | „σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις· |
| book 11.195.4 | μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης, |
| book 11.195.5 | πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ. |
| book 11.1 | μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην· |
| book 11.2 | μὴ φθονέσῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει. |
| book 11.1 | εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου, |
| book 11.2 | οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος, |
| book 11.3 | ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου, |
| book 11.205.1 | εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις, |
| book 11.205.2 | ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης· |
| book 11.205.3 | ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω, |
| book 11.205.4 | πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου. |
| book 11.205.5 | εἰ τεὸν ἡνιοχῆα κερασφόρον † ἡνιοχεύεις |
| book 11.210.1 | εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ, |
| book 11.210.2 | γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ· |
| book 11.210.3 | ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου, |
| book 11.210.4 | ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.“ |
| book 11.210.5 | τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων |
| book 11.215.1 | δύσμορος· ἀΐσσων δὲ ποδῶν διδυμάονι χηλῇ |
| book 11.215.2 | οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς |
| book 11.215.3 | ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων· |
| book 11.215.4 | ἤριπε δ’ αὐτοκύλιστος· ἐπ’ ἀστραγάλου δὲ πεσόντος |
| book 11.215.5 | λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν· |
| book 11.220.1 | καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας |
| book 11.220.2 | θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης. |
| book 11.220.3 | καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ |
| book 11.1 | λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ. |
| book 11.2 | καί τις ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης |
| book 11.225.1 | Ἄμπελον ἱμερόεντα δυσάγγελος ἤλυθε Βάκχῳ. |
| book 11.225.2 | καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις· |
| book 11.225.3 | οὐ τόσον Ἡρακλέης δρόμον ἤνυεν, ὁππότε Νύμφαι |
| book 11.225.4 | ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις |
| book 11.225.5 | νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ, |
| book 11.230.1 | ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ |
| book 11.230.2 | κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων. |
| book 11.230.3 | καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου |
| book 11.230.4 | νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας, |
| book 11.230.5 | καὶ νέκυός περ ἐόντος ἐδήσατο ταρσὰ κοθόρνοις· |
| book 11.235.1 | καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις, |
| book 11.235.2 | οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ, |
| book 11.235.3 | ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης· |
| book 11.235.4 | καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ |
| book 11.235.5 | πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου |
| book 11.240.1 | πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ |
| book 11.240.2 | λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ |
| book 11.240.3 | ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας |
| book 11.240.4 | ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ. |
| book 11.240.5 | καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος |
| book 11.245.1 | οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ ... |
| book 11.245.2 | καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου |
| book 11.1 | αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ· |
| book 11.2 | ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ |
| book 11.3 | Σιληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι. |
| book 11.1 | οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ |
| book 11.2 | κεῖτο νέκυς γελόωντι πανείκελος, οἷά περ αἰεὶ |
| book 11.3 | χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν. |
| book 11.4 | καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν |
| book 11.5 | νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν· |
| book 11.255.1 | „Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ |
| book 11.255.2 | ταῦροι ἐπ’ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται; |
| book 11.255.3 | τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ; |
| book 11.255.4 | ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ |
| book 11.255.5 | ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ |
| book 11.260.1 | φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει, |
| book 11.260.2 | αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου· |
| book 11.260.3 | ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω |
| book 11.260.4 | ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης; |
| book 11 | ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων |
| book 11.265.1 | ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην. |
| book 11.265.2 | οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα, |
| book 11.265.3 | ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου |
| book 11.265.4 | ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικροῦ |
| book 11.265.5 | ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης, |
| book 11.270.1 | ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ. |
| book 11.270.2 | ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης |
| book 11.270.3 | παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων |
| book 11.270.4 | χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου, |
| book 11.270.5 | καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης, |
| book 11.275.1 | ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης. |
| book 11.275.2 | μοῦνος ἐγὼ νέον ἔσχον ἀώριον· ἱμερόεις γὰρ |
| book 11.275.3 | Ἄμπελος οὐ γάμον εἶδε βιοσσόον, οὐδ’ ἐπὶ παστῷ |
| book 11.275.4 | νυμφιδίην νέος οὗτος ἐμὴν ἔζευξεν ἀπήνην, |
| book 11.275.5 | ἀλλὰ θανὼν λίπε πένθος ἀπενθήτῳ Διονύσῳ. |
| book 11.280.1 | οὔ πώ μοι, φίλε κοῦρε, τεὸν στόμα κάλλιπε Πειθώ, |
| book 11.280.2 | ἀλλὰ σέθεν φθιμένοιο καὶ ἄπνοα χείλεα ναίει· |
| book 11.280.3 | καὶ νέκυός περ ἐόντος ἔτι στίλβουσι παρειαί, |
| book 11.280.4 | ὀφθαλμοὶ γελόωσι καὶ εἰσέτι, διχθαδίης δὲ |
| book 11.280.5 | εἰσέτι σῆς παλάμης χιονώδεές εἰσιν ἀγοστοί, |
| book 11.285.1 | σοὺς δ’ ἐρατοὺς πλοκάμους λιγυροὶ δονέουσιν ἀῆται· |
| book 11.285.2 | οὐ ῥόδα σῶν μελέων θανατηφόρος ἔσβεσεν αὔρη, |
| book 11.285.3 | ἀλλ’ ἔτι σοι τάδε πάντα φυλάσσεται. ὤμοι Ἐρώτων, |
| book 11.285.4 | τί χρέος ἦν, ἵνα ταῦρον ἀμείλιχον ἡνιοχεύσῃς; |
| book 11.285.5 | εἴ σε διεπτοίησεν ἀελλοπόδων πόθος ἵππων, |
| book 11.290.1 | τίπτε μοι οὐκ ἀγόρευες, ὅπως ἀπὸ γείτονος Ἴδης |
| book 11.290.2 | ἐνθάδε δίφρον ἄγοιμι καὶ ἀρχαίης ἀπὸ φάτνης |
| book 11.290.3 | Τρώιον εἰς σὲ κόμιζον ἐπουρανίων γένος ἵππων |
| book 11.290.4 | πατρίδα συλήσας Γανυμήδεος, ὃν τρέφεν Ἴδη |
| book 11.290.5 | σοὶ δέμας ἶσον ἔχοντα, τὸν ἀνδροφόνων ἀπὸ ταύρων |
| book 11.295.1 | φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς· |
| book 11.295.2 | εἰ ἐτεὸν μενέαινες ἐν οὔρεσι θῆρας ἐναίρειν, |
| book 11.295.3 | τίπτε μοι οὐ κατέλεξας, ὅτι χρέος ἔπλετο δίφρου; |
| book 11.295.4 | καί κεν ἐμῆς ἤλαυνες ἀπήμονα κύκλον ἀπήνης, |
| book 11.295.5 | καί κεν ἐμῆς ἄψαυστα δεδεγμένος ἡνία Ῥείης |
| book 11.1 | μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα λεόντων. |
| book 11.2 | οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις, |
| book 11.3 | οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις, |
| book 11.4 | οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ. |
| book 11.5 | ὤμοι, ὅτ’ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδ’ ἐπὶ νεκρῷ |
| book 11.305.1 | δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου, |
| book 11.305.2 | Ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω· |
| book 11.305.3 | ὤμοι, ὅτ’ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δ’ ἐθελήσῃ, |
| book 11.305.4 | ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο |
| book 11.305.5 | δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ |
| book 11.310.1 | ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν |
| book 11.310.2 | ἀφνειῆς τ’ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ |
| book 11.1 | παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.“ |
| book 11.2 | ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ |
| book 11.3 | κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ· |
| book 11.315.1 | „Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων, |
| book 11.315.2 | Ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην, |
| book 11.315.3 | ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ· |
| book 11.315.4 | ‘τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις; |
| book 11.315.5 | οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω, |
| book 11.320.1 | ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω· |
| book 11.320.2 | νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς, |
| book 11.320.3 | ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ |
| book 11.320.4 | Νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει, |
| book 11.320.5 | Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.‘ |
| book 11.325.1 | ὤμοι, ὅτ’ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρα κεν εἴην |
| book 11.325.2 | σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδ’ ἐνὶ Λήθῃ |
| book 11.325.3 | Ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσσω. |
| book 11.325.4 | εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων |
| book 11.325.5 | οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς |
| book 11.330.1 | εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων. |
| book 11.330.2 | ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις; |
| book 11.330.3 | εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις |
| book 11.1 | κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δ’ ἐνὶ λόχμῃ |
| book 11.2 | ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη. |
| book 11.335.1 | εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ, |
| book 11.335.2 | φθέγγεο Σιληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω. |
| book 11.335.3 | εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω, |
| book 11.335.4 | πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων |
| book 11.335.5 | Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω, |
| book 11.340.1 | εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες· |
| book 11.340.2 | πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων, |
| book 11.340.3 | οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω· |
| book 11.340.4 | ἄλλοι θῆρες ἔασιν, ὅλης δ’ ἐπιήρανος ἄγρης |
| book 11.340.5 | Ἄρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει· |
| book 11.345.1 | νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν· |
| book 11.345.2 | εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας |
| book 11.345.3 | πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσσω |
| book 11.345.4 | κάπρον ἔτι ζώοντα λελειμμένον Ἰοχεαίρῃ· |
| book 11.345.5 | εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ |
| book 11.1 | ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.“ |
| book 11.2 | ὣς ὁ μὲν ἐστενάχιζεν. Ἔρως δέ οἱ ἐγγύθεν ἔστη |
| book 11.3 | Σιληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν, |
| book 11.4 | θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας |
| book 11.5 | γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ· |
| book 11.355.1 | καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν· |
| book 11.355.2 | „ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων |
| book 11.355.3 | εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας, |
| book 11.355.4 | λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ |
| book 11.355.5 | φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι |
| book 11.360.1 | ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν. |
| book 11.360.2 | εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης, |
| book 11.360.3 | φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν. |
| book 11.360.4 | καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος |
| book 11.360.5 | ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς ἀήτης |
| book 11.365.1 | εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου. |
| book 11.365.2 | ἢν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ |
| book 11.365.3 | κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς |
| book 11.365.4 | φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει. |
| book 11.365.5 | κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω· |
| book 11.370.1 | ἁβρὸς ἕην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης, |
| book 11.370.2 | Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο, |
| book 11.370.3 | εἴδεϊ λεπταλέῳ ταναὸς πόδας, ὀξὺς ἐθείρας, |
| book 11.370.4 | ἰθυτενής, ἀνίουλος· ἐπ’ ἀμφοτέραις δὲ παρειαῖς |
| book 11.370.5 | αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπου |
| book 11.375 | ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ |
| book 11.1 | κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη· |
| book 11.2 | καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ |
| book 11.3 | ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ ταρσῷ. |
| book 11.4 | τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης |
| book 11.380.1 | νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων, |
| book 11.380.2 | ἑρπύζων ἀίδηλος ὑπὸ χθόνα λοξὸς ὁδίτης, |
| book 11.380.3 | ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης, |
| book 11.380.4 | ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ. |
| book 11.380.5 | τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠιθέῳ δὲ |
| book 11.385.1 | ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ, |
| book 11.385.2 | ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ· |
| book 11.385.3 | εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν, |
| book 11.385.4 | καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς, |
| book 11.385.5 | φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας |
| book 11.390.1 | ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν· |
| book 11.390.2 | οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ |
| book 11.390.3 | νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη· |
| book 11.390.4 | ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς |
| book 11.390.5 | εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων, |
| book 11.395.1 | Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν, |
| book 11.395.2 | καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην. |
| book 11.395.3 | τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων, |
| book 11.395.4 | κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης |
| book 11 | γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο. |
| book 11.1 | τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ |
| book 11.2 | ἦεν ἔρις· Κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις, |
| book 11.3 | καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην |
| book 11.4 | ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπ’ ἄκρου ... |
| book 11.5 | καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ, |
| book 11.405.1 | καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην. |
| book 11.405.2 | παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων· |
| book 11.405.3 | καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα· |
| book 11.405.4 | καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσσας |
| book 11.405.5 | πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων |
| book 11.410.1 | Καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ |
| book 11.410.2 | ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων. |
| book 11.410.3 | καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω, |
| book 11.410.4 | τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ |
| book 11.410.5 | ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων |
| book 11.415.1 | γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων· |
| book 11.415.2 | καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων |
| book 11.415.3 | κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς |
| book 11.415.4 | νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν· |
| book 11.415.5 | καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν, |
| book 11.420 | ἠιθέῳ δ’ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων |
| book 11.1 | κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων· |
| book 11.2 | καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης, |
| book 11.3 | καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην, |
| book 11.4 | ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν ἀήτης |
| book 11.425.1 | καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ |
| book 11.425.2 | οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ. |
| book 11.425.3 | καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας |
| book 11.425.4 | ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς· |
| book 11.425.5 | καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας |
| book 11.430.1 | ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ· |
| book 11.430.2 | ‘Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν ἀήτης; |
| book 11.430.3 | ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν |
| book 11.430.4 | εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ |
| book 11.430.5 | φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα. |
| book 11.435.1 | οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων |
| book 11.435.2 | καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν ἀήτης, |
| book 11.435.3 | καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ, |
| book 11.435.4 | ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην. |
| book 11.435.5 | οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ, |
| book 11.440.1 | οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις |
| book 11.440.2 | Καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν; |
| book 11.440.3 | Νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων; |
| book 11.446 | δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ; |
| book 11.1 | κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων |
| book 11.2 | δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις; |
| book 11.3 | εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη, |
| book 11.1 | ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει |
| book 11.2 | γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων, |
| book 11.3 | εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω. |
| book 11.4 | Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης; |
| book 11.5 | κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις. |
| book 11.455.1 | εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω |
| book 11.455.2 | νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων· |
| book 11.455.3 | εἰ Βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω. |
| book 11.455.4 | εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν, |
| book 11.455.5 | καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ, |
| book 11.460.1 | ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω, |
| book 11.460.2 | καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ. |
| book 11.460.3 | ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης, |
| book 11.460.4 | σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.‘ |
| book 11.460.5 | εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ |
| book 11.465.1 | κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ, |
| book 11.465.2 | ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην |
| book 11.465.3 | Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν· |
| book 11.1 | ‘δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ |
| book 11.2 | εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ· |
| book 11.470.1 | Καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω |
| book 11.470.2 | εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ |
| book 11.470.3 | εἷς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω. |
| book 11.470.4 | τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης |
| book 11.470.5 | ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ |
| book 11.475.1 | γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω· |
| book 11.475.2 | ‘Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω |
| book 11.475.3 | ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.‘ |
| book 11.443.1 | καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι, |
| book 11.443.2 | βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης, |
| book 11.445 | καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.‘ |
| book 11.478.1 | εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ |
| book 11.478.2 | πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ. |
| book 11.480.1 | καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν |
| book 11.480.2 | ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.“ |
| book 11.480.3 | τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ |
| book 11.480.4 | θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ. |
| book 11.480.5 | καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ |
| book 11.485.1 | ἠιθέου διὰ πότμον ἀώριον. —ἀσταθέος δὲ |
| book 11.485.2 | θυγατέρες λυκάβαντος, ἀελλοπόδοιο τοκῆος, |
| book 11.485.3 | εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι· |
| book 11.485.4 | ὧν ἡ μὲν νιφόεντι κατάσκιος ἀμφὶ προσώπῳ |
| book 11.485.5 | λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης |
| book 11.490.1 | ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ, |
| book 11.490.2 | καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ |
| book 11.490.3 | ὀμβροτόκῳ κρήδεμνον ἐπεσφήκωσε μετώπῳ, |
| book 11.490.4 | καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ |
| book 11.490.5 | στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ· |
| book 11.495.1 | ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην |
| book 11.495.2 | ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου |
| book 11.495.3 | εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ, |
| book 11.495.4 | ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου |
| book 11.495.5 | ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν |
| book 11.1 | διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ· |
| book 11.2 | ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη, |
| book 11.3 | καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις |
| book 11.4 | δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης |
| book 11.5 | ἄγγελον ἀμητοῖο, δέμας δ’ ἐσφίγγετο κούρη |
| book 11.505.1 | ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ |
| book 11.505.2 | φαίνετο λεπταλέοιο δι’ εἵματος ὄργια μηρῶν, |
| book 11.505.3 | καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου |
| book 11.505.4 | θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί· |
| book 11.505.5 | ἄλλη δ’ εὐαρότοιο προηγήτειρα χορείης |
| book 11.510.1 | θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ |
| book 11.510.2 | ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου, |
| book 11.510.3 | καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης |
| book 11.510.4 | καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα |
| book 11.510.5 | φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην· |
| book 11.515.1 | οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις |
| book 11.515.2 | βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης, |
| book 11.515.3 | οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ |
| book 11.515.4 | πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης, |
| book 11.515.5 | οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης· |
| book 11.520 | ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ |
| book 11 | εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι. |
| book 12.1.1 | Ὣς αἱ μὲν δυτικοῖο παρ’ ὀφρύσιν Ὠκεανοῖο |
| book 12.1.2 | Ἠελίου γονόεντος ἐναυλίζοντο μελάθροις. |
| book 12.1.3 | τῇσι δὲ νισομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ |
| book 12.1.4 | θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ |
| book 12.5.1 | ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη. |
| book 12.5.2 | αἱ δὲ φερεζώοιο παρ’ ὄμμασιν ἡνιοχῆος |
| book 12.5.3 | κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας |
| book 12.5.4 | ἠερόθεν νόστησε· πυριγλήνου δ’ ἐλατῆρος |
| book 12.5.5 | Φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου |
| book 12.10.1 | θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην, |
| book 12.10.2 | γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας |
| book 12.10.3 | μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων· |
| book 12.10.4 | πῶλοι δ’ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας |
| book 12.10.5 | μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ. |
| book 12.15.1 | θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου |
| book 12.15.2 | ἱπτάμεναι στεφανηδὸν ἀτειρέος ἡνιοχῆος |
| book 12.15.3 | τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι, |
| book 12.15.4 | δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ, |
| book 12.15.5 | μυστιπόλοι λυκάβαντος ἀμοιβάδες· † οὐγϊω γὰρ |
| book 12.20.1 | αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου. |
| book 12.20.2 | καί οἱ ἀνηΰτησεν ἔπος † φθινοπωρίδος ὥρην |
| book 12.20.3 | μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην· |
| book 12.20.4 | „Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν, |
| book 12.20.5 | οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί; |
| book 12.25.1 | καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών; |
| book 12.25.2 | ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη |
| book 12.25.3 | πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην, |
| book 12.25.4 | οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.“ |
| book 12.25.5 | ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης |
| book 12.30.1 | Ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ |
| book 12.30.2 | δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ |
| book 12.30.3 | κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται |
| book 12.30.4 | εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ |
| book 12.30.5 | πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ, |
| book 12.35.1 | καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ. |
| book 12.35.2 | καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων· |
| book 12.35.3 | „κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη, |
| book 12.35.4 | γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ, |
| book 12.35.5 | τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων |
| book 12.40.1 | γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.“ |
| book 12.40.2 | τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη |
| book 12.40.3 | ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ |
| book 12.40.4 | πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου |
| book 12.40.5 | εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων |
| book 12.45.1 | ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων |
| book 12.45.2 | ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ, |
| book 12.45.3 | σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης, |
| book 12.45.4 | ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ |
| book 12.45.5 | Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων· |
| book 12.1 | καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην |
| book 12.2 | φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος. |
| book 12.3 | ἀλλ’ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην |
| book 12.4 | καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν ἐνυὼ |
| book 12.5 | ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη, |
| book 12.55.1 | γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη, |
| book 12.55.2 | πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω |
| book 12.55.3 | δενδραίην γονόεσσαν ἀναπτύξασα λοχείην |
| book 12.1 | ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη, |
| book 12.2 | καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς |
| book 12.60.1 | ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ, |
| book 12.60.2 | πῶς Νότος ἐκ Βορέαο καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων |
| book 12.60.3 | λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης, |
| book 12.60.4 | εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου. |
| book 12.60.5 | καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ, |
| book 12.65.1 | μυστιπόλος λυκάβαντος ἕλιξ στηρίζετο κούρη, |
| book 12.65.2 | μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου, |
| book 12.65.3 | γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ, |
| book 12.65.4 | ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν, |
| book 12.65.5 | τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω· |
| book 12.70.1 | „Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει |
| book 12.70.2 | φαιδρὸν ἔχων † βλεφάρων τύπον †· ἀλλὰ καὶ αὐτὴ |
| book 12.70.3 | Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων |
| book 12.70.4 | υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι |
| book 12.70.5 | ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην |
| book 12.75.1 | ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος Φιλομήλη |
| book 12.75.2 | ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών, |
| book 12.75.3 | μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς, |
| book 12.75.4 | δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι· |
| book 12 | καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων |
| book 12.80.1 | δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων |
| book 12.80.2 | στήσεται οἰκτρὸν ἄγαλμα· καὶ ἔσσεται αὐτόθι γείτων |
| book 12.80.3 | Πυρρὸς ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης |
| book 12.80.4 | οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων, |
| book 12.80.5 | Θίσβη δ’ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω, |
| book 12.85.1 | ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης |
| book 12.85.2 | Μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων· |
| book 12.85.3 | καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων |
| book 12.85.4 | καὶ Παφίης μετὰ μῆλα λεοντείην ἔτι μορφὴν |
| book 12.85.5 | Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.“ |
| book 12.90.1 | καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη, |
| book 12.90.2 | εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων |
| book 12.90.3 | σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ, |
| book 12.90.4 | ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ |
| book 12.90.5 | Παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ |
| book 12.95.1 | οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης· |
| book 12.95.2 | κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δ’ ἀνέγνω· |
| book 12.95.3 | „Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, ἐς φυτὸν ἕρπων |
| book 12.95.4 | ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ |
| book 12.95.5 | ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις |
| book 12.1 | λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης, |
| book 12.2 | ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας |
| book 12.3 | Ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.“ |
| book 12.4 | ἀλλ’ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη, |
| book 12 | δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ |
| book 12.105.1 | ποιητῷ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν |
| book 12.105.2 | ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ, |
| book 12.105.3 | ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή· |
| book 12.105.4 | κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη |
| book 12.105.5 | θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ· |
| book 12.110.1 | „Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην, |
| book 12.110.2 | καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ, |
| book 12.110.3 | γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης, |
| book 12.110.4 | καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.“ |
| book 12.110.5 | τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη· |
| book 12.115.1 | τερπομένη δ’ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα |
| book 12.115.2 | εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο |
| book 12.115.3 | ἱπποσύνης Φαέθοντος ὁμόδρομος. —οὐ δὲ Λυαίῳ |
| book 12.115.4 | φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης |
| book 12.115.5 | μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ |
| book 12.120.1 | αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ |
| book 12.120.2 | χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης· |
| book 12.120.3 | οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ |
| book 12.120.4 | οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου, |
| book 12.120.5 | ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου |
| book 12.125.1 | κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ, |
| book 12.125.2 | οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ |
| book 12.125.3 | Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ |
| book 12.1 | ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ |
| book 12.2 | πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων |
| book 12.130.1 | Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ |
| book 12.130.2 | Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν |
| book 12.130.3 | διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου· |
| book 12.130.4 | καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ |
| book 12.130.5 | λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ |
| book 12.135.1 | Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη |
| book 12.135.2 | πενθαλέοις ἀνέμοις· λιπαρὴ δ’ ἄτμητος ἐλαίη |
| book 12.135.3 | φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης. |
| book 12.135.4 | τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου |
| book 12.135.5 | φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοῖραι· |
| book 12.140.1 | καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου |
| book 12.140.2 | Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν· |
| book 12.140.3 | „ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει |
| book 12.140.4 | πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δ’ εὗρε τελέσσαι |
| book 12.140.5 | σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης· |
| book 12.145.1 | Ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ |
| book 12.145.2 | εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω· |
| book 12.145.3 | τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ |
| book 12.145.4 | δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων |
| book 12.145.5 | ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἢ Δωρίδα μολπήν· |
| book 12.1 | ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει |
| book 12.2 | Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχώ, |
| book 12.3 | ἐνναέτης Μαραθῶνος· ἀνευάξουσι δὲ Μοῦσαι |
| book 12.4 | Ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ. |
| book 12.5 | καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην |
| book 12.155.1 | στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ, |
| book 12.155.2 | Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει |
| book 12.155.3 | αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων, |
| book 12.155.4 | καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης, |
| book 12.155.5 | νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ |
| book 12.160.1 | παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει· |
| book 12.160.2 | εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει, |
| book 12.160.3 | καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει |
| book 12.160.4 | ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης, |
| book 12.160.5 | χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ· |
| book 12.165.1 | εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ, |
| book 12.165.2 | φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ. |
| book 12.165.3 | Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ, |
| book 12.165.4 | ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου |
| book 12.165.5 | τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ |
| book 12.170.1 | καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ· |
| book 12.170.2 | Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.“ |
| book 12.1 | ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων. |
| book 12.2 | καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ· |
| book 12.3 | καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων |
| book 12.175.1 | Ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν, |
| book 12.175.2 | καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ |
| book 12.175.3 | γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν |
| book 12.175.4 | ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί, |
| book 12.175.5 | βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ |
| book 12.180.1 | νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης, |
| book 12.180.2 | ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν, |
| book 12.180.3 | ἰσοφυὴς δ’ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ |
| book 12.180.4 | οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου |
| book 12.180.5 | γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης. |
| book 12.185.1 | κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ |
| book 12.185.2 | ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων |
| book 12.185.3 | οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ. |
| book 12.185.4 | καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων, |
| book 12.185.5 | εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων, |
| book 12.190.1 | Κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν, |
| book 12.190.2 | καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ |
| book 12.1 | ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ. |
| book 12.2 | καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην, |
| book 12.3 | καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων |
| book 12.195.1 | κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου |
| book 12.195.2 | ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης. |
| book 12.195.3 | καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ, |
| book 12.195.4 | βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ, |
| book 12.195.5 | χερσὶ περιπλεκέεσσι μέθης ὠδῖνα πιέζων |
| book 12.1 | πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης, |
| book 12.2 | καὶ γλυκερὸν ποτὸν εὗρε· καὶ οἰνοχύτου Διονύσου |
| book 12.3 | λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν. |
| book 12.4 | καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ |
| book 12.5 | χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης, |
| book 12.205.1 | γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων |
| book 12.205.2 | μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος· |
| book 12.205.3 | „ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις· |
| book 12.205.4 | ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων |
| book 12.205.5 | οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου· |
| book 12.210.1 | οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ· |
| book 12.210.2 | εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω. |
| book 12.210.3 | Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς |
| book 12.1 | εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης, |
| book 12.2 | εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σὲ καὶ αὐτὴ |
| book 12.215.1 | Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν, |
| book 12.215.2 | καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ. |
| book 12.215.3 | οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ, |
| book 12.215.4 | οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης· |
| book 12.215.5 | ζώεις δ’ εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης |
| book 12.220.1 | κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ |
| book 12.220.2 | μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι· |
| book 12.220.3 | ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων, |
| book 12.220.4 | σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων. |
| book 12.220.5 | οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις, |
| book 12.225.1 | αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις. |
| book 12.225.2 | χροιὴν δ’ ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις· |
| book 12.225.3 | σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή· |
| book 12.225.4 | οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή. |
| book 12.225.5 | ἀλλὰ τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω |
| book 12.230.1 | θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι |
| book 12.230.2 | ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις |
| book 12.1 | σοῖς ἐρατοῖς πετάλοισιν· ἀπ’ εὐόδμων δὲ κορύμβων |
| book 12.2 | ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων. |
| book 12.3 | καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω; |
| book 12.235.1 | νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ; |
| book 12.235.2 | σῦκον ὁμοῦ καὶ μῆλον ἔχει χάριν ἄχρις ὀδόντων. |
| book 12.235.3 | οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν· |
| book 12.235.4 | οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη, |
| book 12.235.5 | οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου, |
| book 12.240.1 | ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης |
| book 12.240.2 | σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἓν ποτὸν ἔσται |
| book 12.240.3 | μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν |
| book 12.240.4 | ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ |
| book 12.240.5 | κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην. |
| book 12.245.1 | εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων |
| book 12.245.2 | πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ· |
| book 12.245.3 | αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δ’ ἐνὶ κήπῳ |
| book 12.245.4 | στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω, |
| book 12.245.5 | καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ |
| book 12.1 | ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω. |
| book 12.2 | εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ |
| book 12.3 | σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ |
| book 12.1 | βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην. |
| book 12.2 | Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι |
| book 12.255.1 | εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει, |
| book 12.255.2 | ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει |
| book 12.255.3 | ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ |
| book 12.255.4 | ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας· |
| book 12.255.5 | ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ |
| book 12.260.1 | οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης, |
| book 12.260.2 | οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι. |
| book 12.260.3 | εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης· |
| book 12.260.4 | σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη, |
| book 12.260.5 | ὅττι τεῷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ |
| book 12.265.1 | ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ |
| book 12.265.2 | εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ, |
| book 12.265.3 | ἢ τεκέων φθιμένων ἢ μητέρος ἢ γενετῆρος |
| book 12.265.4 | ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου, |
| book 12.265.5 | στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης. |
| book 12.270.1 | Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου· |
| book 12.270.2 | πᾶσιν ἐμοῖς μελέεσσιν ἐγὼ σέο πῶμα κεράσσω. |
| book 12.1 | ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ |
| book 12.2 | εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει, |
| book 12.3 | ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ· |
| book 12.275.1 | ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ |
| book 12.275.2 | χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ, |
| book 12.275.3 | δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην, |
| book 12.275.4 | εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ |
| book 12.275.5 | ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ |
| book 12.280.1 | ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων |
| book 12.280.2 | οἷα σέθεν κνώσσοντος ἐπαιθύσσουσι προσώπῳ |
| book 12.280.3 | αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται, |
| book 12.280.4 | λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει, |
| book 12.280.5 | ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην. |
| book 12.285.1 | εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν, |
| book 12.285.2 | σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη |
| book 12.285.3 | δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης, |
| book 12.285.4 | ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης |
| book 12.285.5 | θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.“ |
| book 12.290.1 | ἔννεπε κυδιόων, προτέρας δ’ ἔρριψε μερίμνας |
| book 12.290.2 | φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην. |
| book 12.1 | καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου, |
| book 12.2 | πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ |
| book 12.3 | ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ |
| book 12.295.1 | οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ |
| book 12.295.2 | καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ |
| book 12.295.3 | αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης· |
| book 12.295.4 | οὔ πω δ’ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλ’ ἐνὶ λόχμαις |
| book 12.295.5 | ἀγριὰς ἡβώουσα πολυγνάμπτοισιν ἑλίνοις |
| book 12.1 | οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη, |
| book 12.2 | ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης· |
| book 12.3 | καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων, |
| book 12.4 | σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης· |
| book 12.5 | ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων |
| book 12.305.1 | αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ, |
| book 12.305.2 | ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ, |
| book 12.305.3 | καὶ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων |
| book 12.305.4 | ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ |
| book 12.305.5 | περκάζων ὅλον ἄνθος, ἀπ’ οἰνοτόκων δὲ πετήλων |
| book 12.310.1 | σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην· |
| book 12.310.2 | ἄλλου δ’ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ |
| book 12.310.3 | βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ, |
| book 12.310.4 | ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην· |
| book 12 | καὶ πίτυν ἀγχικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης |
| book 12.315.1 | συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις, |
| book 12.315.2 | καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι |
| book 12.315.3 | ἀκρεμόνας πελάσασα παρ’ ἀμπελόεντι κορύμβῳ |
| book 12.315.4 | αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη. |
| book 12.315.5 | ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις |
| book 12.320.1 | λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης. |
| book 12.320.2 | καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας, |
| book 12.320.3 | βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ, |
| book 12.320.4 | πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην. |
| book 12.320.5 | καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων |
| book 12.325.1 | οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα· |
| book 12.325.2 | καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας |
| book 12.325.3 | πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν, |
| book 12.325.4 | Εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ |
| book 12.325.5 | Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης |
| book 12.330.1 | ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης. |
| book 12.330.2 | καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου |
| book 12.330.3 | θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης· |
| book 12.330.4 | λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων |
| book 12.330.5 | τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ, |
| book 12.335 | βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ, |
| book 12.1 | τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης. |
| book 12.2 | καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν |
| book 12.3 | λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ |
| book 12.4 | δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων |
| book 12.340.1 | χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν· |
| book 12.340.2 | ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου |
| book 12.340.3 | δεξιτερὴν ἀσίδηρον ἐπ’ ἀκρεμόνεσσι τιταίνων |
| book 12.340.4 | βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου, |
| book 12.340.5 | ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων· |
| book 12.345.1 | καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην |
| book 12.345.2 | ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης ... |
| book 12.345.3 | βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ |
| book 12.345.4 | ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς |
| book 12.345.5 | πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ, |
| book 12.1 | καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι ταρσῷ. |
| book 12.2 | καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην, |
| book 12.3 | ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου, |
| book 12.4 | στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν, |
| book 12.5 | Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς, |
| book 12.355 | ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην, |
| book 12.1 | εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου |
| book 12.2 | οἶνον ἀναβλύζοντος ἐπορφύροντο χαράδραι· |
| book 12.3 | στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη |
| book 12.4 | λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης. |
| book 12.360.1 | καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων |
| book 12.360.2 | μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου |
| book 12.360.3 | θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ. |
| book 12.360.4 | καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου |
| book 12.360.5 | † καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ, |
| book 12.365.1 | δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων, |
| book 12.365.2 | καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου· |
| book 12.365.3 | ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ, |
| book 12.365.4 | φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης· |
| book 12.365.5 | καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου |
| book 12.370.1 | κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην· |
| book 12.370.2 | ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν |
| book 12.370.3 | ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην, |
| book 12.370.4 | καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης |
| book 12.370.5 | εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ, |
| book 12.375.1 | εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς |
| book 12.375.2 | ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ |
| book 12.375.3 | ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην, |
| book 12.1 | καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ, |
| book 12.2 | εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ. |
| book 12.380.1 | μούνῳ δ’ οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη |
| book 12.380.2 | λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης. |
| book 12.380.3 | πολλοὶ δ’ εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ |
| book 12.380.4 | εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν· ὧν ὁ μὲν αὐτῶν |
| book 12.380.5 | θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων, |
| book 12.385.1 | πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην· |
| book 12.385.2 | ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ |
| book 12.385.3 | παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης, |
| book 12.385.4 | αὐερύων δ’ ἐπὶ κύπριν ἀπειθέος εἵματα νύμφης |
| book 12.385.5 | χειρὶ † ὀπισθοδότῳ ῥοδέων ἐπαφήσατο μηρῶν· |
| book 12.390.1 | καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην |
| book 12.390.2 | λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ· |
| book 12.390.3 | ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων |
| book 12.390.4 | οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ. |
| book 12.390.5 | καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης |
| book 12.395.1 | δύσατο κυδιόων Κυβεληίδος ἄντρα θεαίνης, |
| book 12.395.2 | κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων, |
| book 12 | Μαιονίην τ’ ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν. |
| book 13.1.1 | Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης |
| book 13.1.2 | Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ, |
| book 13.1.3 | ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν |
| book 13.1.4 | Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ, |
| book 13.5.1 | ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην, |
| book 13.5.2 | Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ |
| book 13.5.3 | ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης. |
| book 13.5.4 | ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ |
| book 13.5.5 | δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου |
| book 13.10.1 | ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ |
| book 13.10.2 | σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης |
| book 13.10.3 | ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου |
| book 13.10.4 | χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης. |
| book 13.10.5 | καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης |
| book 13.15.1 | θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης· |
| book 13.15.2 | θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου |
| book 13.15.3 | τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων |
| book 13.15.4 | παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν· |
| book 13 | „ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει |
| book 13.20.1 | εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν. |
| book 13.20.2 | ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων |
| book 13.20.3 | αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ |
| book 13.20.4 | οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι |
| book 13.20.5 | μή πω ἀεθλεύσαντι πύλας πετάσουσιν Ὀλύμπου· |
| book 13.25.1 | Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ |
| book 13.25.2 | ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων |
| book 13.25.3 | βουκόλον Ἄργον ἔπεφνε καὶ Ἄρεα λύσατο δεσμῶν· |
| book 13.25.4 | Δελφύνην δ’ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων· |
| book 13.25.5 | οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς |
| book 13.30.1 | νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανὸν, ὄρχαμος ἄστρων, |
| book 13.30.2 | εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου |
| book 13.30.3 | Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι. |
| book 13.30.4 | καὶ σὺ μετ’ Ἀπόλλωνα, μεθ’ Ἑρμάωνα μογήσας |
| book 13.30.5 | μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.“ |
| book 13.35.1 | ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη |
| book 13.35.2 | παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην |
| book 13.35.3 | Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης, |
| book 13.35.4 | φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου. |
| book 13.35.5 | καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ |
| book 13.40.1 | Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου· |
| book 13.40.2 | Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης |
| book 13.40.3 | πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν. |
| book 13.1 | ἀλλὰ πολυσπερέων προμάχων ἡρωίδα φύτλην |
| book 13.2 | καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης, |
| book 13.45.1 | Σιληνῶν τε φάλαγγα, δασυκνήμοιο γενέθλης, |
| book 13.45.2 | καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι· |
| book 13.45.3 | οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω |
| book 13.45.4 | οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ, |
| book 13.45.5 | ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνω |
| book 13.1 | ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω, |
| book 13.2 | εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται |
| book 13.3 | πλαγκτοσύνης καλέουσιν ἀρηγόνα Κυανοχαίτην. |
| book 13.4 | πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου, |
| book 13.5 | Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων, |
| book 13.55.1 | πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσσας· |
| book 13.55.2 | Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον, οἳ χθόνα Θήβης |
| book 13.55.3 | ᾤκεον εὐπύργοιο καὶ ἔνδιον Ἐννοσιγαίου |
| book 13.55.4 | Ἄρνην καὶ Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρυθράς, |
| book 13.55.5 | Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ, |
| book 13.60.1 | οἵ τε Μίδειαν ἔναιον ἀειδομένας τε πολίχνας |
| book 13.60.2 | Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην, |
| book 13.60.3 | ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης, |
| book 13.1 | καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα |
| book 13.2 | Κώπας τ’, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω |
| book 13.65.1 | ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην, |
| book 13.65.2 | καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην, |
| book 13.65.3 | σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην, |
| book 13.65.4 | καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ, |
| book 13.65.5 | ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου, |
| book 13.70.1 | Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς |
| book 13.70.2 | ὑδρηλήν θ’ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο |
| book 13.70.3 | χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος, |
| book 13.70.4 | οἵ τ’ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου, |
| book 13.70.5 | βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην |
| book 13.75.1 | ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελον Ἄσκρην, |
| book 13.75.2 | πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος, |
| book 13.75.3 | Γραίης θ’ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ, |
| book 13.1 | Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος, |
| book 13.2 | καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου· |
| book 13.80.1 | τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης |
| book 13.80.2 | Ἀκταίων πρόμος ἦεν, ἐπ’ ἠιθέοιο δὲ νίκῃ |
| book 13.80.3 | πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων. |
| book 13.80.4 | Βοιωτῶν δ’ ἑτέροιο προηγεμόνευεν ὁμίλου |
| book 13.80.5 | εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην, |
| book 13.85.1 | ἀρτιθαλής, Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ |
| book 13.85.2 | κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ |
| book 13.85.3 | εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς, |
| book 13.85.4 | νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων |
| book 13.85.5 | σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ. |
| book 13.90.1 | τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην, |
| book 13.90.2 | ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν, |
| book 13.90.3 | δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην· |
| book 13.90.4 | καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, |
| book 13.90.5 | οἵ τ’ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει |
| book 13.95.1 | Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων, |
| book 13.95.2 | οἵ θ’ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης, |
| book 13.95.3 | ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος, |
| book 13.1 | ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων |
| book 13.2 | Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης, |
| book 13.1 | εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις |
| book 13.2 | εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων, |
| book 13.3 | αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης, |
| book 13.4 | καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο γαίης, |
| book 13.5 | οἵ τ’ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν, |
| book 13.105.1 | Αὐλίδα πετρήεσσαν, ἐδέθλιον Ἰοχεαίρης, |
| book 13.105.2 | ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ |
| book 13.105.3 | δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης, |
| book 13.105.4 | καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ, |
| book 13.105.5 | ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης, |
| book 13.110.1 | ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος |
| book 13.110.2 | ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει |
| book 13.110.3 | Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης, |
| book 13.110.4 | ὁλκάσι δ’ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης |
| book 13.110.5 | ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης, |
| book 13.115.1 | νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην, |
| book 13.115.2 | κούρη δ’ ὀψὲ μολοῦσα μετάρσιος ἐς χθόνα Ταύρων |
| book 13.115.3 | φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων, |
| book 13.115.4 | ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ |
| book 13.115.5 | γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην. |
| book 13.120 | Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρῶν |
| book 13.1 | Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ. |
| book 13.2 | τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ |
| book 13.3 | ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου |
| book 13.4 | εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω |
| book 13.125.1 | Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἣ περὶ μορφῆς |
| book 13.125.2 | αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ· |
| book 13.125.3 | οἵ τε λάχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν, |
| book 13.125.4 | Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα, |
| book 13.125.5 | γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων |
| book 13.130.1 | κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ, |
| book 13.130.2 | Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς |
| book 13.130.3 | Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη |
| book 13.130.4 | καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς |
| book 13.130.5 | Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ. |
| book 13.135.1 | Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται |
| book 13.135.2 | παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου, |
| book 13.135.3 | οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ |
| book 13.135.4 | νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις, |
| book 13.135.5 | τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ |
| book 13.140 | εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθα μιν Ἰνὼ |
| book 13.1 | Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύνθου· |
| book 13.2 | οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου, |
| book 13.3 | Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων |
| book 13.4 | Δαμνεύς τ’ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων |
| book 13.145.1 | σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς, |
| book 13.145.2 | οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ |
| book 13.145.3 | Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης |
| book 13.145.4 | Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες |
| book 13.145.5 | Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται |
| book 13.1 | ἐς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας, |
| book 13.2 | ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ |
| book 13.3 | Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ, |
| book 13.4 | καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος |
| book 13.5 | νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων, |
| book 13.155.1 | Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν, |
| book 13.155.2 | οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ |
| book 13.155.3 | κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη. |
| book 13.155.4 | τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων, |
| book 13.155.5 | οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω, |
| book 13.160.1 | καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου |
| book 13.160.2 | ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ’ ἔχον ἄκρην, |
| book 13.1 | ἄκρην κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ, |
| book 13.2 | καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην |
| book 13.3 | Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς· |
| book 13.165.1 | τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη |
| book 13.165.2 | Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων. |
| book 13.165.3 | ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ’ ἕνα πάντες |
| book 13.165.4 | θυμὸν ἔχον κατ’ ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ |
| book 13.165.5 | Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου, |
| book 13.170.1 | δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις. |
| book 13.170.2 | Κεκροπίδας δ’ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς, |
| book 13.170.3 | χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων, |
| book 13.170.4 | τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος |
| book 13.170.5 | παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ |
| book 13.175.1 | παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ |
| book 13.175.2 | παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ |
| book 13.175.3 | Ἡφαιστηιάδην, ὅτε δύσγαμος Ἀμφιγυήεις |
| book 13.175.4 | ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ, |
| book 13.175.5 | θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων· |
| book 13.180 | τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς, |
| book 13.1 | Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα ... |
| book 13.2 | οἳ λάχον Οἰνώνης γόνιμον πέδον, οἵ τε καρήνων |
| book 13.3 | γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους |
| book 13.4 | καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος, |
| book 13.185.1 | οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης, |
| book 13.185.2 | ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης, |
| book 13.185.3 | καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης, |
| book 13.185.4 | οἵ τ’ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς, |
| book 13.185.5 | μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης, |
| book 13.190.1 | Τριπτολέμου γεγαῶτες ἀφ’ αἵματος, ὅς ποτε Δηοῦς |
| book 13.190.2 | δίφρον ἐχιδνήεντα δι’ ἠέρος ἡνιοχεύων |
| book 13.190.3 | στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων· |
| book 13.190.4 | καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων |
| book 13.190.5 | παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς· |
| book 13.195.1 | καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ |
| book 13.195.2 | σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων |
| book 13.195.3 | εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι, |
| book 13.195.4 | ἐσσυμένων δ’ ἐς ἄρηα λιμὴν ἤχησε Φαληρεύς· |
| book 13.195.5 | καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην |
| book 13 | χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ. |
| book 13.1 | Ἀτθίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις |
| book 13.2 | ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ, |
| book 13.3 | αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς· |
| book 13.4 | ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δ’ ἄλλων |
| book 13.205.1 | χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ· |
| book 13.205.2 | Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ, |
| book 13.205.3 | οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ, |
| book 13.205.4 | ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν |
| book 13.205.5 | ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας |
| book 13.210.1 | φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς, |
| book 13.210.2 | καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ |
| book 13.210.3 | ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἐσμὸς ἀρούρης |
| book 13.210.4 | εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ· |
| book 13.210.5 | τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ |
| book 13.215.1 | Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης, |
| book 13.215.2 | φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα, |
| book 13.215.3 | καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη |
| book 13.215.4 | οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών, |
| book 13.215.5 | δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα |
| book 13.220.1 | Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι· |
| book 13.220.2 | ‘καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.‘ |
| book 13.220.3 | Κρήτης δ’ ἡγεμόνευε πολυγλώσσων ναετήρων |
| book 13.1 | Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ |
| book 13.2 | ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη |
| book 13.225.1 | λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης |
| book 13.225.2 | Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ· |
| book 13.225.3 | ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ |
| book 13.225.4 | ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης |
| book 13.225.5 | πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως, |
| book 13.230.1 | Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ |
| book 13.230.2 | πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι, |
| book 13.230.3 | οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ’ ἀπὸ Λύκτου |
| book 13.230.4 | Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ |
| book 13.230.5 | ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται |
| book 13.235.1 | καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου ... |
| book 13.235.2 | καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης |
| book 13.235.3 | καὶ δάπεδον Κισάμοιο, καὶ ἄλσεα καλὰ Κυταίου. |
| book 13.235.4 | τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ |
| book 13.235.5 | θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην |
| book 13.240 | Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ, |
| book 13.1 | νίκης ἐσσομένης πρωτάγγελος· ἀλλ’ ἐνὶ χάρμῃ |
| book 13.2 | νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης |
| book 13.3 | νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν |
| book 13.4 | πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης, |
| book 13.245.1 | ἀλλὰ βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης |
| book 13.245.2 | Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης, |
| book 13.245.3 | καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσσας |
| book 13.245.4 | ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων |
| book 13.245.5 | Ἀστερίους τ’ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα λαοῖς |
| book 13.1 | Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ |
| book 13.2 | πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσσας |
| book 13.3 | αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ. |
| book 13.4 | μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων, |
| book 13.5 | ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ, |
| book 13.255.1 | ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων |
| book 13.255.2 | αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ |
| book 13.255.3 | ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης· |
| book 13.255.4 | ἀμφοτέροις δ’ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου· |
| book 13.255.5 | ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων |
| book 13.260 | ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης, |
| book 13.1 | ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης |
| book 13.2 | δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης· |
| book 13.3 | καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐδὲ τετάρτου |
| book 13.4 | κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου, |
| book 13.265.1 | καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου |
| book 13.265.2 | ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης |
| book 13.265.3 | εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου· |
| book 13.265.4 | καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ’ ἄλλῳ |
| book 13.265.5 | ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ, |
| book 13.270.1 | εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου· |
| book 13.270.2 | Ζεὺς δὲ μελιρραθάμιγγος † ἐθάμβεεν ἔργα μελίσσης |
| book 13.270.3 | δαιδαλέην τ’ ὠδῖνα φιλοσμήνου τοκετοῖο, |
| book 13.270.4 | δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ |
| book 13.270.5 | ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης. |
| book 13.275.1 | ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν, |
| book 13.275.2 | ὄψιμος εὐνήσας πρότερον χόλον, Ἀρκάδα πέτρην, |
| book 13.275.3 | ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην· |
| book 13.1 | οὔ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ, |
| book 13.2 | οὔ πω δ’ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης |
| book 13.280.1 | Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην, |
| book 13.280.2 | οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην |
| book 13.280.3 | Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο |
| book 13.280.4 | ἐννύχιος πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ |
| book 13.280.5 | θερμὸν ἀκοντίζοντα δι’ αἰθέρος αἴθοπι λαιμῷ |
| book 13.285.1 | ἄσθμασι λεπταλέοισι καταψύχουσιν ἀῆται· |
| book 13.285.2 | ἀλλ’ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ |
| book 13.285.3 | λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης, |
| book 13.285.4 | οἵ τ’ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου |
| book 13.285.5 | καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην |
| book 13.290.1 | Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην |
| book 13.290.2 | Παρρασίην τ’ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης |
| book 13.290.3 | ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης, |
| book 13.290.4 | καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα, |
| book 13.290.5 | Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων, |
| book 13.295.1 | οἵ τ’ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ |
| book 13.295.2 | Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων |
| book 13.1 | στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην· |
| book 13.2 | τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ |
| book 13.3 | ἀνδράσι μαρναμένους νομάδας κύνας εἰς μόθον ἕλκων, |
| book 13.1 | τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη, |
| book 13.2 | Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη, |
| book 13.3 | ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων |
| book 13.4 | ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ. |
| book 13.5 | καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην |
| book 13.305.1 | αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων· |
| book 13.305.2 | παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην |
| book 13.305.3 | δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου |
| book 13.305.4 | ὠμαδίῳ τελαμῶνι κατεκλήισε φαρέτρην. |
| book 13.305.5 | τῷ δ’ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης, |
| book 13.310.1 | καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται, |
| book 13.310.2 | Κιλλυρίων τ’ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων |
| book 13.310.3 | ἕδρανον ἀμφενέμοντο, καὶ οἳ Κατάνην παρὰ λίμνην |
| book 13.310.4 | γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ |
| book 13.310.5 | Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων |
| book 13.315.1 | τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ· |
| book 13.315.2 | οἵ τ’ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ |
| book 13.315.3 | Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ, |
| book 13.1 | Ὕβλης θ’ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης, |
| book 13.2 | ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης |
| book 13.320.1 | θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς, |
| book 13.320.2 | οἵ τε δόμους ἐδάσαντο παρ’ ὀφρυόεντι Πελώρῳ, |
| book 13.320.3 | καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου, |
| book 13.320.4 | καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει |
| book 13.320.5 | στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης, |
| book 13.325.1 | πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου |
| book 13.325.2 | ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ, |
| book 13.325.3 | θερμὸν ἔχων ψυχροῖο δι’ ὕδατος ἁπτόμενον πῦρ. |
| book 13.325.4 | τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσσας |
| book 13.325.5 | Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης, |
| book 13.330.1 | τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη, |
| book 13.330.2 | σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ |
| book 13.330.3 | ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου. |
| book 13.330.4 | καὶ Λίβυες στρατόωντο παρ’ Ἑσπέριον κλίμα γαίης |
| book 13.330.5 | ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου· |
| book 13.335.1 | κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις |
| book 13.335.2 | εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην |
| book 13.335.3 | σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν |
| book 13.335.4 | γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη, |
| book 13 | ἣν Χαρίτην ὀνόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ |
| book 13.340.1 | Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη Χάρις ἄλλη, |
| book 13.340.2 | τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ |
| book 13.340.3 | ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ |
| book 13.340.4 | φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος ἄρης, |
| book 13.340.5 | λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων |
| book 13.345.1 | χερσὶ χαμαιγενέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης |
| book 13.345.2 | Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης, |
| book 13.345.3 | Ἑσπερίων δ’ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων |
| book 13.345.4 | σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ· |
| book 13.345.5 | κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ |
| book 13.1 | Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης, |
| book 13.2 | Νύμφαι δ’ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου |
| book 13.3 | Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν, |
| book 13.4 | χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην, |
| book 13.5 | νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων |
| book 13.355.1 | Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ |
| book 13.355.2 | βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις |
| book 13.355.3 | ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη |
| book 13.355.4 | χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης· |
| book 13 | καὶ μέλος ἀστραίης κιθάρης ἐπὶ κῶμον ἐγείρας |
| book 13.360.1 | μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ |
| book 13.360.2 | οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας, |
| book 13.360.3 | καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ· |
| book 13.360.4 | καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης |
| book 13.360.5 | δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ, |
| book 13.365.1 | δωμήσας πολίων ἑκατοντάδα, δῶκε δ’ ἑκάστῃ |
| book 13.365.2 | δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις. |
| book 13.365.3 | κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ |
| book 13.365.4 | μαρναμένου Βρομίοιο προασπιστῆρες ἐνυοῦς, |
| book 13.365.5 | τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης |
| book 13.370.1 | καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους, |
| book 13.370.2 | μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων |
| book 13.370.3 | ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης |
| book 13.370.4 | ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς· |
| book 13.370.5 | οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ |
| book 13.375.1 | ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης, |
| book 13.375.2 | Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων |
| book 13.375.3 | ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών. |
| book 13.375.4 | τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ |
| book 13 | πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη |
| book 13.380.1 | Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος |
| book 13.380.2 | Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ |
| book 13.380.3 | νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς |
| book 13.380.4 | ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης· |
| book 13.380.5 | αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον ἄρεα νηῶν |
| book 13.385.1 | ναύμαχον ἐσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ |
| book 13.385.2 | ἠερίοις ἀνέμοισιν ἀναστήσειεν ἐνυώ, |
| book 13.385.3 | ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου |
| book 13.385.4 | Αἰολίης στόλος ἦλθε σακεσπάλος, ἀλλὰ μανέντος |
| book 13.385.5 | ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ |
| book 13.390.1 | ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται, |
| book 13.390.2 | συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην, |
| book 13.390.3 | καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ. |
| book 13.390.4 | Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται, |
| book 13.390.5 | κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης ... |
| book 13.395.1 | Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην, |
| book 13.395.2 | Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τ’ ἔχον ἄμφω, |
| book 13.395.3 | ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην, |
| book 13.395.4 | καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης |
| book 13.395.5 | ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ, |
| book 13.1 | καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων |
| book 13.2 | κτίσμα, φατιζομένης Περσηίδος ὁππόθι κούρης |
| book 13.3 | μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι, |
| book 13.4 | οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης |
| book 13.5 | Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ |
| book 13.405.1 | Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω. |
| book 13.405.2 | τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ |
| book 13.405.3 | Ἠλέκτρης ὁμόφυλον ἐπιστώσαντο γενέθλην· |
| book 13.405.4 | κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης, |
| book 13.405.5 | Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ |
| book 13.410.1 | κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα. |
| book 13.410.2 | τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ |
| book 13.410.3 | Ἠλέκτρης ἀνέτελλε δι’ αἰθέρος ἕβδομος ἀστὴρ |
| book 13.410.4 | δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ |
| book 13.410.5 | Πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ |
| book 13.415.1 | γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ, |
| book 13.415.2 | καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ |
| book 13.415.3 | Ὤγυρος ἡγεμόνευεν ἐς ἄρεα δεύτερος Ἄρης, |
| book 13.415.4 | Ὤγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων· |
| book 13.415.5 | τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου |
| book 13.420.1 | αὐχενίου τε τένοντος ὀπισθοκόμων ἐπὶ νώτων |
| book 13.420.2 | ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις |
| book 13.420.3 | ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν |
| book 13.420.4 | μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης, |
| book 13 | βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ |
| book 13.425.1 | φέρτερος ἄλλος ἵκανεν Ἑώιον ἐς μόθον Ἰνδῶν |
| book 13.425.2 | νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην |
| book 13.425.3 | Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι. |
| book 13.425.4 | καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσσας |
| book 13.425.5 | Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης, |
| book 13.430.1 | Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης |
| book 13.430.2 | νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ. |
| book 13.430.3 | Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ |
| book 13.430.4 | εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί, |
| book 13.430.5 | οἵ τε λάχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου, |
| book 13.435.1 | Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων, |
| book 13.435.2 | Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε κύκλῳ |
| book 13.435.3 | ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης |
| book 13.435.4 | ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς— |
| book 13.435.5 | ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ |
| book 13.440.1 | Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση |
| book 13.440.2 | καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου |
| book 13.440.3 | ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς, |
| book 13.440.4 | ἑζομένην λοφιῇσιν ἐλαφρίζων Ἀφροδίτην—, |
| book 13 | οἵ τ’ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ |
| book 13.445.1 | καὶ Τάμασον καὶ Τέμβρον Ἐρύσθειάν τε πολίχνην |
| book 13.445.2 | καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου· |
| book 13.445.3 | ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου, |
| book 13.445.4 | ὕστερον ἣν ἐκάλεσσαν ἐπώνυμον ἡγεμονῆος, |
| book 13.445.5 | ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ |
| book 13.1 | κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις· |
| book 13.2 | οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πάτρην |
| book 13.3 | ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης |
| book 13.4 | αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας |
| book 13.5 | ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων, |
| book 13.455.1 | οἵ τ’ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης, |
| book 13.455.2 | καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων, |
| book 13.455.3 | ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης, |
| book 13.455.4 | ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ, |
| book 13.455.5 | Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα |
| book 13.460.1 | Κύπρις ἀνεχλαίνωσε λελουμένον υἱέα Μύρρης, |
| book 13.460.2 | καὶ πόλιν ἀρχεγόνου ποτὲ Περσέος, εἰσόκε Τεῦκρος, |
| book 13.460.3 | καλλείψας Σαλαμῖνα χολωομένου Τελαμῶνος, |
| book 13.460.4 | ὁπλοτέρην πύργωσεν ἀειδομένην Σαλαμῖνα. |
| book 13.460.5 | Λυδῶν δ’ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τ’ ἔχον ἄμφω, |
| book 13.465.1 | Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην, |
| book 13.465.2 | οἵ τε Τορήβιον εὐρύ, καὶ οἳ Πλούτοιο τιθήνας |
| book 13.465.3 | Σάρδιας εὐώδινας, ὁμήλικας Ἠριγενείης, |
| book 13.465.4 | καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ |
| book 13.465.5 | ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου |
| book 13.470.1 | Ῥείῃ πρῶτα κέρασσε, πόλιν δ’ ὀνόμηνε Κεράσσας, |
| book 13.470.2 | καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου |
| book 13.470.3 | ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν |
| book 13.470.4 | ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης· |
| book 13.470.5 | καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς |
| book 13.475.1 | θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ |
| book 13.475.2 | ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ |
| book 13.1 | αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι, |
| book 13.2 | γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων· |
| book 13.3 | ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσσας |
| book 13.480.1 | ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ, |
| book 13.480.2 | μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ, |
| book 13.480.3 | γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης, |
| book 13.480.4 | ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν, |
| book 13.480.5 | τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι· |
| book 13.485.1 | „στῆθι, τάλαν“· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ |
| book 13.485.2 | ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ |
| book 13.485.3 | ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ, |
| book 13.485.4 | γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ· |
| book 13.485.5 | οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ |
| book 13.490.1 | αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην |
| book 13.490.2 | γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶχε δὲ κάμνων |
| book 13.490.3 | ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ· |
| book 13.490.4 | καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ, |
| book 13.490.5 | ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς, |
| book 13.495.1 | καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ |
| book 13.495.2 | ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ, |
| book 13.495.3 | οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ. |
| book 13.495.4 | ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών. |
| book 13.495.5 | τοὺς δὲ λίγα κροτέοντας ὑπ’ εὐρύθμῳ χθόνα ταρσῷ |
| book 13.1 | καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν· |
| book 13.2 | καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων |
| book 13.3 | τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει |
| book 13.4 | εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων· |
| book 13.5 | τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην |
| book 13.505.1 | Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ, |
| book 13.505.2 | ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ· |
| book 13.505.3 | καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων, |
| book 13.505.4 | καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί, |
| book 13.505.5 | καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν |
| book 13.510.1 | χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι. |
| book 13.510.2 | καὶ Φρύγες ἐστρατόωντο παρ’ ἐγρεμόθων στίχα Λυδῶν, |
| book 13.510.3 | οἵ τε λάχον Βούδειαν, ἀειδομένην τε πολίχνην |
| book 13.510.4 | δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης, |
| book 13.510.5 | οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις |
| book 13.515.1 | Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ, |
| book 13.515.2 | καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς |
| book 13.515.3 | χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς· |
| book 13.1 | τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν |
| book 13.2 | γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης. |
| book 13.520.1 | τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην, |
| book 13.520.2 | Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης· |
| book 13.520.3 | ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς, |
| book 13.520.4 | ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ, |
| book 13.520.5 | καὶ δρύες ἐκρύφθησαν ἀκανθοφόροις τ’ ἐνὶ βήσσαις |
| book 13.525.1 | διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι, |
| book 13.525.2 | ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ |
| book 13.525.3 | καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων, |
| book 13.525.4 | Πρίασος Ἀονίης μετανάσσατο κόλπον ἀρούρης, |
| book 13.525.5 | Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ· |
| book 13.530.1 | αἰεὶ δ’ ἀλλοδαποῖσι παρ’ ἀνδράσι δάκρυα λείβων |
| book 13.530.2 | μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν, |
| book 13.530.3 | Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ· |
| book 13.530.4 | ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην |
| book 13.530.5 | Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων |
| book 13.535.1 | κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ· |
| book 13.535.2 | καὶ ῥόον Ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ |
| book 13.535.3 | εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης, |
| book 13.535.4 | καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι· |
| book 13.535.5 | καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσσας |
| book 13.540.1 | Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην, |
| book 13.540.2 | καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ |
| book 13.540.3 | νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων |
| book 13.540.4 | Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου, |
| book 13.540.5 | Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου |
| book 13.545.1 | Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί. |
| book 13.545.2 | Ἀστερίου δ’ ἀπάνευθεν ἑοῦ γενέταο μολόντος |
| book 13.545.3 | ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ |
| book 13.545.4 | Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν |
| book 13.545.5 | λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν· |
| book 13.1 | οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν |
| book 13.2 | γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν |
| book 13.3 | ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων |
| book 13.4 | Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην |
| book 13.5 | Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος, |
| book 13.555.1 | ὀλβίζων ὑπ’ ἔρωτι μεμηλότα γείτονι πέτρῃ |
| book 13.555.2 | νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Σελήνης· |
| book 13.555.3 | ἀλλ’ ἔτι Βυβλὶς ἔην φιλοπάρθενος, ἀλλ’ ἔτι θήρην |
| book 13.555.4 | Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων· |
| book 13.555.5 | οὔ πω δ’, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος, |
| book 13.560.1 | δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη, |
| book 13.560.2 | καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς. |
| book 13.1 | τῷ δ’ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί, |
| book 13.2 | οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ |
| book 13.3 | εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο, |
| book 13.565.1 | Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων. |
| book 13.565.2 | τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ |
| book 13.565.3 | λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαὶ |
| book 13 | Μυγδονίης τε πόληος ἐκυκλώθησαν ἀγυιαί. |
| book 14.1.1 | Ῥείη δ’ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ |
| book 14.1.2 | αὐχένα λαχνήεντα περισφίγξασα λεόντων, |
| book 14.1.3 | σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις |
| book 14.1.4 | ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ· |
| book 14.5.1 | θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ |
| book 14.5.2 | ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου |
| book 14.5.3 | εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς· |
| book 14.5.4 | καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν |
| book 14.5.5 | Νηιάδας καλέουσα καὶ ἀγριάδος στίχας ὕλης. |
| book 14.10.1 | δαιμονίη δ’ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς, |
| book 14.10.2 | πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν |
| book 14.10.3 | ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη· |
| book 14.10.4 | καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην |
| book 14.10.5 | Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ. |
| book 14.15 | ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην |
| book 14.1 | καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι. |
| book 14.2 | πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης |
| book 14.3 | φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ |
| book 14.4 | υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους, |
| book 14.20.1 | οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω |
| book 14.20.2 | οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ· |
| book 14.20.3 | Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος. |
| book 14.20.4 | καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ |
| book 14.20.5 | Δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης, |
| book 14.25.1 | Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείη |
| book 14.25.2 | ἐκ χθονὸς αὐτοτέλεστον ἀνεβλάστησε γενέθλην· |
| book 14.25.3 | οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ |
| book 14.25.4 | Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις, |
| book 14.25.5 | κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα, |
| book 14.30.1 | ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ |
| book 14.30.2 | ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ |
| book 14.30.3 | κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις· |
| book 14.30.4 | καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων |
| book 14.30.5 | Πύρριχος Ἰδαῖός τε σακεσπάλος, οἷς ἅμα βαίνων |
| book 14.35.1 | Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας. |
| book 14.35.2 | καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες ἐς μόθον Ἰνδῶν |
| book 14.1 | ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης· |
| book 14.2 | καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν |
| book 14.3 | ἦλθε Λύκος, καὶ Σκέλμις ἐφέσπετο Δαμναμενῆι |
| book 14.40.1 | πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης, |
| book 14.40.2 | Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται, |
| book 14.40.3 | δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ |
| book 14.40.4 | πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης |
| book 14.40.5 | Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης, |
| book 14.45.1 | υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης |
| book 14.45.2 | χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ |
| book 14.45.3 | ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν, |
| book 14.45.4 | ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας. |
| book 14.45.5 | τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη ... |
| book 14.1 | ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων |
| book 14.2 | ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην. |
| book 14.3 | Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ |
| book 14.4 | χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι |
| book 14.5 | ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι, |
| book 14.55.1 | καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ, |
| book 14.55.2 | καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί· |
| book 14.1 | καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος |
| book 14.2 | πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί, |
| book 14.3 | Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς |
| book 14.60.1 | Ἄργης τε Τραχίος τε καὶ αὐχήεις Ἁλιμήδης. |
| book 14.60.2 | ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος ἐνυοῦς |
| book 14.60.3 | ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου, |
| book 14.60.4 | ὅττι μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν |
| book 14.60.5 | ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ |
| book 14.65.1 | ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ, |
| book 14.65.2 | νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ. |
| book 14.65.3 | καὶ σκοπέλων ναετῆρες ἀπ’ αὐτορόφοιο μελάθρου, |
| book 14.65.4 | οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος, |
| book 14.65.5 | Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ |
| book 14.70.1 | ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή· |
| book 14.70.2 | καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου |
| book 14.70.3 | δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ |
| book 14.70.4 | Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος. |
| book 14.70.5 | τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ, |
| book 14.75.1 | τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγοκόρῳ δὲ |
| book 14.75.2 | ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ |
| book 14.75.3 | αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν· |
| book 14.1 | ἄλλος δ’ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν |
| book 14.2 | ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου· |
| book 14.80.1 | καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς· |
| book 14.80.2 | καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ· |
| book 14.80.3 | Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ |
| book 14.80.4 | Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ |
| book 14.80.5 | γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην |
| book 14.85.1 | οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης· |
| book 14.85.2 | καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην. |
| book 14.85.3 | τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς |
| book 14.85.4 | κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις· |
| book 14.85.5 | τὸν μὲν ὀρεστιάδος † Σώσης μετανεύμενος εὐνὴν |
| book 14.90.1 | μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς, |
| book 14.90.2 | Ἀγρέα θηροφόνου μελέτῃ πεπυκασμένον ἄγρης· |
| book 14.90.3 | τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης |
| book 14.90.4 | δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης, |
| book 14.90.5 | ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας |
| book 14.95.1 | ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην. |
| book 14.95.2 | καὶ παλάμην νάρθηκι γέρων Σιληνὸς ἐρείσας |
| book 14.95.3 | δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης, |
| book 14.1 | τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ |
| book 14.2 | Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς, |
| book 14.1 | χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος |
| book 14.2 | γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων |
| book 14.3 | νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ, |
| book 14.4 | ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ |
| book 14.5 | πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη. |
| book 14.105.1 | καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες |
| book 14.105.2 | Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης, |
| book 14.105.3 | καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ· |
| book 14.105.4 | ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ |
| book 14.105.5 | Πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς, |
| book 14.110.1 | καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην |
| book 14.110.2 | Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ, |
| book 14.110.3 | σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ, |
| book 14.110.4 | καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς |
| book 14.110.5 | Ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις, |
| book 14.115.1 | τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης, |
| book 14.115.2 | ῥίζα γονῆς Ἕλληνος, ἀπ’ ἀρχεγόνοιο δὲ Δώρου |
| book 14.115.3 | Δωρίδος ἐβλάστησεν Ἀχαιικὸν αἷμα γενέθλης· |
| book 14.115.4 | τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης |
| book 14.115.5 | οὐρανίου κήρυκος, ἀεξινόοιο τοκῆος. |
| book 14.120.1 | αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις |
| book 14.120.2 | πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ |
| book 14.120.3 | μοῦνον ἀπειλητῆρες, ἀεὶ φεύγοντες ἐνυώ, |
| book 14.120.4 | νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί, |
| book 14.120.5 | ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων |
| book 14.125.1 | οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν· |
| book 14.125.2 | τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης |
| book 14.125.3 | παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος ... |
| book 14.125.4 | κοσμῆσαί τε φάλαγγα· κορυσσομένου δὲ Λυαίου |
| book 14.125.5 | οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο βοείαις, |
| book 14.130.1 | οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων, |
| book 14.130.2 | ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας, |
| book 14.130.3 | οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις, |
| book 14.130.4 | οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων |
| book 14.130.5 | ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα. |
| book 14.135 | τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ |
| book 14.1 | ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης, |
| book 14.2 | ψεδνὴ δ’ ὀξυόεντι καρήατι φύετο χαίτη |
| book 14.3 | ἀκροφανὴς σκολιοῖσιν † ἐπ’ ἀνδράσιν, οὔατα δ’ ἄμφω |
| book 14.4 | νισομένων πτερόεντες ἀνερρίπιζον ἀῆται |
| book 14.140.1 | ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις |
| book 14.140.2 | ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου |
| book 14.140.3 | ὄρθιος ἀμφιέλικτος ἀπ’ ἰξύος ἔρρεεν οὐρή. |
| book 14.140.4 | ἀνδροφυὴς δ’ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη, |
| book 14.140.5 | Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη |
| book 14.145.1 | ἀλλοφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ |
| book 14.145.2 | Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ, |
| book 14.145.3 | ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην, |
| book 14.145.4 | καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην, |
| book 14.145.5 | Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο, |
| book 14.1 | παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου, |
| book 14.2 | οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ |
| book 14.3 | πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ, |
| book 14.4 | αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην, |
| book 14.5 | εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ |
| book 14.155.1 | πῇ μὲν ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης |
| book 14.155.2 | κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ |
| book 14.155.3 | ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων |
| book 14.155.4 | ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν· |
| book 14.155.5 | πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν |
| book 14.160.1 | μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη |
| book 14.160.2 | ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης |
| book 14.160.3 | χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν, |
| book 14.160.4 | καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην |
| book 14.160.5 | θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ |
| book 14.165.1 | στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ... |
| book 14.165.2 | παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης |
| book 14.165.3 | πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην. |
| book 14.165.4 | καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη |
| book 14.165.5 | πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου, |
| book 14.170.1 | μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου· |
| book 14.170.2 | καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ |
| book 14.170.3 | Θεσσαλίδος δολόεντα † παρ’ ἀχλύος ἄνθεα ποίης |
| book 14.170.4 | ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ, |
| book 14.170.5 | μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων· |
| book 14.175.1 | καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ |
| book 14.175.2 | ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς. |
| book 14.175.3 | τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή, |
| book 14.175.4 | ἱππείη δ’ ἀνέτελλε δι’ ἰξύος ὄρθιος οὐρὴ |
| book 14.175.5 | ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος, |
| book 14.180.1 | καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη, |
| book 14.180.2 | ὄμματα δ’ εὐρύνοντο τανυκραίροιο μετώπου, |
| book 14.180.3 | καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων, |
| book 14.180.4 | γναθμοὶ δ’ ἀργιόδοντες ἐμηκύνοντο γενείων, |
| book 14.180.5 | ξείνη δ’ αὐτοτέλεστος ἀπ’ ἰξύος εἰς πόδας ἄκρους |
| book 14.185.1 | ἀμφιλαφὴς λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη. |
| book 14.185.2 | δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες, |
| book 14.185.3 | Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ |
| book 14.185.4 | σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς, |
| book 14.185.5 | καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ |
| book 14.190.1 | Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω |
| book 14.190.2 | Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην, |
| book 14.190.3 | εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων. |
| book 14.190.4 | Κενταύρων δ’ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη, |
| book 14 | Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελος αὔραις |
| book 14.195.1 | ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος, |
| book 14.195.2 | μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην, |
| book 14.195.3 | Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσσας |
| book 14.195.4 | ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην· |
| book 14.195.5 | ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ |
| book 14.1 | παιδογόνων προχέων φιλοτήσιον ὄμβρον Ἐρώτων· |
| book 14.2 | γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην |
| book 14.3 | ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην. |
| book 14.4 | τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι, |
| book 14.5 | αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης |
| book 14.205.1 | ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων. |
| book 14.205.2 | Νύμφαι δ’ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ |
| book 14.205.3 | λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς, |
| book 14.205.4 | αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ |
| book 14.205.5 | μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπνας |
| book 14.210.1 | γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι |
| book 14.210.2 | ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης, |
| book 14.210.3 | συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι |
| book 14.210.4 | ἐς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι |
| book 14 | τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης, |
| book 14.215.1 | αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ, |
| book 14.215.2 | ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις· |
| book 14.215.3 | χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ |
| book 14.215.4 | Μαινάδες ὡμάρτησαν ἀταρβέες ἐς μόθον Ἰνδῶν· |
| book 14.215.5 | ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ |
| book 14.220.1 | κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι, |
| book 14.220.2 | Αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη |
| book 14.220.3 | καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις, |
| book 14.220.4 | Σιλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ |
| book 14.220.5 | Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ |
| book 14.225.1 | Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη, |
| book 14.225.2 | Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ |
| book 14.225.3 | οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή. |
| book 14.225.4 | κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ, |
| book 14.225.5 | πάντων δ’ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης |
| book 14.230.1 | ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων |
| book 14.230.2 | οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ, |
| book 14.230.3 | οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις, |
| book 14.1 | χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου |
| book 14.2 | ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ, |
| book 14.235.1 | κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς |
| book 14.235.2 | δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης |
| book 14.235.3 | ἄργυφα πορφυρέοις ἐνεθήκατο ταρσὰ κοθόρνοις, |
| book 14.235.4 | νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας, |
| book 14.235.5 | στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων· |
| book 14.240.1 | λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου, |
| book 14.240.2 | χρύσεον εὐποίητον, ἀπ’ οἰνοχύτου δὲ κεραίης |
| book 14.240.3 | ὄρθιος ἡδυπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης· |
| book 14.240.4 | χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ, |
| book 14.240.5 | δεξιτερῇ κούφιζεν, ἐπ’ ἀκροτάτῳ δὲ κορύμβῳ |
| book 14.245.1 | χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή. |
| book 14.245.2 | καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην. |
| book 14.245.3 | ἀλλ’ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς |
| book 14.245.4 | χρύσεον εὐποίητον ἐδύσατο κόσμον ἐνυοῦς, |
| book 14.245.5 | εὔια καλλείψας χοροτερπέος ἔνδια Ῥείης |
| book 14.1 | Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δ’ ἅμα Βάκχαις |
| book 14.2 | δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί· |
| book 14.3 | οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης |
| book 14.1 | φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου, |
| book 14.2 | πολλαὶ δ’ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ |
| book 14.255.1 | νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας· |
| book 14.255.2 | καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ |
| book 14.255.3 | ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν· |
| book 14.255.4 | ἄλλοι δ’ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις |
| book 14.255.5 | ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης. |
| book 14.260.1 | καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης |
| book 14.260.2 | αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι, |
| book 14.260.3 | κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις |
| book 14.260.4 | χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ· |
| book 14.260.5 | καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην |
| book 14.265.1 | εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ... |
| book 14.265.2 | καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου |
| book 14.265.3 | ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ, |
| book 14.265.4 | ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν. |
| book 14.265.5 | καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου |
| book 14.270.1 | Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης, |
| book 14.270.2 | λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην· |
| book 14.270.3 | καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ |
| book 14.270.4 | δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν· |
| book 14.270.5 | „μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί, |
| book 14.275.1 | παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας ἐνυὼ |
| book 14.275.2 | λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων, |
| book 14.275.3 | μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ, |
| book 14.275.4 | μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην |
| book 14.275.5 | γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος. |
| book 14.280.1 | Ῥείη χωομένη δύναται πλέον Ἰοχεαίρης· |
| book 14.280.2 | Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ |
| book 14.280.3 | Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβειν.“ |
| book 14.280.4 | τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή. |
| book 14.280.5 | καὶ θεὸς ἀμπελόεις Φρυγίην μετὰ πέζαν ἐρίπνης |
| book 14.285.1 | Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται |
| book 14.285.2 | πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην, |
| book 14.285.3 | καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας, |
| book 14.285.4 | αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ, |
| book 14.285.5 | εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην. |
| book 14.290.1 | Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι |
| book 14.290.2 | εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ |
| book 14.290.3 | πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων |
| book 14.290.4 | οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ |
| book 14.290.5 | νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη. |
| book 14.295.1 | εἰς ἐνοπὴν δ’ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων |
| book 14.295.2 | ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν |
| book 14.1 | καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην |
| book 14.2 | κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων. |
| book 14.3 | τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας ἐνυοῦς |
| book 14.1 | ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν· |
| book 14.2 | καί σφισι νισομένοισι συνέστιχεν αἰγίβοτος Πάν, |
| book 14.3 | στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην. |
| book 14.4 | Ἥρη δ’ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ, |
| book 14.5 | οὐλοκόμῳ Μελανῆι, μὴ οἴνοπα θύρσον ἀείρειν |
| book 14.305.1 | Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν, |
| book 14.305.2 | μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν, |
| book 14.305.3 | ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ· |
| book 14.305.4 | καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν· |
| book 14.305.5 | „ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων. |
| book 14.310.1 | Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ, |
| book 14.310.2 | χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου· |
| book 14.310.3 | ἔγχεϊ δ’ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ, |
| book 14.310.4 | Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ |
| book 14.310.5 | οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.“ |
| book 14.315 | ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων, |
| book 14.1 | μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ. |
| book 14.2 | καὶ Βρομίου κήρυκες ἐπήλυθον· ἀγχιφανὴς δὲ |
| book 14.3 | Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν, |
| book 14.4 | μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων, |
| book 14.320.1 | μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου. |
| book 14.320.2 | οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ |
| book 14.320.3 | φύξιμον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ. |
| book 14.320.4 | καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν. |
| book 14.320.5 | οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς ἐνυώ, |
| book 14.325.1 | ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν· |
| book 14.325.2 | καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων, |
| book 14.325.3 | Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης, |
| book 14.325.4 | δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου. |
| book 14.325.5 | ἀλλ’ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ |
| book 14.330.1 | ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες, |
| book 14.330.2 | κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί, |
| book 14.330.3 | Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι |
| book 14.330.4 | χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου |
| book 14.330.5 | Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις |
| book 14.335 | Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ |
| book 14.1 | οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης, |
| book 14.2 | ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο· |
| book 14.3 | εἰς ἐνοπὴν δ’ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί, |
| book 14.4 | ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου. |
| book 14.340.1 | Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ |
| book 14.340.2 | ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ, |
| book 14.340.3 | ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ, |
| book 14.340.4 | ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσατο θύρσῳ |
| book 14.340.5 | οἰστρομανής, ἑτέρη δὲ κατ’ αὐχένος ἄμμορα δεσμῶν |
| book 14.345.1 | μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης, |
| book 14.345.2 | Μαιναλὶς ἀκρήδεμνος, ἐπ’ ἀμφοτέρων δέ οἱ ὤμων |
| book 14.345.3 | ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης· |
| book 14.345.4 | ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ |
| book 14.345.5 | πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ· |
| book 14.1 | ἄλλη δ’ εὐπαλάμοιο κατάσχετος ἅλματι λύσσης, |
| book 14.2 | χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης, |
| book 14.3 | ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ· |
| book 14.4 | καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις |
| book 14.5 | δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή· |
| book 14.355.1 | ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ |
| book 14.355.2 | ὠμοβόρων ἔζευξεν ἐπ’ αὐχένι δεσμὰ δρακόντων· |
| book 14.1 | ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην |
| book 14.2 | πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα |
| book 14.3 | στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν, |
| book 14.360.1 | δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην· |
| book 14.360.2 | ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης |
| book 14.360.3 | ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ· |
| book 14.360.4 | καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ, |
| book 14.360.5 | ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ, |
| book 14.365.1 | μείλιχα συρίζοντα φιλακρήτοιό τε κούρης |
| book 14.365.2 | ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης· |
| book 14.365.3 | ἄλλη ταρσὰ φέρουσα κατ’ οὔρεα γυμνὰ πεδίλων, |
| book 14.365.4 | ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας, |
| book 14.365.5 | θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ· |
| book 14.370.1 | καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ |
| book 14.370.2 | καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ, |
| book 14.370.3 | καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ |
| book 14.370.4 | ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ |
| book 14.370.5 | φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου, |
| book 14.375.1 | καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ |
| book 14.375.2 | ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ· |
| book 14.375.3 | ἄλλη δ’ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης |
| book 14.375.4 | ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου, |
| book 14.375.5 | καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς |
| book 14.380.1 | ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην· |
| book 14.380.2 | ἄλλη δ’ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι |
| book 14.380.3 | παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης |
| book 14.380.4 | τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης· |
| book 14.380.5 | οὐ σκοπιὴν δ’ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης |
| book 14.385.1 | ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης. |
| book 14.385.2 | πολλὴ δ’ ἔνθα καὶ ἔνθα παρ’ Ἀστακίδος στόμα λίμνης |
| book 14.385.3 | Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ. |
| book 14.385.4 | δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ |
| book 14.385.5 | τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης |
| book 14.390.1 | ῥυθμὸν ἐμιμήςαντο ποδῶν ἑλικώδεϊ παλμῷ· |
| book 14.390.2 | καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων, |
| book 14.390.3 | οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσςετο Ληνεύς, |
| book 14.1 | πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβ̣ίοισιν ἀκω̣κήν· |
| book 14.2 | Βάκχη δ’ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν |
| book 14.395.1 | Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης |
| book 14.395.2 | ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρςῳ. |
| book 14.395.3 | καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουςα κορύμβῳ |
| book 14.395.4 | Εὐπετάλη κεκόρυστο, φι̣λοσταφύλῳ δὲ πετήλῳ |
| book 14.395.5 | κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου· |
| book 14.1 | Στησιχόρη δ’ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, |
| book 14.2 | καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ |
| book 14.3 | κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ. |
| book 14.4 | καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ, |
| book 14.5 | σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δ’ αὐλὸς ἐνυοῦς̣, |
| book 14.405.1 | Βασσαρίδες δ’ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ |
| book 14.405.2 | βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ |
| book 14.405.3 | ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην. |
| book 14.405.4 | καὶ πολὺς ἐσμὸς ἔπιπτεν· ὅλη δ’ ἐρυθαίνετο λύθρῳ |
| book 14 | ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης |
| book 14.410.1 | αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν. |
| book 14.410.2 | ἀντιβίους δ’ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ |
| book 14.410.3 | καὶ προχοαῖς κατέχευε μέθης γέρας· ἐκ δὲ ῥοάων |
| book 14.410.4 | χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ, |
| book 14.410.5 | καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων, |
| book 14.415.1 | καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων |
| book 14.415.2 | ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι· ... |
| book 14.415.3 | ὄχθαι ἐφο̣ι̣νίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ |
| book 14.415.4 | τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν· |
| book 14.415.5 | „ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν· ὡς γλάγος αἰγῶν |
| book 14.420.1 | ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ, |
| book 14.420.2 | οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις |
| book 14.420.3 | βομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ· |
| book 14.420.4 | ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν. |
| book 14.420.5 | ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ· |
| book 14.425.1 | βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ |
| book 14.425.2 | λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης· |
| book 14.425.3 | καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα, |
| book 14.425.4 | τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ |
| book 14.425.5 | καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει. |
| book 14.430 | Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα |
| book 14.1 | Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων, |
| book 14.2 | ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο |
| book 14.3 | Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης. |
| book 14.4 | δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο. |
| book 14.435.1 | ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γ̣ὰ̣ρ̣ |
| book 14.435.2 | κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου |
| book 14 | Νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.“ |
| book 15.1.1 | Ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ |
| book 15.1.2 | ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν |
| book 15.1.3 | ἀγχιβαθὴς στατὸν ἴχνος ἐπ’ ἰλύι δισσὸν ἐρείσας |
| book 15.1.4 | ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων, |
| book 15.5.1 | κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων, |
| book 15.5.2 | χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ· |
| book 15.5.3 | ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ, |
| book 15.5.4 | πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων, |
| book 15.5.5 | στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης, |
| book 15.10.1 | οἰγομένοις στομάτεσσιν ἀνήφυσεν ἰκμάδα Βάκχου· |
| book 15.10.2 | πρηνὴς δ’ ἄλλος ἔην πελάσας στόμα γείτονι π̣η̣γῇ, |
| book 15.10.3 | καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείςας |
| book 15.10.4 | χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ· |
| book 15.10.5 | ἄλλοι δ’ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ, |
| book 15.15.1 | πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος· |
| book 15.15.2 | καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ, |
| book 15.15.3 | κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης, |
| book 15.15.4 | μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ |
| book 15.15.5 | οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος |
| book 15.20.1 | ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι, |
| book 15.20.2 | καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ. |
| book 15.20.3 | καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο |
| book 15.20.4 | ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ |
| book 15.20.5 | οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι. |
| book 15.25.1 | δυσμενέας δ’ ἐμέθυσσε χάλις ῥόος. ἔνθα τις ἀνὴρ |
| book 15.25.2 | Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ |
| book 15.25.3 | εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ |
| book 15.25.4 | ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων, |
| book 15.25.5 | διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας |
| book 15.30.1 | τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης |
| book 15.30.2 | ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων· |
| book 15.30.3 | ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης |
| book 15.30.4 | αἰγὸς ὀρε̣σςινόμοιο διέθρισεν ἀ̣ν̣θερεῶνα, |
| book 15.30.5 | θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν |
| book 15.35.1 | Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ· |
| book 15.35.2 | ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην, |
| book 15.1 | οἷά περ ἀμώων Σα̣τύ̣ρων τα̣υρώπ̣ιδα μο̣ρφήν, |
| book 15.2 | ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην |
| book 15.3 | στικτῆς εἰσορόων πολυδαί̣δαλον εἶδος ὀπωπῆς, |
| book 15.40.1 | οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ |
| book 15.40.2 | νεβρίσιν ἰσοτύποισι παρεπλά̣γχθησαν ὀπωπαί· |
| book 15.40.3 | καὶ φονίαις λιβάδε̣ςσ̣ι̣ν ὅλον θώρη̣κα μιαίνων |
| book 15.40.4 | Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ. |
| book 15.40.5 | καί τις ὁμοκλ̣ή̣σ̣α̣ς ἐκορύσσετο γείτονι δένδρῳ |
| book 15.45.1 | μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων |
| book 15.45.2 | σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην |
| book 15.45.3 | ἁβροκόμων ὄρπηκα̣ς ἀπηλοίησε κο̣ρ̣ύ̣μβων, |
| book 15.45.4 | φύλλα δι̣α̣σ̣χ̣ίζων λασίης δρυός, οἷα μα̣χαίρῃ |
| book 15.45.5 | πλοχμὸν ἀ̣κ̣ερσικόμοιο διατμήγων Διονύσου, |
| book 15.1 | μαρνάμενος πετάλοιςι καὶ οὐ Σατύροισιν ἐρίζων, |
| book 15.2 | τερπωλὴν ἀ̣ν̣ό̣νητον ἔχων σκιοειδέι νίκῃ. |
| book 15.3 | μαίνετο δ’ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης |
| book 15.4 | ὃς μ̣ὲν̣ ἑλὼν̣ βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι |
| book 15.5 | τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ |
| book 15.55.1 | δίζυγον̣ ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ· |
| book 15.55.2 | ὃς δὲ πολ̣υτρήτοιο βοῇ δεδονημένος αὐλοῦ |
| book 15.1 | ἄστατος̣ ε̣ἱλικόεντι ποδῶν βακχεύετο παλμῷ· |
| book 15.2 | καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας |
| book 15.3 | δίθροον̣ ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ· |
| book 15.60.1 | γ̣η̣ρ̣α̣λ̣έου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ |
| book 15.60.2 | γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης |
| book 15.60.3 | ὄμβρῳ ἐερσήεντι διάβροχον οἷα πιέζων |
| book 15.60.4 | οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης. |
| book 15.60.5 | ἄ̣λλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις |
| book 15.65.1 | ἄ̣σχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ |
| book 15.65.2 | ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων, |
| book 15.65.3 | ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην· |
| book 15.65.4 | καὶ π̣α̣λάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς |
| book 15.65.5 | ἀσπίδες ἐκρούον̣το κυβιστητῆρι σιδήρῳ· |
| book 15.70.1 | ἄλλος ὀπιπεύων θιαςώδεος ὄργια Μούσης |
| book 15.70.2 | μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην· |
| book 15.70.3 | καί τις ἀ̣ρασσομένης ἀίων κελάδημα βοείης |
| book 15.70.4 | μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ |
| book 15.70.5 | ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην, |
| book 15.75.1 | λύσσα̣ν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος̣ Ἰνδῶν |
| book 15.75.2 | ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχ̣η̣ν, |
| book 15.75.3 | παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων, |
| book 15.75.4 | σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ |
| book 15.75.5 | χερσὶν ἐρωμανέεσσιν ἀπεσ̣φρηγίσσατο μίτρην, |
| book 15.80.1 | ἐλπίδι μαψι̣δίῃ πε̣φ̣ορημένος· ἐξαπίνης γὰρ |
| book 15.80.2 | ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων, |
| book 15.80.3 | δυσμενέος δ’ ἤιξε κατ’ αὐχένος, ἀμφὶ δὲ δειρῇ |
| book 15.80.4 | οὐραίαις ἑλίκεσς̣ιν ἀνέπλεκε κ̣υ̣κλάδα μίτρην· |
| book 15.80.5 | ταρβαλέοις δὲ πόδεςσι φυγὼν μελανόχροος ἀνὴρ |
| book 15.85.1 | θερμὸν ἀνυμφεύτ̣ων ἀπεσείσατο κέντρον Ἐρώτων, |
| book 15.85.2 | αὐχένιον φορέων ὀφιώδεος ὅρμον ἀκάνθης. |
| book 15.85.3 | ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτ̣ρε̣χον Ἰνδοί, |
| book 15.85.4 | τόφρα δ̣ὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖ̣λον ἑλίξας |
| book 15.85.5 | ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν, |
| book 15.90.1 | εὔνασε δ̣’ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ, |
| book 15.90.2 | Πασιθέης γεν̣ε̣τῆρι χαριζ̣ό̣μενος Διονύσῳ· |
| book 15.90.3 | ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ |
| book 15.1 | ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων, |
| book 15.2 | ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ, |
| book 15.95.1 | νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ, |
| book 15.95.2 | ἠματίοις δ’ ὀάριζε νοοπλανέεσσιν ὀνείροις |
| book 15.95.3 | ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων· |
| book 15.95.4 | πρηνὴς δ’ ἄλλος ἔην τετανυςμένος, εἶχε δὲ δισσὴν |
| book 15.95.5 | χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ· |
| book 15.1 | καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ |
| book 15.2 | οἶνον ἀναβλύζων· ὁ δὲ καμπύλα γυῖα συνάπτων, |
| book 15.3 | ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων. |
| book 15.4 | καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης, |
| book 15.5 | ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, ὁ δὲ πτελέης ὑπὸ θάμνῳ, |
| book 15.105.1 | ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ, |
| book 15.105.2 | λαιὴν ὀφρυόεντι βαλὼν ἔπι χεῖρα μετώπῳ· |
| book 15.105.3 | καὶ πολὺς ἐσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων |
| book 15.105.4 | ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς |
| book 15.105.5 | οἰνοβαρής· ἕτερος δὲ τινασσομένοιο καρήνου |
| book 15.110.1 | γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης· |
| book 15.110.2 | τὸν δὲ βαρὺ κνώσσοντα βαθυςτ̣ρώτων ἐπὶ λέκτρων |
| book 15.110.3 | ἀκροκόμου φοίνικος ἢ εὐώδινος ἐλαίης |
| book 15.110.4 | ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ· |
| book 15 | καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετά̣νυστο κονίῃ, |
| book 15.115.1 | ἄκρα ποδῶν προχοῇσι κατακλύζων π̣οταμοῖο· |
| book 15.115.2 | ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ, |
| book 15.115.3 | καὶ κεφαλὴν βαρύθουςαν ἐπέτρεπε γείτονι πεύκῃ· |
| book 15.115.4 | ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου. |
| book 15.115.5 | καὶ δηίους κνώσ̣σ̣ο̣ν̣τ̣ας ἰδὼν γελόωντι προσώπῳ |
| book 15.120.1 | Βάκχος ἄν̣αξ̣ ἀγόρευε, χέων σημάντορα φωνήν· |
| book 15.120.2 | „Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου, |
| book 15.120.3 | νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν |
| book 15.120.4 | πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι· |
| book 15.120.5 | καὶ βριαρῷ γόνυ δο̣ῦλ̣ον ὑποκλίνας Διονύσῳ |
| book 15.125.1 | Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδεϊ Ῥείῃ, |
| book 15.125.2 | σείων οἴνοπα θύρσον, ἀπορρί̣ψας δὲ θυέλλαις |
| book 15.125.3 | ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις, |
| book 15.125.4 | καὶ κεφαλὴν ςτέψειεν ἐμ̣ῷ κ̣ισσώδεϊ̣ δεσμῷ, |
| book 15.125.5 | γυμνώσας πλ̣οκαμῖδας ἀερσιλόφου τρυφαλείης, |
| book 15.130.1 | καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ θούριον ἠχὼ |
| book 15.130.2 | εὔιον ἀείσειε κορυ̣μβοφόρῳ Διονύσῳ.“ |
| book 15.130.3 | ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶ̣ν |
| book 15.1 | αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας |
| book 15.2 | εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ, |
| book 15.135.1 | ἄλλ̣ος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνη̣ς |
| book 15.135.2 | ἄνδρ̣α βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος· |
| book 15.135.3 | καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ |
| book 15.135.4 | ἀνέρα δουρίκ̣τητον ἀδέσμιον εἷλκεν ἐθείρης· |
| book 15.135.5 | ἄλλος ὁμοπλέκτους παλάμας περὶ νῶτα καθάψας |
| book 15.140.1 | δήιον εἱλικόεντι λύγων μιτρώσατο δεςμῷ |
| book 15.140.2 | αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ |
| book 15.140.3 | ὤμ̣ῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων· |
| book 15.140.4 | ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ, |
| book 15.140.5 | δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων, |
| book 15.145.1 | στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων· |
| book 15.145.2 | ἄλλου κεκλιμένοιο φιλεύιος ἐσμὸς ἀλήτης |
| book 15.145.3 | χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ, |
| book 15.145.4 | καὶ λοφιῆς ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων· |
| book 15 | καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης |
| book 15.1 | Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι. |
| book 15.2 | καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος |
| book 15.3 | Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης, |
| book 15.4 | Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης |
| book 15.5 | τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης |
| book 15.155.1 | δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου |
| book 15.155.2 | δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς |
| book 15.155.3 | ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος |
| book 15.155.4 | θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη, |
| book 15.155.5 | ἰςχία μαστίζουσα δορικτήτων ἐλεφάντων· |
| book 15.160.1 | κ̣α̣ὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην |
| book 15.160.2 | ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ |
| book 15.160.3 | κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς |
| book 15.160.4 | τεύχεςιν ὑπναλέοιο καταυγάζοντα φορῆος· |
| book 15.160.5 | κ̣α̣ὶ νέος ἠκόντιζεν ἐ̣ν̣ ἔντεσιν ὄλβιον αἴγλην, |
| book 15.165.1 | ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχητὰς |
| book 15.165.2 | ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων Διομήδης. |
| book 15.165.3 | ἄλλους δ’ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων, |
| book 15.1 | νήδυμον ὕπνον ἔχοντ̣ας̣ ὁμόστολον ἡδ̣έος οἴνου. |
| book 15.2 | ἔνθα̣ τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ, |
| book 15.170.1 | παρθένος Ἀστακ̣ίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις |
| book 15.170.2 | καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη, |
| book 15.170.3 | ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης, |
| book 15.170.4 | θῆρας ὀιστεύουσα καὶ ἰχνεύο̣υσα κολώνας· |
| book 15.170.5 | οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος. |
| book 15.175.1 | καί οἱ ἐνὶ σκοπέλοισιν ἐρη̣μονόμῳ παρὰ πέζῃ |
| book 15.175.2 | ἠλακάτη πέλε τόξον, ἀε̣ὶ δέ οἱ ἔνδοθι λόχμης |
| book 15.175.3 | μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί, |
| book 15.175.4 | κ̣αὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης· |
| book 15.175.5 | καὶ καθαρῇ συνάεθλος ὁμίλεεν Ἰοχεαίρῃ |
| book 15.180.1 | καὶ λίνον ἐ̣ν ςκοπέλοι̣ς̣ιν ἀνέπλεκεν ἠθάδος ἄγρης |
| book 15.180.2 | νήματος ἀσκητοῖο φιλαίτ̣ερον· οὔ ποτε τόξῳ |
| book 15.180.3 | ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπ̣τετο νεβροῦ, |
| book 15.180.4 | δ̣ορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ, |
| book 15.180.5 | ἀλλὰ περιζεύξασα δαφοινήεντι̣ χαλινῷ |
| book 15.185.1 | γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων, |
| book 15.185.2 | πολλάκι δ’ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου· |
| book 15.185.3 | μέμφετο δ’ Ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα |
| book 15.185.4 | στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων |
| book 15.185.5 | οὐτιδαναῖς ἐλάφοι̣σιν ἑὴν ἔζευξεν ἀπήνην. |
| book 15.190.1 | οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων |
| book 15.190.2 | ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς |
| book 15.190.3 | ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι |
| book 15.190.4 | κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι· |
| book 15.190.5 | πολλάκι δ’ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης |
| book 15.195.1 | πορδαλίων σχεδὸν ἧστο, μιῇ δ’ ὑπὸ κοιλάδι πέτρῃ |
| book 15.195.2 | μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης· |
| book 15.195.3 | ἡ δὲ γαληναίῃσιν ὑπ’ ὀφρύσι μειλιχίη θὴρ |
| book 15.195.4 | ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης, |
| book 15.195.5 | καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ |
| book 15.1 | ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης |
| book 15.2 | χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι |
| book 15.3 | εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου |
| book 15.4 | αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ. |
| book 15.5 | καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης, |
| book 15.205 | ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης· |
| book 15.1 | οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης |
| book 15.2 | ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ· |
| book 15.3 | καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων |
| book 15.4 | εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ, |
| book 15.210.1 | εἴκε̣λος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κ̣ύπρις |
| book 15.210.2 | ἀργεννὴν ἐν̣όμ̣ε̣υ̣εν ὀρεσσινόμων ςτ̣ί̣χ̣α̣ τα̣ύρων |
| book 15.210.3 | κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην |
| book 15.210.4 | βουκόλος ἀγρώσ̣ς̣ουσαν ἰδὼν χιονώδεα κούρη̣ν |
| book 15.210.5 | οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ |
| book 15.215.1 | εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη |
| book 15.215.2 | ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος, |
| book 15.215.3 | καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις |
| book 15.215.4 | ποιμένα μαςτεύουσα· νέος δ’ ἐπλάζετο βούτης |
| book 15.215.5 | παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου. |
| book 15.220.1 | καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα |
| book 15.220.2 | οἴστρῳ λ̣α̣βροτέρῳ̣ δεδονημένον· ἐν σκοπέλοις γὰρ |
| book 15.220.3 | παρθενι̣κ̣ῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης |
| book 15.220.4 | πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης· |
| book 15 | καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ |
| book 15.225.1 | καὶ σφυρὰ φοιν̣ί̣ς̣σοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη |
| book 15.225.2 | χι̣ο̣νέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών· |
| book 15.225.3 | καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν |
| book 15.225.4 | ἀσκεπέ̣ων ἐ̣δόκ̣ευεν ἐλεύθερον ἄντυγα μηρῶν |
| book 15.225.5 | [....................]χ̣ωδεα̣ [... |
| book 15.230.1 | βότρυν ὀπισθοπόροιο κόμης̣ ἐλέλιζεν ἀήτης |
| book 15.230.2 | κου̣φί̣ζ̣ων ἑκάτερθεν, ἀειρομέν̣ων δὲ κομάων |
| book 15.230.3 | λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν. |
| book 15.230.4 | καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ, |
| book 15.230.5 | πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων, |
| book 15.235.1 | πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου |
| book 15.235.2 | ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης· |
| book 15.235.3 | εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ, |
| book 15.235.4 | καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ |
| book 15.235.5 | λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης, |
| book 15.240 | ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων, |
| book 15.1 | εἰ τόσον, ὡς Νίκαια, πέλεν λευκώλενος Ἠώς· |
| book 15.2 | Ἑσπερίην δ’ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν, |
| book 15.3 | ε̣ἰ̣ πλέ̣ον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη. |
| book 15.4 | καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων, |
| book 15.245.1 | ἐγγὺς ἐ̣ὼν καὶ νόσφι μένων ἐμνώετο κούρης, |
| book 15.245.2 | πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου, |
| book 15.245.3 | πῶς δὲ̣ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ |
| book 15.245.4 | δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ, |
| book 15.245.5 | πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς |
| book 15.1 | ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου, |
| book 15.2 | ὁππότε μιν δονέων κ̣αὶ ἐς̣ ὀμφαλὸν ἄχρις ἀείρων |
| book 15.3 | γυμνώσας χροὸς ἄνθος ἀνηκόντ̣ι̣ζ̣ε̣ν̣ ἀή̣της· |
| book 15.4 | κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας, |
| book 15.5 | ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτ̣ῶ̣ν̣α̣. |
| book 15.255.1 | καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ |
| book 15.255.2 | γείτονα θηρε̣ύουσαν ἰδὼν ὑψαύχενα κούρ̣ην |
| book 15.255.3 | τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ· |
| book 15.255.4 | „αἴθε βέλος γενόμ̣ην ἢ δίκτυον ἠὲ φα̣ρέτρη, |
| book 15.255.5 | αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρα με γυμναῖς |
| book 15.260.1 | χερσὶν ἐλαφρίζειεν· ὀπισθοτόνοιο δὲ τόξου |
| book 15.260.2 | εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρα με μαζῷ |
| book 15.260.3 | χ̣ι̣ονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης, |
| book 15.260.4 | ν̣αὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔ̣κτοθι μίτρης. |
| book 15.260.5 | π̣αρθένε, κουφίζεις βέλος ὄλβιο̣ν̣· ὑμέτεροι δὲ |
| book 15.265.1 | Ὕμνου μηλονόμοιο μακάρτεροί ε̣ἰ̣σ̣ιν ὀιστοί, |
| book 15.265.2 | ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμά̣ων. |
| book 15.265.3 | σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοιςι μεγαίρω· |
| book 15.265.4 | οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ |
| book 15.265.5 | ζῆλον ἔ̣χω τόξοιο κ̣α̣ὶ̣ ἀ̣πνεύστοιο φαρ̣έτρ̣ης. |
| book 15.270.1 | αἴθε μεσημβρίζουσα̣ ποθοβλήτῳ παρ̣ὰ πηγῇ |
| book 15.270.2 | γυῖα καταψύξειεν, ἴδω δ’ ὑψαύχενα κούρην, |
| book 15.270.3 | ναὶ δαμάλη, ναὶ μόςχε, δίχα φθονεροῖο χιτῶνος. |
| book 15.270.4 | οὔ πώ μοι, Κυθέρεια, τόση̣ν ᾤκτειρας ἀνάγκην; |
| book 15.273a | [..............]α τί̣ β[ουκόλον ...... |
| book 15.274 | Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην, |
| book 15.275 | οὐ βόας Ἠελίοιο κατ’ οὔρεα ταῦτα νομεύω, |
| book 15.1 | οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν. |
| book 15.2 | παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω· |
| book 15.3 | οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες· |
| book 15.4 | Τιθωνὸς ῥοδόεις πέλε βουκόλος, ὃν διὰ μορφὴν |
| book 15.280.1 | δίφρον ἑὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς· |
| book 15.280.2 | καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος |
| book 15.280.3 | φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς. |
| book 15.280.4 | δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω |
| book 15.280.5 | ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην· |
| book 15.285.1 | ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρα τις εἴπῃ· |
| book 15.285.2 | ‘Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει‘.“ |
| book 15.285.3 | ὣς φάτο καὶ λιτάνευε, φίλων δ’ ἐδράξατο γούνων |
| book 15.285.4 | χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι |
| book 15.285.5 | ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δ’ ὑπεμέμφετο σιγῇ. |
| book 15.290.1 | καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων |
| book 15.290.2 | κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης, |
| book 15.290.3 | καὶ δόρυ θοῦρον ἄειρε, πόθου δ’ ὑπὸ μείζονι κέντρῳ |
| book 15.290.4 | κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην, |
| book 15.290.5 | καὶ κύσε δίκτυα κοῦφα καὶ οὐ πνείοντας ὀιστούς, |
| book 15.295.1 | χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας, |
| book 15.295.2 | καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων· |
| book 15.1 | καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ· |
| book 15.2 | „πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ |
| book 15.298.1 | Πύρρης, |
| book 15.298.2 | ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην. |
| book 15.1 | Δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν· |
| book 15.2 | αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων |
| book 15.3 | ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.“ |
| book 15.4 | ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης |
| book 15.5 | μάρτυν ἑῆς ὀδύνης γαμίην ἐμελίζετο μολπήν. |
| book 15.305.1 | παρθενικὴ δ’ ἀγόρευεν ἐπεγγελόωσα νομῆι· |
| book 15.305.2 | „ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν· |
| book 15.305.3 | πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς. |
| book 15.305.4 | ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ |
| book 15.305.5 | παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις |
| book 15.310.1 | ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου |
| book 15.310.2 | ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.“ |
| book 15.310.3 | ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ. |
| book 15.310.4 | αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ, |
| book 15.310.5 | μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών, |
| book 15.315.1 | πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν· |
| book 15.315.2 | „ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ |
| book 15.315.3 | κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην, |
| book 15.315.4 | οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν |
| book 15 | ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω |
| book 15.320.1 | ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ. |
| book 15.320.2 | τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ |
| book 15.320.3 | τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή, |
| book 15.320.4 | πρὸς Παφίης, μὴ πέμπε κατ’ αὐχένος, ἡμετέρην δὲ |
| book 15.320.5 | σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων. |
| book 15.325.1 | αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς· |
| book 15.325.2 | ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει, |
| book 15.325.3 | τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ |
| book 15.325.4 | καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ. |
| book 15.325.5 | κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς. |
| book 15.330.1 | θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν· |
| book 15.330.2 | ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ |
| book 15.330.3 | δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων, |
| book 15.330.4 | ἐκταδὸν αὐερύοντα τεὴν μελιηδέα νευρὴν |
| book 15.330.5 | δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ. |
| book 15.335.1 | θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ· |
| book 15.335.2 | οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν, |
| book 15.335.3 | γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων |
| book 15.335.4 | ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ. |
| book 15.335.5 | εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης, |
| book 15.340.1 | εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ |
| book 15.340.2 | ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί. |
| book 15.340.3 | ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ, |
| book 15.340.4 | παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ· |
| book 15.340.5 | πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη, |
| book 15.345.1 | μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην |
| book 15.345.2 | χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρα τις εἴπῃ· |
| book 15.345.3 | ‘παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε.‘ μηδὲ θανόντος |
| book 15.345.4 | αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω, |
| book 15.345.5 | ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης· |
| book 15.1 | ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου |
| book 15.2 | πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ. |
| book 15.3 | δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν· ὑψόθι τύμβου |
| book 15.4 | ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω |
| book 15.5 | ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων, |
| book 15.355.1 | εἰαρινήν τε φύτευε μινυνθαδίην ἀνεμώνην |
| book 15.355.2 | πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην. |
| book 15.355.3 | εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι, |
| book 15.355.4 | βαιὸν ἐμοὶ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις |
| book 15.355.5 | ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν, |
| book 15.360.1 | χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ· |
| book 15.360.2 | ‘ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς |
| book 15.360.3 | παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα‘.“ |
| book 15.360.4 | ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ |
| book 15.360.5 | λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης |
| book 15.365.1 | καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ |
| book 15.365.2 | κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου, |
| book 15.365.3 | ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος |
| book 15.365.4 | φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης |
| book 15 | μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ. |
| book 15.370.1 | ἀλλ’ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ |
| book 15.370.2 | ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη, |
| book 15.370.3 | μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ |
| book 15.370.4 | Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη· |
| book 15.370.5 | Νηιάδες δ’ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων |
| book 15.375.1 | δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη. |
| book 15.375.2 | κούρη δ’ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων, |
| book 15.375.3 | μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ, |
| book 15.375.4 | Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ· |
| book 15.375.5 | ἀμφὶ δὲ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης |
| book 15.380.1 | Ἀστακίδος μέμψαντο Κυβηλίδες ἤθεα νύμφης, |
| book 15.380.2 | αἴλινα δ’ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ |
| book 15.380.3 | Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος. |
| book 15.380.4 | καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης |
| book 15.380.5 | τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην, |
| book 15.385.1 | παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ. |
| book 15.385.2 | ὄμμασι δ’ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων |
| book 15.385.3 | Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστ̣ενε Ῥείη, |
| book 15.385.4 | μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου |
| book 15 | ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ. |
| book 15.390.1 | καὶ δρύες ἐφθέγξαντο· ‘τί σοι τόσον ἤλιτε βούτης; |
| book 15.390.2 | μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.‘ |
| book 15.390.3 | ἔδρακε δ’ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην, |
| book 15.390.4 | ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ, |
| book 15.390.5 | καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ, |
| book 15.395.1 | μέμψατο δ’ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ |
| book 15.395.2 | Ὕμνον ἐποικτείροντος ἐλείβετ̣ο δάκρυα ταύρου, |
| book 15.395.3 | καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς |
| book 15.395.4 | ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι· |
| book 15.395.5 | „βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη. |
| book 15.1 | παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων |
| book 15.2 | πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος |
| book 15.3 | αἵματι χα̣λκὸν ἔβαψε καὶ ἔσβεσε πυρσὸν Ἐρώτων— |
| book 15.4 | βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη— |
| book 15.5 | καὶ Νύμφ̣ας ἀκάχησεν, ὀρειά̣δος οὐ κλύε πέτρης, |
| book 15.405.1 | οὐ πτελέ̣ης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην |
| book 15.405.2 | λισσομένην· ‘μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα‘.“ |
| book 15.1 | καὶ λύκος ἔστενεν Ὕμνο̣ν̣, ἀμειδέες ἔστενον ἄρκτοι, |
| book 15.2 | καὶ βλοςυροῖς βλεφάροισι λέω̣ν̣ ὠδύρετο βούτην· |
| book 15.3 | „βούτης καλὸς ὄλω̣λε, καλὴ δέ μιν ἔκτανε κο̣ύρη. |
| book 15.410.1 | ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι, |
| book 15.410.2 | ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης |
| book 15.410.3 | θηλυτέ̣ρ̣ῃ̣ π̣α̣λάμῃ δε̣δαϊγμένος. ἐς τίνα λόχμην |
| book 15.410.4 | ἴχνος ἄγω; ςώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι. |
| book 15.410.5 | βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη. |
| book 15.415.1 | χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί, |
| book 15.415.2 | χαίρετε, Νηιάδες καὶ Ἁμαδρύες.“ ἀμφότεροι δὲ |
| book 15.415.3 | Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· „αὐλὸς ἀλάσθω. |
| book 15.415.4 | πῇ Νέμεσις; πῇ Κύπρις; Ἔρως, μὴ ψαῦε φαρέτρης· |
| book 15.415.5 | σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.“ |
| book 15.420.1 | δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων |
| book 15.420.2 | γνωτῇ Φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ |
| book 15 | Ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων. |
| book 16.1.1 | Οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος, |
| book 16.1.2 | ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων |
| book 16.1.3 | θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ |
| book 16.1.4 | ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο. |
| book 16.5.1 | καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης |
| book 16.5.2 | ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων, |
| book 16.5.3 | γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς. |
| book 16.5.4 | οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ |
| book 16.5.5 | ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ |
| book 16.10.1 | τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου |
| book 16.10.2 | ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις |
| book 16.10.3 | νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην |
| book 16.10.4 | ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ. |
| book 16.10.5 | ἤιε δ’ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη, |
| book 16.15.1 | πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης |
| book 16.15.2 | εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις, |
| book 16.15.3 | πῇ δὲ παρελκομένων πλοκάμων σ̣τ̣ί̣λ̣β̣οντα δοκεύων |
| book 16.1 | αὐχένα γυμνωθέντα, σέλας πέμποντα̣ Σελήνης· |
| book 16.2 | καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις· |
| book 16.20.1 | παπταίνων δ’ ἐς Ὄ̣λ̣υ̣μ̣πον ἐρωτοτόκῳ̣ φάτο φωνῇ· |
| book 16.20.2 | „ἵξομαι, ἧχι πέλει δροσερὸς δρόμος, ἧχι φαρέτρη, |
| book 16.20.3 | ἧχι βέλος καὶ τόξον ἐπήρατον, ἧχι καὶ αὐταὶ |
| book 16.20.4 | παρθενικῆς ἀγάμοιο μύρο̣υ̣ πνείουσι χαμε̣ῦναι· |
| book 16.20.5 | ψαύσω καὶ σταλίκων̣ καὶ δίκτυα χερσὶ πετάσσω· |
| book 16.25.1 | ἀγρώσσω καὶ ἔγωγε καὶ ἠθάδα νεβρὸν ὀλέσσω. |
| book 16.25.2 | εἰ δέ μοι ὡς βαρύθυμος ὀνειδίσσειεν Ἀμαζὼν |
| book 16.25.3 | θῆλυν ἐρευγομένη μελιηδέος ὄγκον ἀπειλῆς̣, |
| book 16.25.4 | κούρης χωομένης ἐπὶ γούνασι χεῖρα πελάσσω, |
| book 16.25.5 | ψαύων ὡς ἱκέτης ἐρατοῦ χροός, οὐ μὲν ἐλαίης |
| book 16.30.1 | θαλλὸν ἀερτάζων, ὅτι δένδρεόν ἐστιν Ἀθήνης |
| book 16.30.2 | παρθενικῆς ἀγάμου καὶ ἀθελγέος, ἀντὶ δὲ πικροῦ |
| book 16.30.3 | ἀκρεμόνος λιπόωντος ἐμῇ μελιηδέι νύμφῃ |
| book 16.30.4 | οἴνοπα καρπὸν ἔχοντα μελιρραθάμιγγος ὀπώρης |
| book 16.30.5 | βότρυν ἀερτάζων ἱκετήσιον. ἢν δὲ χαλέψῃ |
| book 16.35.1 | παρθένος ἀγκυλότοξος, ἐμῷ χροῒ μὴ δόρυ πήξῃ, |
| book 16.35.2 | μὴ βέλος αὐερύσειε μιαιφόνον, αἰδομένη δὲ |
| book 16.35.3 | ἀκροτάτῳ πλήξειεν ἐμὸν δέμας ἡδέι τόξῳ· |
| book 16.1 | πληγῆς οὐκ ἀλέγω φρενοθελγέος. ἢν δ’ ἐθελήσῃ, |
| book 16.2 | ἱμερταῖς παλάμῃσιν ἐμῶν δράξαιτο κομάων, |
| book 16.40.1 | σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης |
| book 16.40.2 | οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ |
| book 16.40.3 | δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω |
| book 16.40.4 | δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ, |
| book 16.40.5 | Κυπριδίου καμάτοιο παρήγορα παρθενικὴ γὰρ |
| book 16.45.1 | κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη, |
| book 16.45.2 | Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς· |
| book 16.45.3 | ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ |
| book 16.45.4 | ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη. |
| book 16.45.5 | ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι· |
| book 16.1 | εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς, |
| book 16.2 | καί κεν ἐγὼ Τυρίοιο δι’ ὕδατος ὑγροπόρος βοῦς |
| book 16.3 | ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων |
| book 16.4 | ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δὲ |
| book 16.5 | νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης |
| book 16.55.1 | δεξιτερὴ πάνλευκος ἐμῆς δράξοιτο κεραίης. |
| book 16.55.2 | ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω |
| book 16.55.3 | κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα, |
| book 16.1 | ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω |
| book 16.2 | Αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων. |
| book 16.60.1 | οὐ μὲν ἐμῆς ἀλόχοιο βαλὼν γενετῆρα κεραυνῷ |
| book 16.60.2 | νύμφη πατρὸς ὄλεθρον ἀτάσθαλον ἕδνον ὀπάσσω, |
| book 16.60.3 | μὴ γλυκερὴν Νίκαιαν ἀποφθιμένοιο χαλέψω. |
| book 16.60.4 | αἴθε πέλον νόθος ὄρνις ἐύπτερος, ὅττι καὶ αὐτὴ |
| book 16.60.5 | παρθένος ἡμετέρη φιλέει πτερόεντας ὀιστούς. |
| book 16.65.1 | μᾶλλον ἐγὼ Δανάης ποθέων τύπον ὑγρὸν ἐρώτων |
| book 16.65.2 | ἤθελον, εἰ χρύσειος ἐγὼ πέλον ὄμβρος ἀκοίτης, |
| book 16.65.3 | αὐτὸς δῶρα γάμων, αὐτὸς πόσις, ὄφρα χορεύσω |
| book 16.65.4 | ἀφνειῆς προχέων φιλοτήσιον ὄμβρον ἐέρσης· |
| book 16.65.5 | ἔπρεπε γὰρ Νίκαιαν ἐμὴν εὐώπιδα κούρην |
| book 16.70.1 | χρύσεον εἶδος ἔχουσαν ἔχειν χρύσειον ἀκοίτην.“ |
| book 16.70.2 | τοῖον ἐρωμανέων ἔπος ἴαχε θυιάδι φωνῇ. |
| book 16.70.3 | καί ποτε κηώεντος ἔσω λειμῶνος ὁδεύων |
| book 16.70.4 | ἄνθεα πάντα δόκευε τεθηλότα σύγχροα κούρης, |
| book 16.70.5 | καί τινα μῦθον ἔειπεν ἐς ἠερόεντας ἀήτας· |
| book 16.75.1 | „ἄρτι μόγις, Νίκαια, τεὴν ἴδον ἐνθάδε μορφήν· |
| book 16.75.2 | μὴ σέο κάλλος ἄμειψας ἐς ἄνθεα; καλλιφυῆ γὰρ |
| book 16.75.3 | παπταίνων ῥοδεῶνα τεὰς ἐνόησα παρειάς· |
| book 16.75.4 | ἀλλὰ τεὸν θαλέει ῥόδον ἔμπεδον· ἀμφιέπεις γὰρ |
| book 16.75.5 | ἔμφυτον οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην· |
| book 16.80.1 | εἰς κρίνον ὄμμα φέρων χιονώδεας εἶδον ἀγοστούς, |
| book 16.80.2 | ἀθρήσας δ’ ὑάκινθον ἴδον κυανόχροα χαίτην. |
| book 16.80.3 | δέξο με θηρεύοντα συνέμπορον· ἢν δ’ ἐθελήσῃς, |
| book 16.80.4 | αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω |
| book 16.80.5 | ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς, |
| book 16.85.1 | αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ |
| book 16.85.2 | δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων; |
| book 16.85.3 | τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ |
| book 16.85.4 | αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων. |
| book 16.85.5 | οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ |
| book 16.90.1 | Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς. |
| book 16.90.2 | παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδον ὗλαι; |
| book 16.90.3 | σῶν ἐρατῶν μελέων περιφείδεο, μηδ’ ἐπὶ πέτραις |
| book 16.90.4 | ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι. |
| book 16.90.5 | ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ἐν δὲ μελάθρῳ |
| book 16.95.1 | αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω |
| book 16.95.2 | δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω |
| book 16.95.3 | φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης |
| book 16.95.4 | γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις |
| book 16.95.5 | νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου· |
| book 16.1 | Μυγδονίης δ’ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω |
| book 16.2 | γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἴη, |
| book 16.3 | σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ὀπάσσω, |
| book 16.4 | ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὓς ἀτιτάλλει |
| book 16 | ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων, |
| book 16.105.1 | καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω· |
| book 16.105.2 | καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσω |
| book 16.105.3 | ἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὃς πάρος ἔγνω |
| book 16.105.4 | καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης. |
| book 16.105.5 | εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης, |
| book 16.110.1 | ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω, |
| book 16.110.2 | καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι |
| book 16.110.3 | κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης. |
| book 16.110.4 | παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου |
| book 16.110.5 | βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς, |
| book 16.115.1 | μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ, |
| book 16.115.2 | μὴ πλοκάμους χαρίεντας ἀμαλδύνωσιν ἀῆται· |
| book 16.115.3 | εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ἐν πετάλοις ὑακίνθου, |
| book 16.115.4 | γείτονι σεῖο κάρηνον ἐρεισαμένη κυπαρίσσῳ, |
| book 16.115.5 | ἀθανάτοις πισύροισιν ὅπως ἕνα κῶμον ἀνάψῃς, |
| book 16.120.1 | Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ. |
| book 16.120.2 | ληιδίην δ’ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν |
| book 16.120.3 | παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην |
| book 16.120.4 | κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς; |
| book 16 | νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς; |
| book 16.125.1 | Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὰς |
| book 16.125.2 | δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω, |
| book 16.125.3 | ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω, |
| book 16.125.4 | ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος Ἰοχεαίρης, |
| book 16.125.5 | εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ |
| book 16.130.1 | Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης. |
| book 16.130.2 | σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο |
| book 16.130.3 | ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης. |
| book 16.130.4 | ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω |
| book 16.130.5 | θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης |
| book 16.135.1 | Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη. |
| book 16.135.2 | τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ; |
| book 16.135.3 | εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών, |
| book 16.135.4 | ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὄφρα κεν εἴης |
| book 16.135.5 | Πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη. |
| book 16.140.1 | δέξο καί, ἢν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου, |
| book 16.140.2 | νεβροφόνος τε γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν ... |
| book 16.140.3 | ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην |
| book 16.140.4 | πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.“ |
| book 16 | ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην, |
| book 16.145.1 | τοῖον ἔπος βοόων· ‘μένε, παρθένε, Βάκχον ἀκοίτην.‘ |
| book 16.145.2 | ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν |
| book 16.145.3 | παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ· |
| book 16.145.4 | „ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ. |
| book 16.145.5 | εἰ δύνασαι Γλαυκῶπιν ἢ Ἄρτεμιν ἐς γάμον ἕλκειν, |
| book 16.1 | καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην· |
| book 16.2 | εἰμὶ γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει |
| book 16.3 | ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης |
| book 16.4 | καὶ νόον οὐ θέλξειας ἀπειθέος Ἰοχεαίρης, |
| book 16.5 | δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω |
| book 16.155.1 | ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην, |
| book 16.155.2 | μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω. |
| book 16.155.3 | οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ |
| book 16.155.4 | γυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ, |
| book 16.155.5 | υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης, |
| book 16.160.1 | καί σε σιδηρείῃσιν ἀλυκτοπέδῃσι πεδήσω |
| book 16.160.2 | σεῖο κασιγνήτῳ πανομοίιον, ἐνδόμυχον δὲ |
| book 16.160.3 | χαλκείοις κεράμοισι μετ’ Ἄρεα καὶ σὲ φυλάξω, |
| book 16.1 | ἄχρις ἀναπλήσας δυοκαίδεκα κύκλα Σελήνης |
| book 16.2 | ἠερίοις ἐμὸν οἶστρον ἀπορρίψειας ἀήταις. |
| book 16.165.1 | χερσὶ γυναιμανέεσσιν ἐμῆς μὴ ψαῦε φαρέτρης· |
| book 16.165.2 | τόξον ἔχω, σὺ δὲ θύρσον· ἐν Ἀστακίῃ μὲν ἐρίπνῃ |
| book 16.165.3 | εἰς σύας ἠὲ λέοντας ἐμὸν βέλος ἐνθάδε πέμπω |
| book 16.165.4 | Ἀρτέμιδος συνάεθλος, ὑπὲρ Λιβάνοιο δὲ πέτρης |
| book 16.165.5 | νεβροὺς καὶ σὺ δίωκε συναγρώσσων Ἀφροδίτῃ. |
| book 16.170.1 | οὐ δέχομαι σέο λέκτρα, καὶ εἰ Διὸς αἷμα κομίζεις· |
| book 16.170.2 | εἰ δὲ θεὸν μενέαινον ἔχειν πόσιν, οὐκ ἂν ἀκοίτην |
| book 16.170.3 | ἁβροκόμην ἀσίδηρον ἀνάλκιδα θήλεϊ μορφῇ |
| book 16.170.4 | εἶχον ἐγὼ Διόνυσον, ἐμῷ δ’ ἐφυλάσσετο παστῷ |
| book 16.170.5 | νυμφίος ἢ κλυτότοξος ἄναξ ἢ χάλκεος Ἄρης, |
| book 16.175.1 | ὃς μὲν τόξον ἔχων, ὁ δὲ φάσγανον ἕδνον Ἐρώτων· |
| book 16.175.2 | ἀλλ’ ἐπεὶ οὐ μακάρων τινὰ δέξομαι οὐδὲ καὶ αὐτὸν |
| book 16.175.3 | πενθερὸν οἶστρος ἔχει με τεὸν Κρονίωνα καλέσσαι, |
| book 16.175.4 | ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην. |
| book 16.175.5 | τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην |
| book 16.180.1 | Λητοΐδης ἐδίωκε καὶ ὡς Ἥφαιστος Ἀθήνην· |
| book 16.180.2 | τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ |
| book 16.180.3 | ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.“ |
| book 16.180.4 | ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δ’ ὑπὸ φορβάδα λόχμην |
| book 16.180.5 | παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ |
| book 16.185.1 | σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ, |
| book 16.185.2 | τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ |
| book 16.1 | ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν. |
| book 16.2 | καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων |
| book 16.3 | σύννομον ἰσοκέλευθον ἑῶν ξυνήονα μόχθων, |
| book 16.190.1 | Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ· |
| book 16.190.2 | „τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ, |
| book 16.190.3 | Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος |
| book 16.190.4 | παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ; |
| book 16.190.5 | ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων; |
| book 16.195.1 | παρθένον ἡμετέρην ἔτι δίζεο, μηδ’ ἐνὶ πέτραις |
| book 16.195.2 | Βάκχον ἀλητεύοντα κατ’ οὔρεα μοῦνον ἐάσσῃς· |
| book 16.195.3 | μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης |
| book 16.195.4 | πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης. |
| book 16.195.5 | κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεκα μόχθων |
| book 16.1 | δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης |
| book 16.2 | αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω |
| book 16.3 | ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς |
| book 16.4 | βότρυος εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην. |
| book 16 | τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνοις |
| book 16.205.1 | σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ. |
| book 16.205.2 | εἰ θέμις, οἰκτείρων με σαόφρονι μέμφεο κούρῃ, |
| book 16.205.3 | δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης, |
| book 16.205.4 | ὅττι με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει· |
| book 16.205.5 | μέμφεο δ’ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ. |
| book 16.210.1 | φοιταλέην δὲ δίωκε δι’ οὔρεος ἄστατον Ἠχώ, |
| book 16.210.2 | μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην· |
| book 16.210.3 | μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης, |
| book 16.210.4 | μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις. |
| book 16.210.5 | παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ |
| book 16.215.1 | ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ· |
| book 16.215.2 | ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω |
| book 16.215.3 | ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων. |
| book 16.215.4 | Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ |
| book 16.215.5 | σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων. |
| book 16.220.1 | ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην |
| book 16.220.2 | ἴλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην |
| book 16.220.3 | καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὗτος ἀλήτης |
| book 16.220.4 | θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ. |
| book 16.220.5 | παρθενικὴν μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι· |
| book 16.225.1 | ‘καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.‘ |
| book 16.225.2 | εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων |
| book 16.225.3 | ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.“ |
| book 16.1 | ἔννεπεν ἄγχι φυτοῖο· δι’ εὐπετάλου δὲ κορύμβου |
| book 16.2 | φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου |
| book 16.230.1 | ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν· |
| book 16.230.2 | „ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι Ἰοχεαίρῃ |
| book 16.230.3 | ἐνθάδε θηρεύουσι, σὺ δ’ ἀγρώσσεις Ἀφροδίτῃ· |
| book 16.230.4 | ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην· |
| book 16.230.5 | Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων· |
| book 16.235.1 | Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην. |
| book 16.235.2 | σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ |
| book 16.235.3 | εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην· |
| book 16.235.4 | οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων, |
| book 16.235.5 | οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην· |
| book 16.240.1 | Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα |
| book 16.240.2 | καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους· |
| book 16.240.3 | Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων |
| book 16.240.4 | καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.“ |
| book 16.240.5 | ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου, |
| book 16.245.1 | καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις |
| book 16.245.2 | ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ |
| book 16.245.3 | ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν |
| book 16.245.4 | ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης, |
| book 16.245.5 | ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου. |
| book 16 | καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ |
| book 16.1 | ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης· |
| book 16.2 | καὶ δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου |
| book 16.3 | ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο, |
| book 16.4 | καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί· |
| book 16.255.1 | καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη, |
| book 16.255.2 | καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ, |
| book 16.255.3 | καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην |
| book 16.255.4 | ὄμματα δινεύουσα· βαρυνομένου δὲ καρήνου |
| book 16.255.5 | δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης· |
| book 16.260.1 | καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ |
| book 16.260.2 | εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου· |
| book 16.260.3 | καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη. |
| book 16.260.4 | τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ, |
| book 16.260.5 | Ὕμνον ἐποικτείρων· Νέμεσις δ’ ἐγέλασσεν ἰδοῦσα. |
| book 16.265.1 | καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις |
| book 16.265.2 | εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ. |
| book 16.265.3 | κούρης δ’ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας |
| book 16.265.4 | δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης |
| book 16.265.5 | φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσσῃ. |
| book 16.270.1 | γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην |
| book 16.270.2 | φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ, |
| book 16.270.3 | πολλὴν δ’ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην |
| book 16.270.4 | πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ· |
| book 16.270.5 | καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ |
| book 16.275.1 | αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν· |
| book 16.275.2 | καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ |
| book 16.275.3 | Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης |
| book 16.275.4 | ἀμφοτέρους τ’ ἐπύκαζεν· ἑλινοφόρῳ δὲ κορύμβῳ |
| book 16.275.5 | ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ |
| book 16.280.1 | πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης. |
| book 16.280.2 | καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς |
| book 16.280.3 | Ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης |
| book 16.280.4 | παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων |
| book 16.280.5 | Ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων. |
| book 16.285.1 | † πολλὴ δ’ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης |
| book 16.285.2 | ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων, |
| book 16.285.3 | καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων |
| book 16.285.4 | αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ, |
| book 16.285.5 | Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων |
| book 16.290.1 | αὐλὸς ἐπεσμαράγησεν ὑμηνυμέναια λιγαίνων· |
| book 16.290.2 | ‘ἱμερόεις γάμος οὗτοσ‘ ὀρεστιὰς ἴαχε πεύκη. |
| book 16.290.3 | ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα νομῆος |
| book 16.290.4 | παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις· |
| book 16.290.5 | „εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη· |
| book 16.295 | νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ· |
| book 16.1 | λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη· |
| book 16.2 | κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις. |
| book 16.3 | παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ· |
| book 16.4 | παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην. |
| book 16.1 | οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆος· |
| book 16.2 | οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.“ |
| book 16.3 | ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ |
| book 16.4 | ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος, |
| book 16.5 | Ταρταρίην δ’ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν, |
| book 16.305.1 | Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων. |
| book 16.305.2 | καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων, |
| book 16.305.3 | ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν |
| book 16.305.4 | μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους. |
| book 16.305.5 | καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ |
| book 16.310.1 | θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίων |
| book 16.310.2 | Βακχείην ἀγόρευεν ἰδὼν εὐπάρθενον εὐνήν· |
| book 16.310.3 | „Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς ἀφροδίτην· |
| book 16.310.4 | καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς; |
| book 16.310.5 | καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις |
| book 16.315.1 | ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων; |
| book 16.315.2 | Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος |
| book 16.315.3 | ποιμενίην τ’ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ |
| book 16.315.4 | λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες; |
| book 16 | ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.“ |
| book 16.320.1 | οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν· |
| book 16.320.2 | „αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου· |
| book 16.320.3 | αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω· |
| book 16.320.4 | καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων |
| book 16.320.5 | ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ. |
| book 16.325.1 | ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ |
| book 16.325.2 | ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ |
| book 16.325.3 | παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει. |
| book 16.325.4 | φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν, |
| book 16.325.5 | ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ |
| book 16.330.1 | εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν. |
| book 16.330.2 | μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων· |
| book 16.330.3 | Σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους |
| book 16.330.4 | καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου |
| book 16.330.5 | αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ |
| book 16.335.1 | φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ. |
| book 16.335.2 | νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν, |
| book 16.335.3 | ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης |
| book 16.335.4 | εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.“ |
| book 16.335.5 | τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν, |
| book 16.340.1 | ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου. |
| book 16.340.2 | καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς |
| book 16.1 | ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ. |
| book 16.2 | νύμφη δ’ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ, |
| book 16.3 | Ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ, |
| book 16.345.1 | ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ |
| book 16.345.2 | ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς, |
| book 16.345.3 | καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου |
| book 16.345.4 | ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην |
| book 16.345.5 | νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου, |
| book 16.1 | κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν |
| book 16.2 | μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης. |
| book 16.3 | καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ |
| book 16.4 | μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ· |
| book 16.5 | „ὤμοι παρθενίης, τὴν ἥρπασεν εὔιον ὕδωρ· |
| book 16.355.1 | ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων· |
| book 16.355.2 | ὤμοι παρθενίης, τὴν ἥρπασε Βάκχος ἀλήτης. |
| book 16.355.3 | ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή. |
| book 16.355.4 | Νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ |
| book 16.355.5 | ὕπνος, ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην ... |
| book 16.360.1 | παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις; ἀλλὰ καὶ αὐτὴ |
| book 16.360.2 | τίπτε μοι οὐ φυγόδεμνος ὅλον δόλον ἔννεπεν Ἠχώ; |
| book 16.360.3 | τίπτε μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι, |
| book 16.360.4 | οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη· |
| book 16.360.5 | ‘παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ‘;“ |
| book 16.365.1 | ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς. |
| book 16.365.2 | καί ποτε μὲν μενέαινε κατ’ αὐχένος ἆορ ἐρεῖσαι, |
| book 16.365.3 | ἄλλοτε δ’ αὐτοκύλιστος ἀπ’ οὔρεος ἤθελε πίπτειν |
| book 16.365.4 | ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ· |
| book 16.365.5 | καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς, |
| book 16.370.1 | εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου |
| book 16.370.2 | λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου. |
| book 16.370.3 | καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ |
| book 16.370.4 | αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ. |
| book 16.370.5 | πολλάκι δ’ ὄμμα τίταινε δι’ οὔρεος, εἴ που ἐφεύροι |
| book 16.375.1 | ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσου, |
| book 16.375.2 | ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ |
| book 16.375.3 | δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην |
| book 16.375.4 | ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι. |
| book 16.375.5 | πολλάκι δ’ ἀθρήσασα δι’ οὔρεος ἴχνια Βάκχου |
| book 16.380.1 | ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας· |
| book 16.380.2 | πολλάκι δ’ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη, |
| book 16.380.3 | ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου· |
| book 16.380.4 | ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου. |
| book 16.380.5 | καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς |
| book 16.385.1 | χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ· |
| book 16.385.2 | ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν, |
| book 16.385.3 | ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν. |
| book 16.385.4 | καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ |
| book 16.385.5 | οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ. |
| book 16.390.1 | δίζετο δ’ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου |
| book 16.390.2 | θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ, |
| book 16.390.3 | μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης. |
| book 16.390.4 | ἀρχαίην δ’ ἀέκουσα λίπεν θηροτρόφον ὕλην, |
| book 16.390.5 | αἰδομένη μετὰ λέκτρα φανήμεναι Ἰοχεαίρῃ. |
| book 16.395.1 | καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου |
| book 16.395.2 | γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης |
| book 16.395.3 | θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι, |
| book 16.395.4 | καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης· |
| book 16.395.5 | ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη, |
| book 16.1 | ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς, |
| book 16.2 | κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ, |
| book 16.3 | τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ. |
| book 16.4 | καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ |
| book 16.5 | τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης |
| book 16.405 | Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην. |
| book 17.1.1 | Οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ |
| book 17.1.2 | ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν |
| book 17.1.3 | ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις· |
| book 17.1.4 | ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ |
| book 17.5.1 | εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος, |
| book 17.5.2 | παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσσας |
| book 17.5.3 | οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεναίους. |
| book 17.5.4 | καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης |
| book 17.5.5 | οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ· |
| book 17.10.1 | ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου |
| book 17.10.2 | θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς |
| book 17.10.3 | μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ· |
| book 17.10.4 | κάλλεϊ δ’ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης |
| book 17.10.5 | Ἠέλιον πυρόεντα πολυσπερέων μέσον ἄστρων. |
| book 17.15.1 | καὶ στρατιῆς ἀσίδηρον ἄναξ ὥπλισσεν ἐνυώ, |
| book 17.15.2 | οὐ ξίφος, οὐ μελίην θανατηφόρον, ἀντὶ δὲ χαλκοῦ |
| book 17.15.3 | κισσὸν ἔχων ἄρρηκτον ἑὸν δόρυ· καί μιν ἑλίσσων |
| book 17.1 | Ἀσίδος ἐν πολίεσσι, καὶ Ἀσίδος ἐν χθονὶ πήξας |
| book 17.2 | ἄγριον ἡνιόχευε Κυβηλίδος ἅρμα θεαίνης, |
| book 17.20.1 | ἀνθοκόμῳ μάστιγι μετήλυδα δίφρον ἱμάσσων, |
| book 17.20.2 | ἡμερίδων τελαμῶνι κατάσκιον ἥλικι κισσῷ· ... |
| book 17.20.3 | Ἠῴην ἐμέθυσσε Μαρωνίδι γαῖαν ὀπώρῃ. |
| book 17.20.4 | καὶ Βρομίῳ συνάεθλος ὅλος στρατὸς ἔρρεε Βάκχων, |
| book 17.20.5 | θάρσος ἔχων προτέροιο μόθου χάριν, ὁππότε δισσῷ |
| book 17.25.1 | ἡδυμανὴς ἀσίδηρος ὁμόζυγι πήχεϊ μάρψας |
| book 17.25.2 | ἔμφρονα νεκρὸν ἄναυδον, ἐνόπλιον Ἰνδὸν ἀείρων, |
| book 17.25.3 | Σιληνὸς βαρύγουνος ἐχάζετο νωθρὸς ὁδίτης, |
| book 17.25.4 | ὁππότε κωμάζουσα ποδῶν διδυμάονι ῥυθμῷ |
| book 17.25.5 | Βακχιὰς ἀκρήδεμνος ἐπεκροτάλιζε Μιμαλλὼν ... |
| book 17.30.1 | Ἰνδὸν ἔτι κνώσσοντα, περισφίγξασα δὲ δειρὴν |
| book 17.30.2 | ληίδα θηρεύουσα μάχης αὐτόσσυτον ἄγρην. ... |
| book 17.30.3 | ἐκ πόλιος δὲ πόληα μετήιεν, ἀγχιπόρου δὲ |
| book 17.30.4 | ἤλυθεν εἰς Ἀλύβης πέδον ὄλβιον, ὁππόθι γείτων |
| book 17.30.5 | χεύμασιν ἀφνειοῖσι Διιπετὲς οἶδμα κυλίνδων |
| book 17.35.1 | Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ, |
| book 17.35.2 | ἀργυρέου δαπέδοιο περιξύων κενεῶνα. |
| book 17.35.3 | ἔνθα διαστείχοντα βαθυπλούτῳ παρὰ πέτρῃ |
| book 17.35.4 | βουκεράοις Σατύροισιν ὁμήλυδα πεζὸν ὁδίτην |
| book 17.35.5 | Βάκχον ἀνὴρ ἄγραυλος ἐρημάδι δέκτο καλιῇ, |
| book 17.40.1 | Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων, |
| book 17.40.2 | Γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων |
| book 17.40.3 | ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα |
| book 17.40.4 | αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην |
| book 17.40.5 | ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμήν· |
| book 17.46.1 | καὶ μίαν εἰροπόκων ὀίων ἀνελύσατο μάνδρης, |
| book 17.46.2 | ὄφρα κε δαιτρεύσειε θυηπολίην Διονύσῳ· |
| book 17.46.3 | ἀλλὰ θεὸς κατέρυκε· γέρων δ’ ἐπεπείθετο Βάκχου |
| book 17.46.4 | νεύμασιν ἀτρέπτοισιν, ὄιν δ’ ἄψαυστον ἐάσσας |
| book 17.1 | ποιμενίην τινα δαῖτα θελήμονι θῆκε Λυαίῳ, |
| book 17.2 | τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης |
| book 17.45 | εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις, |
| book 17.52.1 | οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου, |
| book 17.52.2 | κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας |
| book 17.52.3 | ὥπλισεν Ἡρακλῆι· χύδην δ’ ἐπέβαλλε τραπέζῃ |
| book 17.55.1 | εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης |
| book 17.55.2 | Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος, |
| book 17.55.3 | πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων, |
| book 17.55.4 | ἰκμαλέον, τροχόεντα· θεὸς δ’ ἐγέλασσε δοκεύων |
| book 17.55.5 | ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι |
| book 17.60.1 | ἵλαον ὄμμα φέρων ὀλίγης ἔψαυσε τραπέζης |
| book 17.60.2 | δαρδάπτων ἀκόρητος· ἀεὶ δ’ ἐμνώετο κείνην |
| book 17.60.3 | εἰλαπίνην ἐλάχειαν ἀναιμάκτοιο τραπέζης |
| book 17.60.4 | μητρὸς ἑῆς παρὰ δόρπον, ὀρεσσαύλοιο Κυβήλης. |
| book 17.60.5 | καὶ κραναοὺς πυλεῶνας ἐθάμβεε κυκλάδος αὐλῆς, |
| book 17.65.1 | πῶς φύσις ἐργοπόνος δόμον ἔγλυφε, πῶς δίχα τέχνης |
| book 17.65.2 | ἀντιτύποις κανόνεσσιν ἐτορνώθησαν ἐρίπναι. |
| book 17.65.3 | ἀλλ’ ὅτε Βάκχος ἄναξ νομίης ἐκορέσσατο φορβῆς, |
| book 17.65.4 | δὴ τότε δαιμονίῳ δεδονημένος ἄσθματι Βάκχου |
| book 17.65.5 | ἀγρονόμος σύριζεν ἐθήμονι Πανὸς ἀοιδῇ |
| book 17.70.1 | Βρόγγος, ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης, |
| book 17.70.2 | ὑμνείων Διόνυσον· ὁ δὲ φρένα τέρπετο μολπῇ, |
| book 17.70.3 | καὶ κεράσας κρητῆρι νεόρρυτον ἰκμάδα ληνοῦ .... |
| book 17.74 | „δέξο, γέρον, τόδε δῶρον, ὅλης ἄμπαυμα μερίμνης· |
| book 17.75.1 | οὐ χατέεις δὲ γάλακτος ἔχων εὔοδμον ἐέρσην, |
| book 17.75.2 | νέκταρος οὐρανίου χθόνιον τύπον, οἷον ἀφύσσων |
| book 17.75.3 | Ζῆνα μέγαν κατ’ Ὄλυμπον ἐυφραίνει Γανυμήδης. |
| book 17.75.4 | ἀρχαίου δὲ γάλακτος ἔα πόθον· ἀρτιτόκων γὰρ |
| book 17.75.5 | μαζῶν θλιβομένων χιονώδεες ἰκμάδες αἰγῶν |
| book 17.80.1 | ἀνέρας οὐ τέρπουσι καὶ οὐ λύουσι μερίμνας.“ |
| book 17.80.2 | ὣς εἰπὼν νομίης ξεινήια δῶκε τραπέζης |
| book 17.80.3 | μητέρα λυσιπόνοιο μέθης εὔβοτρυν ὀπώρην· |
| book 17.80.4 | καί μιν ἄναξ ἐδίδαξε φιλάνθεμον ἔργον ἀλωῆς |
| book 17.80.5 | κλήματα γυρώσαντα φυτῶν εὐαλδέι βόθρῳ, |
| book 17.85.1 | γηραλέου τμήξαντα τεθηλότος ἄκρα κορύμβου, |
| book 17.85.2 | βότρυος οἰνοτόκοιο νέους ὄρπηκας ἀέξειν. |
| book 17.85.3 | καλλείψας δὲ νομῆα καὶ ἀγριάδος ῥάχιν ὕλης |
| book 17.85.4 | εἰς ἑτέρην ἔσπευδεν ὀρειάδα φύλοπιν Ἰνδῶν· |
| book 17.85.5 | καὶ Σατύρων ὁμόφοιτον ὀρίδρομον ἴχνος ἐπείγων |
| book 17.90.1 | ἀμφιπόλοις παλίνορσος ὁμίλεε θυιάσι Βάκχαις. |
| book 17.90.2 | διψώων δὲ φόνοιο καὶ εὐθύρσοιο κυδοιμοῦ, |
| book 17.90.3 | Τυρσηνῆς βαρύδουπον ἔχων σάλπιγγα θαλάσσης, |
| book 17.90.4 | πομπὸν Ἐνυαλίοιο μέλος μυκήσατο κόχλῳ, |
| book 17.90.5 | λαὸν ἀολλίζων· βριαροὺς δ’ ἐμέθυσσε μαχητάς, |
| book 17.95 | θερμοτέροις ἐς ἄρηα νοήμασιν ἀνέρας ἕλκων |
| book 17.1 | Ἰνδῴης ὀλετῆρας ἀβακχεύτοιο γενέθλης. |
| book 17.2 | τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν· |
| book 17.3 | Ἀστράεις δ’ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ |
| book 17.4 | Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ· |
| book 17.1 | „γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος, |
| book 17.2 | κλῦθι καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω |
| book 17.3 | νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου. |
| book 17.4 | Ἰνδοῖς καὶ Σατύροισιν ἔην μόθος· ἔβρεμε δ’ ἠχὴ |
| book 17.5 | Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ |
| book 17.105.1 | ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων |
| book 17.105.2 | Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς· |
| book 17.105.3 | ἵστατο δ’ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης |
| book 17.105.4 | χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδ’ ἐπὶ νευρῇ |
| book 17.105.5 | εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων· |
| book 17.110.1 | ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ |
| book 17.110.2 | φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο |
| book 17.110.3 | εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην |
| book 17.110.4 | ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ |
| book 17.110.5 | καύματι διψώοντες ὅσοι πίον αἴθοπες Ἰνδοί, |
| book 17.115.1 | ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην· |
| book 17.115.2 | καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ |
| book 17.1 | ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις· |
| book 17.2 | ἄλλοι δ’ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις |
| book 17.3 | νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ, |
| book 17.120.1 | Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ. |
| book 17.120.2 | τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου |
| book 17.120.3 | δούλιον ἐς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες |
| book 17.120.4 | βριθομένους μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων |
| book 17.120.5 | ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί, |
| book 17.125.1 | οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου ... |
| book 17.125.2 | ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ, |
| book 17.125.3 | χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ |
| book 17.125.4 | μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης, |
| book 17.125.5 | χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ. |
| book 17.130.1 | ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην |
| book 17.130.2 | κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου |
| book 17.130.3 | ζωγρήσῃ δόλος ἄλλος ἐν ἄρεϊ λείψανον Ἰνδῶν.“ |
| book 17.130.4 | ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης, |
| book 17.130.5 | καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ |
| book 17.135.1 | ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης. |
| book 17.135.2 | ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης, |
| book 17.135.3 | τόφρα δὲ Βασσαρίδες πολυκαμπέος ὑψόθι Ταύρου |
| book 17.135.4 | εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι |
| book 17 | ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων |
| book 17.140.1 | ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης |
| book 17.140.2 | ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ |
| book 17.140.3 | ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι |
| book 17.140.4 | Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις. |
| book 17.140.5 | καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ |
| book 17.145.1 | Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν |
| book 17.145.2 | μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ |
| book 17.145.3 | δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς, |
| book 17.145.4 | σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων· |
| book 17.145.5 | ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς |
| book 17.1 | ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην |
| book 17.2 | μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους |
| book 17.3 | δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις, |
| book 17.4 | κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς |
| book 17.5 | ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην, |
| book 17.155.1 | ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος, |
| book 17.155.2 | δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ, |
| book 17.155.3 | τεύχων κῶμον Ἄρηι θαλύσια καὶ Διονύσῳ, |
| book 17.155.4 | τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ |
| book 17.155.5 | καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ, |
| book 17.160 | λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ, |
| book 17.1 | καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων· |
| book 17.2 | ἄλλου δ’ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν, |
| book 17.3 | χερσὶν ὁμοπλεκέεσσιν ἐπ’ αὐχένι δεσμὸν ἑλίξας, |
| book 17.4 | δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ, |
| book 17.165.1 | δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος· |
| book 17.165.2 | ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων |
| book 17.165.3 | μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου. |
| book 17.165.4 | καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης |
| book 17.165.5 | μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ· |
| book 17.170.1 | „δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν ἐνυώ· |
| book 17.170.2 | ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου· |
| book 17.170.3 | μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ, |
| book 17.170.4 | μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς, |
| book 17.170.5 | Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου |
| book 17.175.1 | μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ. |
| book 17.175.2 | δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ |
| book 17.175.3 | ἀμφαδίην πότε Βάκχος ἐμοὶ στήσειεν ἐνυώ; |
| book 17.175.4 | εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη, |
| book 17.175.5 | οἵους Δηριάδης προμάχους ἐς ἄρηα κορύσσει. |
| book 17.180.1 | μαρνάσθω πετάλοισιν, ἐγὼ δ’ αἴθωνι σιδήρῳ. |
| book 17.180.2 | χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις |
| book 17.180.3 | Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν |
| book 17.180.4 | σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω |
| book 17 | θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος· |
| book 17.185.1 | οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσσας |
| book 17.185.2 | Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ. |
| book 17.185.3 | ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης, |
| book 17.185.4 | ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ |
| book 17.185.5 | κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες. |
| book 17.190.1 | σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω |
| book 17.190.2 | ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.“ |
| book 17.190.3 | ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης, |
| book 17.190.4 | Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη |
| book 17.190.5 | τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν, |
| book 17.195.1 | οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων· |
| book 17.195.2 | φεῦγε δ’ ἄρ’ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν |
| book 17.195.3 | Σιληνῶν παρέμιμνεν· ἀελλήεντι δὲ ταρσῷ |
| book 17.195.4 | γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος |
| book 17.195.5 | ἀντία Κενταύρων ἀνεμώδεα λᾶαν ἀείρων, |
| book 17.1 | καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος |
| book 17.2 | ἔθλασεν ἄκρα μέτωπα βαλὼν μυλοειδέι πέτρῳ, |
| book 17.3 | καὶ σκέπας ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ, |
| book 17.4 | ψευδαλέον μίμημα τετυγμένον ἠθάδι γύψῳ, |
| book 17 | ἀντίτυπον πήληκος ἀληθέος ἕρκος ὀπωπῆς· |
| book 17.205.1 | καὶ τὸ μὲν ἐν χθονὶ πῖπτε πολυσχιδές, αἴθοπι τέφρῃ |
| book 17.205.2 | εἴκελον, ἀργυφέη δὲ πέλεν κόνις· αὐτὰρ ὁ κάμνων |
| book 17.205.3 | ἔγχεϊ πετρήεντι πέδον πήχυνεν ἀγοστῷ. |
| book 17.205.4 | Κενταύρου δ’ ἑτέροιο δι’ εὐκεράοιο καρήνου |
| book 17.205.5 | ἀμφιτόμῳ βουπλῆγι τυχὼν λασίοιο μετώπου |
| book 17.210.1 | ταυρείην ἐπίκυρτον ἀπηλοίησε κεραίην· |
| book 17.210.2 | καὶ πολὺς εἰς χθόνα πῖπτεν, ἐπισκαίρων δὲ καρήνῳ |
| book 17.210.3 | ἡμιθανὴς κεκύλιστο, καὶ οὔασι τύπτε κονίην· |
| book 17.210.4 | καὶ δέμας ὀρθώσας πυμάτῳ βακχεύετο ταρσῷ, |
| book 17.210.5 | εἱλιπόδην ἀγέλαστον ἔχων ὀρχηθμὸν ὀλέθρου· |
| book 17.215.1 | καὶ κτύπον ἐσμαράγησε πέλωρ, ἅτε ταῦρος ἰάλλων |
| book 17.215.2 | τρηχαλέον μύκημα σεσηρότος ἀνθερεῶνος, |
| book 17.215.3 | κρᾶτα τυπείς. Ἑλίκην δὲ βαλὼν ἄστοργος Ἐρεμβεὺς |
| book 17.215.4 | στήθεϊ χαλκὸν ἔλασσε, καὶ ἄργυφον ἄντυγα μαζοῦ |
| book 17.215.5 | αἵματι φοινίσσοντι κατέγραφε κυανέη χείρ· |
| book 17.220.1 | τὴν δὲ κονιομένην ἑτέρῃ ξύνωσαν ἀνίῃ |
| book 17.220.2 | πέπλον ἀναστείλαντες ἀκοντιστῆρες ἀῆται· |
| book 17.220.3 | καὶ χροὸς ἔβλυε λύθρον ἐπήρατον· αἰδομένη δὲ |
| book 17.220.4 | δεξιτερῇ συνάγειρεν ἑὸν φεύγοντα χιτῶνα, |
| book 17.220.5 | γυμνὰ φυλασσομένη χιονώδεος ὄργια μηροῦ. |
| book 17.225 | καὶ θεὸς ἀθρήσας δηίων ἑτεραλκέα νίκην |
| book 17.1 | καὶ Σατύρους πτώσσοντας ἐπεσμαράγησε κυδοιμῷ, |
| book 17.2 | ὡς στρατὸς ἐννεάχιλος ἐριγδούπων ἀπὸ λαιμῶν |
| book 17.3 | συμφερτοῖς στομάτεσσι χέων ἀντίκτυπον ἠχώ. |
| book 17.4 | καὶ Βρομίῳ ταχύγουνος ἐμάρνατο μοῦνος Ὀρόντης, |
| book 17.230.1 | θνητὸς ἐών, βροτέῃ δὲ θεὸν προκαλίζετο φωνῇ. |
| book 17.230.2 | ἄμφω δ’ ἐς μόθον ἦλθον ὁμήλυδες, ὧν ὁ μὲν αὐτῶν |
| book 17.230.3 | ἔγχος ἔχων, ὁ δὲ θύρσον ἀκαχμένον. ἄκρα δὲ Βάκχου |
| book 17.230.4 | κρατὸς ἀνουτήτοιο βαλὼν ὑπέροπλος Ὀρόντης |
| book 17.230.5 | θηγαλέην Βρομίοιο μάτην ἤρασσε κεραίην· |
| book 17.235.1 | οὐ γὰρ ἄναξ Διόνυσος ἀδηλήτοιο καρήνου |
| book 17.235.2 | ταυροφυῆ τύπον εἶχε † Σεληναίοιο μετώπου |
| book 17.235.3 | τεμνόμενον βουπλῆγος ἀλοιητῆρι σιδήρῳ, |
| book 17.235.4 | ὡς κερόεις Ἀχελῷος ἀείδεται, οὗ ποτε κόψας |
| book 17.235.5 | Ἡρακλέης κέρας εἷλε γαμοστόλος· ἀλλὰ Λυαῖος |
| book 17.240.1 | οὐράνιον μίμημα βοώπιδος εἶχε Σελήνης, |
| book 17.240.2 | δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης, |
| book 17.240.3 | ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου |
| book 17.240.4 | ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ |
| book 17.240.5 | δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ |
| book 17.245.1 | νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιπόρου δὲ |
| book 17.245.2 | πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου |
| book 17.1 | Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου |
| book 17.2 | ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης· |
| book 17.3 | „οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων, |
| book 17.1 | εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ, |
| book 17.2 | εἰ δύνασαι, προμάχιζε· καὶ εἰ μερόπων φρένα τέρπεις |
| book 17.3 | πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην. |
| book 17.4 | ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει |
| book 17.5 | ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδὸς Ὑδάσπης. |
| book 17.255.1 | οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες, |
| book 17.255.2 | ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης· |
| book 17.255.3 | οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου. |
| book 17.255.4 | φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ |
| book 17.255.5 | θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ |
| book 17.260.1 | Σιληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω, |
| book 17.260.2 | σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.“ |
| book 17.260.3 | εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ |
| book 17.260.4 | Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ |
| book 17.260.5 | τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ |
| book 17.265.1 | ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ· |
| book 17.265.2 | οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή, |
| book 17.265.3 | οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος |
| book 17.265.4 | ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης· |
| book 17.265.5 | Ἠῴην δ’ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς |
| book 17.270 | ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν· |
| book 17.1 | „Ἠέλιε, φλογεροῖο δι’ ἅρματος αἰθέρα τέμνων, |
| book 17.2 | γείτονα † καὶ κυθέην ὑπὲρ αὔλακα φέγγος ἰάλλων |
| book 17.3 | στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι |
| book 17.4 | Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην |
| book 17.275.1 | καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ |
| book 17.275.2 | νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου, |
| book 17.275.3 | καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο· |
| book 17.275.4 | εἰπὲ δέ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν |
| book 17.275.5 | λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες. |
| book 17.280.1 | εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων, |
| book 17.280.2 | ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης, |
| book 17.280.3 | Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης. |
| book 17.280.4 | οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω |
| book 17.280.5 | ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν, |
| book 17.285.1 | ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ |
| book 17.285.2 | Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.“ |
| book 17.285.3 | ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δ’ ἐνὶ γαστέρι πήξας |
| book 17.285.4 | αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ· |
| book 17.285.5 | καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ. |
| book 17.290.1 | καί μιν ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων |
| book 17.290.2 | Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ· |
| book 17.1 | „κεῖσο νέκυς ξείνοισιν ἐν ὕδασιν· ὑμέτερον δὲ |
| book 17.2 | Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Ὑδάσπης. |
| book 17.3 | ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω, |
| book 17.295.1 | ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης |
| book 17.295.2 | σείων εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν. |
| book 17.295.3 | ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ |
| book 17.295.4 | οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο· |
| book 17.295.5 | καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου. |
| book 17.1 | ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων |
| book 17.2 | οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ |
| book 17.3 | λοίγιον· ἀνδροφόνῳ δὲ ῥόῳ καὶ χεύματι πικρῷ |
| book 17.4 | γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης |
| book 17.5 | γεύεο Κωκυτοῖο, καί, ἢν ἐθέλῃς, πίε Λήθην, |
| book 17.305.1 | ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.“ |
| book 17.305.2 | ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ |
| book 17.305.3 | κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης· |
| book 17.305.4 | καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ |
| book 17.305.5 | ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι. |
| book 17.310.1 | τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι, |
| book 17.310.2 | Νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα Δάφνης |
| book 17.310.3 | ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι τύμβου· |
| book 17.310.4 | ‘Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται, |
| book 17 | αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.‘ |
| book 17.315.1 | οὐδὲ μόθου τέλος ἦεν ἀτερπέος· ἡμιτελὴς γὰρ |
| book 17.315.2 | ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ |
| book 17.315.3 | Ἰνδὸς ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ |
| book 17.315.4 | Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀπειλῆς |
| book 17.315.5 | Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ, |
| book 17.320.1 | δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις, |
| book 17.320.2 | ἄρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου |
| book 17.320.3 | δυσμενέες δρυόεντι κατεκτείνοντο βελέμνῳ |
| book 17.320.4 | φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης |
| book 17.320.5 | ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου |
| book 17.325.1 | Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ |
| book 17.325.2 | στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ |
| book 17.325.3 | ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες. |
| book 17.325.4 | ἄλλων δ’ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ |
| book 17.325.5 | σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες |
| book 17.330.1 | μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δὲ Βάκχαι |
| book 17.330.2 | ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν. |
| book 17.330.3 | καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· ἐν δὲ κυδοιμοῖς |
| book 17.330.4 | Βάκχοι μὲν θεράποντες ἑλινοφόρου Διονύσου |
| book 17.330.5 | τυπτόμενοι πελέκεσσι καὶ ἀμφιτόμοισι μαχαίραις |
| book 17.335.1 | πάντες ἔσαν πυργηδὸν ἀπήμονες· αἰνόμοροι δὲ |
| book 17.335.2 | δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις· |
| book 17.335.3 | ἑξείης δ’ ἐπέπηκτο τανυπτόρθοις ἐνὶ δένδροις |
| book 17.335.4 | Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη |
| book 17.335.5 | τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη, |
| book 17.340.1 | Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις |
| book 17.340.2 | πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν, |
| book 17.340.3 | μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων. |
| book 17.340.4 | καὶ γυμνῇ παλάμῃ σακέων δίχα, νόσφι σιδήρου, |
| book 17.340.5 | Βάκχη ῥόπτρα τίνασσε, καὶ ἤριπεν ἀσπιδιώτης· |
| book 17.345.1 | τύμπανα δ’ ἐσμαράγησε, καὶ ὠρχήσαντο μαχηταί· |
| book 17.345.2 | κύμβαλα δ’ ἐκροτάλιζε, καὶ αὐχένα κάμψε Λυαίῳ |
| book 17.345.3 | Ἰνδὸς ἀνὴρ ἱκέτης. ὀλίγῳ δ’ ἐνὶ δέρματι νεβρῶν |
| book 17.345.4 | ἀρραγέες γλωχῖνες ἐδοχμώθησαν ἀκόντων· |
| book 17.345.5 | χαλκοβαρὴς δ’ ἄγναμπτος ἐτέμνετο φυλλάδι πήληξ. |
| book 17.1 | καί τις ἀρειμανέων Σατύρων πρόμος ἀνέρα βάλλων |
| book 17.2 | εὔια ῥῖπτε πέτηλα, νεουτήτου δὲ φορῆος |
| book 17.3 | χάλκεος ἀμπελόεντι χιτὼν ἐσχίζετο κισσῷ. |
| book 17.4 | ἀθρήσας δὲ τάλαντα μάχης ἑτεραλκέι ῥιπῇ |
| book 17.5 | νίκην Ἰνδοφόνοιο προθεσπίζοντα Λυαίου |
| book 17.355.1 | Ἀστράεις ἀκίχητος ἐχάζετο, πότμον ἀλύξας, |
| book 17.355.2 | ἐγχείην τανύφυλλον ὑποπτήσσων Διονύσου. |
| book 17.355.3 | τόφρα δ’ Ἀρισταῖος φυσίζοα φάρμακα πάσσων |
| book 17.1 | Βασσαρίδων ὅλον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ, |
| book 17.2 | τῆς μὲν ἐπὶ πληγῇσι βαλὼν Κενταυρίδα ποίην, |
| book 17.360.1 | τῆς δὲ βαρυνομένης φονίην ἐκάθηρεν ἐέρσην |
| book 17.360.2 | αἷμα περιθλίβων· κινυρὴν δ’ ἰήσατο Βάκχην |
| book 17.360.3 | συντρίψας βοτάνας πολυειδέας ἕλκεσι κούρης |
| book 17.360.4 | ἢ ποδὸς ἢ παλάμης ἢ στήθεος ἢ κενεῶνος. |
| book 17.360.5 | ἄλλου δὲ προμάχου φονίῳ βληθέντος ὀιστῷ |
| book 17.365.1 | εἷλκε θοὴν γλωχῖνα, καὶ ἕλκεα χειρὶ πιέζων |
| book 17.365.2 | αἱμαλέην κατὰ βαιὸν ἀνηκόντιζεν ἐέρσην· |
| book 17.365.3 | ἄλλῳ χεῖρα πέλασσε, καὶ ἕλκεος ἄκρα χαράξας |
| book 17.365.4 | ἰῷ φαρμακόεντι σεσηπότα τάμνε μαχαίρῃ, |
| book 17.365.5 | ἀκροτάτῃ παλάμῃ πεφιδημένα δάκτυλα βάλλων· |
| book 17.370.1 | καὶ χλοερῷ συνέμιξε βιαρκέος ἄνθεϊ γαίης |
| book 17.370.2 | δαιδαλέας ὠδῖνας ἀλεξικάκοιο μελίσσης, |
| book 17.370.3 | χειρὶ περιρραίνων ὀδυνήφατον ἰκμάδα Βάκχου· |
| book 17.370.4 | ἄλλους δ’ οὐταμένους ἰήσατο Φοιβάδι φωνῇ, |
| book 17.370.5 | φρικτὸν ὑποτρύζων πολυώνυμον ὕμνον ἀοιδῆς, |
| book 17.377 | πατρῴης νοέων ζωαρκέος ὄργια τέχνης. |
| book 17.375.1 | ὣς ὁ μὲν αἰόλον ἕλκος ἀκέσσατο. μαρναμένων δὲ |
| book 17.375.2 | ἤδη βαρβαρόφωνος † ἐπαύσατο Ἰνδὶς ἐνυώ. |
| book 17.378 | καὶ πολέας ζώγρησαν ἀπὸ πτολέμοιο μαχητὰς |
| book 17 | Βασσαρίδες· πολλοὶ δὲ λελοιπότες οὔρεα Ταύρου |
| book 17.380.1 | δυσμενέες νόστησαν ἐς Ἰνδῷον κλίμα γαίης |
| book 17.380.2 | ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος, |
| book 17.380.3 | ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων. |
| book 17.380.4 | καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων |
| book 17.380.5 | Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ. |
| book 17.385.1 | καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν, |
| book 17.385.2 | ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης, |
| book 17.385.3 | Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ. |
| book 17.385.4 | καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ, |
| book 17.385.5 | χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δ’ ἅμα λαῷ |
| book 17.390.1 | κυανέων πόμπευεν Ἐρυθραίων ἑκὰς Ἰνδῶν, |
| book 17.390.2 | κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος, |
| book 17.390.3 | Ἀρραβίης ἐπὶ πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ |
| book 17.390.4 | ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις· |
| book 17.390.5 | καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου, |
| book 17.395.1 | ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων· |
| book 17.395.2 | καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν, |
| book 17 | ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα. |
| book 18.1.1 | Ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη |
| book 18.1.2 | Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων, |
| book 18.1.3 | οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου |
| book 18.1.4 | καὶ θρασὺν Ἰνδὸν ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην. |
| book 18.5.1 | καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων |
| book 18.5.2 | ὄργιά τ’ ἀμπελόεντα καὶ εὔια θύσθλα Λυαίου |
| book 18.5.3 | Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων |
| book 18.5.4 | κοίρανος Ἀσσυρίων ἀνεμώδεος ὑψόθι δίφρου |
| book 18.5.5 | ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ. |
| book 18.10.1 | τὸν μὲν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην |
| book 18.10.2 | πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων |
| book 18.10.3 | Βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος· |
| book 18.10.4 | καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου |
| book 18.10.5 | πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου· |
| book 18.15 | καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων, |
| book 18.1 | θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων ... |
| book 18.2 | καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίσσετο μύθῳ· |
| book 18.3 | „πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος, |
| book 18.4 | πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ δῶμα παρέλθῃς. |
| book 18.20.1 | ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων, |
| book 18.20.2 | αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας |
| book 18.20.3 | Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι, |
| book 18.20.4 | καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης, |
| book 18.20.5 | Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων |
| book 18.25.1 | Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα, |
| book 18.25.2 | δαιτρεύσας δ’ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν· |
| book 18.25.3 | καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ, |
| book 18.25.4 | μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ, |
| book 18.25.5 | υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων, |
| book 18.30.1 | ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων. |
| book 18.30.2 | ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα |
| book 18.30.3 | ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην |
| book 18.30.4 | νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων, |
| book 18.30.5 | δήιον ἀμβροσίης καὶ νέκταρος ἄνδρα πιφαύσκων; |
| book 18.35 | Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε 〈τραπέζῃ〉 |
| book 18.35a | ................................ Μακελλώ· |
| book 18.36.1 | καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσης |
| book 18.36.2 | νῆσον ὅλην τριόδοντι διαρρήξας Ἐνοσίχθων, |
| book 18.36.3 | ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ. |
| book 18.36.4 | καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος, |
| book 18.40.1 | ἐς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων· |
| book 18.40.2 | δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καὶ γενετῆρι.“ |
| book 18.40.3 | ὣς εἰπὼν παρέπεισεν· ἑῷ δ’ ἐποχήσατο δίφρῳ, |
| book 18.40.4 | ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου· |
| book 18.40.5 | καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην, |
| book 18.45.1 | Ταυρείην δ’ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων |
| book 18.45.2 | ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ |
| book 18.45.3 | Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις |
| book 18.45.4 | χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου |
| book 18.45.5 | ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης, |
| book 18.1 | θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων, |
| book 18.2 | πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην· |
| book 18.3 | καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην, |
| book 18.4 | ἀμφιπερισκαίροντες ὀρίδρομον ἅρμα Λυαίου· |
| book 18.5 | πολλὴ δ’ ἔνθα καὶ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη |
| book 18.55 | δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καὶ πτύχα πέτρης |
| book 18.1 | στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ, |
| book 18.2 | καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις, |
| book 18.3 | μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου, |
| book 18.4 | οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης |
| book 18.60.1 | ποσσὶν ἐυκνήμισιν ἐπωρχήσαντο κολώνῃ, |
| book 18.60.2 | ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης. |
| book 18.60.3 | ἀλλ’ ὅτε νισομένοισι φάνη βασιλήιος αὐλὴ |
| book 18.60.4 | τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ, |
| book 18.60.5 | εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐρύξας |
| book 18.65.1 | εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης, |
| book 18.65.2 | ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ |
| book 18.68 | ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης. |
| book 18.67 | ὄφρα μὲν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ, |
| book 18.69 | τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ |
| book 18.70.1 | κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου, |
| book 18.70.2 | τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη, |
| book 18.70.3 | σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης· |
| book 18.70.4 | τοῖχοι δ’ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις, |
| book 18.70.5 | καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ |
| book 18.75.1 | λυχνὶς ἔην, λύχνοιο φερώνυμος· εἶχε καὶ αὐτὴν |
| book 18.75.2 | οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ |
| book 18.75.3 | οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ· |
| book 18.75.4 | αὐγὴν δ’ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης, |
| book 18.75.5 | καὶ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης· |
| book 18.80.1 | Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην. |
| book 18.80.2 | κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων |
| book 18.80.3 | χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης |
| book 18.80.4 | ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δὲ μετάλλων |
| book 18.80.5 | φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ· |
| book 18.85.1 | καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ |
| book 18.85.2 | λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων. |
| book 18.85.3 | τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ· |
| book 18.85.4 | καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς |
| book 18.85.5 | χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ |
| book 18.90.1 | πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν· |
| book 18.90.2 | καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ |
| book 18.90.3 | ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν. |
| book 18.90.4 | ἀμφιπόλους δ’ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων, |
| book 18.90.5 | ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων |
| book 18.95 | δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου. |
| book 18.1 | καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ |
| book 18.2 | δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ |
| book 18.3 | εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι |
| book 18.4 | καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη· |
| book 18.1 | καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι, |
| book 18.2 | εὐόδμου δὲ πόληος ἀνεκνίσωσαν ἀγυιάς· |
| book 18.3 | ἀμφιλαφεῖς δ’ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου. |
| book 18.4 | κύμβαλα δ’ ἐπλατάγησε, παρ’ εὐκελάδῳ δὲ τραπέζῃ |
| book 18.5 | Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶ |
| book 18.105.1 | συμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης |
| book 18.105.2 | διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ, |
| book 18.105.3 | καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ἐν δ’ ἄρα μέσσῳ |
| book 18.105.4 | οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν |
| book 18.105.5 | ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ, |
| book 18.110.1 | ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων, |
| book 18.110.2 | χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας |
| book 18.110.3 | μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ |
| book 18.110.4 | ἀλλοτρίῳ, ξανθωπὸν ἔχων χρόα, μεσσόθι πέμπων |
| book 18.110.5 | πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ, |
| book 18.115.1 | ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις, |
| book 18.115.2 | λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου |
| book 18.115.3 | αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων, |
| book 18.115.4 | δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι |
| book 18.115.5 | γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ, |
| book 18.120 | οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου, |
| book 18.1 | οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ |
| book 18.2 | ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ, |
| book 18.3 | γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου. |
| book 18.4 | καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα |
| book 18.125.1 | Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσσεν ἐέρση· |
| book 18.125.2 | ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας, |
| book 18.125.3 | οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου· |
| book 18.125.4 | καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ, |
| book 18.125.5 | ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ |
| book 18.130.1 | ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ |
| book 18.130.2 | πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις |
| book 18.130.3 | θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη. |
| book 18.130.4 | καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ |
| book 18.130.5 | Βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί· |
| book 18.135.1 | καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι |
| book 18.135.2 | ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ |
| book 18.135.3 | μιτρώσας στεφανηδόν· ἐπ’ ἴχνεϊ δ’ ἴχνος ἀμείβων |
| book 18.135.4 | ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς, |
| book 18.135.5 | δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων· |
| book 18.140.1 | καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ, |
| book 18.140.2 | καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ, |
| book 18.140.3 | Βότρυος ὀρχηστῆρος ἐπ’ αὐχένι πῆχυν ἐρείσας· |
| book 18.140.4 | καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου |
| book 18.140.5 | ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων |
| book 18.145.1 | ὤμῳ ἐπαΐσσοντα· Μέθη δ’ ἐχόρευε καὶ αὐτή, |
| book 18.145.2 | πῆχυν ἐπικλίνουσα καὶ υἱέι καὶ παρακοίτῃ, |
| book 18.145.3 | μεσσατίη Σταφύλου καὶ Βότρυος· ἦν δὲ νοῆσαι |
| book 18.145.4 | τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης. |
| book 18.145.5 | καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων, |
| book 18.1 | χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων |
| book 18.2 | οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων· |
| book 18.3 | καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν |
| book 18.4 | ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην. |
| book 18.5 | καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων |
| book 18.155.1 | ἑσπερίη χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη |
| book 18.155.2 | ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ |
| book 18.155.3 | ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ, |
| book 18.155.4 | δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ, |
| book 18.155.5 | βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς· |
| book 18.160.1 | καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη Νὺξ |
| book 18.160.2 | οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι. |
| book 18.160.3 | οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης |
| book 18.160.4 | Βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ |
| book 18.160.5 | κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων |
| book 18.165.1 | ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις. |
| book 18.165.2 | ἀλλ’ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἄγγελος Ἠοῦς |
| book 18.165.3 | ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην, |
| book 18.165.4 | εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς, |
| book 18.165.5 | ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ |
| book 18.170.1 | Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ, |
| book 18.170.2 | ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης. |
| book 18.170.3 | καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων |
| book 18.170.4 | φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος, |
| book 18.170.5 | ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ |
| book 18.175.1 | μαντιπόλου φόβον ἄλλον ἀπειλητῆρος ὀνείρου· |
| book 18.175.2 | μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου |
| book 18.175.3 | ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης |
| book 18.175.4 | δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ |
| book 18.175.5 | Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου |
| book 18.180.1 | εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης |
| book 18.180.2 | κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν· |
| book 18.180.3 | καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας |
| book 18.180.4 | θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος, |
| book 18.180.5 | αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν |
| book 18.185.1 | μύστιδος ἐκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ, |
| book 18.185.2 | κύμβαλα δ’ ἐν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη |
| book 18.185.3 | δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις |
| book 18.185.4 | σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ, |
| book 18.185.5 | ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ· |
| book 18.190.1 | θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπ’ ἄλλῳ, |
| book 18.190.2 | καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις· |
| book 18.190.3 | καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ |
| book 18.1 | Ἄρτεμις ἐζώγρησεν· ἀπ’ αἰθερίοιο δὲ κόλπου |
| book 18.2 | ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου |
| book 18.195.1 | θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην. |
| book 18.195.2 | τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ |
| book 18.195.3 | ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν |
| book 18.195.4 | χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα, |
| book 18.195.5 | καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ, |
| book 18.1 | καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ, |
| book 18.2 | χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος ἐνυοῦς· |
| book 18.3 | καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ |
| book 18.4 | Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ |
| book 18.5 | κοίρανος ἔγρετο Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα· |
| book 18.205.1 | καὶ Πίθον ὑπνώοντα .... Μέθη δ’ ὡς ἔκλυε φωνῆς, |
| book 18.205.2 | κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου |
| book 18.205.3 | ὀκναλέη πάλιν εὗδε· καὶ ὄρθριον εἰσέτι νύμφη |
| book 18.205.4 | μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς, |
| book 18 | ὀψὲ δὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ. |
| book 18.210.1 | καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ |
| book 18.210.2 | εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων, |
| book 18.210.3 | χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις, |
| book 18.210.4 | οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν· |
| book 18.210.5 | καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ |
| book 18.215.1 | νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη. |
| book 18.215.2 | καὶ Βρομίῳ πολύδωρος ἄναξ ἐφθέγξατο φωνήν· |
| book 18.215.3 | „μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος· |
| book 18.215.4 | δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος· ἀρτιθαλὴς γὰρ |
| book 18.215.5 | Γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου |
| book 18.220.1 | σὸς γενέτης ἔτι κοῦρος· ἐπείγεο καὶ σὺ κυδοιμῷ |
| book 18.220.2 | Γηγενέων ὑπέροπλον ἀιστῶσαι γένος Ἰνδῶν. |
| book 18.220.3 | μέμνημαί τινα μῦθον, ὃν ἡμετέρῳ γενετῆρι |
| book 18.224 | Ἀσσύριός ποτε Βῆλος, ἐμῆς πολιοῦχος ἀρούρης, |
| book 18.223 | πατροπάτωρ ἐμὸς εἶπεν, ἐγὼ δέ σοι αὐτὸς ἐνίψω· |
| book 18.225 | κουφίζων Κρόνος ὑγρὸς ἀμερσιγάμου γένυν ἅρπης, |
| book 18.227.1 | ᾗ ποτε μητρῴῃσιν ἐπεσσυμένοιο χαμεύναις |
| book 18.227.2 | τάμνεν ἀνυμφεύτων στάχυν ἄρσενα πατρὸς ἀρότρων, |
| book 18.226 | Τιτήνων προκέλευθος ἐμάρνατο σεῖο τοκῆι. |
| book 18.229 | καὶ Κρόνος εὐρυγένειος ἀνερρίπιζεν ἐνυὼ |
| book 18.230 | ἔγχεα παχνήεντα κατὰ Κρονίωνος ἰάλλων, |
| book 18.1 | ψυχρὸν ἀκοντίζων διερὸν βέλος· ὀξυτενεῖς δὲ |
| book 18.2 | ἠερόθεν πέμποντο χαλαζήεντες ὀιστοί. |
| book 18.3 | καὶ πλέον Ἠελίοιο κορύσσετο πυρσοφόρος Ζεὺς |
| book 18.4 | θερμοτέρῳ σπινθῆρι λύων πετρούμενον ὕδωρ. |
| book 18.235.1 | ὠμοβόρους δὲ λέοντας ἐπὶ κλόνον Ἰνδὸν ἱμάσσων, |
| book 18.235.2 | μὴ τρομέοις ἐλέφαντας, ἐπεὶ τεὸς ὑψιμέδων Ζεὺς |
| book 18.235.3 | Κάμπην ὑψικάρηνον ἀπηλοίησε κεραυνῷ, |
| book 18.235.4 | ἧς σκολιὸν πολύμορφον ὅλον δέμας· ἀλλοφυεῖς γὰρ |
| book 18.235.5 | λοξὴν αὐτοέλικτον ἀνερρίπιζον ἐνυὼ |
| book 18.240.1 | χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν |
| book 18.240.2 | ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν |
| book 18.240.3 | ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν· |
| book 18.240.4 | καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις |
| book 18.240.5 | Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου, |
| book 18.245.1 | ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων, |
| book 18.245.2 | συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων |
| book 18.245.3 | Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου· |
| book 18.245.4 | καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη |
| book 18.245.5 | ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις· |
| book 18.1 | τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν |
| book 18.2 | κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ |
| book 18.3 | ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων |
| book 18.4 | λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης· |
| book 18.5 | ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων |
| book 18.255.1 | σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένι κούρης |
| book 18.255.2 | εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ. |
| book 18.255.3 | τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη, |
| book 18.255.4 | καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης |
| book 18.255.5 | ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ, |
| book 18.260.1 | λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας, |
| book 18.260.2 | Νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ |
| book 18.260.3 | τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ. |
| book 18.260.4 | ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς, |
| book 18.260.5 | καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν ἐνυώ. |
| book 18.265.1 | γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν |
| book 18.265.2 | Γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω, |
| book 18.265.3 | δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν. |
| book 18.265.4 | σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ |
| book 18.265.5 | σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ |
| book 18.270.1 | ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης |
| book 18.270.2 | Ἰνδὸν ἀνεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοί· |
| book 18.270.3 | Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι. |
| book 18.270.4 | γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς |
| book 18.270.5 | τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης, |
| book 18.275.1 | φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν ἐέρσης, |
| book 18.275.2 | ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης |
| book 18.275.3 | μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης· |
| book 18.275.4 | τὸν Κρόνος ... ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ, |
| book 18.275.5 | ἄρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ, |
| book 18.280.1 | ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα † μηροῦ |
| book 18.280.2 | Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ |
| book 18.280.3 | στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ, |
| book 18.280.4 | καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις |
| book 18.280.5 | πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ· |
| book 18.285.1 | τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης. |
| book 18.285.2 | Ἄρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις |
| book 18.285.3 | πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ |
| book 18.285.4 | τόσσον ἀριστεύεις, ὅσον ἄορι μάρναται Ἄρης, |
| book 18.285.5 | καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια. θηροφόνον δὲ |
| book 18.290.1 | υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ· |
| book 18.290.2 | χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς |
| book 18.290.3 | γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσσας, |
| book 18.290.4 | ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ |
| book 18.290.5 | ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι· |
| book 18.295.1 | ἀλλ’ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο Μεδούσης |
| book 18.295.2 | Γοργόνος ἄκρα κάρηνα, σὺ δ’ οἴνοπα καρπὸν ἀείρεις, |
| book 18.295.3 | ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης· |
| book 18.295.4 | Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ, |
| book 18.295.5 | καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν. |
| book 18.1 | κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτανες Ἰνδὸν Ὀρόντην, |
| book 18.2 | κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν |
| book 18.3 | Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ |
| book 18.4 | πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν |
| book 18.5 | Παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω |
| book 18.305.1 | Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.“ |
| book 18.305.2 | ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ |
| book 18.305.3 | ἁβρὸς ἄναξ, Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ |
| book 18.305.4 | φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ |
| book 18.305.5 | θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ |
| book 18.310 | οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων· |
| book 18.1 | καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην |
| book 18.2 | ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν, |
| book 18.3 | ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας, |
| book 18.4 | οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις, |
| book 18.315.1 | Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο. μύθῳ· |
| book 18.315.2 | „ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ, |
| book 18.315.3 | τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι· |
| book 18.315.4 | ‘κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου, |
| book 18.315.5 | ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ‘.“ |
| book 18.320.1 | εἶπε, καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων |
| book 18.320.2 | Ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυε κῆρυξ, |
| book 18.320.3 | σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων |
| book 18.320.4 | βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης |
| book 18.320.5 | ποσσὶ πολυγνάμπτοισιν ἀπ’ ἄστεος ἄστεα βαίνων |
| book 18.325.1 | Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης, |
| book 18.325.2 | ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς. |
| book 18.325.3 | ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου |
| book 18.325.4 | φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ, |
| book 18.325.5 | τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ |
| book 18.330.1 | δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα, |
| book 18.330.2 | ἀμφίπολοι δ’ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ |
| book 18.330.3 | τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν |
| book 18.330.4 | πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου. |
| book 18 | ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων |
| book 18.335.1 | νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν, |
| book 18.335.2 | μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης· |
| book 18.335.3 | καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντα προσώπῳ, |
| book 18.335.4 | πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ |
| book 18.335.5 | αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ· |
| book 18.340.1 | „εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν; |
| book 18.340.2 | αὐχμηρὴν ὁρόω σε, καὶ ἀστράπτουσαν ἐάσσας· |
| book 18.340.3 | τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις |
| book 18.340.4 | ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ. |
| book 18.340.5 | καὶ σύ, γέρον, μὴ κρύπτε, πόθεν τάδε δάκρυα χεύεις; |
| book 18.345.1 | τίς τάμεν, εὐρυγένειε, τεὸν πώγωνα κομήτην; |
| book 18.345.2 | τίς πολιὴν ᾔσχυνε; τίς ἔσχισε σεῖο χιτῶνα; |
| book 18.345.3 | καὶ σύ, φιλακρήτοιο Μέθης βλάστημα τεκούσης, |
| book 18.345.4 | τέκνον ἐμοῦ Σταφύλοιο, πόθεν λάχες ἄτριχα κόρσην; |
| book 18.345.5 | τίς φθόνος ἠμάλδυνε τεὴν ἑλικώδεα χαίτην; |
| book 18.1 | οὐ πλόκαμοι προχυθέντες ἐπ’ ἀργυφέων σέθεν ὤμων |
| book 18.2 | ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν, |
| book 18.3 | οὐκέτι βακχευθέντος ἀφ’ ὑμετέροιο καρήνου |
| book 18.1 | μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί. |
| book 18.2 | πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ; |
| book 18.355.1 | πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης; |
| book 18.355.2 | οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου. |
| book 18.355.3 | πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω ... |
| book 18.355.4 | εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν ἐς μίαν ὥρην; |
| book 18.355.5 | γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις· |
| book 18.360.1 | φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ |
| book 18.360.2 | σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί· |
| book 18.360.3 | γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις· |
| book 18.360.4 | δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ |
| book 18.360.5 | πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες. |
| book 18.365.1 | ἐλπίδα δ’ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ |
| book 18.365.2 | Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι |
| book 18.365.3 | χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ, |
| book 18 | Βότρυος ἀγχεμάχοιο τελειομένων ὑμεναίων.“ |
| book 19.1.1 | Ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ |
| book 19.1.2 | κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ, |
| book 19.1.3 | δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ |
| book 19.1.4 | οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ· |
| book 19.5.1 | „ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης, |
| book 19.5.2 | σὸν Στάφυλον, Διόνυσε, κατεύνασεν ἔμπεδος ὕπνος, |
| book 19.5.3 | σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι. |
| book 19.5.4 | δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν |
| book 19.5.5 | Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ’ ἐμὸς ἔμπεσε νούσῳ· |
| book 19.10.1 | καὶ ξυνὴν μεθέπεσκον ἐπ’ ἀμφοτέροισιν ἀνίην, |
| book 19.10.2 | καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ. |
| book 19.10.3 | ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης |
| book 19.10.4 | δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα |
| book 19.10.5 | εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ. |
| book 19.15.1 | ἐλπὶς ἐμή, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην, |
| book 19.15.2 | μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.“ |
| book 19.15.3 | ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ |
| book 19.1 | ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου |
| book 19.2 | παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καὶ πίον ἄμφω |
| book 19.20.1 | τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης· |
| book 19.20.2 | καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην· |
| book 19.20.3 | καί τινα μῦθον ἔειπε γυνὴ θελξίφρονι Βάκχῳ· |
| book 19.20.4 | „ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτ’ ἀνίη, |
| book 19.20.5 | οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος· |
| book 19.25.1 | ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ |
| book 19.25.2 | δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου. |
| book 19.25.3 | οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ |
| book 19.25.4 | Βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ |
| book 19.25.5 | Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην. |
| book 19.30.1 | ἕσπομαι, ἢν ἐθέλῃς με, καὶ εἰς τεὸν οἶκον ἱκάνω· |
| book 19.30.2 | εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δ’ ἐθελήσῃς, |
| book 19.30.3 | κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην, |
| book 19.30.4 | χείλεσι δ’ ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω. |
| book 19.30.5 | χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω |
| book 19.35.1 | καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου. |
| book 19.35.2 | Βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας |
| book 19.1 | καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν· |
| book 19.2 | καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ |
| book 19.3 | ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης. |
| book 19.40.1 | γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσσῃς |
| book 19.40.2 | σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.“ |
| book 19.40.3 | ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ |
| book 19.40.4 | Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ |
| book 19.40.5 | „ὦ γύναι, ἀγλαόδωρε μετὰ χρυσῆν Ἀφροδίτην, |
| book 19.45.1 | εὐφροσύνης δώτειρα .... τερψίμβροτε μῆτερ Ἐρώτων, |
| book 19.45.2 | εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ· |
| book 19.45.3 | ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη, |
| book 19.45.4 | ἄνθεσι μιτρωθεῖσα καὶ εὐθαλέεσσι κορύμβοις· |
| book 19.45.5 | στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην. |
| book 19.1 | οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην· |
| book 19.2 | ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ |
| book 19.3 | Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων, |
| book 19.4 | καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου· |
| book 19.5 | Βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης, |
| book 19.55 | καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω |
| book 19.1 | ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην. |
| book 19.2 | οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν, |
| book 19.3 | οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.“ |
| book 19.4 | ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ |
| book 19.60.1 | νηπενθὴς Διόνυσος ἀπενθέα θῆκεν ἀγῶνα· |
| book 19.60.2 | καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας |
| book 19.60.3 | διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν |
| book 19.60.4 | Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς· |
| book 19.60.5 | διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων |
| book 19.65.1 | ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ· |
| book 19.65.2 | „Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ |
| book 19.65.3 | ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω, |
| book 19.65.4 | ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.“ |
| book 19.65.5 | ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ, |
| book 19.70.1 | Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης, |
| book 19.70.2 | πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπ’ αὐτῷ |
| book 19.70.3 | Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς. |
| book 19.70.4 | ἄμφω δ’ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος |
| book 19.70.5 | φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δὲ χαίτην |
| book 19.75.1 | δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δὲ πέπλους. |
| book 19.75.2 | ἀρχόμενοι δ’ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ |
| book 19.75.3 | ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς |
| book 19.75.4 | ἄκρα περισφίγγοντες, ὅπως μίτος ὄρθιος εἴη, |
| book 19 | μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν. |
| book 19.80.1 | καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ |
| book 19.80.2 | Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς, |
| book 19.80.3 | μέλπων πάτριον ὕμνον, ὅτι „ζαθέαις ἐν Ἀθήναις |
| book 19.80.4 | καὶ Κελεὸς ξείνισσε βίου παμμήτορα Δηὼ |
| book 19.80.5 | Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ, |
| book 19.85.1 | καί σφισι καρπὸν ὄπασσεν, ὅθεν χθονὸς αὔλακα νείφων |
| book 19.85.2 | Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων, |
| book 19.85.3 | καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ |
| book 19.85.4 | ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ, |
| book 19.85.5 | ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ |
| book 19.90.1 | Τριπτολέμου βαρὺ πένθος ἀπέσβεσε καὶ Μετανείρης· |
| book 19.90.2 | οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ |
| book 19.90.3 | Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης |
| book 19.90.4 | ὤπασεν εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην, |
| book 19.90.5 | καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος, |
| book 19.95.1 | υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης, |
| book 19.95.2 | καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.“ |
| book 19.95.3 | τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ |
| book 19.95.4 | πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ |
| book 19.95.5 | ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν. |
| book 19.1 | δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων, |
| book 19.2 | ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ, |
| book 19.3 | δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ, |
| book 19.4 | παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινὶ θεσμῷ· |
| book 19.5 | „εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων, |
| book 19.105.1 | καὶ Στάφυλον Διόνυσος ἀεὶ ζώοντα τελέσσει.“ |
| book 19.105.2 | οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ |
| book 19.105.3 | εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπὸ λαιμῶν, |
| book 19.105.4 | καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου |
| book 19.105.5 | ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων |
| book 19.110.1 | δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ |
| book 19.110.2 | ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων· |
| book 19.110.3 | Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ, |
| book 19.110.4 | καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ |
| book 19.110.5 | ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς· |
| book 19.115.1 | ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι. |
| book 19.115.2 | καὶ τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων, |
| book 19.115.3 | αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης. |
| book 19.115.4 | εὐχαίτης δ’ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων, |
| book 19.115.5 | ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περὶ νίκης, |
| book 19.120.1 | γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου, |
| book 19.120.2 | χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ |
| book 19.120.3 | ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου, |
| book 19.120.4 | Ἡφαίστου σοφὸν ἔργον Ὀλύμπιον, ὅν ποτε Κύπρις |
| book 19.120.5 | ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ· |
| book 19.125.1 | μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι |
| book 19.125.2 | ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ |
| book 19.125.3 | δῶκεν ἄναξ Ἀλύβης ξεινήιον, οἰκία ναίων |
| book 19.125.4 | ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου |
| book 19.125.5 | ἀργυρέαις ἀκτῖσι μέλας λευκαίνεται ἀγκών, |
| book 19.130.1 | τοῦ περὶ χείλεος ἄκρον ἐπ’ ἀμπελόεντι κορύμβῳ ... |
| book 19.130.2 | κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ· |
| book 19.130.3 | τοῦτον ἄγων ἔστησε ... βαθυνομένῳ κενεῶνι |
| book 19.130.4 | ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης, |
| book 19.130.5 | γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ |
| book 19.135.1 | ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην. |
| book 19.135.2 | ἀλλ’ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι, |
| book 19.135.3 | ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ· |
| book 19.135.4 | „ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ |
| book 19 | νικήσας τροχαλοῖο ποδὸς κρίσιν, οὗτος ἑλέσθω |
| book 19.140.1 | καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου· |
| book 19.140.2 | ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ, |
| book 19.140.3 | ἥσσονα δ’ ὀρχήσοιτο, καὶ ἥσσονα δῶρα δεχέσθω· |
| book 19.140.4 | οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δὲ |
| book 19.140.5 | ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα |
| book 19.145.1 | οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω, |
| book 19.145.2 | οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν, ... |
| book 19.145.3 | δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων· |
| book 19.145.4 | οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμὴ |
| book 19.145.5 | τηλεπόρου· Σταφύλῳ δέ, καταφθιμένῳ βασιλῆι, |
| book 19.1 | ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα κῶμον ἐγείρω· |
| book 19.2 | οὐδὲ παλαισμοσύνῃ γυιαλκέι δῶρα τιταίνῳ, |
| book 19.3 | οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες, |
| book 19.4 | οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ |
| book 19.5 | νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν, |
| book 19.155.1 | χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου |
| book 19.155.2 | ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ |
| book 19.155.3 | δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.“ |
| book 19.1 | τοῖον ἔπος φαμένου κερόεις Σιληνὸς ἀνέστη, |
| book 19.2 | καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ |
| book 19.160.1 | χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων, |
| book 19.160.2 | οὐχ ὅτι χρύσεος ἦεν † ὑπέρτερος, ἀλλ’ ὅτι μοῦνον |
| book 19.160.3 | εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης |
| book 19.160.4 | ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου |
| book 19.160.5 | θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή· |
| book 19.165.1 | καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς, |
| book 19.165.2 | μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης. |
| book 19.165.3 | καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ, |
| book 19.165.4 | νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι· |
| book 19.165.5 | „εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου· |
| book 19.170.1 | δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καὶ Διονύσῳ; |
| book 19.170.2 | κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ· |
| book 19.170.3 | δέξο με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας, |
| book 19.170.4 | οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης· |
| book 19.170.5 | ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου. |
| book 19.175.1 | ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης, |
| book 19.175.2 | δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴνου, |
| book 19.175.3 | Σιληνὸς δὲ νέος πιέτω νέον ὄγκον ὀπώρης. |
| book 19.1 | καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω, |
| book 19.2 | ὅττι χορὸν προβέβουλε φιλοκνίσοιο τραπέζης· |
| book 19.180.1 | σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω |
| book 19.180.2 | κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου, |
| book 19.180.3 | οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν, |
| book 19.180.4 | οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων |
| book 19.180.5 | δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ |
| book 19.185.1 | ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο, |
| book 19.185.2 | εἰμὶ νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος, |
| book 19.185.3 | οὐ Σπάρτης ναέτης· οὐ πένθιμον ἄνθος ἀείρω |
| book 19.185.4 | σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων. |
| book 19.185.5 | σήμερον εἰ Μίνωι παρήμενος ἶσα δικάζεις, |
| book 19.190.1 | εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν, |
| book 19.190.2 | Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων, |
| book 19.190.3 | κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων |
| book 19.190.4 | ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν· |
| book 19.190.5 | ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην, |
| book 19.195.1 | νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου |
| book 19.195.2 | σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων |
| book 19.195.3 | ἀρχόμενος κρητῆρος ἐμῆς μετ’ ἀέθλια νίκης.“ |
| book 19.195.4 | ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ, |
| book 19.195.5 | δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων, |
| book 19.1 | σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων· |
| book 19.2 | ὀφθαλμοὺς δ’ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων, |
| book 19.3 | νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων· |
| book 19.4 | καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν, |
| book 19.5 | εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου. |
| book 19.205.1 | οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων, |
| book 19.205.2 | ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην, |
| book 19.205.3 | οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην |
| book 19.205.4 | Ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ· |
| book 19.205.5 | ἀλλὰ λιπὼν ξύμπαντα ..... καὶ ἀστραίης χύσιν ὕλης |
| book 19.210.1 | οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ |
| book 19.210.2 | Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων |
| book 19.210.3 | αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις, |
| book 19.210.4 | ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην· |
| book 19.210.5 | ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν |
| book 19.215.1 | νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην· |
| book 19.215.2 | ἐς Σατύρους δ’ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν |
| book 19.215.3 | χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας, |
| book 19.215.4 | Ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ. |
| book 19.215.5 | τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων, |
| book 19.220.1 | καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν, |
| book 19.220.2 | ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης. |
| book 19.220.3 | ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ, |
| book 19.1 | τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι |
| book 19.2 | μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων. |
| book 19.225.1 | Σιληνὸς δ’ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης |
| book 19.225.2 | σύμβολα φωνήεντα κατέγραφε σιγαλέη χείρ. |
| book 19.225.3 | καὶ παλάμης τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ |
| book 19.225.4 | υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ |
| book 19.225.5 | ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή, |
| book 19.230.1 | οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ δὲ Φοίβου |
| book 19.230.2 | ὄργανα κεῖτο κύπελλα μεμηλότα καὶ Διονύσῳ |
| book 19.230.3 | καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου, |
| book 19.230.4 | ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης· |
| book 19.230.5 | καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ |
| book 19.235.1 | ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης· |
| book 19.235.2 | ὄργανα κεῖτο κύπελλα· καί, ὡς χρυσόπτερος Ἑρμῆς, |
| book 19.235.3 | αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη, |
| book 19.235.4 | χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης, |
| book 19.235.5 | Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων |
| book 19.240.1 | στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης, |
| book 19.240.2 | Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ |
| book 19.240.3 | πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης |
| book 19.240.4 | ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἀπ’ ἄλλου |
| book 19 | εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ· |
| book 19.245.1 | τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης |
| book 19.245.2 | ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων |
| book 19.245.3 | τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου, |
| book 19.245.4 | καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ |
| book 19.245.5 | ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων |
| book 19.1 | κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ |
| book 19.2 | τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ, |
| book 19.3 | πατροκασιγνήτῳ τρίτατον δέπας Ἐννοσιγαίῳ· |
| book 19.4 | ἑξείης δ’ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι |
| book 19.5 | τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ |
| book 19.255.1 | μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ· |
| book 19.255.2 | οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις, |
| book 19.255.3 | διψαλέοι δ’ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες, |
| book 19.255.4 | καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων. |
| book 19.255.5 | ἀθάνατοι δ’ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ |
| book 19.260.1 | οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης· |
| book 19.260.2 | καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος, |
| book 19.1 | κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου. |
| book 19.2 | τοῦτο σοφῇ παλάμῃ κερόεις Σιληνὸς ὑφαίνων |
| book 19.3 | δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ |
| book 19.265.1 | ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς, |
| book 19.265.2 | πῇ μὲν ἐπ’ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων, |
| book 19.265.3 | πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ, |
| book 19.265.4 | ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων |
| book 19.265.5 | ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ· |
| book 19.270.1 | δεξιτερῷ δ’ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ, |
| book 19.270.2 | δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδὸς ἢ γόνυ κάμψας |
| book 19.270.3 | συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν, |
| book 19.270.4 | Σιληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν· |
| book 19.270.5 | καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου |
| book 19.275.1 | κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ’ ὑπὸ τέχνῃ |
| book 19.275.2 | καμπύλον ᾐώρησεν ἐπ’ αὐχένι ταρσὸν ἑλίξας· |
| book 19.275.3 | καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης |
| book 19.275.4 | ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ |
| book 19.275.5 | πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων, |
| book 19.280.1 | τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων· |
| book 19.280.2 | καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ |
| book 19.280.3 | ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης· |
| book 19.280.4 | καὶ ποδὶ λαχνήεντι πέδον Σιληνὸς ἑλίσσων |
| book 19.280.5 | ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ. |
| book 19.285 | καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου |
| book 19.1 | ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ· |
| book 19.2 | καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ |
| book 19.3 | χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου |
| book 19.4 | εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι, |
| book 19.290.1 | καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου, |
| book 19.290.2 | καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ· |
| book 19.290.3 | Σιληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη |
| book 19.290.4 | εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων |
| book 19.290.5 | ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις |
| book 19.295.1 | αὐτοφυής. γλυκερὴν δὲ Μάρων † ἐδύσατο νίκην, |
| book 19.295.2 | ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου· |
| book 19.295.3 | Σιληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν, |
| book 19.295.4 | ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις, |
| book 19.295.5 | καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο, |
| book 19.1 | χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ |
| book 19.2 | Σιληνοῦ κελάδοντος ἀκούεται εὔιον ὕδωρ. |
| book 19.3 | καί τινα μῦθον ἔλεξε Μάρων ποταμηίδι πηγῇ· |
| book 19.4 | „οὔ σε Μάρων, Σιληνέ, βιάζεται· εἰς σὲ δὲ ῥίψω |
| book 19.5 | οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω. |
| book 19.305 | δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου |
| book 19.1 | ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης. |
| book 19.2 | εἱλιπόδη Σιληνέ, καὶ ἐν προχοῇσι χορεύεις, |
| book 19.3 | σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις, |
| book 19.4 | εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις |
| book 19.310.1 | ἵλαθι καὶ Σατύροισι καὶ οἰνοπότῃσιν ὀπώρης |
| book 19.310.2 | Σιληνούς τε φύλασσε, τεῆς βλάστημα γενέθλης· |
| book 19.310.3 | ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης |
| book 19.310.4 | ζῆλον ὑποκλέπτοντα καὶ ἐν ποταμοῖσι νοήσω. |
| book 19.310.5 | ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης· |
| book 19.315.1 | ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ. |
| book 19.315.2 | νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν; |
| book 19.315.3 | Σιληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων, |
| book 19.315.4 | αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ· |
| book 19.315.5 | ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας, |
| book 19.320.1 | ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου |
| book 19.320.2 | ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης, |
| book 19.320.3 | οἷα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος· |
| book 19.320.4 | καί μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων, |
| book 19.320.5 | καὶ ποταμὸν ποίησεν ὁμοίιον· εἰσέτι κείνου |
| book 19.325.1 | Σιληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ, |
| book 19.325.2 | καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἷά περ αἰεὶ |
| book 19.325.3 | ἀντιτύποις δονάκεσσι μελιζομένου ποταμοῖο. |
| book 19.325.4 | καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας |
| book 19.325.5 | Σιληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην |
| book 19.330.1 | μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην, |
| book 19.330.2 | Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ |
| book 19.330.3 | Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη. |
| book 19.330.4 | μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου, |
| book 19.330.5 | ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων, |
| book 19.335.1 | καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων |
| book 19.335.2 | ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις. |
| book 19.335.3 | εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου, |
| book 19.335.4 | μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις ... |
| book 19.335.5 | τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων |
| book 19.340.1 | Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης; ... |
| book 19.340.2 | ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ |
| book 19.340.3 | Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις. |
| book 19.340.4 | εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ |
| book 19 | Σιληνὸν κομόωντα βοοκραίροισι μετώποις |
| book 19.345.1 | ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.“ |
| book 19.345.2 | εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ |
| book 19.345.3 | Σιληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες, |
| book 19 | ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο. |
| book 20.1.1 | Λῦτο δ’ ἀγών· Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ |
| book 20.1.2 | Βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις. |
| book 20.1.3 | τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι· |
| book 20.1.4 | καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύριγξ |
| book 20.5.1 | ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις |
| book 20.5.2 | οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ· |
| book 20.5.3 | καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν |
| book 20.5.4 | δαιτυμόνες σαίνοντες· ἀνεσκίρτησε δὲ Βάκχη |
| book 20.5.5 | κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης |
| book 20.10.1 | ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις. |
| book 20.10.2 | καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα, |
| book 20.10.3 | αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ· |
| book 20.10.4 | καὶ Πίθον εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας |
| book 20.10.5 | ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι, |
| book 20.15.1 | ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ· |
| book 20.15.2 | οὐκέτι δ’ αὐτοχύτοισι παρήια δάκρυσι δεύων |
| book 20.15.3 | Βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας |
| book 20.1 | φωριαμοὺς ὤιξε θυώδεας· οἰγομένων δὲ |
| book 20.2 | μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων· |
| book 20.20.1 | κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος |
| book 20.20.2 | δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ, |
| book 20.20.3 | καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ. |
| book 20.20.4 | τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ |
| book 20.20.5 | φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης. |
| book 20.25.1 | δαιτυμόνων δὲ φάλαγγες ἀμοιβάδες ἔνδοθεν αὐλῆς |
| book 20.25.2 | ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων. |
| book 20.25.3 | καὶ Πίθος ἄγχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν, |
| book 20.25.4 | νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ, |
| book 20.25.5 | ἀλλήλους δ’ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν |
| book 20.30.1 | πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου, |
| book 20.30.2 | δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ |
| book 20.30.3 | δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν· |
| book 20.30.4 | γείτονι δ’ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου, |
| book 20.30.5 | ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ. |
| book 20.35.1 | Βάκχῳ δ’ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη, |
| book 20.35.2 | ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων, |
| book 20.35.3 | Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης· |
| book 20.35.4 | καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων |
| book 20.35.5 | ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις, |
| book 20.40.1 | καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ |
| book 20.40.2 | ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ· |
| book 20.40.3 | Βάκχου δ’ ὑπναλέοιο παρεστηυῖα καρήνῳ |
| book 20.40.4 | φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ· |
| book 20.40.5 | „ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ |
| book 20.45.1 | Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις· |
| book 20.45.2 | μητρυιὴ δ’ ὁρόωσα τεὴν φύξηλιν ἐνυὼ |
| book 20.45.3 | Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις. |
| book 20.45.4 | αἰδέομαι Κρονίωνι φανήμεναι, ἅζομαι Ἥρην, |
| book 20.45.5 | ἅζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης· |
| book 20.1 | Τιτήνων δ’ ὀλετῆρα, προασπιστῆρα τοκῆος, |
| book 20.2 | αὐχένα γαῦρον ἔχοντα κατ’ οὐρανὸν Ἄρεα φεύγω, |
| book 20.3 | ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ· |
| book 20.4 | καὶ γνωτὴν σέο μᾶλλον, ἀριστογόνοιο τοκῆος |
| book 20.5 | αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου, |
| book 20.55.1 | Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ |
| book 20.55.2 | μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη· |
| book 20.55.3 | εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ |
| book 20.55.4 | αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου, |
| book 20.55.5 | Τιτήνων σκεδάσασα θυελλήεσσαν ἐνυώ, |
| book 20.60.1 | πατρῴου δ’ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου· |
| book 20.60.2 | καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ. |
| book 20.60.3 | ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων, |
| book 20.60.4 | ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ |
| book 20 | ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης, |
| book 20.65.1 | ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος |
| book 20.65.2 | ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δ’ ἐμὸν αἰθέρα φεύγω |
| book 20.65.3 | μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου. |
| book 20.65.4 | θύρσους δ’ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου |
| book 20.65.5 | μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ |
| book 20.70.1 | παρθένος Ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου |
| book 20.70.2 | οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν, |
| book 20.70.3 | μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης |
| book 20.70.4 | πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων. |
| book 20.70.5 | παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ |
| book 20.75.1 | ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ, |
| book 20.75.2 | ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων, |
| book 20.75.3 | Γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα. |
| book 20.75.4 | καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω |
| book 20.75.5 | ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης. |
| book 20.80.1 | οὐ σὺ Διὸς τεκέεσσιν ὁμοίιος· οὐ κτάνες ἰῷ |
| book 20.80.2 | Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην, |
| book 20.80.3 | οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀιστῷ, |
| book 20.80.4 | οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης |
| book 20.80.5 | Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης, |
| book 20.85 | Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων· |
| book 20.1 | ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις, |
| book 20.2 | ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων· |
| book 20.3 | αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ |
| book 20.4 | Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης |
| book 20.90.1 | ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις. |
| book 20.90.2 | ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν |
| book 20.90.3 | Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρου· |
| book 20.90.4 | πηκτίδες † οὐ ψαύουσιν ἐνυαλίην μετὰ νίκην· |
| book 20.90.5 | νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν· |
| book 20.95.1 | οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ |
| book 20.95.2 | ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει. |
| book 20.95.3 | τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ |
| book 20.95.4 | Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.“ |
| book 20.95.5 | ὣς φαμένη πεπότητο. θεὸς δ’ ἀνεπήλατο λέκτρων, |
| book 20.1 | φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου .... |
| book 20.2 | καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δ’ ἔνδυνε χιτῶνα |
| book 20.3 | Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης, |
| book 20.4 | καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ· |
| book 20 | ὤμοις δ’ ἀκαμάτοισι περὶ κληῖδα φυλάσσων |
| book 20.105.1 | φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων, |
| book 20.105.2 | πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην, |
| book 20.105.3 | σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην |
| book 20.105.4 | πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ· |
| book 20.105.5 | Σιληνοὶ δ’ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι |
| book 20.110.1 | θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν |
| book 20.110.2 | στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς· |
| book 20.110.3 | κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες. |
| book 20.110.4 | καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ |
| book 20.110.5 | εἰς δρόμον ἐσσυμένης λοφιὴν ἐπεμάστιεν ἄρκτου |
| book 20.115.1 | λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων |
| book 20.115.2 | ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην, |
| book 20.115.3 | πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων· |
| book 20.115.4 | ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων |
| book 20.115.5 | αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ. |
| book 20.120.1 | καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσσας |
| book 20.120.2 | Βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων, |
| book 20.120.3 | σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ, |
| book 20.120.4 | δμῶας ἔχων κατόπισθε· Μέθῃ δ’ ἅμα μητέρι νύμφη |
| book 20 | λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην, |
| book 20.125.1 | καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων |
| book 20.125.2 | εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην· |
| book 20.125.3 | καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων, |
| book 20.125.4 | ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ. |
| book 20.125.5 | οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν ἐς χθόνα Λυδῶν |
| book 20.130.1 | Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ, |
| book 20.130.2 | δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης |
| book 20.130.3 | ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων |
| book 20.130.4 | πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ |
| book 20.130.5 | ἵσταται εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου, |
| book 20.135.1 | σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν, |
| book 20.135.2 | τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων· |
| book 20.135.3 | „εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ |
| book 20.135.4 | δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ |
| book 20.135.5 | λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ |
| book 20.140.1 | νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δ’ ἄμφω, |
| book 20.140.2 | οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.“ |
| book 20.140.3 | καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι |
| book 20.140.4 | Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων |
| book 20.140.5 | καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ |
| book 20.145 | καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης |
| book 20.1 | Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ἀπὸ δένδρων ... |
| book 20.2 | Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης |
| book 20.3 | καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν. |
| book 20.4 | ἔνθα τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ, |
| book 20.1 | ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος, |
| book 20.2 | ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων, |
| book 20.3 | αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ |
| book 20.4 | ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις |
| book 20.5 | εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ |
| book 20.155.1 | πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη |
| book 20.155.2 | χήρη, γηραλέη, γαμίων ἔτι νῆις ἐρώτων, |
| book 20.155.3 | εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων, |
| book 20.155.4 | ἄβροχον ἅρμα φέρων τετράζυγον Ἐννοσιγαίου |
| book 20.155.5 | νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ |
| book 20.160.1 | Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην |
| book 20.160.2 | μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ, |
| book 20.160.3 | οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης· |
| book 20.160.4 | καὶ δρόμος ἦν ἀνόνητος· ὑπ’ Ἠελίοιο δὲ δίφρῳ |
| book 20.160.5 | κηροπαγὴς φλογόεντι † ῥυμὸς θερμαίνετο πυρσῷ, |
| book 20.165 | καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων. |
| book 20.1 | τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ |
| book 20.2 | πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας |
| book 20.3 | δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι |
| book 20.4 | δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ |
| book 20.170.1 | ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας. |
| book 20.170.2 | ὡς δ’ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος |
| book 20.170.3 | ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης, |
| book 20.170.4 | ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ, |
| book 20.170.5 | οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου |
| book 20.175.1 | ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων. |
| book 20.175.2 | καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ |
| book 20.175.3 | ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ, |
| book 20.175.4 | οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ |
| book 20.175.5 | σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ |
| book 20.180.1 | δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται |
| book 20.180.2 | ἀντὶ Διὸς σύροντο θυηπολέειν Λυκοόργῳ. |
| book 20.180.3 | οὐδὲ λάθες, Διόνυσε, δολορραφέος φθόνον Ἥρης· |
| book 20.180.4 | ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ |
| book 20.180.5 | ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρα σε θέλξῃ |
| book 20.185.1 | κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ· |
| book 20.185.2 | δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ |
| book 20.185.3 | Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ. |
| book 20.1 | οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ |
| book 20.2 | Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν· |
| book 20.190.1 | καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου, |
| book 20.190.2 | δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας, |
| book 20.190.3 | κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ, |
| book 20.190.4 | αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν |
| book 20.190.5 | ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ |
| book 20.195.1 | γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ· |
| book 20.195.2 | „τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῥα καὶ αὐτὸς |
| book 20.195.3 | Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν; |
| book 20.195.4 | οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί, |
| book 20.195.5 | οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες· |
| book 20.1 | οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς· |
| book 20.2 | οὐ θρασὺν ἵππον ἔχουσιν ἀρήιον· οὐδ’ ὑπὲρ ὤμων |
| book 20.3 | βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην. |
| book 20.4 | αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες |
| book 20.5 | δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ. |
| book 20.205.1 | ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου; |
| book 20.205.2 | θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης |
| book 20.205.3 | οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ |
| book 20.205.4 | ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δ’ οὐκ οἶδα πιθέσθαι |
| book 20.205.5 | ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ |
| book 20.210 | υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς· |
| book 20.1 | μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ |
| book 20.2 | Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη· |
| book 20.3 | Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι· |
| book 20.4 | Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· οἶδας Ἀθήνην |
| book 20.215.1 | παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου. |
| book 20.215.2 | τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις |
| book 20.215.3 | πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει· |
| book 20.215.4 | ἔμπης δ’, ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω |
| book 20.215.5 | μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη, |
| book 20.220.1 | γνωτὴ Ζηνὸς ἄκοιτις ὁμόστολος εἰς μόθον Ἥρη |
| book 20.220.2 | ἕσπεται υἱωνοῖο προασπίζουσα Λυκούργου“ ... |
| book 20.220.3 | „... στήσω δ’ ὑμετέρου θεοδέγμονος ἔνδοθι νηοῦ |
| book 20.220.4 | θύρσους Βασσαρίδων, νόθα δούρατα· βουκεράων δὲ |
| book 20.220.5 | Κενταύρων ἀτίνακτα κεράατα μακρὰ δαΐξας |
| book 20.225.1 | τοξοφόρων Ἀράβων κεραελκέα τόξα τελέσσω, |
| book 20.225.2 | ὡς θέμις· ἐκταδίην δὲ ταμὼν δολιχόσκιον οὐρὴν |
| book 20.225.3 | Σιληνῶν λασίην τελέσω πλήξιππον ἱμάσθλην. |
| book 20.225.4 | ταῦτα μὲν εἰς σὲ φέρω μετὰ φύλοπιν· ἀπτολέμου δὲ |
| book 20 | Βάκχου ξανθὰ πέδιλα γυναικείους τε χιτῶνας |
| book 20.230.1 | πορφυρέους καὶ θῆλυν ἐπ’ ἰξύι κυκλάδα μίτρην |
| book 20.230.2 | γνωτῇ σεῖο δάμαρτι φυλάξομεν Ἀφρογενείῃ, |
| book 20.230.3 | ἅρμενα θήλεα δῶρα· γυναιμανέος δὲ Λυαίου |
| book 20.230.4 | ἀμφιπόλων στίχα πᾶσαν ἐμοῖς δμώεσσι συνάψω |
| book 20.230.5 | εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων, |
| book 20.235.1 | οἷα δορικτήτοισι πέλει θέμις· οὐτιδανοὺς δὲ |
| book 20.235.2 | ἡμερίδων ὄρπηκας, † εὔια δῶρα Λυαίου, |
| book 20.235.3 | θερμοτέρῳ σπινθῆρι δεδέξεται Ἀρραβίη φλόξ. |
| book 20.235.4 | καὶ βριαρὴ θεράπαινα χοροπλεκέος Διονύσου |
| book 20.235.5 | Βασσαρὶς ἀλλοίην ἐχέτω καὶ ἀήθεα τέχνην |
| book 20.240.1 | δώματα ναιετάουσα μετ’ οὔρεα, δαιδαλέην δὲ |
| book 20.240.2 | νεβρίδα καλλείψασα δέμας κρύψειε χιτῶνι, |
| book 20.240.3 | καρπὸν ἀλετρεύουσα μύλης τροχοειδέι πέτρῳ· |
| book 20.240.4 | καὶ στεφάνους ῥίψασα, καὶ ἣν καλέουσιν ὀπώρην, |
| book 20.240.5 | ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ, |
| book 20.245.1 | δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ |
| book 20.245.2 | ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις, |
| book 20.245.3 | κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης. |
| book 20.245.4 | Σιληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης |
| book 20.245.5 | εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου |
| book 20.1 | κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.“ |
| book 20.2 | ὣς φαμένου μείδησε θεὰ χρυσόπτερος Ἶρις, |
| book 20.1 | ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην. |
| book 20.2 | καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην, |
| book 20.3 | γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων |
| book 20.255.1 | ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν· |
| book 20.255.2 | εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ |
| book 20.255.3 | χαιτήεις κεκόρυστο λέων λυσσώδεϊ λαιμῷ |
| book 20.255.4 | καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην. |
| book 20.255.5 | τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις, |
| book 20.260.1 | Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων, |
| book 20.260.2 | καὶ πλέον ἔλλαβε θάρσος. ἀναΐξασα δὲ δαίμων |
| book 20.260.3 | νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ, |
| book 20.260.4 | ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ, |
| book 20.260.5 | ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς |
| book 20.265.1 | Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν· |
| book 20.265.2 | „γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης |
| book 20.265.3 | ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ. |
| book 20.265.4 | λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην, |
| book 20.265.5 | ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει; |
| book 20.270.1 | μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας ἐνυώ· |
| book 20.270.2 | μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς· |
| book 20.270.3 | μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ· |
| book 20.270.4 | μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ· |
| book 20.270.5 | ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου |
| book 20.275 | ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων, |
| book 20.1 | εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ· |
| book 20.2 | ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ, |
| book 20.3 | ἄρτι μέλος πλέξωμεν ἀθωρήκτοιο χορείης, |
| book 20.4 | καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην, |
| book 20.280.1 | μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι· |
| book 20.280.2 | ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων |
| book 20.280.3 | εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου, |
| book 20.280.4 | ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ |
| book 20.280.5 | θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι. |
| book 20.285.1 | οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει· |
| book 20.285.2 | ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς |
| book 20.285.3 | πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν |
| book 20.285.4 | οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήσσειεν ἐνυώ.“ |
| book 20.285.5 | ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ |
| book 20.290.1 | αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης |
| book 20.290.2 | ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους |
| book 20.290.3 | καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων |
| book 20.290.4 | καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ |
| book 20.290.5 | πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης, |
| book 20.295.1 | ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ |
| book 20.295.2 | ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ. |
| book 20.295.3 | καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας |
| book 20.1 | ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων |
| book 20.2 | ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης· |
| book 20.1 | καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ, |
| book 20.2 | καὶ φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν· |
| book 20.3 | χερσὶ δὲ δινεύουσα φιλεύια ῥόπτρα Λυαίου |
| book 20.4 | Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου. |
| book 20.5 | καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης, ... |
| book 20.305.1 | αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς |
| book 20.305.2 | καὶ καναχῆς σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς |
| book 20.305.3 | μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης· |
| book 20.305.4 | καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων, |
| book 20.305.5 | σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν, |
| book 20.310.1 | Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν· |
| book 20.310.2 | „ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων; |
| book 20.310.3 | καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις |
| book 20.310.4 | ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ. |
| book 20.310.5 | εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις, |
| book 20.315.1 | ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω. |
| book 20.315.2 | τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρα τις εἴπῃ, |
| book 20.315.3 | ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου |
| book 20.315.4 | ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου. |
| book 20.315.5 | οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι, |
| book 20.320.1 | οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες |
| book 20.320.2 | ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ. |
| book 20.1 | σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω, |
| book 20.2 | καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου |
| book 20.3 | ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.“ |
| book 20.325.1 | ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας |
| book 20.325.2 | θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν |
| book 20.325.3 | ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης, |
| book 20.325.4 | ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν, |
| book 20.325.5 | ἄλλη βοτρυόεσσαν ἀπηκόντιζεν ὀπώρην, |
| book 20.330.1 | ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις· |
| book 20.330.2 | πολλαὶ δ’ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ |
| book 20.330.3 | ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης. |
| book 20.330.4 | ὡς δ’ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ |
| book 20.330.5 | ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον αἴγλην |
| book 20.334a | ......................... ποιμήν, |
| book 20.335.1 | Πανὶ δὲ κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι· |
| book 20.335.2 | ἄφνω δ’ ἐκ σκοπέλοιο χύθη μυκώμενον ὕδωρ |
| book 20.335.3 | κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο· |
| book 20.335.4 | αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν |
| book 20 | δειμαίνων θρασὺ κῦμα χαραδραίου ποταμοῖο, |
| book 20.340.1 | οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ· |
| book 20.340.2 | ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης |
| book 20.340.3 | εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας· |
| book 20.340.4 | καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν ἐνυώ, |
| book 20.340.5 | θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης, |
| book 20.345.1 | χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ· |
| book 20.345.2 | καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη, |
| book 20.345.3 | μητρυιὴ βαρύδουπος ἐπιβρίζουσα Λυαίῳ, |
| book 20.345.4 | καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης |
| book 20.345.5 | ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου· |
| book 20.1 | ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου, |
| book 20.2 | αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων· |
| book 20.3 | ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης |
| book 20.4 | γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης. |
| book 20.5 | τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ, |
| book 20.355.1 | καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου |
| book 20.355.2 | χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς· |
| book 20.355.3 | τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ· |
| book 20.355.4 | „εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί; |
| book 20.355.5 | οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων |
| book 20.360.1 | θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγες αἰχμήν· |
| book 20.360.2 | ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη |
| book 20.360.3 | οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ, |
| book 20.1 | Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ, |
| book 20.2 | τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ |
| book 20.365.1 | πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ. |
| book 20.365.2 | σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ, |
| book 20.365.3 | ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη |
| book 20.365.4 | χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.“ |
| book 20.365.5 | τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς. |
| book 20.370.1 | καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου |
| book 20.370.2 | ἀσχαλόων Λυκόοργος ἐς ὕδατα ῥῆξεν ἰωήν· |
| book 20.370.3 | „αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης, |
| book 20.370.4 | ὥς κεν ἀεθλεύσοιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα |
| book 20.370.5 | ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ’ ἀπὸ κόλπων |
| book 20.375.1 | Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον ἐς χθόνα σύρω. |
| book 20.375.2 | ἀλλ’, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων |
| book 20.375.3 | καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης, |
| book 20.375.4 | Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου |
| book 20.375.5 | καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην, |
| book 20.380.1 | σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου, |
| book 20.380.2 | οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω |
| book 20.380.3 | ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης |
| book 20.380.4 | ἐνδόμυχον Διόνυσον ἀφαρπάξωσι θαλάσσης· |
| book 20.380.5 | ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων, |
| book 20.385.1 | δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης, |
| book 20.385.2 | ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ |
| book 20.385.3 | ἐς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ, |
| book 20.385.4 | καὶ θρασὺς εἰς ἐμὸν οἶκον ὁμαρτήσειε Παλαίμων |
| book 20.385.5 | ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ, |
| book 20.390.1 | ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων |
| book 20.390.2 | δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ, |
| book 20.390.3 | αὐτὸς ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω, |
| book 20.390.4 | εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.“ |
| book 20.390.5 | ὣς εἰπὼν κεχόλωτο, καὶ ἠπείλησε θαλάσσῃ |
| book 20.395.1 | καὶ πολιῷ Νηρῆι, καὶ ἤθελε πόντον ἱμάσσειν. |
| book 20.395.2 | Ζεὺς δὲ πατὴρ ἰάχησεν ἀμαιμακέτῳ Λυκοόργῳ· |
| book 20.395.3 | „ἀφραίνεις, Λυκόοργε, μάτην ἀνέμοισιν ἐρίζων· |
| book 20.395.4 | χάζεο σοῖσι πόδεσσιν, ἕως ὁρόωσιν ὀπωπαί. |
| book 20.395.5 | ἔκλυες, ὡς τὸ πάροιθεν ὀρεσσιχύτῳ παρὰ πηγῇ |
| book 20.1 | γυμνὴν Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην, |
| book 20.2 | οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ, |
| book 20.3 | ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.“ |
| book 20.4 | τοῖον ἔπος κατέλεξε δι’ ἠέρος ὑψιμέδων Ζεὺς |
| book 20 | δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου. |
| book 21.1.1 | Οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης· |
| book 21.1.2 | ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ... |
| book 21.1.3 | ἔθνεα Βασσαρίδων διζήμενος. Ἀμβροσίῃ δὲ |
| book 21.1.4 | δῶκε μένος καὶ θάρσος ἀρειμανὲς οὐράνιος Ζεύς, |
| book 21.5.1 | ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης |
| book 21.5.2 | μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου, |
| book 21.5.3 | καὶ βριαρὴν τρυφάλειαν ἀπεστυφέλιξε κομάων. |
| book 21.5.4 | αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ |
| book 21.5.5 | τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης· |
| book 21.10.1 | οὐδέ μιν ἐπρήνιξε, χόλῳ δ’ ἀνενείκατο φωνήν· |
| book 21.10.2 | „Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου, |
| book 21.10.3 | αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου |
| book 21.10.4 | οὐτιδανὴν ἀσίδηρον ὀιστεύοντα γυναῖκα. |
| book 21.10.5 | πόντος ἐμὸν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ |
| book 21.15 | κρύπτετο μὲν Διόνυσος, ἐγὼ δ’ ἄπρηκτος ὁδεύων |
| book 21.1 | ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δ’ ἀτέλεστον ἐάσσω.“ |
| book 21.2 | ἔννεπεν· Ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ |
| book 21.3 | χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι, |
| book 21.4 | οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων, |
| book 21.20.1 | παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην, |
| book 21.20.2 | ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων. |
| book 21.20.3 | οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ |
| book 21.20.4 | ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου· |
| book 21.20.5 | ἀλλὰ φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ |
| book 21.25.1 | Ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ. |
| book 21.25.2 | Γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα |
| book 21.25.3 | ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ |
| book 21.25.4 | Ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη |
| book 21.25.5 | εἰς φυτὸν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ· |
| book 21.30.1 | σειρὴν δ’ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργῳ |
| book 21.30.2 | ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ, |
| book 21.30.3 | μαρναμένη μετὰ θύρσον ἀπειλητῆρι κορύμβῳ. |
| book 21.30.4 | καὶ φυτὸν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη |
| book 21 | ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ· |
| book 21.35.1 | Ἀμβροσίη δ’ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν· |
| book 21.35.2 | „οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω, |
| book 21.35.3 | σὸν δέμας οὐτήσω καὶ ἐν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς |
| book 21.35.4 | χαλκείης ἀλύτοις σε περισφίγξοιμι πετήλοις· |
| book 21.35.5 | εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρα τις εἴπῃ· |
| book 21.40.1 | ‘Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.‘ |
| book 21.40.2 | φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ |
| book 21.40.3 | ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι. |
| book 21.40.4 | σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω· |
| book 21.40.5 | οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι. |
| book 21.45.1 | ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ |
| book 21.45.2 | ἰχθὺς βαιὸς ἄναλκις ἐπέχραε πολλάκι ναύταις |
| book 21.45.3 | ἂψ ἀνασειράζων, ὀλίγῳ δ’ ὑπὸ χάσματι λαιμοῦ |
| book 21.45.4 | μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ; |
| book 21.45.5 | δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων |
| book 21.1 | αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ. |
| book 21.2 | μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης, |
| book 21.3 | εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.“ |
| book 21.4 | τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ |
| book 21.5 | Ἀμβροσίη τανύφυλλος, † ἀρασσομένοιο Λυαίου. |
| book 21.55.1 | καὶ χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ |
| book 21.55.2 | ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων |
| book 21.55.3 | ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ· |
| book 21.55.4 | οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δ’ ἐτίνασσεν ἀνάγκῃ |
| book 21.55.5 | οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα· |
| book 21.60.1 | οὐδὲ δι’ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ |
| book 21.60.2 | θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι ... |
| book 21.60.3 | αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ. |
| book 21.60.4 | καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης |
| book 21.60.5 | παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην, |
| book 21.65.1 | μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου· |
| book 21.65.2 | οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν, |
| book 21.65.3 | καὶ μάλα περ ποθέων, στεροπῇ δ’ ὑπόειξε τοκῆος |
| book 21.65.4 | δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων. |
| book 21.65.5 | καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ |
| book 21.70.1 | ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ· |
| book 21.70.2 | γαστέρι δ’ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα, |
| book 21.70.3 | ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ, |
| book 21.70.4 | χωομένη τ’ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι, |
| book 21.70.5 | οἷον ἔην τότε θαῦμα σιδηρείου περ ἐόντος |
| book 21.75.1 | θηλυτέροις ὀνύχεσσι δαϊζομένοιο χιτῶνος—· |
| book 21.75.2 | καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν |
| book 21.75.3 | Κλείδη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ |
| book 21.75.4 | εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου |
| book 21.75.5 | αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἀπὸ νώτων· |
| book 21.80.1 | Φαιὼ δ’ ὀξυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις |
| book 21.80.2 | αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ |
| book 21.80.3 | δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος |
| book 21.80.4 | ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ |
| book 21.80.5 | Βακχείης Φασύλεια κυβερνήτειρα χορείης |
| book 21.85.1 | δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ· |
| book 21.85.2 | καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου, |
| book 21.85.3 | ῥινοτόρῳ νάρθηκι· δέμας δ’ ἤρασσε Λυκούργου |
| book 21.85.4 | καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη |
| book 21.85.5 | Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ. |
| book 21.90.1 | καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου |
| book 21.90.2 | πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ |
| book 21.90.3 | πόντιον Ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη, |
| book 21.90.4 | σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων· |
| book 21 | καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα |
| book 21.95.1 | αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων, |
| book 21.95.2 | ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων, |
| book 21.95.3 | γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ |
| book 21.95.4 | χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι· |
| book 21.95.5 | Ἀρραβίης δ’ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης, |
| book 21.1 | ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ· |
| book 21.2 | καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ |
| book 21.3 | Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν· |
| book 21.4 | καὶ πτελέη χθονὶ κεῖτο, κόμην δ’ ἐκονίσσατο δάφνη, |
| book 21.5 | καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ. |
| book 21.105.1 | ὄφρα μὲν ἐννοσίγαιος ὑπὸ χθόνα λάβρος ἀήτης |
| book 21.105.2 | νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων, |
| book 21.105.3 | τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ |
| book 21.105.4 | θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης |
| book 21.105.5 | Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες, |
| book 21.110.1 | σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ |
| book 21.110.2 | ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην |
| book 21.110.3 | ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ, |
| book 21.110.4 | ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ· |
| book 21 | ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ |
| book 21.115.1 | υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη. |
| book 21.115.2 | καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ |
| book 21.115.3 | υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ ... |
| book 21.115.4 | ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην |
| book 21.115.5 | εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν. |
| book 21.120.1 | τοῖα μὲν οἰστρήεντι χόλῳ κυμαίνετο βούτης |
| book 21.120.2 | δαιτρεύων ἑὰ τέκνα καὶ υἱέας εἰλαπινάζων |
| book 21.120.3 | παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων |
| book 21.120.4 | ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστήρ ... |
| book 21.120.5 | Νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις |
| book 21.125.1 | ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ, |
| book 21.125.2 | οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης, |
| book 21.125.3 | οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ |
| book 21.125.4 | χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ |
| book 21.125.5 | ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ. |
| book 21.130.1 | βάλλετο δ’ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων |
| book 21.130.2 | τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν, |
| book 21.130.3 | Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων |
| book 21.130.4 | Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ. |
| book 21.130.5 | καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν· |
| book 21.135.1 | „ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω |
| book 21.135.2 | Βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου |
| book 21.135.3 | ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ, |
| book 21.135.4 | ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ |
| book 21.135.5 | δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην |
| book 21.140.1 | τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ. |
| book 21.140.2 | λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν· |
| book 21.140.3 | μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω· |
| book 21.140.4 | λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ |
| book 21.140.5 | Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην, |
| book 21.145.1 | ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι πυρσῷ |
| book 21.145.2 | ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.“ |
| book 21.145.3 | εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ .... |
| book 21.145.4 | Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα |
| book 21.145.5 | υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ |
| book 21.1 | Ἄρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις |
| book 21.2 | δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης, |
| book 21.3 | εἰς φόβον ἀίσσουσα Κυβηλίδα θῆλυν ἐνυώ· |
| book 21.4 | Ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ |
| book 21.5 | δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου. |
| book 21.155.1 | καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην |
| book 21.155.2 | γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην, |
| book 21.155.3 | ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη |
| book 21.155.4 | ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν, |
| book 21.155.5 | ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς, |
| book 21.160.1 | ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης |
| book 21.160.2 | λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ. |
| book 21.160.3 | καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι· |
| book 21.160.4 | Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ |
| book 21.160.5 | ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου |
| book 21.165.1 | μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ, |
| book 21.165.2 | αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην, |
| book 21.165.3 | ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην, |
| book 21.165.4 | πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο, |
| book 21.165.5 | πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις. |
| book 21.170 | καὶ τὰ μὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δ’ ἐνὶ πόντῳ |
| book 21.1 | θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς |
| book 21.2 | εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ· |
| book 21.3 | καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς, |
| book 21.4 | οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ, |
| book 21.175.1 | μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ· |
| book 21.175.2 | καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων |
| book 21.175.3 | σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης. |
| book 21.175.4 | ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς |
| book 21.175.5 | πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης· |
| book 21.180.1 | καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ· |
| book 21.180.2 | Καδμείην δ’ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην |
| book 21.180.3 | μητροκασιγνήτην προσπτύξατο † μητέρα Ἰνώ, |
| book 21.180.4 | καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ |
| book 21.180.5 | σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ |
| book 21.185.1 | οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην, |
| book 21.185.2 | Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν |
| book 21.185.3 | ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου· |
| book 21.185.4 | καὶ Σάτυρος φιλόμολπος ἔχων ἀγέλαστον ὀπωπὴν |
| book 21.185.5 | ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς |
| book 21.190.1 | ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται, |
| book 21.190.2 | Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου· |
| book 21.190.3 | Σιληνὸς δ’ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας, |
| book 21.1 | κεῖτο κατηφιόων· Κρονίη δ’ ἐλελίζετο Νύμφη |
| book 21.2 | Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη, |
| book 21.195.1 | Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης. |
| book 21.195.2 | ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ |
| book 21.195.3 | Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης |
| book 21.195.4 | πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην, |
| book 21.195.5 | νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου. |
| book 21.1 | ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης, |
| book 21.2 | τόφρα δὲ Καυκασίοιο δι’ οὔρεος εἰς πόλιν Ἰνδῶν |
| book 21.3 | οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ |
| book 21.4 | ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ, |
| book 21.5 | ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις, |
| book 21.205.1 | αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας, |
| book 21.205.2 | αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου, |
| book 21.205.3 | δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ, |
| book 21.205.4 | ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων, |
| book 21.205.5 | ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ |
| book 21.210.1 | ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή. |
| book 21.210.2 | ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί, |
| book 21.210.3 | εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ |
| book 21.210.4 | ἕζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν, |
| book 21.210.5 | ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων. |
| book 21.215.1 | καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν· |
| book 21.215.2 | „οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει |
| book 21.215.3 | ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος, |
| book 21.215.4 | ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν, |
| book 21.215.5 | θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ |
| book 21.220.1 | εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ |
| book 21.220.2 | καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.“ |
| book 21.220.3 | καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης |
| book 21.220.4 | ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης· |
| book 21.220.5 | καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἢν ἐθελήσῃ, |
| book 21.225.1 | χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης, |
| book 21.225.2 | Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ. |
| book 21.225.3 | ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων |
| book 21.225.4 | ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ |
| book 21.225.5 | μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης |
| book 21.230.1 | χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ. |
| book 21.230.2 | καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας |
| book 21.230.3 | ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ· |
| book 21.230.4 | „Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει |
| book 21.230.5 | Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης |
| book 21.235.1 | σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων· |
| book 21.235.2 | εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις |
| book 21.235.3 | Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης. |
| book 21.235.4 | ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς |
| book 21 | εἰρομένῳ τινὰ μῦθον, ἵν’ ἀγγείλω Διονύσῳ.“ |
| book 21.240.1 | ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν· |
| book 21.240.2 | „ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ. |
| book 21.240.3 | αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι, |
| book 21.240.4 | οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης. |
| book 21.240.5 | ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης |
| book 21.245.1 | ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου· |
| book 21.245.2 | οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων |
| book 21.245.3 | εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης. |
| book 21.245.4 | ἢν δ’ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων· |
| book 21.245.5 | κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου. |
| book 21.1 | δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης, |
| book 21.2 | Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ |
| book 21.3 | οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει |
| book 21.4 | Ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων. |
| book 21.5 | οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος, |
| book 21.255 | οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων, |
| book 21.1 | Αἰθέρος ἀμήσαντα φυτοσπόρον ὄγμον ἀρότρων. |
| book 21.2 | ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην· |
| book 21.3 | οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην· |
| book 21.4 | οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δ’ αὖ πότος ἐστὶ βοείη. |
| book 21.260.1 | οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις |
| book 21.260.2 | δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ |
| book 21.260.3 | ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ. |
| book 21.260.4 | οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ |
| book 21.260.5 | μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ. |
| book 21.265.1 | ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ· |
| book 21.265.2 | ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω, |
| book 21.265.3 | ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας |
| book 21.265.4 | ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας |
| book 21.265.5 | Δηριάδῃ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην |
| book 21.270.1 | σύνδρομον αὐερύσω σε δορικτήτῳ Διονύσῳ. |
| book 21.270.2 | οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον οὐ δύνασαι γὰρ |
| book 21.270.3 | λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς |
| book 21.270.4 | οὔασι ῥιπίζοντα παρ’ εἰλαπίνῃσιν ἐάσσω.“ |
| book 21.270.5 | ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ· |
| book 21.275 | καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας |
| book 21.1 | τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ· |
| book 21.2 | „εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.“ |
| book 21.3 | τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ. |
| book 21.4 | Σιληνοὺς δ’ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ |
| book 21.280.1 | ἐκ ῥοθίων Διόνυσος Ὀρειάσι μίγνυτο Νύμφαις· |
| book 21.280.2 | καὶ Σάτυροι σκίρτησαν, ἐπωρχήσαντο δὲ Βάκχαι, |
| book 21.280.3 | γηραλέοις δὲ πόδεσσι Μάρων ἡγήσατο μολπῆς |
| book 21.280.4 | πῆχυν ἐπικλίνων διδυμάονος αὐχένι Βάκχης |
| book 21.280.5 | μεσσοφανής, εὔοδμον ἀναβλύζων χύσιν οἴνου· |
| book 21.285.1 | καὶ μέλος ἀκρήδεμνος ἐπεσμαράγησε Μιμαλλών, |
| book 21.285.2 | ἴχνιον † ἀΐουσα παλιννόστου Διονύσου. |
| book 21.285.3 | καὶ θεὸς ἀμπελόεις προτέρας ἔρριψε μερίμνας |
| book 21.285.4 | τερπωλῆς τ’ ἐπέβαινεν, ἐπεὶ μάθεν ἔνδοθι πόντου |
| book 21.285.5 | πάντα Τορωναίοιο παρὰ Πρωτῆος ἀκούων, |
| book 21.290.1 | ἀξείνων Ἀράβων ἐνοσίχθονα παλμὸν ἀρούρης, |
| book 21.290.2 | καὶ σφαλερὸν Λυκόοργον ἑῷ ποδὶ τυφλὸν ἀλήτην· |
| book 21.290.3 | ἔκλυε καὶ νομίης θανατηφόρον οἶστρον ἀνάγκης, |
| book 21.290.4 | πῶς χορὸς ἀγρονόμων ἐλελίζετο, πῶς ἐνὶ βήσσαις |
| book 21 | σφωιτέρας ὠδῖνας ἐδαιτρεύσαντο γυναῖκες· |
| book 21.295.1 | ἔκλυε δ’ αἰθερίων Ὑάδων χορόν, ἔκλυεν αὐτὴν |
| book 21.295.2 | Ἀμβροσίην μετὰ γαῖαν ἐπαντέλλουσαν Ὀλύμπῳ, |
| book 21.295.3 | Ἀμβροσίην ἀκάμαντι κορυσσομένην Λυκοόργῳ, |
| book 21.295.4 | καὶ μόθον εὐόρπηκα καὶ ἀμπελόεσσαν ἐνυώ. |
| book 21.295.5 | τοῖσι δὲ τερπομένοισι παλίνδρομος ἤιε κῆρυξ, |
| book 21.1 | ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ, |
| book 21.2 | ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος, |
| book 21.3 | δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος. |
| book 21.4 | οὐ μὲν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς |
| book 21.5 | θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος |
| book 21.305.1 | σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ. |
| book 21.305.2 | καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης |
| book 21.305.3 | Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως |
| book 21.305.4 | Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης |
| book 21.305.5 | πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν. |
| book 21.310.1 | καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης |
| book 21.310.2 | τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην |
| book 21.310.3 | Καυκασίην λοφόεντα διαστείχων κενεῶνα |
| book 21.310.4 | Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης, |
| book 21.310.5 | Ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων. |
| book 21.315 | ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ |
| book 21.1 | καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου, |
| book 21.2 | τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυσεν Ἰνδῶν, |
| book 21.3 | γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων, |
| book 21.4 | πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης |
| book 21.320.1 | Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν |
| book 21.320.2 | λαὸς ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην. |
| book 21.320.3 | καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν |
| book 21.320.4 | ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο· |
| book 21.320.5 | Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ |
| book 21.325.1 | ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου. |
| book 21.325.2 | ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς |
| book 21.325.3 | ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης |
| book 21.325.4 | εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ |
| book 21.325.5 | οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης, |
| book 21.330.1 | εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων |
| book 21.330.2 | ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ |
| book 21.330.3 | ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας, |
| book 21.330.4 | οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην |
| book 21.330.5 | ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ |
| book 21.335.1 | ὑψιφανὴς Διὸς ὄμβρος ἐπέβρεχεν ἄκρα πετήλων. |
| book 21.335.2 | κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος ἄρης |
| book 21.335.3 | ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις, |
| book 21.1 | ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ |
| book 21.2 | εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων. |
| book 21.340.1 | οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην ... |
| book 21.340.2 | οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ |
| book 21.340.3 | χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ· |
| book 21.340.4 | ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις |
| book 21.340.5 | μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων ... |
| book 21.345 | δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον ἐνυώ. |
| book 22.1.1 | Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο |
| book 22.1.2 | Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ |
| book 22.1.3 | πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης, |
| book 22.1.4 | δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ |
| book 22.6 | Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ, |
| book 22.5 | καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ· |
| book 22.7.1 | γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι, |
| book 22.7.2 | Νηιάδες δ’ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι |
| book 22.7.3 | σιγαλέοις ἑλικηδὸν † ἐμυκήσαντο ῥεέθροις |
| book 22.10.1 | καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς, |
| book 22.10.2 | οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν |
| book 22.10.3 | ὑμνοπόλοι Σειρῆνες· ὅλη δ’ ἐλελίζετο λόχμη, |
| book 22.10.4 | καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ, |
| book 22 | Ἀδρυάδες δ’ ἀλάλαζον, ἐπ’ εὐπετάλοιο δὲ Νύμφη ... |
| book 22.15.1 | ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου. |
| book 22.15.2 | χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή, |
| book 22.15.3 | ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δ’ ἐνὶ κόλπῳ |
| book 22.15.4 | Νηιάδες λούσαντο γαλαξαίοισι ῥεέθροις, |
| book 22.15.5 | καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ |
| book 22.20.1 | οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη, |
| book 22.20.2 | γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης |
| book 22.20.3 | ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων |
| book 22.20.4 | λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης, |
| book 22.20.5 | σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων |
| book 22.25.1 | ἔγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης· |
| book 22.25.2 | αὐτομάτου δὲ χυθέντος ἐπ’ ἀκρεμόνεσσιν ἐλαίου |
| book 22.25.3 | ἰκμάσιν ἀθλιβέεσσιν ἐλούσατο δένδρον Ἀθήνης. |
| book 22.25.4 | καὶ κύνας ὀρχηστῆρας ἐπηχύναντο λαγωοί· |
| book 22.25.5 | μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ |
| book 22.30.1 | ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου, |
| book 22.30.2 | αὐχένα δοχμώσαντες, ἀνήρυγε δ’ ἄλλος ἐπ’ ἄλλῳ |
| book 22.30.3 | μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος· |
| book 22.1 | τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων, |
| book 22.2 | καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης |
| book 22.35.1 | ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου· |
| book 22.35.2 | Ἰνδῴην δ’ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην |
| book 22.35.3 | τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης |
| book 22.35.4 | ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων. |
| book 22.35.5 | καὶ τότε παιπαλόεντα κατ’ ἄγκεα Πᾶνες ἀλῆται |
| book 22.40.1 | δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς |
| book 22.40.2 | φρικτά, τὰ μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης— |
| book 22.40.3 | ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ. |
| book 22.40.4 | καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος |
| book 22.40.5 | σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ· |
| book 22.45.1 | ἀνδρομέης δ’ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς |
| book 22.45.2 | μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν, |
| book 22.45.3 | νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος, ... |
| book 22.45.4 | καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν |
| book 22 | ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ πορείῃ |
| book 22.1 | πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ. |
| book 22.2 | καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν |
| book 22.3 | μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης· |
| book 22.4 | αἰδομένη δ’ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν, |
| book 22.5 | τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις. |
| book 22.55.1 | καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου, |
| book 22.55.2 | ὄμμα βαλὼν πυκινοῖο δι’ ἀκροτάτοιο κορύμβου, |
| book 22.55.3 | φύλλα περιστείλας, θηήτορα κύκλον ὀπωπῆς |
| book 22.55.4 | τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ |
| book 22.55.5 | ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης, |
| book 22.60.1 | ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ, |
| book 22.60.2 | φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν, |
| book 22.60.3 | ἐνδόμυχον τυκτοῖο δι’ ὄμματος ὄμμα τιταίνει, |
| book 22.60.4 | ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου· |
| book 22.60.5 | ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην |
| book 22.65.1 | ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ· |
| book 22.65.2 | ἀντιβίοις δ’ ἤγγειλε· φόβῳ δ’ ἐλελίζετο Θουρεὺς |
| book 22.65.3 | μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι. |
| book 22.65.4 | ἔτρεμε δ’ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ |
| book 22.65.5 | χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν, |
| book 22.70.1 | δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ. |
| book 22.70.2 | καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης |
| book 22.70.3 | μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης |
| book 22.1 | αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ· |
| book 22.2 | ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη |
| book 22.75.1 | δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν, |
| book 22.75.2 | Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ |
| book 22.75.3 | καὶ Κίρκης κυκεῶνα, θεοκλήτοις ἐπαοιδαῖς |
| book 22.75.4 | οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο. |
| book 22.75.5 | καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δ’ ἑκάστῳ, |
| book 22.80.1 | μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ |
| book 22.80.2 | κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ. |
| book 22.80.3 | καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου |
| book 22.80.4 | δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί· |
| book 22.80.5 | ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου |
| book 22.85.1 | ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη· |
| book 22.85.2 | χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ, |
| book 22.85.3 | μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ· |
| book 22.85.4 | δυσμενέων δ’ ἐνέπουσα δόλον σημάντορι σιγῇ |
| book 22.85.5 | οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου· |
| book 22.90.1 | „ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν, |
| book 22.90.2 | σὸν φυτὸν Ἀδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει· |
| book 22.90.3 | Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου, |
| book 22.90.4 | μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω· |
| book 22 | οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν |
| book 22.95.1 | ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο· |
| book 22.95.2 | εἰμὶ δὲ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ |
| book 22.95.3 | δυσμενέες λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης |
| book 22.95.4 | ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ |
| book 22.95.5 | πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα, |
| book 22.1 | ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ· |
| book 22.2 | σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων |
| book 22.3 | ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει |
| book 22.4 | ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ τεὸς ὑέτιος Ζεύς. |
| book 22.5 | δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω, |
| book 22.105.1 | δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας. |
| book 22.105.2 | ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι, |
| book 22.105.3 | μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί· |
| book 22.105.4 | εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ |
| book 22.105.5 | ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν. |
| book 22.110.1 | ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης; |
| book 22.110.2 | δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις. |
| book 22.110.3 | σιγὴ ἐφ’ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ, |
| book 22.110.4 | μὴ κρυφίοις Ἰνδοῖσιν ἀπαγγείλειεν Ὑδάσπης.“ |
| book 22 | ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη, |
| book 22.115.1 | ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν |
| book 22.115.2 | ἰσοφυὴς ὄρνιθι διέτρεχε φυλλάδος ὕλης |
| book 22.115.3 | ἥλικος ἀίσσουσα κατὰ δρυός. αὐτὰρ ὁ σιγῇ |
| book 22.115.4 | μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης |
| book 22.115.5 | εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα μῦθον ἑκάστου |
| book 22.120.1 | νεύμασι δενδίλλων, νοερῇ δ’ ἐκέλευε σιωπῇ |
| book 22.120.2 | τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν, |
| book 22.120.3 | καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν, |
| book 22.120.4 | μή σφιν ἐπιβρίσωσιν ἀθωρήκτοισι μαχηταί, |
| book 22.120.5 | εἰσέτι δαινυμένοισι κατὰ στρατόν· οἱ δὲ Λυαίῳ |
| book 22.125.1 | κεκλομένῳ πείθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι |
| book 22.125.2 | σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης. |
| book 22.125.3 | καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται |
| book 22.125.4 | γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ, |
| book 22.125.5 | νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου, |
| book 22.130.1 | μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη. |
| book 22.130.2 | καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ |
| book 22.130.3 | βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων. |
| book 22.130.4 | Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν |
| book 22.130.5 | ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ, |
| book 22.135.1 | ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ. |
| book 22.135.2 | ἀλλ’ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς |
| book 22.135.3 | ὄρθρον ἀμεργομένῃ δροσερῇ πορφύρετο πέτρῃ, |
| book 22.135.4 | ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης |
| book 22.135.5 | δυσμενέες προὔτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς, |
| book 22.140.1 | Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν |
| book 22.140.2 | ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ. |
| book 22.140.3 | καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου |
| book 22.140.4 | ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ |
| book 22.140.5 | αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ |
| book 22.145.1 | ἐς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης. |
| book 22.145.2 | τεύχεσι δ’ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ, |
| book 22.145.3 | χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων, |
| book 22.145.4 | κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης |
| book 22.145.5 | φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης, |
| book 22 | καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς, |
| book 22.1 | σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης |
| book 22.2 | Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος |
| book 22.3 | μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος· |
| book 22.4 | καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοισι τινάσσων |
| book 22.155.1 | ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ |
| book 22.155.2 | πάτριον ὄλβον ἔφαινε, δι’ εὐφαέος δὲ καρήνου |
| book 22.155.3 | ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη |
| book 22.155.4 | χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ. |
| book 22.155.5 | καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς |
| book 22.160.1 | δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων, |
| book 22.160.2 | ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις |
| book 22.160.3 | δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης, |
| book 22.160.4 | θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης, |
| book 22.160.5 | ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν. |
| book 22.165.1 | οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς, |
| book 22.165.2 | οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπ’ ἀλλήλοις δὲ χυθέντες |
| book 22.165.3 | εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ. |
| book 22.165.4 | κυανέην δ’ Οἴαγρος ἀνεστυφέλιξεν ἐνυὼ |
| book 22.165.5 | ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν, |
| book 22.170.1 | ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων. |
| book 22.170.2 | ὡς δ’ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ὕδωρ |
| book 22.170.3 | ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ |
| book 22.170.4 | ἔρχεται ἐς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ |
| book 22 | ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ |
| book 22.175.1 | λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης· |
| book 22.175.2 | πολλὴ μὲν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα |
| book 22.175.3 | ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη· |
| book 22.175.4 | ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπ’ ἄλλῳ |
| book 22.175.5 | πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ, |
| book 22.180.1 | καί μιν ἐκυκλώσαντο, καὶ ἣν καλέουσι μαχηταὶ |
| book 22.180.2 | μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην· |
| book 22.180.3 | ἔγχεϊ μὲν στατὸν ἔγχος ἐρείδετο, κεκλιμένη δὲ |
| book 22.180.4 | ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων |
| book 22.180.5 | στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ |
| book 22.185.1 | ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης |
| book 22.185.2 | ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί. |
| book 22.185.3 | ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον Ἄιδι πέμπων |
| book 22.185.4 | Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης, |
| book 22.185.5 | κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας |
| book 22.190.1 | ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης; |
| book 22.190.2 | τὸν μὲν ὑπὲρ μαζοῖο θοῷ δορί, τὸν δὲ δαΐζων |
| book 22.190.3 | ἄορι κωπήεντι κατ’ αὐχένος, αἰνομανῆ δὲ |
| book 22.190.4 | δήιον ἄλλον ἔνυξε παρ’ ὀμφαλόν, ἐκ φονίης δὲ |
| book 22.190.5 | ὠτειλῆς ἑὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ |
| book 22.195 | σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ· |
| book 22.1 | ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων, |
| book 22.2 | ἄορι δ’ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα |
| book 22.3 | αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ· |
| book 22.4 | καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην |
| book 22.1 | ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος· |
| book 22.2 | ψυχὴ δ’ ἠνεμόφοιτος ἀναΐξασα θανόντος |
| book 22.3 | συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην. |
| book 22.4 | ἄλλον ἀπηλοίησεν ἀφειδέι δούρατι νύξας |
| book 22.5 | θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας, |
| book 22.205.1 | ἄορι δ’ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ |
| book 22.205.2 | ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης. |
| book 22.205.3 | αὐτὰρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ |
| book 22.205.4 | ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ |
| book 22.205.5 | ἢ πλευρῆς ἑκάτερθεν ἢ αὐχένος ἢ σχεδὸν ὤμου· |
| book 22.210.1 | σείων δ’ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν |
| book 22.210.2 | στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος, |
| book 22.210.3 | κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου. |
| book 22.210.4 | ὡς δ’ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην |
| book 22.210.5 | φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ, |
| book 22.215.1 | φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην· |
| book 22.215.2 | ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ |
| book 22.215.3 | Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην. |
| book 22.215.4 | καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας |
| book 22.215.5 | δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ· |
| book 22.220.1 | καί τις ἐπ’ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων |
| book 22.220.2 | εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης, |
| book 22.220.3 | καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ, |
| book 22.220.4 | καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης, |
| book 22.220.5 | αὐχενίου δεσμοῖο παρ’ ἀνθερεῶνα λυθέντος· |
| book 22.225.1 | τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος. |
| book 22.225.2 | οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καὶ αὐτοὶ |
| book 22.225.3 | ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν ἐνυώ, |
| book 22.225.4 | ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ. |
| book 22.225.5 | κούρη δ’ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν |
| book 22.230.1 | πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν |
| book 22.230.2 | μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ. |
| book 22.230.3 | καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις |
| book 22.230.4 | θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δὲ |
| book 22.230.5 | οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες, |
| book 22.235.1 | ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος, |
| book 22.235.2 | ἄλλος ὑπὲρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ, |
| book 22.235.3 | ἄλλος ἐπεστήρικτο παρ’ ὀμφαλόν, ὃς δ’ ἐπὶ γαίῃ |
| book 22.235.4 | ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ, |
| book 22.235.5 | ὃς δὲ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα, |
| book 22.240.1 | καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου· |
| book 22.240.2 | πρηνὴς δ’ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι |
| book 22.240.3 | εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι. |
| book 22.240.4 | ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ |
| book 22.240.5 | λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ· |
| book 22.245.1 | ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων |
| book 22.245.2 | αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ. |
| book 22.245.3 | καί τις ἑὴν σάλπιγγα † μάτην περὶ χεῖλος ἐρείσας |
| book 22.245.4 | ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς, |
| book 22.245.5 | ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων. |
| book 22.1 | οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί· |
| book 22.2 | θαρσαλέοι δ’ ἥψαντο παλιννόστοιο κυδοιμοῦ. |
| book 22.3 | αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης. |
| book 22.4 | καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ |
| book 22.5 | Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί. |
| book 22.255.1 | αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ, |
| book 22.255.2 | οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ· |
| book 22.255.3 | ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου |
| book 22.255.4 | ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη, |
| book 22.255.5 | οἷς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης |
| book 22.260.1 | διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ |
| book 22.260.2 | Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης |
| book 22.260.3 | αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ· |
| book 22.260.4 | καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ |
| book 22.260.5 | τοὺς μὲν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ, |
| book 22.265.1 | τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δ’ ἐρυθαίνετο λύθρῳ |
| book 22.265.2 | Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ |
| book 22.265.3 | κεῖτο πολυσπερέων νεκύων χύσις, ὧν ὁ μὲν αὐτῶν |
| book 22.265.4 | ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων |
| book 22.265.5 | ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ· |
| book 22.270.1 | καὶ δαπέδῳ στείνοντο, νέκυς δ’ ἐπερείδετο νεκρῷ |
| book 22.270.2 | κεκλιμένῳ μετρηδόν, ἀπ’ ἀρτιτόμοιο δὲ λαιμοῦ |
| book 22.270.3 | ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ· |
| book 22.270.4 | καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων |
| book 22.270.5 | Γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ, |
| book 22.275.1 | υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ· |
| book 22.275.2 | „υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις |
| book 22.275.3 | ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο—, |
| book 22.275.4 | ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν |
| book 22.275.5 | Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ, |
| book 22.280.1 | ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν |
| book 22.280.2 | σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν |
| book 22.280.3 | ἀνέρας ἀμώων μετὰ λήιον· ἀμφότερον δὲ |
| book 22.280.4 | ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄρεος αἵματι νείφεις.“ |
| book 22.280.5 | τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων |
| book 22.285.1 | οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν |
| book 22.285.2 | βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ. |
| book 22.285.3 | καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας |
| book 22.285.4 | πέμπε βέλος, καὶ βαιόν, ὅσον χροὸς ἄκρον ἀμύξαι, |
| book 22.285.5 | μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη. |
| book 22.290.1 | μάρνατο δ’ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν |
| book 22.290.2 | Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ |
| book 22.290.3 | λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ. |
| book 22.290.4 | καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης |
| book 22.290.5 | ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην |
| book 22.295.1 | δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων |
| book 22.295.2 | εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς· |
| book 22.295.3 | ἀλλ’ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος |
| book 22.295.4 | ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή, |
| book 22.295.5 | δὴ τότε δὴ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη |
| book 22.1 | πεζὸς ἀνὴρ ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας |
| book 22.2 | ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ |
| book 22.3 | λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ |
| book 22.4 | ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων |
| book 22.5 | δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ, |
| book 22.305 | Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου, |
| book 22.1 | γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου |
| book 22.2 | ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ, |
| book 22.3 | ἢ θανέειν ἢ φῶτα βαλεῖν ἢ πῶλον ἐλάσσαι |
| book 22.4 | ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ |
| book 22.310.1 | δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου |
| book 22.310.2 | πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα· |
| book 22.310.3 | καί νύ κεν ἐς χθόνα ῥῖψεν ἀμήτορος ἀστὸν Ἀθήνης, |
| book 22.310.4 | ἀλλά μιν ἔγχεϊ νύξε παρ’ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς |
| book 22.310.5 | καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ |
| book 22.315.1 | εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς |
| book 22.315.2 | ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ |
| book 22.315.3 | κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ. |
| book 22.315.4 | τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου, |
| book 22.315.5 | ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης. |
| book 22.320.1 | κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν |
| book 22.320.2 | ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου |
| book 22.320.3 | εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δ’ ἕο νύμφῃ |
| book 22.320.4 | νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ. |
| book 22.320.5 | ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς, |
| book 22.325.1 | ἐννέα δ’ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς |
| book 22.325.2 | πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς· |
| book 22.325.3 | ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης, |
| book 22.325.4 | ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ, |
| book 22.325.5 | ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δ’ ἐπὶ νηδύι πίπτων |
| book 22.330.1 | μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος, |
| book 22.330.2 | ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντος |
| book 22.330.3 | ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ |
| book 22.330.4 | καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ. |
| book 22.330.5 | ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης |
| book 22.335.1 | ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπ’ ἄλλῳ |
| book 22.335.2 | ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν. |
| book 22.335.3 | ὡς δ’ ὅτε χαλκείῳ τις ἐπ’ ἄκμονι χαλκὸν ἐλαύνων |
| book 22.335.4 | ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει, |
| book 22.335.5 | τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ |
| book 22.340.1 | ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου, |
| book 22.340.2 | ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 22.340.3 | ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσας |
| book 22.340.4 | ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ· |
| book 22.340.5 | ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν |
| book 22.345.1 | μαρναμένων ἐκέδασσεν, ἀλωφήτων ἀπὸ τόξων |
| book 22.345.2 | κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις. |
| book 22.345.3 | μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν |
| book 22.1 | χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης, |
| book 22.2 | ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίης |
| book 22.1 | ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης |
| book 22.2 | κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει, |
| book 22.3 | δίζυγι κεκριμένῳ μαλακῷ πυρί, μεσσατίης δὲ |
| book 22.4 | γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης. |
| book 22.5 | οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ |
| book 22.355.1 | Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ |
| book 22.355.2 | κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων |
| book 22.355.3 | εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην. |
| book 22.355.4 | συμφερτοὶ δ’ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ |
| book 22.355.5 | τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης, |
| book 22.360.1 | οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς |
| book 22.360.2 | κυανέης ἤμησε σιδήρεα λήια χάρμης |
| book 22.360.3 | κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπ’ ὄχθαις, |
| book 22.360.4 | τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων· |
| book 22.360.5 | καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ |
| book 22.365.1 | αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης. |
| book 22.365.2 | καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν |
| book 22.365.3 | κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ, |
| book 22.1 | καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ |
| book 22.2 | σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ |
| book 22.370.1 | οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου |
| book 22.370.2 | Νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ, |
| book 22.370.3 | καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ. |
| book 22.370.4 | πολλοὶ δ’ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν |
| book 22.370.5 | ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπ’ ὄχθης, |
| book 22.375.1 | ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δ’ ἐπὶ γαίῃ |
| book 22.375.2 | ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων· |
| book 22.375.3 | ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ |
| book 22.375.4 | Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων· |
| book 22.375.5 | αἰχμητὴν δ’ ἀσίδηρον ἐπιψαύοντα λιτάων |
| book 22.380.1 | οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ |
| book 22.380.2 | χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ |
| book 22.380.3 | νηρίθμους κεράιξε, ῥόον ποταμοῖο μιαίνων· |
| book 22.380.4 | καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης. |
| book 22.380.5 | οὐδ’ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ, |
| book 22.385.1 | ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων |
| book 22.385.2 | ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν ἐνυώ, |
| book 22.385.3 | οἷα προθεσπίζων ποταμοῦ παρὰ χεῦμα Καμάνδρου |
| book 22.385.4 | φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι· |
| book 22 | καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου. |
| book 22.390.1 | καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη |
| book 22.390.2 | Νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων· |
| book 22.390.3 | „Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων, |
| book 22.390.4 | ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο. |
| book 22.390.5 | ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις |
| book 22.395.1 | δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων· |
| book 22.395.2 | Νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ· |
| book 22.395.3 | κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω. |
| book 22.395.4 | μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις. |
| book 22.395.5 | ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω, |
| book 22 | καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω |
| book 22 | αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.“ |
| book 23.1.1 | Ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ |
| book 23.1.2 | Νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη. |
| book 23.1.3 | αὐτὰρ ὁ βάρβαρα φῦλα παρ’ ᾐόνας ἄορι τύπτων |
| book 23.1.4 | εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ |
| book 23.5.1 | δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην. |
| book 23.5.2 | καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων |
| book 23.5.3 | νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι |
| book 23.5.4 | χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων· |
| book 23.5.5 | ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπ’ ἄλλῳ |
| book 23.10.1 | ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ. |
| book 23.10.2 | οὐδ’ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο |
| book 23.10.3 | πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν |
| book 23.10.4 | Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη |
| book 23.10.5 | Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων. |
| book 23.15.1 | ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων |
| book 23.15.2 | Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δ’ οἷά περ Ἄρης, |
| book 23.15.3 | σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ. |
| book 23.1 | καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ |
| book 23.2 | ὑγρὸν ἐπ’ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ |
| book 23.20.1 | νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων, |
| book 23.20.2 | νηχομένου κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν |
| book 23.20.3 | ἡμιφανὴς πολέμιζεν ἐπ’ ἰλύι ταρσὸν ἐρείσας, |
| book 23.20.4 | θύρσῳ στῆθος ἔτυψεν ἢ αὐχένα, κύματα τέμνων, |
| book 23.20.5 | δυόμενος· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων, |
| book 23.25.1 | ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου |
| book 23.25.2 | δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς. |
| book 23.25.3 | πολλοὶ δ’ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ, |
| book 23.25.4 | υἷα Διὸς τρομέοντες ἐρίδρομον, ὧν ὁ μὲν αὐτῶν |
| book 23.25.5 | ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ, |
| book 23.30.1 | αὐτοπαγὴς δ’ ἀτίνακτος ἀπ’ ἰξύος ἄχρι καρήνου |
| book 23.30.2 | ἡμιφανὴς ἀνέτελλε καλυπτόμενος πτύχα μηροῦ· |
| book 23.30.3 | καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης |
| book 23.30.4 | ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων· |
| book 23.30.5 | καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων, |
| book 23.35.1 | Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας |
| book 23.35.2 | ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου. |
| book 23.35.3 | καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων, |
| book 23.35.4 | ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ, |
| book 23.35.5 | ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ, |
| book 23.40.1 | ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον· ἵστατο δ’ ἄλλος |
| book 23.40.2 | κνήμης λουομένης· ὁ δὲ γούνατος ἄκρα διαίνων |
| book 23.40.3 | ὑγρὴν αἱμαλέοιο δι’ ὕδατος εἶχεν ἐνυώ· |
| book 23.40.4 | ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου, |
| book 23.40.5 | καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων, |
| book 23.45.1 | φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου· |
| book 23.45.2 | ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου |
| book 23.45.3 | ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων |
| book 23.45.4 | ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας |
| book 23.45.5 | δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν. |
| book 23.1 | εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων |
| book 23.2 | ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος. |
| book 23.3 | καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ |
| book 23.4 | τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ, |
| book 23.5 | ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ, |
| book 23.55.1 | τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ, |
| book 23.55.2 | Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ |
| book 23.55.3 | τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ, |
| book 23.55.4 | σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ· |
| book 23.55.5 | καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην, |
| book 23.60 | βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων, |
| book 23.1 | ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα, |
| book 23.2 | ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων, |
| book 23.3 | καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας |
| book 23.4 | ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν· |
| book 23.65.1 | „γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ, |
| book 23.65.2 | μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ. |
| book 23.65.3 | αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω, |
| book 23.65.4 | μή με πατὴρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ, |
| book 23.65.5 | μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.“ |
| book 23.70.1 | ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας |
| book 23.70.2 | τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων, |
| book 23.70.3 | καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς, |
| book 23.70.4 | αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα· |
| book 23.70.5 | ὄμμασι δ’ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ, |
| book 23.75.1 | καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας. |
| book 23.75.2 | καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ |
| book 23.75.3 | κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης. |
| book 23.75.4 | καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν· |
| book 23.75.5 | „καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις; |
| book 23.80.1 | πολλάκι Βάκτρον ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις |
| book 23.80.2 | οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης· |
| book 23.80.3 | Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην· |
| book 23.80.4 | πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλ’ ἐνὶ χάρμῃ |
| book 23.80.5 | οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ· |
| book 23.85.1 | οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ |
| book 23.85.2 | γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων |
| book 23.85.3 | Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν ἐνυὼ |
| book 23.1 | πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ. |
| book 23.2 | Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις |
| book 23.90.1 | ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην, |
| book 23.90.2 | οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ, |
| book 23.90.3 | ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων |
| book 23.90.4 | Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει· |
| book 23.90.5 | Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων, |
| book 23.95.1 | καὶ κρυφίην ὠδῖνα διαστίζων τοκετοῖο |
| book 23.95.2 | κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων |
| book 23.95.3 | κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις. |
| book 23.95.4 | πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ |
| book 23.95.5 | Ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ, |
| book 23.1 | αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων; |
| book 23.2 | ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς. |
| book 23.3 | σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττι με θύρσοις |
| book 23.4 | οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.“ |
| book 23.5 | ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ. |
| book 23.105.1 | καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ |
| book 23.105.2 | οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος |
| book 23.105.3 | ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ |
| book 23.105.4 | δυομένη κατὰ βαιόν· ἐφελκόμεναι δὲ ῥεέθροις |
| book 23.105.5 | ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν |
| book 23.110 | νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι, |
| book 23.1 | στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ |
| book 23.2 | εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ. |
| book 23.3 | οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς, |
| book 23.4 | εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ, |
| book 23.115.1 | καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων· |
| book 23.115.2 | Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης. |
| book 23.115.3 | Ἥρη δ’ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν, |
| book 23.115.4 | οὐρανόθεν πεπότητο, δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 23.115.5 | ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ. |
| book 23.120.1 | Ἀντολίης δ’ ἐπέβαινε, καὶ ὥπλισεν Ἰνδὸν Ὑδάσπην |
| book 23.120.2 | φύλοπιν ὑδατόεσσαν ἀναστῆσαι Διονύσῳ. |
| book 23.120.3 | ἀλλ’ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν ἄρης, |
| book 23.120.4 | δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων |
| book 23.120.5 | χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων. |
| book 23.125.1 | καὶ θεὸς ἡγεμόνευε, δι’ οἴδματος ἡνιοχεύων |
| book 23.125.2 | ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ |
| book 23.125.3 | πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην· |
| book 23.125.4 | καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο, |
| book 23.125.5 | ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων, |
| book 23.134 | ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας ... |
| book 23.130.1 | ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην, |
| book 23.130.2 | ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων |
| book 23.1 | ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ |
| book 23.2 | καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων, |
| book 23.135.1 | ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν, |
| book 23.135.2 | οὐ Βορέην καλέων νηοσσόον, ἰθυτενὲς δὲ |
| book 23.135.3 | εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων, |
| book 23.135.4 | Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης. |
| book 23.135.5 | καὶ πλωτῆς ἀδίαντος ἐπ’ ἀσπίδος οἴδματα τέμνων, |
| book 23.140.1 | πεῖσμα φέρων τελαμῶνα, σακεσπάλον εἶχε πορείην, |
| book 23.140.2 | ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων. |
| book 23.140.3 | καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων |
| book 23.140.4 | ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων· |
| book 23.140.5 | καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου |
| book 23.145.1 | ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα |
| book 23.145.2 | ὑψιφανὴς ἀνέτελλε δι’ ὕδατος ἄβροχος αὐχήν. |
| book 23.145.3 | καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων, |
| book 23.145.4 | ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην, |
| book 23.145.5 | δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην, |
| book 23.1 | ἐνδομύχων δ’ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί. |
| book 23.2 | αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν |
| book 23.3 | ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο· |
| book 23.4 | καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων |
| book 23.5 | πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην· |
| book 23.155.1 | καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι |
| book 23.155.2 | Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο. |
| book 23.155.3 | ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις |
| book 23.155.4 | εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην, |
| book 23.155.5 | καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ· |
| book 23.160.1 | Σιληνοὶ δὲ γέροντες ἐναυτίλλοντο † θαλάσσῃ |
| book 23.160.2 | καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην. |
| book 23.160.3 | καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν |
| book 23.160.4 | γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης, |
| book 23.160.5 | μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ· |
| book 23.165.1 | „γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει; |
| book 23.165.2 | οἴδματα σεῖο κόρυσσον ἐπιβρίζων Διονύσῳ, |
| book 23.165.3 | ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην. |
| book 23.165.4 | σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ |
| book 23.165.5 | ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις. |
| book 23.170.1 | Αἴολε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ |
| book 23.170.2 | σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας |
| book 23.170.3 | μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης |
| book 23.170.4 | ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην, |
| book 23.170.5 | καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες· |
| book 23.175.1 | σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ· |
| book 23.175.2 | χεύμασι δ’ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ |
| book 23.175.3 | συρομένων προχοῇσιν ἐμὸς ῥόος ἅρμα δεχέσθω, |
| book 23.175.4 | οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων. |
| book 23.175.5 | οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσσω· |
| book 23.180.1 | σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ |
| book 23.180.2 | ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις— |
| book 23.180.3 | ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου. |
| book 23.180.4 | εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ |
| book 23.180.5 | Νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει |
| book 23.185.1 | καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει; |
| book 23.185.2 | αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες |
| book 23.185.3 | ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις. |
| book 23.185.4 | οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔπλεον Ἰνδοὶ |
| book 23.185.5 | ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ |
| book 23.190.1 | Δηριάδης ἐχάραξεν ἑῷ περιμήκεϊ δίφρῳ, |
| book 23.190.2 | ὑψιλόφων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.“ |
| book 23.190.3 | ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ |
| book 23.190.4 | αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ |
| book 23.190.5 | μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ· |
| book 23.195 | καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ, |
| book 23.1 | μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ |
| book 23.2 | Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν |
| book 23.3 | καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ |
| book 23.4 | ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων, |
| book 23.1 | καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου |
| book 23.2 | Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας· |
| book 23.3 | ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους, |
| book 23.4 | νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις, |
| book 23.5 | καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο |
| book 23.205.1 | ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ· |
| book 23.205.2 | καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτὸν ὕδωρ |
| book 23.205.3 | ἰκμαλέην ἐλέλιζε δι’ ὕδατος ὄρθιον οὐρήν· |
| book 23.205.4 | γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων |
| book 23.205.5 | ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ |
| book 23.210.1 | κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου· |
| book 23.210.2 | πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ |
| book 23.210.3 | Πανιὰς ἀκροτάτοιο δι’ ὕδατος ἔπλεε σύριγξ, |
| book 23.210.4 | κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ |
| book 23.210.5 | Σιληνοῦ λασίοιο κατ’ αὐχένος ἔρρεε χαίτη. |
| book 23.215.1 | καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων, |
| book 23.215.2 | ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ, |
| book 23.215.3 | κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν ἐνυώ· |
| book 23.215.4 | καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην |
| book 23.215.5 | ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα ῥαίνων, |
| book 23.220 | οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου. |
| book 23.1 | οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ, |
| book 23.2 | οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου |
| book 23.3 | χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα, |
| book 23.4 | ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης. |
| book 23.225.1 | καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν· |
| book 23.225.2 | „τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω, |
| book 23.225.3 | τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς. |
| book 23.225.4 | ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος, |
| book 23.225.5 | καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις; |
| book 23.230.1 | πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ, |
| book 23.230.2 | μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ· |
| book 23.230.3 | ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς. |
| book 23.230.4 | σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω· |
| book 23.233a | σὴν προχοὴν θήλυνον, ἕως ἔτι † μῆνιν ἐρύκω † |
| book 23.234 | ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ |
| book 23.235.1 | τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ. |
| book 23.235.2 | εἰ δὲ μέγα φρονέεις χάριν Ἀστρίδος, εἰ σέο νύμφη |
| book 23.235.3 | ἔλλαχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης, |
| book 23.235.4 | Ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος, |
| book 23.235.5 | οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ, |
| book 23.240.1 | καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων, |
| book 23.240.2 | οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι, |
| book 23.240.3 | οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει. |
| book 23.240.4 | εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο, |
| book 23.240.5 | Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ, |
| book 23.245.1 | ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ |
| book 23.245.2 | σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου, |
| book 23.245.3 | χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ, |
| book 23.245.4 | υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ, |
| book 23.245.5 | οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ. |
| book 23.1 | ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μηδὲ νοήσω |
| book 23.2 | Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.“ |
| book 23.3 | ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης |
| book 23.4 | κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ. |
| book 23.5 | καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων, |
| book 23.255.1 | εἰ μὴ Βάκχος ἄμυνεν, ἀπ’ ἀγχιπόροιο δὲ λόχμης |
| book 23.255.2 | πυρσοτόκον νάρθηκα βαλὼν ἀντώπιον Ἠοῦς |
| book 23.255.3 | Ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου |
| book 23.255.4 | αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ· |
| book 23.255.5 | καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ |
| book 23.260.1 | καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι· |
| book 23.260.2 | καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης |
| book 23.1 | λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου· |
| book 23.2 | καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ |
| book 23.3 | καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ |
| book 23.265.1 | ἠερίας ἁψῖδας, ὅλη δ’ ἐμελαίνετο λόχμη |
| book 23.265.2 | εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων. |
| book 23.265.3 | καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ |
| book 23.265.4 | ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ |
| book 23.265.5 | νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς |
| book 23.270.1 | ὑγρὸν ἀναπτομένη· βυθίων δ’ ἄπο καπνὸς ἐναύλων |
| book 23.270.2 | ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ. |
| book 23.270.3 | Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ |
| book 23.270.4 | γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου· |
| book 23.270.5 | καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ |
| book 23.275.1 | Νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην· |
| book 23.275.2 | ἄλλη δ’ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην |
| book 23.275.3 | ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης |
| book 23.275.4 | ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην |
| book 23.275.5 | παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων. |
| book 23.280.1 | Ὠκεανὸς δ’ ἰάχησεν ἀπειλείων Διονύσῳ, |
| book 23.280.2 | ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ, |
| book 23.280.3 | καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων |
| book 23.280.4 | ἠιόνας κόσμοιο κατέκλυσε χεύμασι μύθων· |
| book 23.280.5 | „ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου, |
| book 23.285.1 | παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς, |
| book 23.285.2 | ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ |
| book 23.285.3 | εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς· |
| book 23.285.4 | ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα |
| book 23.285.5 | Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης. |
| book 23.290.1 | ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ |
| book 23.290.2 | ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω, |
| book 23.290.3 | κρύψω δ’ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων |
| book 23.290.4 | χεύματι μορμύροντι κατακλύζοντα Σελήνην· |
| book 23.290.5 | Ἀρκτῴην δ’ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω |
| book 23.295.1 | ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης· |
| book 23.295.2 | καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης |
| book 23.295.3 | αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω, |
| book 23.295.4 | κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω |
| book 23.295.5 | νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν |
| book 23.1 | Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω, |
| book 23.2 | αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ |
| book 23.3 | Ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω, |
| book 23.4 | νηχομένους μετ’ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς, |
| book 23.5 | ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω |
| book 23.305.1 | Ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης, |
| book 23.305.2 | κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην, |
| book 23.305.3 | Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή, |
| book 23.305.4 | δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν, |
| book 23.305.5 | ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη· |
| book 23.310 | ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω |
| book 23.1 | ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην, |
| book 23.2 | ὡς πάρος Ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου |
| book 23.3 | ὑγρὸς ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν ἐνυώ· |
| book 23.4 | κρύψω δ’ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ |
| book 23.315.1 | ἅρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ. |
| book 23.315.2 | Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ |
| book 23.315.3 | Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ |
| book 23.315.4 | καὶ ποταμοὺς καὶ φῶτας ἀμεμφέας· ἀμφότερον δὲ |
| book 23.315.5 | Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.“ |
| book 23.320 | ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς. |
| book 24.1.1 | Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν, |
| book 24.1.2 | δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἀράσσων· |
| book 24.1.3 | καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο, |
| book 24.1.4 | ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου. |
| book 24.5.1 | Ἥρη δ’ ἐσμαράγησε δι’ ἠέρος ἄπλετον ἠχώ, |
| book 24.5.2 | μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου. |
| book 24.5.3 | καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ |
| book 24.5.4 | παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης, |
| book 24.5.5 | μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος· |
| book 24.10.1 | „φείδεό μοι, Διόνυσε, Διιπετέος ποταμοῖο, |
| book 24.10.2 | ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ |
| book 24.10.3 | ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη. |
| book 24.10.4 | ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ |
| book 24.10.5 | σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην. |
| book 24.15.1 | ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ |
| book 24.15.2 | υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν, |
| book 24.15.3 | Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων. |
| book 24.15.4 | αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ |
| book 24.15.5 | αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρων ... |
| book 24.20.1 | καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω· |
| book 24.20.2 | τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ. |
| book 24.20.3 | πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος, |
| book 24.20.4 | αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην .... |
| book 24.20.5 | Νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγὰς |
| book 24.25.1 | ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δ’ ἐνὶ λόχμαις |
| book 24.25.2 | σύννομος Ἀδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει, |
| book 24.25.3 | ἄλλη δ’ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα |
| book 24.25.4 | ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην |
| book 24.25.5 | Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην |
| book 24.30.1 | ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ. |
| book 24.30.2 | μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων, |
| book 24.30.3 | οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὄρπηξ |
| book 24.30.4 | ἀμπελόεις· δόνακες γὰρ ἐπ’ ἀλλήλοισι δεθέντες |
| book 24.30.5 | ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην· |
| book 24.35.1 | μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί, |
| book 24.35.2 | μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη, |
| book 24.35.3 | ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων |
| book 24.35.4 | φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν· |
| book 24.35.5 | καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς |
| book 24.40.1 | Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν· |
| book 24.40.2 | λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων, |
| book 24.1 | ὅττι ῥόος ποταμοῖο τεοὺς νάρθηκας ἀέξει. |
| book 24.2 | οὐ ξένον οἶδμα πέρησας † ἐπώνυμον· ἀρτιφυῆ γὰρ |
| book 24.3 | ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς, |
| book 24.45.1 | ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων |
| book 24.45.2 | Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις· |
| book 24.45.3 | καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ |
| book 24.45.4 | δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ |
| book 24.45.5 | ἐκ κραδίης ἀνέτελλες ἀειδομένου Διονύσου. |
| book 24.1 | ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ· |
| book 24.2 | μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ |
| book 24.3 | Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης. |
| book 24.4 | καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων, |
| book 24.5 | γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην· |
| book 24.55.1 | μηδὲ πυρὶ φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ |
| book 24.55.2 | ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ. |
| book 24.55.3 | ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω |
| book 24.55.4 | μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ |
| book 24.55.5 | εἰ θρασὺν αὐχένα κάμπτε καὶ ἤπιος ἔσκε Τυφωεύς, |
| book 24.60.1 | καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς |
| book 24.60.2 | ἀστεροπὴν ἀνέκοπτε πατὴρ τεός, ὑψιμέδων Ζεύς.“ |
| book 24.60.3 | ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην. |
| book 24.60.4 | καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης |
| book 24.60.5 | χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην, |
| book 24.65.1 | χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο, |
| book 24.65.2 | Ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων, |
| book 24.65.3 | καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ. |
| book 24.65.4 | ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην, |
| book 24.65.5 | τόφρα δέ, θάρσος ἄρηος ἔχων περιμήκεα μορφήν, |
| book 24.70.1 | Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς, |
| book 24.70.2 | στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ |
| book 24.70.3 | λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων. |
| book 24.70.4 | οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσύμενος δὲ |
| book 24.70.5 | οὐρανόθεν πεφόρητο προασπίζων Διονύσου. |
| book 24.75.1 | καὶ σφετέροισιν † ἰόντες ἀρηγόνες, ἄλλος ἐπ’ ἄλλῳ, |
| book 24.75.2 | σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου |
| book 24.75.3 | ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς |
| book 24.75.4 | αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς |
| book 24.75.5 | Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην |
| book 24.80.1 | φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγι ταρσῷ |
| book 24.80.2 | κουφίζων ἐκόμισσεν ἐς ἄρεα Δηριαδῆος |
| book 24.80.3 | Ἰνδῴην ἐπὶ πέζαν· ἀπ’ εὐρυπόροιο δὲ κόλπου |
| book 24.80.4 | υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων, |
| book 24.80.5 | φαιδρὸς ἀλεξικάκων πεφορημένος ἅρματι κύκνων, |
| book 24.85.1 | μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης· |
| book 24.85.2 | καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς, |
| book 24.85.3 | υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην· |
| book 24.1 | Οὐρανίη δ’ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου |
| book 24.2 | παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ |
| book 24.90.1 | ἀτραπιτοὺς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ, |
| book 24.90.2 | γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ· |
| book 24.90.3 | Καλλιόπη δ’ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις· |
| book 24.90.4 | καὶ τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων, |
| book 24.90.5 | ἀμφοτέρους δ’ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ· |
| book 24.95.1 | Ἀκταίη δ’ ἐσάωσεν Ἐρεχθέα Παλλὰς Ἀθήνη, |
| book 24.95.2 | Ἰνδοφόνον ναετῆρα θεοκρήπιδος Ἀθήνης· |
| book 24.95.3 | Νύμφας δ’ Ἀδρυάδας ναέται ζώγρησαν Ὀλύμπου |
| book 24.95.4 | πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἔξοχα δ’ ἄλλων |
| book 24.95.5 | δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων, |
| book 24.1 | καί σφιν ἅμα χραίσμησε συνέμπορος υἱέι μήτηρ, |
| book 24.2 | εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ. |
| book 24.3 | Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας |
| book 24.4 | ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ |
| book 24.5 | θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο, |
| book 24.105.1 | πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἃς ἐπὶ νίκῃ |
| book 24.105.2 | ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ, |
| book 24.105.3 | Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην |
| book 24.105.4 | μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς. |
| book 24.105.5 | καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ |
| book 24.110.1 | Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων |
| book 24.110.2 | ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ· |
| book 24.110.3 | καὶ Σάτυροι δρόμον εἶχον ὁμόστολον, οἷς ἅμα Βάκχαι |
| book 24.110.4 | ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δ’ ἄλλων |
| book 24.110.5 | ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων, |
| book 24.115.1 | πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης, |
| book 24.115.2 | εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ. |
| book 24.115.3 | ἄλλοι δ’ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ |
| book 24.115.4 | ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου, |
| book 24.115.5 | ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων |
| book 24.120.1 | αἰετὸς ἡγεμόνευε δι’ ἠέρος ἀντίτυπος Ζεύς, |
| book 24.120.2 | φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων, |
| book 24.120.3 | Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ. |
| book 24.120.4 | Ἰνδῴῃ δ’ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ, |
| book 24.120.5 | καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις, |
| book 24.125.1 | καὶ κλισίας πήξαντες † ἐς ἠρέμα δάσκιον ὕλην ... |
| book 24.125.2 | οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην |
| book 24.125.3 | εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις |
| book 24.125.4 | Ἀδρυάδες μίσγοντο φιλοπτόρθου Διονύσου. |
| book 24.125.5 | Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ |
| book 24.130.1 | σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης, |
| book 24.130.2 | αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί· |
| book 24.134 | θηροσύνην δ’ ἀνέφαινον· ἀκοντιστῆρι δὲ θύρσῳ |
| book 24.135.1 | ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δὲ λαθοῦσα |
| book 24.135.2 | ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου· |
| book 24.135.3 | ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν |
| book 24.135.4 | καὶ λοφιῆς ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων· |
| book 24.132.1 | ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου |
| book 24.132.2 | ἰοβόλων μάστευε δι’ οὔρεος ἄντρα δρακόντων. |
| book 24.139 | καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ |
| book 24.140.1 | καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην· |
| book 24.140.2 | καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δ’ ἐπὶ γείτονα πεύκην |
| book 24.140.3 | πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν. |
| book 24.140.4 | τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ |
| book 24.140.5 | Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς, |
| book 24.145.1 | δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν, |
| book 24.145.2 | καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν· |
| book 24.145.3 | „Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς, |
| book 24.145.4 | ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην, |
| book 24.145.5 | εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην· |
| book 24.1 | κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ |
| book 24.2 | θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου |
| book 24.1 | αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης |
| book 24.2 | τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ |
| book 24.3 | καὶ καναχὴ σύριγγος· ὅλη δ’ ἐλελίζετο λόχμη |
| book 24.155.1 | καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι· |
| book 24.155.2 | Νηιάδες δ’ ὀλόλυξαν. ἐγὼ δ’ ἐκόρυσσα μαχητάς, |
| book 24.155.3 | ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων. |
| book 24.155.4 | καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων, |
| book 24.155.5 | οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν, |
| book 24.160.1 | κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ |
| book 24.160.2 | βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν. |
| book 24.160.3 | ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης, |
| book 24.160.4 | εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ. |
| book 24.160.5 | μὴ νυχίην ἀνόνητον ἀναστήσειας ἐνυώ, |
| book 24.165.1 | μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι· |
| book 24.165.2 | ἤδη δ’ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ |
| book 24.165.3 | δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ. |
| book 24.165.4 | εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ, |
| book 24.165.5 | σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὔριον εἰς μόθον ἕλκεις.“ |
| book 24.170.1 | ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα, |
| book 24.170.2 | οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ |
| book 24.170.3 | μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ. |
| book 24.170.4 | Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο |
| book 24.170.5 | Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ, |
| book 24.175 | ἑζόμενος λοφιῇσι παλιννόστων ἐλεφάντων. |
| book 24.1 | Ἰνδοὶ δ’ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι |
| book 24.2 | εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων |
| book 24.3 | νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου. |
| book 24.4 | ἤδη δὲ στονόεσσα δι’ ἄστεος ἵπτατο Φήμη, |
| book 24.180.1 | σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν. |
| book 24.180.2 | καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν |
| book 24.180.3 | πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου, |
| book 24.180.4 | καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες |
| book 24.180.5 | στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 24.185.1 | τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν |
| book 24.185.2 | αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ |
| book 24.185.3 | χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ, |
| book 24.185.4 | τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων, |
| book 24.185.5 | Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ, |
| book 24.190.1 | κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν |
| book 24.190.2 | ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα· |
| book 24.190.3 | ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη |
| book 24.190.4 | νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ, |
| book 24.190.5 | ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης |
| book 24.195.1 | ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης. |
| book 24.195.2 | καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ, |
| book 24.195.3 | ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης |
| book 24.195.4 | καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης, |
| book 24.195.5 | ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ, |
| book 24.1 | καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν· |
| book 24.2 | „οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην· |
| book 24.1 | οὐκέτι κεῖνα ῥέεθρα μετέρχομαι, οὐκέτι δειλὴ |
| book 24.2 | σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο, |
| book 24.3 | οὐ μὰ σὲ καὶ σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω, |
| book 24.205.1 | οὐ μὰ σὲ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν. |
| book 24.205.2 | τίς με λαβὼν κομίσειεν, ὅπῃ πέσε νεκρὸς ἀκοίτης, |
| book 24.205.3 | ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν |
| book 24.205.4 | κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ; |
| book 24.205.5 | αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν |
| book 24.210.1 | γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο. |
| book 24.210.2 | εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα, |
| book 24.210.3 | υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;“ |
| book 24.210.4 | εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην. |
| book 24.210.5 | ἄλλη δ’ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους |
| book 24.215.1 | ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη |
| book 24.215.2 | στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδ’ ἐπὶ παστῷ |
| book 24.215.3 | ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων. |
| book 24.215.4 | τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας |
| book 24.215.5 | Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς |
| book 24.220.1 | εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι, |
| book 24.220.2 | καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ |
| book 24.220.3 | θεινόμεναι πελέκεσσιν Ἐρυθραίης τ’ ἀπὸ ποίμνης |
| book 24.220.4 | πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων. |
| book 24.220.5 | ἑζόμενοι δ’ ἀγεληδὸν ἐπ’ εὐκύκλοιο τραπέζης |
| book 24.225.1 | Σιληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ |
| book 24.225.2 | χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς· |
| book 24.225.3 | πίνετο δ’ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ |
| book 24.225.4 | εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας, |
| book 24.225.5 | νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης. |
| book 24.230.1 | τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων |
| book 24.230.2 | Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν, |
| book 24.230.3 | πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ· |
| book 24.230.4 | καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην, |
| book 24.230.5 | πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ |
| book 24.235.1 | Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ, |
| book 24.235.2 | χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις. |
| book 24.235.3 | Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης |
| book 24.235.4 | ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς |
| book 24.235.5 | πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν |
| book 24.240.1 | τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις, |
| book 24.240.2 | ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ. |
| book 24.240.3 | αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν, |
| book 24.240.4 | ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης |
| book 24.240.5 | χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης, |
| book 24.245.1 | κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων. |
| book 24.245.2 | καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ |
| book 24.245.3 | οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ |
| book 24.245.4 | ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων, |
| book 24.245.5 | φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν· |
| book 24.1 | ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ |
| book 24.2 | Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ |
| book 24.3 | ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ· |
| book 24.4 | καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα |
| book 24.5 | καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ |
| book 24.255.1 | κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη· |
| book 24.255.2 | καὶ πόνος ἦν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου |
| book 24.255.3 | εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ |
| book 24.255.4 | στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος· |
| book 24.255.5 | εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης |
| book 24.260 | Ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην. |
| book 24.260a | καὶ ............................................. |
| book 24.261.1 | οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο |
| book 24.261.2 | ἀμφίπολοι Παφίης· τροχαλῇ δ’ ἐλέλιξεν ἐρωῇ |
| book 24.261.3 | Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ, |
| book 24 | καὶ μίτον Ἀγλαΐη καὶ νήματα δῶκεν ἀνάσσῃ. |
| book 24.265.1 | καὶ μερόπων ἀλάλητο † γέρων βίος· ἁρμονίην δὲ |
| book 24.265.2 | ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων |
| book 24.265.3 | ἡνίοχος βιότοιο γάμων δεδονημένος Αἰών· |
| book 24.265.4 | καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν, |
| book 24.265.5 | παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου. |
| book 24.270.1 | οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ, |
| book 24.270.2 | οὐ λιγὺς αὐλὸς ἔμελπεν ὑμηνυμέναια λιγαίνων· |
| book 24.270.3 | ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης |
| book 24.270.4 | συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες. |
| book 24.270.5 | καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη, |
| book 24.275.1 | καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν |
| book 24.275.2 | τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης· |
| book 24.275.3 | ἀθανάτοις δ’ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ |
| book 24.275.4 | ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι· |
| book 24.275.5 | „σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ· |
| book 24.280.1 | οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ |
| book 24.280.2 | κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη. |
| book 24.280.3 | κλῆρον Ἀθηναίης οὐχ ἥρπασε δεσπότις Ἥρη, |
| book 24.280.4 | γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει |
| book 24.280.5 | ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην |
| book 24.285.1 | ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ |
| book 24.285.2 | ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου, |
| book 24.285.3 | ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλεϊ κεστῷ, |
| book 24.285.4 | ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ |
| book 24.285.5 | εἰπέ μοι, Ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης |
| book 24.290.1 | εἶδες ὀιστεύουσαν ἢ ἀγρώσσουσαν Ἀθήνην; |
| book 24.290.2 | τίς καλέει Γλαυκῶπιν, ὅτ’ ὠδίνουσι γυναῖκες;“ |
| book 24.290.3 | ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου, |
| book 24.290.4 | ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην. |
| book 24.290.5 | καὶ καμάτους ὁρόωντες ἀπειροπόνου Κυθερείης |
| book 24.295.1 | θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης· |
| book 24.295.2 | καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς· |
| book 24.295.3 | „ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ. |
| book 24.295.4 | εἰ μίτον ἀμφαφάεις, εἰ κερκίδα χερσὶ τιταίνεις, |
| book 24.295.5 | καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης. |
| book 24.1 | οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις, |
| book 24.2 | σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης |
| book 24.3 | εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας. |
| book 24.4 | Ἄρεϊ πέπλον ὕφαινε· νεοκλώστῳ δ’ ἐνὶ πέπλῳ |
| book 24.5 | ἀσπίδα μὴ ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ; |
| book 24.305.1 | τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς, |
| book 24.305.2 | φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων· |
| book 24.305.3 | ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς, |
| book 24 | καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ· |
| book 24.314 | χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης |
| book 24.315.1 | κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην, |
| book 24.315.2 | δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ. |
| book 24.309 | καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων |
| book 24.310.1 | μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ, |
| book 24.310.2 | ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω, |
| book 24.310.3 | καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω |
| book 24.310.4 | πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων. |
| book 24.317.1 | ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν |
| book 24.317.2 | ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα, |
| book 24.317.3 | συζυγίης δ’ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ |
| book 24.320.1 | πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.“ |
| book 24.320.2 | ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου. |
| book 24.320.3 | καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος |
| book 24.320.4 | αἰδομένη Γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου |
| book 24.320.5 | ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης· |
| book 24.325.1 | καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ |
| book 24.325.2 | σπείρων εὐαρότοιο λεχώιον αὔλακα κόσμου. |
| book 24.325.3 | τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν |
| book 24.325.4 | ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην, |
| book 24.325.5 | ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ. |
| book 24.330.1 | ἀλλ’ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης, |
| book 24.330.2 | οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ, |
| book 24.1 | οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δ’ ἐπὶ φύλλων |
| book 24.2 | πεπταμένων· ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης |
| book 24.3 | δέρμασιν αἰγείοισιν ἐπετρέψαντο χαμεύνην· |
| book 24.335.1 | ἄλλοι δ’ ἐγρεμόθοισιν ἐφωμίλησαν ὀνείροις |
| book 24.335.2 | χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ· |
| book 24.335.3 | ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου, |
| book 24.335.4 | ἄλλος δ’ ἵππον ἔνυξε κατ’ αὐχένος, ὃς δὲ δαΐζων |
| book 24.335.5 | ἄορι πεζὸν ἔτυψεν, ὁ δ’ οὔτασε Δηριαδῆα· |
| book 24.340.1 | ἄλλος δ’ ἠερόφοιτον ἑὸν βέλος ὑψόσε πέμπων |
| book 24.340.2 | ἠλιβάτους ἐλέφαντας ὀνειρείῳ βάλεν ἰῷ. |
| book 24.340.3 | πορδαλίων δὲ γένεθλα καὶ ἄγρια φῦλα λεόντων |
| book 24.340.4 | καὶ κύνες ἀγρευτῆρες ἐρημονόμου Διονύσου |
| book 24.340.5 | εἶχον ἀμοιβαίης φυλακῆς ἄγρυπνον ὀπωπήν, |
| book 24.345.1 | πάννυχον ἐγρήσσοντες ὀρειάδος ἔνδοθεν ὕλης, |
| book 24.345.2 | μή σφιν ἐπαΐξειε μελαρρίνων μόθος Ἰνδῶν· |
| book 24.345.3 | καὶ δαΐδες στοιχηδὸν ἐπαστράπτεσκον Ὀλύμπῳ, |
| book 24 | Βακχιάδος λαμπτῆρες ἀκοιμήτοιο χορείης. |
| book p2.49 | εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα |
| book p2.1 | καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου. |
| book p2.2 | εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης |
| book p2.3 | καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν. |
| book p2.4 | ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ἧχι Κρονίων |
| book p2.5 | εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου. |
| book p2.55.1 | εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν |
| book p2.55.2 | Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας ἐνυώ. |
| book p2.55.3 | εἰκοστῷ δ’ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης, |
| book p2.55.4 | οἷά περ εἰς γάμον ἄλλον ἐπειγομένης Κυθερείης. |
| book p2.55.5 | ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης |
| book p2.60.1 | Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει. |
| book p2.60.2 | ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη |
| book p2.1 | Ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ. |
| book p2.2 | ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ |
| book p2.3 | καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου. |
| book p2.65.1 | ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει |
| book p2.65.2 | φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης. |
| book p2.65.3 | κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου |
| book p2.65.4 | Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων. |
| book p2.65.5 | Μορρέος ἐχθρὸν ἔρωτα τριηκοστῷ ἐνὶ πέμπτῳ |
| book p2.70.1 | δίζεο Βασσαρίδων τε φόνον καὶ ἄρηα γυναικῶν. |
| book p2.70.2 | ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ κύματα λύσσης |
| book p2.70.3 | Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων. |
| book p2.70.4 | ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης |
| book p2.70.5 | ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες. |
| book p2.75.1 | ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι παλμῷ |
| book p2.75.2 | δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος. |
| book p2.75.3 | ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις |
| book p2.75.4 | Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν. |
| book p2.75.5 | τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν, |
| book p2.80.1 | πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου. |
| book p2.80.2 | πρῶτον τεσσαρακοστὸν ἔχει, πόθεν υἱέι Μύρρης |
| book p2.80.3 | ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη. |
| book p2.1 | τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω |
| book p2.2 | Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον Ἐννοσιγαίου. |
| book p2.85.1 | δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω |
| book p2.85.2 | ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ. |
| book p2.85.3 | τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας |
| book p2.85.4 | δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς. |
| book p2.85.5 | πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς |
| book p2.90.1 | ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου. |
| book p2.90.2 | ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις |
| book p2.90.3 | Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην. |
| book p2.90.4 | ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς |
| book p2.90.5 | καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη. |
| book p2.95 | δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων, |
| book p2 | Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης. |
| book 25.1.1 | Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ· |
| book 25.1.2 | οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ |
| book 25.1.3 | φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν ἄρης· |
| book 25.1.4 | ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου |
| book 25.5.1 | Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί, |
| book 25.5.2 | Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω |
| book 25.5.3 | πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων |
| book 25.5.4 | Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου |
| book 25.5.5 | ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ |
| book 25.10.1 | ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω· |
| book 25.10.2 | Θήβῃ δ’ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ |
| book 25.10.3 | ἀμφ’ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη |
| book 25.10.4 | μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου, |
| book 25.10.5 | μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν |
| book 25.15.1 | πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν |
| book 25.15.2 | αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω |
| book 25.1 | πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ. |
| book 25.2 | Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι, |
| book 25.3 | τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει; |
| book 25.20.1 | οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένης τάχα Θήβης |
| book 25.20.2 | Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ. |
| book 25.20.3 | ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν· |
| book 25.20.4 | οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν Αἰὼν |
| book 25.20.5 | Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν |
| book 25.25.1 | ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν ἐνυώ, |
| book 25.25.2 | οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν |
| book 25.25.3 | τηλίκος. ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων |
| book 25.25.4 | εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου, |
| book 25.25.5 | κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω, |
| book 25.30.1 | τίς κάμε τοῖον ἀγῶνα, τίς εἴκελος ἔπλετο Βάκχῳ. |
| book 25.30.2 | Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἑλίσσων, |
| book 25.30.3 | ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζὸς ὁδίτης, |
| book 25.30.4 | εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων |
| book 25.30.5 | ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ, |
| book 25.35.1 | ὅττι βαθυνομένης παλάμης ληίστορι καρπῷ |
| book 25.35.2 | Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην, |
| book 25.35.3 | ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἅλμα πεδίλων, |
| book 25.1 | ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης, |
| book 25.2 | ἧς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ |
| book 25.40.1 | Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης |
| book 25.40.2 | Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη, |
| book 25.40.3 | αὔλακος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ |
| book 25.40.4 | Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης |
| book 25.40.5 | ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης, |
| book 25.45.1 | αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης, |
| book 25.45.2 | ἡμιτελὲς σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν |
| book 25.45.3 | λεπτὸν ὑποτρίζοντα, καὶ οὐ στίχεν ἄρσενι χάρμῃ. |
| book 25.45.4 | οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδ’ ἐνὶ πόντῳ |
| book 25.45.5 | Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν |
| book 25.1 | ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης, |
| book 25.2 | οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς, |
| book 25.3 | οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ· |
| book 25.4 | ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης |
| book 25.5 | Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς, |
| book 25.55.1 | καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην, |
| book 25.55.2 | καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα, |
| book 25.55.3 | ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ, |
| book 25.55.4 | Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων, |
| book 25.55.5 | συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν |
| book 25.60.1 | ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ. |
| book 25.60.2 | ἀλλ’ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων |
| book 25.60.3 | Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας |
| book 25.60.4 | φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς |
| book 25.60.5 | Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου |
| book 25.65.1 | ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης· |
| book 25.65.2 | ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ |
| book 25.65.3 | χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ |
| book 25.65.4 | λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας |
| book 25.65.5 | Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ, |
| book 25.70.1 | κτείνων βάρβαρα φῦλα· πολὺς δ’ ἐπὶ μητέρι Γαίῃ |
| book 25.70.2 | ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν, |
| book 25.70.3 | πολλοὶ δ’ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ |
| book 25.70.4 | αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ, |
| book 25.70.5 | Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ |
| book 25.75.1 | ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο |
| book 25.75.2 | ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη |
| book 25.75.3 | Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ |
| book 25.75.4 | μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ |
| book 25.75.5 | καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης. |
| book 25.80.1 | ἀλλ’ ἐρέεις, ὅτι ‘κῆτος ἁλίτροφον ἔκτανε Περσεύσ‘ .... |
| book 25.80.2 | ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης; |
| book 25.80.3 | τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης |
| book 25.1 | ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας |
| book 25.2 | εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης; |
| book 25.85.1 | Βάκχου δ’ Ἰνδοφόνου βριαροῦ πόνος οὐ μία Γοργώ, |
| book 25.85.2 | οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης· |
| book 25.85.3 | ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων |
| book 25.85.4 | Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ, |
| book 25.85.5 | ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων |
| book 25.90.1 | Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα |
| book 25.90.2 | αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι |
| book 25.90.3 | Γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου, |
| book 25.90.4 | χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς ἀρούρης |
| book 25.90.5 | θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ |
| book 25.95.1 | λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ, |
| book 25.95.2 | ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ |
| book 25.95.3 | τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ. |
| book 25.95.4 | ἀλλά, φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ |
| book 25.95.5 | Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου |
| book 25.1 | Ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου |
| book 25.2 | Ἑσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη, |
| book 25.3 | βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ· |
| book 25.4 | καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης, |
| book 25.5 | τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω. |
| book 25.105.1 | Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ |
| book 25.105.2 | καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ |
| book 25.105.3 | χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον ἄρεα φεύγων |
| book 25.105.4 | θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς, |
| book 25.105.5 | καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου |
| book 25.110.1 | οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην· |
| book 25.110.2 | οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα, |
| book 25.110.3 | εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν ἐρώτων. |
| book 25.110.4 | εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων, |
| book 25.110.5 | οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς, |
| book 25.115.1 | κυδαίνων γαμίης φιλοπάρθενον ὄμβρον ἐέρσης |
| book 25.115.2 | βαιῆς κλεψιγάμου· Σεμέλη δ’ ἐπέβαινεν Ὀλύμπου |
| book 25.115.3 | σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης, |
| book 25.115.4 | υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ· |
| book 25.115.5 | οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ |
| book 25.120.1 | λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη, |
| book 25.120.2 | μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον ἐρώτων, |
| book 25.120.3 | ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο. |
| book 25.120.4 | οἶδα μὲν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου, |
| book 25.120.5 | ἀλλὰ πάλιν μογέει καὶ ἐν αἰθέρι· καὶ τάχα δειλὴ |
| book 25.125.1 | πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ· |
| book 25.125.2 | „τί πλέον, εἴ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ; |
| book 25.125.3 | καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ |
| book 25.125.4 | Κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον |
| book 25.125.5 | ἀντίτυπον προτέροιο μετὰ χθόνα καὶ φόβον ἅλμης |
| book 25.130.1 | εἰσέτι δεσμὸν ἔχω καὶ ἐν ἄστρασιν· οὐ σέθεν ἅρπη |
| book 25.130.2 | οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου |
| book 25.130.3 | μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης· |
| book 25.130.4 | Κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις. |
| book 25.130.5 | μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ |
| book 25.135.1 | δειλὴ Κασσιέπεια δι’ αἰθέρος εἰς ἅλα δύνει |
| book 25.135.2 | Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου |
| book 25.135.3 | ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης· |
| book 25.135.4 | καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου |
| book 25.135.5 | γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.“ |
| book 25.140.1 | τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη, |
| book 25.140.2 | Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης. |
| book 25.140.3 | εἰ δὲ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς, |
| book 25.140.4 | δόχμιον ὄμμα τίταινε δι’ αἰθέρος, ἧχι φαείνει |
| book 25.140.5 | αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων, |
| book 25.145.1 | καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης |
| book 25.145.2 | σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ, |
| book 25.145.3 | ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου. |
| book 25.145.4 | οἶδα μόθον Μίνωος, ὃν ὥπλισε θῆλυς Ἐνυὼ |
| book 25.145.5 | κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης, |
| book 25.1 | ὁππότε Κύπρις ἔην κορυθαιόλος, ὁππότε Πειθὼ |
| book 25.2 | χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη, |
| book 25.3 | μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς |
| book 25.4 | ἀπτολέμων τόξευε γαμοστόλος ἐσμὸς Ἐρώτων, |
| book 25 | καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ |
| book 25.155.1 | Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ, |
| book 25.155.2 | εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων |
| book 25.155.3 | ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης, |
| book 25.155.4 | ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην |
| book 25.155.5 | καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ |
| book 25.160.1 | ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην· |
| book 25.160.2 | Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος |
| book 25.160.3 | ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης, |
| book 25.160.4 | καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ |
| book 25.160.5 | βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου. |
| book 25.165.1 | Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ |
| book 25.165.2 | ὑσμίνης τέλος εὗρε, καὶ οὐ νίκησε σιδήρῳ, |
| book 25.165.3 | ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου |
| book 25.165.4 | οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν, |
| book 25.165.5 | οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ, |
| book 25.170.1 | κάλλεϊ νικήσασα μόθου τέλος, οὐ μία κούρη |
| book 25.170.2 | οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου, |
| book 25.170.3 | οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος, |
| book 25.170.4 | ἀλλὰ πολυσπερέων ποταμῶν ἑτερότροπος Ἰνδὸς |
| book 25 | νίκης εὖχος ἔχων παλιναυξέος. —εἰ δὲ γεραίρεις |
| book 25.175.1 | Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω. |
| book 25.175.2 | οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας |
| book 25.175.3 | εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ, |
| book 25.175.4 | πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ |
| book 25.175.5 | ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ· |
| book 25.180.1 | οὐκ ἄγαμαι καὶ τοῦτο· παρ’ εὐπετάλῳ ποτὲ λόχμῃ |
| book 25.180.2 | χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη |
| book 25.180.3 | παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ |
| book 25.180.4 | ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ· |
| book 25.180.5 | ἀρτιθαλὴς δ’ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων |
| book 25.185.1 | χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος |
| book 25.185.2 | φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ |
| book 25.185.3 | αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων· |
| book 25.185.4 | εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ |
| book 25.185.5 | θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ |
| book 25.190.1 | ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι δίφρου |
| book 25.190.2 | ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων. |
| book 25.190.3 | πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων |
| book 25.190.4 | νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου. |
| book 25.190.5 | οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ |
| book 25.195 | παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων. |
| book 25.1 | τί πλέον Ἡρακλέης θρασὺς ἤνυσεν, εἴ τινα πηγὴν |
| book 25.2 | πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην, |
| book 25.3 | τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης |
| book 25.4 | φυταλιὴν πολύδειρον ἀνασταχύοντα δρακόντων; |
| book 25.1 | αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας |
| book 25.2 | ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων, |
| book 25.3 | δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω |
| book 25.4 | θῆλυν ὄφιν πρήνιξαν. ἐγὼ δ’ οὐκ οἶδα γεραίρειν |
| book 25.5 | οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ· |
| book 25.205.1 | εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ |
| book 25.205.2 | μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας ἀρούρης |
| book 25.205.3 | Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὤμων |
| book 25.205.4 | ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι, |
| book 25.205.5 | ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης |
| book 25.210.1 | ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων. |
| book 25.210.2 | ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης, |
| book 25.210.3 | καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὔνομα νίκης. |
| book 25.210.4 | οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὔ τινα Λέρνην |
| book 25.210.5 | Βάκχος ἀνεζώγρησε, πολυσφαράγων ἀπὸ λαιμῶν |
| book 25.215.1 | θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης, |
| book 25.215.2 | ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὔρου |
| book 25.1 | καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ |
| book 25.2 | Ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων. |
| book 25.3 | εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι, |
| book 25.220.1 | Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου |
| book 25.220.2 | φρικτὰ δρακοντοκόμων ὀφιώδεα δεσμὰ κομάων, |
| book 25.220.3 | ἐξότε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ. |
| book 25.220.4 | σιγήσω κεμάδος χρύσεον κέρας, ὅττι καλέσσω |
| book 25.220.5 | τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα· |
| book 25.225.1 | μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ |
| book 25.225.2 | θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη. |
| book 25.225.3 | Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ |
| book 25.225.4 | οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων |
| book 25.225.5 | τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην· |
| book 25.230.1 | πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη |
| book 25.230.2 | ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων, |
| book 25.230.3 | οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου· |
| book 25.234 | πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς, |
| book 25.233 | θηγαλέην ἐπίκυρτον ἀνειρύσσασα κεραίην |
| book 25.235.1 | εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων. |
| book 25.235.2 | κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος· |
| book 25.1 | καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ |
| book 25.2 | Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης, |
| book 25.3 | Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις, |
| book 25.240.1 | Ἠελίου ψαύοντα καὶ αὐερύοντα Σελήνην, |
| book 25.240.2 | ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην. |
| book 25.240.3 | ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς |
| book 25.240.4 | Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν, |
| book 25.240.5 | οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου |
| book 25.245.1 | ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν, |
| book 25.245.2 | οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς, |
| book 25.245.3 | οὐδὲ κύων, ἢ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη |
| book 25.245.4 | χρυσοφαής, ἢ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης |
| book 25.245.5 | οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν, |
| book 25.1 | ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη |
| book 25.2 | Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη |
| book 25.3 | Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης. |
| book 25.4 | παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ, |
| book 25.5 | ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ· |
| book 25.255.1 | Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω |
| book 25.255.2 | Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα. |
| book 25.255.3 | ὑμνήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα |
| book 25.255.4 | Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων, |
| book 25.255.5 | ἄλλοις δ’ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐάσσαι, |
| book 25.260.1 | εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν |
| book 25.260.2 | πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ |
| book 25.260.3 | δεύομαι εὐεπίης, ὅτι τηλίκον ἄρεα μέλπων |
| book 25.260.4 | Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου. |
| book 25.260.5 | ἀλλὰ θεά με κόμιζε τὸ δεύτερον ἐς μόθον Ἰνδῶν, |
| book 25.265.1 | ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου, |
| book 25.265.2 | μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι |
| book 25.265.3 | σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς |
| book 25.265.4 | Βακχιάδος σύριγγος ἀγέστρατον ἦχον ἀκούσω |
| book 25.265.5 | καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου, |
| book 25.270.1 | ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν. |
| book 25.270.2 | ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης |
| book 25.270.3 | ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης, |
| book 25.270.4 | ἀμβολίῃ πολέμοιο· φόβῳ δ’ ἐλελίζετο Γάγγης |
| book 25.270.5 | οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δ’ ἐπὶ πότμῳ |
| book 25.275.1 | πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν |
| book 25.275.2 | πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί. |
| book 25.275.3 | Δηριάδην δ’ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς· |
| book 25.275.4 | ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ |
| book 25.275.5 | ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας |
| book 25.280.1 | οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης. |
| book 25.280.2 | κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων, |
| book 25.1 | καὶ πάρος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην, |
| book 25.2 | ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην |
| book 25.3 | ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου |
| book 25.285.1 | οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί· |
| book 25.285.2 | τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων |
| book 25.285.3 | ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο· |
| book 25.285.4 | χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων |
| book 25.285.5 | πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς, |
| book 25.290.1 | καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ, |
| book 25.290.2 | ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. |
| book 25.290.3 | καὶ κύνας οἰνωθέντας ἐπ’ ᾐόνι κοῦρος ἐάσσας |
| book 25.290.4 | λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο |
| book 25.290.5 | θηρητὴρ ὁμόφοιτος ὀρειάδος Ἰοχεαίρης |
| book 25.295.1 | εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι |
| book 25.295.2 | ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο. |
| book 25.295.3 | ἤδη δ’ ἀμπελόεσσα δι’ ἄστεος ἔτρεχεν ὀδμὴ |
| book 25.295.4 | καὶ λιγυροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς, |
| book 25.295.5 | νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου. |
| book 25.1 | πύργοις δ’ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται |
| book 25.2 | δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις |
| book 25.3 | ἄστεος ὑψιλόφοιο φυλάκτορες. ἐν δὲ κολώναις |
| book 25.4 | ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ, |
| book 25.5 | ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν, |
| book 25.305 | νίκης δ’ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται. |
| book 25.1 | παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ |
| book 25.2 | πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης |
| book 25.3 | μετρήσας ἀμόθοιο τριηκοσίης δρόμον Ἠοῦς |
| book 25.4 | οἷα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης |
| book 25.310.1 | ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ |
| book 25.310.2 | ἑλκεχίτων Σκυθικοῖο δι’ οὔρεος ἄσπορος Ἄττις |
| book 25.310.3 | ἵκετο μαστίζων μετανάστιον ἅρμα λεόντων, |
| book 25.310.4 | Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ |
| book 25.310.5 | φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης |
| book 25.315.1 | ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων, |
| book 25.315.2 | ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δὲ |
| book 25.315.3 | παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ |
| book 25.315.4 | θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ· |
| book 25.315.5 | ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης |
| book 25.320.1 | ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ· |
| book 25.320.2 | καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ |
| book 25.320.3 | Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν. |
| book 25.320.4 | στήσας δ’ ἄγριον ἅρμα, δι’ ἄντυγος ἡνία τείνας, |
| book 25.320.5 | καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων |
| book 25.325.1 | Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν· |
| book 25.325.2 | „ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης, |
| book 25.325.3 | εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν |
| book 25.325.4 | ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰνδῶν; |
| book 25.325.5 | οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη, |
| book 25.330.1 | οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ |
| book 25.330.2 | Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων |
| book 25.330.3 | Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ |
| book 25.330.4 | ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις· |
| book 25.330.5 | οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης |
| book 25.335.1 | Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων. |
| book 25.335.2 | ἀλλὰ παρ’ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης |
| book 25.335.3 | δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων, |
| book 25.335.4 | σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καὶ χορὸν ἄστρων.“ |
| book 25.335.5 | οὔ πω μῦθος ἔληγε, καὶ ἴαχε Βάκχος ἀγήνωρ· |
| book 25.340.1 | „σχέτλιοί εἰσι θεοί, ζηλήμονες· ἐν πολέμοις μὲν |
| book 25.340.2 | εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰνδῶν |
| book 25.340.3 | ἔγχεϊ κισσήεντι δυνήσομαι· ἀλλά με νίκης |
| book 25.340.4 | μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης. |
| book 25.340.5 | ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης |
| book 25.345.1 | μαρνάμενος Σατύροισιν· ἐγὼ δέ ἑ πολλάκι θύρσῳ |
| book 25.345.2 | οὐτῆσαι μενέαινον· ἀπειλήσας δὲ Κρονίων |
| book 25.345.3 | βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν. |
| book 25.345.4 | ἀλλὰ βαρυσμαράγων νεφέων κτύπον οὐράνιος Ζεὺς |
| book 25.345.5 | σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω, |
| book 25.1 | εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰνδῶν.“ |
| book 25.2 | ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις· |
| book 25.3 | „Αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων, |
| book 25.1 | ὦ φίλος, οὐ τρομέεις χόλον Ἄρεος, οὐ φθόνον Ἥρης, |
| book 25.2 | οὐ μακάρων στίχα πᾶσαν, ἔχων παμμήτορα Ῥείην, |
| book 25.355.1 | οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων |
| book 25.355.2 | Ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην. |
| book 25.355.3 | τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ, |
| book 25.355.4 | ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην; |
| book 25.355.5 | ἀλλ’ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος· |
| book 25.360.1 | Ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης; |
| book 25.360.2 | θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ |
| book 25.360.3 | νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη· |
| book 25.360.4 | οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης |
| book 25.360.5 | ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι· |
| book 25.365.1 | οὕτω γὰρ Διὸς ὄμμα καὶ ἀτρέπτου λίνα Μοίρης |
| book 25.365.2 | νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ |
| book 25.365.3 | ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.“ |
| book 25.365.4 | ὣς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων |
| book 25.365.5 | οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις |
| book 25.370.1 | εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δὲ τραπέζῃ |
| book 25.370.2 | θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων, |
| book 25.370.3 | νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἅρμα νομεύων. |
| book 25.370.4 | Καυκασίων δ’ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων, |
| book 25.370.5 | Ἀσσυρίων δὲ κάρηνα καὶ οὔρεα δύσβατα Βάκτρων |
| book 25.375.1 | καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου, |
| book 25.375.2 | εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ |
| book 25.1 | Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν· |
| book 25.2 | ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων, |
| book 25.3 | φάτνης τ’ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν. |
| book 25.380.1 | αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν |
| book 25.380.2 | θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις, |
| book 25.380.3 | καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης, |
| book 25.380.4 | χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου, |
| book 25.380.5 | Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί, |
| book 25.385.1 | ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης, |
| book 25.385.2 | θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ |
| book 25.385.3 | ἀσπίδα δαιδάλλουσα πολύχροον, ἧς ἐνὶ μέσσῳ |
| book 25.385.4 | ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ |
| book 25.385.5 | οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων, |
| book 25.390.1 | καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ |
| book 25.390.2 | χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων |
| book 25.390.3 | Ἠέλιον ποίκιλλεν, ἀπ’ ἀργυρέου δὲ μετάλλου |
| book 25.390.4 | λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην· |
| book 25.390.5 | ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ |
| book 25.395.1 | μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ |
| book 25.395.2 | ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ |
| book 25.395.3 | ἄβροχον οὐρανίης διδυμάονα ῥυθμὸν Ἁμάξης· |
| book 25.1 | ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο |
| book 25.2 | ἀλλήλων στιχόωσιν ἐπ’ ἰξύι, καὶ τόσον αἰεὶ |
| book 25.1 | νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου, |
| book 25.2 | ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν· |
| book 25.3 | διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης, |
| book 25.4 | ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων |
| book 25.5 | γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ, |
| book 25.405.1 | ἂψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ |
| book 25.405.2 | Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὃς διὰ γαίης |
| book 25.405.3 | δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει· |
| book 25.405.4 | εἰς κεφαλὴν δ’ Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων ... |
| book 25.405.5 | ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος Ἄρκτων, |
| book 25.410.1 | τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ |
| book 25.410.2 | φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ, |
| book 25.410.3 | πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων. |
| book 25.410.4 | τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς |
| book 25.410.5 | ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ |
| book 25.415.1 | τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης, |
| book 25.415.2 | ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων |
| book 25.415.3 | κτιζομένων· καὶ Ζῆθος ἔην περὶ πατρίδι κάμνων, |
| book 25.415.4 | θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων· |
| book 25.415.5 | Ἀμφίων δ’ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ |
| book 25.420 | εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη, |
| book 25.1 | οἷά τε θελγομένη καὶ ἐν ἀσπίδι· καὶ τάχα φαίης ... |
| book 25.2 | ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων |
| book 25.3 | κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης· |
| book 25.4 | σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἄνδρα δοκεύων, |
| book 25.425.1 | κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι πέτρῃ, |
| book 25.425.2 | ἄγχι μολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας |
| book 25.425.3 | πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς, |
| book 25.425.4 | μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων. |
| book 25.425.5 | καὶ σάκος εὐδίνητον, ὅπῃ χορὸς αἰόλος ἄστρων, |
| book 25.430.1 | δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς |
| book 25.430.2 | Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ |
| book 25.430.3 | αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα, |
| book 25.430.4 | οἷα καὶ ἐν γραφίδεσσι κατάσχετος ἅρπαγι ταρσῷ· |
| book 25.430.5 | ταρβαλέος δ’ ἤικτο δι’ αἰθέρος ἱπτάμενος Ζεύς, |
| book 25.435.1 | ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων, |
| book 25.435.2 | ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῆς, |
| book 25.435.3 | μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης |
| book 25.435.4 | ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης· |
| book 25.435.5 | Μοίρας δ’ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας |
| book 25.440.1 | ἡβητὴρ ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ |
| book 25.440.2 | ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ· |
| book 25.440.3 | οὐρανίης δ’ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης |
| book 25.440.4 | κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ |
| book 25.440.5 | νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης, |
| book 25.445.1 | καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δ’ Ἥρη |
| book 25.445.2 | οἷα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ |
| book 25.445.3 | ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ |
| book 25.445.4 | Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου |
| book 25.445.5 | βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης |
| book 25.1 | πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη. |
| book 25.2 | Μαιονίην δ’ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου, |
| book 25.3 | καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην, |
| book 25.4 | καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα, |
| book 25.5 | καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ |
| book 25.455.1 | Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων |
| book 25.455.2 | Μυγδονίου ποταμοῖο παρ’ ὀφρύσι γείτονος Ἕρμου |
| book 25.455.3 | ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας, |
| book 25.455.4 | ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ |
| book 25.455.5 | ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων |
| book 25.460.1 | ὁλκαίην ἐλέλιζε θυελλήεσσαν † ὁμίχλην |
| book 25.460.2 | καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων, |
| book 25.1 | ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος, |
| book 25.2 | ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας |
| book 25.3 | ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης, |
| book 25.465.1 | καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων |
| book 25.465.2 | οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν, |
| book 25.465.3 | Ἄιδος ὅρμον ἔχων ὀφιώδεα, γείτονα μοίρης. |
| book 25.465.4 | καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης. |
| book 25.465.5 | καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ |
| book 25.470.1 | Νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ, ... |
| book 25.470.2 | καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη· |
| book 25.470.3 | οὐ γὰρ ἕνα πρήνιξεν ὁδοιπόρον οὐδὲ νομῆα, |
| book 25.470.4 | καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ἀλλ’ ἐνὶ λόχμῃ |
| book 25.470.5 | ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δ’ ἕλκων |
| book 25.475.1 | ἄστατον αὐτόρριζον ὑπὸ πνοιῇσιν ὀδόντων |
| book 25.475.2 | δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι, |
| book 25.475.3 | ἔμπαλιν αὐερύων βλοσυρὸν φύσημα γενείων· |
| book 25.475.4 | πολλάκι δ’ ἑλκυσθέντα παλινδίνητον ὁδίτην |
| book 25 | ἄσθμασιν ἐνδομύχοις πεφορημένον εἰς στόμα σύρων |
| book 25.480.1 | τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ. |
| book 25.480.2 | καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα |
| book 25.480.3 | τηλόθι παπταίνουσα, φόβῳ δ’ ἐλελίζετο νύμφη, |
| book 25.480.4 | ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων, |
| book 25.480.5 | καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι· |
| book 25.485.1 | πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ |
| book 25.485.2 | ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης, |
| book 25.485.3 | ὃν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ |
| book 25.485.4 | ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου· |
| book 25.485.5 | τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δ’ αὐτῷ |
| book 25.490.1 | μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ, |
| book 25.490.2 | καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ |
| book 25.490.3 | νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων |
| book 25.490.4 | ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ |
| book 25.490.5 | ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην. |
| book 25.495.1 | τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης |
| book 25.495.2 | κάμπτετο λισσομένη, κινυρὴ δ’ ἐπεδείκνυε νύμφη |
| book 25.495.3 | ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα |
| book 25.495.4 | καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ· |
| book 25.495.5 | οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας |
| book 25.1 | δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης, |
| book 25.2 | ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη· |
| book 25.3 | καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τέχνῃ, |
| book 25.4 | αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων, |
| book 25.5 | πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ· |
| book 25.505.1 | καὶ διδύμους σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ, |
| book 25.505.2 | καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων |
| book 25.505.3 | χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων, |
| book 25.505.4 | χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων |
| book 25.505.5 | † ὄμματα φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ |
| book 25.510.1 | ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ, |
| book 25.510.2 | χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων· |
| book 25.510.3 | ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ, |
| book 25.510.4 | ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ. |
| book 25.510.5 | ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης |
| book 25.515.1 | αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων· |
| book 25.515.2 | καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιξεν ἀκωκήν, |
| book 25.515.3 | ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ |
| book 25.515.4 | πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν |
| book 25.515.5 | αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης· |
| book 25.520.1 | καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ |
| book 25.520.2 | κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ |
| book 25.520.3 | θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ |
| book 25.1 | εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην, |
| book 25.2 | οἷα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ |
| book 25.525.1 | μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης, |
| book 25.525.2 | εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην |
| book 25.525.3 | δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ |
| book 25.525.4 | χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην, |
| book 25.525.5 | καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου |
| book 25.530.1 | ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ |
| book 25.530.2 | ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ· |
| book 25.530.3 | καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ |
| book 25.530.4 | ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων |
| book 25.530.5 | ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον ὁρμήν· |
| book 25.535.1 | καὶ ψυχραῖς γενύεσσι παλίνσοον ἄσθμα τιταίνων |
| book 25.535.2 | οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ, |
| book 25.535.3 | συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων |
| book 25.535.4 | νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν. |
| book 25.535.5 | καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ |
| book 25.540.1 | ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην. |
| book 25.540.2 | καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις |
| book 25.540.3 | ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ. |
| book 25.1 | ψυχὴ δ’ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ |
| book 25.2 | ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ· |
| book 25.545.1 | καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν |
| book 25.545.2 | δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιῷ |
| book 25.545.3 | ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ, |
| book 25.545.4 | ἀνδρὸς ἔχων τύπον ἶσον, ὃς ἐν λεχέεσσιν ἰαύων |
| book 25.545.5 | ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς. |
| book 25.1 | καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ |
| book 25.2 | χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ, |
| book 25.3 | ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή. |
| book 25.4 | καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ |
| book 25.5 | μιμηλὴν ἀχάρακτον ἐλαφρίζουσα λοχείην |
| book 25.555.1 | πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ |
| book 25.555.2 | λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη, |
| book 25.555.3 | ὀκριόεν βαρὺ δεῖπνον· ὁ δὲ τροχοειδέα μορφὴν |
| book 25.555.4 | ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ, |
| book 25.555.5 | ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων· |
| book 25.560.1 | καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων |
| book 25.560.2 | θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην, |
| book 25.560.3 | φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος. |
| book 25.560.4 | τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης |
| book 25.560.5 | εἶχεν ἐνυαλίη πολυδαίδαλος ἀσπὶς Ὀλύμπου |
| book 25.565.1 | Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ, |
| book 25.565.2 | καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα, |
| book 25.565.3 | ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα. |
| book 25.565.4 | τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς, |
| book 25.565.5 | φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου· |
| book 25.570.1 | καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ. |
| book 25.570.2 | λαοὶ δ’ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων |
| book 25 | ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ. |
| book 26.1.1 | Δηριάδῃ δ’ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς |
| book 26.1.2 | Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη, |
| book 26.1.3 | γνωτῷ δ’ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην· |
| book 26.1.4 | καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ |
| book 26.5.1 | γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος· |
| book 26.5.2 | καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς |
| book 26.5.3 | μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου, |
| book 26.5.4 | τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ |
| book 26.5.5 | ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου· |
| book 26.10.1 | „εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ |
| book 26.10.2 | πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων· |
| book 26.10.3 | ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργους |
| book 26.10.4 | δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις, |
| book 26.10.5 | οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν, |
| book 26.15.1 | οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις. |
| book 26.15.2 | ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην |
| book 26.15.3 | Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην, |
| book 26.15.4 | μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην. |
| book 26 | κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ |
| book 26.20.1 | γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες· |
| book 26.20.2 | στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ. |
| book 26.20.3 | ὤμοι, ὅτ’ οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει, |
| book 26.20.4 | ὤμοι, ὅτ’ οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις· |
| book 26.20.5 | οὐ θεὸς ἦν Διόνυσος, ὃν εἰς ἁλὸς οἶδμα διώκων |
| book 26.25.1 | θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην. |
| book 26.25.2 | Δηριάδην δ’ ἐνόησα πεφυζότα θῆλυν ἐνυώ. |
| book 26.25.3 | ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων |
| book 26.25.4 | νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ. |
| book 26.25.5 | οὐ ξεῖνος κατέπεφνεν ἀρειμανέων γένος Ἰνδῶν, |
| book 26.30.1 | ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός· ἐν πολέμοις γὰρ |
| book 26.30.2 | σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης. |
| book 26.30.3 | οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος· οὐράνιον γὰρ |
| book 26.30.4 | θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου |
| book 26.30.5 | αἷμα φέρεις· οὐ θνητὸν ἔχεις δέμας· οὔ σε δαμάσσει |
| book 26.35.1 | ἢ ξίφος ἠὲ βέλεμνον ἐπιβρίζοντα Λυαίῳ.“ |
| book 26.35.2 | ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη, |
| book 26.35.3 | εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου. |
| book 26.35.4 | Δηριάδης δ’ ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων |
| book 26 | κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν· |
| book 26.40.1 | καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ |
| book 26.40.2 | λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ |
| book 26.40.3 | Ἠῴην παρὰ πέζαν· ἀρειμανέες δὲ μαχηταὶ |
| book 26.40.4 | πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος. |
| book 26.40.5 | πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες ἐνυοῦς, |
| book 26.45.1 | Ἀγραῖος Φλογίος τε, συνήλυδες ἡγεμονῆες, |
| book 26.45.2 | ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος, |
| book 26.45.3 | Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί, |
| book 26.45.4 | ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο |
| book 26.45.5 | Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ, |
| book 26.1 | καὶ Ῥοδόην εὔπυργον, ἀρειμανέων πέδον Ἰνδῶν, |
| book 26.2 | καὶ κραναὸν Προπάνισον, ὅσοι τ’ ἔχον ἄντυγα νήσου |
| book 26.3 | Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης |
| book 26.4 | ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος, |
| book 26.5 | χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην· |
| book 26.55.1 | οἵ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ |
| book 26.55.2 | Γάζον ἐπυργώσαντο λινοπλέκτοισι δομαίοις, |
| book 26.59 | ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις, |
| book 26.57.1 | ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὔ ποτε δήιος ἀνὴρ |
| book 26.57.2 | χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων. |
| book 26.60.1 | τοῖς δ’ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί, |
| book 26.60.2 | Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν |
| book 26.60.3 | χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ |
| book 26.60.4 | χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου |
| book 26.60.5 | κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ· |
| book 26.65.1 | καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἷσιν ἐχέφρων |
| book 26.65.2 | Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα |
| book 26.65.3 | ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ· |
| book 26.65.4 | τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν |
| book 26.65.5 | ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ· |
| book 26.70.1 | καὶ Δίρκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην, |
| book 26.70.2 | Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ. |
| book 26.70.3 | τοῖς δ’ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς |
| book 26.70.4 | Τιδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ |
| book 26.70.5 | γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης, |
| book 26.75.1 | γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων |
| book 26.75.2 | καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα |
| book 26.75.3 | αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων, |
| book 26.75.4 | υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην, |
| book 26.75.5 | Τίδνασος αἰολόδακρυς· ἄναξ δέ οἱ ἕσπετο Μορρεὺς |
| book 26.80.1 | ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ |
| book 26.80.2 | λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν |
| book 26.80.3 | Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης |
| book 26.80.4 | οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα. |
| book 26.80.5 | καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν, |
| book 26.85.1 | οἵ τ’ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην, |
| book 26.85.2 | ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ’ ἔχον ἄμφω, |
| book 26.85.3 | Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα, |
| book 26.85.4 | καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας, |
| book 26.85.5 | καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταληνῆς· |
| book 26.90.1 | τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν |
| book 26.90.2 | φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων, |
| book 26.90.3 | τοῖσιν ἐπὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ |
| book 26.90.4 | ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν ἐνυώ. |
| book 26.90.5 | τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται, |
| book 26.95.1 | οἷσι θέμις δολιχοῖσιν ἐπ’ οὔασιν ὕπνον ἰαύειν· |
| book 26.95.2 | τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων |
| book 26.95.3 | αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἷς ἅμα βαίνων |
| book 26.95.4 | Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε † Μορρεύς· |
| book 26.95.5 | καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην |
| book 26.1 | πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες. |
| book 26.2 | Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης |
| book 26.3 | χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου |
| book 26.4 | πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ, |
| book 26.5 | Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων, |
| book 26.105.1 | ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν |
| book 26.105.2 | Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων, |
| book 26.105.3 | δέσμιον εὐρώεντι κατεκλήισε βερέθρῳ, |
| book 26.105.4 | ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ, |
| book 26.105.5 | ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης. |
| book 26.110.1 | καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ, |
| book 26.110.2 | οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων, |
| book 26.110.3 | ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ |
| book 26.110.4 | κεῖτο δυηπαθέων· χρονίῳ δ’ ἐστρεύγετο λιμῷ |
| book 26.110.5 | πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων, |
| book 26.115.1 | ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἷα δὲ νεκροῦ |
| book 26.115.2 | ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι. |
| book 26.115.3 | καὶ φυλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων, |
| book 26.115.4 | ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ |
| book 26.115.5 | ἤπαφεν· ἱκεσίη δὲ βαρύστονον ἴαχε φωνὴν |
| book 26.120 | σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη· |
| book 26.1 | „μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω, |
| book 26.2 | οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι· |
| book 26.3 | δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω· ... |
| book 26.4 | χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν, |
| book 26.125.1 | εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην, |
| book 26.125.2 | ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα· |
| book 26.125.3 | οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν |
| book 26.125.4 | κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ· |
| book 26.125.5 | οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ· |
| book 26.130.1 | τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ |
| book 26.130.2 | τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει; |
| book 26.130.3 | ὄμματα δ’ οὐ μύοντα κατακλείσω γενετῆρος· |
| book 26.130.4 | κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ |
| book 26.130.5 | εἷς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.“ |
| book 26.135.1 | ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη, |
| book 26.135.2 | ὀρφναίῳ γενετῆρι φαεσφόρος· ἐν δὲ βερέθρῳ |
| book 26.135.3 | εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν |
| book 26.135.4 | ἄτρομος. Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων |
| book 26.135.5 | Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης |
| book 26.140.1 | εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν· |
| book 26.140.2 | φήμη δ’ ἀμφιβόητος ἀκούετο, καὶ στρατὸς Ἰνδῶν |
| book 26.1 | μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης. |
| book 26.2 | ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων |
| book 26.3 | αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ, |
| book 26.145.1 | Ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης. |
| book 26.145.2 | Γίγγλων δ’ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς |
| book 26.145.3 | ὑψινεφής θ’ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα γαίης |
| book 26.145.4 | ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν |
| book 26.145.5 | Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἵ τε σιδήρῳ |
| book 26 | κτεινομένους κατ’ ἄρηα χυτῇ κρύπτουσι κονίῃ. |
| book 26.152.1 | καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων |
| book 26.152.2 | Ἁβράθοος βραδὺς ἦλθε· νεοτμήτων δὲ κομάων |
| book 26.152.3 | αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων |
| book 26.155.1 | βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ |
| book 26.155.2 | Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην, |
| book 26.155.3 | Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς |
| book 26.155.4 | εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ |
| book 26.155.5 | λωβητὴν ἐκάλυπτε λιπότριχος ἄντυγα κόρσης, |
| book 26.160.1 | κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ἐν δὲ κυδοιμοῖς |
| book 26.160.2 | ἤματι μὲν πολέμιζεν, ἀεὶ δ’ ὑπὸ πάννυχον ὥρην |
| book 26.160.3 | ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος |
| book 26.160.4 | Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ |
| book 26.160.5 | Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ. |
| book 26.165.1 | Ξούθων δ’ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν |
| book 26.165.2 | καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων |
| book 26.165.3 | Κασπείρων τε γένεθλα καὶ Ἄρβιας, οἵ τ’ ἔχον αὐτὸν |
| book 26.165.4 | Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ, |
| book 26.165.5 | ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις, |
| book 26.170.1 | οἵ τ’ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες |
| book 26.170.2 | εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ |
| book 26.170.3 | ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα. |
| book 26.170.4 | τοῖς δ’ ἐπὶ θωρήσσοντο κυβερνητῆρι κυδοιμῷ |
| book 26.170.5 | Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων, |
| book 26.175.1 | ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ |
| book 26.175.2 | ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ |
| book 26.175.3 | δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν· |
| book 26.175.4 | δέρμασι δ’ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης |
| book 26 | ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων, |
| book 26.180.1 | ὁλκάσι μιμηλῇσι θαλάσσια νῶτα χαράσσων. |
| book 26.180.2 | τοὺς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν, |
| book 26.180.3 | Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος. |
| book 26.180.4 | καὶ πολὺς ἐσμὸς ἵκανεν Ἀρειζάντειαν ἐάσσας |
| book 26.180.5 | ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα |
| book 26.185.1 | ἠερίης ζείδωρον ἑώιον ἀρδμὸν ἐέρσης |
| book 26.185.2 | δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων, |
| book 26.185.3 | δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης, |
| book 26.185.4 | αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ |
| book 26.185.5 | ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο, |
| book 26.190.1 | ὄμπνιον ἠῴης ἀποσείεται ἰκμάδα χαίτης, |
| book 26.190.2 | ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης. |
| book 26.190.3 | τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων |
| book 26.190.4 | νηχομέναις πτερύγεσσιν ὑπὲρ † ποταμοῖο χορεύων |
| book 26.190.5 | ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων, |
| book 26.195.1 | μιτρώσας ἑλικηδόν, ὁμόπλοκον ἡδέι δένδρῳ ... |
| book 26.195.2 | ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ, |
| book 26.195.3 | χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων· |
| book 26.1 | δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην |
| book 26.2 | ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην |
| book 26.1 | πικρὸν ἀποπτύουσιν, ὅσον γλυκὺ χεῦμα μελίσσης· |
| book 26.2 | ἧχι μελισταγέεσσιν ἐπ’ ἀκρεμόνεσσιν ἀείδει |
| book 26.3 | ὠρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ· |
| book 26.4 | οὐ μὲν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ |
| book 26.5 | ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων, |
| book 26.205.1 | ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ |
| book 26.205.2 | πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων. |
| book 26.212.1 | κατρεὺς δ’ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου, |
| book 26.212.2 | ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη |
| book 26.212.3 | πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς· |
| book 26.207.1 | πολλάκι δ’ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων |
| book 26.207.2 | σύνθροος ὠρίωνος ἀνέπλεκε γείτονα μολπήν, |
| book 26.207.3 | φοινικέαις πτερύγεσσι κεκασμένος· ἦ τάχα φαίης, |
| book 26.210.1 | μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων, |
| book 26.210.2 | ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν. |
| book 26.215.1 | κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην |
| book 26.215.2 | ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης, |
| book 26.1 | γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα. |
| book 26.2 | τοῖς ἔπι θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης, |
| book 26.3 | καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσσας· |
| book 26.220.1 | τῶν ἅμα Κύλλαρος ἦρχε καὶ Ἀστράεις, πρόμος Ἰνδῶν, |
| book 26.220.2 | Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι. |
| book 26.220.3 | καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων, |
| book 26.220.4 | αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι |
| book 26.220.5 | γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ |
| book 26.225.1 | δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ, |
| book 26.225.2 | ἑρπύζων κατὰ βαιὸν ἀπ’ Ἰνδῴου δονακῆος |
| book 26.225.3 | λοξὸς ὑπὲρ δαπέδοιο παρ’ Ἠῴου στόμα πόντου, |
| book 26.225.4 | ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα· |
| book 26.225.5 | ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ |
| book 26.230.1 | χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει· |
| book 26.230.2 | καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης, |
| book 26.230.3 | τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην, |
| book 26.230.4 | οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων, |
| book 26.230.5 | μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων |
| book 26.235.1 | Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς ἀκούων. |
| book 26.235.2 | κεῖθι μελαμψήφιδα διαξύων ῥόον ὁπλῇ |
| book 26.235.3 | νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης, |
| book 26.235.4 | οἷος ἐμοῦ Νείλοιο θερειγενὲς οἶδμα χαράσσων |
| book 26.235.5 | ναιετάει, βυθίοιο δι’ ὕδατος ὑγρὸς ὁδίτης |
| book 26.240.1 | μηκεδαναῖς γενύεσσιν· ἐπ’ αἰγιαλοῖο δὲ βαίνει |
| book 26.240.2 | αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης, |
| book 26.240.3 | καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν |
| book 26.240.4 | μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει, |
| book 26.240.5 | ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο. |
| book 26.245.1 | τοῖα μὲν ἑπταπόροιο φατίζεται εἵνεκα Νείλου, |
| book 26.245.2 | Ἰνδῴου ποταμοῖο φέρειν γένος. οἱ δὲ λιπόντες |
| book 26.245.3 | νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ |
| book 26.245.4 | ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὧν πρόμος ἀνὴρ |
| book 26.245.5 | Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων. |
| book 26.1 | οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος |
| book 26.2 | εἰς ἐνοπὴν καλέοντος † ἀτὰρ βαρύς· ἀλλὰ καθάψας |
| book 26.3 | χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα |
| book 26.4 | γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην, |
| book 26.5 | αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα. |
| book 26.255.1 | καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς |
| book 26.255.2 | πέντε σὺν υἱήεσσι, Λύκῳ καὶ ὁμήλυδι Μύρσῳ, |
| book 26.255.3 | Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι. |
| book 26.255.4 | καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ |
| book 26.255.5 | λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος, |
| book 26.260.1 | δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσσας, |
| book 26.260.2 | οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ, |
| book 26.260.3 | γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς· |
| book 26.260.4 | ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων |
| book 26.260.5 | Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ |
| book 26.265.1 | παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις, |
| book 26.265.2 | ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ |
| book 26.265.3 | νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ |
| book 26.265.4 | νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ |
| book 26.265.5 | δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος |
| book 26.270.1 | μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτόκος σῦς, |
| book 26.270.2 | ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην, |
| book 26.270.3 | καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ |
| book 26.270.4 | ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην, |
| book 26.270.5 | ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης. |
| book 26.275.1 | καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη |
| book 26.275.2 | λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται |
| book 26.275.3 | χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην, |
| book 26.275.4 | ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης. |
| book 26 | μαντιπόλον δ’ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ |
| book 26.280.1 | ἐσσομένων θέσπιζεν ἀφωνήτων στίχα παίδων, |
| book 26.280.2 | εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης. |
| book 26.280.3 | καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθων, |
| book 26.280.4 | ὄφρα κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης, |
| book 26.280.5 | γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς. |
| book 26.285.1 | Λαοβίη δ’ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ |
| book 26.285.2 | τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων, |
| book 26.285.3 | ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην |
| book 26.285.4 | Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ’ ἀπὸ λαιμῶν |
| book 26.285.5 | γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν, |
| book 26.290.1 | φωνὴν δ’ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ. |
| book 26.290.2 | τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί, |
| book 26.290.3 | οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὔρου |
| book 26.290.4 | ναιομένην Εὔκολλαν, ἀχείμονος ἔνδιον Ἠοῦς, |
| book 26.290.5 | καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης. |
| book 26.295.1 | τοῖς ἔπι θωρήχθησαν, ὅσοι λάχον ἄντυγα † σοιτης, |
| book 26.295.2 | μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων, |
| book 26.295.3 | οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν |
| book 26.295.4 | ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ, |
| book 26.295.5 | ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπ’ ἄλλῳ, |
| book 26.1 | ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου, |
| book 26.2 | γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας |
| book 26.1 | δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης, |
| book 26.2 | θηγαλέῳ τμητῆρι, διαστείχων στίχα δένδρων |
| book 26.3 | ποσσὶ τανυκνήμοισιν, ἔχων ἴνδαλμα καμήλων ... |
| book 26.305.1 | καὶ λοφιὴν ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ |
| book 26.305.2 | ἐσμὸν ἄγων νήριθμον ἐπασσυτέρων ἐλατήρων, |
| book 26.305.3 | δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ, |
| book 26.305.4 | καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου, |
| book 26.305.5 | αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἶχε δὲ λεπτὸν |
| book 26.310.1 | ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου, |
| book 26.310.2 | ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ |
| book 26.310.3 | οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ, |
| book 26.310.4 | λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ· |
| book 26.310.5 | πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ |
| book 26.315.1 | λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή. |
| book 26.315.2 | πολλάκι δ’ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων |
| book 26.315.3 | ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ, |
| book 26.1 | ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην, |
| book 26.2 | δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν· |
| book 26.320.1 | πολλάκι δ’ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην |
| book 26.320.2 | ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ, |
| book 26.320.3 | ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ |
| book 26.320.4 | καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης |
| book 26.320.5 | ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην, |
| book 26.325.1 | αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου |
| book 26.325.2 | κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων |
| book 26.325.3 | ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις, |
| book 26.325.4 | ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων. |
| book 26.325.5 | τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν |
| book 26.330.1 | Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο |
| book 26.330.2 | εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας, |
| book 26.330.3 | ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων. |
| book 26.330.4 | ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου |
| book 26.330.5 | Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης, |
| book 26.335.1 | ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων, |
| book 26.335.2 | καλλιτόκου Μαραθῶνος ἀρειμανὲς αἷμα γενέθλης· |
| book 26.335.3 | καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων |
| book 26.1 | λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσσας. |
| book 26.2 | Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι |
| book 26.340.1 | Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων, |
| book 26.340.2 | καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ |
| book 26.340.3 | Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης· |
| book 26.340.4 | ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης |
| book 26.340.5 | ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς, |
| book 26.345.1 | καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ, |
| book 26.345.2 | ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς |
| book 26.345.3 | δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ· |
| book 26.345.4 | καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει, |
| book 26.345.5 | ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ. |
| book 26.1 | οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος. |
| book 26.2 | πάντων δ’ ἡγεμόνευεν ἐς ἄρεα κοίρανος Ἰνδῶν, |
| book 26.3 | ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης, |
| book 26.4 | Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις, |
| book 26.5 | κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττι ἑ μήτηρ |
| book 26.355.1 | Νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ, |
| book 26.355.2 | ἥν ποτε παφλάζοντι διερπύζων παρὰ παστῷ |
| book 26.355.3 | νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης |
| book 26.355.4 | γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ |
| book 26.355.5 | ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην |
| book 26.360 | Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων |
| book 26.1 | καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων, |
| book 26.2 | Ἶρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης, |
| book 26.3 | ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων· |
| book 26.4 | ἄμφω δ’ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην, |
| book 26.365.1 | Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης. |
| book 26.365.2 | τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δ’ ἐστείνετο λαῷ· |
| book 26.365.3 | καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀήταις, |
| book 26.365.4 | τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων· |
| book 26.365.5 | οἱ μὲν ἐνὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ’ ἐπὶ βάθροις |
| book 26.370.1 | ἄλλοι δ’ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ’ ἐπὶ πύργων |
| book 26.370.2 | νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων. |
| book 26.370.3 | ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ |
| book 26.370.4 | Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων |
| book 26.370.5 | ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης. |
| book 26.375.1 | τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου |
| book 26.375.2 | μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος ἄρεϊ γείτων· |
| book 26.375.3 | ἐγρεμόθῳ δ’ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ, |
| book 26 | μιμηλὴν Σατύροισιν ἀναστήσαντες ἐνυώ. |
| book 27.1.1 | Ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου |
| book 27.1.2 | ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς, |
| book 27.1.3 | καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ |
| book 27.1.4 | ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης· |
| book 27.5.1 | καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης |
| book 27.5.2 | σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου |
| book 27.5.3 | ὄρθριος εἰαρινῇσιν ἐλούσατο καρπὸς ἐέρσαις. |
| book 27.5.4 | καὶ κλόνος ἦν. Φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων |
| book 27.5.5 | ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν, |
| book 27.10.1 | γείτονος εἰσαΐων κορυθαιόλον ἄρεος ἠχώ, |
| book 27.10.2 | καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ, |
| book 27.10.3 | θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δὲ γαίῃ |
| book 27.10.4 | αἱμαλέης ξένον ὄμβρον ἀπ’ ἰκμάδος ὑέτιος Ζεὺς |
| book 27.10.5 | οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν. |
| book 27.15.1 | καὶ φονίαις λιβάδεσσιν ἐνυαλίου νιφετοῖο |
| book 27.15.2 | δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης |
| book 27.15.3 | Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου |
| book 27.1 | Ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη. |
| book 27.2 | φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν |
| book 27.20.1 | Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς |
| book 27.20.2 | μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος· |
| book 27.20.3 | „δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ, |
| book 27.20.4 | καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης |
| book 27.20.5 | λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος. |
| book 27.25.1 | κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ· |
| book 27.25.2 | εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι |
| book 27.25.3 | Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ, |
| book 27.25.4 | Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἔνδοθι λόχμης |
| book 27.25.5 | ἔθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων. |
| book 27.30.1 | πολλοὶ θῆρες ἔασι καὶ ἐνθάδε, τοῖσι συνάψω |
| book 27.30.2 | Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου· |
| book 27.30.3 | κούρῃ δ’ ἡμετέρῃ θαλαμηπόλον ἐσμὸν ὀπάσσω, |
| book 27.30.4 | δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης. |
| book 27.30.5 | καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ |
| book 27.35.1 | Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις, |
| book 27.35.2 | ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην· |
| book 27.35.3 | ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ |
| book 27.35.4 | ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο |
| book 27.35.5 | χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην. |
| book 27.40.1 | χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος· |
| book 27.40.2 | ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης |
| book 27.40.3 | Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω· |
| book 27.1 | εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ, |
| book 27.2 | καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι |
| book 27.45.1 | καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς, |
| book 27.45.2 | οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ |
| book 27.45.3 | ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει, |
| book 27.45.4 | αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην. |
| book 27.45.5 | ἀλλ’ ἐρέεις· ‘Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω‘. |
| book 27.1 | Αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων· |
| book 27.2 | Οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει· |
| book 27.3 | καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων |
| book 27.4 | Οὐρανόθεν γεγαῶτα κατέκρυφε κόλπος ἀρούρης. |
| book 27.5 | εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου |
| book 27.55.1 | φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας· |
| book 27.55.2 | σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ |
| book 27.55.3 | σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους· |
| book 27.55.4 | μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς, |
| book 27.55.5 | μὴ κεφαλὴν Κρονίωνος ἢ ἄρσενα μηρὸν ἐνίψῃς· |
| book 27.60.1 | οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι· |
| book 27.60.2 | πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα. |
| book 27.60.3 | σὺν σοὶ δ’, ἢν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς |
| book 27.60.4 | ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην, |
| book 27.60.5 | Νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας |
| book 27.65 | Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ |
| book 27.1 | ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων |
| book 27.2 | μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου, |
| book 27.3 | βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ |
| book 27.4 | καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω· |
| book 27.70.1 | εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις, |
| book 27.70.2 | δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ |
| book 27.70.3 | τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι. |
| book 27.70.4 | οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει |
| book 27.70.5 | ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ. |
| book 27.75.1 | καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου, |
| book 27.75.2 | Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος |
| book 27.75.3 | Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω· |
| book 27.75.4 | οὐδέ μιν ἁρπάξειε δι’ ἠέρος ἱπτάμενος Ζεύς. |
| book 27.75.5 | καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω· |
| book 27.80.1 | Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως, |
| book 27.80.2 | οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί· |
| book 27.80.3 | εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς, |
| book 27.80.4 | Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἢν δ’ ἐθελήσῃ, |
| book 27.80.5 | κοιρανίην νεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου. |
| book 27.85.1 | καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου |
| book 27.85.2 | Γηγενέας Κύκλωπας ὀλέσσατε, μὴ δορὸς αἰχμὴν |
| book 27.85.3 | γαστρὶ μέσῃ πήξαντες ἢ αὐχένι, χαλκοβαρὲς δὲ |
| book 27.85.4 | ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω. |
| book 27.85.5 | μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων |
| book 27.90.1 | δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι |
| book 27.90.2 | Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ |
| book 27.90.3 | βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρα κεν εἴην |
| book 27.90.4 | Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην |
| book 27.90.5 | ἀστεροπῇ τεύξειε καὶ ἐνθάδε· καί μιν ἑλίξω |
| book 27.95.1 | μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ |
| book 27.95.2 | Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων |
| book 27.95.3 | ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν |
| book 27.95.4 | ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ. |
| book 27.95.5 | τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω; |
| book 27.1 | μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων, |
| book 27.2 | αὐτὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος |
| book 27.3 | αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ |
| book 27.4 | μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ, |
| book 27.5 | Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων. |
| book 27.105.1 | καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ |
| book 27.105.2 | σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ, |
| book 27.105.3 | πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ |
| book 27.105.4 | δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων |
| book 27.105.5 | νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι. |
| book 27.110 | καὶ ναέτην † βαρύδεσμον ἀπειρώδινος Ἀθήνης |
| book 27.1 | Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ |
| book 27.2 | φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου |
| book 27.3 | αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ |
| book 27.4 | παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ, |
| book 27.115.1 | λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ· |
| book 27.115.2 | μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ, |
| book 27.115.3 | καὶ κενεοῦ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος. |
| book 27.115.4 | καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης, |
| book 27.115.5 | ἴδμονας εὐπήληκος ἐνυαλίοιο χορείης, |
| book 27.120.1 | ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ |
| book 27.120.2 | διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ, |
| book 27.120.3 | Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην |
| book 27.120.4 | αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης |
| book 27.120.5 | ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων |
| book 27.125.1 | ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα. |
| book 27.125.2 | κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι |
| book 27.125.3 | οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου, |
| book 27.125.4 | οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης. |
| book 27.125.5 | ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ |
| book 27.130.1 | κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ |
| book 27.130.2 | παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει. |
| book 27.1 | μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης |
| book 27.2 | ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου, |
| book 27.3 | μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει |
| book 27.135.1 | πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;“ |
| book 27.135.2 | ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί, |
| book 27.135.3 | οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων, |
| book 27.135.4 | οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων. |
| book 27.135.5 | καὶ πολὺς ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς, |
| book 27.140.1 | οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης· |
| book 27.140.2 | ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην |
| book 27.140.3 | ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων |
| book 27.140.4 | ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς. |
| book 27.140.5 | καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ, |
| book 27.145.1 | ἐς πεδίον προθέοντες. ἀπ’ εὐδένδροιο δὲ λόχμης |
| book 27.145.2 | ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις |
| book 27.145.3 | θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς. |
| book 27.145.4 | καὶ πισύρων ἀνέμων † φλογερῆς ἀντώπιον Ἠοῦς † |
| book 27.145.5 | τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων· |
| book 27.1 | πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου, |
| book 27.2 | ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ |
| book 27.1 | Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ· |
| book 27.2 | τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης |
| book 27.3 | μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων |
| book 27.155.1 | δίστομος οὐρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει, |
| book 27.155.2 | κύμασιν ἀμφίζωστον ἐπιστέψας Παταληνήν, |
| book 27.155.3 | τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ |
| book 27.155.4 | χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης· |
| book 27.161 | καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ |
| book 27.159 | κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη· |
| book 27.160 | καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην |
| book 27.162.1 | ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων |
| book 27.162.2 | στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης. |
| book 27.162.3 | κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης |
| book 27.165.1 | τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας, |
| book 27.165.2 | καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν· |
| book 27.165.3 | „Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ |
| book 27.165.4 | κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους, |
| book 27.165.5 | μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης |
| book 27.170.1 | σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω |
| book 27.170.2 | πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου |
| book 27.170.3 | δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη· |
| book 27.170.4 | ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου |
| book 27.170.5 | αὐλὸς ἐμὸς φθέγξοιτο μετάτροπον ὕμνον ἐνυοῦς, |
| book 27.175.1 | τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον ἠχώ. |
| book 27.175.2 | εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης |
| book 27.175.3 | μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ, |
| book 27.1 | ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ |
| book 27.2 | χεύμασι ληναίοισιν ἐς εὔιον οἶνον ἀμείψω, |
| book 27.180.1 | τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης |
| book 27.180.2 | μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω· |
| book 27.180.3 | εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει |
| book 27.180.4 | Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι, |
| book 27.180.5 | ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν, |
| book 27.185.1 | χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο |
| book 27.185.2 | ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ, |
| book 27.185.3 | καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην |
| book 27.185.4 | πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην. |
| book 27.185.5 | εἰ δὲ πολυπτοίητος ἀρειμανέων πρόμος Ἰνδῶν |
| book 27.190.1 | αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης |
| book 27.190.2 | καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν ἐνυώ, |
| book 27.190.3 | θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων, |
| book 27.190.4 | γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ |
| book 27.190.5 | πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω· |
| book 27.195.1 | Θρινακίην δ’ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι |
| book 27.195.2 | καὶ βόες αἰθερίοιο πυραυγέος ἡνιοχῆος, |
| book 27.195.3 | Ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην, |
| book 27.195.4 | Λαμπετίην ἀέκουσαν ἐπὶ ζυγὰ δούλια σύρω, |
| book 27.195.5 | ὄφρα γόνυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω, |
| book 27 | μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα· |
| book 27.1 | ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν, |
| book 27.2 | ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ |
| book 27.3 | πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις. |
| book 27.4 | σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου |
| book 27.205.1 | Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ, |
| book 27.205.2 | καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ ... |
| book 27.205.3 | νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι· |
| book 27.205.4 | καὶ Βρομίῳ γόνυ δοῦλον ὑποκλίνων μετὰ νίκην |
| book 27.205.5 | Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις, |
| book 27.210.1 | κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων, |
| book 27.210.2 | καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις |
| book 27.210.3 | ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσσας, |
| book 27.210.4 | καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ |
| book 27.210.5 | ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου, |
| book 27.215.1 | βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης. |
| book 27.215.2 | δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης |
| book 27.215.3 | Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ· |
| book 27.215.4 | πολλὰς δ’ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν |
| book 27.215.5 | ζωγρήσας μετ’ ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν |
| book 27.220.1 | πήξω μαινομένοιο κεράατα Δηριαδῆος.“ |
| book 27.220.2 | ὣς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι, |
| book 27.220.3 | Σιληνοὶ δ’ ἀλάλαζον ἀρηιφίλης μέλος ἠχοῦς |
| book 27.220.4 | καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν· |
| book 27 | καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ |
| book 27.225.1 | φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν |
| book 27.225.2 | χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ· |
| book 27.225.3 | καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ. |
| book 27.225.4 | καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ |
| book 27.225.5 | μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς |
| book 27.230.1 | ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου. |
| book 27.230.2 | καὶ στρατιῆς προκέλευθος ἐπιβρίζουσα κυδοιμῷ |
| book 27.230.3 | Μυγδονίη μάρμαιρε δι’ ἠέρος ἁλλομένη φλόξ, |
| book 27.230.4 | Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην· |
| book 27.230.5 | Σιληνοῦ δὲ γέροντος ἀπ’ εὐκεράοιο μετώπου |
| book 27.235.1 | μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης |
| book 27.235.2 | δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις. |
| book 27.235.3 | καί τις ἐπ’ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων |
| book 27.235.4 | δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων· |
| book 27.235.5 | καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ, |
| book 27.240.1 | ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν |
| book 27.240.2 | μαρναμένων. —καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου, |
| book 27.240.3 | Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς |
| book 27.240.4 | πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων. |
| book 27.240.5 | τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων |
| book 27.245.1 | εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης. |
| book 27.245.2 | οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν ἄρης, |
| book 27.245.3 | ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ |
| book 27.1 | Ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη |
| book 27.2 | Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ. |
| book 27.1 | τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς, |
| book 27.2 | ἔννεπε δ’ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ· |
| book 27.3 | „ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς, |
| book 27.4 | τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου, |
| book 27.5 | μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου· |
| book 27.255.1 | Ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν |
| book 27.255.2 | ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην· |
| book 27.255.3 | ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου, |
| book 27.255.4 | Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων· |
| book 27.255.5 | Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην, |
| book 27.260.1 | ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη, |
| book 27.260.2 | σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ, |
| book 27.260.3 | Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ. |
| book 27.260.4 | μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης· |
| book 27.260.5 | δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ· |
| book 27.265.1 | ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης. |
| book 27.265.2 | Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου |
| book 27.265.3 | μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος, |
| book 27.265.4 | ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων |
| book 27.265.5 | αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω |
| book 27.270.1 | μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων |
| book 27.270.2 | δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ, |
| book 27.1 | κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο, |
| book 27.2 | ὁππότε Πηνειοῖο φυγὰς ῥόος, ὁππότε Δίρκη |
| book 27.3 | μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς |
| book 27.275.1 | Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἑλίσσων, |
| book 27.275.2 | εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ |
| book 27.275.3 | οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ. |
| book 27.275.4 | καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη, |
| book 27.275.5 | γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης· |
| book 27.280.1 | ῥύεο σοὺς ναετῆρας ἐφεσπομένους Διονύσῳ, |
| book 27.280.2 | μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς· |
| book 27.280.3 | Ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης· |
| book 27.280.4 | Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ |
| book 27.280.5 | δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην· |
| book 27.285.1 | μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο, |
| book 27.285.2 | μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης· |
| book 27.285.3 | καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου |
| book 27.285.4 | Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ, |
| book 27.285.5 | θηλυτέρην δ’ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ. |
| book 27.290.1 | ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην, |
| book 27.290.2 | αἰγίδα δ’ αἰθύσσουσα κυβερνήτειραν ἐνυοῦς, |
| book 27.1 | γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ |
| book 27.2 | αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας· |
| book 27.3 | καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων, |
| book 27.295.1 | αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν, |
| book 27.295.2 | ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροισιν ἀρήγων |
| book 27.295.3 | μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης |
| book 27.295.4 | αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν· |
| book 27.295.5 | ῥύεο τὸν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ, |
| book 27.1 | Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος. |
| book 27.2 | αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου, |
| book 27.3 | σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην |
| book 27.4 | ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα· |
| book 27.5 | καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς |
| book 27.305.1 | πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης· |
| book 27.305.2 | οὐ μετὰ δὴν Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι |
| book 27.305.3 | Λιμναῖον μετὰ Βάκχον Ἐλευθερίῳ Διονύσῳ. |
| book 27.305.4 | ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα· |
| book 27.305.5 | ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη, |
| book 27.310.1 | Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη, |
| book 27.310.2 | μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσσας |
| book 27.310.3 | καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ, |
| book 27.310.4 | ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης. |
| book 27 | ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ, |
| book 27.315.1 | μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος |
| book 27.315.2 | κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην. |
| book 27.315.3 | καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης, |
| book 27.315.4 | ἠρεμέεις, Ἥφαιστε, καὶ οὐκ ἀλέγεις Μαραθῶνος, |
| book 27.315.5 | ἧχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω |
| book 27.320.1 | μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου. |
| book 27.320.2 | λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος, |
| book 27.320.3 | ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη |
| book 27.320.4 | σὸν σπόρον αὐτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ· |
| book 27.320.5 | σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς |
| book 27.325.1 | σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης. |
| book 27.325.2 | ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις; |
| book 27.325.3 | ἠθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων, |
| book 27.325.4 | ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην |
| book 27.325.5 | μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ· |
| book 27.330.1 | Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.“ |
| book 27.330.2 | ὣς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου ... |
| book 27.330.3 | ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων, |
| book 27.330.4 | καὶ πυρόεις Ἥφαιστος ὁμάρτεε Τριτογενείῃ. |
| book 27.330.5 | ἀθανάτοις δ’ ἑτέροισιν ὁμίλεε σύνδρομος Ἥρη, |
| book 27.335.1 | Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην, |
| book 27.335.2 | δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ, |
| book 27.335.3 | τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ |
| book 27.335.4 | ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ, |
| book 27.335.5 | ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ, |
| book 27.340 | ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας |
| book 27 | Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου. |
| book 28.1.1 | Ἔνθα τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ |
| book 28.1.2 | Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν ἐνυώ, |
| book 28.1.3 | οἷσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων |
| book 28.1.4 | Ζηνὸς ἑοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων |
| book 28.5.1 | ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ |
| book 28.5.2 | δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων. |
| book 28.5.3 | καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν |
| book 28.5.4 | σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ |
| book 28.5.5 | κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων |
| book 28.10.1 | πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ |
| book 28.10.2 | ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων |
| book 28.10.3 | καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ |
| book 28.10.4 | ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν |
| book 28.10.5 | ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων, |
| book 28.15.1 | καί τις ἀναΐξας Κυβεληίδος εἰς ῥάχιν ἄρκτου |
| book 28.15.2 | ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων |
| book 28.1 | ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων· |
| book 28.2 | ἄλλος ἀκοντίζων στρατιὴν ταμεσίχροϊ κισσῷ |
| book 28.3 | οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης |
| book 28.20.1 | φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων |
| book 28.20.2 | λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ. |
| book 28.20.3 | καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ· |
| book 28.20.4 | Σιληνοὶ δ’ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι, |
| book 28.20.5 | νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι. |
| book 28.25.1 | καί τις ὀρεσσινόμων Σατύρων, ἅτε πῶλον ἐλαύνων, |
| book 28.25.2 | ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἧστο λεαίνης. |
| book 28.25.3 | Ἰνδοὶ δ’ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς |
| book 28.25.4 | βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς ἐνυοῦς· |
| book 28.25.5 | στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δ’ αἰγίδι θώρηξ, |
| book 28.30.1 | ἔγχεσι θύρσος † ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις |
| book 28.30.2 | ἀντίτυποι κνημῖδες. ὁμοζυγέων δὲ φορήων |
| book 28.30.3 | στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι, |
| book 28.30.4 | καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλόφῳ δὲ καρήνῳ |
| book 28.30.5 | Μυγδονίην πήληκα Πελασγιὰς ὤθεε πήληξ. |
| book 28.35.1 | καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὃς μὲν ἀείρων ... |
| book 28.35.2 | Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης, |
| book 28.35.3 | ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δ’ ἐκροτάλιζε πεδίλῳ, |
| book 28.35.4 | ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δ’ ἐσκίρτησε Λυαίῳ· |
| book 28 | ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων |
| book 28.40.1 | Ἄρεος ἔγχος ἔμελπεν, ὁ δ’ εἰλαπίνην Διονύσου· |
| book 28.40.2 | καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ, |
| book 28.40.3 | εὔια δ’ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ. |
| book 28.40.4 | λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ, |
| book 28.40.5 | σπονδῇ λύθρον ἔμιξε, φόνον δ’ ἐκέρασσε χορείῃ. |
| book 28.45.1 | ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας, |
| book 28.45.2 | ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς, |
| book 28.45.3 | καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος· |
| book 28.45.4 | οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή, |
| book 28.45.5 | ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ |
| book 28.1 | Δηριάδην ἀπέλεθρον ἐπαΐσσοντα νοήσας |
| book 28.2 | ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ |
| book 28.3 | λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας, |
| book 28.4 | καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου |
| book 28.5 | αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθονὶ πῖπτε Φαληνεύς. |
| book 28.55.1 | ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ |
| book 28.55.2 | Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξυσε χαλκῷ, |
| book 28.55.3 | πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης· |
| book 28.1 | αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων, |
| book 28.2 | μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ, |
| book 28.61.1 | Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης |
| book 28.61.2 | εἰς σάκος ἑπταβόειον ἐδέχνυτο σύγγονος Αἴας, |
| book 28.60 | πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων. |
| book 28.63.1 | αὐτίκα δ’ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας |
| book 28.63.2 | αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ· |
| book 28.65.1 | καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ |
| book 28.65.2 | οἰστρομανὴς Κλυτίος, πρυλέων πρόμος· ὑψιλόφου δὲ |
| book 28.65.3 | κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος· |
| book 28.65.4 | ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη, |
| book 28.65.5 | καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ· |
| book 28.70.1 | ἔμπης δ’ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας |
| book 28.70.2 | θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα |
| book 28.70.3 | ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος· |
| book 28.70.4 | καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην |
| book 28.70.5 | αὐχένι κυανέῳ περιδέξιος ἠλίβατος θήρ· |
| book 28.75.1 | καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου |
| book 28.75.2 | αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσμὰ λεπάδνων· |
| book 28.75.3 | ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας |
| book 28.75.4 | αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων |
| book 28.75.5 | ἡνίοχος ταχυεργός· ἀπ’ εὐρυβάτοιο δὲ φάτνης |
| book 28.80.1 | ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς. |
| book 28.80.2 | καὶ Κλυτίος θρασὺς ἔσκεν ἀδευκέος ἐλπίδι νίκης· |
| book 28.80.3 | Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ, |
| book 28.80.4 | λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι· |
| book 28.80.5 | „στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω, |
| book 28.85.1 | οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου. |
| book 28.85.2 | ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δ’ Ἰνδῶν |
| book 28.85.3 | δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην |
| book 28.85.4 | Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω· |
| book 28.85.5 | παρθενικὴ δ’ ἀνάεδνος ἑὴν λύσειε κορείην, |
| book 28.90.1 | δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους, |
| book 28.90.2 | Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδὸν Ἕρμου.“ |
| book 28.90.3 | ὣς φαμένου κεχόλωτο Κορύμβασος, ἁψιμόθου δὲ |
| book 28.90.4 | φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα· |
| book 28.90.5 | καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης, |
| book 28.95.1 | αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην. |
| book 28.95.2 | καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσσας |
| book 28.95.3 | Σιληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν, |
| book 28.95.4 | ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα. |
| book 28.95.5 | αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ |
| book 28.1 | χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ |
| book 28.2 | δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ. |
| book 28.3 | Οἰνομάῳ δ’ ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις |
| book 28.4 | εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ· |
| book 28.5 | καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δ’ ἄρα νώτῳ |
| book 28.105.1 | μεσσατίῳ δόρυ πῆξε· διαΐσσουσα δὲ ῥιπῇ |
| book 28.105.2 | γαστέρος ἀρτιτόμοιο παρ’ ὀμφαλὸν ἄνθορεν αἰχμή· |
| book 28.105.3 | αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ |
| book 28.105.4 | πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ· |
| book 28.105.5 | τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς. |
| book 28.110.1 | οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ |
| book 28.110.2 | τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι, |
| book 28.110.3 | Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης. |
| book 28.110.4 | καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων |
| book 28.110.5 | πρηνής, οὐ δαπέδῳ τετανυσμένος ὕπτιος ἀνήρ· |
| book 28.115.1 | ἀλλὰ θανὼν ἀτίνακτος ἐπεστηρίζετο γαίῃ, |
| book 28.115.2 | μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων, |
| book 28.115.3 | ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων. |
| book 28.115.4 | καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον ἐνυὼ |
| book 28 | νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ |
| book 28.120.1 | εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων |
| book 28.120.2 | ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους, |
| book 28.120.3 | Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα |
| book 28.120.4 | ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί, |
| book 28.120.5 | ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην, |
| book 28.125.1 | νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην. |
| book 28.125.2 | καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ |
| book 28.125.3 | δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας· |
| book 28.125.4 | ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ |
| book 28.125.5 | ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ, |
| book 28.130.1 | ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης. |
| book 28.130.2 | καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας |
| book 28.130.3 | ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν ἐνυώ, |
| book 28.130.4 | καὶ λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ· |
| book 28.130.5 | ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ, |
| book 28.135.1 | καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ· |
| book 28.135.2 | καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα |
| book 28.135.3 | αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης |
| book 28.135.4 | πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ |
| book 28.135.5 | ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ |
| book 28.140.1 | αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ |
| book 28.140.2 | εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ, |
| book 28.140.3 | οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης. |
| book 28.1 | καί τινα μῦθον ἔειπεν ἀρήια δάκρυα λείβων· |
| book 28.2 | „ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω |
| book 28.145.1 | τριχθαδίαις παλάμῃσιν ἐπάξια Τριτογενείης· |
| book 28.145.2 | ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω· |
| book 28.145.3 | τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρα τις εἴπῃ |
| book 28.145.4 | εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς |
| book 28.145.5 | ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.“ |
| book 28.1 | ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις, |
| book 28.2 | ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι. |
| book 28.3 | οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπ’ ἄλλῳ, |
| book 28.4 | καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ |
| book 28.5 | ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ |
| book 28.155.1 | πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου· |
| book 28.155.2 | καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν |
| book 28.155.3 | ὀψιγόνῳ ναετῆρι φυλασσομένη Μαραθῶνος. |
| book 28.155.4 | οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης, |
| book 28.155.5 | ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δ’ ἄλλος |
| book 28.160.1 | ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δ’ ἐλατῆρα κιχήσας, |
| book 28.160.2 | ἢ προτέρῳ φεύγοντι μετάφρενα δουρὶ δαΐζων, |
| book 28.160.3 | ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας, |
| book 28.160.4 | ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ. |
| book 28 | καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ |
| book 28.165.1 | εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα, |
| book 28.165.2 | οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ |
| book 28.165.3 | Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην· |
| book 28.165.4 | ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων |
| book 28.165.5 | ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων |
| book 28.170.1 | κύμβαχος ἐστήρικτο παρήορος, ἀμφὶ δὲ γαίῃ |
| book 28.170.2 | κρᾶτα βαλὼν ἐκύλισε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου. |
| book 28.170.3 | καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς, |
| book 28.170.4 | Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ |
| book 28.170.5 | Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων, |
| book 28.175.1 | καὶ χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ |
| book 28.175.2 | μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ |
| book 28.175.3 | οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ· |
| book 28.175.4 | καὶ πυρόεις πρόμος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνοις |
| book 28.175.5 | Γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ· |
| book 28.180.1 | καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ, |
| book 28.180.2 | σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν, |
| book 28.180.3 | δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπ’ ἄλλῳ |
| book 28.180.4 | Ἰνδὸν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ. |
| book 28 | οὐχ ἕνα Σαλμωνῆα νόθῳ πρήνιξε κεραυνῷ· |
| book 28.185.1 | οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνη |
| book 28.185.2 | Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος. |
| book 28.185.3 | καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων, |
| book 28.185.4 | αἰθερίαις στεροπῇσι φέρων ἀντίρροπον αἴγλην, |
| book 28.185.5 | σβεστὸν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ, |
| book 28.190.1 | σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος· |
| book 28.190.2 | καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ |
| book 28.190.3 | κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ, |
| book 28.190.4 | φέγγεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ |
| book 28.190.5 | ἐρχομένην φεύγουσαν ἔχει παλινάγρετον αἴγλην. |
| book 28.195.1 | καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων, |
| book 28.195.2 | βρονταίοις πατάγοισι χέων ἀντίκτυπον ἠχώ· |
| book 28.195.3 | καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο |
| book 28.195.4 | ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ |
| book 28.195.5 | μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς. |
| book 28.1 | βροντῆς δ’ ἰσοτύπου τεχνήμονα δοῦπον ἐάσσας |
| book 28.2 | εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ, |
| book 28.3 | καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων |
| book 28.4 | δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ· |
| book 28 | τύπτε δ’ ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ |
| book 28.205.1 | Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων. |
| book 28.205.2 | καὶ σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας |
| book 28.205.3 | ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος· |
| book 28.205.4 | καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων |
| book 28.205.5 | ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος |
| book 28.210.1 | στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ· |
| book 28.210.2 | αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ |
| book 28.210.3 | στέρνον ὅλον βεβάρητο· φόνον δ’ ἤμυνεν Ὑδάσπης |
| book 28.210.4 | παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ βραδύς, ἕλκεϊ κάμνων, |
| book 28.210.5 | ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν, |
| book 28.215.1 | χάλκεον εἰκοσίπηχυ, πέδῳ δ’ ἔρριψε βοείην |
| book 28.215.2 | αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων, |
| book 28.215.3 | μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαζοῦ, |
| book 28.215.4 | ἠερόθεν προκάρηνος ἀπ’ ἠλιβάτου πέσε δίφρου, |
| book 28.215.5 | ὡς ἐλάτη περίμετρος ὑπέρλοφος, ἥ τε πεσοῦσα |
| book 28.220.1 | ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης. |
| book 28.220.2 | ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί, |
| book 28.220.3 | δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ |
| book 28.220.4 | ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης |
| book 28.220.5 | τρηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ, |
| book 28.225.1 | μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου. |
| book 28.225.2 | καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάγιζε μετώπῳ |
| book 28.225.3 | μαρμαρυγὴ τροχόεσσα μονογλήνοιο προσώπου· |
| book 28.225.4 | καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν |
| book 28.225.5 | θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί, |
| book 28.230.1 | οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη |
| book 28.230.2 | Γηγενέος Κύκλωπος ἐναντέλλουσα προσώπῳ |
| book 28.230.3 | πλησιφαὴς ἤστραπτε, προασπίζουσα Λυαίου. |
| book 28.230.4 | Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδὼν μίμημα κεραυνοῦ, |
| book 28.230.5 | ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων |
| book 28.235.1 | δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου |
| book 28.235.2 | νείφετο μὲν τότε γαῖα, χυτὴν δ’ οὐκ εἶχεν ἐέρσην |
| book 28.235.3 | ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ. |
| book 28.235.4 | καὶ Τραχίος κεκόρυστο· κασιγνήτῳ δ’ ἅμα βαίνων, |
| book 28.235.5 | ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ, |
| book 28.240.1 | ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς, |
| book 28.240.2 | ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων. ... |
| book 28.240.3 | Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ |
| book 28.240.4 | ἐκ πεδίου φεύγοντα πολὺν στρατὸν ἄχρι θαλάσσης, |
| book 28.240.5 | κόλπον ἐς ἰχθυόεντα περικλείων στίχας Ἰνδῶν, |
| book 28.245.1 | δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου, |
| book 28.245.2 | ὄρθιον εἰκοσίπηχυ δι’ ὕδατος ἆορ ἑλίσσων· |
| book 28.245.3 | καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην |
| book 28.245.4 | ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ |
| book 28.245.5 | διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης, |
| book 28.1 | ἄρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ. |
| book 28.2 | ἐν πεδίῳ δ’ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις |
| book 28.3 | Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης |
| book 28.4 | ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις· |
| book 28.5 | καὶ στρατιῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει |
| book 28.255.1 | νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης, |
| book 28.255.2 | εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης. |
| book 28.255.3 | τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης |
| book 28.255.4 | ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλωψ, |
| book 28.255.5 | καὶ δηίους ἐφόβησε· φυλασσομένου δὲ προσώπου |
| book 28.260.1 | κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης. |
| book 28.260.2 | καί μιν ἰδὼν Φλογίος κταμένων τιμήορος Ἰνδῶν |
| book 28.260.3 | τόξον ἑὸν κύκλωσε, καὶ ἠνεμόεν βέλος ἕλκων |
| book 28.260.4 | μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ ... |
| book 28.260.5 | ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν |
| book 28.265.1 | δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ |
| book 28.265.2 | Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων |
| book 28.265.3 | ῥῖπτε κατὰ Φλογίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων |
| book 28.265.4 | ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος, |
| book 28.265.5 | καὶ μόγις ἠερόφοιτον ἀλεύατο μάρμαρον αἰχμήν, |
| book 28.270.1 | κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος |
| book 28.270.2 | λοίγιον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης |
| book 28.270.3 | δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς, |
| book 28.270.4 | λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς. |
| book 28.270.5 | Κυκλώπων δ’ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀλύμπῳ |
| book 28.275.1 | γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς, |
| book 28.275.2 | Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ. |
| book 28.1 | Δαμνεὺς μὲν πολέμιζεν ἀνάρσια φῦλα δαμάζων, |
| book 28.2 | ποσσὶ δ’ ἐλαφροτέροισι διεπτοίησε μαχητὰς |
| book 28.3 | Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ, |
| book 28.280.1 | τὸν μὲν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ |
| book 28.280.2 | τηλεφανής, ἕτερον δὲ ταμὼν δασπλῆτι μαχαίρῃ· |
| book 28.280.3 | ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις, |
| book 28.280.4 | λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων, |
| book 28.280.5 | εἰς δρόμον Ἰφίκλῳ πανομοίιος, ὅς τις ἐπείγων |
| book 28.285.1 | ταρσὰ ποδῶν ἀβάτοιο κατέγραφεν ἄκρα γαλήνης, |
| book 28.285.2 | καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην, |
| book 28.285.3 | ἀνθερίκων στατὸν ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων. |
| book 28.285.4 | Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς |
| book 28.285.5 | εἱλιπόδην ἔστησε Μίμας εὔρυθμον ἐνυώ, |
| book 28.290 | καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἑλίσσων, |
| book 28.1 | σκαρθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ, |
| book 28.2 | οἷον ὅτε Κρονίοισιν ἐπ’ οὔασι δοῦπον ἐγείρων |
| book 28.3 | Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων |
| book 28.4 | ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς, |
| book 28.295.1 | Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην· |
| book 28.295.2 | τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης |
| book 28.295.3 | χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην· |
| book 28.295.4 | τέμνων δ’ ἐχθρὰ κάρηνα, σιδήρεα λήια χάρμης, |
| book 28.295.5 | Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ |
| book 28.1 | δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ, |
| book 28.2 | ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου |
| book 28.3 | λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ. |
| book 28.4 | ὀξυφαὴς δ’ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς, |
| book 28.5 | ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων, |
| book 28.305.1 | ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ. |
| book 28.305.2 | καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς, |
| book 28.305.3 | θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων |
| book 28.305.4 | φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης. |
| book 28.305.5 | καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ, |
| book 28.310.1 | σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων· |
| book 28.310.2 | μάρνατο δ’ ἀστυφέλικτος ἅτε σφυρήλατος ἄκμων, |
| book 28.310.3 | ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ |
| book 28.310.4 | πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νηπίαχος Ζεύς· |
| book 28.310.5 | καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθα ἑ κείνη |
| book 28.315.1 | αἲξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ, |
| book 28.315.2 | ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη |
| book 28.315.3 | κλεψιτόκοις πατάγοισι σακεσπάλον ἔβρεμεν ἠχώ, |
| book 28.1 | τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ. |
| book 28.2 | καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων |
| book 28.320.1 | μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς, |
| book 28.320.2 | ἤμβροτεν· οὐ γὰρ ἔοικε λίθῳ Κορύβαντας ὀλέσσαι, |
| book 28.320.3 | ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη |
| book 28.320.4 | ἀντίδοτον Κρονίδαο Κρόνου παρέθηκε τραπέζῃ. |
| book 28.320.5 | ξυνὴν δ’ εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον ἐνυὼ |
| book 28.325.1 | Ἄρεος ὀρχηστῆρες ἀτερπέος· ἀμφὶ δὲ δίφρῳ |
| book 28.325.2 | Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις |
| book 28.325.3 | τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ |
| book 28.325.4 | πύργον ἐκυκλώσαντο φερεσσακέεσσι χορείαις. |
| book 28.325.5 | ἠχὴ δ’ ἠερόφοιτος ἀνέδραμεν εἰς Διὸς αὐλάς, |
| book 28.330 | καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι. |
| book 29.1.1 | Ἥρη δ’ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν, |
| book 29.1.2 | δύσμαχον ἔμβαλε θάρσος ἀγήνορι Δηριαδῆι. |
| book 29.1.3 | καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος |
| book 29.1.4 | φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν |
| book 29.5.1 | κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην, |
| book 29.5.2 | λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων, |
| book 29.5.3 | ἄλλον ἐνηείῃ μετανεύμενος, ἄλλον ἀπειλῇ. |
| book 29.5.4 | καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ |
| book 29.5.5 | κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί. |
| book 29.10.1 | καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς, |
| book 29.10.2 | πῇ μὲν ἐπ’ ἀντιβίοισιν ὀπισθοτόνων ἀπὸ τόξων |
| book 29.10.3 | πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν, |
| book 29.10.4 | πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων |
| book 29.10.5 | Σιληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην. |
| book 29.15.1 | εὐχαίτης δ’ Ὑμέναιος ἐμάρνατο φάσγανα σείων, |
| book 29.15.2 | Θεσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου, |
| book 29.15.3 | Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων· |
| book 29.15.4 | ἀγλαΐῃ δ’ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν |
| book 29 | Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ· |
| book 29.20.1 | καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς |
| book 29.20.2 | μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν. |
| book 29.20.3 | τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ |
| book 29.20.4 | τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης |
| book 29.20.5 | ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου. |
| book 29.25.1 | εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν, |
| book 29.25.2 | δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν, |
| book 29.25.3 | ἵππῳ δ’ ἅρμα πέλαζε παρ’ ἡβητῆρι θαμίζων, |
| book 29.25.4 | κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δ’ αἰεὶ |
| book 29.25.5 | ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ |
| book 29.30.1 | ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς |
| book 29.30.2 | καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ. |
| book 29.30.3 | ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης |
| book 29.30.4 | υἱὸς ἔην Φλεγύαο, καὶ οὐ Κρονίδαο τοκῆος. |
| book 29.30.5 | καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων, |
| book 29.35.1 | δειμαίνων, ἵνα μή τις ἑκηβόλον ἰὸν ἰήλας |
| book 29.35.2 | κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων |
| book 29.35.3 | δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου. |
| book 29.35.4 | καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν· |
| book 29.35.5 | „πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης· |
| book 29.40 | κάλλεϊ Βάκχον ἔβαλλες ὀιστευτῆρα Γιγάντων, |
| book 29.1 | βάλλε τεοῖς βελέεσσι καὶ ἄφρονα Δηριαδῆα, |
| book 29.2 | δυσμενέων βασιλῆα θεημάχον, ὄφρα τις εἴπῃ· |
| book 29.3 | ‘ἀμφοτέρων ἐτύχησε βαλὼν Ὑμέναιος ὀιστῷ, |
| book 29.4 | εἰς χρόα Δηριάδαο καὶ ἐς κραδίην Διονύσου‘.“ |
| book 29.45.1 | ὣς φαμένου Βρομίοιο πολὺ πλέον ἥψατο χάρμης |
| book 29.45.2 | ἱμερόεις Ὑμέναιος ἑκηβόλος, ᾧ ἔπι χαίρων |
| book 29.45.3 | οἰστρήεις Διόνυσος ἐδύσατο μᾶλλον ἐνυὼ |
| book 29.45.4 | καὶ ζοφερὴν προθέλυμνον ὅλην ἐφόβησε γενέθλην· |
| book 29.45.5 | καί τις ἰδὼν Διόνυσον ἀφειδέι λαίλαπι χάρμης |
| book 29.1 | Ἰνδῴων ἀκόρητον ὀιστευτῆρα καρήνων |
| book 29.2 | τοῖον ἔπος κατέλεξε φιλοκτεάνῳ Μελανῆι· |
| book 29.3 | „τοξότα, πῇ σέο τόξα καὶ ἠνεμόεντες ὀιστοί; |
| book 29.4 | ἡμέας ἁβροχίτωνες ὀιστεύουσι γυναῖκες. |
| book 29.5 | ἀλλὰ βέλος προΐαλλε μινυνθαδίῳ Διονύσῳ· |
| book 29.55.1 | μή σε παραπλάγξειεν Ὀλύμπιον οὔνομα φήμης· |
| book 29.55.2 | μὴ τρομέοις ποτὲ Βάκχον, ὃς ἐκ χθονίοιο τοκῆος |
| book 29.55.3 | ὠκύμορον λάχεν αἷμα, Διὸς δ’ ἐψεύσατο φύτλην. |
| book 29.55.4 | δεῦρο βέλος προΐαλλε καὶ ἐς σκοπὸν αἴ κε τυχήσῃς, |
| book 29.55.5 | δέχνυσαι ἄσπετα δῶρα βαθυπλούτου βασιλῆος, |
| book 29.60.1 | αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης, |
| book 29.60.2 | πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ· |
| book 29.60.3 | ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ, |
| book 29.60.4 | ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίῃ· |
| book 29.60.5 | ῥέζειν δ’ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην |
| book 29.65.1 | ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ |
| book 29.65.2 | ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης, |
| book 29.1 | Γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.“ |
| book 29.2 | ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα, |
| book 29.3 | ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ· |
| book 29.70.1 | αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης |
| book 29.70.2 | ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν |
| book 29.70.3 | τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ, |
| book 29.70.4 | ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ |
| book 29.70.5 | φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ· |
| book 29.75.1 | καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου |
| book 29.75.2 | Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δ’ Ὑμεναίου |
| book 29.75.3 | αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ. |
| book 29.75.4 | οὐ δὲ λάθεν Διόνυσον ἀπ’ ἠέρος ἰὸς ἀλήτης |
| book 29.75.5 | ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ· |
| book 29.80.1 | ἀλλὰ διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ, |
| book 29.80.2 | καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος· |
| book 29.80.3 | καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου, |
| book 29.80.4 | σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ, |
| book 29 | καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ |
| book 29.85.1 | παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ, |
| book 29.85.2 | ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ. |
| book 29.85.3 | καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ |
| book 29.85.4 | ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ, |
| book 29.85.5 | δάκρυ χέων ἐρατεινὸν ὑπ’ ὀφρύσιν, ὄφρα νοήσῃ |
| book 29.90.1 | δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου, |
| book 29.90.2 | ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς |
| book 29.90.3 | χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης, |
| book 29.90.4 | καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ |
| book 29.90.5 | νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ |
| book 29.95.1 | θῆκε καρηβαρέοντα· καὶ ὡς Ὑάκινθον Ἀπόλλων |
| book 29.95.2 | ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ, |
| book 29.95.3 | μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης, |
| book 29.95.4 | οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην, |
| book 29.95.5 | ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ. |
| book 29.1 | καὶ χροὸς ἐκτὸς ἐόντας ἰδὼν πώγωνας ὀιστοῦ |
| book 29.2 | ἀσπάσιον λάχε θάρσος· ἀφ’ αἱμαλέοιο δὲ μηροῦ |
| book 29.3 | λευκὸν ἐρευθομένου διδυμόχροον ἕλκος ἀφάσσων |
| book 29.1 | φειδομέναις παλάμῃσιν ἀνείρυσεν ἄκρον ὀιστοῦ. |
| book 29.2 | δάκρυα δ’ ἡβητῆρος ὀδυρομένοιο δοκεύων |
| book 29.105.1 | ἀμφοτέροις κεχόλωτο, καὶ Ἄρεϊ καὶ Μελανῆι· |
| book 29.105.2 | καὶ γλυκεροὺς ἱδρῶτας ἀποσμήξας Ὑμεναίου |
| book 29.105.3 | μεμφομένοις στομάτεσσιν ὑποκρυφίην χέε φωνήν· |
| book 29.105.4 | „Ἄμπελον ἔκτανε ταῦρος, Ἄρης Ὑμέναιον ὀλέσσει. |
| book 29.105.5 | αἴθε δὲ πάντας ἔπεφνεν, ὅσους ἐκόρυσσα μαχητάς, |
| book 29.110.1 | καλλείψας ἕνα μοῦνον ἀνούτατον· ἐν πολέμοις γὰρ |
| book 29.110.2 | ποῖον ἄχος κλονέει με δαϊζομένοιο Καβείρου; |
| book 29.110.3 | ὠτειλὴ Σατύρου πότε που, πότε Βάκχον ὀρίνει; |
| book 29.110.4 | Σιληνὸς πεσέτω σταφυληκόμος· ἐσμὸς ἀλάσθω |
| book 29.110.5 | Βασσαρίδων, καὶ μοῦνον ἀπήμονα παῖδα νοήσω. |
| book 29.115.1 | ἱλήκοι κλυτότοξος· Ἀρισταίοιο πεσόντος |
| book 29.115.2 | ποῖον ἐμοί ποτε πένθος, ἐυρραθάμιγγος ὀπώρης |
| book 29.115.3 | κρείσσονα κικλήσκοντος ἑῆς ὠδῖνα μελίσσης; |
| book 29.115.4 | οὐ τάχα μοι πέπρωτο φυγεῖν ποτε παιδὸς ἀνίην, |
| book 29.115.5 | ὅττι πάλιν τάχα τοῦτον ὀλωλότα παῖδα γοήσω. |
| book 29.120.1 | τίς βαρὺς ἀμφοτέροις φθόνος ἔχραεν; εἰ θέμις εἰπεῖν, |
| book 29.120.2 | Ἥρη δερκομένη ζηλήμονι Βάκχον ὀπωπῇ |
| book 29.120.3 | καὶ νέον ἀμητῆρα μελαρρίνοιο γενέθλης, |
| book 29.120.4 | ἠιθέῳ φθονέουσα καὶ ἱμείροντι Λυαίῳ |
| book 29.120.5 | ὥπλισε θοῦρον Ἄρηα βαλεῖν Ὑμέναιον ὀιστῷ, |
| book 29.125.1 | Ἰνδῴην μεθέποντα νόθην ἄγνωστον ὀπωπήν, |
| book 29.125.2 | ὄφρα νόον δυσέρωτος ἀνιήσειε Λυαίου. |
| book 29.125.3 | ἀλλὰ βέλος τανύων ἢ φοίνια τόξα τιταίνων |
| book 29.1 | ψευδαλέῳ Μελανῆι κορύσσομαι, ὄφρα τελέσσω |
| book 29.2 | ποινὴν ἱμερόεντος ὀφειλομένην Ὑμεναίου. |
| book 29.130.1 | αἴ κε θάνῃς, Ὑμέναιε, λιπὼν ἀτέλεστον ἐνυὼ |
| book 29.130.2 | χάζομαι ἐκ πολέμοιο καὶ οὐκέτι θύρσον ἀείρω. |
| book 29.130.3 | δυσμενέας ξύμπαντας ἐγὼ ζώοντας ἐάσσω, |
| book 29.130.4 | ἀμήσας ἕνα φῶτα, τεὸν Μελανῆα φονῆα. |
| book 29.130.5 | οὐ κτάνε Δηριάδης σε, καὶ εἰ κοτέει Διονύσῳ· |
| book 29.135.1 | ἱλήκοις, Κυθέρεια· μετὰ θρασὺν υἱέα Μύρρης |
| book 29.135.2 | μείλιχον ἄλλον Ἄδωνιν ἀμείλιχος ἤλασεν Ἄρης, |
| book 29.135.3 | ἤλασε καὶ ῥοδέου χροὸς ἥψατο, καὶ διὰ μηροῦ |
| book 29.135.4 | ἄρτι πάλιν κελάρυζεν ἐπὶ χθονὶ λύθρος ἐρώτων. |
| book 29.135.5 | ἀλλὰ τεῷ ποθέοντι χαριζομένη Διονύσῳ |
| book 29.140.1 | πέμπε μοι ἐνθάδε Φοῖβον ἀδελφεόν, ἴδμονα τέχνης |
| book 29.140.2 | λυσιπόνου, καὶ κοῦρον ἀκέσσεται. ἴσχεο, φωνή· |
| book 29.140.3 | Φοῖβον ἔα κατ’ Ὄλυμπον ἀκηδέα, μή μιν ὀρίνω |
| book 29.140.4 | ἕλκεος ἱμερόεντος ἀναμνήσας Ὑακίνθου. |
| book 29.140.5 | πέμπε μοι, ἢν ἐθέλῃς, Παιήονα· κεῖνος ἱκέσθω· |
| book 29.145.1 | ἄμμορός ἐστι πόθων, ἀλλότριός ἐστιν ἐρώτων. |
| book 29.145.2 | ὠτειλῆς τύπον ἄλλον ἐσέδρακον· ἐν πολέμοις γὰρ |
| book 29.145.3 | ἄλλος ἀνὴρ κενεῶνα τυπεὶς φοινίσσεται αἰχμῇ, |
| book 29.145.4 | ἄορι δ’ ἄλλος ἔχει παλάμης πόνον, ὃς δὲ βελέμνῳ |
| book 29.145.5 | εἰς λαπάρην, ἕτερος δὲ δι’ οὔατος· ἐν κραδίῃ δὲ |
| book 29 | λοίγιον ἕλκος ἔχοντι συνουτήθην Ὑμεναίῳ.“ |
| book 29.1 | εἶπε καὶ ἐπτοίητο παρακλιδὸν ὄμματι λοξῷ |
| book 29.2 | ὠτειλὴν χαρίεντος ὀπιπεύων Ὑμεναίου. |
| book 29.3 | μηρῷ δ’ ἔνθα καὶ ἔνθα φιλεύιον ἄνθος ἑλίξας |
| book 29.4 | λευκὸν ἐρευθομένῳ, διδυμόχροον ἕλκος ἀφάσσων, |
| book 29.155.1 | κοῦρον ἀνεζώγρησεν ἑῷ παιήονι κισσῷ, |
| book 29.155.2 | οἶνον ἀλεξητῆρα περιρραίνων Ὑμεναίῳ. |
| book 29.155.3 | ὡς δ’ ὅτ’ ὀπὸς ταχυεργός, ἐπειγόμενον γάλα πήξας, |
| book 29.160 | χιονέης κυκόων ἀπαμείρεται ὑγρὸν ἐέρσης, |
| book 29.158.1 | ὄφρα μιν ἐντύνειε πεπηγμένον αἰπόλος ἀνὴρ |
| book 29.158.2 | κυκλώσας ταλάροισι τύπῳ τροχοειδέι ταρσῶν· |
| book 29.161.1 | ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ· |
| book 29.161.2 | καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν ἐνυώ, |
| book 29.161.3 | χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας. |
| book 29.161.4 | καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων |
| book 29.165.1 | τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ |
| book 29.165.2 | ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι. |
| book 29.165.3 | καὶ θρασὺς ἔσσυτο κοῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ |
| book 29.165.4 | αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου. |
| book 29.165.5 | ὡς δ’ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων, |
| book 29.170.1 | ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει, |
| book 29.170.2 | καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ |
| book 29.170.3 | ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ |
| book 29.170.4 | μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει· |
| book 29.170.5 | ὣς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ. |
| book 29.175.1 | οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας |
| book 29.175.2 | μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ |
| book 29.175.3 | ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ |
| book 29.175.4 | Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ. |
| book 29.175.5 | καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν ἐνυὼ |
| book 29.180.1 | θεῖος Ἀρισταῖος, δεδαημένος ἄρεος Ἀγρεύς, |
| book 29.180.2 | ὡς Νόμιος πολέμιζε καλαύροπα χερσὶ τινάσσων, |
| book 29.180.3 | νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς |
| book 29.180.4 | τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα, |
| book 29.180.5 | θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης, |
| book 29.185.1 | Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ |
| book 29.185.2 | δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς, |
| book 29.185.3 | ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα |
| book 29.185.4 | ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας |
| book 29.185.5 | πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης· |
| book 29.190.1 | δυσμενέας δ’ ἐφόβησεν ἀγήνορας ἠθάδι ῥόμβῳ, |
| book 29.190.2 | σείων χαλκὸν ἐκεῖνον, ὃν ἐν παλάμῃσι τινάσσων |
| book 29.190.3 | φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης. |
| book 29.1 | Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται |
| book 29.2 | Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς· |
| book 29.195.1 | Ἡφαίστου δὲ τοκῆος ἐρευθόμεναι πυρὸς ἀτμῷ |
| book 29.195.2 | συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί. |
| book 29.195.3 | τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι |
| book 29.195.4 | χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ |
| book 29.195.5 | καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος, |
| book 29.1 | οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ |
| book 29.2 | πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὀδόντων, |
| book 29.3 | οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων, |
| book 29.4 | χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων, |
| book 29.5 | τεύχων θερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα. |
| book 29.205.1 | χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων, |
| book 29.205.2 | δεξιτερῇ κούφιζον, ἐπ’ εὐφυέεσσι δὲ μηροῖς |
| book 29.205.3 | φάσγανον ᾐώρητο σελασφόρον· εἰ δέ τις ἀνήρ, |
| book 29.205.4 | ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας |
| book 29.205.5 | θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης, |
| book 29.210.1 | αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου. |
| book 29.210.2 | Εὐρυμέδων μὲν ἔλαυνε, πυριβλήτῳ δὲ χαλινῷ |
| book 29.210.3 | ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων· |
| book 29.210.4 | Ἄλκων δ’ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ, |
| book 29 | πατρῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων. |
| book 29.215.1 | καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυφαλείης |
| book 29.215.2 | Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ, |
| book 29.215.3 | εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῆρι δὲ χαλκῷ |
| book 29.215.4 | φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις |
| book 29.215.5 | σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης |
| book 29.220.1 | ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ, |
| book 29.220.2 | ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων |
| book 29.220.3 | Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ· |
| book 29.220.4 | καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ, |
| book 29.220.5 | εἰσαΐων μύκημα βαρυγδούποιο βοείης. |
| book 29.225.1 | καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος ἐνυοῦς |
| book 29.225.2 | Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης |
| book 29.225.3 | ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ. |
| book 29.225.4 | καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων |
| book 29.225.5 | οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς, |
| book 29.230.1 | πέμπων ὀκριόεσσαν ἐπ’ ἀντιβίοισιν ἀκωκήν. |
| book 29.230.2 | Βάκχη δ’ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ |
| book 29.230.3 | κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν. |
| book 29.230.4 | ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ |
| book 29.230.5 | Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ |
| book 29.235.1 | κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου, |
| book 29.235.2 | Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ. |
| book 29.1 | καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ |
| book 29.2 | Στησιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, |
| book 29.3 | κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ· |
| book 29.240.1 | οὐ τόσον Ἡρακλέης Στυμφαλίδας ἤλασε βόμβῳ |
| book 29.240.2 | χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν |
| book 29.240.3 | Στησιχόρη κτυπέουσα χοροῦ πολεμήιον ἠχώ. |
| book 29.240.4 | καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου |
| book 29.240.5 | ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ |
| book 29.245.1 | Σιληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην |
| book 29.245.2 | ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ |
| book 29.245.3 | χεῖρας ὄρεξε Μάρωνι, Μάρων δ’ ἀπέειπε γεραιήν, |
| book 29.245.4 | ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων |
| book 29.245.5 | καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι |
| book 29.1 | γηραλέην ἀνόνητον ὑπ’ ἔγχεϊ Δηριαδῆος. |
| book 29.2 | καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ |
| book 29.3 | οἰστρομανής. τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ |
| book 29.4 | Οἰνάνθη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ |
| book 29.5 | γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης |
| book 29.255.1 | οἰδαλέου μήνιγγες ἐδινεύοντο καρήνου. |
| book 29.255.2 | καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ |
| book 29.255.3 | Ἀστράεις Σταφύλην, Καλύκην δ’ ἐδίωκε Κελαινεύς. |
| book 29.1 | Σιληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς |
| book 29.2 | θεινομένην βουπλῆγι· μιῇ δ’ ἐλατῆρος ὁμοκλῇ |
| book 29.260.1 | Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς, |
| book 29.260.2 | Σιληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων |
| book 29.260.3 | ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης. |
| book 29.260.4 | ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην. |
| book 29.260.5 | τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν |
| book 29.265.1 | ἕλκεσι φάρμακα πάσσεν· ἐνυαλίῳ δὲ σιδήρῳ |
| book 29.265.2 | τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην, |
| book 29.265.3 | κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ· |
| book 29.265.4 | Εὐπετάλης δ’ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ, |
| book 29.265.5 | καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ· |
| book 29.270.1 | Μυρτοῦς δ’ οὐταμένην παλάμην ἰήσατο μύρτῳ, |
| book 29.270.2 | καὶ Καλύκην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου, |
| book 29.273 | ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ· |
| book 29.272 | Νύσης δ’ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου, |
| book 29.274 | χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ· |
| book 29.275.1 | ὄμμασι δ’ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ. |
| book 29.275.2 | ἀλλ’ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ |
| book 29.275.3 | θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ. |
| book 29.1 | καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης |
| book 29.2 | Βασσαρὶς Ἰνδὸν ἄρηα μετέστιχε θυιὰς ἐνυώ, |
| book 29.280.1 | ἀμφὶ σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης |
| book 29.280.2 | ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ. |
| book 29.280.3 | καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἐσμὸν ἐγείρων |
| book 29.280.4 | αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον ἄρεος ἠχώ. |
| book 29.280.5 | καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων |
| book 29.285.1 | ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης, |
| book 29.285.2 | κύμβαλα δ’ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν |
| book 29.285.3 | Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ. |
| book 29.285.4 | ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ |
| book 29.285.5 | ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί· |
| book 29.290.1 | λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ. |
| book 29.290.2 | ἀλλ’ ὅτε δὴ πόρον ἷξον, ὅπῃ πεφορημένος ὁλκῷ |
| book 29.290.3 | λευκὸν ὕδωρ μεθύοντι ῥόῳ φοίνιξεν Ὑδάσπης, |
| book 29.290.4 | δὴ τότε Βάκχος ἄυσε βαρυσμαράγων ἀπὸ λαιμῶν, |
| book 29.290.5 | ὁππόσον ἐννεάχιλος ἐπέβρεμεν ἐσμὸς ἐνυοῦς |
| book 29.295.1 | φρικτὸν ὁμογλώσσων στομάτων θρόον· ἀσταθέες δὲ |
| book 29.295.2 | ξανθὸν ἀλυσκάζοντες ἐπὶ ῥόον ὤκλασαν Ἰνδοί, |
| book 29.295.3 | ἄλλοι δ’ ἐν πεδίῳ· στρατιὴ δ’ ἐμερίζετο Βάκχου, |
| book 29.1 | δυσμενέας κτείνουσα καὶ ἐν δαπέδῳ καὶ Ὑδάσπῃ, |
| book 29.2 | δίψῃ καρχαλέῃ κεκαφηότας, ὁππότε γαίης |
| book 29.1 | ἠὼς μέσσον ἀνέσχε καὶ ἔτρεμε θερμὸς ὁδίτης |
| book 29.2 | αἴθοπος Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην. |
| book 29.3 | καὶ θεὸς ἀμπελόεις προκαλίζετο κοίρανον Ἰνδῶν, |
| book 29.4 | μῦθον ἀπειλητῆρα χέων λυσσώδεϊ λαιμῷ· |
| book 29.5 | „τίς φόβος; εἰ ποταμοῖο φέρει γένος ὄρχαμος Ἰνδῶν, |
| book 29.305.1 | οὐρανόθεν λάχον αἷμα· χερειότερος δὲ Λυαίου |
| book 29.305.2 | Δηριάδης ὑπέροπλος, ὅσον Διός ἐστιν Ὑδάσπης. |
| book 29.305.3 | ἢν δ’ ἐθέλω, νεφέων σχεδὸν ἵσταμαι· ἢν δὲ κελεύσω, |
| book 29.305.4 | ἵξεται ἰθυκέλευθον ἐμὸν βέλος ἄχρι Σελήνης. |
| book 29.305.5 | εἰ δὲ μέγα φρονέεις μεθέπων κεραελκέα μορφήν, |
| book 29.310.1 | εἰ δύνασαι, προμάχιζε βοοκραίρῳ Διονύσῳ.“ |
| book 29.310.2 | ὣς φαμένου βρυχηδὸν ἐμυκήσαντο μαχηταί· |
| book 29.310.3 | ἄλλῳ δ’ ἄλλος ἔριζε συναιχμάζων Διονύσῳ. |
| book 29.310.4 | αἰγείοις δὲ πόδεσσιν ἐμάρνατο μηλονόμος Πάν, |
| book 29.310.5 | ὀξὺ δὲ τοξευτῆρος ὅλον κενεῶνα χαράξας |
| book 29.315.1 | θηγαλέῃ Μελανῆος ἀνέσχισε γαστέρα χηλῇ, |
| book 29.315.2 | ποινὴν ἕλκος ἔχοντος ἀπαιτίζων Ὑμεναίου, |
| book 29.315.3 | ὄφρα πυρισφρήγιστον ἐλαφρίζειεν ἀνίην |
| book 29.315.4 | ὄμμασιν ἀκλαύτοισιν ὀδυρομένου Διονύσου. |
| book 29.315.5 | λυσσήεις δ’ Ἰόβακχος ἐπέδραμε δηιοτῆτι ... |
| book 29.321 | ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων· |
| book 29.320 | καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου, |
| book 29.322.1 | καὶ χθονὶ ταρσὸν ἔπηξε καὶ ἠέρα τύπτε καρήνῳ. |
| book 29.322.2 | τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ, |
| book 29.322.3 | λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος. |
| book 29.325.1 | Ἄρεϊ δ’ ὑπνώοντι παρίστατο νεύματι Ῥείης |
| book 29.325.2 | φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου, |
| book 29.325.3 | τοῖον ἔπος βοόωσα νόθῃ σκιοειδέι μορφῇ· |
| book 29.325.4 | „Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων |
| book 29.325.5 | χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων |
| book 29.330.1 | ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην, |
| book 29.330.2 | ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην· |
| book 29.330.3 | ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων |
| book 29.330.4 | αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην, |
| book 29.330.5 | Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ |
| book 29.335.1 | Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη, |
| book 29.335.2 | παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ, |
| book 29.335.3 | μνησαμένη νόθα λέκτρα πεδοτρεφέων ὑμεναίων, |
| book 29.335.4 | μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ |
| book 29.335.5 | ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης. |
| book 29.340.1 | ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης |
| book 29.340.2 | δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου, |
| book 29.340.3 | δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου |
| book 29.1 | ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἐσμὸς Ἐρώτων, |
| book 29.2 | Βυβλιάδων δ’ ἐπάκουε μελιζομένων Ἀφροδίτην |
| book 29.345.1 | καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων. |
| book 29.345.2 | Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ |
| book 29.345.3 | ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς |
| book 29.345.4 | Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην. |
| book 29.345.5 | Σικελίης δ’ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ |
| book 29.1 | λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ |
| book 29.2 | ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων, |
| book 29.3 | σοὶ δόλον ἐντύνωσι καὶ ἀρχαίῳ σέο δεσμῷ |
| book 29.4 | ὁπλότερον τελέσωσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς |
| book 29.5 | ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων |
| book 29.355.1 | δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ, |
| book 29.355.2 | εἱλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ· |
| book 29.355.3 | καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου |
| book 29.355.4 | δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων. |
| book 29.355.5 | ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης |
| book 29.360.1 | ἁρπαμένης ἀλέγιζε. τί σοι κακὰ Δηριαδῆος; |
| book 29.360.2 | σιγὴ ἐφ’ ἡμείων, Φαέθων μὴ μῦθον ἀκούσῃ.“ |
| book 29.360.3 | ὣς φαμένη πεπότητο. καὶ αὐτίκα κῶμα τινάξας |
| book 29.1 | πρώιον ἀρτιχάρακτον ὀπιπεύων φάος Ἠοῦς |
| book 29.2 | θερμὸς Ἄρης ἀνέπαλτο, Φόβον καὶ Δεῖμον ἐγείρας |
| book 29.365.1 | ζεῦξαι φοίνιον ἅρμα ταχύδρομον· οἱ δὲ τοκῆι |
| book 29.365.2 | σπερχομένῳ πείθοντο· καὶ ἀγκυλόδοντι χαλινῷ |
| book 29.365.3 | Δεῖμος ἐριπτοίητος ἐπισφίγξας γένυν ἵππων |
| book 29.365.4 | δέσμιον αὐχένα δοῦλον ἐπεσφήκωσε λεπάδνῳ, |
| book 29.365.5 | ζεύγλην δ’ ἀμφὶς ἔδησεν· Ἄρης δ’ ἐπεβήσατο δίφρου· |
| book 29.370.1 | καὶ Φόβος ἡνιόχευεν ὄχον πατρῷον ἐλαύνων, |
| book 29.370.2 | εἰς Πάφον ἐκ Λιβάνου πεφορημένος, ἐκ δὲ Κυθήρων |
| book 29.370.3 | ἄστατον ἔτραπεν ἅρμα Κεραστίδος εἰς χθόνα Κύπρου· |
| book 29.370.4 | πολλάκι, πολλάκι Λῆμνον ἐδέρκετο, καὶ πλέον ἄλλων |
| book 29.370.5 | ζηλήμων σκοπίαζε πυρίπνοον ἐσχαρεῶνα, |
| book 29.375.1 | Κύπριν ἀνιχνεύων τροχαλῷ ζηλήμονι ταρσῷ, |
| book 29.375.2 | εἴ μιν ἐσαθρήσειε παρ’ Ἡφαίστοιο καμίνοις, |
| book 29.375.3 | ὡς πάρος, ἱσταμένην, καὶ ἐδείδιε, μή οἱ ὀπωπὴν |
| book 29.375.4 | καπνὸς ἀμαλδύνειε μελαινομένης Ἀφροδίτης. |
| book 29.375.5 | ἔδραμε καὶ μετὰ Λῆμνον ἐς οὐρανόν, ὄφρα σιδήρῳ |
| book 29.380 | νυμφιδίην μακάρεσσιν ἀναστήσειεν ἐνυώ, |
| book 29 | καὶ Διὶ καὶ Φαέθοντι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ. |
| book 30.1.1 | Ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης |
| book 30.1.2 | ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων |
| book 30.1.3 | θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ, |
| book 30.1.4 | πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ, |
| book 30.5.1 | πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ |
| book 30.5.2 | κυανέης ἤμησε θαλύσια δηιοτῆτος· |
| book 30.5.3 | καὶ Σατύρους θάρσυνεν ἐς ἄρεα Δηριαδῆος, |
| book 30.5.4 | δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων. |
| book 30.5.5 | ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν· |
| book 30.10.1 | ἄλλῳ δ’ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ |
| book 30.10.2 | δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ |
| book 30.10.3 | λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος. |
| book 30.10.4 | καὶ Βρομίου θεράποντας ὀπιπεύων ἔτι Μορρεὺς |
| book 30.10.5 | μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ |
| book 30.15.1 | ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν· |
| book 30.15.2 | „Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί, |
| book 30.15.3 | βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις, |
| book 30.15.4 | ὁπλοφόρους δ’ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ |
| book 30 | Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ |
| book 30.20.1 | τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν, |
| book 30.20.2 | καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν |
| book 30.20.3 | οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου |
| book 30.20.4 | δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις. |
| book 30.20.5 | οὔ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ |
| book 30.25.1 | θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων. |
| book 30.25.2 | δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ |
| book 30.25.3 | ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί· |
| book 30.25.4 | δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ |
| book 30.25.5 | ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις. |
| book 30.30.1 | τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες |
| book 30.30.2 | μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς |
| book 30.30.3 | κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί, |
| book 30.30.4 | καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ; |
| book 30.30.5 | πολλάκι δ’ ἀντικέλευθος ἀνουτήτου Διονύσου |
| book 30.35.1 | ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα, |
| book 30.35.2 | πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου, |
| book 30.35.3 | ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.“ |
| book 30.35.4 | ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ |
| book 30.35.5 | ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ· |
| book 30.40.1 | καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· |
| book 30.40.2 | „τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ; |
| book 30.40.3 | ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν ἐνυώ.“ |
| book 30.1 | ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ. |
| book 30.2 | καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς· |
| book 30.45.1 | οὔτασε δ’ Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας |
| book 30.45.2 | ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ |
| book 30.45.3 | πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή· |
| book 30.45.4 | γούνατι δ’ ὀκλάζοντι χαμαὶ πέσε. χαλκοχίτων δὲ |
| book 30.45.5 | Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, |
| book 30.1 | ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων |
| book 30.2 | καὶ σάκος εὐδίνητον· ὅλον δ’ ἐκάλυπτε μαχητήν, |
| book 30.3 | ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ |
| book 30.4 | σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν |
| book 30.5 | γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων, |
| book 30.55.1 | οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ, |
| book 30.55.2 | χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν. |
| book 30.55.3 | καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ |
| book 30.60 | γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου |
| book 30.58.1 | ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς, |
| book 30.58.2 | γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρα κε μήτηρ |
| book 30.61.1 | δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ, |
| book 30.61.2 | ἐς μίαν ἠριγένειαν ἑνὶ δμηθέντα σιδήρῳ. |
| book 30.61.3 | καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ, |
| book 30.61.4 | ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων |
| book 30.65 | Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ· |
| book 30.1 | „ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης, |
| book 30.2 | δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη |
| book 30.3 | Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ, |
| book 30.4 | δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης, |
| book 30.70.1 | Ἑσπερίους δ’ ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς |
| book 30.70.2 | καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην· |
| book 30.70.3 | ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος, |
| book 30.70.4 | ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ |
| book 30.70.5 | σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ. |
| book 30.75.1 | ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.“ |
| book 30.75.2 | εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρούσας |
| book 30.75.3 | σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ, |
| book 30.75.4 | δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν |
| book 30.75.5 | Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων, |
| book 30.80.1 | αὐχένι μιτρώσας πυριθαλπέος ὅρμον ἀνάγκης |
| book 30.80.2 | εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος |
| book 30.80.3 | ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ |
| book 30.80.4 | ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν, |
| book 30.80.5 | σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ· |
| book 30.85.1 | θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης. |
| book 30.85.2 | καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ, |
| book 30.85.3 | εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης· |
| book 30.85.4 | ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης, |
| book 30 | ταυροφυὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ· |
| book 30.90.1 | ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ, |
| book 30.90.2 | ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου, |
| book 30.90.3 | λύματα τεφρήεντα διασμήχων τρυφαλείης· |
| book 30.90.4 | Μορρέα δ’ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ, |
| book 30.90.5 | πορφυρέῃ νεφέλῃ κεκαφηότα γυῖα καλύψας, |
| book 30.95.1 | μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις, |
| book 30.95.2 | Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ, |
| book 30.95.3 | μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης |
| book 30.95.4 | γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος, |
| book 30.95.5 | μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ. |
| book 30.1 | πυρσοφόρος δ’ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς |
| book 30.2 | ἱσταμένους περὶ παῖδα νεούτατον, ὑψόθι δ’ ὤμου |
| book 30.3 | υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ, |
| book 30.4 | νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα, |
| book 30.5 | οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων. |
| book 30.105.1 | οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς· |
| book 30.105.2 | ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν ἐνυὼ |
| book 30.105.3 | καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν· |
| book 30.105.4 | καὶ Φλογίον Στροφίοιο πολύστροφον υἷα κιχήσας |
| book 30 | ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου, |
| book 30.110.1 | ὅς τις ἀδακρύτοιο παρ’ εἰλαπίνῃσι Λυαίου |
| book 30.110.2 | ἀντιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν, |
| book 30.110.3 | καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ χαράσσων |
| book 30.110.4 | δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν, |
| book 30.110.5 | ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ· |
| book 30.115.1 | καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων |
| book 30.115.2 | θαμβαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ. |
| book 30.115.3 | τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς· |
| book 30.115.4 | „ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης· |
| book 30.115.5 | ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων |
| book 30.120.1 | ὀρχηθμὸν στονόεντα πόθεν κατὰ δῆριν ὑφαίνεις; |
| book 30.120.2 | εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου, |
| book 30.120.3 | Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις |
| book 30.120.4 | αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου· |
| book 30.120.5 | ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ, |
| book 30.125.1 | Περσεφόνη δ’ ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.“ |
| book 30.125.2 | ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ, |
| book 30.125.3 | Σιληνοὺς δ’ ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχητῇ |
| book 30.125.4 | Τέκταφος ὡμάρτησε σακεσπάλος, ὅν ποτε δήσας |
| book 30.125.5 | Δηριάδης ἔκρυψεν ἔσω γλαφυροῖο βερέθρου. |
| book 30.130 | οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ |
| book 30.1 | τίς δύναταί ποτε πότμον ἀπ’ ἀνέρος ἐχθρὸν ἐρύκειν, |
| book 30.2 | νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει; |
| book 30.3 | οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι, |
| book 30.4 | ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου, |
| book 30.135.1 | εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων· |
| book 30.135.2 | ἐγρεμόθου δ’ ἤμησε Πυλαιέος ἀνθερεῶνα, |
| book 30.135.3 | Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ, |
| book 30.135.4 | καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε σιδήρῳ. |
| book 30.135.5 | καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων, |
| book 30.140.1 | ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη |
| book 30.140.2 | δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων· |
| book 30.140.3 | ἔθλασε δ’ ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου |
| book 30.140.4 | ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης· |
| book 30.140.5 | καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην |
| book 30.145.1 | ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου |
| book 30.145.2 | ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης |
| book 30.145.3 | ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου |
| book 30.145.4 | παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ, |
| book 30.145.5 | τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα μύθῳ· |
| book 30.1 | „μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη, |
| book 30.2 | τίπτε μοι οὐ σχεδὸν ἦλθες, ὅτ’ ἐγγύθεν ἦλθον ὀλέθρου; |
| book 30.1 | νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη; |
| book 30.2 | πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις |
| book 30.3 | πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι; |
| book 30.155.1 | εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν, |
| book 30.155.2 | δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν |
| book 30.155.3 | κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας |
| book 30.155.4 | ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω, |
| book 30.155.5 | εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.“ |
| book 30.160.1 | τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή. |
| book 30.160.2 | καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου |
| book 30.160.3 | οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν |
| book 30.160.4 | Ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ, |
| book 30.160.5 | στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος, |
| book 30.165.1 | καὶ κεφαλὴν ἤρασσεν· ἀνηκούστῳ δὲ τοκῆι, |
| book 30.165.2 | οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν· |
| book 30.165.3 | „υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης, |
| book 30.165.4 | σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος |
| book 30.165.5 | ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ |
| book 30.170.1 | ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω; |
| book 30.170.2 | ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω; |
| book 30.170.3 | αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν. |
| book 30.1 | σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσσω |
| book 30.2 | μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης |
| book 30.175.1 | δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ. |
| book 30.175.2 | ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου |
| book 30.175.3 | δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα |
| book 30.175.4 | νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω. |
| book 30.175.5 | οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω |
| book 30.180.1 | λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος. |
| book 30.180.2 | ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην |
| book 30.180.3 | πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ. |
| book 30.180.4 | οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος, |
| book 30.180.5 | κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρα τις εἴπῃ· |
| book 30.185.1 | ‘καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ‘.“ |
| book 30.185.2 | ἔννεπε δακρυχέουσα· πόνος δ’ ἠέξετο μείζων |
| book 30.185.3 | καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν ἐνυώ. |
| book 30.185.4 | Ταιναρίδην δ’ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς, |
| book 30.185.5 | μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην, |
| book 30.190.1 | ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην, |
| book 30.190.2 | γναθμοῦ δεξιτεροῖο παρ’ ὀστέον ἔγχος ἐρείσας. |
| book 30.190.3 | ἔκτανε δ’ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ |
| book 30.190.4 | ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης, |
| book 30.190.5 | κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος, |
| book 30.195 | ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης |
| book 30.1 | κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων, |
| book 30.2 | ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν· |
| book 30.3 | καὶ βρέτας εὐποίητον ἐμάστιεν οἴνοπι θύρσῳ, |
| book 30.4 | χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ, |
| book 30.1 | μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου. |
| book 30.2 | οὐδὲ χόλον δασπλῆτα † καθαψαμένης φύγεν Ἥρης |
| book 30.3 | Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλ’ ἐνὶ γαίῃ |
| book 30.4 | ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα |
| book 30.5 | οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην, |
| book 30.205.1 | Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης· |
| book 30.205.2 | ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ, |
| book 30.205.3 | πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή, |
| book 30.205.4 | ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου. |
| book 30.205.5 | οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς |
| book 30.210.1 | Μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν |
| book 30.210.2 | Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης |
| book 30.210.3 | Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο |
| book 30.210.4 | ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι, |
| book 30.210.5 | οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου, |
| book 30.215.1 | οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου· |
| book 30.215.2 | οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ |
| book 30.215.3 | μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης, |
| book 30.215.4 | οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ, |
| book 30.215.5 | ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ |
| book 30.220.1 | ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων |
| book 30.220.2 | Μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς· |
| book 30.220.3 | Εὐρυπύλην Στερόπην τε Σόην τ’ ἤμησε μαχαίρῃ, |
| book 30.220.4 | καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ |
| book 30.220.5 | οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας |
| book 30.225.1 | στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ. |
| book 30.225.2 | καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ, |
| book 30.225.3 | ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείης |
| book 30.225.4 | θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας |
| book 30.225.5 | ἄκρον ἀπηλοίησε καὶ ἐς μόθον ἤιεν Ἰνδῶν |
| book 30.230.1 | λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων. |
| book 30.230.2 | Ἥρη δ’ ἀλλοπρόσαλλος ἐπιβρίζουσα Λυαίῳ |
| book 30.230.3 | δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι, |
| book 30.230.4 | καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην |
| book 30.230.5 | εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος |
| book 30.235.1 | ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη, |
| book 30.235.2 | καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ. |
| book 30.235.3 | καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος |
| book 30.235.4 | ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης |
| book 30.235.5 | καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης· |
| book 30.240.1 | τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη |
| book 30.240.2 | ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης |
| book 30.1 | ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηιοτῆτος. |
| book 30.2 | καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί, |
| book 30.3 | ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ |
| book 30.245.1 | Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων |
| book 30.245.2 | ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων. |
| book 30.245.3 | ἀσχαλόων δ’ Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης, |
| book 30.245.4 | καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης, |
| book 30.245.5 | μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ’ Ἀθήνη |
| book 30.1 | οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς, |
| book 30.2 | γνωτὸν ὅπως φεύγοντα, φόβῳ δεδονημένον Ἥρης, |
| book 30.3 | εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν· |
| book 30.4 | στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου, |
| book 30.5 | μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου |
| book 30.255.1 | μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί· |
| book 30.255.2 | καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ |
| book 30.255.3 | μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ· |
| book 30.255.4 | „πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ; |
| book 30.255.5 | πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί; |
| book 30.260.1 | ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω; |
| book 30.260.2 | ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν; |
| book 30.260.3 | ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς. |
| book 30.1 | ποίην δ’ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν; |
| book 30.2 | ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα; |
| book 30.265.1 | ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς |
| book 30.265.2 | δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα; |
| book 30.265.3 | ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης, |
| book 30.265.4 | καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων; |
| book 30.265.5 | οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ |
| book 30.270.1 | ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη· |
| book 30.270.2 | οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς, |
| book 30.270.3 | Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων. |
| book 30.270.4 | γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης· |
| book 30.270.5 | εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη· |
| book 30.275.1 | ἀντολίην δ’ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ, |
| book 30.275.2 | Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην, |
| book 30.275.3 | Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης. |
| book 30.275.4 | Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ, |
| book 30.275.5 | οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν. |
| book 30.280.1 | χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος· ἐξέτι κείνου |
| book 30.280.2 | ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Λυκούργου, |
| book 30.280.3 | ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου. |
| book 30.280.4 | σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα, |
| book 30.280.5 | εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ. |
| book 30.285.1 | ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν; |
| book 30.285.2 | Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη. |
| book 30.285.3 | ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω |
| book 30.1 | Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν. |
| book 30.2 | ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης, |
| book 30.290.1 | καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις |
| book 30.290.2 | ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην, |
| book 30.290.3 | αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.“ |
| book 30.290.4 | ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ |
| book 30.290.5 | θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ |
| book 30.295.1 | νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ. |
| book 30.295.2 | ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἔκτανε Βάκχος, |
| book 30.295.3 | ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη; |
| book 30.295.4 | κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ, |
| book 30.295.5 | πολλοῖς δ’ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων |
| book 30.1 | ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ, |
| book 30.2 | ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες |
| book 30.3 | δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ. |
| book 30.4 | Φρίγγου δ’ οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ· |
| book 30.5 | ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα |
| book 30.305.1 | θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς. |
| book 30.305.2 | Ἐγρετίῳ δ’ ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων |
| book 30.305.3 | θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ |
| book 30.305.4 | Βακχιὰς ἐρροίζησε δι’ ἠέρος ἔγχεος αἰχμὴ |
| book 30.305.5 | ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος ... |
| book 30.310.1 | ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας |
| book 30.310.2 | εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ |
| book 30.1 | φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν· |
| book 30.2 | καὶ στρατὸς ἐπτοίητο φερεσσακέων Ἀριηνῶν· |
| book 30.3 | καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων |
| book 30.315.1 | Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην· |
| book 30.315.2 | καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ |
| book 30.315.3 | ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ |
| book 30.315.4 | οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ, |
| book 30.315.5 | Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις· |
| book 30.320.1 | ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη, |
| book 30.320.2 | ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις |
| book 30.320.3 | κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη |
| book 30.320.4 | ἢ φυτὸν ὑψικάρηνον ὑποκρυφθέντα πετήλοις, |
| book 30.320.5 | ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις. |
| book 30.325 | Ἰνδοὶ δ’ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ |
| book 30 | ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου. |
| book 31.1.1 | Ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ |
| book 31.1.2 | Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης, |
| book 31.1.3 | χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων. |
| book 31.1.4 | Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις |
| book 31.5.1 | † ἴκελον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ, |
| book 31.5.2 | αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν |
| book 31.5.3 | θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου. |
| book 31.5.4 | καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ |
| book 31.5.5 | Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν |
| book 31.10.1 | καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας Ἐννοσιγαίου. |
| book 31.10.2 | ἀχνυμένη δ’ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ |
| book 31.10.3 | Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην. |
| book 31.10.4 | ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων |
| book 31.10.5 | δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεὺς |
| book 31.15.1 | νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς |
| book 31.15.2 | Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην |
| book 31.15.3 | δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ |
| book 31.1 | λήια συρίζοντα, θαλύσια λοξὰ κομάων, |
| book 31.2 | Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα, |
| book 31.20.1 | καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης |
| book 31.20.2 | αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ, |
| book 31.20.3 | κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων |
| book 31.20.4 | ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν. |
| book 31.20.5 | καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης |
| book 31.25.1 | ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ. |
| book 31.25.2 | ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν |
| book 31.25.3 | εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου |
| book 31.25.4 | ἑλκόμενον μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ |
| book 31.25.5 | Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ. |
| book 31.30.1 | ὀρφναίην δ’ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν· |
| book 31.30.2 | Περσεφόνην δ’ ἐκίχησε, δολόφρονι δ’ ἴαχε μύθῳ· |
| book 31.30.3 | „ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις· |
| book 31.30.4 | οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου. |
| book 31.30.5 | δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ, |
| book 31.35.1 | ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω |
| book 31.35.2 | ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς. |
| book 31.35.3 | συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ |
| book 31.35.4 | ἀντὶ τεῆς Δήμητρος ἀμαλλοφόροιο τεκούσης |
| book 31 | ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ |
| book 31.40.1 | ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ. |
| book 31.40.2 | Ἄρεα δ’, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ, |
| book 31.40.3 | υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ |
| book 31.40.4 | κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης· |
| book 31.40.5 | οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς, |
| book 31.45.1 | ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν, |
| book 31.45.2 | καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ, |
| book 31.45.3 | ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις |
| book 31.45.4 | Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου. |
| book 31.45.5 | τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων |
| book 31.1 | ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ· |
| book 31.2 | οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς |
| book 31.3 | ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης. |
| book 31.4 | τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν |
| book 31.5 | δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης, |
| book 31.55.1 | εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι; |
| book 31.55.2 | Ζεὺς μὲν ἄναξ κατ’ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων, |
| book 31.55.3 | γνωτῷ δ’ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ, |
| book 31.55.4 | καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ. |
| book 31.55.5 | ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ, |
| book 31.60.1 | μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου, |
| book 31.60.2 | αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ, |
| book 31.60.3 | αἴδεο † λισσομένην καθαρὴν Θέμιν, ὄφρα κεν Ἰνδοὶ |
| book 31.60.4 | βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου· |
| book 31 | ἔσσο μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων |
| book 31.65.1 | Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον ἐνυοῦς. |
| book 31.65.2 | μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι, |
| book 31.65.3 | μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ, |
| book 31.65.4 | μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου, |
| book 31.65.5 | μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.“ |
| book 31.70.1 | ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης, |
| book 31.70.2 | δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου, |
| book 31.70.3 | αἱμύλα κωτίλλουσα. θεὰ δ’ ἐπένευσε θεαίνῃ, |
| book 31.70.4 | καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ |
| book 31.70.5 | βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης. |
| book 31.75.1 | ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ |
| book 31.75.2 | τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην· |
| book 31.75.3 | καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ |
| book 31.75.4 | καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου· |
| book 31.75.5 | Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου |
| book 31.80.1 | ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης. |
| book 31.80.2 | ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ |
| book 31.80.3 | σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν· |
| book 31.80.4 | „οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου, |
| book 31.80.5 | οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ |
| book 31.85 | Ζεὺς ἕνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ |
| book 31.1 | Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη |
| book 31.2 | Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης. |
| book 31.3 | ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς· |
| book 31.4 | Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες |
| book 31.90.1 | φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν |
| book 31.90.2 | ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ· |
| book 31.90.3 | οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ |
| book 31.90.4 | καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς, |
| book 31.90.5 | οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ. |
| book 31.95.1 | ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ |
| book 31.95.2 | θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην, |
| book 31.95.3 | θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.“ |
| book 31.95.4 | ὣς φαμένη πεπότητο δι’ αἰθέρος· ἡ δὲ σιωπῇ |
| book 31.95.5 | γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης |
| book 31.1 | φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν, |
| book 31.2 | γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ |
| book 31.3 | Ζῆνα μέγαν κνώσσοντα· τὸ γὰρ φάτο κοίρανος Ἥρη. |
| book 31.4 | αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ |
| book 31.5 | Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει |
| book 31.105.1 | οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας, |
| book 31.105.2 | καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν, |
| book 31.105.3 | Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ |
| book 31.105.4 | ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ. |
| book 31 | τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ· |
| book 31.110.1 | „Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη, |
| book 31.110.2 | εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ |
| book 31.110.3 | σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου· |
| book 31.110.4 | δίζεο καὶ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς, |
| book 31.110.5 | λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ |
| book 31.115.1 | εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω. |
| book 31.115.2 | ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης |
| book 31.115.3 | μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου |
| book 31.115.4 | γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ |
| book 31.115.5 | ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης, |
| book 31.120.1 | εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω. |
| book 31.120.2 | Πασιθέης δ’ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος |
| book 31.120.3 | ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω, |
| book 31.120.4 | ὅττι γυναιμανέων τις ἐπ’ ἐλπίδι πάντα τελέσσει.“ |
| book 31.120.5 | ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις |
| book 31.125.1 | ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου |
| book 31.125.2 | ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου |
| book 31.125.3 | Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ, |
| book 31.125.4 | διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου. |
| book 31.125.5 | εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο· |
| book 31.130.1 | κεῖθι γὰρ αἰὲν ἔμιμνε νοοπλανὲς ἴχνος ἑλίσσων, |
| book 31.130.2 | Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων. |
| book 31.130.3 | καὶ δέμας ἀλλάξασα μετάτροπον εὔσκοπος Ἶρις |
| book 31.1 | κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν· |
| book 31.2 | Ὕπνου δ’ ἐγγὺς ἵκανε δολοπλόκος· οἷα δὲ μήτηρ |
| book 31.135.1 | κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν· |
| book 31.135.2 | „τέκνον ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει; |
| book 31.135.3 | οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς |
| book 31.135.4 | Ὄρθρος ἀκοντίζει με καὶ Ἠριγένεια διώκει; |
| book 31.135.5 | Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ. |
| book 31.140.1 | εἷς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ |
| book 31.140.2 | μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων |
| book 31.140.3 | Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει. |
| book 31.140.4 | Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις |
| book 31.140.5 | ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου |
| book 31.145.1 | κῶμον ἐμὸν νίκησε νόθον σέλας· ἡμετέρων γὰρ |
| book 31.145.2 | φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων. |
| book 31.145.3 | εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει, |
| book 31.145.4 | καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης. |
| book 31.145.5 | ἅζομαι Ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ, |
| book 31.1 | ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ |
| book 31.2 | ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ. |
| book 31.3 | ἀλλὰ σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ |
| book 31.4 | μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ· |
| book 31.155 | δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ, |
| book 31.154 | καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπὴν |
| book 31.156.1 | ἐς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ, |
| book 31.156.2 | οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει. |
| book 31.1 | Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἢν ἐθελήσῃς, |
| book 31.2 | τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ |
| book 31.160.1 | πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις· |
| book 31.160.2 | λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν |
| book 31.160.3 | νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης |
| book 31.160.4 | μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς, |
| book 31.160.5 | νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην. |
| book 31.165.1 | μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην. |
| book 31.165.2 | ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην, |
| book 31.165.3 | μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην. |
| book 31.165.4 | Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων |
| book 31.165.5 | ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν, |
| book 31.170.1 | οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων. |
| book 31.170.2 | πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ, |
| book 31.170.3 | βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ. |
| book 31.170.4 | Γηγενέων δ’ ἐλέαιρε γονὴν μελανόχροον Ἰνδῶν· |
| book 31.170.5 | δὸς χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης· |
| book 31.175.1 | ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς |
| book 31.175.2 | Γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης |
| book 31.175.3 | πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου. |
| book 31.175.4 | μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη· |
| book 31.175.5 | μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτὸς ἀκοίτης. |
| book 31.180.1 | οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν, |
| book 31.180.2 | οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων· |
| book 31.180.3 | μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων |
| book 31.180.4 | μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις. |
| book 31 | ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλ’ ἐνὶ θυμῷ |
| book 31.185.1 | οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς |
| book 31.185.2 | μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην. |
| book 31.185.3 | εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην, |
| book 31.185.4 | Δηριάδῃ χραίσμησον, ὃν ἤροσεν Ἰνδὸς Ὑδάσπης· |
| book 31.185.5 | γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων |
| book 31.190.1 | Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.“ |
| book 31.190.2 | ὣς φαμένη παρέπεισε. καὶ οἷά τε μητρὸς ἀκούων |
| book 31.190.3 | Ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν |
| book 31.190.4 | Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς· |
| book 31.190.5 | ἀλλά μιν ᾔτεεν Ἶρις, ἵνα Κρονίωνα πεδήσῃ |
| book 31.195.1 | ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον Ἠριγενείης. |
| book 31.195.2 | αὐτόθι δ’ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην. |
| book 31.195.3 | καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις· |
| book 31.195.4 | σπερχομένη δ’ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ. |
| book 31.195.5 | ἡ δὲ θυελλήεντι δι’ ἠέρος ἵπτατο ταρσῷ, |
| book 31.1 | καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ |
| book 31.2 | κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην. |
| book 31.3 | καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην |
| book 31.4 | Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην |
| book 31.5 | ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων |
| book 31.205.1 | εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο, |
| book 31.205.2 | ἡ μὲν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν |
| book 31.205.3 | βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος |
| book 31.205.4 | φυταλιήν, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην. |
| book 31.205.5 | θαμβαλέη δ’ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων, |
| book 31.210.1 | ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη· |
| book 31.210.2 | ἀχνυμένην δ’ ὁρόωσα πολύτροπον ἴαχε φωνήν· |
| book 31.210.3 | „Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί; |
| book 31.210.4 | τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί; |
| book 31.210.5 | ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς; |
| book 31.215.1 | μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης; |
| book 31.215.2 | τίς πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη |
| book 31.215.3 | Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος |
| book 31.215.4 | ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ; |
| book 31.215.5 | μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων, |
| book 31.220.1 | μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων; |
| book 31.220.2 | μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ |
| book 31.220.3 | καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν ἐρώτων; |
| book 31.220.4 | μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει |
| book 31.220.5 | μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς, |
| book 31.225.1 | Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείρεις |
| book 31.225.2 | βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἄργον ὀπωπαῖς. |
| book 31.225.3 | εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.“ |
| book 31.1 | ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ· |
| book 31.2 | „Κύπρι θεά, θνητοῖσιν ἐάσσομεν οὖδας Ὀλύμπου. |
| book 31.230.1 | Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου, |
| book 31.230.2 | ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην |
| book 31.230.3 | δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ, |
| book 31.230.4 | μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου. |
| book 31.230.5 | δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο, |
| book 31.235.1 | μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου. |
| book 31.235.2 | δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ |
| book 31.235.3 | υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη. |
| book 31.235.4 | δείδια, μὴ μετὰ γαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων |
| book 31.235.5 | ἄμπελον, ἣν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ. |
| book 31.240.1 | μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ. |
| book 31.240.2 | κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν εὐνῆς |
| book 31.240.3 | οὐρανὸν ἀμπελόεντα μετ’ ἀστερόεντα καλέσσω, |
| book 31.240.4 | μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου. |
| book 31.240.5 | δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην, |
| book 31.245.1 | μὴ δόρυ κουφίσσειεν ἐπ’ Ἄρεϊ καὶ Κυθερείῃ, |
| book 31.245.2 | μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου |
| book 31.245.3 | αἰθέρι τολμήεσσαν ἀναστήσωσιν ἐνυὼ |
| book 31.245.4 | ἀστέρες οἰνοπλῆγες ἐπ’ ἀλλήλοισι μανέντες, |
| book 31.245.5 | μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου |
| book 31 | ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων. |
| book 31.252 | οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω |
| book 31.251 | Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων, |
| book 31.253 | οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διὸς Ἥβην, |
| book 31 | χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει; |
| book 31.255.1 | αἰδομένη δ’ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ |
| book 31.255.2 | αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ· |
| book 31.255.3 | αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἷς δόμος ἔστω |
| book 31.255.4 | οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ. |
| book 31.255.5 | ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης, |
| book 31.260.1 | ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ |
| book 31.260.2 | ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ |
| book 31.260.3 | Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω |
| book 31.260.4 | χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην. |
| book 31.260.5 | οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς |
| book 31.265.1 | ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος, |
| book 31.265.2 | ὅττι Κρόνου γενετῆρος ἐπιβρίζουσα κυδοιμῷ |
| book 31.265.3 | σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη. |
| book 31.265.4 | καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου |
| book 31.265.5 | ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον Ἀφρογενείῃ, |
| book 31.270.1 | αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην. |
| book 31.270.2 | ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ’ ἐπίκουρον ἀνίης |
| book 31.273 | δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην, |
| book 31.272 | εἰς μίαν ἠριγένειαν, ὅπως Διὸς ὄμματα θέλξω, |
| book 31.274 | καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω· |
| book 31.275 | δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ |
| book 31.1 | ξεινοδόκοι γεγάασιν Ἐρυθραίης Ἀφροδίτης, |
| book 31.2 | οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς |
| book 31.3 | θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς, |
| book 31.4 | καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ· |
| book 31.280.1 | δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ |
| book 31.280.2 | θέλγεις εἰν ἑνὶ πάντα· καὶ ἄξιός εἰμι φορέσσαι, |
| book 31 | ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.“ |
| book 32.1.1 | Ὣς φαμένη παρέπεισε· δολοφράδμων δ’ Ἀφροδίτη |
| book 32.1.2 | πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου |
| book 32.1.3 | Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν ἐρώτων. |
| book 32.1.4 | καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος· |
| book 32.5.1 | „δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης· |
| book 32.5.2 | θέλξεις δ’ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ, |
| book 32.5.3 | Ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων |
| book 32.5.4 | καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.“ |
| book 32.5.5 | εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην. |
| book 32.10.1 | Ἥρη δ’ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου, |
| book 32.10.2 | καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν· |
| book 32.10.3 | πολλάκι δ’ ἰσάζουσα καθειμένον ἄχρι μετώπου |
| book 32.10.4 | πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης· |
| book 32.10.5 | νιψαμένη δὲ μέτωπα καλύψατο νώροπι πέπλῳ, |
| book 32.15.1 | καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος· |
| book 32.15.2 | καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ, |
| book 32.1 | τοῦ καὶ κινυμένοιο μετ’ αἰθέρα καὶ μετὰ πόντον |
| book 32.2 | γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή. |
| book 32.3 | καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ |
| book 32.20.1 | λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει |
| book 32.20.2 | φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ· |
| book 32.20.3 | εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει, |
| book 32.20.4 | οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης, |
| book 32.20.5 | καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου, |
| book 32.25.1 | καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ |
| book 32.25.2 | ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος Ἀφρογενείης, |
| book 32.25.3 | κυανέην θ’ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ· |
| book 32.25.4 | ἀμφὶ δέ οἱ πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην, |
| book 32.25.5 | ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην, |
| book 32.30.1 | καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης· |
| book 32.30.2 | καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ· |
| book 32.30.3 | εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης |
| book 32.30.4 | κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων |
| book 32.30.5 | νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης, |
| book 32.35.1 | κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην. |
| book 32.35.2 | καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ |
| book 32.35.3 | ὡς πτερὸν ἠὲ νόημα δι’ αἰθέρος ἔδραμεν Ἥρη. |
| book 32.35.4 | καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς |
| book 32.35.5 | θερμοτέρους ἐς ἔρωτας ἱμάσσετο κέντορι κεστῷ· |
| book 32.40.1 | καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί· |
| book 32.40.2 | καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ· |
| book 32.40.3 | „Ἥρη, τίπτε βέβηκας ἑώιον εἰς κλίμα γαίης; |
| book 32.40.4 | τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις; |
| book 32.40.5 | ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ, |
| book 32.45.1 | καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;“ |
| book 32.45.2 | ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη |
| book 32.45.3 | ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην· |
| book 32.45.4 | „Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω |
| book 32.45.5 | ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου |
| book 32.1 | ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ |
| book 32.2 | γείτονας Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς |
| book 32.3 | σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ |
| book 32.4 | Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ |
| book 32.5 | συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης, |
| book 32.55.1 | καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων· |
| book 32.55.2 | τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω· |
| book 32.55.3 | οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς |
| book 32.55.4 | παῖδες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.“ |
| book 32 | τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης· |
| book 32.60.1 | „νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ |
| book 32.60.2 | ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν |
| book 32.60.3 | χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω· |
| book 32.60.4 | οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος οὐδὲ θεαίνης |
| book 32.60.5 | θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ... |
| book 32.65.1 | οὐδ’ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων |
| book 32.65.2 | πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων· |
| book 32.65.3 | οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ, |
| book 32.65.4 | κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς |
| book 32.65.5 | φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ |
| book 32.70.1 | τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης· |
| book 32.70.2 | οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς |
| book 32.70.3 | Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης· |
| book 32.70.4 | ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον. ἦ ῥα καὶ αὐτὴ |
| book 32.70.5 | ὡς Ζυγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης |
| book 32.75.1 | Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;“ |
| book 32.75.2 | ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας |
| book 32.75.3 | δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην· |
| book 32.75.4 | καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ |
| book 32.75.5 | Ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ |
| book 32.80.1 | πορφυρέη, καὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ |
| book 32.80.2 | αὐτόματον σκέπας ἦεν ὀρεσσαύλων ὑμεναίων, |
| book 32.80.3 | καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς. |
| book 32.80.4 | οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἡδέι θεσμῷ· |
| book 32.80.5 | Γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην |
| book 32.85.1 | ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν· |
| book 32.85.2 | καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ, |
| book 32.85.3 | καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ, |
| book 32.85.4 | θήλεϊ δ’ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ, |
| book 32.85.5 | οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης, |
| book 32.90.1 | Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην· |
| book 32.90.2 | καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ |
| book 32.90.3 | ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ. |
| book 32.90.4 | οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι |
| book 32.90.5 | γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς |
| book 32.95.1 | ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης· |
| book 32.95.2 | πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς. |
| book 32.95.3 | καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων. |
| book 32.95.4 | ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς, |
| book 32.95.5 | ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων, |
| book 32 | τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς |
| book 32.1 | νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ· |
| book 32.2 | καὶ κτύπον ἐσμαράγησεν ἐπ’ ὀφθαλμοῖσι Λυαίου, |
| book 32.3 | σεισαμένη βαρύδουπον ἐχιδνήεσσαν ἱμάσθλην· |
| book 32.4 | καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων |
| book 32.105.1 | φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ, |
| book 32.105.2 | καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ ... |
| book 32.105.3 | ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου |
| book 32.105.4 | αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ, |
| book 32.105.5 | χάσματι φοινήεντι καταΐσσων Διονύσου. |
| book 32.110.1 | τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης |
| book 32.110.2 | Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι, |
| book 32.110.3 | ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη, |
| book 32.110.4 | πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης |
| book 32.110.5 | μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου |
| book 32.115.1 | μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ, |
| book 32.115.2 | καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ, |
| book 32.115.3 | αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων, |
| book 32.115.4 | μὴ χρόα δηλήσοιντο νοοσφαλέος Διονύσου. |
| book 32.115.5 | νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι |
| book 32.120.1 | εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ |
| book 32.120.2 | φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ |
| book 32.120.3 | ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου |
| book 32.1 | καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς |
| book 32.2 | Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης. |
| book 32.125.1 | καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης |
| book 32.125.2 | δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ |
| book 32.125.3 | ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις, |
| book 32.125.4 | οἰστρομανὴς ἅτε ταῦρος, ἑὰς ἤρασσε κεραίας, |
| book 32.125.5 | τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ· |
| book 32.130.1 | Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν |
| book 32.130.2 | φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ, |
| book 32.130.3 | ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου. |
| book 32.130.4 | καὶ βαλίας ἐλάφους λασίας τ’ ἐδίωκε λεαίνας |
| book 32.130.5 | Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην· |
| book 32.135.1 | οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ |
| book 32.135.2 | ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ |
| book 32.135.3 | λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυαίου, |
| book 32.135.4 | δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς· |
| book 32.135.5 | μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινὶ πέτρῃ |
| book 32.140.1 | μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ· |
| book 32.140.2 | καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ |
| book 32.140.3 | κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων· |
| book 32.140.4 | καὶ δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης |
| book 32.140.5 | Ἀδρυάδας τ’ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας |
| book 32.145.1 | Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας. |
| book 32.145.2 | Βασσαρίδες δ’ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου, |
| book 32.145.3 | καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ, |
| book 32.145.4 | οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῆς, |
| book 32.145.5 | μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ, |
| book 32.1 | ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης. |
| book 32.2 | Δηριάδης δ’ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις, |
| book 32.3 | νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου. |
| book 32.4 | ὡς δ’ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ |
| book 32.5 | ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις, |
| book 32.155.1 | κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νείφων, |
| book 32.155.2 | πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ |
| book 32.155.3 | λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἑλίξας |
| book 32.155.4 | ἱστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης |
| book 32.155.5 | λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δὲ κεραίη, |
| book 32.160.1 | ναῦται δ’ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ· |
| book 32.160.2 | ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς ἄρης. |
| book 32.160.3 | ἔνθα τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν |
| book 32.160.4 | ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ |
| book 32.160.5 | νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης, |
| book 32.165 | Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων |
| book 32.1 | ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ, |
| book 32.2 | ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ, |
| book 32.3 | οἷά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς, |
| book 32.4 | γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης |
| book 32.170.1 | Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὗ τότε μορφῆς |
| book 32.170.2 | ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου, |
| book 32.170.3 | καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης, |
| book 32.170.4 | αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης, |
| book 32.170.5 | καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δ’ ἀλαλητῷ |
| book 32.175.1 | Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί, |
| book 32.175.2 | καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης, |
| book 32.175.3 | φοιταλέην συνάεθλον ἔχων Ἔριν· ἐν δὲ κυδοιμοῖς |
| book 32.175.4 | στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος. |
| book 32.175.5 | καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου |
| book 32.180.1 | Δηριάδης καὶ κῶμα Διὸς καὶ σύνδρομος Ἄρης. |
| book 32.180.2 | συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ |
| book 32.180.3 | Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ, |
| book 32.180.4 | καὶ πολέες φεύγοντες ἑνὶ κτείνοντο φονῆι, |
| book 32.180.5 | θεινόμενοι ξιφέεσσιν. Ὁμηρίδες εἴπατε Μοῦσαι· |
| book 32.185.1 | τίς θάνε, τίς δούπησεν ὑπ’ ἔγχεϊ Δηριαδῆος; |
| book 32.185.2 | Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης, |
| book 32.185.3 | Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς |
| book 32.1 | καὶ Θρόνιος καὶ Ἄρητος ἐυμμελίης τε Μοληνεὺς |
| book 32.2 | ἀλκήεις τε Κόμαρκος· ἐτέμνετο δ’ ἄλλος ἐπ’ ἄλλῳ |
| book 32.190.1 | ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ |
| book 32.190.2 | ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς δὲ ῥεέθροις |
| book 32.190.3 | πλώετο κυματόεντα φέρων μόρον, ὃς δὲ θαλάσσῃ |
| book 32.190.4 | ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ |
| book 32.190.5 | κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς· |
| book 32.195.1 | ὃς δὲ θυελλήεντι δι’ οὔρεος ἔδραμε ταρσῷ |
| book 32.195.2 | κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσσας |
| book 32.195.3 | μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης, |
| book 32.195.4 | χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου. |
| book 32.195.5 | αὐχήεις δ’ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ, |
| book 32.1 | Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ, |
| book 32.2 | Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης, |
| book 32.3 | ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κονίῃ |
| book 32.4 | ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων, |
| book 32.5 | πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ |
| book 32.205.1 | συμφερτὴν κοτύλην φύσις ἥρμοσεν ἄξονι μηροῦ· |
| book 32.205.2 | καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην, |
| book 32.205.3 | ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ, |
| book 32.205.4 | φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ. |
| book 32.205.5 | καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς· |
| book 32.210 | „κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης, |
| book 32.1 | ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου· |
| book 32.2 | οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾧ πόρε Κύπρις |
| book 32.3 | μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην· |
| book 32.4 | οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης· |
| book 32.215.1 | οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν |
| book 32.215.2 | δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην, |
| book 32.215.3 | ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων, |
| book 32.215.4 | ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων. |
| book 32.215.5 | ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ |
| book 32.220.1 | Ἄρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.“ |
| book 32.220.2 | ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ἔχραε Μορρεύς· |
| book 32.220.3 | εἱλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας, |
| book 32.220.4 | αὐχένα δ’ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας |
| book 32.220.5 | ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς· |
| book 32.225.1 | Σηβέα δ’ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ· |
| book 32.225.2 | Θηβαίων δὲ φάλαγγα καὶ Ἀκταίωνα διώκων |
| book 32.225.3 | ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης, |
| book 32.225.4 | σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δ’ ἀλαλητῷ |
| book 32.225.5 | πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν |
| book 32.230.1 | πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης, |
| book 32.230.2 | αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ, |
| book 32.1 | ἀνδρὸς ἑνὸς ῥιπῇσιν· ἐπ’ ἀλλήλοις δὲ πεσόντες |
| book 32.2 | αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ |
| book 32.3 | Κρίμισος, Ἱμαλέων, Φρασίος, Θάργηλος, Ἰάων, |
| book 32.235.1 | οἷσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων, |
| book 32.235.2 | καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ. |
| book 32.235.3 | καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ σιδήρῳ |
| book 32.235.4 | ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ, |
| book 32.235.5 | δεχνυμένη ξένον ὄμβρον ἐνυαλίου νιφετοῖο. |
| book 32.240.1 | Βακχείης δὲ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ |
| book 32.240.2 | πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δ’ ἐλατήρων |
| book 32.240.3 | εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί· |
| book 32.240.4 | ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην, |
| book 32.240.5 | ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης |
| book 32.245.1 | κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων, |
| book 32.245.2 | ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄρκτου· |
| book 32.245.3 | καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας |
| book 32.245.4 | ποσσὶν ὀρεσσιπόροισι διέστιχεν ἄκρα κολώνης. |
| book 32.245.5 | Βάκχη δ’ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους, |
| book 32.1 | ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ· |
| book 32.2 | οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην, |
| book 32.3 | ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν |
| book 32.1 | ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη |
| book 32.2 | εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης. |
| book 32.255.1 | καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ |
| book 32.255.2 | ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις, |
| book 32.255.3 | φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς. |
| book 32.255.4 | καὶ σκοπέλους ἐδίωκε γέρων Σιληνὸς ἀλήτης· |
| book 32.255.5 | πολλάκι δ’ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου, |
| book 32.260.1 | ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις, |
| book 32.260.2 | ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις |
| book 32.260.3 | ἀντὶ μόθου κεκάλυπτο, καὶ εὔιον ἔγχος ἀνάγκῃ |
| book 32.260.4 | κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις, |
| book 32.260.5 | καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν. |
| book 32.265.1 | ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς, |
| book 32.265.2 | ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν, |
| book 32.265.3 | αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην. |
| book 32.265.4 | Βακχείην δ’ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην |
| book 32.265.5 | λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ. |
| book 32.270.1 | καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων |
| book 32.270.2 | οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς, |
| book 32.270.3 | μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ. |
| book 32.270.4 | καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ |
| book 32.270.5 | εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἅμα φεύγων |
| book 32.275.1 | Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος ἐνυώ. |
| book 32.275.2 | εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων |
| book 32.275.3 | πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν, |
| book 32.275.4 | σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην, |
| book 32.275.5 | μή μιν ἴδῃ φεύγοντα δι’ οὔρεος ἄστατος Ἠχώ, |
| book 32.280.1 | καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ. |
| book 32.280.2 | καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς |
| book 32.280.3 | Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ |
| book 32.280.4 | δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου· |
| book 32.280.5 | ἔμπης δ’ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι |
| book 32.285.1 | Νηιάδες βυθίοισιν ἐνεκρύπτοντο μελάθροις· |
| book 32.285.2 | αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι |
| book 32.285.3 | Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις, |
| book 32.285.4 | ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δ’ ἐνὶ Γάγγῃ |
| book 32.285.5 | λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς |
| book 32.290.1 | ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους |
| book 32.290.2 | Νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι |
| book 32.290.3 | δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος. |
| book 32.1 | ἄλλαι Ἁμαδρυάδες σκιεροῖς κρύπτοντο κορύμβοις, |
| book 32.2 | δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας. |
| book 32.295.1 | πολλαὶ δ’ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης |
| book 32.295.2 | Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ |
| book 32.295.3 | ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου |
| book 32.295.4 | πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή, |
| book 32 | μυρομένων βαρὺ πένθος ἀπενθήτου Διονύσου. |
| book 33.1.1 | Αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν |
| book 33.1.2 | εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρῳ, |
| book 33.1.3 | λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης. |
| book 33.1.4 | καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ |
| book 33.5.1 | φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων, |
| book 33.5.2 | ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων |
| book 33.5.3 | Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου |
| book 33.5.4 | ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ, |
| book 33.5.5 | ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην, |
| book 33.10.1 | χῶρον ὅλον θηεῖτο· καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ |
| book 33.10.2 | λύσσαν ἑοῦ γενετῆρος ὀπιπεύουσα Λυαίου |
| book 33.10.3 | ἀχνυμένη δάκρυσε, φιλοστόργῳ δὲ μενοινῇ |
| book 33.10.4 | πενθαλέοις ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειάς· |
| book 33.10.5 | καὶ Σατύρους σκοπίαζεν ὑποπτήσσοντας ἐνυώ, |
| book 33.15.1 | Κωδώνην δ’ ἐνόησε μινυνθαδίην τε Γιγαρτὼ |
| book 33.15.2 | κεκλιμένας ἐφύπερθεν ἀτυμβεύτοιο κονίης· |
| book 33.15.3 | Χαλκομέδην δ’ ἐλέαιρε θυελλήεντι πεδίλῳ |
| book 33.1 | μαινομένου Μορρῆος ἀλυσκάζουσαν ἀκωκήν, |
| book 33.2 | καὶ φθονερὴ δεδόνητο ῥοδώπιδος εἵνεκα κούρης, |
| book 33.20.1 | μή ποτε νικήσειεν ἐς ἀγλαΐην Ἀφροδίτην. |
| book 33.20.2 | ἀχνυμένη δ’ ἐς Ὄλυμπον ἀνήιε, πενθάδι σιγῇ |
| book 33.20.3 | ἄλγος ἑοῦ γενετῆρος ὑποκλέπτουσα Λυαίου· |
| book 33.20.4 | καὶ χλόος εὐκύκλοιο παρηίδος ἄνθος ἀμείψας |
| book 33.20.5 | μαρμαρυγὴν στίλβουσαν ἀπημάλδυνε προσώπου. |
| book 33.25.1 | τὴν δὲ κατηφιόωσαν Ἀδωνιὰς ἔννεπε Κύπρις, |
| book 33.25.2 | τοῖον ἔπος βοόωσα παρήγορον, ἐκ δὲ προσώπου |
| book 33.25.3 | Πασιθέης ἐνόησεν ἄχος κήρυκι σιωπῇ· |
| book 33.25.4 | „νύμφα φίλη, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν; |
| book 33.25.5 | παρθένε, πῶς μετάμειψας ἐρευθαλέην σέο μορφήν; |
| book 33.30.1 | εἰαρινὴν δ’ ἀκτῖνα τίς ἔσβεσε σεῖο προσώπου; |
| book 33.30.2 | οὐκέτι σῶν μελέων ἀμαρύσσεται ἄργυφος αἴγλη· |
| book 33.30.3 | οὐκέτι δ’, ὡς τὸ πρόσθε, τεαὶ γελόωσιν ὀπωπαί. |
| book 33.30.4 | ἀλλὰ τεὰς ἀγόρευε μεληδόνας· ἦ ῥά σε τείρει |
| book 33.30.5 | υἱὸς ἐμός, φιλέεις δὲ ποθοβλήτῳ παρὰ πέτρῃ |
| book 33.35.1 | οἷα Σεληναίη τινὰ βουκόλον; ἦ ῥά που αὐτὴν |
| book 33.35.2 | καὶ σὲ μετ’ Ἠριγένειαν Ἔρως ἐπεμάστιε κεστῷ; |
| book 33.1 | οἶδα, πόθεν χλοάουσι παρηίδες· ὅττι σε κούρην |
| book 33.2 | νυμφίος ἀχλυόεις νυμφεύεται Ὕπνος ἀλήτης· |
| book 33.3 | οὐ μὲν ἀναινομένην σε βιήσομαι, οὐδὲ συνάψω |
| book 33.40.1 | λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην.“ |
| book 33.40.2 | ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ· |
| book 33.40.3 | „ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων, |
| book 33.40.4 | βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου· |
| book 33.40.5 | οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη, |
| book 33.45.1 | ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου, |
| book 33.45.2 | πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ, |
| book 33.45.3 | εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.“ |
| book 33.45.4 | ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ |
| book 33.45.5 | Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἃς κτάνε Μορρεύς, |
| book 33.1 | καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν |
| book 33.2 | δαιμονίην μάστιγα τινασσομένου Διονύσου |
| book 33.3 | καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ, |
| book 33.4 | Κωδώνην τ’ ἀγόρευε προώριον· αἰδομένη δὲ |
| book 33.5 | πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης. |
| book 33.55.1 | καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου |
| book 33.55.2 | ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη. |
| book 33.55.3 | Ἀγλαΐην δ’ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ |
| book 33.55.4 | υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην, |
| book 33.55.5 | ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης. |
| book 33.60 | καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ |
| book 33.1 | σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι |
| book 33.2 | ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει, |
| book 33.3 | τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου. |
| book 33.4 | εὗρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου |
| book 33.65.1 | νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις· |
| book 33.65.2 | πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων, |
| book 33.65.3 | εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης |
| book 33.65.4 | Οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων |
| book 33.65.5 | σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης, |
| book 33.70.1 | Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς· |
| book 33.70.2 | καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων |
| book 33.70.3 | χρύσεον ὅρμον ἔθηκε θαλασσαίης Ἀφροδίτης, |
| book 33.70.4 | νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ |
| book 33.70.5 | κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης |
| book 33.75.1 | μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης |
| book 33.75.2 | οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος, |
| book 33.75.3 | στέμμα φέρων παλάμῃσι. φιλακρήτων δὲ βολάων |
| book 33.75.4 | λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν· |
| book 33.75.5 | καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ |
| book 33.80.1 | χειρὸς ἐπεσφήκωτο συνήορα σύζυγι δεσμῷ· |
| book 33.80.2 | ἀμφοτέροις δ’ ἔρις ἦεν ἐπήρατος. ἁβροκόμης δὲ |
| book 33.80.3 | πρῶτα λαχὼν Ὑμέναιος ἕλεν δέπας, ἱπταμένην δὲ |
| book 33.80.4 | νεκταρέην ῥαθάμιγγα μετάρσιον ἠέρι πέμπων |
| book 33.80.5 | ῥῖψε λέβητος ὕπερθε· καὶ οὐ τότε μητέρι Μούσῃ |
| book 33.85.1 | εὐχωλὴν ἀνέφηνε· διεσσυμένη δὲ κυπέλλου |
| book 33.85.2 | ἠέρα μέσσον ἔτυψεν ἀερσιπότητος ἐέρση, |
| book 33.85.3 | ἀλλὰ παρατρέψασα βολὴν βητάρμονι παλμῷ |
| book 33.85.4 | ἑλκομένη παλίνορσος ἀγάλματος ἀμφὶ προσώπῳ |
| book 33.85.5 | ἄψοφος ἄκρον ἔτυψεν ἀδουπήτοιο καρήνου. |
| book 33.90.1 | δεύτερος αἰολόμητις Ἔρως τεχνήμονι θεσμῷ |
| book 33.90.2 | ἱμερόεν δέπας εἷλε, καὶ εὔξατο Κυπρογενείῃ |
| book 33.90.3 | λάθριος ἐν πραπίδεσσι, καὶ ἀπλανὲς ὄμμα τανύσσας |
| book 33.90.4 | εἰς σκοπὸν ἠκόντιζεν ἑκηβόλον ἰκμάδα πέμπων· |
| book 33.90.5 | νεκταρέου δὲ ποτοῖο παλινδίνητος ἐέρση |
| book 33.95.1 | ἰθυτενὴς ἄγναμπτος ἀγάλματος ὑψόθι κόρσης |
| book 33.95.2 | ἠερόθεν βαρύδουπος ἐπεσμαράγησε μετώπῳ· |
| book 33.95.3 | ἴαχε δ’ ἁβρὸν ἄγαλμα, καὶ υἱέι Κυπρογενείης |
| book 33.95.4 | χρύσεος ἐσμαράγησε λέβης ἐπινίκιον ἠχώ· |
| book 33.95.5 | καὶ στέφος ἁβρὸν Ἔρωτι πόρεν γελάσας Γανυμήδης· |
| book 33.1 | καὶ ταχὺς αἰόλον ὅρμον ἑλὼν καὶ σφαῖραν ἀείρων |
| book 33.2 | διπλόον εἶχεν ἄεθλον ἐυρραθάμιγγος ἀγῶνος, |
| book 33.3 | σκιρτήσας δὲ πόδεσσι, κυβιστήσας δὲ καρήνῳ |
| book 33.4 | κυδιόων ἐχόρευεν Ἔρως θρασύς· ἀντιπάλου δὲ |
| book 33.5 | πολλάκις ἀχνυμένοιο κατήγαγε χεῖρα προσώπου. |
| book 33.105 | Ἀγλαΐη δέ οἱ ἄγχι παρίστατο· τερψινόου δὲ |
| book 33.1 | δέξατο χερσὶν ἄνακτος ἀέθλια· νεῦσε δὲ κούρῳ |
| book 33.2 | νόσφι μολεῖν, καὶ Ἔρωτος ἐς οὔατα μάρτυρι σιγῇ |
| book 33.3 | ψευδομένης ἀγόρευε δολόφρονα μῦθον ἀνάσσης· |
| book 33.4 | „πανδαμάτωρ ἀδάμαστε, βιοσσόε σύγχρονε κόσμου, |
| book 33.110.1 | σπεῦσον, ἐπεὶ Κυθέρεια βιάζεται, οὐδέ τις αὐτῇ |
| book 33.110.2 | ἀμφιπόλων παρέμιμνε, Χάρις φύγεν, ᾤχετο Πειθώ, |
| book 33.110.3 | καὶ Πόθος ἀστήρικτος ἐχάζετο· σοὶ δέ με μούνην |
| book 33.110.4 | πέμψεν ἀνικήτοιο τεῆς χατέουσα φαρέτρης.“ |
| book 33.110.5 | ὣς φαμένην ἐρέεινεν Ἔρως, ἵνα πάντα δαείη· |
| book 33.115.1 | ὅττι νέοι ξύμπαντες, ἀτέρμονος ὁππότε μύθου |
| book 33.115.2 | ἀρχὴν εἰσαΐουσι, τέλος σπεύδουσιν ἀκοῦσαι· |
| book 33.115.3 | καὶ στομάτων ἀχάλινον ἀπερροίβδησεν ἰωήν· |
| book 33.115.4 | „τίς Παφίην ἀκάχησεν ἐμήν; ἵνα χεῖρα κορύσσω |
| book 33.115.5 | μαρνάμενος πάντεσσι· βιαζομένης δὲ τεκούσης |
| book 33.120.1 | νευρὴν πανδαμάτειραν ἐπὶ Κρονίωνα τανύσσω, |
| book 33.120.2 | καὶ πάλιν οἰστρηθέντα γαμοκλόπον ὄρνιν ἐρώτων |
| book 33.120.3 | αἰετὸν ἤ τινα ταῦρον ἁλὸς πλωτῆρα τελέσσω· |
| book 33.120.4 | εἰ δέ ἑ Παλλὰς ὄρινε καὶ ἤκαχεν Ἀμφιγυήεις, |
| book 33.120.5 | Κεκροπίου λύχνοιο φεραυγέα δαλὸν ἀνάψας, |
| book 33.125.1 | μάρναμαι ἀμφοτέροισι, καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ· |
| book 33.125.2 | εἰ δέ μιν Ἰοχέαιρα λαγωβόλος εἰς χόλον ἕλκει, |
| book 33.125.3 | ἔμπυρον Ὠρίωνος Ὀλύμπιον ἆορ ἐρύσσας |
| book 33.1 | Ἄρτεμιν οἰστρήσοιμι, καὶ αἰθέρος ἐκτὸς ἐλάσσω |
| book 33.2 | κουφίζων πτερύγεσσιν ὁμόστολον υἱέα Μαίης, |
| book 33.130.1 | οὐτιδανὴν καλέοντα μάτην ἐπαρηγόνα Πειθώ· |
| book 33.130.2 | καλλείψας δὲ βέλεμνα καὶ ἔμπυρον ἅμμα φαρέτρης |
| book 33.130.3 | δαφναίοις πετάλοισι θελήμονα Φοῖβον ἱμάσσω, |
| book 33.130.4 | δέσμιον αὐδήεντι περισφίγξας ὑακίνθῳ· |
| book 33.130.5 | οὐ μὲν Ἐνυαλίου τρομέω σθένος, οὐδὲ μογήσω |
| book 33.135.1 | Ἄρεα μαστίζων πεπεδημένον ἡδέι κεστῷ· |
| book 33.135.2 | καὶ διδύμους φωστῆρας ὑποδρήσσοντας ἐρύσσω |
| book 33.135.3 | εἰς Πάφον οὐρανόθεν, καὶ ὀπάονα μητρὶ κομίσσω |
| book 33.135.4 | σὺν Κλυμένῃ Φαέθοντα, σὺν Ἐνδυμίωνι Σελήνην, |
| book 33.135.5 | πάντες ἵνα γνώωσιν, ὅτι ξύμπαντα δαμάζω.“ |
| book 33.140.1 | εἶπε, καὶ ἰθυκέλευθον ἐν ἠέρι ταρσὸν ἑλίσσων |
| book 33.140.2 | ἔφθασεν Ἀγλαΐην πτερύγων διδυμάονι ῥοίζῳ, |
| book 33.140.3 | ἄχρι δόμων ἐπέβαινεν ἐπειγομένης Ἀφροδίτης. |
| book 33.140.4 | καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ |
| book 33.140.5 | πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ, |
| book 33.145.1 | γούνασι κουφίζουσα φίλον βάρος· ἑζομένου δὲ |
| book 33.145.2 | καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ |
| book 33.145.3 | ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην, |
| book 33.145.4 | οἷα χόλου πνείουσα, δολόφρονα ῥήξατο φωνήν· |
| book 33.145.5 | „τέκνον ἐμόν, Φαέθοντος ἐλήσαο καὶ Κυθερείης· |
| book 33.1 | οὐκέτι Πασιφάη μυκώμενα λέκτρα διώκει· |
| book 33.2 | Ἠέλιος γελάᾳ με καὶ Ἀστρίδος αἷμα κορύσσει, |
| book 33.3 | παιδὸς ἑῆς υἱῆα μαχήμονα Δηριαδῆα, |
| book 33.4 | Βασσαρίδων ὀλετῆρα γυναιμανέος Διονύσου |
| book 33.5 | καὶ Σατύρων Βρομίοιο ποθοβλήτων ἐλατῆρα. |
| book 33.155.1 | τοῦτό με μᾶλλον ὄρινεν, ὅτι βροτοειδέι μορφῇ |
| book 33.155.2 | Ἄρης ἐγρεκύδοιμος ἔχων συνάεθλον Ἐνυώ, |
| book 33.155.3 | ἀρχαίης φιλότητος ἀφειδήσας Ἀφροδίτης, |
| book 33.155.4 | νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ, |
| book 33.155.5 | Ἰνδῴῳ βασιλῆι συνέμπορος. ἀλλ’ ἐνὶ χάρμῃ |
| book 33.160.1 | Ἄρης Δηριάδαο, σὺ δὲ προμάχιζε Λυαίου· |
| book 33.160.2 | ἔγχος ἔχει, σὺ δὲ τόξον ὑπέρτερον, ᾧ γόνυ κάμπτει |
| book 33.160.3 | Ζεὺς ὕπατος καὶ θοῦρος Ἄρης καὶ θέσμιος Ἑρμῆς· |
| book 33.160.4 | δειμαίνει σέο τόξα καὶ ὁ κλυτότοξος Ἀπόλλων. |
| book 33.160.5 | εἰ δὲ τεῇ, φίλε κοῦρε, χαρίζεαι Ἀφρογενείῃ, |
| book 33.165.1 | Βασσαρίδων προμάχιζε καὶ ἡμετέρου Διονύσου. |
| book 33.165.2 | ἀλλὰ μολὼν ἀκίχητος ἑώιον εἰς κλίμα γαίης |
| book 33.165.3 | Ἰνδῴην παρὰ πέζαν, ὅπῃ θεράπαινα Λυαίου |
| book 33.165.4 | ἔστι τις ἐν Βάκχῃσιν, ὑπέρτερος ἥλικος ἥβης, |
| book 33.165.5 | οὔνομα Χαλκομέδη φιλοπάρθενος—εἰ δέ κεν ἄμφω |
| book 33.170.1 | Χαλκομέδην καὶ Κύπριν ἔσω Λιβάνοιο νοήσῃς, |
| book 33.170.2 | οὐ δύνασαι, φίλε κοῦρε, διακρίνειν Ἀφροδίτην—· |
| book 33.170.3 | κεῖθι μολὼν χραίσμησον ἐρημονόμῳ Διονύσῳ, |
| book 33.170.4 | Μορρέα τοξεύσας ἐπὶ κάλλεϊ Χαλκομεδείης· |
| book 33 | σεῖο δὲ τοξοσύνης γέρας ἄξιον ἐγγυαλίξω |
| book 33.175.1 | Λήμνιον εὐποίητον ἐγὼ στέφος, εἴκελον αἴγλαις |
| book 33.175.2 | Ἠελίου φλογεροῖο· σὺ δὲ γλυκὺν ἰὸν ἰάλλων |
| book 33.175.3 | δὸς χάριν ἀμφοτέροις, καὶ Κύπριδι καὶ Διονύσῳ· |
| book 33.175.4 | σὸν καὶ ἐμὸν κύδαινε γαμοστόλον οἶνον ἐρώτων, |
| book 33.175.5 | εὐφροσύνης κήρυκα βιοζυγέων ὑμεναίων.“ |
| book 33.180.1 | εἶπε θεά· καὶ μάργος Ἔρως ἀνεπάλλετο κόλπου |
| book 33.180.2 | μητρὸς ἑῆς, καὶ τόξον ἐκούφισεν, ἀμφὶ δὲ βαιῷ |
| book 33.180.3 | ὤμῳ πανδαμάτειραν ἐπῃώρησε φαρέτρην· |
| book 33.180.4 | καὶ πτερόεις πεπότητο δι’ αἰθέρος· ἀμφὶ δὲ Κέρνῃ |
| book 33.180.5 | κυκλώσας πτερὰ κοῦφα βολαῖς ἀντώπιος Ἠοῦς |
| book 33.185.1 | ἵπτατο μειδιόων, ὅτι τηλίκον ἡνιοχῆα |
| book 33.185.2 | δίφρων οὐρανίων ὀλίγοις ἔφλεξε βελέμνοις, |
| book 33.185.3 | καὶ σέλας Ἠελίοιο σέλας νίκησεν Ἐρώτων. |
| book 33.185.4 | καὶ ταχὺς Ἰνδῴοιο μολὼν κατὰ μέσσον ὁμίλου |
| book 33.185.5 | τόξον ἑὸν στήριξεν ἐπ’ αὐχένι Χαλκομεδείης· |
| book 33.190.1 | καὶ βέλος ἰθύνων ῥοδέης περὶ κύκλα παρειῆς |
| book 33.190.2 | Μορρέος εἰς φρένα πέμψεν. ἐρετμώσας δὲ πορείην |
| book 33.190.3 | νηχομένων πτερύγων ἑτερόζυγι σύνδρομος ὁλκῷ |
| book 33.190.4 | πατρῴους ἀνέβαινεν ἐς ἀστερόεντας ὀχῆας, |
| book 33.190.5 | καλλείψας πυρόεντι πεπαρμένον Ἰνδὸν ὀιστῷ. |
| book 33.195.1 | αἰεὶ δ’ ἔνθα καὶ ἔνθα πόθου δεδονημένος ἰῷ, |
| book 33.195.2 | παρθένος ἧχι βέβηκε, δυσίμερος ἤιε Μορρεύς, |
| book 33.195.3 | μείλιχον ἆορ ἔχων, πεφιδημένον ἔγχος ἀείρων, |
| book 33.1 | καὶ θρασὺν ἱμερόεντι νόον μαστίζετο κεστῷ· |
| book 33.2 | ἀμφὶ δέ μιν περίκυκλον ἐρωμανὲς ὄμμα τιταίνων |
| book 33.1 | νεύμασι Κυπριδίοισιν ἀφειδέας εἷλκεν ὀπωπάς. |
| book 33.2 | ἡ δὲ δολοφρονέουσα παρήπαφεν ὄρχαμον Ἰνδῶν, |
| book 33.3 | οἷά περ ἱμείρουσα, πόθου δ’ ἀπεμάξατο κούρη |
| book 33.4 | ψευδαλέον μίμημα· καὶ αἰθέρος ἥπτετο Μορρεύς, |
| book 33.5 | ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐν κραδίῃ γὰρ |
| book 33.205.1 | παρθενικὴν ἐδόκησεν ἔχειν βέλος ἶσον ἐρώτων, |
| book 33.205.2 | κοῦφος ἀνήρ, ὅτι παῖδα σαόφρονα δίζετο θέλγειν |
| book 33.205.3 | κυανέοις μελέεσσι, καὶ οὐκ ἐμνήσατο μορφῆς. |
| book 33.205.4 | καί οἱ ἐπεγγελόωσα δόλῳ φιλοπαίγμονι κούρη |
| book 33.205.5 | ἀγχιφανὴς ἐρέθιζε δυσίμερον, ἀντιβίων δὲ ... |
| book 33.210.1 | εἶπεν ἀνυμφεύτοιο ποδήνεμα γούνατα νύμφης, |
| book 33.210.2 | πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ, |
| book 33.210.3 | πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο |
| book 33.210.4 | παρθένιον πόδα πῆξε παρ’ εὐρυρέεθρον Ὀρόντην, |
| book 33.210.5 | ὁππότε γαῖα χανοῦσα παρ’ εὐύδρου στόμα λίμνης |
| book 33.215.1 | παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ. |
| book 33.215.2 | τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς· |
| book 33.215.3 | ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην |
| book 33.215.4 | καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων· |
| book 33.215.5 | καὶ βραδὺν ἔννεπε Φοῖβον· ἀεὶ δ’ ὑπεμέμφετο γαίῃ, |
| book 33.220.1 | παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων· |
| book 33.220.2 | δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ |
| book 33.220.3 | εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη, |
| book 33.220.4 | μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ, |
| book 33.220.5 | μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων. |
| book 33.225.1 | ἀλλ’ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ, |
| book 33.225.2 | Χαλκομέδη μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης, |
| book 33.225.3 | ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου· |
| book 33.225.4 | οὐ τότε ῥόπτρα φέρουσα καὶ εὔια κύμβαλα Ῥείης |
| book 33.225.5 | ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου, |
| book 33.230.1 | ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης |
| book 33.230.2 | εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν, |
| book 33.230.3 | νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου. |
| book 33.230.4 | ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς, |
| book 33.230.5 | ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην, |
| book 33.235.1 | μεμφόμενος Φαέθοντα ταχύδρομον· ἑσπόμενον δὲ |
| book 33.235.2 | Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον· ἀσχαλόων δὲ |
| book 33.235.3 | Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν, |
| book 33.235.4 | αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν ἐρώτων· |
| book 33.235.5 | „ἔρρε, βέλος καὶ τόξον ἀρήιον· ἱμερόεν γὰρ |
| book 33.240.1 | φέρτερον ἄλλο βέλος με βιάζεται· ἔρρε, φαρέτρη· |
| book 33.240.2 | κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης. |
| book 33.240.3 | οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω· |
| book 33.240.4 | ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν, ἐάσσας |
| book 33.240.5 | βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ, |
| book 33.245.1 | ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης. |
| book 33.245.2 | οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι· ἀδρανέος γὰρ |
| book 33.245.3 | δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων· |
| book 33.245.4 | ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός, |
| book 33.245.5 | αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω |
| book 33.1 | μεσσόθι Βασσαρίδων, παλάμῃ δ’ ἵνα πῆχυν ἐρείσας |
| book 33.2 | σφίγξω δεσμὸν ἔρωτος ἐπ’ αὐχένι Χαλκομεδείης. ... |
| book 33.3 | εἰς Φρυγίην Διόνυσος ὀπάονα † Δηριαδῆα |
| book 33.4 | δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης |
| book 33.5 | Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω· |
| book 33.255.1 | Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον· ἀρχέγονον δὲ |
| book 33.255.2 | Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω, |
| book 33.255.3 | αὐχένα δοῦλον Ἔρωτος ὑποκλίνων Διονύσῳ· |
| book 33.255.4 | Πακτωλὸς φερέτω με· τί μοι πατρῷος Ὑδάσπης; |
| book 33.255.5 | Χαλκομέδης δ’ ἐχέτω με δόμος γλυκύς· ἐν πολέμοις γὰρ |
| book 33.260.1 | Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπ’ ἀμφοτέροισι βελέμνοις |
| book 33.260.2 | γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρα τις εἴπῃ· |
| book 33.260.3 | ‘Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην‘.“ |
| book 33.260.4 | τοῖα μὲν ἠύτησε· πολυφλοίσβῳ δὲ μερίμνῃ |
| book 33.260.5 | τήκετο Χαλκομέδης μεμνημένος· ἐν γὰρ ὀμίχλῃ |
| book 33.265.1 | θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες ἐρώτων. |
| book 33.265.2 | ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ |
| book 33.1 | ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης, |
| book 33.2 | καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ· |
| book 33.3 | οὐδέ τις ἴχνος ἔπειγε δι’ ἄστεος Ἰνδὸς ὁδίτης, |
| book 33.270.1 | οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης, |
| book 33.270.2 | οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ |
| book 33.270.3 | κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης |
| book 33.270.4 | ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ, |
| book 33.270.5 | ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ |
| book 33.275.1 | εὗδε γυνὴ ταλαεργός· ὄφις δέ τις ἥσυχος ἕρπων |
| book 33.275.2 | κεῖτο πεσών, κεφαλῇ † δὲ λύων παλινάγρετον οὐρὴν |
| book 33.275.3 | γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης· |
| book 33.275.4 | καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι λόχμῃ |
| book 33.275.5 | ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας. |
| book 33.280.1 | καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων |
| book 33.280.2 | ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς, |
| book 33.280.3 | μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσσας· |
| book 33.280.4 | καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας |
| book 33.280.5 | ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου |
| book 33.285.1 | ἔνθεον ἀστραίων δεδαημένος οἶστρον ἐρώτων, |
| book 33.285.2 | ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν |
| book 33.285.3 | νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου· |
| book 33.285.4 | ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων |
| book 33 | Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμάξης, |
| book 33.290.1 | γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίτην |
| book 33.290.2 | μιμηλῆς μεθέποντα νόθον δέμας Ἰοχεαίρης |
| book 33.290.3 | ἀγνώστοις μελέεσσιν· ὑπερτέλλοντα δὲ Ταύρου |
| book 33.290.4 | Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα, |
| book 33.290.5 | ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης |
| book 33.295.1 | ἀντίτυπον ποίησε τύπον τροχοειδέι κηρῷ, |
| book 33.295.2 | ἄχρι Πέλοψ γάμον εὗρε· καὶ ἀγχόθι Κασσιεπείης |
| book 33.295.3 | Αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην· |
| book 33.295.4 | καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς |
| book 33.295.5 | Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην, |
| book 33.1 | καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν· |
| book 33.2 | „ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς |
| book 33.3 | Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην |
| book 33.4 | μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων· |
| book 33.5 | τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω |
| book 33.305.1 | εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων, |
| book 33.305.2 | Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω. |
| book 33.305.3 | οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν· |
| book 33.305.4 | γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί· |
| book 33.305.5 | οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν. |
| book 33.310.1 | οὐ Φαέθων με φύτευσε· τί με κλονέεις, Ἀφροδίτη; |
| book 33.310.2 | οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης |
| book 33.310.3 | γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν. |
| book 33.1 | Χαλκομέδην ποθέω, καὶ ἀναίνεται. ἔρρε, φαρέτρη, |
| book 33.2 | ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί· |
| book 33.315.1 | Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης· |
| book 33.315.2 | βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.“ |
| book 33.315.3 | τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς. |
| book 33.315.4 | οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου |
| book 33.315.5 | Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου, |
| book 33.320.1 | Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας |
| book 33.320.2 | θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις |
| book 33.320.3 | Βάκχου μὴ παρεόντος· Ἐρυθραίῃ δὲ θαλάσσῃ |
| book 33.320.4 | ἔννυχον ἴχνος ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ· |
| book 33.320.5 | „Μηλίς, ἐπολβίζω σε· σὺ γάρ ποτε, νῆις ἐρώτων, |
| book 33.325.1 | αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ |
| book 33.325.2 | λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος· |
| book 33.325.3 | σὸν μόρον ὀλβίζω φιλοπάρθενον· οἰστρομανῆ γὰρ |
| book 33.325.4 | νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη, |
| book 33.325.5 | καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ, |
| book 33.330.1 | καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν |
| book 33.330.2 | Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης |
| book 33.330.3 | Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων, |
| book 33.330.4 | ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω, |
| book 33.330.5 | ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ, |
| book 33.335 | Κυπριδίων Μίνωος ἀφειδήσασαν ἐρώτων. |
| book 33.1 | οὔ με διεπτοίησεν ἐρωμανέων Ἐνοσίχθων, |
| book 33.2 | οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ |
| book 33.3 | πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν |
| book 33.4 | ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ |
| book 33.340.1 | κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων. |
| book 33.340.2 | δέξο με, δέξο, θάλασσα, φιλοξείνῳ σέο κόλπῳ· |
| book 33.340.3 | δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα· δέξο καὶ αὐτὴν |
| book 33.340.4 | ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους, |
| book 33.340.5 | ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην· |
| book 33.345.1 | Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.“ |
| book 33.345.2 | ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ· |
| book 33.345.3 | καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης, |
| book 33.345.4 | ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ, |
| book 33.345.5 | καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ |
| book 33.1 | Βάκχης τ’ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν· |
| book 33.2 | „τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν· |
| book 33.3 | αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης, |
| book 33.4 | μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σέο λέκτρων. |
| book 33.5 | εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή, |
| book 33.355.1 | οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ |
| book 33.355.2 | Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν, |
| book 33.355.3 | εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς |
| book 33.355.4 | θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι, |
| book 33.355.5 | μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι |
| book 33.360 | καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς. |
| book 33.1 | γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ |
| book 33.2 | αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων, |
| book 33.3 | Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει· |
| book 33.4 | ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις |
| book 33.365.1 | σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου, |
| book 33.365.2 | ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς |
| book 33.365.3 | εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους, |
| book 33.365.4 | οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος· ὑμετέρης γὰρ |
| book 33.365.5 | φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης· |
| book 33.370.1 | ὑμέτερον δὲ δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν |
| book 33.370.2 | στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ, |
| book 33.370.3 | ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης, |
| book 33.370.4 | ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ |
| book 33.370.5 | ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης· |
| book 33.375.1 | Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων |
| book 33.375.2 | ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ. |
| book 33.375.3 | ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς |
| book 33.375.4 | ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ. |
| book 33.375.5 | ἔσσο δὲ θαρσήεσσα γάμου χάριν· οὐ γὰρ ἀκοίτης |
| book 33.380.1 | ἔμπεδον ὑμετέρης ἀναλύσεται ἅμμα κορείης, |
| book 33.380.2 | οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης, |
| book 33.380.3 | οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.“ |
| book 33.380.4 | εἶπε παραιφαμένη· νεφέλῃ δ’ ἐκαλύψατο κούρην, |
| book 33 | μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ, |
| book 33.385.1 | φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης, |
| book 33.385.2 | ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ |
| book 33 | παρθενικὴν ἐρύσειεν ἐς εἰνοδίους ὑμεναίους. |
| book 34.1.1 | Κούρη δ’ οὐρεσίφοιτος ἑῷ ταχυδινέι ταρσῷ |
| book 34.1.2 | ἄψοφον ἴχνος ἔχουσα διέστιχεν ἐς ῥάχιν ὕλης· |
| book 34.1.3 | οὐδὲ Θέτις δήθυνεν ἐπ’ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ |
| book 34.1.4 | πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν. |
| book 34.5.1 | ἤδη δ’ ἀννεφέλοιο δι’ ἠέρος ὄμμα τιταίνων |
| book 34.5.2 | ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς· |
| book 34.5.3 | καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων· |
| book 34.5.4 | „πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή, |
| book 34.5.5 | εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ |
| book 34.10.1 | ἀμφ’ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι· |
| book 34.10.2 | κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω, |
| book 34.10.3 | μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή; |
| book 34.10.4 | ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ |
| book 34.10.5 | παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλ’ ἐνὶ θυμῷ |
| book 34.15.1 | Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω. |
| book 34.15.2 | οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον· ἢν δὲ δαμάσσω, |
| book 34.15.3 | πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω; |
| book 34.15.4 | κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.“ |
| book 34.15.5 | τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς, |
| book 34.20.1 | παφλάζων ὀδύνῃσι ποθοβλήτοιο μερίμνης. |
| book 34.20.2 | τὸν δὲ παλινδίνητον ἀλώμενον † ὑψόθεν εὐνῆς |
| book 34.20.3 | μουνάδος ἀμνήστοιο λελοιπότα δέμνια νύμφης, |
| book 34.20.4 | ἔδρακεν ἐγρήσσων θρασὺς Ὕσσακος· ὡς δολόεις δὲ |
| book 34.20.5 | κρυπτὸν ἀτεκμάρτων ἐφράσσατο κέντρον ἐρώτων, |
| book 34.25.1 | πιστότατος θεράπων· δολίῳ δέ μιν εἴρετο μύθῳ, |
| book 34.25.2 | τοῖον ἔπος προχέων ἀπατήλιον ἀνθερεῶνος· |
| book 34.25.3 | „τίπτε λιπὼν σέο λέκτρα καὶ ὑπναλέην σέο νύμφην |
| book 34.25.4 | πλάζεαι ἔνθα καὶ ἔνθα κατὰ κνέφας, ἄτρομε Μορρεῦ; |
| book 34.25.5 | μὴ τάχα Δηριάδης σε διεπτοίησεν ἀπειλῇ; |
| book 34.30.1 | μή σοι Χειροβίη κοτέει ζηλήμονι θυμῷ, |
| book 34.30.2 | ἐλπομένη φιλέειν σε δορικτήτην τινὰ Βάκχην; |
| book 34.30.3 | καὶ γὰρ ὅτ’ εἰσορόωσιν ἐρωμανέοντας ἀκοίτας, |
| book 34.30.4 | κρυπταδίην διὰ κύπριν ἀεὶ φθονέουσι γυναῖκες. |
| book 34.30.5 | μὴ τάχα πανδαμάτωρ θρασὺς Ἵμερος εἰς σὲ κορύσσει |
| book 34.35.1 | νυμφιδίους σπινθῆρας ἀκοιμήτοιο φαρέτρης; |
| book 34.35.2 | μή τινα Βασσαρίδων ποθέεις μίαν; ὡς μὲν ἀκούω, |
| book 34.35.3 | τρεῖς Χάριτες γεγάασι, χορίτιδες Ὀρχομενοῖο, |
| book 34.35.4 | ἀμφίπολοι Φοίβοιο, χοροπλεκέος δὲ Λυαίου |
| book 34.35.5 | εἰσὶ τριηκοσίων Χαρίτων στίχες, ὧν μία μούνη |
| book 34.40.1 | πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ |
| book 34.40.2 | φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων |
| book 34.40.3 | μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη. |
| book 34.40.4 | καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ, |
| book 34 | κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ· |
| book 34.45.1 | ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι |
| book 34.45.2 | Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω |
| book 34.45.3 | Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ χρύσασπιν Ἀθήνην.“ |
| book 34.45.4 | ὣς φαμένου ῥίγησε καὶ ὀφρύος ἄκρα καθέλκων |
| book 34.45.5 | αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς· |
| book 34.1 | „ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης |
| book 34.2 | δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου |
| book 34.3 | Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων |
| book 34.4 | εἰναλίην ἐς ἄρηα κασιγνήτην Ἀφροδίτην· |
| book 34.5 | ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος |
| book 34.55.1 | δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ δὲ κεστοῦ |
| book 34.55.2 | χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας |
| book 34.55.3 | Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην· |
| book 34.55.4 | ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ |
| book 34.55.5 | μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ. |
| book 34.60.1 | καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή· |
| book 34.60.2 | εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ, |
| book 34.60.3 | εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει, |
| book 34.60.4 | εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ |
| book 34 | καὶ κλονέει πυρόεντα, τί κεν ῥέξοιμι σιδήρῳ; |
| book 34.65.1 | εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης· |
| book 34.65.2 | οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω; |
| book 34.65.3 | ἔγχος ἀερτάζω; πυρὶ μάρναται. ἆορ ἐρύσσω; |
| book 34.65.4 | τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ. |
| book 34.65.5 | πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα |
| book 34.70.1 | ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ, |
| book 34.70.2 | ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας. |
| book 34.70.3 | Ὕσσακε, μὴ κρύψῃς· τίνα φάρμακα ποικίλα πάσσων |
| book 34.70.4 | ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος ἐρώτων; |
| book 34.70.5 | εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλ’ ὅτε λεύσσω |
| book 34.75.1 | Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή. |
| book 34.75.2 | οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα, |
| book 34.75.3 | ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου |
| book 34.75.4 | μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω. |
| book 34.75.5 | ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν, |
| book 34.80.1 | ἢ Θέτις ἢ Γαλάτεια συναιχμάζει Διονύσῳ.“ |
| book 34.80.2 | εἶπε, καὶ ἀκροτάτοισι μόγις βραδὺς ἴχνεσι βαίνων, |
| book 34.80.3 | μὴ νυχίην εὕδουσαν ἑὴν παράκοιτιν ἐγείρῃ, |
| book 34.80.4 | εἰς θάλαμον πάλιν ἦλθε· μελαγκόλποιο δὲ νύμφης |
| book 34.80.5 | τηλόθεν ἔτραπεν ὄμμα, καὶ ἤθελεν, ὄφρα φανεῖσα |
| book 34.85.1 | Χαλκομέδη λάμψειε καὶ ἠριγένεια φανείη. |
| book 34.85.2 | ἀσχαλόων δ’ ὑπ’ ἔρωτι κατηφέι κάππεσεν εὐνῇ· |
| book 34.85.3 | καὶ θεράπων ἄγρυπνος ἔχων πόθον ἡδέος ὕπνου |
| book 34.85.4 | Ὕσσακος αὖτις ἴαυεν ἑῆς ἐφύπερθε βοείης. |
| book 34.85.5 | Μορρέα δ’ ὑπνώοντα παρήπαφεν ὄψις ὀνείρου, |
| book 34.90.1 | κλεψινόων ἐλέφαντος ἀναΐξασα πυλάων, |
| book 34.90.2 | καί τινα μῦθον ἔειπεν ἐπήρατον ἠπεροπῆα· |
| book 34.90.3 | „δέχνυσο Χαλκομέδην πειθήμονα, νυμφίε Μορρεῦ· |
| book 34.90.4 | δέξο καὶ ἐν λεχέεσσι μετὰ πτολέμους σέο νύμφην· |
| book 34.90.5 | ἠματίην ὁρόων με τεὴν ηὔφραινες ὀπωπήν, |
| book 34.95.1 | καὶ νυχίῃ παρίαυε φιλήνορι Χαλκομεδείῃ. |
| book 34.95.2 | ἔστι καὶ ὑπναλέοιο γάμου χάρις, ἔστι καὶ αὐτῶν |
| book 34.95.3 | ἱμερόεις γλυκὺς οἶστρος ὀνειρείων ὑμεναίων. |
| book 34.95.4 | ἤθελον ἀγκὰς ἔχειν σε, καὶ ἐγγύθι φαίνεται Ἠώς.“ |
| book 34.95.5 | ὣς φαμένη πεπότητο· καὶ ἐξ ὕπνου θόρε Μορρεύς, |
| book 34.1 | ἀρχομένης δ’ ἐνόησεν ἀμερσιγάμου φάος Ἠοῦς· |
| book 34.2 | Χαλκομέδην δ’ ἐδόκησεν ἔχειν πόθον· αἶψα δὲ σιγῇ |
| book 34.3 | ἔννεπε Κυπριδίην ἀπατήλιον ἐλπίδα βόσκων· |
| book 34.4 | „τριπλόον Ἠριγένεια, φέρεις φάος, ὅττι κομίζεις |
| book 34.5 | Χαλκομέδην καὶ φέγγος ἄγεις καὶ νύκτα διώκεις. |
| book 34.105.1 | Μορρέος ἀγρύπνοιο παρήγορε, καὶ σὺ φαείνεις, |
| book 34.105.2 | Χαλκομέδη ῥοδόεσσα, ῥοδοστεφέος πλέον Ἠοῦς· |
| book 34.105.3 | οὔ ποτε τοῖον ἄγουσι ῥόδον λειμωνίδες Ὧραι. |
| book 34.105.4 | παρθενικὴ χαρίεσσα, τεαὶ μεθέπουσι παρειαὶ |
| book 34.105.5 | εἰαρινὸν λειμῶνα, τὸν οὐ χρόνος οἶδε μαραίνειν· |
| book 34.110.1 | ἄνθεα σοὶ θαλέουσιν, ὅτε φθινοπωρίδες Ὧραι· |
| book 34.110.2 | σὰ κρίνα καὶ κατὰ χεῖμα φαείνεται· ἀμφιέπει δὲ |
| book 34.110.3 | σὸν δέμας οὐ λήγουσαν ἐρευθομένην ἀνεμώνην, |
| book 34.110.4 | ἣν Χάριτες κομέουσι καὶ οὐκ ὀλέκουσιν ἀῆται. |
| book 34.110.5 | οὔνομα σὸν κόσμησας ἀριστεύουσα σιδήρῳ· |
| book 34.115.1 | ἅρμενον ἠνορέῃ τεὸν οὔνομα· Χαλκομέδην δὲ |
| book 34.115.2 | οὔ σε μάτην καλέουσι· σὲ γὰρ τέκε χάλκεος Ἄρης |
| book 34.115.3 | Κύπριδος ἐν λεχέεσσιν Ἐρωτοτόκοιο χορεύων. |
| book 34.115.4 | Χαλκομέδην μὲν ἅπαντες, ἐγὼ δέ σε μοῦνος ἐνίψω |
| book 34.115.5 | Χρυσομέδην, ὅτι κάλλος ἔχεις χρυσῆς Ἀφροδίτης· |
| book 34.120.1 | πείθομαι, ὡς Σπάρτηθεν ἔχεις γένος· ὡς δοκέω γάρ, |
| book 34.120.2 | Χαλκομέδην ἐλόχευσε σιδηροχίτων Ἀφροδίτη.“ |
| book 34.120.3 | τοῖον ἔπος κατέλεξε φιλαγρύπνων ἐπὶ λέκτρων. |
| book 34.120.4 | ἀλλ’ ὅτε φοινίσσοντι σέλας πέμπουσα προσώπῳ |
| book 34.120.5 | ὑσμίνης προκέλευθος ἑκηβόλος ἄνθορεν Ἠώς, |
| book 34.125.1 | Ἰνδῴην ἐκόρυσσε γονὴν λαοσσόος Ἄρης· |
| book 34.125.2 | καὶ τότε θωρηχθέντες ἐυτροχάλων ἐπὶ δίφρων |
| book 34.125.3 | ἅρματι Δηριάδαο συνήλυδες ἔρρεον Ἰνδοί. |
| book 34.1 | Βάκχοι δ’ οὐ παρεόντος ἀνικήτου Διονύσου |
| book 34.2 | ἐς πεδίον προχέοντο κατηφέες· ἐν κραδίῃ δὲ |
| book 34.130.1 | οὐκέτι θαρσήεντες ἐπεστρατόωντο κυδοιμῷ, |
| book 34.130.2 | ἀλλὰ φόβῳ δονέοντο· καὶ οὐ ῥηξήνορι λύσσῃ |
| book 34.130.3 | εἰσέτι χαλκοχίτωνες ἐβακχεύοντο γυναῖκες· |
| book 34.130.4 | οὐδὲ βαρυφθόγγοιο μεμυκότος ἀνθερεῶνος |
| book 34.130.5 | ἀφρὸν ἀνηκόντιζον, ἐν ἀφλοίσβῳ δὲ σιωπῇ |
| book 34.135.1 | μίμνεν ἀδεψήτοιο περίκροτα νῶτα βοείης· |
| book 34.135.2 | οὐ δαΐδες σελάγιζον ἐνυαλίης φλόγα πεύκης, |
| book 34.135.3 | καπνὸν ἐρευγομένης θανατηφόρον· ἀλλ’ ὑπὸ κέντρῳ |
| book 34.135.4 | δαιμονίης μάστιγος ἐθηλύνοντο μαχηταί. |
| book 34.135.5 | οὐ Σάτυροι κελάδησαν, ἐθήμονος οὐ θρόος αὐλοῦ |
| book 34.140.1 | ἔβρεμεν ἐγρεκύδοιμος· ἀβακχεύτῳ δὲ κυδοιμῷ |
| book 34.140.2 | Σιληνοὶ πολέμιζον ἐχέφρονες, οὐδὲ προσώπῳ |
| book 34.140.3 | μίλτον ἐπιχρίσαντες ὁμόχροον αἴθοπι λύθρῳ |
| book 34.140.4 | ξανθὸν ἐφοινίξαντο τύπον ψευδήμονι μορφῇ |
| book 34.140.5 | εἰς φόβον, οὐδὲ μέτωπα πεφυρμένα λευκάδι γύψῳ, |
| book 34.145.1 | ὡς πάρος, εὐρύνοντο· καὶ οὐ στομάτεσσι πιόντες |
| book 34.145.2 | θερμὸν ἐρημονόμοιο νεόσσυτον αἷμα λεαίνης |
| book 34.145.3 | Πᾶνες ἀελλήεντες ἐβακχεύοντο κυδοιμῷ, |
| book 34.1 | ἀλλὰ φόβῳ γεγάασιν ἐνηέες· ὀκναλέοι δὲ |
| book 34.2 | φειδομέναις ἤρασσον ἀδουπήτοις χθόνα χηλαῖς, |
| book 34.1 | φρικτὸν ἀναστείλαντες ὀρίδρομον ἅλμα χορείης. |
| book 34.2 | Δηριάδης δ’ ὑπέροπλος ἐπέχραεν ἄρσενι χάρμῃ, |
| book 34.3 | σείων ὡς τρυφάλειαν ἑῆς γλωχῖνα κεραίης· |
| book 34.4 | θηλυτέρῃ δὲ φάλαγγι θορὼν βακχεύετο Μορρεύς· |
| book 34.5 | οὐ γὰρ Χαλκομέδεια συνέμπορος ἵστατο Βάκχαις, |
| book 34.155.1 | ὄφρα μιν αἰδέσσοιτο, κατεσσυμένην δὲ γυναικῶν |
| book 34.155.2 | αἵματι πορφύρουσαν ἀναστείλειεν ἀκωκήν, |
| book 34.155.3 | ἀλλὰ τότε προμάχοισιν ὁμήλυδος ἥπτετο χάρμης |
| book 34.155.4 | παρθένος ἱμερόεσσα νέη κλυτότοξος Ἀμαζών, |
| book 34.155.5 | φάρεα λεπτὰ φέρουσα καὶ ἀστράπτοντα χιτῶνα |
| book 34.160.1 | ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ |
| book 34.160.2 | λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου. |
| book 34.160.3 | ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου |
| book 34.160.4 | Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς, |
| book 34.160.5 | ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ |
| book 34.165 | χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ, |
| book 34.1 | καὶ στίχα λυσιέθειραν ἐπὶ ζυγὰ δούλια σύρων |
| book 34.2 | ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι, |
| book 34.3 | ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς |
| book 34.4 | νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ, |
| book 34.170.1 | ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην, |
| book 34.170.2 | ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ· |
| book 34.170.3 | οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν |
| book 34.170.4 | παιδὸς ἑῆς, οὐ χρυσὸν ἀπείριτον, οὐ λίθον ἅλμης |
| book 34.170.5 | μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων |
| book 34.175.1 | Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς |
| book 34.175.2 | θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους, |
| book 34.175.3 | γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην· |
| book 34.175.4 | καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην, |
| book 34.175.5 | Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ. |
| book 34.180.1 | οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς, |
| book 34.180.2 | ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ |
| book 34.180.3 | Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν, |
| book 34.180.4 | ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην, |
| book 34.180.5 | εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ |
| book 34.185.1 | σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ, |
| book 34.185.2 | ἕδνα φέρων θαλάμων Κιλίκων ἱδρῶτας ἀέθλων, |
| book 34.185.3 | νυμφίος ἀκτήμων, ἀρετῇ δ’ ἐκτήσατο νύμφην, |
| book 34.1 | ὁππότε Μορρηνοῖο γάμων μνηστῆρι σιδήρῳ |
| book 34.2 | Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος |
| book 34.190.1 | αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος, |
| book 34.190.2 | καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ |
| book 34.190.3 | Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς. |
| book 34.190.4 | καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ |
| book 34.190.5 | θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς· |
| book 34.195.1 | κυδιόων δ’ ἀχάλινον ἀπερροίβδησεν ἰωήν· |
| book 34.195.2 | „σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης |
| book 34.195.3 | Βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.“ |
| book 34.195.4 | ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν· |
| book 34.195.5 | „Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ, |
| book 34.1 | ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων, |
| book 34.2 | ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ. |
| book 34.3 | ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δ’ ἐθελήσῃς, |
| book 34.4 | ἄλλας Βασσαρίδας ληίζεο, Χειροβίης δὲ |
| book 34.5 | ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου |
| book 34.205.1 | οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας |
| book 34.205.2 | δούλιον ἐς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω. |
| book 34.205.3 | μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς, |
| book 34.205.4 | μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς· |
| book 34.205.5 | ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης, |
| book 34.210.1 | μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην. |
| book 34.210.2 | αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω, |
| book 34.1 | Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω |
| book 34.2 | Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει· |
| book 34.3 | ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη |
| book 34.215.1 | παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀρύξω |
| book 34.215.2 | ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω |
| book 34.215.3 | φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων· |
| book 34.215.4 | πέρσω δ’, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης, |
| book 34.215.5 | καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ |
| book 34.220.1 | λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.“ |
| book 34.220.2 | εἶπεν ἄναξ ἀθέμιστος, ἐνυαλίοιο δὲ γαμβροῦ |
| book 34.220.3 | ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ |
| book 34.220.4 | Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας |
| book 34.220.5 | ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δ’ ἐνὶ δεσμῷ |
| book 34.225.1 | ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες. |
| book 34.225.2 | τὰς μὲν ἄγων Φλογίος βασιληίδος ἄγγελα νίκης |
| book 34.225.3 | σφιγγομένας πόμπευε δι’ ἄστεος. ὑψιτενεῖς δὲ |
| book 34.225.4 | αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου |
| book 34.225.5 | ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ· |
| book 34.230.1 | ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντι ῥεέθρῳ· |
| book 34.230.2 | αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο βερέθροις |
| book 34.230.3 | φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων |
| book 34.1 | χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ· |
| book 34.2 | καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος |
| book 34.235.1 | ἡμιθανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ· |
| book 34.235.2 | „ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ· |
| book 34.235.3 | οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ |
| book 34.235.4 | εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση |
| book 34.235.5 | καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου, |
| book 34.240.1 | καὶ μόρον ἐγγὺς ἔχω διδυμόζυγον· ἰλυόεις γὰρ |
| book 34.240.2 | ξεῖνος δεσμὸς ἔχει με, καὶ οὐκέτι ταρσὸν ἀείρω, |
| book 34.240.3 | ὑγρὰ δὲ ῥιζώσασα πεπηγότα γούνατα πηλῷ |
| book 34.240.4 | ἵσταμαι ἀστυφέλικτος ἐγὼ Μοίρῃσιν ἑτοίμη. |
| book 34.240.5 | καὶ ποταμός με δίωκε, καὶ οὐ χυτὸν ἔτρεμον ὕδωρ· |
| book 34.245.1 | αἴθε καὶ οὗτος ἔην κελάδων ῥόος, ὄφρα καὶ αὐτοῦ |
| book 34.245.2 | χεῖρας ἐρετμώσασα διατμήξω μέλαν ὕδωρ.“ |
| book 34.245.3 | ἔννεπεν· οἰγομένῳ δὲ κατάρρυτα χεύματα λαιμῷ |
| book 34.245.4 | δεχνυμένη κατὰ βαιὸν ἀτυμβεύτῳ θάνε πότμῳ. |
| book 34.245.5 | αὐτὰρ ὁ Χαλκομέδης πεπεδημένος ἡδέι κέντρῳ |
| book 34.1 | Μαιναλίδων ἀσίδηρον ὅλον στρατὸν ἤλασε Μορρεὺς |
| book 34.2 | εἰς πόλιν ὀφρυόεσσαν, ὀπίστερος ἔγχεϊ νύσσων. |
| book 34.3 | ὡς δ’ ὅτε μηλονόμος πολυχανδέος εἰς μυχὰ μάνδρης |
| book 34.4 | συμμιγέων ὀίων σποράδας στίχας εἰς ἓν ἐλαύνων |
| book 34.5 | εἰροπόκων ἴθυνε καλαύροπι πώεα μήλων |
| book 34.255 | πασσυδίῃ, πολέες δὲ συνεστιχόωντο βοτῆρες |
| book 34.1 | μῆλα περισφίγγοντες ὁμόζυγι πήχεος ὁλκῷ |
| book 34.2 | προτροπάδην στοιχηδὸν ἀρηρότα, μή ποτε ποίμνης |
| book 34.3 | κλειομένης πλάζοιτο παράτροπος ἐσμὸς ἀλήτης· |
| book 34.4 | ὣς ὅ γε θῆλυν ὅμιλον ἔσω πυλεῶνος ἐέργων |
| book 34.260.1 | εἰς πόλιν αἰπύδμητον ἀελλόπος ἤλασε Μορρεὺς |
| book 34.260.2 | Βακχείην στίχα πᾶσαν ἀποσπάδα δηιοτῆτος. |
| book 34.260.3 | καὶ μογέων δόλον εἶχεν ἐτώσιον, ὄφρα κυδοιμοῦ |
| book 34.260.4 | ληίδα καλλιγύναικα λαβὼν μετανάστιον ἄγρην |
| book 34.260.5 | Χαλκομέδην ἐρύσειεν ὑπὸ ζυγὰ δουλοσυνάων, |
| book 34.265.1 | ἄλλαις θηλυτέρῃσιν ὁμόστολον, ὄφρα οἱ αἰεὶ |
| book 34.265.2 | ἠματίη θεράπαινα καὶ ἔννυχος εὐνέτις εἴη, |
| book 34.265.3 | καὶ διδύμων τελέσειεν ἀμοιβαδὶς ἔργα θεάων, |
| book 34.265.4 | λάθρια Κύπριδος ἔργα καὶ ἀμφαδὸν ἱστὸν Ἀθήνης ... |
| book 34.265.5 | Μορρεὺς δ’ οὐκ ἀμέλησε δορυσσόος· ἀγχεμάχῳ γὰρ |
| book 34.270.1 | Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν ἐνυώ, |
| book 34.270.2 | Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ, |
| book 34.270.3 | ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς ... |
| book 34.270.4 | εἰς φόβον ἠπείγοντο. θυελλήεσσα δὲ κούρη |
| book 34.270.5 | ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου, |
| book 34.275.1 | παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν |
| book 34.275.2 | νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη, |
| book 34.1 | ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης |
| book 34.2 | λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ· |
| book 34.3 | Μορρεὺς δ’ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου |
| book 34.280.1 | λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ. |
| book 34.280.2 | καὶ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ |
| book 34.280.3 | παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης, |
| book 34.280.4 | Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ· |
| book 34.280.5 | καὶ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳ |
| book 34.285.1 | ἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν |
| book 34.285.2 | Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ, |
| book 34.285.3 | ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένης δὲ |
| book 34.289 | μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς |
| book 34.288 | μαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου· |
| book 34.290.1 | καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς, |
| book 34.290.2 | καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν· |
| book 34.290.3 | „ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ, |
| book 34.290.4 | Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης, |
| book 34.290.5 | Βακχιὰς Ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη, |
| book 34.295.1 | γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς |
| book 34.295.2 | Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.“ |
| book 34.295.3 | ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην, |
| book 34.295.4 | γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων, |
| book 34.295.5 | μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων, |
| book 34.1 | μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων· |
| book 34.2 | καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον ἠχώ, |
| book 34.3 | ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ, |
| book 34.4 | εἶχε νόον γελόωντα, χόλον δ’ ἀνέφηνε προσώπῳ. |
| book 34.5 | ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν |
| book 34.305.1 | ἐς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα |
| book 34.305.2 | ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις· |
| book 34.305.3 | τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ |
| book 34.305.4 | πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται, |
| book 34.305.5 | αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ. |
| book 34.310.1 | φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς, |
| book 34.310.2 | πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλων |
| book 34.310.3 | καὶ σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων |
| book 34.310.4 | πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης |
| book 34.310.5 | Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ, |
| book 34.315.1 | μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος· |
| book 34.315.2 | „μίμνε με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν· |
| book 34.315.3 | ῥύεται ἀγλαΐη σε, καὶ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ |
| book 34.315.4 | ἄνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες ἐρώτων. |
| book 34.315.5 | δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γὰρ |
| book 34.320.1 | χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν· |
| book 34.320.2 | ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ |
| book 34.320.3 | ὡς ξίφος, ὡς δόρυ θοῦρον ἔχεις ἀκτῖνα προσώπου, |
| book 34.320.4 | καὶ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί. |
| book 34 | φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις δέ, |
| book 34.325.1 | εἰ δόρυ θοῦρον ἔχω νικώμενον, ὅττι καὶ αὐτὸς |
| book 34.325.2 | Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης. |
| book 34.325.3 | δέξο με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ |
| book 34.325.4 | Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω. |
| book 34.325.5 | ἢν ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ· |
| book 34.330.1 | ἢν δ’ ἐθέλῃς, με δάμαζε κατ’ αὐχένος ἢ κενεῶνος· |
| book 34.330.2 | οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ· |
| book 34.330.3 | μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ |
| book 34.330.4 | δάκρυα Χαλκομέδης με καὶ ἐξ Ἀίδαο κομίσσει. |
| book 34.330.5 | παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω; |
| book 34.335.1 | σοὺς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων |
| book 34.335.2 | ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων· |
| book 34.335.3 | νεβρίδα παπταίνων στυγέω θώρηκα φορέσσαι.“ |
| book 34.335.4 | ὣς φαμένου παράμειβε γυνὴ καὶ ἐμίγνυτο Βάκχοις, |
| book 34.335.5 | καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κυδοιμοῦ |
| book 34.340.1 | θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ. |
| book 34.340.2 | καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ |
| book 34.340.3 | ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς. |
| book 34.340.4 | Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτων |
| book 34.340.5 | Δηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων, |
| book 34.345.1 | οἰγομένου στίχα πᾶσαν ἔσω πυλεῶνος ἐέργων |
| book 34.345.2 | τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ |
| book 34.345.3 | ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης· |
| book 34.345.4 | ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου |
| book 34.345.5 | ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὔρου, |
| book 34.1 | εἰς ῥαχίην Ζεφύροιο παρ’ Ἑσπέριον κλίμα γαίης, |
| book 34.2 | αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆος |
| book 34.3 | Βασσαρίδες κλονέοντο· καὶ ἀρσενόθυμον ἀνάγκην |
| book 34.4 | Μαινάδες ἠλλάξαντο, πάλιν δ’ ἐγένοντο γυναῖκες, |
| book 34.5 | καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης |
| book 34.355.1 | καὶ ταλάρων μνήσαντο, καὶ ἤθελον αὖτις Ἀθήνης |
| book 34.355.2 | ἀμφιέπειν κλωστῆρα καὶ οὐκέτι θύσθλα Λυαίου. |
| book 34.355.3 | καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ |
| book 34 | ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ. |
| book 35.1.1 | Δηριάδης δ’ ἀπέλεθρος ἐμάρνατο θυιάδι χάρμῃ, |
| book 35.1.2 | καὶ Βρομίου προπόλοισιν ἐπέχραε κοίρανος Ἰνδῶν, |
| book 35.1.3 | πῇ μὲν ἀκοντίζων δολιχῷ δορί, πῇ δὲ δαΐζων |
| book 35.1.4 | ἄορι κωπήεντι, χαραδραίοις δὲ βελέμνοις |
| book 35.5.1 | τοξεύων πεφόρητο καὶ ὀξυτέροισιν ὀιστοῖς. |
| book 35.5.2 | ὣς αἱ μὲν κλονέοντο κατὰ πτόλιν ἔνδοθι πύργων |
| book 35.5.3 | ἔγχεϊ Δηριάδαο· πολυγλώσσῳ δὲ κυδοιμῷ |
| book 35.5.4 | ἀμφοτέρων κτύπος ἦεν· ἐρευθιόωντι δὲ λύθρῳ |
| book 35.5.5 | ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ |
| book 35.10.1 | κτεινομένων καναχηδὸν ἐν ἄστεϊ θηλυτεράων. |
| book 35.10.2 | ἀκλινέες δὲ γέροντες ἀερσιλόφων ἐπὶ πύργων |
| book 35.10.3 | φύλοπιν ἐσκοπίαζον· ὑπὲρ τεγέων δὲ καὶ αὐταὶ |
| book 35.10.4 | θυρσοφόρον στίχα πᾶσαν ἐθηήσαντο γυναῖκες· |
| book 35.10.5 | καί τις ὑπὲρ μεγάροιο περικλινθεῖσα τιθήνῃ |
| book 35.15.1 | παρθένος ἑλκεσίπεπλος ἐδέρκετο θῆλυν ἐνυὼ |
| book 35.15.2 | καὶ κταμένῃ βαρύδακρυς ἐπέστενεν ἥλικι κούρῃ. |
| book 35.15.3 | οὐδέ τις ἱμερόεσσαν ἑλὼν ἐβιήσατο νύμφην, |
| book 35.15.4 | ὅττι γυναιμανέεσσιν ἄναξ ἐπετέλλετο λαοῖς |
| book 35.15.5 | φεύγειν δήια λέκτρα δορικτήτων ὑμεναίων, |
| book 35.20.1 | μὴ Παφίης ἀλέγοντες ἀφειδήσωσιν Ἐνυοῦς. |
| book 35.20.2 | καί τις ὑπὲρ δαπέδοιο περισκαίρουσα κονίη |
| book 35.20.3 | παρθενικὴ γυμνοῦτο· παρελκομένου δὲ χιτῶνος |
| book 35.20.4 | ἀγλαΐῃ κεκόρυστο καὶ ἱμείροντα φονῆα |
| book 35.20.5 | οὔτασεν οὐτηθεῖσα, βέλος δέ οἱ ἔπλετο μορφή, |
| book 35.25.1 | καὶ φθιμένη νίκησε· κατ’ ἀντιβίοιο δὲ γυμνοὶ |
| book 35.25.2 | μηροὶ ἐθωρήχθησαν, ὀιστευτῆρες ἐρώτων. |
| book 35.25.3 | καί νύ κε νεκρὸν ἔχων πόθον ἄπνοον, ὥς περ Ἀχιλλεύς, |
| book 35.25.4 | ἄλλην Πενθεσίλειαν ὑπὲρ δαπέδοιο δοκεύων |
| book 35.25.5 | ψυχρὰ κονιομένης προσπτύξατο χείλεα νύμφης, |
| book 35.30.1 | εἰ μὴ Δηριαδῆος ἐδείδιεν ὄγκον ἀπειλῆς. |
| book 35.30.2 | καὶ γυμνῆς σκοπίαζεν ἀναινομένης χρόα κούρης, |
| book 35.30.3 | καὶ σφυρὰ λευκὰ δόκευε καὶ ἀσκεπέων πτύχα μηρῶν, |
| book 35.30.4 | καὶ μελέων ἔψαυσε, καὶ ἥψατο πολλάκι μαζοῦ |
| book 35.30.5 | οἰδαλέου ῥοδόεντος, ἐοικότος εἰσέτι μήλῳ· |
| book 35.35.1 | ἤθελε καὶ φιλότητι μιγήμεναι· ὀψὲ δὲ κάμνων |
| book 35.35.2 | τοίην ἱμερόεσσαν ἀνήρυγεν ἄφρονα φωνήν· |
| book 35.35.3 | „παρθενικὴ ῥοδόπηχυ, τεὸν δυσέρωτα φονῆα |
| book 35.35.4 | οὔτασας οὐταμένη, φθιμένη ζώοντα δαμάζεις, |
| book 35.35.5 | καὶ σὺ τεὸν βλεφάροισιν ὀιστεύεις ὀλετῆρα· |
| book 35.40.1 | ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου |
| book 35.40.2 | μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων· |
| book 35.40.3 | στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν |
| book 35.1 | μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες ἐρώτων. |
| book 35.2 | ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω |
| book 35.45.1 | κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων· |
| book 35.45.2 | ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν, |
| book 35.45.3 | χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα· γενέσθω, |
| book 35.45.4 | σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω ... |
| book 35.45.5 | τοῖον ἔπος βοόωσα· ‘κυλινδομένην ἐπὶ γαίῃ, |
| book 35.1 | ἣν κτάνες, ἣν σύλησας, ἀτάσθαλε, κάλλιπε κούρην· |
| book 35.2 | ἣν σέο χαλκὸς ἔταμνεν, ἐμοῦ μὴ ψαῦε χιτῶνος· |
| book 35.3 | τί κρατέεις κενεῶνα, τὸν οὔτασας; ἴσχεο δειλῆς |
| book 35.4 | ἀμφαφόων ἐμὸν ἕλκος, ὅ μοι πόρες.‘ ἐρρέτω αἰχμή, |
| book 35.5 | ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα |
| book 35.55.1 | Σιληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις |
| book 35.55.2 | καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων, |
| book 35.55.3 | ἀντὶ δασυστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα. |
| book 35.55.4 | ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων ... |
| book 35.55.5 | ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης |
| book 35.60.1 | ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω |
| book 35.60.2 | γηραλέον Χείρωνα φερέσβιον; ἢ πόθεν εὕρω |
| book 35.1 | φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης; |
| book 35.2 | ἤθελον, ἣν καλέουσιν, ἔχειν Κενταυρίδα ποίην, |
| book 35.3 | ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας |
| book 35.65.1 | ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω. |
| book 35.65.2 | ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν, |
| book 35.68 | ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ |
| book 35.67 | οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος; |
| book 35.69 | ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν, |
| book 35.70.1 | ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ |
| book 35.70.2 | πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν |
| book 35.70.3 | ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω. |
| book 35.70.4 | Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων, |
| book 35.70.5 | εἰ θέμις, ἀτρυγέτοιο λιπὼν κευθμῶνα θαλάσσης |
| book 35.75.1 | δεῖξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην, |
| book 35.75.2 | ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις |
| book 35.75.3 | ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.“ |
| book 35.75.4 | ὣς εἰπὼν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων. |
| book 35.75.5 | καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη |
| book 35.80.1 | Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην· |
| book 35.80.2 | θηλυτέρην δὲ φάλαγγα διέσχισεν· ἦν δὲ νοῆσαι |
| book 35.1 | ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην. |
| book 35.2 | Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν |
| book 35.3 | ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ, |
| book 35.85.1 | ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος |
| book 35.85.2 | Τοξέος αἰθύσσουσα κασιγνήτοιο βοείην, |
| book 35.85.3 | μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου. |
| book 35.85.4 | Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ |
| book 35.85.5 | θάρσος ἐνυαλίης μιμήσατο Δηιανείρης, |
| book 35.90.1 | ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ |
| book 35.90.2 | θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θοῦρις Ἀμαζών. |
| book 35.90.3 | πολλαὶ δ’ εὐρυχόροισι περικλείοντο μελάθροις, |
| book 35.90.4 | καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ. |
| book 35.90.5 | ἄλλη δ’ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα |
| book 35.95.1 | παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι |
| book 35.95.2 | λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες· |
| book 35.95.3 | ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν ἐνυώ. |
| book 35.95.4 | ὄφρα μὲν ἐγρεμόθοιο δι’ ἄστεος ἔβρεμεν ἄρης, |
| book 35.95.5 | Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δαΐζων, |
| book 35.1 | τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη |
| book 35.2 | νόστιμον ἐκ πολέμοιο μετατρέψασα πορείην, |
| book 35.3 | οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ· |
| book 35.1 | καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων, |
| book 35.2 | παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς, |
| book 35.105.1 | εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων. |
| book 35.105.2 | τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης· |
| book 35.105.3 | θέλγετο δ’ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς, |
| book 35.105.4 | παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην. |
| book 35.105.5 | ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ, |
| book 35.110.1 | ὠκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην· |
| book 35.110.2 | „εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ, |
| book 35.110.3 | κάτθεο σὸν θώρηκα σιδήρεον, ὅττι χορεύει |
| book 35.110.4 | εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης, |
| book 35.110.5 | εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων, |
| book 35.115.1 | ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι |
| book 35.115.2 | ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς, |
| book 35.115.3 | Μορρέα θοῦρος Ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη. |
| book 35.115.4 | οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ὑψόθι λέκτρων, |
| book 35.115.5 | αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ· |
| book 35.120.1 | ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης |
| book 35.120.2 | ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο· |
| book 35.120.3 | ῥῖψον ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν, |
| book 35.120.4 | μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή· |
| book 35.120.5 | κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων, |
| book 35.125 | ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης· |
| book 35.1 | μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου· |
| book 35.2 | τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς; |
| book 35.3 | οὐκέτι Μαιονίης ἐπιβήσομαι· οὐδ’ ἐνὶ παστῷ |
| book 35.4 | δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην· |
| book 35.130.1 | ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς |
| book 35.130.2 | κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην |
| book 35.130.3 | κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς |
| book 35.130.4 | Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζουσαν ἀκοίτῃ· |
| book 35.130.5 | εἰς σὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων |
| book 35.135.1 | Ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνάγκην, |
| book 35.135.2 | εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ. |
| book 35.135.3 | κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην |
| book 35.135.4 | παρθένος αἰδομένη προκαλίζεται εἰς ἀφροδίτην.“ |
| book 35.135.5 | ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν |
| book 35.140.1 | ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς· |
| book 35.140.2 | „οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν |
| book 35.140.3 | χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης, |
| book 35.140.4 | ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων· |
| book 35.140.5 | ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης |
| book 35.145.1 | ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω |
| book 35.145.2 | χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἁβρὸς ἀκοίτης, |
| book 35.145.3 | γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην. |
| book 35.145.4 | κούρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω |
| book 35.145.5 | ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην· |
| book 35 | οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις, |
| book 35.1 | ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω |
| book 35.2 | οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων· |
| book 35.3 | ῥίψω δ’ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω, |
| book 35.4 | ὑμετέρῳ βασιλῆι συναιχμάζων Διονύσῳ.“ |
| book 35.155.1 | ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς, |
| book 35.155.2 | καὶ λόφον ἱδρώοντος ἀπεσφήκωσε καρήνου, |
| book 35.155.3 | μυδαλέης τ’ ἔρριψεν ἑῆς τελαμῶνα βοείης |
| book 35.155.4 | εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ἠθάδος ὤμου· |
| book 35.155.5 | λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα, |
| book 35.160.1 | αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ |
| book 35.160.2 | Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις |
| book 35.160.3 | μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης· |
| book 35.160.4 | καί τινα μῦθον ἔειπεν, ἑὸν δ’ ἐρέθιζεν ἀκοίτην· |
| book 35.160.5 | „Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς· |
| book 35.165.1 | οὐ φορέει θώρηκα καὶ οὐ ξίφος, ἀλλὰ γυναῖκα |
| book 35.165.2 | ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν. |
| book 35.165.3 | καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ |
| book 35.165.4 | λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ |
| book 35.165.5 | Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει |
| book 35.170.1 | ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ |
| book 35.170.2 | ἔγχος ἐμὸν πέλε κάλλος, ἐμὸν ξίφος ἔπλετο μορφή, |
| book 35.170.3 | καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί· |
| book 35.170.4 | μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ |
| book 35.170.5 | ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς. |
| book 35.175.1 | μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται |
| book 35.175.2 | χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης, |
| book 35.175.3 | μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ. |
| book 35.175.4 | οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ |
| book 35.175.5 | ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί· |
| book 35.180.1 | δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων, |
| book 35.180.2 | καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ. |
| book 35.180.3 | Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσσας |
| book 35.180.4 | νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.“ |
| book 35.180.5 | εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη, |
| book 35.185.1 | Ἄρεα κερτομέουσα γαμοστόλον. ἄγχι δὲ πόντου |
| book 35.185.2 | καλλείψας ἀκόμιστον ἐπ’ αἰγιαλοῖο χιτῶνα |
| book 35.185.3 | θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς, |
| book 35.185.4 | γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ, |
| book 35.185.5 | θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις |
| book 35.190.1 | Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην, |
| book 35.190.2 | εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης· |
| book 35.190.3 | λουσάμενος δ’ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν, |
| book 35.190.4 | ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη, |
| book 35.190.5 | οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα. |
| book 35.195.1 | καὶ κενεῇ χρόα λοῦσεν ἐπ’ ἐλπίδι· χιόνεος γὰρ |
| book 35.195.2 | ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ· |
| book 35.195.3 | καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ, |
| book 35.1 | οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί. |
| book 35.2 | ἱσταμένη δ’ ἄφθογγος ἐπ’ ᾐόνος εἶχε σιωπὴν |
| book 35.1 | Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη |
| book 35.2 | Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς, |
| book 35.3 | ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ |
| book 35.4 | ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη. |
| book 35.5 | ἀλλ’ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς, |
| book 35.205.1 | τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ |
| book 35.205.2 | εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης· |
| book 35.205.3 | καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ |
| book 35.205.4 | νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην· |
| book 35.205.5 | ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου, |
| book 35.210.1 | παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην |
| book 35.210.2 | ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ· |
| book 35.210.3 | ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν |
| book 35.210.4 | πέτραι ἐμυκήσαντο· φόβῳ δ’ ἐλελίζετο Μορρεὺς |
| book 35.210.5 | αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων, |
| book 35.215.1 | παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης· |
| book 35.215.2 | καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν, |
| book 35.215.3 | οὐρὴν ἀγκυλόκυκλον ἐπ’ αὐχένι φωτὸς ἑλίξας, |
| book 35.215.4 | ἔγχος ἔχων στόμα λάβρον. ἐτοξεύοντο δὲ πολλοὶ |
| book 35.215.5 | ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί· |
| book 35.220.1 | οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης, |
| book 35.220.2 | οἱ δὲ δρακοντοκόμοιο δι’ ἰξύος, οἱ δ’ ἀπὸ κόλπου |
| book 35.1 | ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί. |
| book 35.2 | ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς, |
| book 35.3 | Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων, |
| book 35.225.1 | τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος ἐνυὼ |
| book 35.225.2 | ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος. |
| book 35.225.3 | καὶ γὰρ ἀπ’ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς, |
| book 35.225.4 | ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου, |
| book 35.225.5 | Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ· |
| book 35.230.1 | δαιμονίην δὲ γυναῖκες ὅτ’ ἔκλυον εὔιον ἠχώ, |
| book 35.230.2 | εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων |
| book 35.230.3 | Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου |
| book 35.230.4 | ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων· |
| book 35.230.5 | καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς |
| book 35.235.1 | νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ |
| book 35.235.2 | φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ |
| book 35.235.3 | Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις |
| book 35.235.4 | φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν |
| book 35.235.5 | λάθριος ἡγεμόνευε δι’ ἄστεος ἄπτερος Ἑρμῆς· |
| book 35.240.1 | χειρὶ δὲ θεσπεσίῃ βριαρὴν κληῖδα πυλάων |
| book 35.240.2 | ἡλιάδων ὤιξε, καὶ ἠέλιος πέλε Βάκχαις. |
| book 35.240.3 | ἠματίην δ’ ὅτε νύκτα φαεσφόρος ἤλασεν Ἑρμῆς, |
| book 35.240.4 | Δηριάδης ὑπέροπλος ἔχων ἀτέλεστον ἀπειλὴν |
| book 35.240.5 | Βασσαρίδων μάστευε λιπόπτολιν ἐσμὸν ὁδίτην. |
| book 35.245 | ὡς δ’ ὅτε τις κατὰ νύκτα βαθυπλούτοις ἐν ὀνείροις |
| book 35.1 | τέρπεται, ἀπρήκτοισιν ἐπ’ ἐλπωρῇσιν ἀείρων |
| book 35.2 | ἀφνειαῖς παλάμῃσι μινυνθαδίου χύσιν ὄλβου, |
| book 35.3 | ὑπναλέων κτεάνων ἀπατήλιον ἐλπίδα βόσκων· |
| book 35.4 | ἀλλ’ ὅτε φαινομένης ῥοδοειδέος Ἠριγενείης |
| book 35.1 | χάζεται εὐκτεάνοιο παλίλλυτος ὄψις ὀνείρου, |
| book 35.2 | σὺν κενεαῖς παλάμῃσιν ἐγείρεται, οὐδὲν ἀείρων, |
| book 35.3 | ῥίψας κλεψινόων σκιοειδέα τέρψιν ὀνείρων· |
| book 35.4 | ὣς τότε Δηριάδης, ὅτε μὲν ζόφος εἶχεν ἀγυιάς, |
| book 35.5 | τέρπετο Βασσαρίδων δοκέων αὐτόσσυτον ἄγρην |
| book 35.255.1 | ἀμφιέπειν ἔντοσθεν ἐεργομένων πυλεώνων, |
| book 35.255.2 | ψευδομένην ἀνόνητον ἔχων σκιοειδέα νίκην· |
| book 35.255.3 | ἀλλ’ ὅτε φέγγος ἔλαμψε, καὶ οὐκέτι δέρκετο Βάκχας, |
| book 35.255.4 | ὡς ὄναρ ἔδραμε πάντα, καὶ ἴαχε πενθάδι φωνῇ· ... |
| book 35.255.5 | ὣς Διὶ καὶ Φαέθοντι χολώετο καὶ Διονύσῳ, |
| book 35.260.1 | Μαιναλίδας φυγάδας διζήμενος. ἀμφὶ δὲ πύργους |
| book 35.260.2 | Βασσαρίδες κελάδησαν ἀνάμπυκες εὐάδι φωνῇ. |
| book 35.260.3 | Δηριάδης δ’ ἐδίωκε τὸ δεύτερον. ἔγρετο δὲ Ζεὺς |
| book 35.260.4 | Καυκάσου ἐν κορυφῇσιν ἀπορρίψας πτερὸν Ὕπνου· |
| book 35.260.5 | καὶ δόλον ἠπεροπῆα μαθὼν κακοεργέος Ἥρης |
| book 35.265.1 | Σιληνοὺς ἐδόκευε πεφυζότας, ἔδρακε Βάκχας |
| book 35.265.2 | σπερχομένας ἀγεληδὸν ἀπὸ τριόδων, ἀπὸ πύργων, |
| book 35.265.3 | καὶ Σατύρους κείροντα καὶ ἀμώοντα γυναῖκας |
| book 35.265.4 | Δηριάδην ἐνόησεν ὀπίστερον, ὄρχαμον Ἰνδῶν, |
| book 35 | υἱέα δ’ ἐν δαπέδῳ κατακείμενον· ἀμφὶ δὲ νύμφαι |
| book 35.270.1 | ἐγγὺς ἔσαν στεφανηδόν· ὁ δὲ στροφάλιγγι κονίης |
| book 35.270.2 | κεῖτο καρηβαρέων, ὀλιγοδρανὲς ἄσθμα τιταίνων, |
| book 35.270.3 | ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης. |
| book 35.270.4 | καὶ φθονερῆς ἤλεγξε δόλον δυσμήχανον Ἥρης, |
| book 35.270.5 | καὶ δολίην παράκοιτιν ἐμέμψατο κέντορι μύθῳ· |
| book 35.275.1 | καί νύ κεν ἀχλυόεντος ὁμέστιον Ἰαπετοῖο |
| book 35.275.2 | Ὕπνον ὀμιχλήεντι κατεκλήισε βερέθρῳ, |
| book 35.275.3 | εἰ μὴ Νὺξ ἱκέτευε, θεῶν δμήτειρα καὶ ἀνδρῶν. |
| book 35.275.4 | καὶ μόγις εὐνήσας ὀλοὸν χόλον ἴαχεν Ἥρῃ· |
| book 35.275.5 | „οὔ πω ἐμῆς Σεμέλης ἐκορέσσαο, δύσμαχος Ἥρη, |
| book 35.280.1 | ἀλλ’ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ |
| book 35.280.2 | σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ, |
| book 35.280.3 | λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης; |
| book 35.280.4 | Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίζεις Διονύσῳ; |
| book 35.280.5 | ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι, |
| book 35.285.1 | εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας |
| book 35.285.2 | ὑμετέροις ἔσφιγξα· σὺ δ’ ἄστατος ὑψόθι γαίης |
| book 35.285.3 | αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην· |
| book 35.285.4 | καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης |
| book 35.285.5 | δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ· |
| book 35.290.1 | οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ |
| book 35.290.2 | τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ. |
| book 35.290.3 | δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ· |
| book 35.1 | Ἄρεα δ’ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω |
| book 35.2 | καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω, |
| book 35.295.1 | εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης |
| book 35.295.2 | Τάνταλος ἠερόφοιτος ἢ Ἰξίων μετανάστης, |
| book 35.295.3 | εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν. |
| book 35.295.4 | ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς |
| book 35.295.5 | λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου· |
| book 35.1 | μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα |
| book 35.2 | Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης |
| book 35.3 | Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην, |
| book 35.4 | ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀφύσσῃ |
| book 35.5 | σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου, |
| book 35.305.1 | καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ· |
| book 35.305.2 | ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου |
| book 35.305.3 | σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου. |
| book 35.305.4 | καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ |
| book 35.305.5 | στηρίξω κατ’ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ, |
| book 35.310.1 | Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω |
| book 35.310.2 | ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ· |
| book 35.310.3 | μοῦνον ἐμοὶ πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν, |
| book 35.310.4 | μηδὲ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσῳ.“ |
| book 35.310.5 | ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην |
| book 35.315.1 | Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ, |
| book 35.315.2 | ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ, |
| book 35.1 | ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις |
| book 35.2 | χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν. |
| book 35.3 | Ἥρη δ’ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς |
| book 35.320.1 | θεσπεσίῃ ῥαθάμιγγι δέμας χρίσασα Λυαίου |
| book 35.320.2 | ἄγρια δαιμονίης ἀπεσείσατο λύματα λύσσης· |
| book 35.320.3 | καὶ δίδυμον φθόνον εἶχεν ὑποκλέπτοντι προσώπῳ |
| book 35.320.4 | ἠνορέην ὁρόωσα καὶ ἀγλαΐην Διονύσου, |
| book 35.320.5 | καὶ φθονεραῖς παλάμῃσι μεμηνότος ἥψατο Βάκχου· |
| book 35.325.1 | ἀμφὶ δέ οἱ στομάτεσσιν ἀνειρύσσασα χιτῶνος |
| book 35.325.2 | ἀμβροσίης πλήθουσαν ἑὴν γυμνώσατο θηλήν, |
| book 35.325.3 | θλιβομένην βλύζουσα χύσιν ζηλήμονι μαζῷ· |
| book 35.325.4 | καί μιν ἀνεζώγρησε· τανυπλοκάμου δὲ Λυαίου |
| book 35.325.5 | ὄμμασι † μηκεδανοῖσι τόσην διεμέτρεεν ἥβην, |
| book 35.330.1 | εἴ ποτε τηλίκον εἶδος ἐπιχθονίη τέκε γαστήρ, |
| book 35.330.2 | εἰ τόσος ἦεν Ἄρης ἐγχεσπάλος, εἰ τόσος Ἑρμῆς, |
| book 35.330.3 | εἰ Φαέθων πέλε τοῖος ἢ ἱμερόφωνος Ἀπόλλων· |
| book 35.330.4 | καί μιν ἔχειν μενέαινεν ἐν αἰθέρι νυμφίον Ἥβης, |
| book 35.330.5 | εἰ μή οἱ κατένευσε μετὰ χρόνον ὑψιμέδων Ζεὺς |
| book 35.335.1 | μόρσιμον Ἡρακλῆα δυωδεκάεθλον ἀκοίτην. |
| book 35.335.2 | ἡ μὲν ἀλεξήσασα πόνον μανιώδεα Βάκχου |
| book 35.335.3 | ὑψιφανὴς ἀνέβαινε τὸ δεύτερον εἰς χορὸν ἄστρων, |
| book 35.335.4 | μὴ στρατιὴν ἀσίδηρον ἐσαθρήσῃ Διονύσου |
| book 35.335.5 | μαρναμένην νάρθηκι καὶ ἀμπελόεντι κορύμβῳ, |
| book 35.340 | καὶ προμάχους κταμένους ὀλίγῳ ῥηξήνορι θύρσῳ. |
| book 35.1 | οὐδὲ μάχης ἀμέλησε Διὸς πάις, ἀλλὰ μαχητὰς |
| book 35.2 | θωρήξας παλίνορσος ἀγέστρατον ἴαχε φωνήν, |
| book 35.3 | χειρὶ Γιγαντοφόνῳ ταμεσίχροα κισσὸν ἑλίσσων· |
| book 35.4 | „θαρσαλέοι μάρνασθε τὸ δεύτερον· ἐν πολέμοις γὰρ |
| book 35.345.1 | Ζεὺς πάλιν ἡμείων πρόμος ἵσταται, υἱέι Βάκχῳ |
| book 35.345.2 | ἵλαος, οὐρανόθεν δὲ προασπίζων Διονύσου |
| book 35.345.3 | ἀθανάτων χορὸς ἦλθε, καὶ οὐκέτι χώεται Ἥρη. |
| book 35.345.4 | τίς στεροπῇ Κρονίδαο μαχέσσεται; ἢ πότε δειλοὶ |
| book 35.345.5 | δυσμενέες μίμνουσι κορυσσομένοιο κεραυνοῦ; |
| book 35.1 | ἶσος ἐμῷ γενετῆρι φανήσομαι· ἐν πολέμοις γὰρ |
| book 35.2 | Γηγενέας Τιτῆνας ἐμὸς νίκησε Κρονίων, |
| book 35.3 | νικήσω καὶ ἔγωγε χαμαιγενέων γένος Ἰνδῶν. |
| book 35.4 | σήμερον ἀθρήσητε κορυμβοφόρον μετὰ νίκην |
| book 35.5 | Δηριάδην ἱκέτην βραδυπειθέα, καὶ χορὸν Ἰνδῶν |
| book 35.355.1 | αὐχένα δοχμώσαντα γαληναίῳ Διονύσῳ, |
| book 35.355.2 | καὶ ποταμὸν μεθέποντα μεθυσφαλὲς Εὔιον ὕδωρ· |
| book 35.355.3 | ἀντιβίους δ’ ὄψεσθε παρὰ κρητῆρι Λυαίου |
| book 35.355.4 | ξανθὸν ὕδωρ πίνοντας ἀπ’ οἰνοπόρου ποταμοῖο, |
| book 35.355.5 | καὶ θρασὺν Ἰνδὸν ἄνακτα κατάσχετον οἴνοπι κισσῷ, |
| book 35.360.1 | ἰλλόμενον πετάλοισι καὶ ἀμπελόεντι κορύμβῳ, |
| book 35.360.2 | εἴκελα δεσμὰ φέροντα, τά περ μετὰ κύματα λύσσης |
| book 35.360.3 | Νυσιάδες βοόωσι θεουδέες εἰσέτι νύμφαι, |
| book 35.360.4 | ἀλκῆς ἡμετέρης ἐπιμάρτυρες, ὁππότε κισσοῦ |
| book 35.360.5 | ἀγχονίῳ σφίγξασα θεημάχον ἀνέρα δεσμῷ |
| book 35.365.1 | Ἀρραβίην ἐφόβησεν ἐμὴ θρασυεργὸς ὀπώρη, |
| book 35.365.2 | ἅμματι βοτρυόεντι βιαζομένου Λυκοόργου. |
| book 35.1 | ἀλλὰ τόσου μετὰ κύκλα κυλινδομένοιο κυδοιμοῦ |
| book 35.2 | ληίδα δυσμενέων συλήσατε καὶ κτέρας ἅλμης, |
| book 35.3 | μαρμαρέας λάιγγας, ἐμὴν δ’ ἐπὶ μητέρα Ῥείην |
| book 35.370.1 | ἑλκομένας πλοκάμοιο μεταστήσασθε γυναῖκας· |
| book 35.370.2 | καὶ προμάχους τίσασθε δεδουπότας, ὧν ἐπὶ πότμῳ |
| book 35.370.3 | τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ |
| book 35.370.4 | ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω |
| book 35.370.5 | Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην, |
| book 35.375.1 | μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου· |
| book 35.375.2 | οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ |
| book 35.375.3 | μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς |
| book 35.375.4 | Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω. |
| book 35.375.5 | αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ, |
| book 35.380.1 | ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης· |
| book 35.380.2 | οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι, |
| book 35.380.3 | μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ, |
| book 35.380.4 | Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων· |
| book 35.380.5 | αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ |
| book 35.385.1 | Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων |
| book 35.385.2 | ῥύσομαι· Εὐρώπης γὰρ ἔχει γένος· ἀλλὰ σαώσας |
| book 35.385.3 | νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω |
| book 35.385.4 | πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ |
| book 35.385.5 | Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου. |
| book 35.390 | ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω, |
| book 35 | τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.“ |
| book 36.1.1 | Ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας· |
| book 36.1.2 | Δηριάδης δ’ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς. |
| book 36.1.3 | ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου |
| book 36.1.4 | κεκριμένοι στέλλοντο κυβερνητῆρες ἐνυοῦς, |
| book 36.5.1 | οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου. |
| book 36.5.2 | Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης |
| book 36.5.3 | ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ |
| book 36.5.4 | ἔμπυρον ὑδατόεις προκαλίζετο Κυανοχαίτης |
| book 36.5.5 | Ἠέλιον, Γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην· |
| book 36.10.1 | Ἥρης δ’ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη· |
| book 36.10.2 | Λητῴην δ’ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς. |
| book 36.10.3 | καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ |
| book 36.10.4 | ἀμφοτέροις μακάρεσσιν. ἐπεσσυμένων δὲ κυδοιμῷ |
| book 36.10.5 | Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ, |
| book 36.15.1 | καὶ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης |
| book 36.15.2 | μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου |
| book 36.15.3 | ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης, |
| book 36.15.4 | Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ |
| book 36.15.5 | πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ |
| book 36.20.1 | ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης. |
| book 36.20.2 | κούρη δ’ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ |
| book 36.20.3 | σύγγονον ἔγχος ἄειρεν ἐπ’ Ἄρεϊ Παλλὰς ἀμήτωρ, |
| book 36.20.4 | κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ |
| book 36.20.5 | ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου. |
| book 36.25.1 | καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης· |
| book 36.25.2 | ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη |
| book 36.25.3 | μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ. |
| book 36.25.4 | Ἥρῃ δ’ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου |
| book 36.25.5 | Ἄρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ |
| book 36.30.1 | τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ |
| book 36.30.2 | Ἥρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις |
| book 36.30.3 | ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπ’ ἄλλῳ |
| book 36.30.4 | ἠερίης πέμπουσα δι’ ἄντυγος ἰὸν ἀλήτην |
| book 36.30.5 | εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην, |
| book 36.35.1 | καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς· |
| book 36.35.2 | καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης |
| book 36.35.3 | ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ· |
| book 36.35.4 | καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί· |
| book 36.35.5 | ὠτειλὰς δ’ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη. |
| book 36.40.1 | καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη, |
| book 36.40.2 | χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης |
| book 36.40.3 | Ἄρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ· |
| book 36.40.4 | τόξου δ’ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή· |
| book 36.40.5 | οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ |
| book 36.45.1 | στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα |
| book 36.45.2 | ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην. |
| book 36.45.3 | καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη· |
| book 36.45.4 | „Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις; |
| book 36.45.5 | καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ |
| book 36.1 | ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ· |
| book 36.2 | καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ |
| book 36.3 | σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί· |
| book 36.4 | οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ |
| book 36.5 | σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί· |
| book 36.55.1 | σῶν δ’ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου, |
| book 36.55.2 | σῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν |
| book 36.55.3 | πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆς λεόντων; |
| book 36.55.4 | ἢν δ’ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει· |
| book 36.55.5 | παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν ἐρώτων |
| book 36.60.1 | κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης, |
| book 36.60.2 | σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο. |
| book 36.60.3 | ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης, |
| book 36.60.4 | ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων, |
| book 36.60.5 | καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας |
| book 36.65.1 | εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης, |
| book 36.65.2 | ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς |
| book 36.65.3 | λῆγε μέγα φρονέουσα σαόφρονος εἵνεκα μίτρης, |
| book 36.65.4 | ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς |
| book 36 | παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην |
| book 36.70.1 | εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι, |
| book 36.70.2 | Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ |
| book 36.70.3 | ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι |
| book 36.70.4 | μεμφομένην νόθον εἶδος ἐρωμανὲς Ἰοχεαίρης, |
| book 36.70.5 | θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης. |
| book 36.75.1 | ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην |
| book 36.75.2 | Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δ’ ἐθελήσῃς, |
| book 36.75.3 | ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.“ |
| book 36.75.4 | ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη. |
| book 36.75.5 | τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων |
| book 36.80.1 | ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ, |
| book 36.80.2 | καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης· |
| book 36.80.3 | νοστήσας δ’ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ. |
| book 36.80.4 | καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη, |
| book 36.80.5 | Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ |
| book 36.85.1 | θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ |
| book 36.85.2 | ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ |
| book 36.85.3 | ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ. |
| book 36.85.4 | αἰχμὴ δ’ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ |
| book 36.85.5 | σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου |
| book 36.90.1 | ἄρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ, |
| book 36.90.2 | βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ |
| book 36.90.3 | οὔασι Φοιβείοισιν ἐπέκτυπε πόντιον ἠχώ· |
| book 36.1 | Τρίτων δ’ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ |
| book 36.2 | ἀνδροφυὴς ἀτέλεστος, ἀπ’ ἰξύος ἔγχλοος ἰχθύς· |
| book 36.95.1 | Νηρεΐδες δ’ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης |
| book 36.95.2 | σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς. |
| book 36.95.3 | οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων |
| book 36.95.4 | Ζεὺς χθόνιος κελάδησε, μὴ Ἐννοσίγαιος ἀράσσων |
| book 36.95.5 | γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ |
| book 36.1 | ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ, |
| book 36.2 | μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων |
| book 36.3 | θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην, |
| book 36.4 | μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων |
| book 36.5 | νερτερίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ, |
| book 36.105.1 | νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα. |
| book 36.105.2 | τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων, |
| book 36.105.3 | καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ |
| book 36.105.4 | ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς· |
| book 36.105.5 | τρισσοῖς δ’ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν· |
| book 36.110.1 | „γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις |
| book 36.110.2 | πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης, |
| book 36.110.3 | μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ, |
| book 36.1 | μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου |
| book 36.2 | δεύτερον ἀθανάτοισιν ἄρης ἐμφύλιος εἴη, |
| book 36.115.1 | μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο, |
| book 36.115.2 | μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου |
| book 36.115.3 | φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς |
| book 36.115.4 | ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου, |
| book 36.115.5 | ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω |
| book 36.120.1 | ἠερίοις πελάγεσσι διάβροχον ἅρμα Σελήνης· |
| book 36.120.2 | μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην. |
| book 36.120.3 | πρεσβυτέρῳ δ’ ὑπόεικε κυβερνητῆρι θαλάσσης, |
| book 36.120.4 | πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει |
| book 36.120.5 | εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων Ἐνοσίχθων· |
| book 36.125.1 | μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης. |
| book 36.125.2 | τίς πάλιν, Ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ, |
| book 36.125.3 | τίς πάλιν Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ, |
| book 36.125.4 | ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ, |
| book 36.125.5 | καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἥρης; |
| book 36.130.1 | καὶ σύ, πάτερ μεγάλοιο κερασφόρε Δηριαδῆος, |
| book 36.130.2 | Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου, |
| book 36.130.3 | μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.“ |
| book 36.130.4 | ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον ἐνυώ. |
| book 36 | καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην |
| book 36.135.1 | Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας· |
| book 36.135.2 | καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου |
| book 36.135.3 | εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας· |
| book 36.135.4 | καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν |
| book 36.135.5 | βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν· |
| book 36.140.1 | „σήμερον ἢ Διόνυσον ἐγὼ πλοκαμῖδος ἐρύσσω, |
| book 36.140.2 | ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν. |
| book 36.140.3 | ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην |
| book 36.140.4 | στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ. |
| book 36.140.5 | ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου |
| book 36.145.1 | φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ |
| book 36.145.2 | δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι· |
| book 36.145.3 | καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ |
| book 36.145.4 | Σιληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων |
| book 36.145.5 | λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ |
| book 36.1 | στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις. |
| book 36.2 | μὴ Φαέθων στρέψειε πυραυγέας ἐς δύσιν ἵππους, |
| book 36.3 | πρὶν Σατύρους καὶ Βάκχον ἀλυκτοπέδῃσι κομίσσω |
| book 36.4 | σφιγγόμενον καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ |
| book 36.5 | ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα, |
| book 36.155.1 | θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν |
| book 36.155.2 | χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ. |
| book 36.155.3 | θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην |
| book 36.1 | νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος, |
| book 36.2 | ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν |
| book 36.160.1 | Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.“ |
| book 36.160.2 | ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ’ ἄλλῳ |
| book 36.160.3 | ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων, |
| book 36.160.4 | καὶ πρυλέων πομπῆας ἐπεστήριξε κυδοιμῷ |
| book 36.160.5 | μαρναμένων πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ |
| book 36.165.1 | θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν |
| book 36.165.2 | εἰς ἐνοπὴν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ |
| book 36.165.3 | δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ· |
| book 36.165.4 | καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θὴρ |
| book 36.165.5 | ὠμοβόρων τε δράκοντες ἀποπτύοντες ὀδόντων |
| book 36.170.1 | τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ |
| book 36.170.2 | χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος, |
| book 36.170.3 | λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες |
| book 36.170.4 | αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί· |
| book 36.170.5 | καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν |
| book 36.175.1 | ἰλλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ |
| book 36.175.2 | εἰς δρόμον ἀίσσοντας. ἀρειμανέες δὲ γυναῖκες |
| book 36.175.3 | δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης, |
| book 36.1 | ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ |
| book 36.2 | δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις· |
| book 36.180.1 | καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων |
| book 36.180.2 | ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος, |
| book 36.180.3 | καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ. |
| book 36.180.4 | καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ, |
| book 36.180.5 | ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ |
| book 36.185.1 | εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων |
| book 36.185.2 | πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν· |
| book 36.185.3 | πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου, |
| book 36.185.4 | καὶ δρόμον ἠρώησε τανυκνήμων ἐλεφάντων. |
| book 36.185.5 | καὶ πολὺς ἐσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν |
| book 36.190.1 | φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων· |
| book 36.190.2 | καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου, |
| book 36.190.3 | καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης |
| book 36.190.4 | λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ |
| book 36 | εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου· |
| book 36.195.1 | θηρείαις δ’ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ’ ἄλλῳ |
| book 36.195.2 | Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ, |
| book 36.195.3 | καὶ μόθον ὑλακόμωρον ἐδείδεσαν αἴθοπες Ἰνδοί. |
| book 36.195.4 | ξυνὴ δ’ ἀμφοτέροισιν ὁμόζυγος ἦεν ἐνυώ· |
| book 36.195.5 | γαῖα δὲ διψώουσα φόνου κυμαίνετο λύθρῳ |
| book 36.1 | κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων |
| book 36.2 | πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη· |
| book 36.3 | χειρὶ δ’ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα |
| book 36.4 | εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων, |
| book 36.5 | στεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου |
| book 36.205.1 | Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι. |
| book 36.205.2 | καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ |
| book 36.205.3 | ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν |
| book 36.205.4 | ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα, |
| book 36.205.5 | ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ, |
| book 36.210.1 | ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκθορε δίφρου· |
| book 36.210.2 | ἄλλος ἐυγλώχινι παρ’ ὀμφαλὸν ἄκρον ὀιστῷ |
| book 36.210.3 | βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ, |
| book 36.210.4 | ὃς δὲ τυπεὶς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι’ ὤμου· |
| book 36.210.5 | καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ, |
| book 36.215.1 | πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσσας· |
| book 36.215.2 | ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην· |
| book 36.215.3 | καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ |
| book 36.215.4 | κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίῃ, |
| book 36.215.5 | κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας |
| book 36.220.1 | αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ. |
| book 36.220.2 | καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη, |
| book 36.220.3 | καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης, |
| book 36.220.4 | καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν· |
| book 36.220.5 | χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων |
| book 36.225.1 | ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν· |
| book 36.225.2 | βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ |
| book 36.225.3 | ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων, |
| book 36.225.4 | καμπύλα δ’ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ· |
| book 36.225.5 | τρίβων δ’ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ |
| book 36.230.1 | ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων |
| book 36.230.2 | οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ |
| book 36.230.3 | ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ |
| book 36.230.4 | εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα. |
| book 36.230.5 | αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ, |
| book 36.235.1 | γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδου δὲ ταθέντος |
| book 36.235.2 | κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα. |
| book 36.235.3 | ἀλλ’ ὅ γ’ ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης, |
| book 36.235.4 | γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης, |
| book 36.235.5 | οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα, |
| book 36.240.1 | κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ. |
| book 36.240.2 | Κολλήτης δ’ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν, |
| book 36.240.3 | δύσμαχος, ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι, |
| book 36.240.4 | Βακχείης κατὰ μέσσον ἐμαίνετο δηιοτῆτος· |
| book 36.240.5 | Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν |
| book 36.245.1 | εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων, |
| book 36.245.2 | καὶ κενεῇ πολέμιζεν ἐπ’ ἐλπίδι, τηλίκος ἀνήρ, |
| book 36.245.3 | οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων, |
| book 36.245.4 | ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος Ἰοχεαίρης, |
| book 36.245.5 | οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης |
| book 36.1 | ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης· |
| book 36.2 | Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων, |
| book 36.3 | Γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων, |
| book 36.4 | Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ |
| book 36.5 | δῆσαι θοῦρον Ἄρηα μεθ’ υἱέας Ἰφιμεδείης· |
| book 36.255.1 | ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ, |
| book 36.255.2 | Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης. |
| book 36.255.3 | καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην |
| book 36.255.4 | θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν· |
| book 36.255.5 | „Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην, |
| book 36.260.1 | Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ |
| book 36.260.2 | ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει· |
| book 36.260.3 | ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ |
| book 36.260.4 | οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας. |
| book 36.260.5 | ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις, |
| book 36.265.1 | οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου· |
| book 36.265.2 | οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες |
| book 36.265.3 | Καυκασίδες· Βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν |
| book 36.265.4 | φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου. |
| book 36.265.5 | ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες |
| book 36.270.1 | χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.“ |
| book 36.270.2 | ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα |
| book 36.270.3 | τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη. |
| book 36.270.4 | Δηριάδης δ’ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις, |
| book 36.270.5 | καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα |
| book 36.275.1 | μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ, |
| book 36.275.2 | θύρσον ἀκοντίζουσα φιλάνθεμον εὐάδι χάρμῃ. |
| book 36.275.3 | Δηριάδης δ’ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ, |
| book 36.275.4 | Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης. |
| book 36.275.5 | καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων |
| book 36.280.1 | Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς, |
| book 36.280.2 | Κύλλαρον, ὀξυόεντι κατ’ αὐχένος ἄορι τύψας, |
| book 36.280.3 | Λωγασίδην, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής, |
| book 36.280.4 | Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν ... |
| book 36 | καί μιν ἄναξ φιλέοι μετὰ Μορρέα· πολλάκι δ’ αὐτῇ |
| book 36.285.1 | Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης, |
| book 36.285.2 | θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ |
| book 36.285.3 | ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην. |
| book 36.285.4 | ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ |
| book 36.285.5 | Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης, |
| book 36.290.1 | καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς. |
| book 36.290.2 | ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων· |
| book 36.290.3 | καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι, |
| book 36.290.4 | μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ |
| book 36.290.5 | † πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων |
| book 36.295.1 | δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς ... |
| book 36.295.2 | πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ, |
| book 36.295.3 | ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ. |
| book 36.295.4 | ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ, |
| book 36.295.5 | ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ |
| book 36.1 | ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου |
| book 36.2 | ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα, |
| book 36.1 | τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ, |
| book 36.2 | ὡς κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος. |
| book 36.3 | καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπωπῆς |
| book 36.305.1 | ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης |
| book 36.305.2 | αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων, |
| book 36.305.3 | ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου |
| book 36.305.4 | μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην, |
| book 36.305.5 | γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ |
| book 36.310.1 | χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας, |
| book 36.310.2 | καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις |
| book 36.310.3 | μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ· |
| book 36.310.4 | καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων |
| book 36.310.5 | πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν, |
| book 36.315.1 | καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων |
| book 36.315.2 | κοῦφα βιβάς· ἐλέφας δὲ παρήορον ἅρμα τινάσσων |
| book 36.315.3 | εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα, |
| book 36.315.4 | σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν. |
| book 36.315.5 | οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ |
| book 36.320.1 | μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ. |
| book 36.320.2 | ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ, |
| book 36.320.3 | ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης, |
| book 36.320.4 | αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς |
| book 36.320.5 | στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος |
| book 36.325 | κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ |
| book 36.1 | ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ, |
| book 36.2 | βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος |
| book 36.3 | ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ. |
| book 36.4 | ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης |
| book 36.330.1 | εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος |
| book 36.330.2 | καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος |
| book 36.330.3 | ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ |
| book 36.330.4 | θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων. |
| book 36.330.5 | Δηριάδης δ’ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ, |
| book 36.335.1 | ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δ’ αἰεὶ |
| book 36.335.2 | ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς· |
| book 36.335.3 | ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ, |
| book 36.335.4 | μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ· |
| book 36.335.5 | „τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ; |
| book 36.340.1 | Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις; |
| book 36.340.2 | πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου, |
| book 36.340.3 | ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω· |
| book 36.340.4 | ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω. |
| book 36.340.5 | ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω· |
| book 36.345 | γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ’ ἐπαοιδαῖς |
| book 36.1 | πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ, |
| book 36.2 | οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην, |
| book 36.3 | πολλάκι δ’ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων |
| book 36.4 | ἀσταθέος Φαέθοντος ἀνεκρούσαντο πορείην.“ |
| book 36.1 | ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου· |
| book 36.2 | καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ |
| book 36.3 | τέχνην φαρμακόεσσαν ἐπιγράψας Διονύσῳ |
| book 36.4 | ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ. |
| book 36.5 | ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων· |
| book 36.355.1 | καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων |
| book 36.355.2 | ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος. |
| book 36.355.3 | καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ |
| book 36.355.4 | ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην |
| book 36.355.5 | Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ, |
| book 36.360.1 | ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ |
| book 36.360.2 | σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην |
| book 36.360.3 | μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ |
| book 36.360.4 | σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ |
| book 36.360.5 | αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ· |
| book 36.365.1 | γυιοπέδην δ’ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ, |
| book 36.365.2 | καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ... |
| book 36.365.3 | ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου |
| book 36.365.4 | θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων |
| book 36 | δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ· |
| book 36.370.1 | τοῖον ἔην μίμημα. μάτην δ’ ἐλέφαντας ἐπείγων |
| book 36.370.2 | ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην, |
| book 36.370.3 | κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων. |
| book 36.370.4 | καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή, |
| book 36.370.5 | ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ |
| book 36.375.1 | ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα |
| book 36.375.2 | πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ. |
| book 36.375.3 | καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ, |
| book 36.375.4 | λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος, |
| book 36.375.5 | νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων· |
| book 36.380.1 | καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ |
| book 36.380.2 | μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή. |
| book 36.380.3 | καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην |
| book 36.380.4 | γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος, |
| book 36.380.5 | καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας |
| book 36.385.1 | δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων. |
| book 36.385.2 | οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου |
| book 36.385.3 | δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην |
| book 36.385.4 | Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς, |
| book 36.385.5 | ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν |
| book 36.390.1 | διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι. |
| book 36.390.2 | ἀμφοτέρους δ’ ἀνέκοψε μάχης ἀμφίδρομος ὄρφνη. |
| book 36.390.3 | καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων |
| book 36.1 | ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς. |
| book 36.2 | οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ, |
| book 36.395.1 | ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν |
| book 36.395.2 | ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ. |
| book 36.395.3 | ἤδη δ’ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ |
| book 36.395.4 | Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον ἐνυώ. |
| book 36.395.5 | οὐ μὲν ἀφειδήσαντες ἀρειμανέος Διονύσου |
| book 36.1 | κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις |
| book 36.2 | Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ |
| book 36.3 | νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας |
| book 36.4 | ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους, |
| book 36.5 | ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ’ ἄλλος |
| book 36.405.1 | ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων |
| book 36.405.2 | ὁλκάδι τοῖχον ἔτευχεν ἐπηγκενίδας τε συνάπτων |
| book 36.405.3 | μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ |
| book 36.405.4 | ὑψιφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων, |
| book 36.405.5 | λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπ’ ἄκρῳ |
| book 36.410.1 | δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην |
| book 36.410.2 | ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης. |
| book 36.410.3 | ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ |
| book 36.410.4 | Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ |
| book 36.410.5 | μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης, |
| book 36.415 | ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι |
| book 36.1 | εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν ἐνυώ. |
| book 36.2 | καὶ Λύκος ἀκροτάτοιο δι’ οἴδματος ἡνιοχεύων, |
| book 36.3 | νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου, |
| book 36.4 | ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης, |
| book 36.420.1 | ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται, |
| book 36.420.2 | νῆας ἐτεχνήσαντο θαλασσομόθῳ Διονύσῳ. |
| book 36.420.3 | καὶ τότε, τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων, |
| book 36.420.4 | ἱππεύων ἔτος ἕκτον ἑλίσσετο καμπύλος Αἰών ... |
| book 36.420.5 | εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν |
| book 36.425.1 | Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ |
| book 36.425.2 | λαὸν ἀολλίζων ἑτερόθροον ἤιε κῆρυξ. |
| book 36.425.3 | αὐτίκα δ’ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν, |
| book 36.425.4 | ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων· |
| book 36.425.5 | λαοῖς δ’ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς· |
| book 36.430.1 | „ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι Ταύρου, |
| book 36.430.2 | εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν |
| book 36.430.3 | αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος· |
| book 36.430.4 | ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου, |
| book 36.430.5 | μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ |
| book 36.435.1 | τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης, |
| book 36.435.2 | ὁππότε Βασσαρίδων πεπεδημένον ἐσμὸν ἐρύσσας |
| book 36.435.3 | ὤπασα Δηριάδῃ πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ |
| book 36.435.4 | ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ |
| book 36 | κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην |
| book 36.440.1 | ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ· |
| book 36.440.2 | ἄλλαι δ’ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου, |
| book 36.440.3 | κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος. |
| book 36.440.4 | ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω· |
| book 36.440.5 | εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ |
| book 36.445.1 | νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ· |
| book 36.445.2 | ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ |
| book 36.445.3 | ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόθι νηῶν |
| book 36.445.4 | οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες; |
| book 36.445.5 | ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν |
| book 36.1 | θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν; |
| book 36.2 | οὐ δύναται βαρύδουπον ὕδωρ Σιληνὸς ἀράσσων |
| book 36.3 | ἀπτολέμῳ νάρθηκι μαχήμονα νῆα καλύψαι, |
| book 36.4 | εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταρσῷ, |
| book 36.5 | κῶμον ἀνακρούων θανατηφόρον· οὐδ’ ἐνὶ πόντῳ |
| book 36.455.1 | ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει |
| book 36.455.2 | ἀγχιφανὴς μεσάτοιο διχαζομένου κενεῶνος, |
| book 36.455.3 | ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ |
| book 36.455.4 | κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι |
| book 36.455.5 | ἔγχεσι μηκεδανοῖσι μιαιφόνον ἐς βυθὸν ἅλμης |
| book 36.460 | τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου, |
| book 36.1 | ναύμαχον εἰκοσίπηχυ δι’ ὁλκάδος ἔγχος ἑλίσσων. |
| book 36.2 | ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ |
| book 36.3 | μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν |
| book 36.4 | Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ |
| book 36.465.1 | εἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ |
| book 36.465.2 | ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ |
| book 36.465.3 | οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλὰ κομάων |
| book 36.465.4 | ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω |
| book 36.465.5 | θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.“ |
| book 36.470.1 | ὣς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα |
| book 36.470.2 | Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ |
| book 36.470.3 | μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν |
| book 36.470.4 | οἴδμασι κινυμένοισιν ἰσόθροος ἔβρεμεν ἠχώ. |
| book 36.470.5 | λῦσε δ’ ἄναξ ἀγορήν. Βρομίῳ δ’ ἐστέλλετο κῆρυξ |
| book 36.475.1 | πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ. |
| book 36.475.2 | ἄμφω δ’ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ |
| book 36.475.3 | ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης, |
| book 36.475.4 | εἰσόκε ταρχύσουσι δαϊκταμένων στίχα νεκρῶν· |
| book 36.475.5 | ἦν δέ τις εἰρήνη μινυώριος ἄρεϊ γείτων, |
| book 36.480 | φύλοπιν ὠδίνουσαν ἐφαπλώσασα γαλήνην. |
| book 37.1.1 | Ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί, |
| book 37.1.2 | Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες ἐνυώ, |
| book 37.1.3 | ὄμμασιν ἀκλαύτοισιν ἐταρχύσαντο θανόντας, |
| book 37.1.4 | οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας |
| book 37.5.1 | ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ |
| book 37.5.2 | νύσσαν ἐς ἀρχαίην· στρατιὴ δ’ ἀμπαύετο Βάκχου. |
| book 37.5.3 | καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην |
| book 37.5.4 | πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων |
| book 37.5.5 | ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην, |
| book 37.10.1 | ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην. |
| book 37.10.2 | τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης |
| book 37.10.3 | Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ, |
| book 37.10.4 | μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης. |
| book 37.10.5 | καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ· |
| book 37.15.1 | πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ, |
| book 37.15.2 | πολλὴ δ’ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς, |
| book 37.1 | καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη |
| book 37.2 | αὐχμηροῖς πετάλοισι· πολυσπερέων δ’ ἀπὸ δένδρων |
| book 37.3 | τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι· |
| book 37.20.1 | καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη, |
| book 37.20.2 | πηγαίῃ δ’ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ. |
| book 37.20.3 | καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ, |
| book 37.20.4 | οὔρεος οἷμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι |
| book 37.20.5 | ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην |
| book 37.25.1 | ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς |
| book 37.25.2 | πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ |
| book 37.25.3 | οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ |
| book 37.25.4 | ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ |
| book 37.25.5 | σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης |
| book 37.30.1 | συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ. |
| book 37.30.2 | καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν |
| book 37.30.3 | ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων ... |
| book 37.30.4 | φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς |
| book 37.30.5 | ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ· |
| book 37.35.1 | καὶ τὰ μὲν ὑλοτόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι |
| book 37.35.2 | Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ. |
| book 37.35.3 | καὶ πολὺς ἐσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ |
| book 37.35.4 | πενθαλέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ· |
| book 37 | ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ’ ἄλλῳ, |
| book 37.40.1 | νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις. |
| book 37.40.2 | καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου |
| book 37.40.3 | ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου |
| book 37.40.4 | πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ. |
| book 37.40.5 | ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα |
| book 37.45.1 | Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου· |
| book 37.45.2 | ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δὲ νεκρῷ |
| book 37.45.3 | Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας |
| book 37.45.4 | Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας |
| book 37.45.5 | θῆκεν ἄγων στεφανηδὸν ἐπασσυτέρῳ τινὶ κόσμῳ· |
| book 37.1 | ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας. |
| book 37.2 | καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης |
| book 37.3 | πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ |
| book 37.4 | σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων, |
| book 37.5 | τῶν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου, |
| book 37.55.1 | ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην. |
| book 37.55.2 | ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης |
| book 37.55.3 | Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης. |
| book 37.1 | ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης, |
| book 37.2 | πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης, |
| book 37.60.1 | ἤγαγεν ἐκ σκοπέλοιο καὶ ὁππόθι σήματα νίκης |
| book 37.60.2 | ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί, |
| book 37.60.3 | λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ |
| book 37.60.4 | πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ |
| book 37.60.5 | ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας |
| book 37.65.1 | πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου |
| book 37.65.2 | κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ· |
| book 37.65.3 | τρίβων δ’ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων |
| book 37.65.4 | ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ, |
| book 37.65.5 | πυρκαϊῇ δ’ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη. |
| book 37.70.1 | οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ, |
| book 37.70.2 | ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας |
| book 37.70.3 | ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην, |
| book 37.70.4 | πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην. |
| book 37.70.5 | καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων |
| book 37.75.1 | ἱκεσίης, καὶ γνωτὸν ἑὸν προέηκε Λυαίῳ, |
| book 37.75.2 | ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν. |
| book 37.75.3 | καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς |
| book 37.75.4 | πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης |
| book 37 | πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ· |
| book 37.80.1 | καὶ σέλας ἠκόντιζον ἐς ἠέρα θυιάδες αὖραι, |
| book 37.80.2 | γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ |
| book 37.80.3 | Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίζων, |
| book 37.80.4 | Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου |
| book 37.80.5 | εὐόδμου δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην, |
| book 37.85.1 | ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων. |
| book 37.85.2 | ἀλλ’ ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς |
| book 37.85.3 | ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων, |
| book 37.85.4 | δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίῳ δὲ κυπέλλῳ |
| book 37.85.5 | πυρκαϊὴν ἑτάροιο κατέσβεσαν ἰκμάδι Βάκχου. |
| book 37.90.1 | καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης |
| book 37.90.2 | εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ |
| book 37.90.3 | ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ |
| book 37.90.4 | εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ. |
| book 37.90.5 | καὶ τροχαλοὶ Κορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης, |
| book 37.95 | τύμβον ἐτορνώσαντο· βαθυνομένων δὲ θεμέθλων |
| book 37.96,97 | νεκρὸν ἐταρχύσαντο πεδοσκαφέος διὰ κόλπου, |
| book 37.97,96 | Κρήτης γνήσιον αἷμα, μιῆς οἰκήτορα πάτρης, |
| book 37.98.1 | καὶ κόνιν ὀθνείην πυμάτην ἐπέχευαν Ὀφέλτῃ· |
| book 37.98.2 | καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις, |
| book 37 | τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ· |
| book 37.1 | ‘νεκρὸς Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται, |
| book 37.2 | Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.‘ |
| book 37.3 | καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων |
| book 37.4 | αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα, |
| book 37.105.1 | τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δὲ |
| book 37.105.2 | ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι νώτῳ, |
| book 37.105.3 | ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης, |
| book 37.105.4 | ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων |
| book 37.105.5 | ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων, |
| book 37.110.1 | ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ |
| book 37.110.2 | κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ |
| book 37.110.3 | νύσσης λαϊνέης ἀντίρροπον, ἶσον ἐκείνῳ |
| book 37.110.4 | ἀντίπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονὶ πήξας. |
| book 37.110.5 | ποικίλα δ’ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι, |
| book 37.115.1 | ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς. |
| book 37.115.2 | καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης· |
| book 37.115.3 | πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην |
| book 37.115.4 | καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα, |
| book 37.115.5 | τήν ποτε Θερμώδοντος ἐπ’ ὀφρύσι πεζὸς ὁδεύων |
| book 37.120.1 | λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν· |
| book 37.120.2 | δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ, |
| book 37.120.3 | ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις, |
| book 37.1 | ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι γαστὴρ |
| book 37.2 | ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο φόρτῳ· |
| book 37.125.1 | καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ· |
| book 37.125.2 | τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων |
| book 37.125.3 | ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ’ ἐνὶ μέσσῳ |
| book 37.125.4 | ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ· |
| book 37.125.5 | πέμπτῳ δοιὰ τάλαντα, γέρας Πακτωλίδος ὄχθης. |
| book 37.130.1 | ὀρθωθεὶς δ’ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας· |
| book 37.130.2 | „ὦ φίλοι, οὓς ἐδίδαξεν Ἄρης πτολίπορθον ἐνυώ, |
| book 37.130.3 | οἷς δρόμον ἱπποσύνης δωρήσατο Κυανοχαίτης, |
| book 37.130.4 | οὐ μὲν ἐγὼ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω, |
| book 37.130.5 | ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας· ἡμέτεροι γὰρ |
| book 37.135.1 | παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί· |
| book 37.135.2 | εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ, |
| book 37.135.3 | ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης· |
| book 37.135.4 | εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων |
| book 37.135.5 | Ἤλιδος εὐδίφροιο καὶ Οἰνομάοιο πολίτης, |
| book 37.140.1 | οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης· |
| book 37.140.2 | ἀλλ’ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐδ’ ἐλατῆρες |
| book 37.140.3 | ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων, |
| book 37.140.4 | ἀλλ’ ἀρετῆς δρόμος οὗτος, ἐλεύθερος ἀφρογενείης· |
| book 37.140.5 | εἰ γένος Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει, |
| book 37.145.1 | Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ἀγῶνα· |
| book 37.145.2 | εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος, |
| book 37.145.3 | ἔγνω πιαλέης ἐγκύμονα κάλπιν ἐέρσης· |
| book 37.1 | εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης, |
| book 37.2 | Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα |
| book 37.1 | ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης, |
| book 37.2 | χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι· |
| book 37.3 | εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου, |
| book 37.4 | Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.“ |
| book 37.5 | ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες, |
| book 37.155.1 | δίφρα περιτροχάοντες ἀμοιβαδίς· ὠκυπόδην δὲ |
| book 37.155.2 | Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς |
| book 37.155.3 | ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάργην, |
| book 37.155.4 | οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων |
| book 37.155.5 | Σιθονίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων, |
| book 37.160.1 | καί σφεας, Ὠρείθυιαν ὅθ’ ἥρπασεν Ἀτθίδα νύμφην, |
| book 37.160.2 | ὤπασεν ἕδνον ἔρωτος Ἐρεχθέι γαμβρὸς ἀήτης. |
| book 37.160.3 | δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην· |
| book 37.160.4 | καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος Ἐννοσιγαίου |
| book 37.160.5 | Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ |
| book 37.165.1 | πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης. |
| book 37.165.2 | τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἦλθεν ἀγῶνος |
| book 37.165.3 | μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης, |
| book 37.165.4 | Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους· |
| book 37.165.5 | καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης, |
| book 37.170 | οἶστρον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο, |
| book 37.1 | ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης |
| book 37.2 | Ἀλφειοῦ δυσέρωτος, ὃς εἰς Ἀρέθουσαν ἱκάνει |
| book 37.3 | ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ. |
| book 37.4 | καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου |
| book 37.175.1 | παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους· |
| book 37.175.2 | „τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος, |
| book 37.175.3 | οἶδα μέν, ὅττι φέρεις σθένος ἄρκιον, ὅττι κομίζεις |
| book 37.175.4 | σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης, |
| book 37.175.5 | πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ |
| book 37.180.1 | κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι· |
| book 37.180.2 | ἀλλὰ μάτην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων |
| book 37.180.3 | νικῆσαι δεδάασιν, ὅσον † σθένος ἡνιοχῆος· |
| book 37.180.4 | μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ |
| book 37.180.5 | χρηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος. |
| book 37.185.1 | ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης, |
| book 37.185.2 | ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω. |
| book 37.185.3 | σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν· |
| book 37.185.4 | καὶ δρόμος ἱπποσύνης μεθέπει κλέος, ὅσσον ἐνυώ· |
| book 37.185.5 | σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν· |
| book 37.190.1 | ἄρεϊ νικήσας ἑτέρην ὑποδύσεο νίκην, |
| book 37.190.2 | ὄφρα μετ’ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω. |
| book 37.1 | ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ, |
| book 37.2 | ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης, |
| book 37.3 | καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος· |
| book 37.195.1 | ἱπποσύνην δ’ ἀνάφαινε, φέρων τεχνήμονα νίκης |
| book 37.195.2 | κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος |
| book 37.195.3 | ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέλκων |
| book 37.195.4 | πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων |
| book 37.195.5 | ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ |
| book 37.1 | πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης |
| book 37.2 | ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι· |
| book 37.3 | ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη |
| book 37.4 | ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους, |
| book 37.5 | ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα, |
| book 37.205.1 | ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει |
| book 37.205.2 | ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων. |
| book 37.205.3 | σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ |
| book 37.205.4 | δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης, |
| book 37.205.5 | λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων, |
| book 37.210.1 | ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ |
| book 37.210.2 | σὸν δρόμον ἰθύνων πεφυλαγμένον, ἄχρι φανείη |
| book 37.1 | πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου |
| book 37.2 | τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ· |
| book 37.3 | ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας |
| book 37.215.1 | εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους. |
| book 37.215.2 | καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων |
| book 37.215.3 | ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ, |
| book 37.215.4 | κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν, |
| book 37.215.5 | δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων |
| book 37.220.1 | ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ· |
| book 37.220.2 | ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων |
| book 37.220.3 | εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ |
| book 37.220.4 | πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.“ |
| book 37.220.5 | ὣς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας |
| book 37.225.1 | ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης. |
| book 37.225.2 | καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ’ ἄλλῳ |
| book 37.225.3 | τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου, |
| book 37.225.4 | κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ |
| book 37.225.5 | εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων. |
| book 37.230.1 | καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ |
| book 37.230.2 | Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης |
| book 37.230.3 | κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης, |
| book 37.1 | τῷ δ’ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ’ ἄρ’ αὐτῷ |
| book 37.2 | ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη |
| book 37.235.1 | ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς. |
| book 37.235.2 | καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες, |
| book 37.235.3 | ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων. |
| book 37.235.4 | καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας |
| book 37.235.5 | καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας |
| book 37.240.1 | μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ, |
| book 37.240.2 | ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων. |
| book 37.240.3 | τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· ἐσσυμένων δὲ |
| book 37.240.4 | ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ προθέοντα κιχῆσαι |
| book 37.240.5 | ἤθελεν, ὃς δ’ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι |
| book 37.245.1 | ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα. |
| book 37.245.2 | καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας |
| book 37.245.3 | ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων |
| book 37.245.4 | ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ· |
| book 37.245.5 | ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι |
| book 37.1 | εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην, |
| book 37.2 | δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ |
| book 37.3 | ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων, |
| book 37.4 | φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων, |
| book 37 | ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς, |
| book 37.255.1 | δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος· |
| book 37.255.2 | καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ |
| book 37.255.3 | εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων, |
| book 37.255.4 | εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν |
| book 37.255.5 | ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων. |
| book 37.260.1 | καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα |
| book 37.260.2 | ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων, |
| book 37.260.3 | ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα |
| book 37.260.4 | ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος Ἐννοσιγαίου, |
| book 37.260.5 | εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων |
| book 37.265.1 | πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων· |
| book 37.265.2 | οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων |
| book 37.265.3 | Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων |
| book 37.265.4 | χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην. |
| book 37.265.5 | λαοὶ δ’ εἰς ἓν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ |
| book 37.270.1 | ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος, |
| book 37.270.2 | τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων· |
| book 37.270.3 | ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων |
| book 37.270.4 | δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα, |
| book 37.270.5 | ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων |
| book 37.275.1 | ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος· |
| book 37.275.2 | καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος |
| book 37.1 | χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε † πενθάδι φωνῇ |
| book 37.2 | θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων. |
| book 37.3 | ἅρματα δ’ εὐποίητα θοώτερα θυιάδος αὔρης |
| book 37.280.1 | ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ’ ἐπὶ γαίῃ |
| book 37.280.2 | ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης· |
| book 37.280.3 | καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ |
| book 37.280.4 | ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης· |
| book 37.280.5 | συμφερτὴ δ’ ἔρις ἦεν· ἐγειρομένη δὲ καὶ αὐτὴ |
| book 37.285.1 | στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη, |
| book 37.285.2 | χαῖται δ’ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις· |
| book 37.285.3 | ὀτρηροὶ δ’ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν |
| book 37.285.4 | ὀξυτέρην μάστιγος ἐπερροίζησαν ἰωήν. |
| book 37.285.5 | ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας |
| book 37.290.1 | Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων· |
| book 37.290.2 | καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς |
| book 37.290.3 | ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης |
| book 37.290.4 | εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων· |
| book 37.290.5 | καὶ γὰρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ |
| book 37.295 | διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων |
| book 37.1 | ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος· |
| book 37.2 | καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων, |
| book 37.3 | ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων, |
| book 37.4 | καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων |
| book 37.303 | ἀφριόων στατὸς ἵππος ἀπέπτυεν ἄκρα χαλινοῦ, |
| book 37.1 | ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς, |
| book 37.2 | ἡνία δ’ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ, |
| book 37.3 | ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων. |
| book 37.304 | καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην· |
| book 37.305.1 | καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων |
| book 37.305.2 | Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν· |
| book 37.305.3 | „λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων· |
| book 37.305.4 | ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων |
| book 37.305.5 | Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων. |
| book 37.310.1 | ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω |
| book 37.310.2 | ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις |
| book 37.310.3 | νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην. |
| book 37.310.4 | οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλὰ κομίζω |
| book 37.310.5 | ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.“ |
| book 37.315.1 | ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς, |
| book 37.315.2 | καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων |
| book 37.315.3 | χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ |
| book 37.315.4 | ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην |
| book 37.315.5 | κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν· |
| book 37.320.1 | „κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ, |
| book 37.320.2 | ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι, |
| book 37.320.3 | οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων |
| book 37.320.4 | υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.“ |
| book 37.320.5 | τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων, |
| book 37.325.1 | ἅρματι δ’ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ |
| book 37.325.2 | λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων, |
| book 37.325.3 | σύνδρομον αὐερύων βεβιημένον ἅρμα χαλινῷ, |
| book 37.325.4 | δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους |
| book 37.325.5 | ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου |
| book 37.330.1 | θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα. |
| book 37.330.2 | καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ |
| book 37.330.3 | υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ, |
| book 37.330.4 | ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν· |
| book 37.330.5 | „Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς, |
| book 37.335.1 | ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης, |
| book 37.335.2 | ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης |
| book 37.335.3 | γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάργη. |
| book 37.335.4 | εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης |
| book 37.335.5 | ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων, |
| book 37.340.1 | Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην, |
| book 37.340.2 | μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ· |
| book 37.340.3 | εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν Ἐννοσιγαίου, |
| book 37.340.4 | ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων, |
| book 37.340.5 | πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης, |
| book 37.345.1 | ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.“ |
| book 37.345.2 | ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης. |
| book 37.1 | τῷ δ’ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχον τέθριππον ἱμάσσων· |
| book 37.2 | Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ, |
| book 37.3 | πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων |
| book 37.1 | κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης. |
| book 37.2 | καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν· |
| book 37.3 | Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας |
| book 37.4 | ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων |
| book 37.5 | σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα, |
| book 37.355.1 | βαιὸν ὑποφθάμενος· καὶ ἐπ’ ἄντυγι γούνατα πήξας |
| book 37.355.2 | δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ, |
| book 37.355.3 | ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ. |
| book 37.355.4 | καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου |
| book 37.355.5 | τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι, |
| book 37.360.1 | ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δ’ ἐπὶ δειρήν, |
| book 37.360.2 | εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ |
| book 37.360.3 | ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων |
| book 37.360.4 | σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου, |
| book 37.360.5 | κουφίζων ζυγόδεσμα καὶ ὑψόσε δίφρον ἀνέλκων. |
| book 37.365.1 | οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλέος δὲ |
| book 37.365.2 | ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων· |
| book 37.365.3 | θρύπτετο δ’ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου |
| book 37.1 | ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών. |
| book 37.2 | ἡνίοχος δ’ ἀνέπαλτο θοώτερος· ἐσσύμενος δὲ |
| book 37.370.1 | εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ, |
| book 37.370.2 | αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων |
| book 37.370.3 | καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων. |
| book 37.370.4 | καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου |
| book 37.370.5 | Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν· |
| book 37.375.1 | „λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους, |
| book 37.375.2 | λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ, |
| book 37.375.3 | Φαῦνος ὅτι προθέοντας ὅλους ἐλατῆρας ἐάσσας |
| book 37.375.4 | νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων· |
| book 37.375.5 | φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ |
| book 37.380.1 | σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.“ |
| book 37.380.2 | ἔννεπεν ἀστήρικτον ὄχον προκέλευθον ἐλαύνων |
| book 37.380.3 | ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων. |
| book 37.380.4 | καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς |
| book 37.380.5 | κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων, |
| book 37.385.1 | καί τινα λυομένοιο παραΐξαντα λεπάδνου |
| book 37.385.2 | πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ· |
| book 37.385.3 | στήσας δ’ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων |
| book 37.385.4 | ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας |
| book 37.385.5 | φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ· |
| book 37.390.1 | καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων, |
| book 37.390.2 | ὠκύτερος δ’ ἐδίωκε παροίτερον ἡνιοχῆα· |
| book 37.390.3 | καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις |
| book 37.1 | ἵππιος Ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων· |
| book 37.2 | στεινωπὴν δὲ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ |
| book 37.395.1 | ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας |
| book 37.395.2 | ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην. |
| book 37.395.3 | ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου |
| book 37.395.4 | χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ |
| book 37.395.5 | ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ |
| book 37.1 | ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης, |
| book 37.2 | ἧχι μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης, |
| book 37.3 | φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος· |
| book 37.4 | καί οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν· |
| book 37.5 | „εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες, |
| book 37.405.1 | εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι, |
| book 37.405.2 | οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων· |
| book 37.405.3 | λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν; |
| book 37.405.4 | μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω. |
| book 37.405.5 | σὸν θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας |
| book 37.410.1 | ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ, |
| book 37.410.2 | μή σε πάλιν προκάρηνον ἀκοντίζειε κονίῃ· |
| book 37.410.3 | εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς. |
| book 37.410.4 | Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων |
| book 37 | πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ; |
| book 37.415.1 | ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα. |
| book 37.415.2 | Σιληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου, |
| book 37.415.3 | μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ. |
| book 37.415.4 | πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης; |
| book 37.415.5 | πάντα σε, πάντα λέλοιπεν, ὅτ’ εἰς δρόμον ἦλθες ἀγῶνος. |
| book 37.420.1 | τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ |
| book 37.420.2 | καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;“ |
| book 37.420.3 | τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης, |
| book 37.420.4 | κερτομέων· Νέμεσις δὲ τόσην ἐγράψατο φωνήν. |
| book 37.420.5 | καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων· |
| book 37.425.1 | ἅρματι δ’ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων |
| book 37.425.2 | μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ· |
| book 37.425.3 | καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ, |
| book 37.425.4 | ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ |
| book 37.425.5 | θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων |
| book 37.430.1 | ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος. |
| book 37.430.2 | στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης, |
| book 37.430.3 | εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων |
| book 37.430.4 | ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην, |
| book 37.430.5 | οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην, |
| book 37.435.1 | μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων· |
| book 37.435.2 | καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος |
| book 37.435.3 | δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή, |
| book 37.435.4 | ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει. |
| book 37.435.5 | λαοῖς δ’ ἔμπεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπ’ ἄλλῳ, |
| book 37.440.1 | συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης |
| book 37.440.2 | ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων |
| book 37.440.3 | ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη· |
| book 37.440.4 | καὶ ναέτης ναετῆρι, φίλος δ’ ἐρίδαινεν ἑταίρῳ, |
| book 37.440.5 | γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ’ ἀνήρ. |
| book 37.445.1 | ἦν δ’ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην |
| book 37.445.2 | κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων |
| book 37.445.3 | ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων, |
| book 37.445.4 | ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς |
| book 37.445.5 | εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος· |
| book 37.1 | ἄλλῳ δ’ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων |
| book 37.2 | ἀγχιφανὴς νίκησε πολύτροπος ἀστὸς Ἀθήνης, |
| book 37.3 | Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα. |
| book 37.4 | οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς, |
| book 37.5 | ἵππους ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων· |
| book 37.455.1 | καὶ πολὺς ἱππείοιο δι’ αὐχένος ἔρρεεν ἱδρὼς |
| book 37.455.2 | καὶ λασίου στέρνοιο, καθ’ ἡνιόχοιο δὲ πυκναὶ |
| book 37.455.3 | αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης· |
| book 37.1 | ἅρματα δ’ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων |
| book 37.2 | ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ |
| book 37.460.1 | λεπταλέης ἀτίνακτα χαράσσετο νῶτα κονίης. |
| book 37.460.2 | αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου |
| book 37.460.3 | εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δ’ ἔσμηξε χιτῶνι |
| book 37.460.4 | μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων· |
| book 37.460.5 | καὶ ταχὺς ἐκ δίφροιο κατήιε· μηκεδανὴν δὲ |
| book 37.465.1 | εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην· |
| book 37.465.2 | ἵππους δ’ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ |
| book 37.465.3 | τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης, |
| book 37.465.4 | ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα, |
| book 37.465.5 | πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης. |
| book 37.470.1 | τῷ δ’ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων |
| book 37.470.2 | Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης, |
| book 37.470.3 | κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου, |
| book 37.470.4 | τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκρων |
| book 37.470.5 | ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς· |
| book 37.475.1 | δεύτερα δ’ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι |
| book 37.475.2 | ἔγκυον ἵππον ἄγειν, ζηλήμονι χειρὶ τιταίνων. |
| book 37.475.3 | καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης |
| book 37.475.4 | χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου. |
| book 37.475.5 | τῷ δ’ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύξας |
| book 37.480.1 | ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης, |
| book 37.480.2 | αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης. |
| book 37.1 | καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου |
| book 37.2 | χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ, |
| book 37.3 | οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ. |
| book 37.485.1 | αὐτὰρ ὁ πυγμαχίης χαροπῆς ἔστησεν ἀγῶνα· |
| book 37.485.2 | πρώτῳ μὲν θέτο ταῦρον ἀπ’ Ἰνδῴοιο βοαύλου |
| book 37.485.3 | δῶρον ἔχειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν |
| book 37.485.4 | βάρβαρον αἰολόνωτον ἄγων κατέθηκε βοείην. |
| book 37.485.5 | ὀρθωθεὶς δ’ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων, |
| book 37.490.1 | εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης· |
| book 37.490.2 | „πυγμῆς οὗτος ἄεθλος ἀτειρέος· ἀθλοφόρῳ δὲ |
| book 37.490.3 | ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω, |
| book 37.490.4 | ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.“ |
| book 37.490.5 | ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς, |
| book 37.495.1 | ἠθάδι πυγμαχίῃ μεμελημένος· εὐκεράου δὲ |
| book 37.495.2 | ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν· |
| book 37.495.3 | „ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον· οὐ γὰρ ἐάσσω |
| book 37.495.4 | ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.“ |
| book 37.495.5 | ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή· |
| book 37.1 | Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς |
| book 37.2 | ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ |
| book 37.3 | πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι, |
| book 37.1 | Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων. |
| book 37.2 | τὸν μὲν ἐριπτοίητος ἀδελφεὸς ἄμφεπεν Ἄλκων, |
| book 37.505.1 | ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην, |
| book 37.505.2 | καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων |
| book 37.505.3 | ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων. |
| book 37.505.4 | καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου |
| book 37.505.5 | λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης |
| book 37.510.1 | ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες. |
| book 37.510.2 | αἰεὶ δ’ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν, |
| book 37.510.3 | μή ποτέ μιν πλήξειε κατ’ ὀφρύος ἠὲ μετώπου, |
| book 37.510.4 | † ἠέ μιν αἱμάξειε τετυμμένον ἄκρον ἀράξας † |
| book 37.510.5 | † ἄκρα διατμήξειε κατὰ κροτάφοιο κιχήσας † |
| book 37.515.1 | † εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας † |
| book 37.515.2 | ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων |
| book 37.515.3 | ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου, |
| book 37.515.4 | ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου |
| book 37 | ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων. |
| book 37.520.1 | ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο Μελισσεὺς |
| book 37.520.2 | στήθεος ἄκρον ἔλασσεν· ὁ δὲ σχεδὸν ἄντα προσώπου |
| book 37.520.3 | χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων· |
| book 37.520.4 | καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων, |
| book 37.520.5 | δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων. |
| book 37.525.1 | ἄμφω δ’ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ’ ἄλλῳ |
| book 37.525.2 | ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων· |
| book 37.525.3 | χερσὶ δὲ χεῖρας ἔμιξαν· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς |
| book 37.525.4 | φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων |
| book 37.525.5 | ἀκροτάτην περὶ χεῖρα· χαρασσομένης δὲ παρειῆς |
| book 37.530.1 | αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες· |
| book 37.530.2 | καὶ γενύων πέλε δοῦπος· ἐπιθρωσμῷ δὲ προσώπου |
| book 37.530.3 | εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί, |
| book 37.530.4 | ὀφθαλμοὶ δ’ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου. |
| book 37.530.5 | Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ, |
| book 37.535.1 | ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην, |
| book 37.535.2 | ὄμμα καταυγάζοντος· ἐπαΐξας δὲ Μελισσεὺς |
| book 37.535.3 | ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων |
| book 37.535.4 | ἄφνω γναθμὸν ἔτυψεν ὑπ’ οὔατος· αὐτὰρ ὁ κάμνων |
| book 37.535.5 | ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ, |
| book 37.540.1 | θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην |
| book 37.540.2 | κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην |
| book 37.540.3 | λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος |
| book 37.540.4 | στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων |
| book 37.540.5 | πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ |
| book 37.545.1 | Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην. |
| book 37.545.2 | καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων |
| book 37.545.3 | ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα· |
| book 37.545.4 | καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης |
| book 37.545.5 | πρώτῳ ἀεθλητῆρι· τίθει δ’ εἰς μέσσον ἀείρας |
| book 37.1 | ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων. |
| book 37.2 | ὀρθωθεὶς δ’ ἰάχησε πάλιν σημάντορι φωνῇ· |
| book 37.3 | „δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.“ |
| book 37.4 | ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου |
| book 37.5 | πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη |
| book 37.555.1 | Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα. |
| book 37.555.2 | ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς |
| book 37.555.3 | γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ |
| book 37.555.4 | πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ |
| book 37.555.5 | σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης |
| book 37.560.1 | ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν |
| book 37.560.2 | ἀκροτάτῳ σφίγξαντες· ἔην δ’ ἀμφίδρομος ἀνήρ, |
| book 37.560.3 | ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ, |
| book 37.560.4 | ἕλκων ἑλκόμενός τε· συνωχμάζοντο γὰρ ἄμφω |
| book 37 | χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν, |
| book 37.565.1 | μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ |
| book 37.565.2 | ἀκλινέες, νεύοντες ἐπὶ χθονός· ἐκ δὲ μετώπων |
| book 37.565.3 | θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς· ... |
| book 37.565.4 | μυδαλέῳ δ’ ἱδρῶτι χυτὴν ἔρραινε κονίην, |
| book 37.565.5 | αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων, |
| book 37.570.1 | μή μιν ὀλισθήσειε περίπλοκος ἅμματι χειρῶν |
| book 37.570.2 | θερμὴν τριβομένοιο κατ’ αὐχένος ἰκμάδα πέμπων. |
| book 37.570.3 | ἀμφοτέρων δ’ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ |
| book 37.570.4 | δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ· |
| book 37.570.5 | σμῶδιξ δ’ αὐτοτέλεστος ἀνέδραμεν, αἵματι θερμῷ |
| book 37.575.1 | αἰόλα πορφύρουσα· δέμας δ’ ἐστίζετο φωτῶν. |
| book 37.575.2 | οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης |
| book 37.575.3 | ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς· ἀντίβιον δὲ |
| book 37.575.4 | πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ, |
| book 37.575.5 | ἐκ χθονὸς ὀχλίζων· δολίης δ’ οὐ λήθετο τέχνης |
| book 37.580.1 | Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ |
| book 37.580.2 | λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας |
| book 37.580.3 | ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ, |
| book 37.580.4 | ἠλιβάτῳ πρηῶνι πανείκελον· ἀμφὶ δὲ λαοὶ |
| book 37.580.5 | τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου |
| book 37.585.1 | ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα. |
| book 37.585.2 | δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης |
| book 37.585.3 | κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης |
| book 37.1 | Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων, |
| book 37.2 | ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι, |
| book 37.590.1 | ἀγκὰς ἔχων, οὐ νῶτον ἢ ὄρθιον αὐχένα κάμπτων, |
| book 37.590.2 | πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων, |
| book 37.590.3 | ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὓς κάμε τέκτων |
| book 37.590.4 | πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην. |
| book 37.590.5 | καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ |
| book 37.595.1 | Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων· |
| book 37.595.2 | καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων |
| book 37.595.3 | καμπύλον, ἀκροτάτῳ περὶ γούνατι δεσμὰ συνάπτων, |
| book 37.595.4 | ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας· |
| book 37.595.5 | καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων, |
| book 37.1 | χεῖρας ἑὰς στεφανηδὸν ἐπ’ ἀλλήλῃσιν ἑλίξας, |
| book 37.2 | αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας. |
| book 37.3 | τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ |
| book 37.4 | κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος, |
| book 37.5 | μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ. |
| book 37.605.1 | οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ |
| book 37.605.2 | ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν |
| book 37.605.3 | αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ |
| book 37.605.4 | νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ, |
| book 37.605.5 | ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας. |
| book 37.610.1 | καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες |
| book 37.610.2 | Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος· |
| book 37.610.3 | Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ, |
| book 37.610.4 | δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων. |
| book 37.610.5 | καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα· |
| book 37.615.1 | πρώτῳ ἀεθλητῆρι τίθει κειμήλια νίκης |
| book 37.615.2 | ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα, |
| book 37.615.3 | δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον, |
| book 37.615.4 | καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι. |
| book 37.615.5 | ὀρθωθεὶς δ’ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων· |
| book 37.620 | „ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.“ |
| book 37.1 | ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων ... |
| book 37.2 | τῷ δ’ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς, |
| book 37.3 | Παλλάδι νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ’ αὐτῷ |
| book 37.4 | Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης. |
| book 37.625.1 | τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ |
| book 37.625.2 | πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ, |
| book 37.625.3 | ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ |
| book 37.625.4 | δεύτερος ἀγχικέλευθος ὀπίστερος ἦεν Ἐρεχθεύς, |
| book 37.625.5 | γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων, |
| book 37.630.1 | καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης |
| book 37.630.2 | οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ |
| book 37.630.3 | παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ, |
| book 37.630.4 | Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ |
| book 37.630.5 | ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι. |
| book 37.635.1 | καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην |
| book 37.635.2 | μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ |
| book 37.635.3 | κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ, |
| book 37.635.4 | ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης |
| book 37.635.5 | τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς· |
| book 37.640.1 | „γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ, |
| book 37.640.2 | εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς ἐρώτων· |
| book 37.640.3 | δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὥρην, |
| book 37.1 | Ὠκύθοον ταχύγουνον ἵνα προθέοντα παρέλθω.“ |
| book 37.2 | ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν, |
| book 37.645.1 | καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης. |
| book 37.645.2 | τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ, |
| book 37.645.3 | ἀλλ’ οὐκ ἶσα τάλαντα· καὶ ὁππόσον ὠκέι ταρσῷ |
| book 37.645.4 | Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς, |
| book 37.645.5 | τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων |
| book 37.1 | Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ |
| book 37.2 | ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν, |
| book 37.3 | Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ, |
| book 37.4 | ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παρὰ τύμβῳ |
| book 37.5 | Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ· |
| book 37.655 | ἀλλὰ παλιννόστοιο ποδὸς ταχυδινέι παλμῷ |
| book 37.658.1 | Ὠκύθοος πεφόρητο μετάλμενος· ἐσσύμενος δὲ |
| book 37.658.2 | ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων, |
| book 37.656.1 | εἰ τότε βαιὸς ἔην ἔτι που δρόμος, ἦ τάχα † βαίνων |
| book 37.656.2 | ἢ πέλεν ἀμφήριστος ἢ ἔφθασεν ἀστὸν Ἀθήνης. |
| book 37.660.1 | καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐρεχθεύς, |
| book 37.660.2 | Σιδόνιον κρητῆρα τετυγμένον· Ὠκύθοος δὲ |
| book 37.660.3 | εἴρυσε Θεσσαλὸν ἵππον· ὁ δὲ τρίτος ἠρέμα βαίνων |
| book 37.660.4 | Πρίασος ἆορ ἔδεκτο σὺν ἀργυρέῳ τελαμῶνι. |
| book 37 | καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ, |
| book 37.665.1 | παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ, |
| book 37.665.2 | ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος. |
| book 37.665.3 | καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι |
| book 37.665.4 | δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων· |
| book 37.665.5 | πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ |
| book 37.670.1 | θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην, |
| book 37.670.2 | καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ, |
| book 37.670.3 | ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατο χαλκεύς. |
| book 37.670.4 | ὀρθωθεὶς δ’ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωνῇ· |
| book 37.670.5 | „οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.“ |
| book 37.675.1 | ὣς φαμένου Βρομίοιο σακεσπάλος ὦρτο Μελισσεύς, |
| book 37.675.2 | τῷ δ’ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης, |
| book 37.675.3 | καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθεν Ἄκμων· |
| book 37.675.4 | καὶ πίσυρες στοιχηδὸν ἐφέστασαν ἄλλος ἐπ’ ἄλλῳ. |
| book 37.675.5 | καὶ σόλον εὐδίνητον ἑλὼν ἔρριψε Μελισσεύς· |
| book 37.680.1 | Σιληνοὶ δ’ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν. |
| book 37.680.2 | δεύτερος Εὐρυμέδων παλάμην ἐπερείσατο δίσκῳ· |
| book 37.680.3 | καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ |
| book 37.680.4 | βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων· |
| book 37.680.5 | καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνδρομον αὔραις, |
| book 37.685.1 | καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ |
| book 37.685.2 | ὀξείῃ στροφάλιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης |
| book 37.685.3 | εἰς σκοπὸν ἠκόντιζεν ἐν ἠέρι δίσκον ἀλήτην· |
| book 37.685.4 | καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις |
| book 37.685.5 | ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου |
| book 37.690.1 | ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις |
| book 37.690.2 | ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυλίνδετο γαίῃ |
| book 37.690.3 | ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ |
| book 37.690.4 | χειρὸς ἐυστρέπτοιο, φέρων αὐτόσσυτον ὁρμήν, |
| book 37.690.5 | εἰσόκε σήματα πάντα παρέδραμεν· ἀγρόμενοι δὲ |
| book 37.695.1 | πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος, |
| book 37.695.2 | ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν. |
| book 37.695.3 | καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυφαλείῃ |
| book 37.695.4 | διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἁλιμήδης· |
| book 37.695.5 | Ἄκμων δ’ εἱλιπόδης χρυσαυγέα κούφισε μίτρην· |
| book 37.1 | καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας |
| book 37.2 | ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώπῳ |
| book 37.3 | νεβρίδα ποικιλόνωτον ἀνηέρταζε Μελισσεύς. |
| book 37.4 | καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου, |
| book 37.5 | εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας |
| book 37.705.1 | ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι, |
| book 37.705.2 | καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης |
| book 37.705.3 | ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ |
| book 37.1 | νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ |
| book 37.2 | στῆσεν ὑπὲρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ |
| book 37.710.1 | δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ, |
| book 37.710.2 | λεπταλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας. |
| book 37.710.3 | καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν, |
| book 37.710.4 | εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων· |
| book 37.710.5 | „ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας, |
| book 37.715.1 | ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης· |
| book 37.715.2 | ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων, |
| book 37.715.3 | ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ, |
| book 37.715.4 | ἄκρα δὲ μηρίνθοιο βαλὼν πτερόεντι βελέμνῳ |
| book 37.715.5 | ἥσσονα τοξεύσειε, καὶ ἥσσονα δῶρα δεχέσθω· |
| book 37.720.1 | ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσεται, ὄφρα κε Φοίβῳ |
| book 37.720.2 | τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.“ |
| book 37.720.3 | τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου |
| book 37.720.4 | εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη ... |
| book 37.720.5 | εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ, |
| book 37.725.1 | Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ, |
| book 37.725.2 | Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας, |
| book 37.725.3 | καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ |
| book 37.725.4 | ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων· |
| book 37 | καὶ μίτος εἰς χθόνα πῖπτε. δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 37.730.1 | ὄμμα φέρων ἑλικηδόν, ὑπὲρ νεφέων δὲ δοκεύων ... |
| book 37.730.2 | τοξευτὴρ Ὑμέναιος ἑτοιμοτάτης ἀπὸ νευρῆς |
| book 37.730.3 | εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων |
| book 37.730.4 | ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων· |
| book 37.730.5 | καὶ πτερόεις πεπότητο δι’ ἠέρος ἰὸς ἀλήτης |
| book 37.735.1 | ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων, |
| book 37.735.2 | συρίζων ἀνέμοισι· βέλος δ’ ἴθυνεν Ἀπόλλων |
| book 37.735.3 | πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ· |
| book 37.735.4 | ἱπταμένης δ’ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ |
| book 37.735.5 | στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου |
| book 37.740.1 | ὄρνις ἀελλήεσσα δι’ ἠέρος ἔμπεσε γαίῃ· |
| book 37.740.2 | ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονίῃ, |
| book 37.740.3 | ποσσὶ περισκαίρουσα χοροπλεκέος Διονύσου. |
| book 37.740.4 | καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ |
| book 37.740.5 | χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ· |
| book 37.745.1 | ξυνοὶ δ’ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι, |
| book 37.745.2 | ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου. |
| book 37.745.3 | καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας |
| book 37.745.4 | ἡμίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ· |
| book 37.745.5 | καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι. |
| book 37.1 | καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιστῆρας ἐπείγων |
| book 37.2 | Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι, |
| book 37.3 | διχθαδίην κνημῖδα καὶ Ἰνδῴης λίθον ἅλμης. |
| book 37.1 | ὀρθωθεὶς δ’ ἀγόρευε, δύω δ’ ἐκέλευσε μαχηταῖς, |
| book 37.2 | ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ |
| book 37.755.1 | μιμηλὴν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης· |
| book 37.755.2 | „οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων |
| book 37.755.3 | μείλιχον οἶδεν ἄρηα καὶ εὐδιόωσαν ἐνυώ.“ |
| book 37.755.4 | ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων |
| book 37.755.5 | Ἀστέριος κεκόρυστο, καὶ Αἰακὸς εἰς μέσον ἔστη |
| book 37.760.1 | χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων, |
| book 37.760.2 | οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ |
| book 37.760.3 | ἢ συῒ λαχνήεντι· σιδηρείῳ δὲ χιτῶνι |
| book 37.760.4 | εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω |
| book 37.760.5 | Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρυ θοῦρον ἰάλλων |
| book 37.765.1 | Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν, |
| book 37.765.2 | οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας· |
| book 37.765.3 | ὃς δὲ κατ’ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων |
| book 37.765.4 | Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέζων, |
| book 37.765.5 | νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα· |
| book 37.770.1 | ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν, |
| book 37.770.2 | αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ· |
| book 37.770.3 | ἀμφοτέρους δ’ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ· |
| book 37.770.4 | „ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες ἐνυώ. |
| book 37.770.5 | ἄρθμιος οὗτος ἄρης καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.“ |
| book 37.775.1 | ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης |
| book 37.775.2 | Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων |
| book 37.775.3 | δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων |
| book 37 | Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν. |
| book 38.1.1 | Λῦτο δ’ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης, |
| book 38.1.2 | καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ |
| book 38.1.3 | Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις, |
| book 38.1.4 | αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης |
| book 38.5.1 | ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου |
| book 38.5.2 | θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ |
| book 38.5.3 | πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην, |
| book 38.5.4 | εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ |
| book 38.5.5 | ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς, |
| book 38.10.1 | Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ |
| book 38.10.2 | Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ |
| book 38.10.3 | ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς |
| book 38.10.4 | οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης |
| book 38.10.5 | Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη. |
| book 38.15 | ἀλλ’ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι, |
| book 38.1 | οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ |
| book 38.2 | φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ |
| book 38.3 | ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ |
| book 38.4 | κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη, |
| book 38.20.1 | κλεπτομένης δ’ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι· |
| book 38.20.2 | καὶ πολὺς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης, |
| book 38.20.3 | ἅρματος οὐρανίοιο κατάσσυτος· ἄκρα δὲ γαίης |
| book 38.20.4 | μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι |
| book 38.20.5 | ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου |
| book 38.25.1 | ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων. |
| book 38.25.2 | Βάκχῳ δ’ ἀσχαλόωντι δι’ ἠέρος αἴσιος ἔπτη |
| book 38.25.3 | αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων |
| book 38.25.4 | θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων ... |
| book 38.25.5 | κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ. |
| book 38.30.1 | καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή· |
| book 38.30.2 | Ἴδμων δ’ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης |
| book 38.30.3 | Οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων, |
| book 38.30.4 | ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ |
| book 38.30.5 | συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης, |
| book 38.35.1 | καὶ φλόγα πορφύρουσαν, ὑπὸ ζοφοειδέι κώνῳ |
| book 38.35.2 | κλεπτομένης Φαέθοντος ἀθηήτοιο πορείης, |
| book 38.35.3 | καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων, |
| book 38.35.4 | αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην, |
| book 38.35.5 | καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ. |
| book 38.40 | τοῖα παρ’ Οὐρανίης δεδαημένος ἔργα θεαίνης |
| book 38.1 | ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δ’ ἑκάστου |
| book 38.2 | λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ |
| book 38.3 | Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ |
| book 38.4 | λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ |
| book 38.45.1 | ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην. |
| book 38.45.2 | καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς, |
| book 38.45.3 | σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης |
| book 38.45.4 | αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ, |
| book 38.45.5 | οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι |
| book 38.1 | μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου, |
| book 38.2 | καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην, |
| book 38.3 | καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης |
| book 38.4 | κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων |
| book 38.5 | Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται. |
| book 38.55.1 | οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου |
| book 38.55.2 | σείων εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην |
| book 38.55.3 | τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος· |
| book 38.55.4 | „εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ, |
| book 38.55.5 | ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου; |
| book 38.60.1 | λέξω δ’, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων. |
| book 38.60.2 | μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην, |
| book 38.60.3 | μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου |
| book 38.60.4 | νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου· |
| book 38.60.5 | ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς, |
| book 38.65.1 | ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ, |
| book 38.65.2 | εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης, |
| book 38.65.3 | καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης, |
| book 38.65.4 | οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει |
| book 38.65.5 | εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.“ |
| book 38.70.1 | τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ |
| book 38.70.2 | μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δ’ ἄλλων |
| book 38.70.3 | θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης, |
| book 38.70.4 | τοῖος ἐὼν γλυκερῇσιν ἐπ’ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ |
| book 38.70.5 | κωμάζων Μαραθῶνι μετ’ ἄρεα Δηριαδῆος. |
| book 38.75.1 | καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ |
| book 38.75.2 | σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς, |
| book 38.75.3 | καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ· |
| book 38.75.4 | „μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ· |
| book 38.75.5 | τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων |
| book 38.80.1 | νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ |
| book 38.80.2 | δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω, |
| book 38.80.3 | καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ· |
| book 38.80.4 | αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ |
| book 38.80.5 | ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς, |
| book 38.85.1 | καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου |
| book 38.85.2 | Ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην, |
| book 38.85.3 | οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας |
| book 38.85.4 | Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν |
| book 38 | ἀστράψεις κατ’ ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων. |
| book 38.90.1 | τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς ἤγαγεν Αἰών, |
| book 38.90.2 | ἐξότε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ |
| book 38.90.3 | κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου |
| book 38.90.4 | ἡμιδαὴς Φαέθων, ποταμῷ δ’ ἐκρύπτετο Κελτῷ· |
| book 38.90.5 | καὶ θρασὺν ἡβητῆρα παρ’ ὀφρύσιν Ἠριδανοῖο |
| book 38.95.1 | Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.“ |
| book 38.95.2 | ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης· |
| book 38.95.3 | Ἑρμείαν δ’ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι |
| book 38.95.4 | Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου, |
| book 38.95.5 | πῶς Φαέθων κεκύλιστο δι’ αἰθέρος, ἢ πόθεν αὐταὶ |
| book 38.1 | Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο |
| book 38.2 | εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων |
| book 38.3 | δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις. |
| book 38.4 | καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς |
| book 38.5 | θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ· |
| book 38.105.1 | „ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν, |
| book 38.105.2 | εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει, |
| book 38.105.3 | μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω. |
| book 38.105.4 | Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου, |
| book 38.105.5 | ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ, |
| book 38.110.1 | Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις |
| book 38.110.2 | νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς |
| book 38.110.3 | κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ, |
| book 38.110.4 | παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ |
| book 38.110.5 | Ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων, |
| book 38.115.1 | αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων, |
| book 38.115.2 | κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων |
| book 38.115.3 | καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων, |
| book 38.115.4 | ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο, |
| book 38.115.5 | ἔμπυρον ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων, |
| book 38.120.1 | παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ |
| book 38.120.2 | νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις, |
| book 38.120.3 | λουομένη δ’ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς |
| book 38.120.4 | μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης |
| book 38.120.5 | ἑσπερίη σελάγιζε δι’ ὕδατος ὄμπνια Μήνη. |
| book 38.125.1 | ἡμιφανὴς δ’ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη, |
| book 38.125.2 | Ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς· |
| book 38.125.3 | καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη |
| book 38.125.4 | κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην |
| book 38.125.5 | ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν. |
| book 38.130.1 | αἰθερίῳ δ’ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην· |
| book 38.130.2 | καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι |
| book 38.130.3 | καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι |
| book 38.1 | Νηίδες ὠρχήσαντο· παρ’ ὑδατόεντι δὲ παστῷ |
| book 38.2 | εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη, |
| book 38.135.1 | καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην. |
| book 38.135.2 | ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη, |
| book 38.135.3 | καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ, |
| book 38.135.4 | συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης |
| book 38.135.5 | νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη· |
| book 38.140.1 | Ἑσπερίδες δ’ ἀλάλαζον· ἑῇ δ’ ἅμα Τηθύι νύμφῃ |
| book 38.140.2 | Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ. |
| book 38.140.3 | καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ· |
| book 38.140.4 | καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο |
| book 38.140.5 | γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ |
| book 38.145.1 | τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ· |
| book 38.145.2 | Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης |
| book 38.145.3 | υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς· |
| book 38.145.4 | σπάργανα δ’ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ |
| book 38.145.5 | εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο |
| book 38.1 | κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη ... |
| book 38.2 | μαρμαρυγὴν πέμπουσα σελασφόρον· Ἠέλιος δὲ |
| book 38.3 | υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ |
| book 38.4 | ἅρμενον· ἠιθέου γὰρ ἐπ’ ἀστράπτοντι προσώπῳ |
| book 38.5 | Ἠελίου γενετῆρος ἐπέτρεχε σύγγονος αἴγλη. |
| book 38.155.1 | πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων |
| book 38.155.2 | Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων |
| book 38.155.3 | γαστρὶ μέσῃ κούφιζε, δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 38.155.4 | ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ |
| book 38.155.5 | ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ, |
| book 38.160.1 | καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ |
| book 38.160.2 | χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο |
| book 38.160.3 | δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ, |
| book 38.160.4 | μάντις ἑοῦ θανάτοιο· γέρων δ’ ᾤμωξε νοήσας, |
| book 38.160.5 | θέσφατα γινώσκων, πινυτῇ δ’ ἔκρυψε σιωπῇ, |
| book 38.165.1 | μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ |
| book 38.165.2 | πικρὰ προθεσπίζων Φαεθοντίδος αἴλινα Μοίρης. |
| book 38.165.3 | καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην |
| book 38.165.4 | πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς |
| book 38.165.5 | Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων |
| book 38.170.1 | Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ... |
| book 38.170.2 | πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχείης, |
| book 38.170.3 | ἄξοα τεχνήεντι συνήρμοσε δούρατα δεσμῷ, |
| book 38.170.4 | κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ· |
| book 38.170.5 | ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων |
| book 38.175.1 | πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην |
| book 38.175.2 | ἀρνειοῖς πισύροισι νόθους ἐπέθηκε χαλινούς· |
| book 38.175.3 | καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων |
| book 38.175.4 | ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ, |
| book 38.175.5 | θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης, |
| book 38.180.1 | ἀστέρος ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις |
| book 38.180.2 | ὄρθιον ἔνθα καὶ ἔνθα φεραυγέα δαλὸν ἐρείσας |
| book 38.180.3 | ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα, |
| book 38.180.4 | ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου. |
| book 38.180.5 | ἀλλ’ ὅτ’ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην, |
| book 38.185.1 | πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ |
| book 38.185.2 | κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην, |
| book 38.185.3 | καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων |
| book 38.185.4 | χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων· |
| book 38.185.5 | δεξιτερῇ δ’ ἔψαυε πυριβλήτοιο χαλινοῦ. |
| book 38.190.1 | μαίνετο δ’ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ |
| book 38.190.2 | γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων |
| book 38.190.3 | ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων. |
| book 38.190.4 | καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ |
| book 38.190.5 | αἰτίζων λιτάνευε· παρηγορέων δ’ ἐπὶ δίφρῳ |
| book 38.195.1 | ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ· |
| book 38.195.2 | ‘ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο, |
| book 38.195.3 | ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου; |
| book 38.1 | ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ |
| book 38.2 | ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω. |
| book 38.1 | οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ, |
| book 38.2 | ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει· |
| book 38.3 | οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀείρει, |
| book 38.4 | οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων, |
| book 38.5 | ἀλλὰ παρ’ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει, |
| book 38.205.1 | ἄσθμασι μιμηλοῖσι χέων ποιητὸν ἀήτην· |
| book 38.205.2 | κύκνον ἔχει πτερόεντα καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων, |
| book 38.205.3 | οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος· |
| book 38.205.4 | Ἑρμῆς ῥάβδον ἔχων οὐκ αἰγίδα πατρὸς ἀείρει. |
| book 38.205.5 | ἀλλ’ ἐρέεις· ‘Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ‘. |
| book 38.210.1 | Ζαγρεὺς σκηπτὸν ἄειρε καὶ ὡμίλησεν ὀλέθρῳ· |
| book 38.210.2 | ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.‘ |
| book 38.210.3 | εἶπε, καὶ οὐ παρέπεισε· πάις δ’ ἑὸν ἦτορ ἀμύσσων |
| book 38.210.4 | δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας· |
| book 38.210.5 | χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης, |
| book 38.215.1 | ὀκλαδὸν ἐν δαπέδῳ κυρτούμενον αὐχένα κάμπτων, |
| book 38.215.2 | λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων. |
| book 38.215.3 | καὶ κινυρὴ Κλυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ |
| book 38.215.4 | ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης |
| book 38.215.5 | ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι |
| book 38.220.1 | μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς |
| book 38.220.2 | χείλεα παιδὸς ἔκυσσε, τόσην δ’ ἐφθέγξατο φωνήν· |
| book 38.220.3 | ‘δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι, |
| book 38.220.4 | Ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου, |
| book 38.220.5 | κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις |
| book 38.225.1 | λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων |
| book 38.225.2 | ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει |
| book 38.225.3 | ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ |
| book 38.225.4 | εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης, |
| book 38.225.5 | ζώνης ἑβδομάτης ὑπὲρ ἄντυγος· ὑψόθι δ’ ἕκτης |
| book 38.230.1 | ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς, |
| book 38.230.2 | καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ ... |
| book 38.230.3 | ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἄρης, |
| book 38.230.4 | γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ |
| book 38.230.5 | αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω |
| book 38.235.1 | οὐρανίων ἑλίκων πολυκαμπέα κύκλα διώκων, |
| book 38.235.2 | μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις, |
| book 38.235.3 | τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω, |
| book 38.235.4 | πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην |
| book 38.235.5 | καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω, |
| book 38.240.1 | οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι |
| book 38.240.2 | ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται ... |
| book 38.1 | ἂψ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω |
| book 38.2 | ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου, |
| book 38.3 | δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην· |
| book 38.245.1 | οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη |
| book 38.245.2 | κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει, |
| book 38.245.3 | μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ· |
| book 38.245.4 | Μήνῃ δ’ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων |
| book 38.245.5 | μαρμαρυγὴν θρέπτειραν ἀμαλλοφόρου τοκετοῖο |
| book 38.1 | Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω, |
| book 38.2 | τίκτων μέτρα χρόνοιο καὶ οἴκοθεν οἶκον ἀμείβων· |
| book 38.3 | καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω. |
| book 38.4 | ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων, |
| book 38.5 | ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας, |
| book 38.255.1 | φέγγος ὅλον κλέψειεν ἐπισκιόων σέο δίφρῳ· |
| book 38.255.2 | μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου· |
| book 38.255.3 | μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ, |
| book 38.255.4 | πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων, |
| book 38.255.5 | οἶστρον ἔχοις καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσσῃς. |
| book 38.260.1 | μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι· |
| book 38.260.2 | μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης |
| book 38.260.3 | ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ |
| book 38.260.4 | Κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν· |
| book 38.260.5 | γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος |
| book 38.265.1 | Σκορπίον ἀστερόφοιτον ἔτι Ζυγὸν ἡνιοχεύων, |
| book 38.265.2 | εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας. |
| book 38.265.3 | ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω. |
| book 38.265.4 | κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου, |
| book 38.265.5 | Κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω, |
| book 38.270.1 | καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων, |
| book 38.270.2 | νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ, |
| book 38.270.3 | ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης· |
| book 38.270.4 | Κριοῦ δ’ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων, |
| book 38.270.5 | Χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων, |
| book 38.275.1 | ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ, |
| book 38.275.2 | καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης, |
| book 38.275.3 | φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων |
| book 38.275.4 | φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω |
| book 38.275.5 | ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος, |
| book 38.280.1 | ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ, |
| book 38.280.2 | νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην· |
| book 38.280.3 | καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης, |
| book 38.280.4 | θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων, |
| book 38.280.5 | ὑψιτενῆ παρὰ νύσσαν ὅτ’ εἰς δρόμον ἡνιοχεύω |
| book 38.285.1 | Καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος, |
| book 38.285.2 | ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων. |
| book 38.1 | ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην, |
| book 38.2 | Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου, |
| book 38.3 | ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ |
| book 38.290.1 | σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.‘ |
| book 38.290.2 | ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ |
| book 38.290.3 | χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ, |
| book 38.290.4 | ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας, |
| book 38.290.5 | κυκλώσας στεφανηδὸν ἐπ’ ἰξύι λευκάδα μίτρην· |
| book 38.295.1 | καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι, |
| book 38.295.2 | καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ. |
| book 38.295.3 | παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης |
| book 38.295.4 | ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι· |
| book 38.295.5 | καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ |
| book 38.1 | ἵππιον αὐχένα δοῦλον ἐπεκλήισε λεπάδνῳ. |
| book 38.2 | καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν, |
| book 38.3 | ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην |
| book 38.4 | Ἠέλιος γενέτης· τρομερῇ δ’ ἐλελίζετο σιγῇ, |
| book 38.5 | υἱέα γινώσκων μινυώριον· ἐγγύθι δ’ ὄχθης |
| book 38.305.1 | ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων |
| book 38.305.2 | δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ. |
| book 38.305.3 | ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ, |
| book 38.305.4 | καὶ Φαέθων ἀνέτελλεν ἑώιον ἄντυγα βαίνων, |
| book 38.305.5 | ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο. |
| book 38.310 | καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων |
| book 38.1 | οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων, |
| book 38.2 | ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας |
| book 38.3 | ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ |
| book 38.4 | μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις, |
| book 38.315.1 | πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις· |
| book 38.315.2 | καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο |
| book 38.315.3 | ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ. |
| book 38.315.4 | ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων |
| book 38.315.5 | καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης, |
| book 38.320.1 | παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου, |
| book 38.320.2 | τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι |
| book 38.320.3 | Ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου. |
| book 38.320.4 | καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην, |
| book 38.320.5 | † φαίνετο μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες, |
| book 38.325.1 | κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος, |
| book 38.325.2 | ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου |
| book 38.325.3 | ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι, |
| book 38.325.4 | δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος. |
| book 38.325.5 | καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος |
| book 38.330.1 | ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι |
| book 38.330.2 | ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι· |
| book 38.330.3 | ἔτρεμε δ’ Ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ· |
| book 38.1 | ‘πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων; |
| book 38.2 | φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ |
| book 38.335.1 | πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων, |
| book 38.335.2 | μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ, |
| book 38.335.3 | μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης, |
| book 38.335.4 | πλαγκτῆς δ’ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῇ |
| book 38.335.5 | γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου· |
| book 38.340.1 | μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου |
| book 38.340.2 | αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ· |
| book 38.340.3 | ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς |
| book 38.340.4 | μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ. |
| book 38.340.5 | μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη |
| book 38.345.1 | ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ |
| book 38.345.2 | ἄστατος Ἠριγένεια συναντήσειε Σελήνῃ.‘ |
| book 38.345.3 | ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων |
| book 38.345.4 | εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου. |
| book 38.345.5 | καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου |
| book 38.1 | ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς |
| book 38.2 | αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων. |
| book 38.3 | καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων |
| book 38.4 | ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας, |
| book 38.5 | μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου |
| book 38.355.1 | κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ |
| book 38.355.2 | σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ, |
| book 38.355.3 | καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ, |
| book 38.355.4 | αἰθέρα θερμαίνων λασίῳ πυρί, καὶ θρασὺς ἔστη |
| book 38 | Καρκίνον ὀκταπόδην κλονέων πυκινότριχι παλμῷ· |
| book 38.360.1 | οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ |
| book 38.360.2 | Παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή· |
| book 38.360.3 | Κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην |
| book 38.360.4 | ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ· |
| book 38.360.5 | καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων |
| book 38.365.1 | Ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ· |
| book 38.365.2 | πλάζετο δ’ Ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ |
| book 38.365.3 | Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου· |
| book 38.365.4 | διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα, |
| book 38.365.5 | Ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ, |
| book 38.370.1 | γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ |
| book 38.370.2 | σύνδρομος Αἰγοκερῆος ἕλιξ ὠρχήσατο Δελφίς· |
| book 38.370.3 | καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου |
| book 38.370.4 | Σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης, |
| book 38.370.5 | ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων |
| book 38.375.1 | ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ· |
| book 38.375.2 | καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου |
| book 38.375.3 | ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη· |
| book 38.375.4 | οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ |
| book 38.375.5 | ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην· |
| book 38.380 | Πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ |
| book 38.1 | οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ· |
| book 38.2 | καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν |
| book 38.3 | ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται· |
| book 38.4 | Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ |
| book 38.385.1 | Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ, |
| book 38.385.2 | ἄστρασι δ’ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην |
| book 38.385.3 | ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ, |
| book 38.385.4 | ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ |
| book 38.385.5 | σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ |
| book 38.390.1 | Ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει· |
| book 38.390.2 | καί μιν, ὅτε δρόμον ἶσον ἔχων ἰσόμοιρος ὁδεύει, |
| book 38.390.3 | Ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων· |
| book 38.390.4 | καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων |
| book 38.390.5 | νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου, |
| book 38.395.1 | εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ |
| book 38.395.2 | δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου |
| book 38.395.3 | οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς· |
| book 38.395.4 | καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ |
| book 38.395.5 | Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης· |
| book 38.1 | καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων |
| book 38.2 | Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ |
| book 38.3 | ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ, |
| book 38.4 | καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα |
| book 38.5 | ἄλλον ἀκοντίσσειεν ἀπ’ αἰθέρος, οἷα καὶ αὐτὸν |
| book 38.405.1 | ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην. |
| book 38.405.2 | οὐκέτι δ’ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης |
| book 38.405.3 | ἀλλήλων ἐχόρευον ἐπ’ ἰξύι κυκλάδες Ἄρκτοι, |
| book 38.405.4 | ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ |
| book 38.405.5 | ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο. |
| book 38.410.1 | Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ |
| book 38.410.2 | ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο· |
| book 38.410.3 | δήσας δ’ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ |
| book 38.410.4 | ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ |
| book 38.410.5 | Ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ |
| book 38.415.1 | ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι. |
| book 38.415.2 | γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ |
| book 38.415.3 | ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας, |
| book 38.415.4 | καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσὸν ἀλήτην, |
| book 38.415.5 | ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν |
| book 38.420.1 | οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι. |
| book 38.420.2 | Ἠέλιος δ’ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων· |
| book 38.420.3 | καὶ σπόρος ἠέξητο, πάλιν δ’ ἐγέλασσαν ἀλωαί, |
| book 38.420.4 | δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην. |
| book 38.420.5 | Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ |
| book 38.425.1 | εἴκελον ἡνιόχῳ καὶ ἐπώνυμον· οὐράνιον δὲ |
| book 38.425.2 | πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων |
| book 38.425.3 | εἰς δρόμον ἀίσσοντος ἔχει τύπον ἡνιοχῆος, |
| book 38.1 | οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος. |
| book 38.2 | καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων |
| book 38.430.1 | Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ |
| book 38.430.2 | Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ. |
| book 38.430.3 | γνωταὶ δ’ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος |
| book 38.430.4 | εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δ’ ἀπὸ δένδρων |
| book 38 | ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.“ |
| book 39.1.1 | Ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς, |
| book 39.1.2 | χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ. |
| book 39.1.3 | ὄφρα μὲν εἰσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων |
| book 39.1.4 | θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοῖς |
| book 39.5.1 | Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ, |
| book 39.5.2 | τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ |
| book 39.5.3 | στοιχάδας ἰθύνοντες ἐς ἄρεα ναύμαχον Ἰνδῶν |
| book 39.5.4 | ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ, |
| book 39.5.5 | πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς |
| book 39.10.1 | ὑσμίνης ἐλατῆρες· ἐπειγομένῳ δὲ Λυαίῳ |
| book 39.10.2 | ὁλκάσιν ἀρτιτύποις ἐπεσύρισε πομπὸς ἀήτης. |
| book 39.10.3 | καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων, |
| book 39.10.4 | ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁπλαῖς. |
| book 39.10.5 | Δηριάδης δ’ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων |
| book 39.15.1 | ἐσσυμένων νεφεληδὸν ἐδέρκετο λαίφεα νηῶν |
| book 39.15.2 | ὀφθαλμῷ κοτέοντι, καὶ ὡς ὑπέροπλος ἀκούων, |
| book 39.1 | ἐγρεμόθους ὅτι νῆας Ἄραψ τορνώσατο τέκτων, |
| book 39.2 | ὤμοσεν ὑλοτόμοισιν ἄγειν Ἀράβεσσιν ἐνυὼ |
| book 39.3 | καὶ πόλιν ἠπείλησεν ἀιστῶσαι Λυκοόργου, |
| book 39.20.1 | ἀμήσας Ῥαδαμᾶνας ἀλοιητῆρι σιδήρῳ. |
| book 39.20.2 | καὶ στόλον ἀθρήσαντες ἀταρβέες ἔτρεμον Ἰνδοί, |
| book 39.20.3 | ἄρεα παπταίνοντες ἁλίκτυπον, ἄχρι καὶ αὐτοῦ |
| book 39.20.4 | γούνατα τολμήεντος ἐλύετο Δηριαδῆος. |
| book 39.20.5 | ποιητῷ δὲ γέλωτι γαληναίοιο προσώπου |
| book 39.25.1 | Ἰνδὸς ἄναξ ἐκέλευσε τριηκοσίων ἀπὸ νήσων |
| book 39.25.2 | τῆς ἐλεφαντοβότοιο παρὰ σφυρὰ δύσβατα γαίης |
| book 39.25.3 | λαὸν ἄγειν· καὶ κραιπνὸς ἐς ἀτραπὸν ἤιε κῆρυξ, |
| book 39.25.4 | ποσσὶ πολυγνάμπτοισιν ἀπὸ χθονὸς εἰς χθόνα βαίνων |
| book 39.25.5 | καὶ στόλος ὀξὺς ἵκανε πολυσπερέων ἀπὸ νήσων |
| book 39.30.1 | κεκλομένου βασιλῆος· ὁ δὲ θρασὺς αὐχένα τείνων, |
| book 39.30.2 | ὁλκάδας εὐπήληκας ἐς ἄρεα πόντιον ἕλκων, |
| book 39.30.3 | λαὸν ὅλον θάρσυνε, καὶ ὑψινόῳ φάτο φωνῇ· |
| book 39.30.4 | „ἀνέρες, οὓς ἀτίταλλεν ἐμὸς μενέχαρμος Ὑδάσπης, |
| book 39.30.5 | ἄρτι πάλιν μάρνασθε πεποιθότες· αἰθόμενον δὲ |
| book 39.35.1 | ἄξατε πῦρ ἐς ἄρηα καὶ ἄσπετον ἅψατε πεύκην, |
| book 39.35.2 | νῆας ἵνα φλέξοιμι νεήλυδας αἴθοπι δαλῷ, |
| book 39.35.3 | καὶ στρατὸν ὑγροκέλευθον ἐνικρύψοιμι θαλάσσῃ |
| book 39.35.4 | σὺν δορί, σὺν θώρηκι, σὺν ὁλκάσι, σὺν Διονύσῳ. |
| book 39.35.5 | εἰ θεὸς ἔπλετο Βάκχος, ἐμῷ πυρὶ Βάκχον ὀλέσσω· |
| book 39.40.1 | οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα τεύχων |
| book 39.40.2 | ἄνθεσι Θεσσαλικοῖσιν ἐμὸν φοίνιξεν Ὑδάσπην, |
| book 39.40.3 | καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν |
| book 39.40.4 | ἔτλην ξανθὰ ῥέεθρα μιαινομένου ποταμοῖο; |
| book 39.40.5 | εἰ γὰρ ἔην ῥόος οὗτος ἀπ’ ἀλλοτρίου ποταμοῖο, |
| book 39.45.1 | μηδὲ πατὴρ ἐμὸς ἦεν ἀρήιος Ἰνδὸς Ὑδάσπης, |
| book 39.45.2 | καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης |
| book 39.45.3 | ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου, |
| book 39.45.4 | καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων |
| book 39.45.5 | ποσσὶ κονιομένοισι διέτρεχον ἄβροχον ὕδωρ, |
| book 39.1 | οἷα παρ’ Ἀργείοισι φατίζεται, ὡς Ἐνοσίχθων |
| book 39.2 | ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο |
| book 39.3 | Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην. |
| book 39.4 | οὐ θεός, οὐ θεὸς οὗτος· ἑὴν δ’ ἐψεύσατο φύτλην· |
| book 39.5 | ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει; |
| book 39.55.1 | ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ; |
| book 39.55.2 | ποίην δ’ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει; |
| book 39.55.3 | οὐ Κρονίδης κατ’ ἄρηα κορύσσεται οἴνοπι κισσῷ· |
| book 39.55.4 | οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω, |
| book 39.55.5 | οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω, |
| book 39.60.1 | οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω· |
| book 39.60.2 | νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω; |
| book 39.60.3 | ἀλλ’ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καὶ χύσιν οἴνου |
| book 39.60.4 | δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος· |
| book 39.60.5 | Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ |
| book 39.65.1 | Ζεὺς πόρεν οἰνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου, |
| book 39.65.2 | νέκταρι δ’ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι· |
| book 39.65.3 | Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάζει· |
| book 39.65.4 | δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης. |
| book 39.65.5 | εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος, |
| book 39.70.1 | σὺν Διὶ καὶ μακάρεσσιν ὁμῆς ἔψαυσε τραπέζης. |
| book 39.70.2 | ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου |
| book 39.70.3 | δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ, |
| book 39.70.4 | ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.“ |
| book 39.70.5 | εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ |
| book 39.75.1 | σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης |
| book 39.75.2 | χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ. |
| book 39.75.3 | καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ· |
| book 39.75.4 | „Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης, |
| book 39.75.5 | οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες, |
| book 39.80.1 | σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν, |
| book 39.80.2 | εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην. |
| book 39.80.3 | ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος |
| book 39.80.4 | ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγι δεσμῷ |
| book 39.80.5 | ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ, |
| book 39.85.1 | μίξατε δυσμενέεσσιν ἁλιπτοίητον ἐνυώ, |
| book 39.85.2 | προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὸν ἀείρων |
| book 39.85.3 | Δηριάδης φλέξειεν ἀρήια δούρατα νηῶν. |
| book 39.85.4 | νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ |
| book 39.85.5 | ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δὲ μογήσας |
| book 39.90.1 | φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν, |
| book 39.90.2 | ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων, |
| book 39.90.3 | ἀγχινεφής, ἀκίχητος, ἀνούτατος, ἠέρι γείτων ... |
| book 39.90.4 | οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω |
| book 39.90.5 | ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα, |
| book 39.95.1 | ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δ’ ἐθελήσω, |
| book 39.95.2 | γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω |
| book 39.95.3 | Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ· |
| book 39.95.4 | καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον Ἐννοσιγαίου, |
| book 39.95.5 | Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης, |
| book 39.1 | πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης· |
| book 39.2 | Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ |
| book 39.3 | ὁλκάδα Δηριάδαο κατακρύψει Μελικέρτης, |
| book 39.4 | κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ |
| book 39.5 | νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ |
| book 39.105.1 | ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ· |
| book 39.105.2 | μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην |
| book 39.105.3 | ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ, |
| book 39.105.4 | εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει |
| book 39.105.5 | θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς |
| book 39.110.1 | Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ· |
| book 39.110.2 | θωρήξω δ’ ἐς ἄρηα καὶ Αἴολον, ὄφρα νοήσω |
| book 39.1 | Εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα, |
| book 39.2 | γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης, |
| book 39.3 | καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου· |
| book 39.115.1 | καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ |
| book 39.115.2 | ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ |
| book 39.115.3 | εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ |
| book 39.115.4 | ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ |
| book 39.115.5 | μιμνέτω ἠρεμέων θρασὺς Αἴολος, ἠθάδι δεσμῷ |
| book 39.120.1 | ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδ’ ἐνὶ πόντῳ |
| book 39.120.2 | ἄσθμασιν Ἰνδοφόνοισιν ἀριστεύσωσιν ἀῆται· |
| book 39.120.3 | ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.“ |
| book 39.120.4 | ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας. |
| book 39.120.5 | ἤδη δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ, |
| book 39.125.1 | καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ |
| book 39.125.2 | λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη |
| book 39.125.3 | εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ, |
| book 39.125.4 | καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ· |
| book 39.125.5 | ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς |
| book 39.130.1 | Πανιὰς ὑστερόφωνος ἀμείβετο ποντιὰς Ἠχώ. |
| book 39.130.2 | τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δ’ ἰωὴ |
| book 39.130.3 | κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ |
| book 39.130.4 | κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δ’ ἄρα μέσσῳ |
| book 39.130.5 | νηυσὶν ὁμοζυγέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν |
| book 39.135.1 | εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ |
| book 39.135.2 | Αἰακὸς ὑγρὸν ἄρηα προθεσπίζων Σαλαμῖνος |
| book 39.135.3 | ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν· |
| book 39.135.4 | „εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ |
| book 39.135.5 | ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης, |
| book 39.140.1 | διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ, |
| book 39.140.2 | δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ, |
| book 39.140.3 | ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνίψῃ |
| book 39.140.4 | νίκην ἡμετέρην δεδοκημένος· ‘ὡς ἐνὶ γαίῃ |
| book 39.140.5 | Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ἐν πελάγεσσι γεραίρει.‘ |
| book 39.145.1 | ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· ‘εἰν ἑνὶ θεσμῷ |
| book 39.145.2 | Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ, |
| book 39.145.3 | κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας |
| book 39.145.4 | χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.‘ |
| book 39.145.5 | ῥύεο δ’ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ |
| book 39 | ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ, |
| book 39.1 | καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα κορύσσω |
| book 39.2 | μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος. |
| book 39.3 | ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ, |
| book 39.4 | πέμπε μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης |
| book 39.155.1 | δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ· |
| book 39.155.2 | ἄλλος δ’ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω· |
| book 39.155.3 | σύμβολα δ’ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω· |
| book 39.155.4 | τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ |
| book 39.155.5 | θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ |
| book 39.160.1 | νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην, |
| book 39.160.2 | δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν· |
| book 39.160.3 | λαῷ δ’ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ |
| book 39.160.4 | κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν, |
| book 39.160.5 | αὐτόματον θανάτοιο φέρων τύπον· ἢν δ’ ἐθελήσῃς, |
| book 39.165.1 | βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην, |
| book 39.165.2 | καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων |
| book 39.165.3 | υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ |
| book 39.165.4 | ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί. |
| book 39.165.5 | ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης |
| book 39.170.1 | νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.“ |
| book 39.170.2 | ὣς εἰπὼν πολέμιζεν. ἐς ἠερίας δὲ κελεύθους |
| book 39.170.3 | ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου |
| book 39.170.4 | γαμβρὸν ἑὸν λιτάνευε καὶ ἴαχε μῦθον Ἐρεχθεύς· |
| book 39.170.5 | „γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης |
| book 39.175 | μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων |
| book 39.1 | ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην· |
| book 39.2 | ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην |
| book 39.3 | δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ· |
| book 39.4 | νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων |
| book 39.180.1 | ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας— |
| book 39.180.2 | ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς |
| book 39.180.3 | Θρῄκην ναιετάεις, ἐγχεσπάλος οἷά περ Ἄρης—, |
| book 39.180.4 | ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων |
| book 39.180.5 | ἔγχεϊ παχνήεντι κορύσσεο Δηριαδῆι· |
| book 39.185.1 | στήσας δ’ ἀντιβίοισι θυελλήεσσαν ἐνυὼ |
| book 39.185.2 | δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ, |
| book 39.185.3 | καὶ Διὶ πιστὰ φέρων καὶ Παλλάδι καὶ Διονύσῳ. |
| book 39.185.4 | μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες |
| book 39.185.5 | κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον ἐρώτων· |
| book 39.190.1 | Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην |
| book 39.190.2 | Ἀτθίδα σὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι |
| book 39.190.3 | ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ. |
| book 39.190.4 | οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης |
| book 39.190.5 | γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλ’ ἐνὶ χάρμῃ |
| book 39.195.1 | οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται |
| book 39.195.2 | πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος· |
| book 39.195.3 | καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης |
| book 39.195.4 | μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη |
| book 39.195.5 | θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθιοπῆα, |
| book 39 | ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ· |
| book 39.1 | οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένοιο Βορῆος. |
| book 39.2 | δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ |
| book 39.3 | σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει |
| book 39.4 | μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη, |
| book 39.205.1 | ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ· |
| book 39.205.2 | καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων |
| book 39.205.3 | ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν ἐνυώ, |
| book 39.205.4 | ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων. |
| book 39.205.5 | δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην |
| book 39.210.1 | Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς, |
| book 39.210.2 | καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.“ |
| book 39.210.3 | τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης |
| book 39.210.4 | ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος |
| book 39.210.5 | ναύμαχον εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ |
| book 39.215.1 | εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ |
| book 39.215.2 | πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ |
| book 39.215.3 | Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν. |
| book 39.217.1 | — — — |
| book 39.217.2 | Κυκλώπων δὲ φάλαγγες ἐναυτίλλοντο θαλάσσῃ |
| book 39.217.3 | ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις· |
| book 39.220.1 | Εὐρύαλος δ’ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ |
| book 39.220.2 | ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης. |
| book 39.221 | — — — |
| book 39.1 | καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος ἄρης |
| book 39.2 | χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δ’ ἀλαλητῷ |
| book 39.3 | ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν· |
| book 39.225.1 | καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ, |
| book 39.225.2 | καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ |
| book 39.225.3 | αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης. |
| book 39.227.1 | — — — |
| book 39.227.2 | πολλοὶ δ’ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ |
| book 39.227.3 | οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ· |
| book 39.230.1 | καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας |
| book 39.230.2 | σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ· |
| book 39.230.3 | πολλοὶ δ’ αὐτοκύλιστον ὑπὸ στροφάλιγγα κυδοιμοῦ |
| book 39.230.4 | εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες |
| book 39.230.5 | πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης, |
| book 39.235.1 | βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ |
| book 39.235.2 | κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν |
| book 39.235.3 | βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι |
| book 39.235.4 | χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ· |
| book 39.235.5 | καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ |
| book 39.240.1 | κητείοις γενύεσσιν, ἐν ἰχθυόεντι δὲ λαιμῷ |
| book 39.240.2 | ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη, |
| book 39.240.3 | ξανθὸν ἐρευγομένη κόρον αἵματος. ὀλλυμένων δὲ |
| book 39.240.4 | τεύχεα πόντος ἔδεκτο, νεοσφαγέος δὲ φορῆος |
| book 39.240.5 | αὐτομάτη λοφόεσσα δι’ ὕδατος ἔπλεε πήληξ |
| book 39.245.1 | δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς |
| book 39.245.2 | χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης |
| book 39.1 | σὺν διερῷ τελαμῶνι. πολὺς δ’ ὑπὸ κύμασιν ἄκροις |
| book 39.2 | ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης |
| book 39.3 | αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ. |
| book 39.249 | — — — |
| book 39.1 | καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης· |
| book 39.2 | Λευκοθέη δ’ ὀλόλυξε, τιθηνήτειρα Λυαίου, |
| book 39.3 | αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης |
| book 39.4 | ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη· |
| book 39.5 | καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης |
| book 39.255.1 | χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ |
| book 39.255.2 | ἄσμενον ὄμμα τίταινεν ἐπ’ εὐθύρσῳ Διονύσῳ. |
| book 39.255.3 | καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου |
| book 39.255.4 | ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην, |
| book 39.255.5 | καὶ φονίου Κύκλωπος ἁλιπτοίητον ἐνυὼ |
| book 39.260.1 | δερκομένη δεδόνητο, φόβῳ δ’ ἤμειψε παρειάς· |
| book 39.260.2 | ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν |
| book 39.260.3 | ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ· |
| book 39.260.4 | ταρβαλέη δ’ ἱκέτευε θαλασσαίην Ἀφροδίτην |
| book 39.260.5 | υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι, |
| book 39.265.1 | καὶ γενέτην φιλότιμον ἐφ’ υἱέι Κυανοχαίτην |
| book 39.265.2 | μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου. |
| book 39.265.3 | καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα |
| book 39.265.4 | θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ |
| book 39.265.5 | πόντιος Ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην, |
| book 39.270.1 | καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου, |
| book 39.270.2 | ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος ἐνυώ, |
| book 39.270.3 | ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν· |
| book 39.270.4 | „εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων, |
| book 39 | καλλείψας δ’ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος |
| book 39.275.1 | εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα, |
| book 39.275.2 | βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης, |
| book 39.275.3 | ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος |
| book 39.275.4 | πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου· |
| book 39.275.5 | εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ, |
| book 39.281 | πατρῴην δ’ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης, |
| book 39.280 | καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ |
| book 39.284 | στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος, |
| book 39.282.1 | καὶ πολὺν ἄλλον ὅμιλον ἐμῷ τριόδοντι δαΐζων |
| book 39.282.2 | εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν. |
| book 39.285.1 | υἱὸς ἐμὸς πάλιν ἄλλος ἔχων ἑκατοντάδα χειρῶν |
| book 39.285.2 | Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι, |
| book 39.285.3 | Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων |
| book 39.285.4 | ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν, |
| book 39.285.5 | ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην, |
| book 39.290.1 | καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου |
| book 39.290.2 | εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες ἐνυώ.“ |
| book 39.290.3 | τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ. |
| book 39.290.4 | αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς, |
| book 39.290.5 | ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου. |
| book 39.294 | — — — |
| book 39.295.1 | ὡς δὲ μόθου τέλος ἦεν, ἐριφλοίσβοιο κυδοιμοῦ ... |
| book 39.295.2 | ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς· |
| book 39.295.3 | ξανθῆς δ’ Ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης, |
| book 39.295.4 | ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν |
| book 39.295.5 | γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης. |
| book 39.299 | — — — |
| book 39 | Βακχιάδες τε φάλαγγες ἐπέχραον αἴθοπι λαῷ. |
| book 39.1 | — — — |
| book 39.2 | κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ |
| book 39.3 | βαλλομένων ξιφέεσσι καὶ ὀξυτέροισιν ὀιστοῖς |
| book 39.4 | τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος |
| book 39.5 | ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης |
| book 39.305 | ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου. |
| book 39.305.1 | — — — |
| book 39.305.2 | πολλοὶ δ’ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων |
| book 39.305.3 | πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς |
| book 39.305.4 | κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ· |
| book 39.305.5 | καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων, |
| book 39.310.1 | συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ |
| book 39.310.2 | ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν. |
| book 39.311.1 | — — — |
| book 39.311.2 | ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων |
| book 39.311.3 | ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν· |
| book 39.311.4 | ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας |
| book 39.315 | ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις, |
| book 39.1 | ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ |
| book 39.2 | κεῖτο πεσών, ἕτερος δὲ δι’ ἠέρος ἰὸς ἀλήτης |
| book 39.3 | ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης, |
| book 39.4 | σέλμασι δ’ ἄλλος ἔην τετανυσμένος· ἀγχιφανῆ δὲ |
| book 39.320.1 | ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα καρήνου |
| book 39.320.2 | ἄστατα πηδαλίοιο διέξυσεν ἄκρα κορύμβου. |
| book 39.320.3 | καὶ Φλογίος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων |
| book 39.320.4 | ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου. |
| book 39.320.5 | ἦν δ’ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτην |
| book 39.325.1 | πουλύποδος σκολιοῖσι περιπλεχθέντα κορύμβοις. |
| book 39.325.2 | ἄλλου δ’ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ |
| book 39.325.3 | πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου. |
| book 39.325.4 | ἔγχεϊ δ’ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ |
| book 39.325.5 | ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη |
| book 39.330.1 | ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν |
| book 39.330.2 | θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ |
| book 39.330.3 | εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου |
| book 39.330.4 | Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου |
| book 39.330.5 | εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή, |
| book 39.335.1 | κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν, |
| book 39.335.2 | δελφὶς δ’ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ |
| book 39.335.3 | ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης. |
| book 39.1 | πολλοὶ δ’ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου |
| book 39.2 | ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων. |
| book 39.339 | — — — |
| book 39.340.1 | καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δ’ Ἁλιμήδης |
| book 39.340.2 | χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης |
| book 39.340.3 | ῥῖψεν ἐπ’ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς |
| book 39.340.4 | τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ. |
| book 39.343.1 | — — — |
| book 39.343.2 | καί τις ἀκοντισθεῖσα δι’ ὁλκάδος ὁλκάδι γείτων |
| book 39.345.1 | ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή, |
| book 39.345.2 | νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ |
| book 39.345.3 | στεινομένων νεφεληδόν· ἔην δ’ ἑτερόκτυπος ἠχώ. |
| book 39.347.1 | — — — |
| book 39.347.2 | καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν ἐνυώ, |
| book 39.347.3 | ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου, |
| book 39.1 | ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος, |
| book 39.2 | καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς |
| book 39.3 | Μορρεὺς μὲν ταχύγουνος ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων |
| book 39.4 | Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον ἐνυώ, |
| book 39.5 | ἶσον ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλά ἑ θύρσῳ |
| book 39.355.1 | Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης, |
| book 39.355.2 | καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς. |
| book 39.355.3 | ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ |
| book 39.355.4 | λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ, |
| book 39.355.5 | θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ, |
| book 39.360 | τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος ἄρης. |
| book 39.360.1 | — — — |
| book 39.360.2 | τοῖσι μὲν ἐγρεκύδοιμος ἔην πλόος, εἶχε δ’ ἐνυὼ |
| book 39.360.3 | ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ |
| book 39.360.4 | ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ |
| book 39.360.5 | ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις |
| book 39.365.1 | ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίρῃ, |
| book 39.365.2 | χεῖρας ἐρετμώσαντες ἀήθεας ἐς μέλαν ὕδωρ |
| book 39.365.3 | ἴχνεσιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσῃ· |
| book 39.365.4 | εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής, |
| book 39.365.5 | αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων |
| book 39.370.1 | χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ |
| book 39.370.2 | μαρνάμενος ῥοθίοισι μετ’ ἀνέρας ἔσχισεν ὕδωρ. |
| book 39.371.1 | — — — |
| book 39.371.2 | εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων, |
| book 39.371.3 | νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ· |
| book 39.371.4 | καὶ βυθίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης |
| book 39.375.1 | μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων |
| book 39.375.2 | ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης. |
| book 39.376.1 | — — — |
| book 39.376.2 | καὶ πίσυρες κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις |
| book 39.376.3 | κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται, |
| book 39.376.4 | δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν, |
| book 39.381 | οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου· |
| book 39.380 | καὶ Ζέφυρος κεκόρυστο, Νότος δ’ ἐπεσύρισεν Εὔρῳ, |
| book 39.382.1 | καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην |
| book 39.382.2 | ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης. |
| book 39.383 | — — — |
| book 39 | καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος |
| book 39.385.1 | ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν |
| book 39.385.2 | Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη. |
| book 39.386.1 | — — — |
| book 39.386.2 | χείλεσιν ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας |
| book 39.386.3 | εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς· |
| book 39.386.4 | καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς |
| book 39.390 | κύμασι πατρῴοισι προασπίζουσα Λυαίου. |
| book 39.390.1 | — — — |
| book 39.390.2 | Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων |
| book 39.390.3 | ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ |
| book 39.390.4 | νηῦν ἰδίην ἔφλεξεν ἑκούσιον ἁψάμενος πῦρ· |
| book 39.390.5 | νηυσὶ δ’ ἐπ’ ἀντιβίοισιν ἐπέτρεχε φοιταλέη νηῦς |
| book 39.395.1 | νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ, |
| book 39.395.2 | καὶ λοξαῖς ἑλίκεσσιν ἀφ’ ὁλκάδος ὁλκάδα βαίνων |
| book 39.395.3 | κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης, |
| book 39.395.4 | καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν. |
| book 39.395.5 | καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης |
| book 39.1 | Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου, |
| book 39.2 | αἰθομένου φεύγουσα δι’ ὕδατος ἰκμαλέον πῦρ. |
| book 39.3 | χάζετο δ’ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσσας· |
| book 39.4 | καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς |
| book 39.5 | ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης. |
| book 39.405.1 | Δηριάδης δ’ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις |
| book 39.405.2 | ἐς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων, |
| book 39 | φεύγων ὑγρὸν ἄρηα θαλασσομόθου Διονύσου. |
| book 40.1.1 | Οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς |
| book 40.1.2 | ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης· |
| book 40.1.3 | ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη— |
| book 40.1.4 | ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης, |
| book 40.5.1 | ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδῶν— |
| book 40.5.2 | ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν· |
| book 40.5.3 | κλεψινόοις δ’ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν, |
| book 40.5.4 | Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ |
| book 40.5.5 | Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ |
| book 40.10.1 | φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ· |
| book 40.10.2 | „φεύγεις, Δηριάδη; τίνι κάλλιπες ἄρεα νηῶν; |
| book 40.10.3 | πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην |
| book 40.10.4 | ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ |
| book 40.10.5 | Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας; |
| book 40.15.1 | αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ |
| book 40.15.2 | ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου, |
| book 40.15.3 | ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην |
| book 40.15.4 | μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ. |
| book 40 | χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δ’ ἐθελήσῃς, |
| book 40.20.1 | αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω. |
| book 40.20.2 | πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης |
| book 40.20.3 | ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ |
| book 40.20.4 | καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων, |
| book 40.20.5 | ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω. |
| book 40.25.1 | ἀλλ’ ἐρέεις· ‘εὔοπλος ἐμὴ δάμαρ οἶδεν ἐνυώ.‘ |
| book 40.25.2 | εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ |
| book 40.25.3 | Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες· |
| book 40.25.4 | κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνος ἀκοίτης |
| book 40.25.5 | εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ |
| book 40.30.1 | οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.“ |
| book 40.30.2 | ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα, |
| book 40.30.3 | καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη |
| book 40.30.4 | μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ. |
| book 40.30.5 | καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην |
| book 40.35.1 | ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων |
| book 40.35.2 | χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν· |
| book 40.35.3 | „φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ; |
| book 40.35.4 | οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων. |
| book 40.35.5 | καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω· |
| book 40.40.1 | σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ, |
| book 40.40.2 | ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων |
| book 40.40.3 | οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου |
| book 40.1 | πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω ... |
| book 40.2 | μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν, |
| book 40.45.1 | καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω· |
| book 40.45.2 | σπεύδων δ’ ... ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου· |
| book 40.45.3 | εἰς λοφιὴν δ’ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω, |
| book 40.45.4 | ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου |
| book 40.45.5 | φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ. |
| book 40.1 | κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω, |
| book 40.2 | ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου |
| book 40.3 | παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις |
| book 40.4 | ἡμετέρους ἐλέφαντας· ἐγὼ δ’ ἐμὸν ἆορ ἑλίσσω |
| book 40.5 | θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω. |
| book 40.55.1 | καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος |
| book 40.55.2 | νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ. |
| book 40.55.3 | ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης |
| book 40.55.4 | φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου. |
| book 40.55.5 | ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω |
| book 40.60 | μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.“ |
| book 40.1 | ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ, |
| book 40.2 | καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένων δὲ ... |
| book 40.3 | εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ· |
| book 40.4 | καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης, |
| book 40.65.1 | ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ |
| book 40.65.2 | ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ· |
| book 40.65.3 | ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν |
| book 40.65.4 | διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι. |
| book 40.65.5 | τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων· |
| book 40.70.1 | ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ |
| book 40.70.2 | εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων |
| book 40.70.3 | Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος |
| book 40.70.4 | γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς· |
| book 40.70.5 | ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη |
| book 40.75.1 | δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ |
| book 40.75.2 | δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος· |
| book 40.75.3 | ἔγνω δ’ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς |
| book 40.75.4 | Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου· |
| book 40.75.5 | καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης. |
| book 40.80.1 | τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ |
| book 40.80.2 | ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην. |
| book 40.80.3 | καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων |
| book 40.80.4 | ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ· |
| book 40 | Δηριάδην δ’ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων |
| book 40.85.1 | κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις· |
| book 40.85.2 | ἀλλ’ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ |
| book 40.85.3 | κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης, |
| book 40.85.4 | ἤτοι ὁ μὲν ποταμοῖο παρ’ ᾐόνας ἄπλετος ἔστη, |
| book 40.85.5 | ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν |
| book 40.90.1 | ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου, |
| book 40.90.2 | δαίμων δ’ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων |
| book 40.90.3 | ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος. |
| book 40.90.4 | αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ |
| book 40.90.5 | πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ, |
| book 40.95.1 | μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ |
| book 40.95.2 | αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν |
| book 40.95.3 | σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ. |
| book 40.95.4 | Βάκχοι δ’ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου |
| book 40.95.5 | δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ |
| book 40.1 | ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος. |
| book 40.2 | Ὀρσιβόη δ’ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων, |
| book 40.3 | κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην· |
| book 40.4 | πενθαλέοις δ’ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου, |
| book 40.5 | καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης, |
| book 40.105 | καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου, |
| book 40.1 | κυανέους δ’ ἤρασσε βραχίονας, ἀργυφέου δὲ |
| book 40.2 | στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος· |
| book 40.3 | Χειροβίη δ’ ὀλόλυξε καταφθιμένοιο τοκῆος· |
| book 40.4 | Πρωτονόη δ’ ἀπέδιλος ἑὰς ξύουσα παρειάς, |
| book 40.110.1 | κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου, |
| book 40.110.2 | κλαῖεν ἐπ’ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι, |
| book 40.110.3 | διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ· |
| book 40.110.4 | „ἆνερ, ἀπ’ αἰῶνος νέος ὤλεο· κὰδ δέ με χήρην |
| book 40.110.5 | κάλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο· |
| book 40.115.1 | νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην |
| book 40.115.2 | νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ |
| book 40.115.3 | αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις, |
| book 40.115.4 | καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω |
| book 40.115.5 | ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην. |
| book 40.120.1 | μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην, |
| book 40.120.2 | ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ |
| book 40.120.3 | Δηριάδην κρύφε κῦμα, ῥόος δ’ ἐκάλυψεν Ὀρόντην. |
| book 40.120.4 | μητέρι δ’ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ |
| book 40.120.5 | θυγατέρων ἤεισε † καταφθιμένους ὑμεναίους. |
| book 40.125.1 | Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην, |
| book 40.125.2 | Χειροβίην δ’ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ, |
| book 40.125.3 | ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν |
| book 40.125.4 | Χειροβίη ζώοντα φίλον πόσιν, οὐδέ ἑ θύρσος, |
| book 40.125.5 | οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δ’ ἄρα διπλόα πάσχω, |
| book 40.130.1 | ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος. |
| book 40.130.2 | λῆγε μάτην σέο παῖδα παρηγορέουσα τιθήνη· |
| book 40.130.3 | δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω· |
| book 40.130.4 | δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης. |
| book 40.135.1 | τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην, |
| book 40.135.2 | ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο; |
| book 40.134 | τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης, |
| book 40.137.1 | ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην; |
| book 40.137.2 | εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτὴ |
| book 40.137.3 | δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή, |
| book 40.140.1 | ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει, |
| book 40.140.2 | εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ, |
| book 40.140.3 | ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο |
| book 40.140.4 | τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην, |
| book 40.140.5 | δαέρος ἡμετέρου παρὰ Μορρέος οἷον ἐκείνοις |
| book 40.145.1 | ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω· |
| book 40.145.2 | οὐ μὲν ἐγὼ προθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην, |
| book 40.145.3 | οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ |
| book 40.145.4 | ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην. |
| book 40.145.5 | εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ, |
| book 40 | κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης, |
| book 40.154 | μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω, |
| book 40.151.1 | μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω, |
| book 40.151.2 | μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω |
| book 40.151.3 | Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου, |
| book 40.155.1 | μὴ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ· |
| book 40.155.2 | ‘κούρη Δηριάδαο δοριθρασέος βασιλῆος |
| book 40.155.3 | ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ‘.“ |
| book 40.155.4 | ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες, |
| book 40.155.5 | ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧν γενετῆρες |
| book 40.160.1 | ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου |
| book 40.160.2 | Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς· |
| book 40.160.3 | διχθαδίαις δ’ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα |
| book 40.160.4 | οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ· |
| book 40.160.5 | ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην |
| book 40.165.1 | καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης. |
| book 40.165.2 | καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα· |
| book 40.165.3 | „φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς· |
| book 40.165.4 | οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ |
| book 40.165.5 | Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν ἐνυώ, |
| book 40.170.1 | ἀλλ’ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι· |
| book 40.170.2 | τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω |
| book 40.170.3 | ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος; |
| book 40.170.4 | θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης |
| book 40 | Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην, |
| book 40.175.1 | Χειροβίην δ’ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης. |
| book 40.175.2 | γνωτῆς δ’ ἡμετέρης ὀλοώτερα πήματα πάσχω· |
| book 40.175.3 | Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης, |
| book 40.175.4 | Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης, |
| book 40.175.5 | αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης, |
| book 40.180.1 | † ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ. |
| book 40.180.2 | εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ |
| book 40.180.3 | Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν· |
| book 40.180.4 | πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ |
| book 40.180.5 | καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν, |
| book 40.185.1 | ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ |
| book 40.185.2 | δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω. |
| book 40.185.3 | σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε Μορρεῦ· |
| book 40.185.4 | αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν, |
| book 40.185.5 | Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ. |
| book 40.190.1 | ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ· |
| book 40.190.2 | οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος. |
| book 40.190.3 | χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει |
| book 40.190.4 | φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.“ |
| book 40.190.5 | τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη· |
| book 40.195.1 | Πρωτονόη δ’ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ |
| book 40.195.2 | χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ· |
| book 40.195.3 | „πατρίδος ἡμετέρης πέσον ἐλπίδες· οὐκέτι λεύσσω |
| book 40.1 | ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην. |
| book 40.2 | Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν, |
| book 40.1 | ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν |
| book 40.2 | Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ, |
| book 40.3 | καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην, |
| book 40.4 | γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ, |
| book 40.5 | Δηριάδην δ’ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω |
| book 40.205.1 | Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ· |
| book 40.205.2 | μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω |
| book 40.205.3 | ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων· |
| book 40.205.4 | μὴ πόσιν ἄλλον ἴδοιμι μετ’ ἀνέρα Δηριαδῆα. |
| book 40.205.5 | εἴην Νηιάδεσσιν ὁμέστιος, ὅττι καὶ αὐτὴν |
| book 40.210.1 | Λευκοθένη ζώουσαν ἐδέξατο Κυανοχαίτης, |
| book 40.210.2 | καὶ μία Νηρεΐδων κικλήσκεται· ἀντὶ δὲ λευκῆς |
| book 40.210.3 | ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.“ |
| book 40.210.4 | τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες |
| book 40.210.5 | ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων. |
| book 40.215.1 | Βάκχοι δ’ ἐκροτάλιζον ἀπορρίψαντες ἐνυώ, |
| book 40.215.2 | τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν· |
| book 40.215.3 | „ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.“ |
| book 40.215.4 | καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης, |
| book 40.215.5 | ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος |
| book 40.220.1 | πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν, |
| book 40.220.2 | δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ |
| book 40.1 | ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς |
| book 40.2 | Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ, |
| book 40.3 | καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν |
| book 40.225.1 | πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι |
| book 40.225.2 | ἁβρὰ μελιζομένοιο Γανύκτορος εὐάδι φωνῇ· |
| book 40.225.3 | καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ |
| book 40.225.4 | φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω |
| book 40.225.5 | Σθεννώ τ’ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ |
| book 40.230.1 | ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ |
| book 40.230.2 | φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων, |
| book 40.230.3 | τῶν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων |
| book 40.230.4 | θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης. |
| book 40.230.5 | παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας, |
| book 40.235.1 | ὤπασε λισσομένοισι θεουδέα κοίρανον Ἰνδοῖς, |
| book 40.235.2 | κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ |
| book 40.235.3 | Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης |
| book 40.235.4 | ξανθὸν ὕδωρ πίνοντες ἀπ’ οἰνοπόρου ποταμοῖο. |
| book 40.235.5 | καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ |
| book 40.240.1 | Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ, |
| book 40.240.2 | καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ |
| book 40.240.3 | λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ, |
| book 40.240.4 | πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης· |
| book 40 | καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις, |
| book 40.245.1 | καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης |
| book 40.245.2 | ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων· |
| book 40.245.3 | καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη |
| book 40.245.4 | νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου· |
| book 40.245.5 | οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δ’ ἀλαλητῷ |
| book 40.1 | εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ. |
| book 40.2 | ἀλλ’ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς, |
| book 40.3 | νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν |
| book 40.4 | ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης, |
| book 40.5 | λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος. |
| book 40.255.1 | καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί, |
| book 40.255.2 | ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου |
| book 40.255.3 | Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου· |
| book 40.255.4 | ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου |
| book 40.255.5 | ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων, |
| book 40.260.1 | ὃς δὲ παρ’ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ |
| book 40.260.2 | ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων |
| book 40.260.3 | κυδιόων, ἕτερος δὲ κατ’ αὐχένος ἅμμα πεδήσας |
| book 40.260.4 | Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν· |
| book 40.260.5 | καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ |
| book 40.265.1 | στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων· |
| book 40.265.2 | ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ |
| book 40.1 | φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων |
| book 40.2 | καὶ λίθον ἀστράπτουσαν, Ἐρυθραίης κτέρας ἄλμης· |
| book 40.3 | πολλὴ δ’ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ |
| book 40.270.1 | ληιδίη πλοκάμων μελανόχροος εἵλκετο νύμφη, |
| book 40.270.2 | δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ. |
| book 40.270.3 | χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου |
| book 40.270.4 | εἰς σκοπιὰς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη, |
| book 40.270.5 | κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ. |
| book 40.275.1 | καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης |
| book 40.275.2 | λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων |
| book 40.275.3 | Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ |
| book 40.275.4 | μάρμαρα κουφίζοντες ἑώια δῶρα θαλάσσης |
| book 40.275.5 | ὄρνεά τ’ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ |
| book 40.280.1 | κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ |
| book 40.280.2 | πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες |
| book 40.280.3 | μνῆστιν ὅλην πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ |
| book 40.280.4 | σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης |
| book 40.280.5 | ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντὶ δὲ πάτρης |
| book 40.285.1 | Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων |
| book 40.285.2 | Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ |
| book 40.1 | Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος |
| book 40.2 | ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου, |
| book 40.3 | φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην, |
| book 40.290.1 | Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα, |
| book 40.290.2 | καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός. αὐτὰρ ὁ μούνοις |
| book 40.290.3 | Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἅμα Βάκχαις |
| book 40.290.4 | Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο |
| book 40.290.5 | Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων |
| book 40.295.1 | λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν |
| book 40.295.2 | μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης |
| book 40.295.3 | Νύσια βοτρυόεντι κατέστεφεν οὔρεα καρπῷ. |
| book 40.295.4 | Ἀρραβίης δὲ τένοντα, βαθύσκιον ἄλσος, ἐάσσας |
| book 40.295.5 | ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης, |
| book 40.1 | καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου· |
| book 40.2 | κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων |
| book 40.3 | θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης, |
| book 40.4 | ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης· |
| book 40.5 | καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ, |
| book 40.305.1 | πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης, |
| book 40.305.2 | ἧχι κύων ἁλιεργὸς ἐπ’ αἰγιαλοῖσιν ἐρέπτων |
| book 40.305.3 | ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν |
| book 40.1 | χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου, |
| book 40.2 | χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνων |
| book 40.310.1 | φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων. |
| book 40.310.2 | καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν Ἐνοσίχθων |
| book 40.310.3 | οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης, |
| book 40.310.4 | ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει |
| book 40.310.5 | ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη. |
| book 40.315.1 | καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ |
| book 40.315.2 | διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται |
| book 40.315.3 | εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ |
| book 40.315.4 | τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην· |
| book 40.315.5 | νηχομένῃ δ’ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ, |
| book 40.320.1 | καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ, |
| book 40.320.2 | χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ, |
| book 40.320.3 | γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ, |
| book 40.320.4 | καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ. |
| book 40.320.5 | καὶ πόλιν Ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ |
| book 40.325.1 | νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων |
| book 40.325.2 | πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης. |
| book 40.325.3 | καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ |
| book 40.325.4 | βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ |
| book 40.325.5 | συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι |
| book 40.330.1 | δίκτυον αὐερύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς |
| book 40.330.2 | σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ· |
| book 40.330.3 | εἰναλίης δ’ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης |
| book 40.330.4 | ποιμένες ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ |
| book 40.330.5 | φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων, |
| book 40.335.1 | πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη, |
| book 40.335.2 | μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ. |
| book 40.335.3 | καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν· |
| book 40.335.4 | „νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν, |
| book 40.335.5 | τηλίκον οὔ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ |
| book 40.340.1 | δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ |
| book 40.340.2 | φθεγγομένης κατὰ πόντον Ἁμαδρυὰς ἐγγὺς ἀκούει, |
| book 40.340.3 | καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις |
| book 40.340.4 | πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης |
| book 40.340.5 | ἄσθματι καρποτόκῳ προχέει νηοσσόον αὔρην, |
| book 40.345.1 | ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων, |
| book 40.345.2 | καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ |
| book 40.345.3 | φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ, ... |
| book 40.345.4 | κωφῆς ἄβροχον ἅρμα καθιππεύοντα γαλήνης, |
| book 40.345.5 | ἰθύνει δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων, |
| book 40.1 | ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων. |
| book 40.2 | ὦ πόλι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών, |
| book 40.3 | συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.“ |
| book 40.4 | ὣς εἰπὼν παράμειβε δι’ ἄστεος ὄμμα τιταίνων· |
| book 40.5 | καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ |
| book 40.355.1 | μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου· |
| book 40.355.2 | καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς |
| book 40.355.3 | καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης |
| book 40.355.4 | Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα, |
| book 40.355.5 | μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ |
| book 40.360.1 | πηγὰς θάμβεε μᾶλλον, ὅπῃ χθονίου διὰ κόλπου |
| book 40.360.2 | νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὥρην |
| book 40.360.3 | χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔβλυεν ὕδωρ· |
| book 40.360.4 | εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν |
| book 40.360.5 | Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς |
| book 40.365.1 | ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ. |
| book 40.365.2 | ἀλλ’ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ, |
| book 40.365.3 | εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων |
| book 40.365.4 | τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ· |
| book 40.365.5 | „ἀστροχίτων Ἥρακλες, ἄναξ πυρός, ὄρχαμε κόσμου, |
| book 40.370.1 | Ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν, |
| book 40.370.2 | ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίσκῳ, |
| book 40.370.3 | υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων, |
| book 40.1 | κύκλον ἄγεις μετὰ κύκλον· ἀφ’ ὑμετέροιο δὲ δίφρου |
| book 40.2 | γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών· |
| book 40.375.1 | μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης |
| book 40.375.2 | ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη |
| book 40.375.3 | σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ, |
| book 40.375.4 | ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην· |
| book 40.375.5 | παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ |
| book 40.380.1 | χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων. |
| book 40.380.2 | νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ |
| book 40.380.3 | χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων |
| book 40.380.4 | ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν, |
| book 40.380.5 | σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων |
| book 40.385.1 | ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών, |
| book 40.385.2 | χεύμασι δ’ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο |
| book 40.385.3 | σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης |
| book 40.385.4 | ὄμβρον ἄγεις φερέκαρπον, ἐπ’ εὐώδινι δὲ Γαίῃ |
| book 40.385.5 | ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης, |
| book 40.390.1 | καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ |
| book 40.390.2 | ῥαίνων ζωοτόκοιο δι’ αὔλακος ὄμπνιον ἀκτήν. |
| book 40.390.3 | Βῆλος ἐπ’ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων, |
| book 40.390.4 | Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς· |
| book 40.390.5 | καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ |
| book 40.395.1 | χιλιέτης σοφὸς ὄρνις ἐπ’ εὐόδμῳ σέο βωμῷ |
| book 40.395.2 | φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν, |
| book 40.395.3 | τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών, |
| book 40.1 | λύσας δ’ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην· |
| book 40.2 | εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς, |
| book 40.1 | εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης, |
| book 40.2 | Ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων, |
| book 40.3 | εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις |
| book 40.4 | μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς, |
| book 40.5 | ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης |
| book 40.405.1 | αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρῃ |
| book 40.405.2 | οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι, |
| book 40.405.3 | εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ |
| book 40.405.4 | ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ |
| book 40.405.5 | οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—· |
| book 40.410.1 | οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.“ |
| book 40.410.2 | τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ |
| book 40.410.3 | ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ |
| book 40.410.4 | Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου |
| book 40.410.5 | μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί· |
| book 40.415.1 | καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ, |
| book 40.415.2 | ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου, |
| book 40.415.3 | στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην· |
| book 40.415.4 | καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ. |
| book 40.415.5 | αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ |
| book 40.420.1 | ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ, |
| book 40.420.2 | εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης. |
| book 40.420.3 | εἴρετο δ’ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν· |
| book 40.420.4 | „Ἀστροχίτων, με δίδασκε, τύπον χθονός, εἰκόνα νήσου |
| book 40.420.5 | τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ; |
| book 40.425.1 | τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ; |
| book 40.425.2 | τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί; |
| book 40.425.3 | τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;“ |
| book 40.425.4 | εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ· |
| book 40.425.5 | „Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω. |
| book 40.430.1 | ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους |
| book 40.430.2 | ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών, |
| book 40.430.3 | ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν |
| book 40.430.4 | αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς· |
| book 40.430.5 | οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ |
| book 40.435.1 | πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις, |
| book 40.435.2 | ὁππότε πηγαίῃσι παρ’ εὐύδροισι χαμεύναις |
| book 40.435.3 | ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ |
| book 40.435.4 | τερψινόου ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου |
| book 40.435.5 | εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων |
| book 40.440.1 | Γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ, |
| book 40.440.2 | καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου |
| book 40.440.3 | θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος· |
| book 40.1 | ‘ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης, |
| book 40.2 | τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ |
| book 40.445.1 | κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης· |
| book 40.445.2 | τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς |
| book 40.445.3 | ἴκρια γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ |
| book 40.445.4 | συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ |
| book 40.445.5 | δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου |
| book 40.1 | ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπ’ ἄκρου |
| book 40.2 | πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω· |
| book 40.3 | ἴκρια δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ, |
| book 40.4 | τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ |
| book 40.5 | σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω· |
| book 40.455.1 | καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ |
| book 40.455.2 | συμπλεκέας τε κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν |
| book 40.455.3 | ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ |
| book 40.455.4 | ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ |
| book 40.455.5 | φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις, |
| book 40.460.1 | πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων |
| book 40.460.2 | ῥίπεσιν οἰσυΐναις, μὴ φώριον οἶδμα χυθείη |
| book 40.460.3 | ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ. |
| book 40.460.4 | καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης |
| book 40 | ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα |
| book 40.465.1 | πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει, |
| book 40.465.2 | δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης, |
| book 40.465.3 | εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ |
| book 40.465.4 | ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι, |
| book 40.465.5 | ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει |
| book 40.470.1 | ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης, |
| book 40.470.2 | πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ |
| book 40.470.3 | αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις |
| book 40.470.4 | καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου |
| book 40.470.5 | θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ, |
| book 40.475.1 | καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης· |
| book 40.475.2 | καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει, |
| book 40.475.3 | ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων· |
| book 40.475.4 | οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων |
| book 40.475.5 | λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ, |
| book 40.480.1 | οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων |
| book 40.480.2 | ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς |
| book 40.480.3 | αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις |
| book 40.480.4 | ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει, |
| book 40.480.5 | οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ· |
| book 40.485.1 | οὐδὲ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις |
| book 40.485.2 | πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης, |
| book 40.485.3 | οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει |
| book 40.1 | σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν |
| book 40.2 | οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ· |
| book 40.490.1 | οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει |
| book 40.490.2 | σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων· |
| book 40.490.3 | ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει. |
| book 40.490.4 | καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης |
| book 40.490.5 | αἰετὸν ὑψιπέτην ἱερεύσατε Κυανοχαίτῃ, |
| book 40.495.1 | λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις, |
| book 40.495.2 | καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη |
| book 40.495.3 | πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις |
| book 40.495.4 | αὐτομάτη ζωσθεῖσα συνάψεται ἄζυγι πέτρῃ. |
| book 40.495.5 | πήξατε δ’ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις |
| book 40.1 | ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.‘ |
| book 40.2 | τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ |
| book 40.3 | Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου |
| book 40.4 | θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων. |
| book 40.5 | τοῖσι δ’ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους |
| book 40.505.1 | ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων |
| book 40.505.2 | ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης |
| book 40.505.3 | ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ |
| book 40.505.4 | εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς· |
| book 40.505.5 | τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης |
| book 40.510.1 | καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες, |
| book 40.510.2 | καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου |
| book 40.510.3 | ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης. |
| book 40.1 | καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ |
| book 40.2 | ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ, |
| book 40.515.1 | καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην, |
| book 40.515.2 | αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου |
| book 40.515.3 | λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων |
| book 40.515.4 | ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης, |
| book 40.515.5 | εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις |
| book 40.520.1 | εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι. |
| book 40.520.2 | καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ, |
| book 40.520.3 | καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης. |
| book 40.520.4 | τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης |
| book 40.520.5 | αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη· |
| book 40.525.1 | Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην, |
| book 40.525.2 | ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου |
| book 40.525.3 | γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα, |
| book 40.525.4 | αἰετὸν αὐτοκέλευστον ἐδαιτρεύσαντο μαχαίρῃ |
| book 40.525.5 | Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ |
| book 40.530.1 | ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν |
| book 40.530.2 | θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας |
| book 40.530.3 | δαιμονίαις λιβάδεσσιν ἐνερρίζωσε θαλάσσῃ |
| book 40.530.4 | ἄγχι Τύρου παρὰ πόντον· ἐπ’ ἀρραγέεσσι δὲ πέτραις |
| book 40.530.5 | Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην. |
| book 40.535.1 | σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων |
| book 40.535.2 | ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης |
| book 40.1 | ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην· |
| book 40.2 | ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ |
| book 40.3 | παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ |
| book 40.540.1 | θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων |
| book 40.540.2 | τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις· |
| book 40.540.3 | ‘Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ |
| book 40.540.4 | τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω |
| book 40.540.5 | παστάδα Καλλιρόης, Δροσερῆς δ’ ὑμέναιον ἀείσω. |
| book 40.545.1 | ἀλλ’ ἐρέεις· ‘μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων |
| book 40.545.2 | αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.‘ |
| book 40.545.3 | Νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο· |
| book 40.545.4 | ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή, |
| book 40.545.5 | ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα Κυανοχαίτην |
| book 40.1 | οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ |
| book 40.2 | Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων |
| book 40.3 | Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους. |
| book 40.4 | τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ |
| book 40.5 | ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς |
| book 40.555.1 | ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου, |
| book 40.555.2 | καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης |
| book 40.555.3 | πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει. |
| book 40.555.4 | καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω ... |
| book 40.555.5 | ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς |
| book 40.560.1 | ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης· |
| book 40.560.2 | Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ |
| book 40.1 | ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην. |
| book 40.2 | πηγῆς αἷμα φέρουσα τί τέρπεαι Ἰοχεαίρῃ; |
| book 40.3 | Ἄρτεμις οὐ βλάστησεν ἀφ’ ὕδατος, ὡς Ἀφροδίτη. |
| book 40.565 | Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ |
| book 40.567.1 | αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων. |
| book 40.567.2 | δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρογόνου σε καλέσσω |
| book 40.567.3 | εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης. |
| book 40.566 | ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ‘. |
| book 40.570.1 | τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου |
| book 40.570.2 | τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ |
| book 40.570.3 | Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης, |
| book 40.570.4 | καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.“ |
| book 40.570.5 | τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ |
| book 40.575.1 | τερψινόοις ὀάροισιν· ὁ δὲ φρένα τέρπετο μύθῳ, |
| book 40.575.2 | καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη, |
| book 40.575.3 | χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ |
| book 40.575.4 | ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι. |
| book 40.575.5 | καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσσας |
| book 40.580 | Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης. |
| book 41.1.1 | Ἄρτι μὲν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων |
| book 41.1.2 | πήξας ἀγλαόκαρπον ἐνὶ χθονὶ βότρυν ὀπώρης |
| book 41.1.3 | οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης· |
| book 41.1.4 | καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ |
| book 41.5.1 | ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας |
| book 41.5.2 | ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ. |
| book 41.5.3 | καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης |
| book 41.5.4 | ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ |
| book 41.5.5 | κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ. |
| book 41.10.1 | ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ |
| book 41.10.2 | ὕμνον Ἀμυμώνης Λιβανηίδες εἴπατε Μοῦσαι |
| book 41.10.3 | καὶ βυθίου Κρονίδαο καὶ εὐθύρσοιο Λυαίου |
| book 41.10.4 | ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν ἐνυώ. |
| book 41.10.5 | ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων, |
| book 41.15 | ποντοπαγής, εὔνησος, ἐύχλοος, οὗ ῥάχις ἰσθμοῦ |
| book 41.1 | στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης |
| book 41.2 | κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν· |
| book 41.3 | ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου |
| book 41.4 | Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις |
| book 41.20.1 | ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη, |
| book 41.20.2 | εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων ... |
| book 41.20.3 | καὶ δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης |
| book 41.20.4 | Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ, |
| book 41.20.5 | καί τις ἐφ’ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας, |
| book 41.25.1 | ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ, |
| book 41.25.2 | γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης, |
| book 41.25.3 | σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς. |
| book 41.25.4 | ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει |
| book 41.25.5 | στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης |
| book 41.30.1 | πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης, |
| book 41.30.2 | πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης· |
| book 41.30.3 | καὶ βυθίης ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ |
| book 41.30.4 | ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης |
| book 41 | δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης, |
| book 41.35.1 | εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ, |
| book 41.35.2 | ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς |
| book 41.35.3 | μηκεδανῷ κενεῶνι Βορήιος ἕλκεται αὐλών. |
| book 41.35.4 | ἀμφὶ δὲ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης |
| book 41.35.5 | εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ |
| book 41.40.1 | εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων |
| book 41.40.2 | καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις |
| book 41.40.3 | δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις. |
| book 41.40.4 | δοχμώσας δὲ ῥέεθρον ἐπ’ ᾐόνι πόντος ἀράσσει |
| book 41.40.5 | ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ |
| book 41.45.1 | Ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων |
| book 41.45.2 | συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών, |
| book 41.45.3 | ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ |
| book 41.45.4 | φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων |
| book 41.45.5 | ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη. |
| book 41.1 | σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν. |
| book 41.2 | ἐνθάδε φῶτες ἔναιον ὁμήλικες Ἠριγενείης, |
| book 41.3 | οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ |
| book 41.4 | ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ, |
| book 41.5 | ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ |
| book 41.55.1 | ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ |
| book 41.55.2 | σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ὠδὶς |
| book 41.1 | ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ, |
| book 41.2 | οἷς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ |
| book 41.3 | Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ |
| book 41.60.1 | γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ, |
| book 41.60.2 | νέρθε δράκων, καὶ ὕπερθεν ἀπ’ ἰξύος ἄχρι καρήνου |
| book 41.60.3 | ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ· |
| book 41.60.4 | οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε γαίης |
| book 41.60.5 | αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην· |
| book 41.65.1 | ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ |
| book 41.65.2 | πρωτοφανὴς χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν. |
| book 41.65.3 | καὶ Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην, |
| book 41.65.4 | ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης |
| book 41.65.5 | ὀκριόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ, |
| book 41.70.1 | καὶ λίθον Εἰλείθυιαν ἔχων βεβριθότι φόρτῳ, |
| book 41.70.2 | θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης, |
| book 41.70.3 | χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων |
| book 41.70.4 | στήθεϊ παφλάζοντι μογοστόκον ἔσπασεν ὕδωρ, |
| book 41.70.5 | λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων |
| book 41.75.1 | δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν, |
| book 41.75.2 | πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα· |
| book 41.75.3 | Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὐ τότε πυκνῷ |
| book 41.75.4 | θερμὸν ἀνασχίσσασα νέφος βητάρμονι παλμῷ |
| book 41 | ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ |
| book 41.80.1 | Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί· |
| book 41.80.2 | οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ |
| book 41.80.3 | βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ. |
| book 41.80.4 | ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ |
| book 41.80.5 | πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών· |
| book 41.85.1 | οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη, |
| book 41.85.2 | οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης |
| book 41.85.3 | χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς, |
| book 41.85.4 | Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν, |
| book 41.85.5 | οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ |
| book 41.90.1 | Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη |
| book 41.90.2 | πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη, |
| book 41.90.3 | καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ |
| book 41.90.4 | Ἠελίου νεοφεγγὲς ἀμεργομένη σέλας αἴγλης |
| book 41.90.5 | καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης, |
| book 41.95.1 | πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης, |
| book 41.95.2 | καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην. |
| book 41.95.3 | καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου |
| book 41.95.4 | πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι |
| book 41.95.5 | ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην |
| book 41.1 | Οὐρανίης ὤδινεν ἀπ’ αὔλακος ἔγκυον ὕδωρ, |
| book 41.2 | ὁππότε νόσφι γάμων ἀρόσας ῥόον ἄρσενι λύθρῳ |
| book 41.3 | αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ σπόρος ἀφρῷ, |
| book 41.4 | καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ |
| book 41.5 | στικτὸς ἱμάς, στεφανηδὸν ἐπ’ ἰξύι κύκλον ἑλίξας, |
| book 41.105.1 | αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης. |
| book 41.105.2 | καὶ θεὸς ἰχνεύουσα δι’ ὕδατος ἄψοφον ἀκτὴν |
| book 41.105.3 | οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ |
| book 41.105.4 | Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν |
| book 41.105.5 | ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων· |
| book 41.110.1 | καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ |
| book 41.110.2 | πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου |
| book 41.110.3 | χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ |
| book 41.110.4 | νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ |
| book 41.110.5 | σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ, |
| book 41.115.1 | καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης |
| book 41.115.2 | ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ· |
| book 41.115.3 | καὶ Βερόης ἐπέβαινε· ποδῶν δ’ ἐπίβαθρα θεαίνης |
| book 41.115.4 | ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου. |
| book 41.115.5 | πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου |
| book 41.120.1 | αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης |
| book 41.120.2 | ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ’ ἐνὶ κόλπῳ |
| book 41.120.3 | ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις, |
| book 41.120.4 | πέτρη δ’ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου |
| book 41 | πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ |
| book 41.125.1 | ληναίαις λιβάδεσσι, καὶ ἄρκιον ὄμβρον ἐέρσης |
| book 41.125.2 | ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ, |
| book 41.125.3 | αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων |
| book 41.125.4 | ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης. |
| book 41.125.5 | καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν, |
| book 41.130.1 | ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα, |
| book 41.130.2 | ἀρτιφανὴς ὤδινεν ἐπ’ ὀφρύσι γείτονος ὅρμου· |
| book 41.130.3 | καὶ πάις ὠκυπόδης, τόπον ἄρσενα ποσσὶ τινάξας, |
| book 41.130.4 | γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην, |
| book 41.130.5 | μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας, |
| book 41.135.1 | θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ |
| book 41.135.2 | δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης. |
| book 41.135.3 | καὶ ταχὺς αἰγλήεντι θορὼν ἐπὶ μητρὸς ἀγοστῷ |
| book 41.135.4 | ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς, |
| book 41.135.5 | στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς |
| book 41.140.1 | ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς |
| book 41.140.2 | ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ |
| book 41.140.3 | οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν. |
| book 41.140.4 | ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων, |
| book 41 | πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου, |
| book 41.145.1 | ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων, |
| book 41.145.2 | ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων, |
| book 41.145.3 | Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον Ἰοχεαίρης, |
| book 41.145.4 | Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή, |
| book 41.145.5 | Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης, |
| book 41.1 | Τηθύος ἰσοέτηρος, ὁμόχρονος Ὠκεανοῖο, |
| book 41.2 | ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ |
| book 41.3 | Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις, |
| book 41.4 | ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ |
| book 41.5 | ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ. |
| book 41.155.1 | ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττι μιν αὐτὴ |
| book 41.155.2 | ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης |
| book 41.155.3 | Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ· |
| book 41.155.4 | καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης |
| book 41.155.5 | φόρτον ἐλαφρίζειν· φθάμενος δέ μιν ὠκέι ταρσῷ, |
| book 41.160.1 | ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων, |
| book 41.160.2 | εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς, |
| book 41.160.3 | καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου |
| book 41.160.4 | στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην |
| book 41.160.5 | ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο, |
| book 41.165 | θεσμὰ Σόλωνος ἔχουσα· παρεζομένῃ δὲ λοχείῃ |
| book 41.1 | λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ |
| book 41.2 | Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου |
| book 41.3 | παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες |
| book 41.4 | υἱέας ὠδίνουσιν ἐπ’ εὐκύκλοιο βοείης· |
| book 41.170.1 | καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ, |
| book 41.170.2 | ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης. |
| book 41.170.3 | καὶ βρέφος εἰς φάος ἦλθεν· ἐχυτλώσαντο δὲ κούρην |
| book 41.170.4 | τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται, |
| book 41.170.5 | ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων· |
| book 41.175.1 | τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν |
| book 41.175.2 | Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου |
| book 41.175.3 | ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ· |
| book 41.175.4 | χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης |
| book 41.175.5 | σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών, |
| book 41.180.1 | μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων, |
| book 41.180.2 | ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας, |
| book 41.180.3 | ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν· |
| book 41.180.4 | θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης |
| book 41.180.5 | σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι. |
| book 41.185.1 | καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες |
| book 41.185.2 | θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων |
| book 41.185.3 | χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου, |
| book 41.185.4 | ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων, |
| book 41 | καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ |
| book 41.190.1 | ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων, |
| book 41.190.2 | καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ |
| book 41.190.3 | πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ, |
| book 41.190.4 | ὠρυγῆς δ’ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ |
| book 41.190.5 | ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην, |
| book 41.195.1 | καί τις ἐνὶ ξυλόχοισι λιπὼν κεμαδοσσόον ἄγρην, |
| book 41.195.2 | ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ |
| book 41.195.3 | ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ, |
| book 41.195.4 | καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ, |
| book 41.195.5 | ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ, |
| book 41.1 | πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης |
| book 41.2 | πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης, |
| book 41.3 | ἡμιτελὲς μύκημα νέων πέμπουσα γενείων, |
| book 41.4 | καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων· |
| book 41.5 | καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ |
| book 41.205.1 | ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη, |
| book 41.205.2 | τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν. |
| book 41.205.3 | πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς, |
| book 41.205.4 | πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν |
| book 41.205.5 | τερπωλήν, ἅτε μάντις, ἐπεὶ συὸς εἰκόνι μορφῆς |
| book 41.210.1 | Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων |
| book 41.210.2 | ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν. |
| book 41.210.3 | καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν |
| book 41.210.4 | δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη |
| book 41.210.5 | παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης, |
| book 41.215.1 | ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ· |
| book 41.215.2 | παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων |
| book 41.215.3 | χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης |
| book 41.215.4 | Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης |
| book 41.215.5 | δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης, |
| book 41.220.1 | κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ· |
| book 41.220.2 | εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ |
| book 41.220.3 | Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ |
| book 41.220.4 | ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ |
| book 41.220.5 | Πιερικαὶ δονέουσιν ἐπ’ ᾐόνι Φοιβάδες αὖραι· |
| book 41.225.1 | κοῦραι δ’ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο |
| book 41.225.2 | ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις |
| book 41.225.3 | ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ. |
| book 41.225.4 | καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ |
| book 41.225.5 | χρύσεον οἷά περ ὅρμον ἐπ’ αὐχένι θήκατο κούρης. |
| book 41.230.1 | καὶ Βερόη βλάστησεν ὁμόδρομος Ἰοχεαίρῃ, |
| book 41.230.2 | δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος· |
| book 41.230.3 | καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης |
| book 41.230.4 | καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου |
| book 41.230.5 | χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ |
| book 41.235.1 | ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ |
| book 41.235.2 | κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης. |
| book 41.235.3 | Ἀσσυρίην δ’ ἑτέρην δεδοκημένος ἄζυγα κούρην |
| book 41.235.4 | Ζεὺς πάλιν ἐπτοίητο, καὶ ἤθελεν εἶδος ἀμεῖψαι· |
| book 41.235.5 | καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ |
| book 41.240.1 | ἀκροβαφὴς πεφόρητο δι’ ὕδατος ἴχνος ἐρέσσων, |
| book 41.240.2 | κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα, |
| book 41.240.3 | εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων |
| book 41.240.4 | Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ |
| book 41.240.5 | νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου, |
| book 41.245.1 | μὴ βοὸς ἰσοτύποιο δι’ αἰθέρος εἰκόνα τεύχων |
| book 41.245.2 | ποντοπόρων στήσειε νεώτερον ἄστρον ἐρώτων· |
| book 41.245.3 | καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις |
| book 41.245.4 | γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης |
| book 41.245.5 | ὑσμίνην γαμίην πεφυλαγμένος Ἐννοσιγαίου. |
| book 41.1 | τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη |
| book 41.2 | λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν, |
| book 41.3 | ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ |
| book 41.4 | καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν· |
| book 41.5 | Ἀσσυρίης δ’ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης |
| book 41.255.1 | ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες ἐρώτων, |
| book 41.255.2 | φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει |
| book 41.255.3 | ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη |
| book 41.255.4 | πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης |
| book 41.255.5 | πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες. |
| book 41.260.1 | οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης |
| book 41.260.2 | τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ |
| book 41.260.3 | κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων. |
| book 41.260.4 | ἣν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς, |
| book 41.260.5 | ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν, |
| book 41.265.1 | καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην |
| book 41.265.2 | φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων, |
| book 41.265.3 | ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης |
| book 41.265.4 | στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη |
| book 41.265.5 | Κυκλώπων κανόνεσσι, καὶ ὡς Νοτίῳ παρὰ Νείλῳ |
| book 41.270.1 | Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη· |
| book 41.270.2 | καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι, |
| book 41.270.3 | ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον ἐρώτων. |
| book 41.270.4 | φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν |
| book 41.270.5 | δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην, |
| book 41.275.1 | γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένη δὲ |
| book 41.275.2 | ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ |
| book 41.275.3 | εἰς δόμον Ἁρμονίης παμμήτορος, ὁππόθι νύμφη |
| book 41.275.4 | εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου |
| book 41.275.5 | αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου |
| book 41.280.1 | ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις· |
| book 41.280.2 | καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου |
| book 41.280.3 | δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων |
| book 41.280.4 | Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου, |
| book 41.280.5 | καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης, |
| book 41.285.1 | καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα, |
| book 41.285.2 | καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ |
| book 41.285.3 | Ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος. |
| book 41.1 | κεῖθι Χάρις προθοροῦσα, συνέμπορος Ἀφρογενείῃ, |
| book 41.2 | Εὔρου κόψε θύρετρον Ἑώιον· ἐνδόμυχος δὲ |
| book 41.290.1 | Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος |
| book 41.290.2 | ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ |
| book 41.290.3 | Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου |
| book 41.290.4 | ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ. |
| book 41.290.5 | ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης |
| book 41.295.1 | κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος |
| book 41.295.2 | πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ |
| book 41.295.3 | οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων, |
| book 41.295.4 | συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ· |
| book 41.295.5 | καὶ ποταμοὺς ποίκιλλεν, ἐπ’ ἀνδρομέῳ δὲ μετώπῳ |
| book 41.1 | ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών· |
| book 41.2 | καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος |
| book 41.3 | ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου. |
| book 41.4 | ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ |
| book 41.5 | ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην. |
| book 41.305.1 | καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος |
| book 41.305.2 | θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν· |
| book 41.305.3 | καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ |
| book 41.305.4 | φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης, |
| book 41.305.5 | δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου |
| book 41.310.1 | τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην. |
| book 41.310.2 | καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης |
| book 41.310.3 | Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου |
| book 41.1 | Κύπριν ὀπιπεύουσα κατηφέα μάρτυρι μορφῇ |
| book 41.2 | παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ· |
| book 41.315.1 | „ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης, |
| book 41.315.2 | ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς |
| book 41.315.3 | ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι ...“ |
| book 41.315.4 | „... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη, |
| book 41.315.5 | ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ, |
| book 41.320.1 | εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς |
| book 41.320.2 | λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν; |
| book 41.320.3 | ὅττι πολυχρονίοιο πόθου δεδονημένον ἰῷ |
| book 41.320.4 | Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων |
| book 41.320.5 | εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν |
| book 41.325.1 | Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων |
| book 41.325.2 | μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ, |
| book 41.325.3 | ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει |
| book 41.325.4 | θεσμὰ Δίκης. ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου |
| book 41.325.5 | ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ |
| book 41.330.1 | ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς |
| book 41.330.2 | κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ. |
| book 41.330.3 | ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ |
| book 41.330.4 | Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ |
| book 41 | πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν, |
| book 41.335.1 | Παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον, ἔννομος Ἑρμῆς |
| book 41.335.2 | τοῦτο γέρας μοι † ἔοικε, βιαζομένους ἵνα μούνη |
| book 41.335.3 | ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.“ |
| book 41.335.4 | ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ· |
| book 41.335.5 | „γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων· |
| book 41.340.1 | ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου, |
| book 41.340.2 | καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων. |
| book 41.340.3 | πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης· |
| book 41.340.4 | δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει |
| book 41.340.5 | Στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν· |
| book 41.345.1 | οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ |
| book 41.345.2 | ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ |
| book 41.345.3 | τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων· |
| book 41.345.4 | πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης· |
| book 41.345.5 | καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης· |
| book 41.1 | ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα Φαίνων. |
| book 41.2 | τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου |
| book 41.3 | γράμματι φοινικόεντι γέρων ἐχάραξεν Ὀφίων. |
| book 41.4 | ἀλλ’, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν, |
| book 41.5 | πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω· |
| book 41.355.1 | εἴτ’ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης, |
| book 41.355.2 | Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἴτε καὶ αὐτὴ |
| book 41.355.3 | Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἴτε τις ἄλλη, |
| book 41.355.4 | οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει, |
| book 41.355.5 | τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.“ |
| book 41.360.1 | εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου· |
| book 41.360.2 | καὶ μόγις ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης |
| book 41.360.3 | θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη |
| book 41.360.4 | ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ· |
| book 41.360.5 | πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ, |
| book 41.365.1 | νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται |
| book 41.365.2 | υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης, |
| book 41.365.3 | Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων ... |
| book 41.365.4 | τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ’ ὅτε δαίμων |
| book 41.365.5 | θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν, |
| book 41.370.1 | δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ |
| book 41.370.2 | ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης |
| book 41.370.3 | μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει |
| book 41.1 | Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς, |
| book 41.2 | δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ, |
| book 41.375.1 | Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς, |
| book 41.375.2 | καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκὰς ἀλήτης |
| book 41.375.3 | μέτρα δυωδεκάμηνα καὶ Ἠελίοιο πορείην, |
| book 41.375.4 | μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ, |
| book 41.375.5 | καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας |
| book 41.380.1 | γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης |
| book 41.380.2 | τριπλόα, καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας |
| book 41.380.3 | Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς, |
| book 41.380.4 | θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ |
| book 41.380.5 | συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ. |
| book 41.385.1 | καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης |
| book 41.385.2 | πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων· |
| book 41.385.3 | καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου |
| book 41.385.4 | τοῖον ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ· |
| book 41.385.5 | „σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει, |
| book 41.390.1 | Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς |
| book 41.390.2 | κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν, |
| book 41.390.3 | ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν |
| book 41.390.4 | φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης· |
| book 41.390.5 | πρὶν γὰρ ἀτασθαλίη πτολιπόρθιος οὔ ποτε λήξει |
| book 41.395 | εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει |
| book 41.1 | Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη |
| book 41.2 | γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν |
| book 41.3 | ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.“ |
| book 41.4 | καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν, |
| book 41.1 | εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ |
| book 41.2 | υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην, |
| book 41.3 | καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ |
| book 41.4 | πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ, |
| book 41.5 | γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ |
| book 41.405.1 | καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ |
| book 41.405.2 | ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην, |
| book 41.405.3 | οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν· |
| book 41.405.4 | „ἐλπὶς ὅλου βιότοιο, παραίφασις Ἀφρογενείης, |
| book 41.405.5 | νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων· |
| book 41.410.1 | ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης |
| book 41.410.2 | δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο |
| book 41.410.3 | Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει |
| book 41.410.4 | ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ, |
| book 41.410.5 | Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων. |
| book 41.415.1 | τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω, |
| book 41.415.2 | ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι |
| book 41.415.3 | ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ |
| book 41.415.4 | οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω· |
| book 41 | ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο τιταίνων |
| book 41.420.1 | θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ |
| book 41.420.2 | πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ, |
| book 41.420.3 | ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων |
| book 41.420.4 | δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω· |
| book 41.420.5 | δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ |
| book 41.425.1 | Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω |
| book 41.425.2 | ἄστεος ἐσσομένου μνημήιον, ὄφρα κεν εἴης |
| book 41 | καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.“ |
| book 42.1.1 | Ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ |
| book 42.1.2 | θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων |
| book 42.1.3 | ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ, |
| book 42.1.4 | τόξα φέρων φλογόεντα· κατωμαδίη δὲ καὶ αὐτὴ |
| book 42.5.1 | μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη. |
| book 42.5.2 | ὡς δ’ ὁπότ’ ἀννεφέλοιο δι’ αἰθέρος ὀξὺς ὁδίτης |
| book 42.5.3 | ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ, |
| book 42.5.4 | ἢ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ ... |
| book 42.5.5 | αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ· |
| book 42.10.1 | ὣς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ, |
| book 42.10.2 | παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων, |
| book 42.10.3 | ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ |
| book 42.10.4 | ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ, |
| book 42.10.5 | παρθενικῆς ὑπ’ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων |
| book 42.15 | διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων, |
| book 42.1 | δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης. |
| book 42.2 | τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου, |
| book 42.3 | ὃς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων |
| book 42.4 | ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου |
| book 42.20.1 | πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων, |
| book 42.20.2 | καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς |
| book 42.20.3 | θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν. |
| book 42.20.4 | ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ |
| book 42.20.5 | δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ, |
| book 42.25.1 | βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ |
| book 42.25.2 | εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης, |
| book 42.25.3 | οἰστρήσας δ’ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης |
| book 42.25.4 | διπλόον ἕδνον ἔρωτος ἄγειν ἁλιγείτονι κούρῃ, |
| book 42.25.5 | ναύμαχον ὑγρὸν ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης. |
| book 42.30.1 | καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει |
| book 42.30.2 | εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ |
| book 42.30.3 | θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην ... |
| book 42.30.4 | Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας· |
| book 42.30.5 | ἔφλεγε δ’, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς. |
| book 42.35.1 | ἀμφοτέρους δ’ οἴστρησε· δι’ αἰθερίης δὲ κελεύθου |
| book 42.35.2 | κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις |
| book 42.1 | νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ, |
| book 42.2 | τοῖον ἔπος βοόων φιλοκέρτομον· „ἀνέρας οἴνῳ |
| book 42.3 | εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.“ |
| book 42.40.1 | καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων |
| book 42.40.2 | ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης, |
| book 42.40.3 | θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ |
| book 42.40.4 | ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς ἐρώτων. |
| book 42.40.5 | πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης, |
| book 42.45.1 | λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων, |
| book 42.45.2 | καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης· |
| book 42.45.3 | οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ |
| book 42.45.4 | παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν. |
| book 42.45.5 | καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων |
| book 42.1 | Ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων |
| book 42.2 | αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ |
| book 42.3 | μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ |
| book 42.4 | φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων. |
| book 42.5 | καὶ Βερόης μετρηδὸν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείδων, |
| book 42.55.1 | οἷά περ ἀγρώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ |
| book 42.55.2 | ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων Ἐνοσίχθων |
| book 42.1 | ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ, |
| book 42.2 | καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ, |
| book 42.3 | κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης. |
| book 42.60.1 | καὶ γλυκερῆς ἀκόρητος ἔσω Λιβανηίδος ὕλης |
| book 42.60.2 | οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ, |
| book 42.60.3 | οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι, |
| book 42.60.4 | τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης |
| book 42.60.5 | μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος Ἐννοσιγαίου; |
| book 42.65.1 | καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν |
| book 42.65.2 | παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος, |
| book 42.65.3 | ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ |
| book 42.65.4 | στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης |
| book 42.65.5 | ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν |
| book 42.70.1 | δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου. |
| book 42.70.2 | καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ἕρπων |
| book 42.70.3 | χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην |
| book 42.70.4 | παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ· |
| book 42.70.5 | καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο καὶ σφυρὰ κούρης |
| book 42.75.1 | νισομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ, |
| book 42.75.2 | κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ |
| book 42.75.3 | χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου |
| book 42.75.4 | ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς, |
| book 42.75.5 | οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ |
| book 42.80 | μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς |
| book 42.1 | κάλλος ἑὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ |
| book 42.2 | πολλάκις ἰσάζουσα παρ’ ὀφρύσιν ἄκρα κομάων |
| book 42.3 | πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης. |
| book 42.4 | ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ |
| book 42.85.1 | ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου, |
| book 42.85.2 | καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου |
| book 42.85.3 | ἁβρότεροι γεγάασιν, ὅτ’ ἀπλεκέες καὶ ἀλῆται |
| book 42.85.4 | χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ. |
| book 42.85.5 | καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν, |
| book 42.90.1 | οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ, |
| book 42.90.2 | χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ |
| book 42.90.3 | κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη |
| book 42.90.4 | χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ, |
| book 42.90.5 | ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ |
| book 42.95.1 | ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ |
| book 42.95.2 | κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην, |
| book 42.95.3 | νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ. |
| book 42.95.4 | καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ |
| book 42.95.5 | πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη· |
| book 42.1 | „ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ |
| book 42.2 | σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο. |
| book 42.3 | εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας |
| book 42.4 | νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ, |
| book 42.5 | ἀλλ’ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ |
| book 42.105.1 | μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην, |
| book 42.105.2 | ὅττι τόσοις ῥοθίοισι δι’ ὕδατος ὕδατα σύρων |
| book 42.1 | οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ἀκοίτης. |
| book 42.2 | ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχρονον ὕδωρ |
| book 42.3 | Νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ. |
| book 42.110.1 | καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων |
| book 42.110.2 | εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ |
| book 42.110.3 | ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν, |
| book 42.110.4 | οἷα περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην· |
| book 42.110.5 | „παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ· |
| book 42.115.1 | φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην |
| book 42.115.2 | ὑδατόεις κλέψειεν ἐν ὕδασι Κυανοχαίτης, |
| book 42.115.3 | ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ |
| book 42.115.4 | Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους· |
| book 42.115.5 | καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην |
| book 42.120.1 | ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς. |
| book 42.120.2 | ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς Ἐνοσίχθων, |
| book 42.120.3 | καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ |
| book 42.120.4 | διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.“ |
| book 42.120.5 | εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας, |
| book 42.125.1 | ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην |
| book 42.125.2 | Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ |
| book 42.125.3 | ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ |
| book 42.125.4 | εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ |
| book 42.125.5 | ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς· |
| book 42.130.1 | καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης, |
| book 42.130.2 | πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης, |
| book 42.1 | εἰς πίτυν ὄμμα φέρων βεβιημένον, ἄλλοτε πεύκην |
| book 42.2 | ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου |
| book 42.3 | ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην, |
| book 42.135.1 | μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ |
| book 42.135.2 | κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης |
| book 42.135.3 | Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν ἐρώτων. |
| book 42.135.4 | καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι, |
| book 42.135.5 | ἀλλὰ φόβῳ πεπέδητο. φιλεύιε, πῇ σέο θύρσοι |
| book 42.140.1 | ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτης |
| book 42.140.2 | γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων; |
| book 42.140.3 | πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα, |
| book 42.140.4 | παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων· |
| book 42.140.5 | Γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων· |
| book 42.145.1 | τοσσατίων δ’ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν, |
| book 42.145.2 | καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην, |
| book 42.145.3 | δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις |
| book 42.145.4 | θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων |
| book 42.145.5 | φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν. |
| book 42 | καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης |
| book 42.1 | γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων, |
| book 42.2 | ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων· |
| book 42.3 | ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ |
| book 42.4 | εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν. |
| book 42.155.1 | καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας |
| book 42.155.2 | αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν, |
| book 42.155.3 | καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν· |
| book 42.155.4 | „Ἄρτεμι, πῇ σέο τόξα; τίς ἥρπασε σεῖο φαρέτρην; |
| book 42.155.5 | πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα; |
| book 42.160.1 | πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης; |
| book 42.160.2 | πῇ χορὸς ἀμφιπόλων; πῇ δίκτυα; πῇ κύνες ἀργαί; |
| book 42.160.3 | οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ |
| book 42.160.4 | ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.“ |
| book 42.160.5 | ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ |
| book 42.165.1 | παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ |
| book 42.165.2 | αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης, |
| book 42.165.3 | ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ· |
| book 42.165.4 | οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου. |
| book 42.165.5 | καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη |
| book 42.171 | νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη |
| book 42.170 | οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης |
| book 42.172.1 | ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς ἐρώτων |
| book 42.172.2 | ἐσσομένης φιλότητος, ἐπ’ ἀπρήκτῳ δὲ μενοινῇ |
| book 42.172.3 | ἀνέρες ἱμείρουσιν, ὅτ’ ἀγνώσσουσι γυναῖκες. |
| book 42.175 | καὶ θεὸς ἦμαρ ἐπ’ ἦμαρ ἔσω πιτυώδεος ὕλης |
| book 42.1 | δείελος, εἰς μέσον ἦμαρ, ἑώιος, ἕσπερος ἕρπων, |
| book 42.2 | παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν· |
| book 42.3 | πάντων γὰρ κόρος ἐστὶ παρ’ ἀνδράσιν, ἡδέος ὕπνου |
| book 42.4 | μολπῆς τ’ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ |
| book 42.180.1 | εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ |
| book 42.180.2 | οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου. |
| book 42.180.3 | καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ, |
| book 42.180.4 | δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων |
| book 42.180.5 | κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος ἐρώτων. |
| book 42.185.1 | ὡς δ’ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων |
| book 42.185.2 | ἐσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων |
| book 42.185.3 | οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ |
| book 42.189 | βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ |
| book 42.188 | ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ |
| book 42.190.1 | τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου |
| book 42.190.2 | ἂψ ἀνασειράζων παλινάγρετον ἔκλασεν οὐρὴν |
| book 42.190.3 | κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ |
| book 42.190.4 | ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων· |
| book 42.190.5 | οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι Νίκη, |
| book 42.195.1 | βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ. |
| book 42.195.2 | ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς ἀφροδίτην |
| book 42.195.3 | Πανὶ δασυστέρνῳ Παφίης ἐγκύμονι μύθων |
| book 42.195.4 | Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην, |
| book 42 | καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν ἐρώτων. |
| book 42.1 | καὶ καμάτους Βάκχοιο πυρὶ πνείοντας ἀκούων |
| book 42.2 | Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινὴν |
| book 42.3 | οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν |
| book 42.4 | Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν ἐρώτων |
| book 42.5 | ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης· |
| book 42.205.1 | „ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας· |
| book 42.205.2 | καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν, |
| book 42.205.3 | εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην. |
| book 42.205.4 | ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω. |
| book 42.205.5 | πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ |
| book 42.210.1 | κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή, |
| book 42.210.2 | καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες ἐρώτων |
| book 42.210.3 | θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες |
| book 42.210.4 | ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν ἐρώτων. |
| book 42.210.5 | καὶ γὰρ ὅτ’ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην, |
| book 42.215.1 | λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας |
| book 42.215.2 | Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν ἐρώτων |
| book 42.215.3 | μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς, |
| book 42.215.4 | οἷα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν, |
| book 42.215.5 | ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων |
| book 42.220 | θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην, |
| book 42.1 | κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη, |
| book 42.2 | πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας |
| book 42.3 | ψευδαλέον σέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ. |
| book 42.4 | καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ |
| book 42.225.1 | μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης, |
| book 42.225.2 | καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης· |
| book 42.225.3 | κούρη δ’ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν |
| book 42.225.4 | αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ |
| book 42.225.5 | ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφῆς |
| book 42.230.1 | εἰσαΐειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης· |
| book 42.230.2 | παρθενικὴν δ’ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ, |
| book 42.230.3 | κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων. |
| book 42.230.4 | ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης· |
| book 42.230.5 | εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει, |
| book 42.235.1 | οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης |
| book 42.235.2 | ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες ἐρώτων, |
| book 42.235.3 | παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί. |
| book 42.235.4 | ἕδνα δὲ σεῖο πόθοιο, τεῆς κειμήλια νύμφης, |
| book 42 | μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς, |
| book 42.240.1 | οἷα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γὰρ |
| book 42.240.2 | ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ |
| book 42.240.3 | κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες. |
| book 42.240.4 | μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ |
| book 42.240.5 | ποῖα παρ’ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη; |
| book 42.245.1 | Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον ἐρώτων; |
| book 42.245.2 | ἄργυρον Ὠρίων οὐκ ὤπασεν Ἠριγενείῃ· |
| book 42.245.3 | οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατος· ἀλλ’ ἄρα μοῦνος |
| book 42.245.4 | χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς |
| book 42.245.5 | ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην· |
| book 42.1 | οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλὰ θεαίνης |
| book 42.2 | ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων |
| book 42.3 | φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω· |
| book 42.4 | βάρβιτα χειρὶ τίταινε, τεῆς ἀναθήματα Ῥείης, |
| book 42.5 | Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ |
| book 42.255.1 | πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ, |
| book 42.255.2 | Δάφνην πρῶτον ἄειδε καὶ ἀσταθέος δρόμον Ἠχοῦς |
| book 42.255.3 | καὶ κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης, |
| book 42.255.4 | ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν |
| book 42 | μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις, |
| book 42.260.1 | Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους· |
| book 42.260.2 | μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ. |
| book 42.260.3 | καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης |
| book 42.260.4 | καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ |
| book 42.260.5 | μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης ... |
| book 42.265.1 | οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ |
| book 42.265.2 | ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες. |
| book 42.265.3 | μέλψον ἐρωμανέουσαν ἐπ’ Ἐνδυμίωνι Σελήνην, |
| book 42.265.4 | μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καὶ αὐτὴν |
| book 42.265.5 | αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην, |
| book 42.270.1 | νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει |
| book 42.270.2 | πατρῴων ἀίουσα μελίφρονα θεσμὸν ἐρώτων. |
| book 42.270.3 | σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω· |
| book 42.270.4 | ἀλλά με καὶ σὺ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.“ |
| book 42.270.5 | ὣς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης. |
| book 42.275 | καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη |
| book 42.1 | υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη· |
| book 42.2 | καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης |
| book 42.3 | ὄρχατον ἀμπελόεντα καὶ ὄμπνια λήια γαίης |
| book 42.4 | καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων |
| book 42.280.1 | ἤθεσι κερδαλέοισι, καὶ οἷά τε γηπόνος ἀνήρ, |
| book 42.280.2 | ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ· |
| book 42.280.3 | „εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἢν ἐθελήσῃς, |
| book 42.280.4 | ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω. |
| book 42.280.5 | Ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ |
| book 42.285.1 | νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω· |
| book 42.285.2 | ‘Σκορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ |
| book 42.285.3 | αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ |
| book 42.285.4 | Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας; |
| book 42.285.5 | αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει |
| book 42.290.1 | λουομένην Φαέθοντι.‘ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης |
| book 42.290.2 | χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω· |
| book 42.290.3 | ‘διψαλέη πότε γαῖα Διὸς νυμφεύεται ὄμβρῳ;‘ |
| book 42.290.4 | εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω· |
| book 42.290.5 | ‘ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω; |
| book 42.301 | ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ, |
| book 42 | πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ |
| book 42.295.1 | καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω· |
| book 42.295.2 | ‘ἄμπελος ἡβώωσα πεπαίνεται ἄμμορος ἅρπης· |
| book 42.295.3 | παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην; |
| book 42.295.4 | σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει· |
| book 42.295.5 | λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς |
| book 42 | μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.‘ |
| book 42.303.1 | δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς· |
| book 42.303.2 | ὑμετέρης με κόμιζε φυτηκόμον Ἀφρογενείης, |
| book 42.305.1 | ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ |
| book 42.305.2 | ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων. |
| book 42.305.3 | οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι |
| book 42.305.4 | καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ· |
| book 42.305.5 | ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω, |
| book 42.310.1 | καὶ κρόκον, ἢν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω. |
| book 42.310.2 | μή μοι χρυσὸν ἄγῃς κομιδῆς χάριν· οὐ χρέος ὄλβου· |
| book 42.310.3 | μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.“ |
| book 42.310.4 | τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη |
| book 42.310.5 | Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων. |
| book 42.315.1 | ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέρραφεν Εἰραφιώτης· |
| book 42.315.2 | καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης |
| book 42.315.3 | οἷά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων |
| book 42.1 | εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην· |
| book 42.2 | „τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη; |
| book 42.320.1 | τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει |
| book 42.320.2 | ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.“ |
| book 42.320.3 | εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης. |
| book 42.320.4 | καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων |
| book 42.320.5 | νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη |
| book 42.325.1 | εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γὰρ |
| book 42.325.2 | ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει· |
| book 42.325.3 | βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει· |
| book 42.325.4 | δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου· |
| book 42.325.5 | γειοπόνοι δ’ εὕδοντες ἀροτρεύουσιν ἀρούρας, |
| book 42.330.1 | αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ |
| book 42.330.2 | ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ |
| book 42.330.3 | εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει. |
| book 42.330.4 | οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων, |
| book 42.330.5 | μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ, |
| book 42.335.1 | καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ |
| book 42.335.2 | παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν· |
| book 42.335.3 | καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς, |
| book 42.335.4 | εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης. |
| book 42.335.5 | μέμφετο δ’ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ |
| book 42.340 | Ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην |
| book 42.1 | τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου, |
| book 42.2 | φάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου |
| book 42.3 | πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου. |
| book 42.4 | ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς |
| book 42.345.1 | λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ. |
| book 42.345.2 | καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης, |
| book 42.345.3 | θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ ... |
| book 42.345.4 | στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν, |
| book 42.345.5 | λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ |
| book 42.1 | παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου |
| book 42.2 | φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν, |
| book 42.3 | καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων |
| book 42.4 | αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας, |
| book 42.5 | καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου. |
| book 42.355.1 | καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην |
| book 42.355.2 | ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς |
| book 42.355.3 | εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ· |
| book 42.355.4 | καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν, |
| book 42.355.5 | καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου, |
| book 42.360.1 | ὅττι μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ |
| book 42.360.2 | θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς |
| book 42.360.3 | τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν· |
| book 42.360.4 | „παρθένε, σὸν δι’ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω· |
| book 42 | σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου· |
| book 42.365.1 | πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω |
| book 42.365.2 | σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους· |
| book 42.365.3 | ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ |
| book 42.365.4 | νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες. |
| book 42.365.5 | παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων, |
| book 42.370.1 | ὅττι σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη |
| book 42.370.2 | σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον ἐρώτων; |
| book 42.374 | ἀλλ’ ἐρέεις Γλαυκῶπιν ἀπειρήτην ὑμεναίων· |
| book 42.375 | νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη· |
| book 42.372.1 | οὔ σε τέκε Γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη, |
| book 42.372.2 | Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις; |
| book 42.376.1 | μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ |
| book 42.376.2 | εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις, |
| book 42.376.3 | ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος, |
| book 42.376.4 | καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ, |
| book 42.380.1 | καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων· |
| book 42.380.2 | νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν |
| book 42.380.3 | ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας· |
| book 42.380.4 | οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα φαρέτρην |
| book 42.380.5 | μῦθον ἀγηνορίης φιλοπάρθενος ὤπασε Σύριγξ, |
| book 42.385 | ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ |
| book 42.1 | ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ’ ἔτι Πανὸς ἀείδει· |
| book 42.2 | καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο, |
| book 42.3 | ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη, |
| book 42.4 | ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ |
| book 42.390.1 | Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου. |
| book 42.390.2 | καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ |
| book 42.390.3 | θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης |
| book 42.390.4 | διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην· |
| book 42.390.5 | καὶ λίνα σεῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων |
| book 42.395.1 | λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης. |
| book 42.395.2 | ποῖά σοι Ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει; |
| book 42.395.3 | ἦ ῥά σοι ἕδνα γάμοιο † δεδέξεται ἁλμυρὸν ὕδωρ |
| book 42.395.4 | καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν |
| book 42.395.5 | δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης; |
| book 42.1 | δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ |
| book 42.2 | Βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω· |
| book 42.3 | δέξο μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην· |
| book 42.4 | εἰ δ’ ἐθέλεις δόρυ θοῦρον, Ἀδώνιδος οἷά τε κούρη, |
| book 42.5 | θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης. |
| book 42.405.1 | φεῦγε, φίλη, βαρὺν ἦχον ἀσιγήτοιο θαλάσσης, |
| book 42.405.2 | φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον ἐρώτων. |
| book 42.405.3 | ἄλλῃ Ἀμυμώνῃ παρελέξατο Κυανοχαίτης, |
| book 42.405.4 | ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή· |
| book 42.405.5 | καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην· |
| book 42.410.1 | Ἀστερίην δ’ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη· |
| book 42.410.2 | παρθενικὴν δ’ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ. |
| book 42.410.3 | οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν |
| book 42.410.4 | λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει |
| book 42.410.5 | ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης |
| book 42.415.1 | ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς |
| book 42.415.2 | ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω ... |
| book 42.415.3 | οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης. |
| book 42.415.4 | ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω· |
| book 42.415.5 | ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω |
| book 42.420.1 | δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο· |
| book 42.420.2 | Ἡλιάδων ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ |
| book 42.420.3 | λευκὸν ἐρευθιόωσα, βολαῖς δ’ ἀντίρροπος Ἠοῦς |
| book 42.420.4 | εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν ... |
| book 42.420.5 | καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει |
| book 42.425.1 | μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ |
| book 42.425.2 | λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί· |
| book 42.425.3 | μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου |
| book 42.1 | σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.“ |
| book 42.2 | τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη |
| book 42.430.1 | χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς, |
| book 42.430.2 | μὴ πάλιν ἄλλον ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ, |
| book 42.430.3 | ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ |
| book 42.430.4 | μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν ἐρώτων, |
| book 42.430.5 | ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ |
| book 42.435.1 | ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες |
| book 42.435.2 | καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ |
| book 42.435.3 | διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει. |
| book 42.435.4 | ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ· |
| book 42.435.5 | παρθενικῆς δ’ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ |
| book 42.440.1 | σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην, |
| book 42.440.2 | κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης, |
| book 42.440.3 | ἴκμια διψαλέοιο δι’ οὔρεος ἴχνια πάλλων, |
| book 42.440.4 | παρθενικὴν μάστευε Ποσειδάων μετανάστης, |
| book 42.440.5 | ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ· |
| book 42.445.1 | καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης |
| book 42.445.2 | οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ ... |
| book 42.445.3 | εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου |
| book 42.445.4 | κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην· |
| book 42 | ὀξὺ δὲ λεπταλέοιο δι’ εἵματος οἷα κατόπτρῳ |
| book 42.1 | ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο μορφῆς, |
| book 42.2 | οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων |
| book 42.3 | στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς |
| book 42.4 | μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην, |
| book 42.5 | δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου, |
| book 42.455.1 | παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ |
| book 42.455.2 | εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων Ἐνοσίχθων |
| book 42.455.3 | μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ |
| book 42.455.4 | παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ· |
| book 42.455.5 | „Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει· |
| book 42.460.1 | οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου |
| book 42.460.2 | οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω |
| book 42.460.3 | Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ |
| book 42.460.4 | εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων· |
| book 42.460.5 | οὐ Πάφος, οὐκέτι Λέσβος· Ἀμυμώνης δὲ τιθήνη |
| book 42.465.1 | ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο, |
| book 42.465.2 | μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ |
| book 42.465.3 | τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη. |
| book 42.465.4 | παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ |
| book 42.465.5 | ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη· |
| book 42.470.1 | πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης· |
| book 42.470.2 | σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρα τις εἴπῃ, |
| book 42.470.3 | ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις Ἐννοσιγαίου |
| book 42.470.4 | πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου |
| book 42.470.5 | Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης. |
| book 42.475.1 | οὔ σοι Βασσαρίδας μανιώδεας ἐγγυαλίξω, |
| book 42.475.2 | οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σιληνὸν ὀπάσσω· |
| book 42.475.3 | ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς |
| book 42.475.4 | Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω· |
| book 42.475.5 | δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην· |
| book 42.480.1 | καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου |
| book 42.480.2 | Ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω· |
| book 42.480.3 | σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω. |
| book 42.480.4 | εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω |
| book 42.480.5 | θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω |
| book 42.485.1 | μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.“ |
| book 42.485.2 | ἔννεπε· χωομένην δὲ λιπὼν δυσπειθέα κούρην |
| book 42.485.3 | ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν· |
| book 42.485.4 | „Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην |
| book 42.485.5 | τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις |
| book 42.490.1 | καὶ γενέτης Βερόης καὶ νυμφίος Ἀφρογενείης.“ |
| book 42.490.2 | τοῖα μὲν Ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ· |
| book 42.490.3 | πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ, |
| book 42.490.4 | κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ |
| book 42 | ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ |
| book 42.495.1 | χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων, |
| book 42.495.2 | πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην. |
| book 42.495.3 | καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης |
| book 42.495.4 | ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ |
| book 42.495.5 | ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον ἐρώτων |
| book 42.1 | ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα |
| book 42.2 | καὶ γάμον αἰχμητῆρα καὶ ἱμερόεσσαν ἐνυώ. |
| book 42.3 | καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ |
| book 42.4 | Κύπρις ἐπ’ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης |
| book 42.5 | παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν ἐρώτων· |
| book 42.505.1 | ἀμφοτέροις δὲ θεοῖσι μίαν πιστώσατο φωνήν· |
| book 42.505.2 | „ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω |
| book 42.505.3 | τὴν μὲν ὀφειλομένην Ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ· |
| book 42.505.4 | ἀλλ’ ἐπεὶ οὐ γενόμην διδυμητόκος, οὐδὲ κελεύει |
| book 42.505.5 | θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην |
| book 42.510.1 | ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις, |
| book 42.510.2 | ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω· |
| book 42.510.3 | οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης |
| book 42.510.4 | ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα· |
| book 42.510.5 | ὃς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω ... |
| book 42.515 | ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης |
| book 42.1 | γείτονος ἀμφὶ πόληος, ὅπῃ πολιοῦχος ἀκούω, |
| book 42.2 | πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω· |
| book 42.3 | συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην |
| book 42.4 | πόντιος Ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης |
| book 42.520.1 | γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης, |
| book 42.520.2 | μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων |
| book 42.520.3 | ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν. |
| book 42.520.4 | εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ |
| book 42.520.5 | φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ |
| book 42.525.1 | κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.“ |
| book 42.525.2 | ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ |
| book 42.525.3 | ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ |
| book 42.525.4 | καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι |
| book 42.525.5 | συνθεσίας· καὶ δῆρις ἀέξετο πομπὸς Ἐρώτων |
| book 42.530.1 | καὶ κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ. |
| book 42.530.2 | οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος |
| book 42.530.3 | σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου, |
| book 42.530.4 | μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης. |
| book 42.530.5 | ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ· |
| book 42.535.1 | κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης |
| book 42.535.2 | βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω |
| book 42.535.3 | ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη, |
| book 42.535.4 | φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων. |
| book 42 | καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης· |
| book 42.540.1 | ἔμπης δ’ εἰς μόθον ἦλθεν. ἐπ’ ἀμφοτέρων δὲ κυδοιμῷ |
| book 42.540.2 | ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων, |
| book 42 | δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων. |
| book 43.3.1 | Ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων, |
| book 43.3.2 | νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ, |
| book 43.5.1 | καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ· |
| book 43.5.2 | καὶ κλόνον αἰθύσσων Ἐνοσίχθονι καὶ Διονύσῳ |
| book 43.5.1 | θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων |
| book 43.5.2 | χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης, |
| book 43.5.3 | Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ. |
| book 43.5.4 | καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης |
| book 43.5.5 | παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ |
| book 43.10.1 | εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν |
| book 43.10.2 | ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν ἐρώτων |
| book 43.10.3 | καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ, |
| book 43.10.4 | ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος |
| book 43.10.5 | ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο |
| book 43.15 | ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους. |
| book 43.1 | καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ |
| book 43.2 | ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ· |
| book 43.3 | καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ |
| book 43.4 | Ἀσσυρίῳ τριόδοντι κορύσσετο Κυανοχαίτης, |
| book 43.20.1 | σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ |
| book 43.20.2 | εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ, |
| book 43.20.3 | μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης· |
| book 43.20.4 | καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου |
| book 43.20.5 | ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου, |
| book 43.25.1 | βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ· |
| book 43.25.2 | καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων, |
| book 43.25.3 | τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων, |
| book 43.25.4 | θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ. |
| book 43.25.5 | καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ, |
| book 43.30.1 | ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας, |
| book 43.30.2 | ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ, |
| book 43.30.3 | καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων |
| book 43.30.4 | πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην. |
| book 43.30.5 | καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ |
| book 43.35.1 | ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων |
| book 43.35.2 | δαίμονες ἐστρατόωντο. τανυπτόρθοις δὲ κορύμβοις |
| book 43.35.3 | δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ· |
| book 43.35.4 | καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος |
| book 43 | ἡμερίδες Λιβάνοιο μετωχλίζοντο τριαίνῃ. |
| book 43.40.1 | καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου |
| book 43.40.2 | εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι ταρσῶν |
| book 43.40.3 | θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου |
| book 43.40.4 | ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου |
| book 43.40.5 | διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης· |
| book 43.45.1 | καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ· |
| book 43.45.2 | ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ |
| book 43.45.3 | ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ· |
| book 43.45.4 | καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ |
| book 43.45.5 | ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα |
| book 43.1 | προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ |
| book 43.2 | ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν. |
| book 43.3 | καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας, |
| book 43.4 | στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν ἐνυώ. |
| book 43.5 | τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς |
| book 43.55.1 | υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου |
| book 43.55.2 | Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις· |
| book 43.55.3 | τῆς δ’ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων |
| book 43.55.4 | ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ |
| book 43.55.5 | πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης· |
| book 43.60 | Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης, |
| book 43.1 | Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος· |
| book 43.2 | πέμπτης δ’ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος ἀνδρῶν, |
| book 43.3 | ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ |
| book 43.4 | φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων |
| book 43.65.1 | σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ, |
| book 43.65.2 | υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ. |
| book 43.65.3 | τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις |
| book 43.65.4 | σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο Βάκχῳ. |
| book 43.65.5 | καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ· |
| book 43.70.1 | „Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου |
| book 43.70.2 | αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων |
| book 43.70.3 | ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ, |
| book 43.70.4 | καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ |
| book 43.70.5 | τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων |
| book 43.75.1 | Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ· |
| book 43.75.2 | καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ, |
| book 43.75.3 | καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ, |
| book 43.75.4 | νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης, |
| book 43.75.5 | αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ, |
| book 43.80.1 | Σιληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης· |
| book 43.80.2 | καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους |
| book 43.80.3 | γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν· |
| book 43.80.4 | καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων |
| book 43.80.5 | διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης, |
| book 43.85 | ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεὺς |
| book 43.1 | ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων |
| book 43.2 | βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ, |
| book 43.3 | καί μιν ὑποδρήσσοντα μετ’ Ἰσθμιάδος βυθὸν ἅλμης |
| book 43.4 | πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ, |
| book 43.90.1 | εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων· |
| book 43.90.2 | οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ’ ἐάσσω. |
| book 43.90.3 | ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης |
| book 43.90.4 | νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις |
| book 43.90.5 | κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις |
| book 43.95.1 | Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης, |
| book 43.95.2 | μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης· |
| book 43.95.3 | Λευκοθέης δ’ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις· |
| book 43.95.4 | χερσαίη δὲ φανεῖσα συνέμπορος εὐάδι Βάκχῃ |
| book 43.95.5 | Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην· |
| book 43.1 | καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης |
| book 43.2 | βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ· |
| book 43.3 | Εἰδοθέη δ’ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω· |
| book 43.4 | καὶ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ |
| book 43.5 | τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ, |
| book 43.105.1 | ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ |
| book 43.105.2 | ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ; |
| book 43.105.3 | ἀλλὰ γένος Νηρῆος ἐάσσατε· ποντοπόρους γὰρ |
| book 43.105.4 | δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω. |
| book 43.105.5 | καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου |
| book 43.110.1 | Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων |
| book 43.110.2 | θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ, |
| book 43.110.3 | στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς |
| book 43.110.4 | ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς |
| book 43.110.5 | δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης. |
| book 43.115.1 | Γλαῦκος ἁλιβρέκτοιο διάκτορος Ἐννοσιγαίου |
| book 43.115.2 | Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων |
| book 43.115.3 | αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης. |
| book 43.115.4 | οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς |
| book 43.115.5 | νύμφης ἡμετέρης περὶ πατρίδος· οὔ μιν ἀράξας |
| book 43.120.1 | ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων Ἐνοσίχθων, |
| book 43.120.2 | εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ, |
| book 43.120.3 | ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ, |
| book 43.120.4 | εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου, |
| book 43.120.5 | νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ... |
| book 43.125.1 | ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ |
| book 43.125.2 | Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καὶ αὐτὴ |
| book 43.125.3 | ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη. |
| book 43.125.4 | καὶ πόλιος τελέσας ἕτερον τύπον οὔ μιν ἐάσσω |
| book 43.125.5 | ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας |
| book 43.130 | γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης, |
| book 43.1 | χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ· |
| book 43.2 | τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ. |
| book 43.3 | ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ |
| book 43.4 | θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων |
| book 43.135.1 | νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δ’ αὐτὴ |
| book 43.135.2 | ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει |
| book 43.135.3 | Ἰνδὸς ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων, |
| book 43.135.4 | δάκρυα κυματόεντα, γέρων ἔφριξεν Ὑδάσπης. |
| book 43.135.5 | καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην |
| book 43.140.1 | ἓν γέρας ἱμείροντι χαρίζομαι Ἐννοσιγαίῳ· |
| book 43.140.2 | ἢν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον ἐρώτων, |
| book 43.140.3 | μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.“ |
| book 43.140.4 | τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ |
| book 43.140.5 | κερτομέων Διόνυσον ἀμείβετο Κυανοχαίτης· |
| book 43.145.1 | „αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης |
| book 43.145.2 | ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου. |
| book 43.163.1 | δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας |
| book 43.163.2 | καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ. |
| book 43.147.1 | οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ |
| book 43.147.2 | ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις. |
| book 43.147.3 | ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας |
| book 43.1 | ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος |
| book 43.2 | τύμπανα Σιληνοῖο κατακλύζοιτο θαλάσσῃ, |
| book 43.1 | κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ |
| book 43.2 | νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω |
| book 43.3 | εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ |
| book 43.155.1 | Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου. |
| book 43.155.2 | οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω· |
| book 43.155.3 | Νηρεΐδες γεγάασιν ἀρείονες. ἀλλὰ θαλάσσῃ |
| book 43.155.4 | διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ |
| book 43.155.5 | ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ· |
| book 43.160.1 | καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ |
| book 43.160.2 | Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ, |
| book 43.160.3 | ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ. |
| book 43.165.1 | Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν, |
| book 43.165.2 | ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης |
| book 43.165.3 | Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης, |
| book 43.165.4 | ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ |
| book 43.165.5 | Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης, |
| book 43.170.1 | ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης, |
| book 43.170.2 | Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου. |
| book 43.170.3 | ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσσας |
| book 43.170.4 | δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν |
| book 43.170.5 | κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ |
| book 43.175.1 | εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ, |
| book 43.175.2 | ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ |
| book 43.175.3 | πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης, |
| book 43.175.4 | καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος· |
| book 43 | οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου |
| book 43.180.1 | οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης |
| book 43.180.2 | τοσσατίης. τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν |
| book 43.180.3 | οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν ἐνυώ· |
| book 43.180.4 | καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς |
| book 43.180.5 | πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου |
| book 43.185.1 | εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος ἄρης· |
| book 43.185.2 | ὑψώθη δὲ θάλασσα κατ’ αἰθέρος, Ὠκεανῷ δὲ |
| book 43.185.3 | λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης |
| book 43.185.4 | βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης, |
| book 43.185.5 | καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων |
| book 43.190.1 | κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου |
| book 43.190.2 | οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.“ |
| book 43.190.3 | ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης, |
| book 43.190.4 | καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ |
| book 43.190.5 | ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί. |
| book 43.195.1 | καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης· |
| book 43.195.2 | καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ |
| book 43.195.3 | ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης, |
| book 43.195.4 | ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος |
| book 43.195.5 | ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ, |
| book 43.1 | τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων, |
| book 43.2 | ζεύξας Ἴσθμιον ἅρμα· καὶ ἱππείῳ χρεμετισμῷ |
| book 43.3 | εἰναλίων κελάδημα συνεπλατάγησε λεόντων. |
| book 43.4 | καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου |
| book 43.5 | ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή. |
| book 43.205.1 | Τρίτων δ’ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ, |
| book 43.205.2 | ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν |
| book 43.205.3 | ἀλλοφυῆ, χλοάουσαν, ἀπ’ ἰξύος ἄχρι καρήνου |
| book 43.205.4 | ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ |
| book 43.205.5 | δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή. |
| book 43.210.1 | καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ |
| book 43.210.2 | ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ, |
| book 43.210.3 | Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων |
| book 43.210.4 | καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ |
| book 43.210.5 | Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης, |
| book 43.215.1 | ἄβροχος αἰγείῃσιν ἀνακρούων ἅλα χηλαῖς, |
| book 43.215.2 | ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων, |
| book 43.215.3 | πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ |
| book 43.215.4 | μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς |
| book 43.215.5 | ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ, |
| book 43.220.1 | μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ |
| book 43.220.2 | τικτομένη σύριγγι διώκετο ποντιὰς Ἠχώ. |
| book 43.220.3 | ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας |
| book 43.220.4 | ῥῖψεν ἐφ’ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη |
| book 43.220.5 | Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν. |
| book 43.225.1 | Πρωτεὺς δ’ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης |
| book 43.225.2 | εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης· |
| book 43.225.3 | ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ |
| book 43.225.4 | Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν |
| book 43.225.5 | φωκάων πολύμορφον ἐπηχύναντο νομῆα. |
| book 43.230.1 | σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών· |
| book 43.230.2 | Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων |
| book 43.230.3 | πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν· |
| book 43.230.4 | καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη |
| book 43.230.5 | δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων |
| book 43.235.1 | ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ· |
| book 43.235.2 | καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας |
| book 43.235.3 | εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος |
| book 43.235.4 | σπεῖραν ἀνῃώρησεν, ὑπ’ ὀρχηστῆρι δὲ παλμῷ |
| book 43.235.5 | ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς, |
| book 43.240.1 | καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων |
| book 43.240.2 | ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ· |
| book 43.240.3 | καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ |
| book 43.240.4 | φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν |
| book 43.240.5 | ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ |
| book 43.245 | χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ· |
| book 43.1 | κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων |
| book 43.2 | εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς, |
| book 43.3 | ὃν κτάνεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας |
| book 43.4 | ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης. |
| book 43.1 | χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην |
| book 43.2 | πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης |
| book 43.3 | οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ. |
| book 43.4 | θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων |
| book 43.5 | ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς, |
| book 43.255.1 | ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων, |
| book 43.255.2 | δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρ’ ᾐόνα γείτονες ὄχθαι |
| book 43.255.3 | εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ. |
| book 43.255.4 | Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι |
| book 43.255.5 | ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου |
| book 43.260.1 | ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης. |
| book 43.260.2 | καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ |
| book 43.260.3 | ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ, |
| book 43.260.4 | λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης. |
| book 43.260.5 | καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης |
| book 43.265.1 | γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης· |
| book 43.265.2 | καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου |
| book 43.265.3 | εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ· |
| book 43.265.4 | κουφίζων δ’ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων |
| book 43 | πομπίλος ἠέρταζε δι’ ὕδατος ἄβροχον Εἰδώ. |
| book 43.270.1 | ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ, |
| book 43.270.2 | δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης, |
| book 43.270.3 | δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ |
| book 43.270.4 | κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν, |
| book 43.270.5 | ὀκλάζων ἐπίκυρτος, ἐπ’ ἄντυγι γούνατα πήξας |
| book 43.275.1 | ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων |
| book 43.275.2 | φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει, |
| book 43.275.3 | ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου |
| book 43.275.4 | δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος· |
| book 43.275.5 | ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος |
| book 43.280.1 | ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις. |
| book 43.280.2 | ἄλλη δ’ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην, |
| book 43.280.3 | νώτῳ δ’ ἰχθυόεντι καθιππεύουσα γαλήνης |
| book 43.280.4 | ἡνίοχος δελφῖνος, ὑπερκύψασα θαλάσσης, |
| book 43 | ὑγρομανῆ δρόμον εἶχε· φανεὶς δέ τις ὑγρὸς ὁδίτης |
| book 43.285.1 | μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς. |
| book 43.285.2 | καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου |
| book 43.285.3 | θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν |
| book 43.285.4 | ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο |
| book 43.285.5 | ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ. |
| book 43.290.1 | καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ· |
| book 43.290.2 | Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ |
| book 43.290.3 | Ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ |
| book 43.290.4 | οἰδαίνων πελάγεσσι, καὶ ἠθάδι δίζυγι πόντῳ |
| book 43.290.5 | Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ, |
| book 43.295.1 | Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντος ἀέλλῃ |
| book 43.295.2 | Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης |
| book 43.295.3 | συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης |
| book 43.295.4 | κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη |
| book 43.295.5 | ἀγχινεφής· καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ |
| book 43.1 | εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς. |
| book 43.2 | καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης |
| book 43.3 | εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ |
| book 43.4 | οὔρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ |
| book 43.5 | Μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου· |
| book 43.305.1 | καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου |
| book 43.305.2 | ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης. |
| book 43.305.3 | Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ, |
| book 43.305.4 | ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης |
| book 43 | εἰς μόθον ὑδατόεντα κορύσσετο φοιτάδι λύσσῃ, |
| book 43.310.1 | ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ· |
| book 43.310.2 | ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων |
| book 43.310.3 | νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ, |
| book 43.310.4 | βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς· |
| book 43.310.5 | ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης |
| book 43.315.1 | ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ, |
| book 43.315.2 | Μαιονὶς ἀκρήδεμνος ἐπεβρυχᾶτο Μιμαλλών, |
| book 43.315.3 | καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης, |
| book 43.315.4 | μιμηλαῖς γενύεσσιν ἐπαφριόωσα θαλάσσῃ. |
| book 43.315.5 | Σιληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην |
| book 43.320.1 | Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων, |
| book 43.320.2 | καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ |
| book 43.320.3 | ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔγχος Ἐνυοῦς, |
| book 43.320.4 | καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν |
| book 43.320.5 | δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας |
| book 43.325.1 | θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς. |
| book 43.325.2 | ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου |
| book 43.325.3 | Σιληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ |
| book 43.325.4 | ἔγχεϊ κισσήεντι δι’ ὕδατος ἤλασεν Ἰνώ. |
| book 43.325.5 | ἄλλῳ δ’ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη |
| book 43.330.1 | θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης, |
| book 43.330.2 | Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης |
| book 43.1 | Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς |
| book 43.2 | πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ |
| book 43.3 | δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη, |
| book 43.335.1 | οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ |
| book 43.335.2 | Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ. |
| book 43.335.3 | ὑψινεφὴς δ’ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ |
| book 43.335.4 | δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ |
| book 43.335.5 | χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ. |
| book 43.340.1 | καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ |
| book 43.340.2 | ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ |
| book 43.340.3 | ἀλλοφανὴς κεχάλαστο δι’ ἰξύος ὄρθιος οὐρή. |
| book 43.340.4 | Σιληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν |
| book 43.340.5 | ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου |
| book 43.345.1 | συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν. |
| book 43.345.2 | καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις |
| book 43.345.3 | Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη, |
| book 43.345.4 | καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου |
| book 43.345.5 | θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ |
| book 43.1 | πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ. |
| book 43.2 | καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης |
| book 43.3 | ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ, |
| book 43.4 | οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ· |
| book 43.5 | λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ |
| book 43.355.1 | σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ |
| book 43.355.2 | Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης |
| book 43.355.3 | ἀφλεγέος σελάγιζε κατ’ αὐχένος αὐτόματον πῦρ, |
| book 43.355.4 | θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ’ ᾐόνι γείτονι πόντου |
| book 43.355.5 | φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου |
| book 43.360.1 | αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν· |
| book 43.360.2 | „εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος, |
| book 43.360.3 | εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θώκων, |
| book 43.360.4 | Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω |
| book 43.360.5 | δουλοσύνην Νηρῆος ἅμα Γλαύκοιο τελευτῇ· |
| book 43.365.1 | μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ, |
| book 43.365.2 | δμωίδα μή μιν ἴδοιμι παρ’ ἁβροβίων χθόνα Λυδῶν, |
| book 43.365.3 | ὀψομένην ἔτι πότμον Ἀχιλλέι, Πηλέι, Πύρρῳ, |
| book 43.365.4 | υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ· |
| book 43.365.5 | Λευκοθέην δ’ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης |
| book 43.370.1 | υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος |
| book 43.370.2 | παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.“ |
| book 43.370.3 | ὣς φαμένης ἤκουσε δι’ αἰθέρος ὑψιμέδων Ζεύς, |
| book 43.370.4 | καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν Ἐννοσιγαίῳ |
| book 43.370.5 | καὶ μόθον ἐπρήυνε γαμοστόλον· οὐρανόθεν γὰρ |
| book 43.375 | νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες ἐνυὼ |
| book 43.1 | Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί. |
| book 43.2 | καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ |
| book 43.3 | κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς |
| book 43.4 | βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων, |
| book 43.380.1 | καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ. |
| book 43.380.2 | ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης, |
| book 43.380.3 | στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην· |
| book 43.380.4 | οὔασι δ’ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ |
| book 43.380.5 | ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων. |
| book 43.385.1 | καὶ γάμον ὀψιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ, |
| book 43.385.2 | καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ |
| book 43.385.3 | παστὸν Ἀμυμώνης θαλαμηπόλος † ἤπυε Νηρεύς, |
| book 43.385.4 | καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ |
| book 43.385.5 | Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης· |
| book 43.390.1 | καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην |
| book 43.390.2 | ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ, |
| book 43.390.3 | καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν |
| book 43.390.4 | ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου. |
| book 43.390.5 | καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις |
| book 43.395.1 | νυμφίος Ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης· |
| book 43.395.2 | καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς |
| book 43.395.3 | ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην. |
| book 43.395.4 | καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ |
| book 43.395.5 | ἄξιον ἕδνον ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς, |
| book 43 | Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ, |
| book 43.1 | ὅρμον ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων, |
| book 43.2 | ὁππόσα Νηρεΐδεσσιν [ἀμιμήτῳ κά]με τέχνῃ |
| book 43.3 | Λήμνιος ἐργοπόνος πα[ρὰ Κύπρι]δι· καὶ μέσον ἅλμης |
| book 43.4 | ἔμπυρον ἄκμονα π[άλλεν] ὑποβρυχίην τε πυράγρην, |
| book 43.405.1 | φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων |
| book 43.405.2 | ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου |
| book 43.405.3 | ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ. |
| book 43.405.4 | Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ |
| book 43.405.5 | Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος Ἀράχνης· |
| book 43.410.1 | χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων |
| book 43.410.2 | ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων |
| book 43.410.3 | χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε Λυδῶν |
| book 43.410.4 | Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην |
| book 43.410.5 | Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ |
| book 43.415.1 | Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων |
| book 43.415.2 | δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης |
| book 43.415.3 | Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει, |
| book 43.415.4 | ἕδνον Ἀμυμώνῃ δωρήσατο Κυανοχαίτης. |
| book 43 | ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ |
| book 43.420.1 | γήθεεν Ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ |
| book 43.420.2 | γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν· |
| book 43.420.3 | „νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ; |
| book 43.420.4 | οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσῃ |
| book 43.420.5 | ἅρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης |
| book 43.425.1 | παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ· |
| book 43.425.2 | ἁβροτέρην δ’ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην, |
| book 43.425.3 | ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ |
| book 43.425.4 | πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ. |
| book 43.425.5 | ἀλλὰ ῥίον Λιβάνοιο λιπὼν καὶ Ἀδώνιδος ὕδωρ |
| book 43.430.1 | ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει |
| book 43.430.2 | ἄβροχον † ἠελίοιο λέχος Τιτηνίδος Αὔρης· |
| book 43.430.3 | καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης |
| book 43.430.4 | Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ |
| book 43.430.5 | Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ |
| book 43.435.1 | ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις |
| book 43.435.2 | ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.“ |
| book 43.435.3 | τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ |
| book 43.435.4 | θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων |
| book 43.435.5 | ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ, |
| book 43.440.1 | καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ’ Ἀσσυρίοιο δὲ κόλπου |
| book 43.440.2 | ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν |
| book 43.1 | Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ |
| book 43.2 | ἀφνειαῖς λιβάδεσσι μέλαν φοινίσσεται ὕδωρ· |
| book 43.3 | Μαιονίης δ’ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ |
| book 43.445.1 | Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης. |
| book 43.445.2 | καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο |
| book 43.445.3 | καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν |
| book 43.445.4 | Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην, |
| book 43 | Εὐρώπης πτολίεθρα μετ’ Ἀσίδος ἄστεα βαίνων. |
| book 44.1.1 | Ἤδη δ’ Ἰλλυρίης Ταυλάντιον ἔθνος ἀρούρης |
| book 44.1.2 | καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσσας |
| book 44.1.3 | Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ |
| book 44.1.4 | στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ |
| book 44.5.1 | Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν· |
| book 44.5.2 | καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας |
| book 44.5.3 | ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ· |
| book 44.5.4 | Ἀσωπὸς δ’ ἐχόρευε πυρίπνοα χεύματα σύρων |
| book 44.5.5 | καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι |
| book 44.10.1 | κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη. |
| book 44.10.2 | καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου |
| book 44.10.3 | ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου, |
| book 44.10.4 | οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου· |
| book 44.10.5 | πηγαίη δ’ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη. |
| book 44.15.1 | καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης |
| book 44.15.2 | Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς· |
| book 44.15.3 | οἰνοφόρῳ δ’ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ, |
| book 44.15.4 | καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δ’ ἄλλοις |
| book 44 | ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας· |
| book 44.20.1 | οἱ μὲν ἐπεκλήισαν ἀμοιβαδίς, ἐξαπίνης δὲ |
| book 44.20.2 | αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων, |
| book 44.20.3 | καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας |
| book 44.20.4 | ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις. |
| book 44.20.5 | οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην· |
| book 44.25.1 | Σιληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται |
| book 44.25.2 | ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δ’ ἀλαλητῷ |
| book 44.25.3 | κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς |
| book 44.25.4 | πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις |
| book 44.25.5 | κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης, |
| book 44.33 | ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων. |
| book 44.30.1 | φρικαλέαι δ’ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι· |
| book 44.30.2 | καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν ... |
| book 44.30.3 | πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων |
| book 44.34 | μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ. |
| book 44.35.1 | ἤδη δ’ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ |
| book 44.35.2 | ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων· |
| book 44.35.3 | καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ, |
| book 44.35.4 | πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ |
| book 44.35.5 | λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης, |
| book 44.40.1 | ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ |
| book 44.40.2 | μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή· |
| book 44.40.3 | ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης |
| book 44.40.4 | αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς |
| book 44.40.5 | δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου |
| book 44.45.1 | ἄγγελον ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ. |
| book 44.45.2 | καὶ ναέται δεδόνηντο· φόβῳ δ’ ἐλελίζετο μήτηρ |
| book 44.45.3 | Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινήν, |
| book 44.45.4 | μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου |
| book 44.45.5 | πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων, |
| book 44.1 | ἐξότε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς, |
| book 44.2 | πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην |
| book 44.3 | φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου, |
| book 44.4 | ἀπλανέος θρῴσκοντα δι’ εὐκεράου πυλεῶνος· |
| book 44.5 | ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην |
| book 44.55.1 | ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ |
| book 44.55.2 | ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων, |
| book 44.55.3 | θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα· |
| book 44.55.4 | καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη |
| book 44.55.5 | ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου· |
| book 44.60.1 | καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς, |
| book 44.60.2 | θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν |
| book 44.60.3 | δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι |
| book 44.60.4 | τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου |
| book 44.60.5 | κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς, |
| book 44.65.1 | καί μιν ἐδηλήσαντο τεθηπότα μαινάδες ἄρκτοι· |
| book 44.65.2 | ἀγροτέρη δὲ λέαινα διαΐσσουσα προσώπου |
| book 44.65.3 | πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ |
| book 44.65.4 | ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ |
| book 44.65.5 | θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα, |
| book 44.70.1 | αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ |
| book 44.70.2 | οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ |
| book 44.70.3 | παλλομένη, βροτέην δ’ ἀλιτήμονα ῥήξατο φωνήν· |
| book 44.70.4 | „εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ |
| book 44.70.5 | Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη. |
| book 44.75.1 | τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης |
| book 44.75.2 | δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς· |
| book 44.75.3 | τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ, |
| book 44.75.4 | οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης |
| book 44.75.5 | πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.“ |
| book 44.80.1 | τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη. |
| book 44.80.2 | ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου, |
| book 44.80.3 | ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς, |
| book 44.80.4 | μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους· |
| book 44.80.5 | Τειρεσίας δ’ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι |
| book 44.85 | ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου, |
| book 44.1 | Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ, |
| book 44.2 | μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν |
| book 44.3 | πέπταται ὑψικάρηνος· Ἁμαδρυάδεσσι δὲ Νύμφαις |
| book 44.4 | θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ. |
| book 44.90.1 | ἔγνω δ’ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην |
| book 44.90.2 | γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα |
| book 44.90.3 | καὶ κεφαλὴν Πενθῆος· ἐν ἀφθόγγῳ δὲ σιωπῇ |
| book 44.90.4 | κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης, |
| book 44.90.5 | Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ. |
| book 44.95.1 | πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη |
| book 44.95.2 | εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ, |
| book 44.99 | ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης, |
| book 44.97.1 | Πενθέος ἑσπομένοιο· καὶ εὐκεράῳ παρὰ βωμῷ |
| book 44.97.2 | θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ |
| book 44.1 | Ζηνὶ καὶ Ἀδρυάδεσσι μίαν ξύνωσε θυηλὴν |
| book 44.2 | Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας, |
| book 44.3 | ῥέζων ἀμφοτέροισιν· ἀναπτομένοιο δὲ πυρσοῦ |
| book 44.4 | κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ |
| book 44.5 | εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δ’ ἄρα ταύρου |
| book 44.105.1 | ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης |
| book 44.105.2 | χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης· |
| book 44.105.3 | αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας |
| book 44.105.4 | οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν |
| book 44 | μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ, |
| book 44.110.1 | στέμματι δ’ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου |
| book 44.110.2 | πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην |
| book 44.110.3 | μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων |
| book 44.110.4 | οἰγομένων· καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην |
| book 44.110.5 | Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις. |
| book 44.115.1 | καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων, |
| book 44.115.2 | ὅττι παρ’ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου |
| book 44.115.3 | Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου |
| book 44.115.4 | λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν. |
| book 44.121.1 | καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου |
| book 44.121.2 | νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι. |
| book 44.119 | τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου |
| book 44.120 | μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύη. |
| book 44.123.1 | ἤδη δ’ ἑπταπόροιο δι’ ἄστεος ἵπτατο Φήμη |
| book 44.123.2 | ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου· |
| book 44.125.1 | οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν· ἀγρονόμων δὲ ... |
| book 44.125.2 | εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί· |
| book 44.125.3 | καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ |
| book 44.125.4 | νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ |
| book 44 | αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ. |
| book 44.130.1 | φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου, |
| book 44.130.2 | ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς. |
| book 44.130.3 | καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς |
| book 44.130.4 | τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς· |
| book 44.130.5 | „Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην, |
| book 44.135.1 | δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης, |
| book 44.135.2 | οἰνοδόκῳ ποτὸν ἄλλο διαστάζοντα κυπέλλῳ, |
| book 44.135.3 | ἢ γλάγος ἢ γλυκὺ χεῦμα 〈φιλοπτόρθοιο μελίσσης.〉 |
| book 44.137a | .............. κασιγνήτην δὲ τεκούσης |
| book 44.138.1 | Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω· |
| book 44.138.2 | κύμβαλα δ’ ἠχήεντα διαρρίψαντες ἀήταις |
| book 44.140.1 | καὶ πάταγον Βερέκυντα καὶ εὔια τύμπανα Ῥείης |
| book 44.140.2 | ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας, |
| book 44.140.3 | ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ |
| book 44.140.4 | Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις |
| book 44 | Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις |
| book 44.145.1 | ἥλικας, Ἀδρυάδας δὲ γέρων δέξοιτο Κιθαιρὼν |
| book 44.145.2 | ἄλλαις Ἀδρυάδεσσιν ὁμόζυγας ἀντὶ Λυαίου. |
| book 44.145.3 | καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου· |
| book 44.145.4 | ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ, |
| book 44.145.5 | ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω· |
| book 44.1 | Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω. |
| book 44.2 | εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ, |
| book 44.3 | γνώσεται, οἷον ἔχω χθόνιον σέλας· οὐρανίου γὰρ |
| book 44.4 | θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ· |
| book 44.5 | σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω. |
| book 44.155.1 | εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων, |
| book 44.155.2 | γνώσεται, οἷον ἔχω χθόνιον δόρυ· καί μιν ὀλέσσω, |
| book 44.155.3 | οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων |
| book 44.155.4 | ὠτειλὴν μεθέποντα· καὶ οὐ βουπλῆγι δαΐξω |
| book 44.155.5 | κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου, |
| book 44.160.1 | οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω |
| book 44.160.2 | ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ, |
| book 44.160.3 | ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ |
| book 44.160.4 | καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου, |
| book 44.160.5 | ἀντὶ Διὸς πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω, |
| book 44.165.1 | ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω |
| book 44.165.2 | κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης. |
| book 44.165.3 | οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν, |
| book 44.165.4 | ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου |
| book 44 | αἷμα φέρω χθονίοιο, πατὴρ δ’ ἐμὸς ὄρχαμος ἄστρων, |
| book 44.170.1 | Ἠέλιός με φύτευσε, καὶ οὐκ ἔσπειρεν Ἐχίων· |
| book 44.170.2 | τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη· |
| book 44.170.3 | εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης· |
| book 44.170.4 | οὐρανὸς ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι· |
| book 44.170.5 | Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη· |
| book 44.175.1 | Πενθέι μαζὸν ὄρεξε μετ’ Ἄρεα δεσπότις Ἥρη, |
| book 44.175.2 | καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ· |
| book 44.175.3 | Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει, |
| book 44.175.4 | ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης, |
| book 44.175.5 | μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων. |
| book 44.180.1 | εἰ δὲ τεὴν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ, |
| book 44.180.2 | παιδὸς ἑῆς διὰ μῶμον ἑὸν δόμον ἔφλεγε Κάδμος, |
| book 44.180.3 | ἀστεροπὴν δ’ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πῦρ, |
| book 44.180.4 | καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.“ |
| book 44.180.5 | ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ |
| book 44.185.1 | ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήταις· |
| book 44.185.2 | καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης, |
| book 44.185.3 | ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου. |
| book 44.185.4 | ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς, |
| book 44.185.5 | τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων |
| book 44.190 | τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ· |
| book 44.1 | „ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη, |
| book 44.2 | ἅρματος ἀργυφέοιο κυβερνήτειρα Σελήνη, |
| book 44.3 | εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ |
| book 44.4 | πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην, |
| book 44.195.1 | ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττι σε τέρπει |
| book 44.195.2 | κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ· |
| book 44.195.3 | Ἄρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις |
| book 44.195.4 | νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ, |
| book 44.195.5 | ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ |
| book 44.1 | αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης, |
| book 44.2 | μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ |
| book 44.3 | θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ |
| book 44.4 | νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ· |
| book 44.5 | εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ |
| book 44.205.1 | ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσουσι θοώκοις, |
| book 44.205.2 | νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου |
| book 44.205.3 | δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἑρμῆς· |
| book 44.205.4 | σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης |
| book 44.205.5 | Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν |
| book 44.210.1 | Γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη |
| book 44.210.2 | ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ. |
| book 44.210.3 | ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς |
| book 44.210.4 | ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου. |
| book 44 | Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν· |
| book 44.215.1 | κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου |
| book 44.215.2 | σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.“ |
| book 44.215.3 | ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη· |
| book 44.215.4 | „νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης, |
| book 44.215.5 | σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου, |
| book 44.220.1 | ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει |
| book 44.220.2 | μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης |
| book 44.220.3 | δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων |
| book 44.220.4 | σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν |
| book 44.220.5 | ἀδρανέων, οἷς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ |
| book 44.225.1 | Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς. |
| book 44.225.2 | σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ |
| book 44.225.3 | κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη |
| book 44.225.4 | Βακχιάς, οὐχ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω, |
| book 44.225.5 | ἀλλ’ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω. |
| book 44.230.1 | οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσσω· |
| book 44.230.2 | ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ, |
| book 44.230.3 | ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας, |
| book 44.230.4 | τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος. |
| book 44.230.5 | ἤδη δ’ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων |
| book 44.235.1 | κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς, |
| book 44.235.2 | Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ |
| book 44.235.3 | ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης |
| book 44.235.4 | ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων |
| book 44.235.5 | πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ· |
| book 44.240.1 | Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν |
| book 44.240.2 | ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ |
| book 44.240.3 | αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις |
| book 44.240.4 | ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη, |
| book 44.240.5 | καὶ πρότονοι σύριζον ἐχιδνήεντι κορύμβῳ |
| book 44.245.1 | ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βουλὴν |
| book 44.245.2 | δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου |
| book 44.245.3 | ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ· |
| book 44.245.4 | εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ, |
| book 44.245.5 | οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ. |
| book 44.1 | καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ |
| book 44.2 | χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης, |
| book 44.3 | εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.“ |
| book 44.4 | τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων. |
| book 44.5 | ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ, |
| book 44.255.1 | τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ |
| book 44.255.2 | Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένῳ δὲ |
| book 44.255.3 | ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ. |
| book 44.255.4 | αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι νύμφης |
| book 44 | Εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ, |
| book 44.260.1 | ὧν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου |
| book 44.260.2 | Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην, |
| book 44.260.3 | Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ, |
| book 44.260.4 | καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης, |
| book 44.260.5 | οἷα προθεσπίζουσα γόον καὶ δάκρυα Θήβης· |
| book 44.265.1 | Ἀκταίην δὲ μάχαιραν ἀπ’ Ἀτθίδος ἤγαγε δαίμων, |
| book 44.265.2 | ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ |
| book 44.265.3 | Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ |
| book 44.265.4 | τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ |
| book 44.265.5 | παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν· |
| book 44.270.1 | κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς |
| book 44.270.2 | ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην |
| book 44.270.3 | Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ |
| book 44.1 | μηκεδανῆς ἐλάτης, † η Μαινάδες, ὁππόθι Πενθεὺς |
| book 44.2 | μέλλε θανεῖν ἀκάρηνος· ἐπαμήσασα δὲ κόχλῳ |
| book 44.275.1 | Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης |
| book 44.275.2 | πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις. |
| book 44.275.3 | καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς. |
| book 44.275.4 | ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου |
| book 44.275.5 | νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν, |
| book 44.280.1 | αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην· |
| book 44.280.2 | βακχεύσας δ’ ἀχάλινον Ἀρισταίοιο γυναῖκα |
| book 44.280.3 | Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ· |
| book 44.280.4 | „ὀλβίη Αὐτονόη Σεμέλης πλέον· ἀρτιγάμου γὰρ |
| book 44.280.5 | υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ· |
| book 44.285.1 | αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην |
| book 44.285.2 | Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη. |
| book 44.285.3 | οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν, |
| book 44.285.4 | οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην, |
| book 44.285.5 | οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν, |
| book 44.290.1 | οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας· |
| book 44.290.2 | ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ |
| book 44.290.3 | υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες, |
| book 44.1 | νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης. |
| book 44.2 | οἶδα, πόθεν δόλος οὗτος· ἐπ’ ἀλλοτρίοις ὑμεναίοις |
| book 44.295.1 | εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες. |
| book 44.295.2 | ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ |
| book 44.295.3 | σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα· κεῖθι μολοῦσα |
| book 44.295.4 | ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ, |
| book 44.295.5 | Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης ... |
| book 44.1 | ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην. |
| book 44.2 | ὀλβίη Αὐτονόη Σεμέλης πλέον, ὅττι θεαίνης |
| book 44.3 | εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες Ἰοχεαίρης· |
| book 44.4 | Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης |
| book 44.5 | σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ. |
| book 44.305.1 | οὐ θρασὺς Ὠρίων πέλε νυμφίος Ἰοχεαίρης. |
| book 44.305.2 | χάρματι δ’ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης |
| book 44.305.3 | κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ, |
| book 44.305.4 | σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην. |
| book 44.305.5 | ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ· |
| book 44.310.1 | ἅρμενος οὗτος ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ |
| book 44.310.2 | υἷα κασιγνήτοιο καὶ οὐ ξένον ἔσχεν ἀκοίτην. |
| book 44.310.3 | ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ, |
| book 44.1 | υἱέα κουφίζουσα σαόφρονος Ἰοχεαίρης |
| book 44.2 | πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ. |
| book 44.315.1 | τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ |
| book 44.315.2 | ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι, |
| book 44.315.3 | εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ, |
| book 44 | μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;“ |
| book 45.1.1 | Ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη |
| book 45.1.2 | χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ |
| book 45.1.3 | νυμφίον Ἀκταίωνα παρήμενον Ἰοχεαίρῃ· |
| book 45.1.4 | καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις |
| book 45.5.1 | εἰς ὄρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη, |
| book 45.5.2 | καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ |
| book 45.5.3 | ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν· |
| book 45.5.4 | „οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη, |
| book 45.5.5 | θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην. |
| book 45.10.1 | ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω, |
| book 45.10.2 | καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαΐξω |
| book 45.10.3 | καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαμάσσω. |
| book 45.10.4 | θύρσον ἔχω· μελίης δ’ οὐ δεύομαι, οὐ δόρυ πάλλω· |
| book 45.10.5 | ἔγχεϊ δ’ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω· |
| book 45.15 | οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω. |
| book 45.1 | κύμβαλα δ’ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην |
| book 45.2 | κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω. |
| book 45.3 | Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι; |
| book 45.4 | ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες |
| book 45.20.1 | ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ· |
| book 45.20.2 | ζῆλον ἔχω, Διόνυσε, λεοντοφόνοιο Κυρήνης. |
| book 45.20.3 | φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ· |
| book 45.20.4 | εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καὶ αὐτὴ |
| book 45.20.5 | εὔιον ἀείδουσα χοροιτύπον ἴχνος ἑλίξω· |
| book 45.25.1 | οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου, |
| book 45.25.2 | οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ |
| book 45.25.3 | δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή, |
| book 45.25.4 | ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί. |
| book 45.25.5 | ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος Ἰοχεαίρης |
| book 45.30.1 | δίκτυα κουφίζουσα καὶ οὐ κλωστῆρας Ἀθήνης.“ |
| book 45.30.2 | ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών, |
| book 45.30.3 | ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης, |
| book 45.30.4 | Βάκχον ἀνευάζουσα καὶ ἀείδουσα Θυώνην· |
| book 45.30.5 | καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα, |
| book 45.35.1 | καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν. |
| book 45.35.2 | καὶ χορὸς ἐν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι |
| book 45.35.3 | ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης |
| book 45.35.4 | ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δ’ ἀλαλητῷ |
| book 45 | μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών· |
| book 45.40.1 | καὶ δροσόεις κελάδησεν ὅλος τόπος· ἦν δὲ νοῆσαι |
| book 45.40.2 | δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην. |
| book 45.40.3 | καί τις ἑοῦ θαλάμοιο χοροιτύπος ἔκθορε κούρη, |
| book 45.40.4 | αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης· |
| book 45.40.5 | καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης |
| book 45.45.1 | παρθενικὰς βάκχευσεν, ἀπ’ εὐτύκτων δὲ μελάθρων |
| book 45.45.2 | εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας. |
| book 45.45.3 | καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ |
| book 45.45.4 | κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος, |
| book 45.45.5 | κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην· |
| book 45.1 | καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην |
| book 45.2 | μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη. |
| book 45.3 | Τειρεσίας δ’ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ |
| book 45.4 | βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ |
| book 45.5 | καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου· |
| book 45.55.1 | ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης. |
| book 45.55.2 | καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων, |
| book 45.55.3 | ὄφρα καταστήσωσι χοροστασίην Διονύσου. |
| book 45.55.4 | βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος |
| book 45.55.5 | στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ· |
| book 45.60 | Τειρεσίας δ’ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων, |
| book 45.1 | Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ, |
| book 45.2 | εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ |
| book 45.3 | γηραλέον νάρθηκι θεουδέα πῆχυν ἐρείσας. |
| book 45.4 | ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ |
| book 45.65.1 | Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς· |
| book 45.65.2 | „Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις; |
| book 45.65.3 | Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης, |
| book 45.65.4 | κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου· |
| book 45.65.5 | Ὀγκαίης δ’ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης. |
| book 45.70.1 | νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις |
| book 45.70.2 | σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου |
| book 45.70.3 | Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην. |
| book 45.70.4 | αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν |
| book 45.70.5 | μάρτυρα σῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω· |
| book 45.75.1 | εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη, |
| book 45.75.2 | καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ σέο χεῖρας ἑλίξας |
| book 45.75.3 | δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ. |
| book 45.75.4 | σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων |
| book 45.75.5 | μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις, |
| book 45.80.1 | δῶρα λαβὼν Λυδοῖο παρ’ ἀνέρος ἠπεροπῆος, |
| book 45.80.2 | δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο. |
| book 45.80.3 | ἀλλ’ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην· |
| book 45.80.4 | οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς ἀφροδίτην, |
| book 45 | εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει. |
| book 45.85.1 | ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας; |
| book 45.85.2 | χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς |
| book 45.85.3 | ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης |
| book 45.85.4 | χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων· |
| book 45.85.5 | οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων. |
| book 45.90.1 | μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη |
| book 45.90.2 | υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ; |
| book 45.90.3 | ἀλλ’ ἐρέεις· ‘γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει |
| book 45.90.4 | σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη‘· |
| book 45.90.5 | αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.“ |
| book 45.95.1 | ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων· |
| book 45.95.2 | „τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς, |
| book 45.95.3 | ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ, |
| book 45.95.4 | παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη, |
| book 45.95.5 | ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης |
| book 45.1 | ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ; |
| book 45.2 | οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει |
| book 45.3 | ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην. |
| book 45.4 | ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ |
| book 45.5 | σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω. |
| book 45.105.1 | Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ, |
| book 45.105.2 | ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου, |
| book 45.105.3 | πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων· |
| book 45.105.4 | καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν |
| book 45.105.5 | εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης |
| book 45.110.1 | ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης |
| book 45.110.2 | ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν. |
| book 45.110.3 | ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ |
| book 45.110.4 | ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης |
| book 45.110.5 | εἶχεν ὑπὲρ πόντοιο, λαβὼν Τυρσηνὸς ἀλήτης |
| book 45.115.1 | ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν· |
| book 45.115.2 | καί τις ἑὸν νήποινον ἀπείρονα φόρτον ὀλέσσας |
| book 45.115.3 | εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ |
| book 45.115.4 | δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου. |
| book 45.115.5 | ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας |
| book 45.120.1 | Τυρσηνοὺς ἀπάφησε· νόθην δ’ ὑπεδύσατο μορφήν, |
| book 45.120.2 | ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην, |
| book 45.120.3 | αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην |
| book 45.120.4 | στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη |
| book 45.120.5 | λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου, |
| book 45.125.1 | καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης· |
| book 45.125.2 | καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς |
| book 45.1 | ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ. |
| book 45.2 | ἵστατο δ’ αἰγιαλοῖο παρ’ ὀφρύσιν, οἷα καὶ αὐτὸς |
| book 45.3 | ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες |
| book 45.130.1 | φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης |
| book 45.130.2 | καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ |
| book 45.130.3 | χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου. |
| book 45.130.4 | καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ |
| book 45.130.5 | ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλύμπου, |
| book 45.135.1 | νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ |
| book 45.135.2 | ὡς στρατὸς ἐννεάχιλος ἑῷ μυκήσατο λαιμῷ. |
| book 45.135.3 | μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί, |
| book 45.135.4 | ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων· |
| book 45.135.5 | καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης |
| book 45.140.1 | ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ· |
| book 45.140.2 | καὶ χλοεροῖς πετάλοισι κατάσκιος αἰθέρι γείτων |
| book 45.140.3 | ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ἐν δὲ μεσόδμῃ |
| book 45.140.4 | κισσὸς ἀερσιπότητος ἀνήιεν † αἰθέρι γείτων † |
| book 45.140.5 | σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ· |
| book 45.145.1 | ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης |
| book 45.145.2 | Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ· |
| book 45.145.3 | πρύμνης δ’ ἡδυτόκοιο βαθυνομένου διὰ κόλπου |
| book 45.145.4 | οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή. |
| book 45.145.5 | ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες |
| book 45 | θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι, |
| book 45.1 | καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ. |
| book 45.2 | Τυρσηνοὶ δ’ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ |
| book 45.3 | εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου |
| book 45.4 | ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί· |
| book 45.155.1 | καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ, |
| book 45.155.2 | ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης, |
| book 45.155.3 | καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ |
| book 45.155.4 | ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί, |
| book 45.155.5 | καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης |
| book 45.160.1 | καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων, |
| book 45.160.2 | καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος |
| book 45.160.3 | ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι, |
| book 45.160.4 | καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν |
| book 45.160.5 | μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου |
| book 45.165.1 | γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δ’ ὑπὸ λύσσῃ |
| book 45.165.2 | εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ, |
| book 45.165.3 | ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου |
| book 45.165.4 | εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν. |
| book 45.165.5 | καὶ σύ, τέκος, δολόεντα χόλον πεφύλαξο Λυαίου. |
| book 45.170.1 | ἀλλ’ ἐρέεις· ‘μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ |
| book 45.170.2 | φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.‘ |
| book 45.170.3 | δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου, |
| book 45.170.4 | ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου |
| book 45.170.5 | Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν ἀρούρης, |
| book 45.175.1 | μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις· |
| book 45.175.2 | μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν |
| book 45.1 | οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης· |
| book 45.2 | εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ |
| book 45.3 | μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας |
| book 45.180.1 | χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς ἀρούρης |
| book 45.180.2 | ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ. |
| book 45.180.3 | πολλάκι δ’ εὐδένδροιο δι’ οὔρεος εἰς νομὸν ἕλκων |
| book 45.180.4 | μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν. |
| book 45.180.5 | οὐ τότε δ’ αἰπολίοισι παρήμενος ἢ παρὰ μάνδραις |
| book 45.185.1 | συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν, |
| book 45.185.2 | οὐ κτύπον ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ· |
| book 45.185.3 | ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ |
| book 45.185.4 | Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή, |
| book 45.185.5 | ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης ... |
| book 45.190.1 | οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας |
| book 45.190.2 | τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων |
| book 45.190.3 | δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἅρμα θαλάσσης, |
| book 45.190.4 | εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων, |
| book 45.190.5 | σείων εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ |
| book 45.195.1 | ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς ἀρούρης, |
| book 45.195.2 | ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων· |
| book 45.195.3 | καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ |
| book 45.195.4 | γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν, |
| book 45 | ἢ πίτυν ἢ πλατάνιστον ἀκοντίζων Διονύσῳ. |
| book 45.1 | ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἆορ ἑλίσσων |
| book 45.2 | πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης. |
| book 45.3 | ἀλλ’ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας, |
| book 45.4 | καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης, |
| book 45.5 | θυρσομανὴς τότε Βάκχος ἑὸν βέλος ἠθάδι ῥοίζῳ |
| book 45.205.1 | εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου |
| book 45.205.2 | εἰς πλατὺν ἀνθερεῶνα, κατ’ ἀσφαράγοιο δὲ μέσσου |
| book 45.205.3 | ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή· |
| book 45.205.4 | ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ |
| book 45.205.5 | ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ, |
| book 45.210.1 | πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης· |
| book 45.210.2 | ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης |
| book 45.210.3 | θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμεύνης, |
| book 45.210.4 | ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ. |
| book 45.210.5 | ἀλλά, τέκος, πεφύλαξο, μὴ εἴκελα καὶ σὺ νοήσῃς, |
| book 45.215.1 | Τυρσηνῶν ἅτε παῖδες, ἅτε θρασὺς υἱὸς ἀρούρης.“ |
| book 45.215.2 | εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ |
| book 45.215.3 | εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ, |
| book 45.215.4 | ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς |
| book 45.215.5 | ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς· |
| book 45.220 | „δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης |
| book 45.1 | ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην, |
| book 45.2 | ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις |
| book 45.3 | μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας, |
| book 45.4 | ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν |
| book 45.225.1 | μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην |
| book 45.225.2 | φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης, |
| book 45.225.3 | λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.“ |
| book 45.225.4 | ὣς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ |
| book 45.225.5 | ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης |
| book 45.230.1 | ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου. |
| book 45.230.2 | καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης |
| book 45.230.3 | θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταί· |
| book 45.230.4 | καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας, |
| book 45.230.5 | δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ· |
| book 45.235.1 | ἀλλ’ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ |
| book 45.235.2 | ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ |
| book 45.235.3 | δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ, |
| book 45.235.4 | μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου |
| book 45.235.5 | ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ |
| book 45.240.1 | ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης, |
| book 45.240.2 | ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ |
| book 45.240.3 | ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ |
| book 45.240.4 | Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ |
| book 45.240.5 | λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων |
| book 45.245.1 | φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν· |
| book 45.245.2 | „οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην |
| book 45.245.3 | οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην· |
| book 45.1 | ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην |
| book 45.2 | δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων, |
| book 45.1 | καὶ κεφαλὴν πεφύλαξο βοοκραίρου Διονύσου, |
| book 45.2 | μή σε βαλὼν πλήξειε τανυγλώχινι κεραίῃ.“ |
| book 45.3 | ὣς φαμένου Βρομίοιο κατάσχετος ἄφρονι λύσσῃ |
| book 45.4 | μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς· |
| book 45.5 | „δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων· |
| book 45.255.1 | οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει |
| book 45.255.2 | Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην. |
| book 45.255.3 | καλὸν ἐμοὶ Διόνυσον, ὃν ἤροσε λάθριος εὐνή, |
| book 45.255.4 | ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς, |
| book 45.255.5 | βουκεράῳ νόθον εἶδος ἀπαγγέλλοντα μετώπῳ, |
| book 45.260.1 | ὃν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ, |
| book 45.260.2 | βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτῃ.“ |
| book 45.260.3 | εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων |
| book 45.260.4 | σφίγξεν ἀλυκτοπέδῃσι· λαβὼν δέ μιν ἀντὶ Λυαίου |
| book 45.260.5 | ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης, |
| book 45.265.1 | ὡς Σεμέλης θρασὺν υἷα καὶ οὔ τινα ταῦρον ἐέργων· |
| book 45.265.2 | Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν |
| book 45.265.3 | δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ, |
| book 45.1 | εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης, |
| book 45.2 | Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς, |
| book 45.270.1 | ἀμφιπόλους Βρομίου θιασώδεας, ὧν ὑπὸ δεσμῷ |
| book 45.270.2 | θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες, |
| book 45.270.3 | χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή. |
| book 45.270.4 | ἀλλὰ ταχυστροφάλιγγος ὅτε χρόνος ἦλθε χορείης, |
| book 45.270.5 | Μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη |
| book 45.275.1 | ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ |
| book 45.275.2 | ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκὸν ἱμάντων, |
| book 45.275.3 | καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον εὔιον ἠχὼ |
| book 45.275.4 | εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν |
| book 45.275.5 | χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή. |
| book 45.280.1 | καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη |
| book 45.280.2 | Βασσαρίδων ζοφεροῖο καταυγάζουσα μελάθρου· |
| book 45.280.3 | καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου |
| book 45.280.4 | αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν |
| book 45.280.5 | Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων |
| book 45.285.1 | εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι |
| book 45.285.2 | νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης, |
| book 45.285.3 | ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ |
| book 45.285.4 | ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ |
| book 45 | ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην |
| book 45.290.1 | τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ |
| book 45.290.2 | εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων, |
| book 45.290.3 | ἄλλη δ’ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου |
| book 45.290.4 | αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης. |
| book 45.290.5 | ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος |
| book 45.295.1 | ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων |
| book 45.295.2 | ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις, |
| book 45.295.3 | ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ· |
| book 45.295.4 | καὶ γλάγος ᾔτεε κοῦρος, ἑὴν ἅτε μητέρα, Βάκχην, |
| book 45.295.5 | στήθεα δ’ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης |
| book 45.1 | αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί· |
| book 45.2 | παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας |
| book 45.3 | χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν, |
| book 45.4 | παρθενικὴ δ’ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ· |
| book 45.5 | πολλαὶ δ’ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης |
| book 45.305.1 | τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης. |
| book 45.305.2 | ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ |
| book 45.305.3 | ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ |
| book 45.305.4 | οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη, |
| book 45.305.5 | λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης |
| book 45.310 | πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις. |
| book 45.1 | ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφὶ δὲ δένδρῳ |
| book 45.2 | σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης |
| book 45.3 | πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ, |
| book 45.4 | ἀμφελελιζομένων μιμούμενος ἅμμα δρακόντων. |
| book 45.315.1 | καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων |
| book 45.315.2 | τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου, |
| book 45.315.3 | ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος· |
| book 45.315.4 | καὶ συὸς ἄκρα γένεια γέρων Σιληνὸς ἐρύσσας |
| book 45.315.5 | κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων· |
| book 45.320.1 | ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ |
| book 45.320.2 | εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου· |
| book 45.320.3 | καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ. |
| book 45.320.4 | καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δ’ ἐνὶ Θήβῃ |
| book 45.320.5 | θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις· |
| book 45.325.1 | καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες |
| book 45.325.2 | χείλεσιν ἀφροκόμοισιν· ὅλη δ’ ἐλελίζετο Θήβη, |
| book 45.325.3 | καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί· |
| book 45.325.4 | σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν |
| book 45.325.5 | ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων· |
| book 45.330.1 | καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε 〈κυδοιμῷ〉 |
| book 45.330.2 | λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ. |
| book 45.330.3 | οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ |
| book 45.1 | φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων, |
| book 45.2 | λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ· |
| book 45.335.1 | καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ |
| book 45.335.2 | μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφὶ δὲ τοίχους |
| book 45.335.3 | ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ |
| book 45.335.4 | δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλους |
| book 45.335.5 | πορφυρέους καὶ στέρνον ἁλιχλαίνου βασιλῆος |
| book 45.340.1 | πυρσὸς ἕλιξ πεφόρητο, καὶ οὐκ ἔφλεξε χιτῶνας· |
| book 45.340.2 | κεκριμέναις δ’ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ |
| book 45.340.3 | ἐκ ποδὸς εἰς μέσα νῶτα, δι’ ἰξύος εἰς ῥάχιν ἄκρην |
| book 45.340.4 | Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί· |
| book 45.340.5 | πολλάκι δ’ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ |
| book 45.345.1 | Γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων |
| book 45.345.2 | ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη. |
| book 45.345.3 | καὶ σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς, |
| book 45.345.4 | κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ, |
| book 45.345.5 | ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ |
| book 45.1 | δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις· |
| book 45.2 | καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ, |
| book 45.3 | καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ |
| book 45.4 | ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο. |
| book 45.5 | καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ, |
| book 45.355.1 | καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ |
| book 45.355.2 | θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολέων ἀπὸ ταύρων |
| book 45.355.3 | μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ, |
| book 45 | βρονταῖς δ’ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή. |
| book 46.1.1 | Ἀλλ’ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος |
| book 46.1.2 | αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν |
| book 46.1.3 | Μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης, |
| book 46.1.4 | καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου, |
| book 46.5.1 | ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς· |
| book 46.5.2 | καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ |
| book 46.5.3 | βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων |
| book 46.5.4 | μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης, |
| book 46.5.5 | τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ· |
| book 46.10.1 | „ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμὲ πέμπων· |
| book 46.10.2 | οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν· |
| book 46.10.3 | ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη |
| book 46.10.4 | οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης; |
| book 46.10.5 | εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης, |
| book 46.16.1 | εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων |
| book 46.16.2 | μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων |
| book 46.15 | Ζεὺς δέμας ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης. |
| book 46.18.1 | ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης· |
| book 46.18.2 | ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ· |
| book 46.20.1 | ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ. |
| book 46.20.2 | βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος· ἀρχέγονος δὲ |
| book 46.20.3 | Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης· |
| book 46.20.4 | Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω. |
| book 46.20.5 | ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις |
| book 46.25.1 | Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ |
| book 46.25.2 | κτεῖνε παρ’ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην. |
| book 46.25.3 | οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον· ὀλλυμένης γὰρ |
| book 46.25.4 | ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης, |
| book 46.25.5 | καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί. |
| book 46.30.1 | οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς, |
| book 46.30.2 | καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων |
| book 46.30.3 | Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ. |
| book 46.30.4 | οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ |
| book 46.30.5 | ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ |
| book 46.35.1 | λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο· |
| book 46.35.2 | εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων |
| book 46.35.3 | κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης, |
| book 46.35.4 | πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω |
| book 46.35.5 | Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ. |
| book 46.40.1 | καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ· |
| book 46.40.2 | Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ; |
| book 46.40.3 | εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου |
| book 46.40.4 | αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην. |
| book 46.40.5 | ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι |
| book 46.45.1 | ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα πειθώ, |
| book 46.45.2 | ὅττι σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ· |
| book 46.45.3 | οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν |
| book 46.45.4 | Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ. |
| book 46.45.5 | ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων |
| book 46.1 | ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων |
| book 46.2 | νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.“ |
| book 46.3 | ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ, |
| book 46.4 | κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς· |
| book 46.5 | „βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν, |
| book 46.55.1 | ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα διδάσκων |
| book 46.55.2 | Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο |
| book 46.1 | αἵματος ἀννώστοιο νόθον γένος οἶδεν ἐλέγξαι. |
| book 46.2 | οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο |
| book 46.3 | χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων |
| book 46.60.1 | πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί· |
| book 46.60.2 | κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ· |
| book 46.60.3 | ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ. |
| book 46.60.4 | οὐ χατέω Πενθῆος ἐγὼ χθονίοιο μελάθρου. |
| book 46.60.5 | δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ· |
| book 46.65.1 | καὶ χθονὸς εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου, |
| book 46.65.2 | εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψεις, |
| book 46.65.3 | οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης; |
| book 46.65.4 | οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου. |
| book 46.65.5 | μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης· |
| book 46.70.1 | μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου. |
| book 46.70.2 | Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ, |
| book 46.70.3 | εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ. |
| book 46.70.4 | σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι |
| book 46.70.5 | ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ |
| book 46.75.1 | οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος |
| book 46.75.2 | Γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων, |
| book 46.75.3 | οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης |
| book 46.75.4 | Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος. |
| book 46.75.5 | εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ, |
| book 46.80.1 | τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης. |
| book 46.80.2 | εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου, |
| book 46.1 | φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ, |
| book 46.2 | θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη· |
| book 46.3 | μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες. |
| book 46.85.1 | ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς, |
| book 46.85.2 | Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ. |
| book 46.85.3 | Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, Ἰοχεαίρῃ, |
| book 46.85.4 | ὄφρα λεοντοφόνον σε μετ’ Ἀκταίωνα καλέσσω. |
| book 46.85.5 | κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς |
| book 46.90.1 | χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες· |
| book 46.90.2 | εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ |
| book 46.90.3 | ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης |
| book 46.90.4 | ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι; |
| book 46.90.5 | Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει. |
| book 46.95.1 | ἀλλὰ δόλῳ κρυφίῳ πυκάσας ἄγνωστον ὀπωπὴν |
| book 46.95.2 | ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.“ |
| book 46.95.3 | ὣς εἰπὼν παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων |
| book 46.95.4 | φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης ... |
| book 46.95.5 | καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη |
| book 46.1 | δαιμονίῃ μάστιγι· συναχνυμένης δὲ Λυαίῳ |
| book 46.2 | λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης |
| book 46.3 | φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι † δῶκε |
| book 46.4 | φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς, |
| book 46.5 | καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ, |
| book 46.105.1 | δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων· |
| book 46.105.2 | ἀνέρα δ’ ἐπτοίησε. καὶ εἰς δόμον ἤλυθε Πενθεὺς |
| book 46.105.3 | οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου· |
| book 46.105.4 | φωριαμοὺς δ’ ὤιξε θυώδεας, ἧχι γυναικῶν |
| book 46.105.5 | κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης· |
| book 46.110.1 | καὶ χροῒ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης· |
| book 46.110.2 | Αὐτονόης δ’ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην, |
| book 46.110.3 | στήθεα μιτρώσας βασιλήια κυκλάδι τέχνῃ· |
| book 46.110.4 | καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις· |
| book 46.110.5 | χειρὶ δὲ θύρσον ἄειρε· μετερχομένοιο δὲ Βάκχας |
| book 46.115.1 | ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ. |
| book 46.115.2 | μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς |
| book 46.115.3 | ἡδυμανής· λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ |
| book 46.115.4 | ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα· χεῖρα δὲ δισσὴν |
| book 46.115.5 | θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ, |
| book 46.120.1 | οἷα γυνὴ παίζουσα χοροιτύπος· οἷα δὲ ῥόπτρῳ |
| book 46.120.2 | δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ |
| book 46.120.3 | ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις, |
| book 46.120.4 | Λυδὸν ἀνακρούων μέλος εὔιον. ἦ τάχα φαίης |
| book 46.120.5 | ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα Βάκχην. |
| book 46.125.1 | καὶ διδύμους Φαέθοντας ἐδέρκετο καὶ δύο Θήβας· |
| book 46.125.2 | ἔλπετο δ’ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων |
| book 46.1 | Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα. |
| book 46.2 | ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται, |
| book 46.3 | ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δ’ ἐπὶ πέτρῳ |
| book 46.130.1 | ὑψιφανής, ὁ δὲ πῆχυν ἐπ’ ἀνέρος ὦμον ἐρείσας |
| book 46.130.2 | ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας· |
| book 46.130.3 | καί τις ἐυγλώχινα μετήιεν οὖρον ἀρούρης, |
| book 46.130.4 | ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων |
| book 46.130.5 | δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἐπὶ πύργων· |
| book 46.135.1 | ὃς δὲ μέσας στεφανηδὸν ἐπ’ ἄντυγι χεῖρας ἑλίξας |
| book 46.135.2 | ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων, |
| book 46.135.3 | Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης, |
| book 46.135.4 | θύρσον ἀερτάζοντα καὶ αἰθύσσοντα καλύπτρην. |
| book 46.135.5 | ἤδη δ’ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης, |
| book 46.140.1 | αὐτομάταις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων· |
| book 46.140.2 | ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων |
| book 46.140.3 | ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης· |
| book 46.140.4 | καὶ ποδὶ λυσσήεντι χοροιτύπον ἴχνος ἑλίσσων |
| book 46.140.5 | δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην. |
| book 46.145.1 | ἀλλ’ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι |
| book 46.145.2 | καὶ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ |
| book 46.1 | Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη, |
| book 46.2 | ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης |
| book 46.3 | ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ |
| book 46.1 | δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ |
| book 46.2 | ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι· |
| book 46.3 | ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων |
| book 46.4 | εἰς πέδον, εἰς πέδον εἷλκε· κατὰ χθόνα δ’ ἔκτοθι ... |
| book 46.153a | ......................... Πενθεὺς |
| book 46.154 | θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα |
| book 46.155.1 | ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων. |
| book 46.155.2 | καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων |
| book 46.155.3 | ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς. |
| book 46.155.4 | καὶ τότε Βασσαρίδεσσι χορίτιδες ἤλυθον ὧραι· |
| book 46.155.5 | ἀλλήλαις δ’ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλους, |
| book 46.160.1 | νεβρίδα δ’ ἀμφεβάλοντο· καὶ οὐρεσίφοιτος Ἀγαύη |
| book 46.160.2 | ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν· |
| book 46.160.3 | „Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου |
| book 46.160.4 | καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ, |
| book 46.160.5 | ὄφρα μέλος πλέξοιμι φιλεύιον, ὄφρα δαείω, |
| book 46.165 | τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ, |
| book 46.1 | τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ. |
| book 46.2 | δηθύνεις, ἀχόρευτε, καὶ ἡμέας ἔφθασεν Ἰνώ· |
| book 46.3 | οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ |
| book 46.4 | ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ, |
| book 46.170.1 | ἦλθε προασπίζουσα διωκομένου Διονύσου, |
| book 46.170.2 | μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ. |
| book 46.170.3 | μύστιδες εἰς σκοπέλους Ἰσμηνίδες ἔλθετε Βάκχαι, |
| book 46.170.4 | καὶ τελετὰς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ |
| book 46.170.5 | Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρα τις εἴπῃ· |
| book 46.175.1 | ‘Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύη‘.“ |
| book 46.175.2 | ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου, |
| book 46.175.3 | ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ· |
| book 46.175.4 | καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις· |
| book 46.175.5 | υἱέα δ’ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ. |
| book 46.180.1 | ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες |
| book 46.180.2 | ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ |
| book 46.180.3 | δένδρον ἐπηχύναντο, καὶ ἤθελον εἰς χθόνα ῥίπτειν |
| book 46.180.4 | ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ |
| book 46.180.5 | ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ |
| book 46.185.1 | πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη. |
| book 46.185.2 | καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών· |
| book 46.185.3 | καὶ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ |
| book 46.185.4 | κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς. |
| book 46.185.5 | καὶ τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου, |
| book 46.190 | καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ |
| book 46.1 | γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν· |
| book 46.2 | „Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ |
| book 46.3 | παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη. |
| book 46.4 | μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης· |
| book 46.195.1 | θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω |
| book 46.195.2 | στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω; |
| book 46.195.3 | οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις· |
| book 46.195.4 | σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών· |
| book 46.195.5 | χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σῴζεο, Θήβη· |
| book 46.1 | σῴζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη. |
| book 46.2 | δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν |
| book 46.3 | ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις. |
| book 46.4 | φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν· |
| book 46.5 | Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή, |
| book 46.205.1 | μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη. |
| book 46.205.2 | εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ, |
| book 46.205.3 | μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι |
| book 46.205.4 | Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσσῃς.“ |
| book 46.205.5 | ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη. |
| book 46.210.1 | ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες |
| book 46.210.2 | χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ |
| book 46.210.3 | ἡ μὲν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα |
| book 46.210.4 | δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ |
| book 46 | λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρ |
| book 46.215.1 | στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ |
| book 46.215.2 | αὐχένα τολμήεντι διέθρισεν ὀξέι θύρσῳ· |
| book 46.215.3 | καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης, |
| book 46.215.4 | αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ· |
| book 46.215.5 | ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης |
| book 46.220.1 | τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ· |
| book 46.220.2 | „Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ |
| book 46.220.3 | χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην |
| book 46.220.4 | Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης, |
| book 46.220.5 | ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης· |
| book 46.225.1 | καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον· ἡμετέρης δὲ |
| book 46.225.2 | Ἁρμονίης γενέτης κεκορυθμένος ἠθάδι λόγχῃ |
| book 46.225.3 | παῖδα τεὴν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης |
| book 46.225.4 | θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων, |
| book 46.225.5 | κυδιόων· σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων |
| book 46.230.1 | Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς |
| book 46.230.2 | θηροφόνους ἱδρῶτας ὀπιπεύσειε τεκούσης. |
| book 46.230.3 | δμῶες ἐμοί, σπέρχεσθε, παρὰ προπύλαια δὲ Κάδμου |
| book 46.230.4 | πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης. |
| book 46.230.5 | τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ· |
| book 46.235.1 | Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ· |
| book 46.235.2 | οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ |
| book 46.235.3 | μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην |
| book 46.235.4 | σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.“ |
| book 46 | ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ |
| book 46.240.1 | Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν, |
| book 46.240.2 | μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ· |
| book 46.240.3 | „οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη· |
| book 46.240.4 | οἷον θῆρα δάμασσας, ὃν ὑμετέρη τέκε γαστήρ· |
| book 46.240.5 | οἷον θῆρα δάμασσας, ὃν ἐσπέρμηνεν Ἐχίων. |
| book 46.245 | δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων |
| book 46.247 | παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ· |
| book 46.246 | δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ |
| book 46.248.1 | πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν. |
| book 46.248.2 | μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων· |
| book 46 | πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις; |
| book 46.252 | ὃν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω; |
| book 46.251 | θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις. |
| book 46.253.1 | καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ· |
| book 46.253.2 | καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων· |
| book 46.255.1 | Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης· |
| book 46.255.2 | Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων, |
| book 46.255.3 | μύρεται Αὐτονόη κερόεν τέκος, ἆ μέγα δειλὴ |
| book 46.255.4 | ἔκτανεν, ὃν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη, |
| book 46 | καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης. |
| book 46.260.1 | μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· ἐς τίνα φεύγω |
| book 46.260.2 | Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου; |
| book 46.260.3 | τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών· |
| book 46.260.4 | γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ |
| book 46.260.5 | νεκρὸν ἔχεις Πενθῆα καὶ Ἀκταίωνα καλύπτεις.“ |
| book 46.265.1 | ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων |
| book 46.265.2 | δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών· |
| book 46.265.3 | καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι |
| book 46.265.4 | Νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου |
| book 46.265.5 | καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου |
| book 46.270.1 | μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης, |
| book 46.270.2 | καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ. |
| book 46.270.3 | ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν |
| book 46.270.4 | αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ· |
| book 46.270.5 | καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος |
| book 46.275.1 | ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ |
| book 46.275.2 | βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ· |
| book 46.275.3 | καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας |
| book 46.275.4 | καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ |
| book 46.275.5 | στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν· |
| book 46.280.1 | καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου |
| book 46.280.2 | καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου· |
| book 46.1 | ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν· |
| book 46.2 | „νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης, |
| book 46.3 | δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην |
| book 46.285.1 | χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην |
| book 46.285.2 | ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω. |
| book 46.285.3 | θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης |
| book 46.285.4 | ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω. |
| book 46.285.5 | ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα |
| book 46.290.1 | ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ· |
| book 46.290.2 | μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην |
| book 46.290.3 | ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ, |
| book 46.290.4 | ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή, |
| book 46.290.5 | Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω· |
| book 46.295.1 | Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ, |
| book 46.295.2 | Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην. |
| book 46.295.3 | ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου. |
| book 46.295.4 | ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης, |
| book 46.295.5 | Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου |
| book 46.1 | ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων |
| book 46.2 | θρῆνον ἕνα πλέξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ, |
| book 46.3 | ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων. |
| book 46.4 | ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης; |
| book 46.5 | οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ· |
| book 46.305.1 | οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον ἐρώτων· |
| book 46.305.2 | ποῖον ἴδω σέο παῖδα παρήγορον; αἴθε σε Βάκχη |
| book 46.1 | ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη. |
| book 46.2 | μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ· |
| book 46.3 | Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη. |
| book 46.310.1 | χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην |
| book 46.310.2 | αὐχένος ἀμηθέντος· ἀπ’ αὐτοχύτου δὲ καρήνου |
| book 46.310.3 | αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα. |
| book 46.310.4 | ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου |
| book 46.310.5 | λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ. |
| book 46.315.1 | σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω |
| book 46.315.2 | χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ |
| book 46.315.3 | σὸν δέμας· ὑμετέρῳ δ’ ἐπὶ σήματι τοῦτο χαράξω· |
| book 46.315.4 | ‘εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης |
| book 46.315.5 | παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ‘.“ |
| book 46.320.1 | ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένῃ δὲ |
| book 46.320.2 | Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν· |
| book 46.320.3 | „ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη, |
| book 46.320.4 | ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν |
| book 46.320.5 | καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων. |
| book 46.325.1 | γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ· |
| book 46.325.2 | ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς |
| book 46.325.3 | νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου |
| book 46.325.4 | μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην. |
| book 46.325.5 | σῆς δ’ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος |
| book 46.330.1 | οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ, |
| book 46.330.2 | οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην· |
| book 46.330.3 | μούνη δ’ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ |
| book 46.330.4 | καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς, |
| book 46.330.5 | καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω. |
| book 46.335.1 | ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη, |
| book 46.335.2 | ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα |
| book 46.335.3 | εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν· |
| book 46.335.4 | δὸς χάριν Ἀπόλλωνι· μετ’ Ἀκταίωνα δὲ δειλὴν |
| book 46.335.5 | τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν |
| book 46.340.1 | ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν |
| book 46.340.2 | μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν |
| book 46.340.3 | σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν |
| book 46.340.4 | ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ. |
| book 46.340.5 | χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών· |
| book 46.345.1 | χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου· |
| book 46.345.2 | σῴζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις· |
| book 46.345.3 | λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ· |
| book 46.345.4 | εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι, |
| book 46.345.5 | σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην· |
| book 46.1 | ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς |
| book 46.2 | Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.“ |
| book 46.3 | εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη. |
| book 46.4 | καὶ νέκυν, ὃν κατέπεφνε. φίλη τυμβεύσατο μήτηρ |
| book 46.5 | πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου· |
| book 46.355.1 | καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται. |
| book 46.355.2 | ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ |
| book 46.355.3 | Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας |
| book 46.355.4 | μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ |
| book 46.355.5 | λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ |
| book 46.360.1 | δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου |
| book 46.360.2 | πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ· |
| book 46.360.3 | ἀμφοτέρας δ’ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην, |
| book 46.360.4 | ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων. |
| book 46.360.5 | Ἰλλυρίην δ’ ἐπὶ γαῖαν ἐς Ἑσπερίου στόμα πόντου |
| book 46.365.1 | Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ |
| book 46.365.2 | ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων |
| book 46.365.3 | ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν. |
| book 46.365.4 | καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων |
| book 46 | ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις. |
| book 47.1.1 | Ἤδη δ’ ἔνθα καὶ ἔνθα δι’ ἄστεος ἵπτατο Φήμη, |
| book 47.1.2 | ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου |
| book 47.1.3 | Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου |
| book 47.1.4 | εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι. |
| book 47.5.1 | καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται |
| book 47.5.2 | εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς |
| book 47.5.3 | χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου |
| book 47.5.4 | ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι |
| book 47.5.5 | αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν |
| book 47.10.1 | στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες, |
| book 47.10.2 | παρθενικαὶ δ’ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης |
| book 47.10.3 | ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην. |
| book 47.10.4 | Ἰλισσὸς δ’ ἐλέλιζε περὶ πτόλιν ἔμπνοον ὕδωρ |
| book 47.10.5 | κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ |
| book 47.15.1 | εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι. |
| book 47.15.2 | φυταλιὴ δ’ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου |
| book 47.15.3 | αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο |
| book 47.15.4 | βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος, |
| book 47 | καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων |
| book 47.20.1 | δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι, |
| book 47.20.2 | καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι. |
| book 47.20.3 | καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης, |
| book 47.20.4 | καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς |
| book 47.20.5 | θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δ’ ἀπὸ λαιμῶν |
| book 47.25.1 | Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ |
| book 47.25.2 | δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη |
| book 47.25.3 | πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ, |
| book 47.25.4 | καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ |
| book 47.25.5 | ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ· |
| book 47.30.1 | λησαμένη δ’ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης |
| book 47.30.2 | σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών, |
| book 47.30.3 | καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν, |
| book 47.30.4 | μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις. |
| book 47.30.5 | οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων |
| book 47.35.1 | Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων |
| book 47.35.2 | φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν. |
| book 47.35.3 | ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς |
| book 47.1 | ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ |
| book 47.2 | κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ· |
| book 47.40.1 | Ἠριγόνη δ’ ἐκέρασσεν ἀφυσσαμένη γλάγος αἰγῶν· |
| book 47.40.2 | ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ |
| book 47.40.3 | ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς, |
| book 47.40.4 | δεξιτερῇ δ’ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου |
| book 47.40.5 | ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δ’ ἠσπάζετο μύθῳ· |
| book 47.45.1 | „δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι. |
| book 47.45.2 | ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται |
| book 47.45.3 | τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι |
| book 47.45.4 | Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης. |
| book 47.45.5 | ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ |
| book 47.1 | ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ. |
| book 47.2 | Τριπτόλεμος στάχυν εὗρε, σὺ δ’ οἴνοπα βότρυν ὀπώρης· |
| book 47.3 | Ἴκαρος, οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις, |
| book 47.4 | Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ |
| book 47.5 | οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ |
| book 47.55.1 | βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.“ |
| book 47.55.2 | τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ |
| book 47.55.3 | ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου· |
| book 47.55.4 | καὶ πίεν ἄλλο μετ’ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς, |
| book 47.55.5 | οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης· |
| book 47.60.1 | κούρη δ’ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου |
| book 47.60.2 | ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα. |
| book 47.1 | ἀλλ’ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης, |
| book 47.2 | δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων |
| book 47.3 | ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς, |
| book 47.65.1 | Ζαγρέος εὔιον ὕμνον ἀνακρούων Διονύσῳ. |
| book 47.65.2 | ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων |
| book 47.65.3 | κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης· |
| book 47.65.4 | καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ |
| book 47.65.5 | κλάσσαι βοθρῆσαί τε βαλεῖν τ’ ἐνὶ κλήματα γύροις. |
| book 47.70.1 | ἄλλοις δ’ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς |
| book 47.70.2 | δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην |
| book 47.70.3 | οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου· |
| book 47.70.4 | καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου |
| book 47.70.5 | δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις, |
| book 47.75.1 | οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν. |
| book 47.75.2 | καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου |
| book 47.75.3 | Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ· |
| book 47.75.4 | „εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονὶ νέκταρ Ὀλύμπου; |
| book 47.75.5 | οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ, |
| book 47.80.1 | οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις· |
| book 47.80.2 | οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί, |
| book 47.1 | οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ· |
| book 47.2 | οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης, |
| book 47.3 | ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ |
| book 47.85.1 | καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ· |
| book 47.85.2 | πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη· |
| book 47.85.3 | λαρότερον δὲ γάλακτος ἔχεις ποτόν· οὔ μιν ἐίσκω |
| book 47.85.4 | συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος. |
| book 47.85.5 | εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων |
| book 47.90.1 | ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι, |
| book 47.90.2 | καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης |
| book 47.90.3 | εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην. |
| book 47.90.4 | λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γὰρ |
| book 47.90.5 | πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας. |
| book 47.95.1 | μή σοι δῶρον ἔδωκεν ἀπ’ αἰθέρος ἄμβροτος Ἥβη; |
| book 47.95.2 | μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη; |
| book 47.95.3 | οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει |
| book 47.95.4 | Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης; |
| book 47.95.5 | ξεινοδόκου Κελεοῖο μακάρτερε, μή τι καὶ αὐτὸς |
| book 47.1 | ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου; |
| book 47.2 | πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ, |
| book 47.3 | καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης |
| book 47.4 | Ἀτθίδι δῶρον ἔδωκεν, ἅτε στάχυν ὤπασε Δηώ.“ |
| book 47.5 | ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ |
| book 47.105.1 | ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν. |
| book 47.105.2 | ἀγρονόμοι δ’ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις |
| book 47.1 | πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ· |
| book 47.2 | ὄμματα δ’ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις |
| book 47.3 | ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ |
| book 47.110.1 | στήθεα θερμαίνοντο, ποτῷ δ’ ἐβαρύνετο κόρση, |
| book 47.110.2 | καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου· |
| book 47.110.3 | τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης |
| book 47.110.4 | καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι· |
| book 47.110.5 | καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου |
| book 47.115.1 | ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ. |
| book 47.115.2 | καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ |
| book 47.115.3 | τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ, |
| book 47.115.4 | οἷά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου, |
| book 47.115.5 | ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ |
| book 47.120.1 | θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην |
| book 47.120.2 | κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων, |
| book 47.120.3 | ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων, |
| book 47.120.4 | γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην |
| book 47.120.5 | Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ. |
| book 47.125.1 | καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς |
| book 47.125.2 | τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ |
| book 47.125.3 | τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου |
| book 47.125.4 | ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου |
| book 47 | ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος |
| book 47.130.1 | αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση. |
| book 47.130.2 | καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων· |
| book 47.130.3 | „οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης, |
| book 47.130.4 | ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ |
| book 47.130.5 | ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον· |
| book 47.135.1 | ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ |
| book 47.135.2 | νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.“ |
| book 47.135.3 | οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν. |
| book 47.135.4 | καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης, |
| book 47.135.5 | ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμεύνῃ |
| book 47.140.1 | νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες |
| book 47.140.2 | οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ, |
| book 47.140.3 | ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δ’ ὤμων |
| book 47.140.4 | νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης |
| book 47.140.5 | ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ |
| book 47.145.1 | ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ· |
| book 47.145.2 | καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ, |
| book 47.145.3 | ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες. |
| book 47.145.4 | ψυχὴ δ’ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ |
| book 47.145.5 | εἰς δόμον Ἠριγόνης· βροτέῃ δ’ ἰσάζετο μορφῇ, |
| book 47.1 | κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς, |
| book 47.2 | ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ |
| book 47.1 | στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα, |
| book 47.2 | αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ, |
| book 47.3 | ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου. |
| book 47.155.1 | καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν |
| book 47.155.2 | ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ. |
| book 47.155.3 | παρθενικὴ δ’ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις, |
| book 47.155.4 | ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ |
| book 47.155.5 | λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος· |
| book 47.160.1 | καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ· |
| book 47.160.2 | „ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα· |
| book 47.160.3 | ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας· |
| book 47.160.4 | εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου |
| book 47.160.5 | ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ. |
| book 47.165.1 | ὦ τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος |
| book 47.165.2 | οὐ καναχῆς ἤκουσας ἀρασσομένοιο καρήνου, |
| book 47.165.3 | οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ, |
| book 47.165.4 | οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ, |
| book 47.165.5 | πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων |
| book 47.170.1 | ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δ’ ἐφύλαξεν ὀπωπήν, |
| book 47.170.2 | μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος. |
| book 47.170.3 | αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας· |
| book 47.170.4 | χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις |
| book 47.170.5 | ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου |
| book 47.175.1 | ἀμφ’ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ |
| book 47.175.2 | μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν· |
| book 47.1 | μούνη δ’ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ |
| book 47.2 | θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα. |
| book 47.3 | οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης |
| book 47.180.1 | εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις, |
| book 47.180.2 | σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ † παρακοίτη. |
| book 47.180.3 | οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης |
| book 47.180.4 | κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ· |
| book 47.180.5 | ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης |
| book 47.185.1 | κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω |
| book 47.185.2 | ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.“ |
| book 47.185.3 | ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου. |
| book 47.185.4 | κούρη δ’ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς, |
| book 47.185.5 | πενθαλέοις δ’ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς, |
| book 47.190.1 | καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης· |
| book 47.190.2 | καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ |
| book 47.190.3 | παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ· |
| book 47.190.4 | „πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι· |
| book 47.190.5 | πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι· |
| book 47.195.1 | πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες; |
| book 47.195.2 | πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων |
| book 47.195.3 | γείτονα καλλιφύτοιο νέους ὄρπηκας ὀπώρης |
| book 47.195.4 | πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ |
| book 47.195.5 | δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων; |
| book 47.1 | εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ. |
| book 47.2 | εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου |
| book 47.3 | ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι· |
| book 47.4 | εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει, |
| book 47.5 | ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.“ |
| book 47.205.1 | ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης, |
| book 47.205.2 | ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος. |
| book 47.205.3 | οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις |
| book 47.205.4 | παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης |
| book 47.205.5 | ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος, |
| book 47.210.1 | οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν· |
| book 47.210.2 | ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς |
| book 47.210.3 | καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν, |
| book 47.210.4 | καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος. |
| book 47.210.5 | παρθενικὴ δ’ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ· |
| book 47.215.1 | καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ |
| book 47.215.2 | παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ |
| book 47.215.3 | δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα. |
| book 47.215.4 | χείλεσι δ’ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν |
| book 47.215.5 | εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων |
| book 47.220.1 | κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ, |
| book 47.220.2 | καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ |
| book 47.220.3 | εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ |
| book 47.1 | ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ |
| book 47.2 | αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ἴλλετο κούρη |
| book 47.226 | ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ· |
| book 47.225 | καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην |
| book 47.227.1 | πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ |
| book 47.227.2 | ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων. |
| book 47.227.3 | οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην, |
| book 47.230.1 | ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων, |
| book 47.230.2 | πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δ’ ὁδίταις |
| book 47.230.3 | νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην |
| book 47.230.4 | δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου. |
| book 47.230.5 | οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης |
| book 47.235.1 | ἴχνεσιν † ἀκροτάτοισιν, ἀπ’ εὐπετάλων δὲ κορύμβων |
| book 47.235.2 | παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ |
| book 47.235.3 | γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις. |
| book 47.235.4 | τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ, |
| book 47.235.5 | πενθαλέῳ δ’ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ, |
| book 47.240.1 | θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων. |
| book 47.240.2 | καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται· |
| book 47.240.3 | καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης |
| book 47.240.4 | εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ· |
| book 47.240.5 | αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ |
| book 47.245.1 | Ἠριγόνης ὑπ’ ἔρωτι, θελήμονι δ’ ὤλετο πότμῳ. |
| book 47.245.2 | Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ |
| book 47.1 | Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ· |
| book 47.2 | παρθενικὴ δ’ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν |
| book 47.3 | ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα. |
| book 47.1 | Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ |
| book 47.2 | εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην |
| book 47.3 | φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου· |
| book 47.4 | καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ |
| book 47.5 | ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου |
| book 47.255.1 | ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ. |
| book 47.255.2 | καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ |
| book 47.255.3 | ψεύδεϊ συγκεράσας· τὸ δ’ ἐτήτυμον, ὑψιμέδων Ζεὺς |
| book 47.255.4 | ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης |
| book 47.255.5 | οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ |
| book 47.260.1 | ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς, |
| book 47.260.2 | Σειρίου, ὃν καλέουσιν, ὁμόσσυτον, Ἰκαρίου δὲ |
| book 47.260.3 | ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ. |
| book 47.260.4 | καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ, |
| book 47.260.5 | ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ. |
| book 47.265.1 | Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσσας |
| book 47.265.2 | ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου· |
| book 47.265.3 | ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ |
| book 47.265.4 | μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου. |
| book 47 | ἄρτι γὰρ ὑπνώουσαν ἐπ’ αἰγιαλοῖσιν ἐάσσας |
| book 47.270.1 | παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς, |
| book 47.270.2 | συνθεσίας δ’ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ |
| book 47.270.3 | ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην |
| book 47.270.4 | θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις |
| book 47.270.5 | γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον· |
| book 47.275.1 | „Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω |
| book 47.275.2 | ἢ ποδὸς ἢ σύριγγος· ἐάσσατε Κύπριν ἰαύειν· |
| book 47.275.3 | ἀλλ’ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης. |
| book 47.275.4 | πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ· |
| book 47.275.5 | ἀλλ’ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς, |
| book 47.280.1 | Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ, |
| book 47.280.2 | τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη; |
| book 47.280.3 | ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μὴ παρὰ πόντῳ |
| book 47.280.4 | κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη; |
| book 47.280.5 | καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτὸς ἰαύει; |
| book 47.285.1 | μὴ Θέτιν ἀργυρόπεζαν ἐπ’ αἰγιαλοῖσι δοκεύω; |
| book 47.285.2 | ἀλλ’ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν, |
| book 47.285.3 | Ναξιὰς Ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης, |
| book 47.285.4 | θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ· |
| book 47.285.5 | τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλ’ ἐνὶ λόχμῃ |
| book 47.290.1 | Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι· |
| book 47.290.2 | στῆθι, Μάρων· μὴ δεῦρο χορεύσατε· λῆγε λιγαίνων, |
| book 47.290.3 | Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης· |
| book 47.290.4 | καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει |
| book 47 | χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;“ |
| book 47.295.1 | τοῖα μὲν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δὲ δειλὴ |
| book 47.295.2 | ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη, |
| book 47.295.3 | καὶ στόλον οὐκ ἐνόησε καὶ οὐ πόσιν ἠπεροπῆα· |
| book 47.295.4 | ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη |
| book 47.295.5 | ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον ἐρώτων· |
| book 47.1 | ἠίθεον δ’ ὀνόμηνεν· ἐμαίνετο δ’ ἐγγύθι πόντου |
| book 47.2 | ὁλκάδα διζομένη· φθονερῷ δ’ ἐπεμήνιεν Ὕπνῳ, |
| book 47.3 | καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ· |
| book 47.4 | καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην, |
| book 47.5 | ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου |
| book 47.305.1 | κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ· |
| book 47.305.2 | Αἴολον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ |
| book 47.305.3 | πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην |
| book 47.305.4 | πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης |
| book 47.305.5 | οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ |
| book 47.310.1 | παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι, |
| book 47.310.2 | αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικὴν δὲ |
| book 47.310.3 | αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δ’ ἐνὶ Νάξῳ |
| book 47.310.4 | εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην· |
| book 47.310.5 | ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη |
| book 47.315.1 | ἀχνυμένην κόσμησε· κινυρομένῃ δ’ Ἀριάδνῃ |
| book 47.315.2 | εἴκαθεν, εἰ κρίσις ἔσκε, φιλομμειδὴς Ἀφροδίτη |
| book 47.315.3 | ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς |
| book 47.315.4 | καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης. |
| book 47.315.5 | ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν· |
| book 47.320.1 | „ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς· |
| book 47.320.2 | αἴθε ....................... |
| book 47.321a | 〈τίπτε〉 με τερπομένην ἔτι κάλλιπεν; ὑπναλέη δὲ |
| book 47.322.1 | Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς |
| book 47.322.2 | ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης |
| book 47.322.3 | καὶ χορός, ἡμετέρη δ’ ἐπεκόσμεε τερπομένη χεὶρ |
| book 47.325.1 | εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων· |
| book 47.325.2 | καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς |
| book 47.325.3 | εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ. |
| book 47.325.4 | ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων |
| book 47.325.5 | ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ· |
| book 47.330.1 | ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὄρφνη, |
| book 47.330.2 | καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς· |
| book 47.330.3 | ἐγρομένη δ’ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ |
| book 47.330.4 | εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων, |
| book 47.330.5 | ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων |
| book 47.335 | ἱμερτὴν ἐνόησα, καὶ ἱμερόεις φύγε Θησεύς; |
| book 47.1 | εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι, |
| book 47.2 | εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης; |
| book 47.3 | εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω· |
| book 47.4 | ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καὶ αὐτὴ |
| book 47.340.1 | αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς. |
| book 47.340.2 | εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ |
| book 47.340.3 | Ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην· |
| book 47.340.4 | εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς Ἠριγένειαν ἱκάνω |
| book 47.340.5 | μεμφομένη φλογέων ἀνέμων δυσέρωτι τεκούσῃ. |
| book 47.345.1 | δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ |
| book 47.345.2 | πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω |
| book 47.345.3 | κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν· |
| book 47.345.4 | μοῦνον ἐμοῖς δήθυνον ἐπ’ ὄμμασιν, ὄφρα νοήσω |
| book 47.345.5 | ἄπνοον οἶστρον ἔρωτος ὀνειρείων ὑμεναίων. |
| book 47.1 | εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ, |
| book 47.2 | σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι, |
| book 47.3 | εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἴολον αὐτίκα βαίνω |
| book 47.4 | μεμφομένη ῥοθίοισι καὶ οὐχ ὁσίοισιν ἀήταις· |
| book 47.5 | εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ |
| book 47.355.1 | καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης, |
| book 47.355.2 | ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀφροδίτην· |
| book 47.355.3 | μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην, |
| book 47.355.4 | μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις |
| book 47.355.5 | ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης· |
| book 47.360.1 | ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος· |
| book 47.360.2 | Εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ |
| book 47.360.3 | ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται, |
| book 47.360.4 | χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ. |
| book 47.360.5 | ἤλιτεν οὗτος ἄθεσμος ὁ ναυτίλος· ἀλλὰ καὶ αὐτὴ |
| book 47.365.1 | ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης. |
| book 47.365.2 | αἴθε μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ |
| book 47.365.3 | ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς· |
| book 47.365.4 | οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων· |
| book 47.365.5 | οὐ τάδε μοι κατέλεξε παρ’ ἡμετέρῳ λαβυρίνθῳ. |
| book 47.370.1 | αἴθε μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή, |
| book 47.370.2 | ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι ἐρώτων· |
| book 47.370.3 | Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας. |
| book 47.370.4 | οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων |
| book 47.370.5 | σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει |
| book 47.375.1 | εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δ’ ἔτι Νάξον ὁδεύω. |
| book 47.375.2 | παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ· |
| book 47.375.3 | ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι ἐρώτων· |
| book 47.375.4 | οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω· |
| book 47.375.5 | Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δ’ οὐκ εἶδον Ἀθήνας· |
| book 47.380.1 | πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή, |
| book 47.380.2 | ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός. ἐς τίνα φεύγω; |
| book 47.380.3 | τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει |
| book 47.380.4 | Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην; |
| book 47 | τίς με λαβὼν κομίσειε δι’ οἴδματος; αἴθε καὶ αὐτὴ |
| book 47.385.1 | ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου· |
| book 47.385.2 | τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω |
| book 47.385.3 | Αἰγαίης ἁλὸς οἶδμα καὶ εἰς Μαραθῶνα περήσω, |
| book 47.385.4 | ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην, |
| book 47.385.5 | ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην. |
| book 47.390.1 | δέξο με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς· |
| book 47.390.2 | καὶ στορέσω σέο λέκτρα ... μετὰ Κρήτην † ἀριάδνην |
| book 47.390.3 | οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ |
| book 47.390.4 | τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν |
| book 47.390.5 | καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν, |
| book 47.395.1 | καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ· |
| book 47.395.2 | μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ |
| book 47.395.3 | ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι, |
| book 47.395.4 | βοσκομένῳ δ’ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ, |
| book 47.395.5 | καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος |
| book 47.1 | πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν. |
| book 47.2 | οὐ μὲν ἐγὼ ψαύσοιμι καλαύροπος, οὐ παρὰ φάτνῃ |
| book 47.3 | στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης |
| book 47.1 | φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούω. |
| book 47.2 | καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω |
| book 47.405.1 | ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης. |
| book 47.405.2 | στῆσον Ναξιάδεσσι παρ’ ᾐόσι ποντοπορεύων, |
| book 47.405.3 | στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις; |
| book 47.405.4 | ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις |
| book 47.405.5 | εἰς ἐρατὴν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων, |
| book 47.410.1 | δέξο με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω· |
| book 47.410.2 | εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις, |
| book 47.410.3 | εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην, |
| book 47.410.4 | μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων. |
| book 47.410.5 | οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος |
| book 47.415.1 | θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γὰρ Ἥρης, |
| book 47.415.2 | ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης |
| book 47.415.3 | ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης· |
| book 47.415.4 | Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;“ |
| book 47.415.5 | τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων· |
| book 47.420.1 | Κεκροπίην δ’ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω |
| book 47.420.2 | καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης |
| book 47.420.3 | ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ |
| book 47.420.4 | φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ |
| book 47.420.5 | θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην |
| book 47.425.1 | πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ. |
| book 47.425.2 | καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην |
| book 47.1 | τοῖον ἔπος φάτο Βάκχος ἑῇ φρενοθελγέι φωνῇ· |
| book 47.2 | „παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης; |
| book 47.3 | μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην, |
| book 47.430.1 | ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει |
| book 47.430.2 | ἥλικος ἠιθέου ῥοδόεν δέμας, οὔ ποτε Θησεὺς |
| book 47.430.3 | εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ. |
| book 47.430.4 | ἀλλ’ ἐρέεις· ‘ναετῆρα πεδοσκαφέος λαβυρίνθου |
| book 47.430.5 | δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρῳ·‘ |
| book 47.435.1 | οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα |
| book 47.435.2 | εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης, |
| book 47.435.3 | εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω |
| book 47.435.4 | καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης. |
| book 47.435.5 | αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι· |
| book 47.440.1 | οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως, |
| book 47.440.2 | σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ. |
| book 47.440.3 | οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου, |
| book 47.440.4 | ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις· |
| book 47.440.5 | ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν |
| book 47.445.1 | δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου. |
| book 47.445.2 | τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ |
| book 47.445.3 | οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων. |
| book 47.445.4 | οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν |
| book 47 | παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ |
| book 47.1 | δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς· |
| book 47.2 | ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς |
| book 47.3 | εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.“ |
| book 47.4 | εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη |
| book 47.5 | μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ, |
| book 47.455.1 | οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων |
| book 47.455.2 | δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ· |
| book 47.455.3 | καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ |
| book 47.455.4 | ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις |
| book 47.455.5 | Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο· |
| book 47.460.1 | καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς |
| book 47.460.2 | Νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη |
| book 47.460.3 | δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην· |
| book 47.460.4 | Ὀρτυγίη δ’ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου |
| book 47.460.5 | γνωτῷ νύμφιον ὕμνον ἀνακρούουσα Λυαίῳ |
| book 47.465.1 | εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα. |
| book 47.465.2 | πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἑλίσσων |
| book 47.465.3 | μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων, |
| book 47.465.4 | οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ δὲ νύμφαι |
| book 47.465.5 | Ναξιάδες ..................... |
| book 47.469a | ..... σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων. |
| book 47.470 | καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις |
| book 47.1 | Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης. |
| book 47.2 | καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων |
| book 47.3 | μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης· |
| book 47.4 | καὶ χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσσας |
| book 47.475.1 | Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ |
| book 47.475.2 | Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη. |
| book 47.475.3 | οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας |
| book 47.475.4 | καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους, |
| book 47.475.5 | μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη, |
| book 47.480.1 | ζηλήμων βαρύμηνις ἐπιβρίζουσα Λυαίῳ· |
| book 47.480.2 | Σιληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ |
| book 47.480.3 | Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας· |
| book 47.480.4 | μυκηθμῷ δ’ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ |
| book 47.480.5 | ἔχραον ἐν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ |
| book 47.485.1 | ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίραις· |
| book 47.485.2 | ὧν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ, |
| book 47.485.3 | ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην, |
| book 47.485.4 | καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην |
| book 47.485.5 | εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ |
| book 47.490.1 | Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ· |
| book 47.490.2 | μήτηρ δ’ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν |
| book 47.490.3 | παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο· |
| book 47.490.4 | Ἀστερίων δ’, ὅθι πολλὰ θαλύσια μείζονος ἥβης |
| book 47.490.5 | ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης, |
| book 47.495.1 | αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης. |
| book 47.495.2 | καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου |
| book 47.495.3 | τοῖον ἔπος κατέλεξε Πελασγίδος ἀστὸς ἀρούρης· |
| book 47.495.4 | „οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος, ἄξιον Ἥρης |
| book 47.495.5 | Ἄργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου· |
| book 47.1 | ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω. |
| book 47.2 | ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην· |
| book 47.3 | ἴχνεσιν ὑψιπόροισιν ἐμὸς πρόμος ἠέρα τέμνει. |
| book 47.4 | μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων |
| book 47.5 | Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς· |
| book 47.505.1 | εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω |
| book 47.505.2 | Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ. |
| book 47.505.3 | εἰ δὲ πολυκλύστοιο παρ’ Ἑσπέριον κλίμα πόντου |
| book 47.505.4 | ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ, |
| book 47.505.5 | κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς. |
| book 47.510.1 | εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ |
| book 47.510.2 | ὑπναλέην ἐσάωσεν ἐπ’ ἠιόνων Ἀριάδνην, |
| book 47.510.3 | δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς, |
| book 47.510.4 | ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης· |
| book 47.510.5 | οὐ πόσις Ἀνδρομέδης Παφίης χάριν, οὔ ποτε Περσεὺς |
| book 47.515.1 | Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην· |
| book 47.515.2 | ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ, |
| book 47.1 | οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί· |
| book 47.2 | ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος ἐρώτων |
| book 47.3 | χρύσεος εἰς γάμον ἦλθε καὶ οὐ φλογόεις παρακοίτης. |
| book 47.520.1 | οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ |
| book 47.520.2 | ποῖον ἔχει δόρυ θοῦρον ἀρήιον; ἴσχεο, Περσεῦ· |
| book 47.520.3 | Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ· |
| book 47.520.4 | μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις· |
| book 47.520.5 | μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς |
| book 47.525.1 | στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δ’ ἐθελήσῃς, |
| book 47.525.2 | Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ. |
| book 47.525.3 | χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσσας |
| book 47.525.4 | Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας· |
| book 47.525.5 | κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ; |
| book 47.530.1 | Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω |
| book 47.530.2 | Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω |
| book 47.530.3 | Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.“ |
| book 47.530.4 | τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ. |
| book 47.530.5 | Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη· |
| book 47.535.1 | μαντιπόλῳ δ’ ἤικτο Μελάμποδι· χωομένη δὲ |
| book 47.535.2 | Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν· |
| book 47.535.3 | „οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ, |
| book 47.535.4 | σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ |
| book 47.535.5 | ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες· |
| book 47.540 | μὴ τρομέοις ἕνα μοῦνον ὄφιν ζωστῆρα κομάων, |
| book 47.1 | ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη |
| book 47.2 | λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης· |
| book 47.3 | Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ |
| book 47.4 | μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου |
| book 47.545.1 | χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς, |
| book 47.545.2 | μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους |
| book 47.545.3 | οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ· |
| book 47.545.4 | δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις, |
| book 47.545.5 | δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ |
| book 47.1 | λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο. |
| book 47.2 | καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ |
| book 47.3 | φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης, |
| book 47.4 | καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου |
| book 47.5 | λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην. |
| book 47.555.1 | σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη |
| book 47.555.2 | μητρυιὴ Βρομίοιο· προασπίζων δὲ Μυκήνης |
| book 47.555.3 | σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω |
| book 47.555.4 | ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην. |
| book 47.555.5 | κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ |
| book 47.560.1 | ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν |
| book 47.560.2 | εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ |
| book 47.560.3 | κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς, |
| book 47.560.4 | Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων. |
| book 47 | τί τρομέεις Διόνυσον, ὃν οὐ Διὸς ἤροσαν εὐναί; |
| book 47.565.1 | εἰπέ, τί σοι ῥέξειε; μετάρσιον ἠεροφοίτην |
| book 47.565.2 | πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;“ |
| book 47.565.3 | ἔννεπε θαρσύνουσα· καὶ ἐς μόθον ἔπτατο Περσεύς. |
| book 47.565.4 | καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ, |
| book 47.565.5 | ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν, |
| book 47.570.1 | ὃς δὲ παλαιοτέροιο Φορωνέος, ὃς δὲ Πελασγοῦ, |
| book 47.570.2 | ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην |
| book 47.570.3 | καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην |
| book 47.570.4 | ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη |
| book 47.570.5 | ἆορ ἔχων Δαναοῖο, τό πέρ ποτε γυμνὸν ἀείρων |
| book 47.575.1 | θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους, |
| book 47.575.2 | ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ |
| book 47.575.3 | Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης |
| book 47.575.4 | ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων. |
| book 47.575.5 | καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων |
| book 47.580.1 | ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη |
| book 47.580.2 | τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων, |
| book 47.580.3 | πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ, |
| book 47.580.4 | καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην· |
| book 47.580.5 | καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς, |
| book 47.585.1 | καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις, |
| book 47.585.2 | καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης. |
| book 47.585.3 | λυσικόμους δ’ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας |
| book 47.585.4 | καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ |
| book 47 | ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην· |
| book 47.590.1 | χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου |
| book 47.590.2 | κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ |
| book 47.590.3 | λᾶαν ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης, |
| book 47.590.4 | ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου. |
| book 47.590.5 | Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου, |
| book 47.595.1 | φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς· |
| book 47.595.2 | „ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων· |
| book 47.595.3 | οὐτιδανοῖς πετάλοισι κορύσσεαι, ἄρεα παίζων; |
| book 47.595.4 | εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην· |
| book 47.595.5 | εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ, |
| book 47.1 | χρυσὸν ἔχω γενετῆρα, πατὴρ δ’ ἐμὸς ὑέτιος Ζεύς· |
| book 47.2 | ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος, |
| book 47.3 | λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο. |
| book 47.4 | ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη |
| book 47.5 | ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης, |
| book 47.605.1 | μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ, |
| book 47.605.2 | μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.“ |
| book 47.605.3 | ὣς εἰπὼν προμάχιζεν. ἀνεπτοίησε δὲ Βάκχας |
| book 47.605.4 | Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης |
| book 47.605.5 | Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου |
| book 47.610.1 | ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ, |
| book 47.610.2 | ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην. |
| book 47.610.3 | καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ· |
| book 47.610.4 | „οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν· |
| book 47 | οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν· |
| book 47.615.1 | οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ |
| book 47.615.2 | νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ |
| book 47.615.3 | ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ. |
| book 47.615.4 | καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ· |
| book 47.615.5 | Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη |
| book 47.620.1 | Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ |
| book 47.620.2 | δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ |
| book 47.620.3 | Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ |
| book 47.620.4 | ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ, |
| book 47.620.5 | ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν |
| book 47.625.1 | εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης |
| book 47.625.2 | ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων |
| book 47.625.3 | ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς ἀρούρης, |
| book 47.625.4 | ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει |
| book 47.625.5 | λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης |
| book 47.630.1 | Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν |
| book 47.630.2 | ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν |
| book 47.630.3 | ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ. |
| book 47.630.4 | Θήβης δ’ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω |
| book 47.630.5 | αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην· |
| book 47.635 | φήμης δ’ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου |
| book 47.1 | πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ |
| book 47.2 | σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες. |
| book 47.3 | ἀλλά, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις |
| book 47.4 | αἰνήσεις τάχα Βάκχον, ὅτι πτερὰ σεῖο πεδίλων |
| book 47.640.1 | ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις· |
| book 47.640.2 | οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω |
| book 47.640.3 | πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω |
| book 47.640.4 | ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα |
| book 47.640.5 | καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει |
| book 47.645.1 | Ζεὺς ἐμός, οὐ Γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη, |
| book 47.645.2 | καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ· |
| book 47.645.3 | ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη |
| book 47.645.4 | ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης· |
| book 47.645.5 | ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι θήσω |
| book 47.1 | πλωτὸν ἀκοντίζων σε τὸ δεύτερον ἠθάδι πόντῳ· |
| book 47.2 | ἢν δ’ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου. |
| book 47.3 | εἰ δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ, |
| book 47.4 | οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.“ |
| book 47.5 | ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι, |
| book 47.655.1 | καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου |
| book 47.655.2 | αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς· |
| book 47.655.3 | ὑψώσας δ’ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων |
| book 47.655.4 | ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι μορφῇ |
| book 47 | ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ |
| book 47.660.1 | αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ, |
| book 47.660.2 | καὶ νεφέλας ἔθλιψε· φόβῳ δ’ ἐλελίζετο Περσεὺς |
| book 47.660.3 | δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου |
| book 47.660.4 | ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης. |
| book 47.660.5 | ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις· |
| book 47.665.1 | καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης |
| book 47.665.2 | λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην. |
| book 47.665.3 | καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην· |
| book 47.665.4 | καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας |
| book 47.665.5 | καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν |
| book 47.670.1 | μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην |
| book 47.670.2 | μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ, |
| book 47.670.3 | καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς, |
| book 47.670.4 | εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ |
| book 47.670.5 | χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς, |
| book 47.675.1 | καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ· |
| book 47.675.2 | „Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης, |
| book 47.675.3 | οἶσθα μέν, ὥς σε σάωσα Διιπετέων ἀπὸ πυρσῶν, |
| book 47.675.4 | καί σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις |
| book 47.675.5 | εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων |
| book 47.680.1 | εἰς δόμον ὑμετέρης κουροτρόφον ἤγαγον Ἰνοῦς· |
| book 47.680.2 | καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης, |
| book 47.680.3 | γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ |
| book 47.680.4 | Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος· |
| book 47 | μὴ στρατὸν Ἀργείων μὴ μέμφεο Περσέος ἅρπην· |
| book 47.685.1 | οὐ γὰρ ἑκὼν ἐς ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη |
| book 47.685.2 | ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς |
| book 47.685.3 | μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσσας, |
| book 47.685.4 | μή σοι ἐπιβρίζειε πάλιν δυσμήχανος Ἥρη. |
| book 47.685.5 | ἀλλ’ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ |
| book 47.690.1 | μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην |
| book 47.690.2 | ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα |
| book 47.690.3 | οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης, |
| book 47.690.4 | κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης. |
| book 47.690.5 | οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ |
| book 47.695.1 | κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δ’ αὐτὴ |
| book 47.695.2 | ἡ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου |
| book 47.695.3 | Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ |
| book 47.695.4 | εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ· |
| book 47.695.5 | οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου, |
| book 47.1 | ἀλλ’ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη |
| book 47.2 | ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ |
| book 47.3 | Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης. |
| book 47.4 | τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν |
| book 47.5 | αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη; |
| book 47.705.1 | ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δ’ ἀνέμοισιν ἐνυώ, |
| book 47.705.2 | καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης |
| book 47.705.3 | οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης. |
| book 47.705.4 | μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων, |
| book 47.705.5 | ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς |
| book 47.710.1 | εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας |
| book 47.710.2 | αἰνήσεις μετόπισθεν, ἐπὴν ταυρώπιδος Ἥρης |
| book 47.710.3 | βωμὸν ἀναστήσωσι καὶ εὐθαλάμου σέο νύμφης.“ |
| book 47.710.4 | τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσσας |
| book 47.710.5 | εἰς πόλον αὖτις ἵκανεν, ἐπ’ ἀμφοτέροισι κεράσσας |
| book 47.715.1 | θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ. |
| book 47.715.2 | οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη· |
| book 47.715.3 | ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν |
| book 47.715.4 | θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ. |
| book 47.715.5 | Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους |
| book 47.720.1 | Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ |
| book 47.720.2 | „μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ, |
| book 47.720.3 | σείσατε χάλκεα ῥόπτρα καὶ εὔια τύμπανα Ῥείης, |
| book 47.720.4 | Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην, |
| book 47.720.5 | μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ, |
| book 47.725.1 | μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας· |
| book 47.725.2 | ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ |
| book 47.725.3 | καὶ Διὶ καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.“ |
| book 47.725.4 | ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ |
| book 47 | Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν, |
| book 47.730.1 | καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ |
| book 47.730.2 | ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί, |
| book 47.730.3 | καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται |
| book 47.730.4 | μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ· |
| book 47.730.5 | τύμπανα δ’ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ |
| book 47.735.1 | δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ |
| book 47.735.2 | σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων, |
| book 47.735.3 | κτείνετο δ’ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ |
| book 47.735.4 | Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες· |
| book 47.735.5 | καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ |
| book 47.740 | κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ |
| book 47 | Μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις. |
| book 48.1.1 | Αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου |
| book 48.1.2 | Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ, |
| book 48.1.3 | ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσσας. |
| book 48.1.4 | οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη |
| book 48.5.1 | Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν |
| book 48.5.2 | λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ. |
| book 48.5.3 | καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ, |
| book 48.5.4 | ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου |
| book 48.5.5 | Γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν· |
| book 48.10.1 | καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ |
| book 48.10.2 | Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην, |
| book 48.10.3 | μνησαμένη τεκέων πλέον ἔστενεν· ἀμφὶ δὲ Βάκχῳ |
| book 48.10.4 | αὐτογόνων θώρηξεν † ὀρίδρομα φῦλα Γιγάντων, |
| book 48.10.5 | ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ· |
| book 48.15.1 | „παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ |
| book 48.15.2 | ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δ’ ὀλετῆρα γενέθλης |
| book 48.1 | Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω |
| book 48.2 | σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου. |
| book 48.3 | δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη, |
| book 48.20.1 | ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥρην |
| book 48.20.2 | καὶ Χθονίῳ Κυθέρειαν, ὅτε Γλαυκῶπιν ἀείσω |
| book 48.20.3 | εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος· |
| book 48.20.4 | ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω |
| book 48.20.5 | δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου· |
| book 48.25.1 | ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ |
| book 48.25.2 | κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρα τις εἴπῃ |
| book 48.25.3 | ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ |
| book 48.25.4 | Γαῖα χολωομένη διδύμους θώρηξε φονῆας, |
| book 48.25.5 | πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ, |
| book 48.30.1 | ὁπλοτέρους δὲ Γίγαντας ἐπ’ ὀψιγόνῳ Διονύσῳ.“ |
| book 48.30.2 | ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων. |
| book 48.30.3 | Γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ, |
| book 48.30.4 | ὃς μὲν ἔχων νησαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ |
| book 48.30.5 | ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας, |
| book 48.35.1 | αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ· |
| book 48.35.2 | ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης, |
| book 48.35.3 | ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ |
| book 48.35.4 | εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δ’ ἀγοστοῖς |
| book 48.35.5 | Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς |
| book 48.40.1 | γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ |
| book 48.40.2 | ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων, |
| book 48.40.3 | ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ. |
| book 48.40.4 | ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων |
| book 48.40.5 | Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος, |
| book 48.45.1 | οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων, |
| book 48.45.2 | ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων |
| book 48.45.3 | αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ |
| book 48.45.4 | φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων· |
| book 48.45.5 | τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων |
| book 48.1 | αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ. |
| book 48.2 | κτείνετο δ’ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων |
| book 48.3 | αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ |
| book 48.4 | πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι. |
| book 48.5 | Γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων |
| book 48.55.1 | βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου. |
| book 48.55.2 | καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων |
| book 48.55.3 | ἀντιβίων ὀλετῆρα· δι’ ὑψιπόρου δὲ κελεύθου |
| book 48.55.4 | Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ, |
| book 48 | γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων· |
| book 48.60.1 | καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι |
| book 48.60.2 | ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ, |
| book 48.60.3 | καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων. |
| book 48.60.4 | καὶ κλόνος ἄσπετος ἦεν· ἐπ’ ἀντιβίων δὲ καρήνῳ |
| book 48.60.5 | Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων, |
| book 48.66 | ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ, |
| book 48.65 | καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων. |
| book 48.67.1 | καὶ δαΐδες σελάγιζον· ἐπ’ Ἐγκελάδου δὲ καρήνῳ |
| book 48.67.2 | ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης· |
| book 48.67.3 | ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ |
| book 48.70.1 | Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ. |
| book 48.70.2 | Ἀλκυονεὺς δ’ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ |
| book 48.70.3 | Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ |
| book 48.70.4 | ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἴμου |
| book 48.70.5 | εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου· |
| book 48.75.1 | καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου |
| book 48.75.2 | νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι· |
| book 48.75.3 | Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς |
| book 48.75.4 | ὑψιφανής, προτέρῳ πανομοίιος, ὃς τότε πολλοὺς |
| book 48.75.5 | ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης, |
| book 48.80.1 | πετραίοις βελέεσσι καταιχμάζων Διονύσου. |
| book 48.80.2 | καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας |
| book 48.80.3 | Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις, |
| book 48.80.4 | ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων· |
| book 48.80.5 | καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων |
| book 48.85.1 | μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων |
| book 48.85.2 | κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων. |
| book 48.85.3 | καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ, |
| book 48.85.4 | ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης, |
| book 48.85.5 | δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων. |
| book 48.90.1 | καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ, |
| book 48.90.2 | ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων |
| book 48.90.3 | τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα |
| book 48.90.4 | Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης |
| book 48.90.5 | οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων |
| book 48.95.1 | συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων |
| book 48.95.2 | μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ |
| book 48.95.3 | κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι, |
| book 48.95.4 | εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ |
| book 48.95.5 | Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι |
| book 48.1 | ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης, |
| book 48.2 | ποικίλα δ’ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ |
| book 48.1 | φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων· |
| book 48.2 | καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης, |
| book 48.3 | ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη |
| book 48.105.1 | νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην. |
| book 48.105.2 | καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δ’ ἐνὶ μέσσῳ |
| book 48.105.3 | γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ, |
| book 48.105.4 | ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ |
| book 48.105.5 | ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ |
| book 48.110.1 | νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου. |
| book 48.110.2 | καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη, |
| book 48.110.3 | καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ |
| book 48.110.4 | Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη, |
| book 48.110.5 | θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ |
| book 48.115.1 | ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν· |
| book 48.115.2 | καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων |
| book 48.115.3 | ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης, |
| book 48.115.4 | καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν |
| book 48.115.5 | γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς |
| book 48.120.1 | ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς· |
| book 48.120.2 | καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ |
| book 48.120.3 | καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν |
| book 48.120.4 | ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη. |
| book 48.120.5 | καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ |
| book 48.125 | νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ |
| book 48.1 | αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ· |
| book 48.2 | ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν |
| book 48.3 | Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης, |
| book 48.4 | δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων· |
| book 48.130.1 | καὶ διδύμας στεφανηδὸν ἐπ’ ἰξύι χεῖρας ἑλίξας |
| book 48.130.2 | Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ· |
| book 48.130.3 | καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ |
| book 48.130.4 | εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων· |
| book 48.130.5 | οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν, |
| book 48.135.1 | ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ |
| book 48.135.2 | τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων |
| book 48.135.3 | ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην. |
| book 48.135.4 | Παλλήνη δ’ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ |
| book 48.135.5 | θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου· |
| book 48.140.1 | οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα |
| book 48.140.2 | ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου. |
| book 48.140.3 | καὶ θεὸς ἀντιτύπων περιδέσμιον ἅμματι χειρῶν |
| book 48.140.4 | παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων, |
| book 48.140.5 | δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου· |
| book 48.145.1 | χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην, |
| book 48.145.2 | Παλλήνην δ’ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ· |
| book 48.145.3 | καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν, |
| book 48.145.4 | κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων |
| book 48.145.5 | καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου. |
| book 48.1 | ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης |
| book 48.2 | ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη. |
| book 48.151.1 | — — — |
| book 48.151.2 | καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ |
| book 48.151.3 | γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ |
| book 48.151.4 | παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν. |
| book 48.154 | — — — |
| book 48.155.1 | καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας |
| book 48.155.2 | αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ |
| book 48.155.3 | μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας, |
| book 48.155.4 | ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν. |
| book 48.158.1 | — — — |
| book 48.158.2 | καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ |
| book 48.160.1 | οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ |
| book 48.160.2 | φάρμακον εἶχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ |
| book 48.160.3 | κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον ἐρώτων |
| book 48.160.4 | ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην, |
| book 48.160.5 | ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ. |
| book 48.165.1 | ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ |
| book 48.165.2 | ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου |
| book 48.165.3 | ἄρσενα λύσατο χεῖρα· θεὸς δ’ ὑπ’ ὀλίζονι ῥιπῇ |
| book 48.1 | γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην |
| book 48.2 | ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη |
| book 48.170.1 | χεῖρας ἐφαπλώσασα· τιταινομένης δὲ πιέσσας |
| book 48.170.2 | εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ. |
| book 48.170.3 | ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας |
| book 48.170.4 | ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην, |
| book 48.170.5 | καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων |
| book 48.175.1 | νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ, |
| book 48.175.2 | μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ. |
| book 48.175.3 | καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην |
| book 48.175.4 | γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ |
| book 48.175.5 | ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων. |
| book 48.180.1 | καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρης |
| book 48.180.2 | χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων |
| book 48.180.3 | Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην. |
| book 48.180.4 | ἀλλ’ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα, |
| book 48.180.5 | Βάκχος ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων |
| book 48.185.1 | Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ, |
| book 48.185.2 | μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ |
| book 48.185.3 | κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον ἐρώτων. |
| book 48.185.4 | καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δ’ ἐπὶ παστῷ |
| book 48.185.5 | Σιληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι, |
| book 48.190 | καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον ἐρώτων |
| book 48.1 | συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων· |
| book 48.2 | Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ |
| book 48.3 | νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ, |
| book 48.4 | καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ |
| book 48.195.1 | ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς, |
| book 48.195.2 | καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ |
| book 48.195.3 | Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ, |
| book 48.195.4 | καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις ἐρώτων, |
| book 48.195.5 | καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ |
| book 48.1 | Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης· |
| book 48.2 | καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ |
| book 48.3 | νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην. |
| book 48.4 | καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην |
| book 48.5 | μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης· |
| book 48.205.1 | „παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα· |
| book 48.205.2 | παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης· |
| book 48.205.3 | τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην; |
| book 48.205.4 | σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος, |
| book 48.205.5 | Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει, |
| book 48.210.1 | χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ, |
| book 48.210.2 | ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει, |
| book 48.210.3 | Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα· |
| book 48.210.4 | Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος |
| book 48.210.5 | τέρπεται Ἱπποδάμεια σὺν ἀρτιγάμῳ παρακοίτῃ. |
| book 48.215.1 | καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις |
| book 48.215.2 | τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ, |
| book 48.215.3 | μῶμον ἀλευομένη πατρώιον· οὔ σε διδάξω |
| book 48.215.4 | Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων, |
| book 48.215.5 | ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων |
| book 48.220.1 | γηραλέην σε τέλεσσεν ἀπειρήτην ἀφροδίτης, |
| book 48.220.2 | συζυγίην δ’ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων. |
| book 48.220.3 | μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν, |
| book 48.220.4 | οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς· |
| book 48.220.5 | ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων, |
| book 48.225.1 | λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων. |
| book 48.225.2 | Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ |
| book 48.225.3 | πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης, |
| book 48.225.4 | πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην· |
| book 48.225.5 | καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων, |
| book 48.230.1 | Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐην Ἀφροδίτης· |
| book 48.230.2 | πείθομαι, ὥς σε φύτευσεν ἄναξ ἐναγώνιος Ἑρμῆς |
| book 48.230.3 | ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς, |
| book 48.230.4 | καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν ἐρώτων.“ |
| book 48.230.5 | εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ, |
| book 48.235.1 | μυρομένης δ’ εὔνησεν ἐπήρατα δάκρυα κούρης. |
| book 48.235.2 | καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης |
| book 48.235.3 | τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων. |
| book 48.235.4 | Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα |
| book 48 | Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ |
| book 48.240.1 | δαίμονος εὐώδινος ἔσαν Κυβεληίδες αὐλαί. |
| book 48.240.2 | ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης |
| book 48.240.3 | Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη, |
| book 48.240.4 | εἰσέτι νῆις ἔρωτος, ὁμόδρομος Ἰοχεαίρης, |
| book 48.240.5 | ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων, |
| book 48.245.1 | Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν |
| book 48.245.2 | νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο |
| book 48.245.3 | πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην, |
| book 48.245.4 | κούρην ἀντιάνειραν, ἀπειρήτην ἀφροδίτης. |
| book 48.245.5 | ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης, |
| book 48.1 | ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις· |
| book 48.2 | πολλάκι δ’ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου, |
| book 48.3 | καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης, |
| book 48.4 | οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς· |
| book 48.5 | ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην |
| book 48.255.1 | ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων |
| book 48.255.2 | θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ |
| book 48.255.3 | ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις. |
| book 48.255.4 | καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ |
| book 48.255.5 | παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης· |
| book 48.260.1 | καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης |
| book 48.260.2 | κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ Δάφνης |
| book 48.260.3 | εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων |
| book 48.1 | ἱμερτὴν ἐνόησε προμάντιος ὄψιν ὀνείρου, |
| book 48.2 | ὅττι θεὸς πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ |
| book 48.265.1 | θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης, |
| book 48.265.2 | οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν· |
| book 48.265.3 | παιδὶ δὲ θηρεύοντι συνέμπορος † υἱέι Μύρρης |
| book 48.265.4 | Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη, |
| book 48.265.5 | Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου |
| book 48.270.1 | ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην· |
| book 48.270.2 | αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς |
| book 48.270.3 | βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου, |
| book 48.270.4 | ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ |
| book 48.270.5 | θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ· |
| book 48.275.1 | παρθενικὴ δ’ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτὴν |
| book 48.275.2 | πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ |
| book 48.275.3 | μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ |
| book 48.275.4 | ληιδίης γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης, |
| book 48.275.5 | τοῖον ἔπος βοόων· ‘στεφανηφόρε μῆτερ Ἐρώτων, |
| book 48.280.1 | αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην· |
| book 48.280.2 | ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο, |
| book 48.280.3 | στέψατε κεστὸν ἱμάντα γαμοστόλον, ὅττι μενοινὴν |
| book 48.280.4 | τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.‘ |
| book 48 | τοῖον ὄναρ μαντῷον ὀρεστιὰς ἔδρακεν Αὔρη. |
| book 48.285.1 | οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καὶ αὐτοὶ |
| book 48.285.2 | εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα. |
| book 48.285.3 | κούρη δ’ ἐγρομένη πινυτόφρονι μαίνετο Δάφνῃ, |
| book 48.285.4 | καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ |
| book 48.285.5 | χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ, |
| book 48.290.1 | καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ· |
| book 48.290.2 | „οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι· |
| book 48.290.3 | Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ; |
| book 48.290.4 | ἀασάμην εὕδουσα τεοὺς ὑπὸ γείτονας ὄζους |
| book 48.290.5 | σὸν φυτὸν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ |
| book 48.295.1 | φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη, |
| book 48.295.2 | σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι; |
| book 48.295.3 | μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ; |
| book 48.295.4 | οὐ πινυτῆς τόδε δένδρον, ἀπ’ ἀρτιγάμοιο δὲ νύμφης· |
| book 48.295.5 | μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ, |
| book 48.1 | ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;“ |
| book 48.2 | εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ. |
| book 48.3 | καί ποτε θηρεύουσα κατ’ οὔρεα δεσπότις ἄγρης |
| book 48.4 | καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ |
| book 48.5 | Ἄρτεμις ἤντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις |
| book 48.305.1 | θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς, |
| book 48.305.2 | ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων |
| book 48.305.3 | καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης |
| book 48.305.4 | Ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων. |
| book 48.305.5 | καὶ κεμάδας ζυγίοισι συνεκλήισε λεπάδνοις |
| book 48.310.1 | Ἄρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δὲ δίφρου |
| book 48.310.2 | λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη, |
| book 48.310.3 | καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην. |
| book 48.310.4 | ἀενάου δὲ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο |
| book 48.310.5 | δμωίδες ἐρρώοντο συνήλυδες Ἰοχεαίρῃ, |
| book 48.315.1 | ὧν ἡ μὲν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης, |
| book 48.315.2 | ἄλλη δ’ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα |
| book 48.315.3 | ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης |
| book 48.315.4 | ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην. |
| book 48.315.5 | καὶ σέλας Ἰοχέαιρα διαυγάζουσα προσώπου |
| book 48.320.1 | ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ |
| book 48.320.2 | αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν |
| book 48.320.3 | ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη |
| book 48.320.4 | πλησιφαὴς ἀνέτελλε πυριτρεφέων μέσον ἄστρων, |
| book 48.320.5 | οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ· |
| book 48.325.1 | τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην, |
| book 48.325.2 | εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ |
| book 48.1 | Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ. |
| book 48.2 | Αὔρη δ’ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην, |
| book 48.3 | καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς |
| book 48.330.1 | ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης· |
| book 48.330.2 | καὶ θεὸς ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων |
| book 48.330.3 | τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη, |
| book 48.330.4 | Ὠκεανοῦ δὲ θύγατρες ἐύπλοκα δίκτυα θήρης ... |
| book 48.330.5 | καὶ κύνας· ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ. |
| book 48.335.1 | ἡ δὲ μεσημβρίζουσα ... σέβας φιλοπάρθενον αἰδοῦς |
| book 48.335.2 | ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων |
| book 48.335.3 | ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου |
| book 48.339 | ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα, |
| book 48.338 | ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ, |
| book 48.340.1 | κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη. |
| book 48.340.2 | λοξὰ δὲ παπταίνουσα δι’ ὕδατος ἄσκοπος Αὔρη |
| book 48.340.3 | τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου |
| book 48.1 | ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης, |
| book 48.2 | θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης· |
| book 48.345.1 | καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων |
| book 48.345.2 | δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη. ... |
| book 48.345.3 | ἡμιφανὴς ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης |
| book 48.345.4 | ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων |
| book 48.345.5 | Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη |
| book 48.1 | μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν· |
| book 48.2 | „Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης, |
| book 48.353 | ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγι θηλῆς |
| book 48.352 | θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης, |
| book 48.354 | καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί· |
| book 48.355.1 | ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης |
| book 48.355.2 | καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ, |
| book 48.355.3 | δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δ’ ἐθελήσῃς, |
| book 48.355.4 | Ἑρμείῃ παρίαυε καὶ Ἄρεϊ· λεῖψον Ἀθήνῃ ... |
| book 48.355.5 | ἢν δ’ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων, |
| book 48.360 | εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης. |
| book 48.1 | ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων· |
| book 48.2 | δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν |
| book 48.3 | ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης· |
| book 48.4 | δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς |
| book 48.365.1 | ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης, |
| book 48.365.2 | ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην· |
| book 48.365.3 | πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ |
| book 48.365.4 | οὔ τινα κύκλον ἔχουσι περίτροχον, οἷά περ Αὔρης, |
| book 48.365.5 | αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;“ |
| book 48.370.1 | ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ |
| book 48.370.2 | σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων, |
| book 48.370.3 | καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί· |
| book 48.370.4 | ἐκ προχοῆς δ’ ἀνέπαλτο, πάλιν δ’ ἔνδυνε χιτῶνα, |
| book 48.370.5 | καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην |
| book 48.375.1 | ἀχνυμένη. Νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην |
| book 48.375.2 | ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ |
| book 48.375.3 | παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς· |
| book 48.375.4 | καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης |
| book 48.375.5 | σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει |
| book 48.380.1 | ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ, |
| book 48.380.2 | δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην· |
| book 48.1 | ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάστωρ, |
| book 48.2 | γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ |
| book 48.3 | δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ |
| book 48.385.1 | τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου, |
| book 48.385.2 | ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ ... |
| book 48.385.3 | ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ, |
| book 48.385.4 | ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει. |
| book 48.385.5 | ἔγνω δ’ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ |
| book 48.390.1 | Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς, |
| book 48.390.2 | καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ· |
| book 48.390.3 | „σὸν χόλον, Ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί· |
| book 48.390.4 | Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς ἀρούρης; |
| book 48.390.5 | τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς; |
| book 48.395.1 | μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων |
| book 48.395.2 | εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης; |
| book 48.395.3 | Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί; |
| book 48.395.4 | τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται |
| book 48.395.5 | κεῖνος, ὃς ὑμετέροιο μάτην ἔψαυσε χιτῶνος, |
| book 48.1 | μητρὸς ἔσω λαγόνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ |
| book 48.2 | χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων, |
| book 48.3 | σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίτρης· |
| book 48.4 | εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης |
| book 48 | συζυγίην μενέαινε τεῶν ἀκίχητον ἐρώτων, |
| book 48.405.1 | κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης· |
| book 48.405.2 | εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ, |
| book 48.405.3 | ἄλλη λαϊνέη Νιόβη κλαύσειε γενέθλην· |
| book 48.405.4 | τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω; |
| book 48.405.5 | μή σε πατὴρ διὰ λέκτρα μετὰ Γλαυκῶπιν ὀρίνει; |
| book 48.410.1 | μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων, |
| book 48.410.2 | οἷα καὶ Ἡφαίστῳ καθαρῆς ὑμέναιον Ἀθήνης; |
| book 48.410.3 | εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ, |
| book 48.410.4 | ἔσσομαι ἀχνυμένης τιμήορος Ἰοχεαίρης.“ |
| book 48.410.5 | οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ |
| book 48.415.1 | τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη· |
| book 48.415.2 | „παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης, |
| book 48.415.3 | οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει· |
| book 48.415.4 | οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ· |
| book 48.415.5 | οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς ἀρούρης· |
| book 48.420.1 | ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ |
| book 48.420.2 | ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Αὔρη. |
| book 48.420.3 | ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ |
| book 48.420.4 | αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν· |
| book 48.420.5 | μητρὶ δ’ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ |
| book 48.425.1 | ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ, |
| book 48.425.2 | καὶ πάλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Αὔρη· |
| book 48.425.3 | ἀλλ’ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν, |
| book 48.1 | Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει |
| book 48.2 | ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη |
| book 48.430.1 | αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη |
| book 48.430.2 | δάκρυσιν οὐ λίθον εἶδε λελουμένον, οὐκ ἴδε σιγὴν |
| book 48.430.3 | μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος. |
| book 48.430.4 | ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην |
| book 48.430.5 | δὸς μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω |
| book 48.435.1 | λαϊνέης ἀτίνακτον ἀμειβομένης δέμας Αὔρης, |
| book 48.435.2 | μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην, |
| book 48.435.3 | μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτρομον Αὔρην, |
| book 48.435.4 | ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.“ |
| book 48.435.5 | ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ· |
| book 48.440.1 | „Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου, |
| book 48.440.2 | οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω, |
| book 48.440.3 | οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην, |
| book 48.440.4 | Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή, |
| book 48.440.5 | μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων· |
| book 48.445.1 | ἓν δέ σοι, Ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη |
| book 48.445.2 | παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται· |
| book 48.445.3 | καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου |
| book 48.445.4 | δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.“ |
| book 48 | εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη |
| book 48.1 | Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ, |
| book 48.2 | καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ |
| book 48.3 | παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην, |
| book 48.4 | γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ· |
| book 48.5 | καὶ ταχινὴ πεφόρητο δι’ ἠέρος ὀξέι δίφρῳ, |
| book 48.455.1 | καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων |
| book 48.455.2 | Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου, |
| book 48.455.3 | πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς. |
| book 48.455.4 | Αὔρης δ’ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψινόου δὲ |
| book 48.455.5 | αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ, |
| book 48.460.1 | καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ, |
| book 48.460.2 | καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην |
| book 48.460.3 | παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην |
| book 48.460.4 | Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ |
| book 48.460.5 | καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ |
| book 48.465.1 | ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις ἐρώτων, |
| book 48.465.2 | Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην, |
| book 48.465.3 | τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δ’ ἐνὶ γαίῃ |
| book 48.465.4 | ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης, |
| book 48 | καὶ Βερόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων. |
| book 48.470.1 | καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ, |
| book 48.470.2 | εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον. ἀμφὶ δὲ κούρῃ |
| book 48.470.3 | ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ, |
| book 48.470.4 | καὶ πτερὰ κυκλώσας ἐπεβήσατο κοῦφος Ὀλύμπου. |
| book 48.470.5 | καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ· |
| book 48.475.1 | οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης |
| book 48.475.2 | ἐλπίδα Κυπριδίην, οὐ φάρμακον εἶχεν ἐρώτων· |
| book 48.475.3 | ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ |
| book 48.475.4 | θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης. |
| book 48.475.5 | καὶ μογέων ἔκρυπτεν ἑὸν πόνον, οὐδ’ ἐνὶ λόχμαις |
| book 48.480.1 | Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης, |
| book 48.480.2 | μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι |
| book 48.480.3 | ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες; |
| book 48.480.4 | καὶ μεθέπων πραπίδεσσι πεπηγμένον ἰὸν ἐρώτων, |
| book 48.480.5 | παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης, |
| book 48.485.1 | Κυπριδίοις ἀνέμοισιν ἀειρομένοιο χιτῶνος |
| book 48.485.2 | μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης. |
| book 48.485.3 | ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης |
| book 48.485.4 | Βάκχος ἀμηχανέων ἔπος ἴαχε λυσσάδι φωνῇ· |
| book 48.485.5 | „Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττι με φεύγει |
| book 48.490.1 | παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ |
| book 48.490.2 | πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς. |
| book 48.1 | ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι † με φεύγων |
| book 48.2 | φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῇ· |
| book 48.3 | σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ |
| book 48.495.1 | φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ |
| book 48.495.2 | ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη. |
| book 48.495.3 | οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ |
| book 48.495.4 | παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει. |
| book 48.495.5 | ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω |
| book 48.1 | νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη |
| book 48.2 | κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων |
| book 48.3 | τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου |
| book 48.4 | εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ; |
| book 48.5 | τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην; |
| book 48.505.1 | τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην; |
| book 48.505.2 | ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης; |
| book 48.505.3 | ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ |
| book 48.505.4 | τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψει; |
| book 48.505.5 | τίς γλυκὺ κέντρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης; |
| book 48.510.1 | μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει |
| book 48.510.2 | Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη. |
| book 48.510.3 | αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ· |
| book 48.1 | ‘Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην‘.“ |
| book 48.2 | ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύω |
| book 48.515.1 | εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ |
| book 48.515.2 | ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ |
| book 48.515.3 | κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔρην |
| book 48.515.4 | καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ |
| book 48.515.5 | ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου |
| book 48.520.1 | παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη, |
| book 48.520.2 | Κύπριδι πιστὰ φέρουσα καὶ ἱμείροντι Λυαίῳ· |
| book 48.520.3 | „οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην, |
| book 48.520.4 | εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ, |
| book 48.520.5 | δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας, |
| book 48.525.1 | ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις |
| book 48.525.2 | παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.“ |
| book 48.525.3 | ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ |
| book 48.525.4 | δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων |
| book 48.525.5 | Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις. |
| book 48.530.1 | ψυχὴ δ’ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης, |
| book 48.530.2 | νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ, |
| book 48.530.3 | ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ· |
| book 48.530.4 | „ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων, |
| book 48.530.5 | Αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης· |
| book 48.535 | ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης, |
| book 48.1 | ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη. |
| book 48.2 | οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην· |
| book 48.3 | ὁ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου |
| book 48.4 | νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ. |
| book 48.540.1 | ὤμοι, ὅτ’ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην, |
| book 48.540.2 | καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ |
| book 48.540.3 | Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων. |
| book 48.540.4 | ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων |
| book 48.540.5 | νυμφίον ὁρκαπάτην μετὰ Θησέα καὶ σὲ καλέσσω· |
| book 48.545.1 | εἰ δέ σε δῶρον ἔρωτος ἀπαιτίζει σέο νύμφη, |
| book 48.545.2 | δέξο μοι ἠλακάτην, φιλοτήσιον ἕδνον ἐρώτων, |
| book 48.545.3 | ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ |
| book 48.545.4 | δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρα τις εἴπῃ· |
| book 48.545.5 | ‘δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.‘ |
| book 48.1 | καὶ σὺ μετὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων |
| book 48.2 | ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος, |
| book 48.3 | οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης ἀφροδίτης· |
| book 48.4 | Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων, |
| book 48.5 | Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους· |
| book 48.555.1 | σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων |
| book 48.555.2 | τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες. ἀλλὰ Μυκῆναι, |
| book 48.555.3 | πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης, |
| book 48.555.4 | καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης, |
| book 48.555.5 | ἠιόνες Νάξοιο, βοήσατε· ‘νυμφίε Θησεῦ, |
| book 48.560.1 | Μινῴη καλέει σε χολωομένη Διονύσῳ.‘ |
| book 48.560.2 | ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ |
| book 48.560.3 | μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.“ |
| book 48.560.4 | ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ. |
| book 48.560.5 | καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου, |
| book 48.565.1 | μυρομένην δ’ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην. |
| book 48.565.2 | καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν ἐρώτων· |
| book 48.565.3 | νύμφης δ’ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων, |
| book 48.565.4 | πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην |
| book 48.565.5 | ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων. |
| book 48.570.1 | ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς, |
| book 48.570.2 | τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη |
| book 48.570.3 | πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ. |
| book 48.570.4 | οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη |
| book 48.570.5 | διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης |
| book 48.575.1 | θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη |
| book 48.575.2 | αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ |
| book 48.575.3 | χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ |
| book 48.575.4 | δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι |
| book 48.575.5 | πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις |
| book 48.580.1 | ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ· |
| book 48.580.2 | εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων |
| book 48.580.3 | ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ |
| book 48.580.4 | νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης, |
| book 48.580.5 | ὃς πάρος ἠπεροπῆος ἑοῦ χροὸς εἴδεϊ κωφῷ |
| book 48.585.1 | εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ |
| book 48.585.2 | κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς· |
| book 48.585.3 | καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου· |
| book 48.589 | ἱπτάμεναι δ’ ἀγεληδὸν ἐπ’ ἀνθεμόεντι κορύμβῳ |
| book 48.588 | εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων. |
| book 48.590.1 | κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη· |
| book 48.590.2 | ἀμφὶ δέ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην. |
| book 48.590.3 | † κεῖθι διαψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν |
| book 48.590.4 | ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο. |
| book 48.590.5 | ἀλλ’ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν, |
| book 48.595.1 | δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθώ, |
| book 48.595.2 | τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ· |
| book 48.595.3 | „παρθενική, μόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς |
| book 48.595.4 | εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.“ |
| book 48.595.5 | κούρη δ’ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ |
| book 48.1 | χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου. |
| book 48.2 | παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν· |
| book 48.3 | „Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ; |
| book 48.4 | τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε † γαστήρ; |
| book 48.5 | ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω· |
| book 48.605 | ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ, |
| book 48.1 | καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.“ |
| book 48.2 | εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην· |
| book 48.3 | ἤιε δ’ ἔνθα καὶ ἔνθα πολυπλανέεσσι πεδίλοις |
| book 48.4 | πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου· |
| book 48.610.1 | καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ· |
| book 48.610.2 | εὗδε δ’ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ |
| book 48.610.3 | παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ. |
| book 48.610.4 | καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην |
| book 48.610.5 | οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ |
| book 48.615.1 | μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ· |
| book 48.615.2 | „ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.“ |
| book 48.615.3 | ὣς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων |
| book 48.615.4 | εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας· |
| book 48.615.5 | ‘νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει· |
| book 48.620.1 | σιγὴ ἐφ’ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσσῃ‘. |
| book 48.620.2 | καί μιν ἰδὼν Ἰόβακχος ἐπ’ ἀστρώτοιο χαμεύνης |
| book 48.620.3 | νυμφιδίου ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου, |
| book 48.620.4 | ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων |
| book 48.620.5 | κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης· |
| book 48.625.1 | χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην |
| book 48.625.2 | παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ, |
| book 48.625.3 | μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου· |
| book 48.1 | καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης, |
| book 48.2 | καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν, |
| book 48.630.1 | μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ |
| book 48.630.2 | παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην ἀφροδίτῃ |
| book 48.630.3 | Αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην. |
| book 48.630.4 | καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ |
| book 48.630.5 | οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ· |
| book 48.635.1 | καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης |
| book 48.635.2 | Ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς |
| book 48.635.3 | πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης, |
| book 48.635.4 | καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων· |
| book 48.635.5 | καὶ γάμος ὡς ὄναρ ἔσκε. πολυσκάρθμῳ δὲ χορείῃ |
| book 48.640.1 | εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη, |
| book 48.640.2 | ἡμιφανὴς δ’ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην· |
| book 48.640.3 | μούνη δ’ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ, |
| book 48.640.4 | αἰδομένη δ’ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης, |
| book 48.640.5 | μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου. |
| book 48.645.1 | καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων |
| book 48.645.2 | νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας, |
| book 48.645.3 | νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ |
| book 48.645.4 | λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην |
| book 48.645.5 | χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ. |
| book 48.1 | καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων, |
| book 48.2 | ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης. |
| book 48.1 | νύμφη δ’ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ |
| book 48.2 | ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν ἐρώτων· |
| book 48.3 | θάμβεε δ’ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης |
| book 48.655.1 | στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ· |
| book 48.655.2 | καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα, |
| book 48.655.3 | ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην, |
| book 48.655.4 | μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην |
| book 48.655.5 | στέρνα πάλιν σκιόωσα † καὶ ἠθάδος ἴχνια μαζοῦ |
| book 48.660.1 | παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ. |
| book 48.660.2 | ἀχνυμένη δ’ ὀλόλυξε, κατάσχετος ἅλματι λύσσης· |
| book 48.660.3 | ἀγρονόμους δ’ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης |
| book 48.660.4 | τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ |
| book 48.660.5 | μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ |
| book 48.665.1 | βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς, |
| book 48.665.2 | Τιθωνὸν χαρίεντα δυσίμερον, ἀνέρα βούτην ... |
| book 48.665.3 | ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ |
| book 48.665.4 | Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη· |
| book 48.665.5 | ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη, |
| book 48.670 | Ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος· |
| book 48.1 | αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν, |
| book 48.2 | αἰνοπαθὴς ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη |
| book 48.3 | ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν· |
| book 48.4 | ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς |
| book 48.675.1 | ὅττι μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν· |
| book 48.675.2 | γειοπόνους δ’ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αὐτοὶ |
| book 48.675.3 | Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ, |
| book 48.675.4 | Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτης· |
| book 48.675.5 | ἔκτανε δ’ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ |
| book 48.680.1 | πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστὸν Ἀθήνης, |
| book 48.680.2 | ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς· |
| book 48.680.3 | Βακχείης δ’ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης, |
| book 48.680.4 | ὅττι φιλακρήτοιο μέθης βλύζοντες ἐέρσην |
| book 48.680.5 | οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου· |
| book 48.685.1 | οὔ πω γὰρ δεδάηκε δολοφροσύνην Διονύσου |
| book 48.685.2 | καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης, |
| book 48.685.3 | ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων |
| book 48.685.4 | αἵματι φοινήεντι περιρραίνουσα κολώνας. |
| book 48.685.5 | καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης, |
| book 48.690.1 | Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ |
| book 48.690.2 | λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος |
| book 48.690.3 | ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης· |
| book 48.690.4 | καὶ βρέτας ἁρπάξασα τελεσσιγάμου Κυθερείης |
| book 48.690.5 | Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις |
| book 48.695.1 | γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην. |
| book 48.695.2 | καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην |
| book 48.695.3 | δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ· |
| book 48.695.4 | καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος Ἀφρογενείης· |
| book 48.695.5 | φοιταλέη δ’ ἀκίχητος ἐθήμονα δύσατο λόχμην, |
| book 48.1 | καὶ σταλίκων ἔψαυσε, πάλιν δ’ ἐμνήσατο θήρης· |
| book 48.2 | καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην, |
| book 48.3 | ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν· |
| book 48.4 | „τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης; |
| book 48.5 | εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων |
| book 48.705.1 | εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεὺς |
| book 48.705.2 | οὐδὲ καὶ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην, |
| book 48.705.3 | ἀγροτέρους μετὰ θῆρας ὀιστεύσω πόλον ἄστρων· |
| book 48.705.4 | εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων, |
| book 48.705.5 | πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ· |
| book 48.710.1 | εἰ δὲ λέχος σύλησεν ἐμὸν Κυλλήνιος Ἑρμῆς, |
| book 48.710.2 | Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω, |
| book 48.710.3 | καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ· |
| book 48.710.4 | εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων |
| book 48.710.5 | ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην, |
| book 48.715.1 | ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ |
| book 48.715.2 | οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω· |
| book 48.715.3 | καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην |
| book 48.715.4 | εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ |
| book 48.715.5 | τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ. |
| book 48.720.1 | σοὶ πλέον, Ἰοχέαιρα, χολώομαι, ὅττι με, κούρη, |
| book 48.720.2 | οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ |
| book 48.720.3 | σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.“ |
| book 48.720.4 | ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν |
| book 48.720.5 | δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου |
| book 48.725.1 | παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη |
| book 48.725.2 | διπλόον ὄγκον ἄειρεν· ἑῷ δ’ ἐπεμήνατο φόρτῳ |
| book 48.725.3 | ἄσχετα βακχευθεῖσα † γονῆς δυσπάρθενος Αὔρη † |
| book 48.725.4 | εἰ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων |
| book 48.725.5 | ἠὲ θεοῦ δολίοιο· Διὸς δ’ ἐμνήσατο νύμφης, |
| book 48.730.1 | Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων |
| book 48.730.2 | Τάνταλος ἐβλάστησε. καὶ ἤθελε γαστέρα τέμνειν, |
| book 48.730.3 | ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ |
| book 48.730.4 | ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην. |
| book 48.730.5 | καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ |
| book 48.735.1 | δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν. |
| book 48.735.2 | πολλάκι δ’ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης, |
| book 48.735.3 | ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης· |
| book 48.735.4 | ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ, |
| book 48.735.5 | μή μιν ἀποκτείνειε, μυχῷ δ’ ἐκρύπτετο πέτρης |
| book 48.740.1 | σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις. |
| book 48.740.2 | πολλάκι δ’ οἰδαλέοιο γυναικείου διὰ κόλπου |
| book 48.740.3 | αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι, |
| book 48.740.4 | ὄφρα κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ |
| book 48.740.5 | καὶ στόμα τερπομένης φιλοκέρτομον Ἰοχεαίρης· |
| book 48.745.1 | καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ |
| book 48.745.2 | υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ, |
| book 48.745.3 | αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρα τις εἴπῃ· |
| book 48.745.4 | ‘Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.‘ |
| book 48.745.5 | καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων |
| book 48.1 | Ἄρτεμις ἐγγὺς ἵκανεν ἑῷ γελόωντι προσώπῳ, |
| book 48.2 | δειλαίην δ’ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ· |
| book 48.3 | „Ὕπνον ἴδον Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων |
| book 48.4 | ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς, |
| book 48.5 | ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην |
| book 48.755.1 | ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ· |
| book 48.755.2 | εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ |
| book 48.755.3 | ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ· |
| book 48.755.4 | Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν |
| book 48.755.5 | παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται. |
| book 48.760.1 | εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις; |
| book 48.760.2 | ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις; |
| book 48.760.3 | νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην· |
| book 48.1 | οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ |
| book 48.2 | σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί. |
| book 48.765.1 | εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη, |
| book 48.765.2 | πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν; |
| book 48.765.3 | τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην; |
| book 48.765.4 | ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης. |
| book 48.765.5 | οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην· |
| book 48.770.1 | σὸς γάμος οὔ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις, |
| book 48.770.2 | σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ |
| book 48.770.3 | εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ. |
| book 48.770.4 | ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην |
| book 48.770.5 | ὄργια μυστιπόλευε γυναιμανέος σέο Βάκχου, |
| book 48.775.1 | τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν. |
| book 48.775.2 | πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης, |
| book 48.775.3 | ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης; |
| book 48.775.4 | μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς; |
| book 48.775.5 | μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων; |
| book 48.780.1 | πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων· |
| book 48.780.2 | καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι |
| book 48.780.3 | φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.“ |
| book 48.780.4 | ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων, |
| book 48.780.5 | θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ |
| book 48.785.1 | ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας. |
| book 48.785.2 | κούρη δ’ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης |
| book 48.1 | ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο |
| book 48.2 | φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης· |
| book 48.3 | πέτραι δ’ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης |
| book 48.790.1 | φθόγγον ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ. |
| book 48.790.2 | καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ |
| book 48.790.3 | κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο, |
| book 48.790.4 | καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ |
| book 48.790.5 | Ἄρτεμιν οὐ μενέαινεν ἐπ’ ὠδίνεσσι καλέσσαι· |
| book 48.795.1 | Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου |
| book 48.795.2 | μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ. |
| book 48.795.3 | κούρη δ’ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν, |
| book 48.795.4 | νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης· |
| book 48.795.5 | „οὕτως Ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην, |
| book 48.1 | οὕτως ἀμφοτέρας ἐγκύμονας, ὄφρα νοήσω ... |
| book 48.2 | Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι, |
| book 48.3 | μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ· |
| book 48.4 | ‘παρθενικὴ Γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.‘ |
| book 48.5 | οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ |
| book 48.805.1 | Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ. |
| book 48.805.2 | Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης, |
| book 48.805.3 | θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.“ |
| book 48.805.4 | εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης. |
| book 48.805.5 | καὶ τόκον Ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ |
| book 48.810 | νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο. |
| book 48.1 | καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου |
| book 48.2 | μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης |
| book 48.3 | τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν· |
| book 48.4 | „Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην· |
| book 48.815.1 | γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο |
| book 48.815.2 | τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης, |
| book 48.815.3 | τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι. |
| book 48.815.4 | καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης; |
| book 48.815.5 | καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη; |
| book 48.820.1 | καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ |
| book 48.820.2 | μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον ἐρώτων. |
| book 48.820.3 | εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἷς πόσις Αὔρης ... |
| book 48.820.4 | παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων· |
| book 48.820.5 | οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρῇ, |
| book 48.825.1 | ὡς πάρος, αὐερύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ |
| book 48.825.2 | ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.“ |
| book 48.825.3 | ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης, |
| book 48.825.4 | οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή. |
| book 48.825.5 | Λητῴη δ’ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης |
| book 48.830.1 | ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης· |
| book 48.830.2 | τειρομένην δ’ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ· |
| book 48.830.3 | „παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων; |
| book 48.830.4 | ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ; |
| book 48 | οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει. |
| book 48.835.1 | ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες |
| book 48.835.2 | νόσφι γάμου τίκτουσι; σὺ γάρ, φιλοπάρθενε κούρη, |
| book 48.835.3 | ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην. |
| book 48.835.4 | ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο |
| book 48.835.5 | Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη |
| book 48.840.1 | εἰς τόκον ἀγροτέρης οὐ δεύεαι Ἰοχεαίρης; |
| book 48.840.2 | οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων |
| book 48.840.3 | ἔδρακεν Εἰλείθυια, τεῆς ἀροτῆρα γενέθλης· |
| book 48.840.4 | ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί. |
| book 48.840.5 | μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις· |
| book 48.845.1 | ἡ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη· |
| book 48.845.2 | τίς νέμεσίς ποτε τοῦτο; κατ’ οὔρεα τέκνα λοχεύεις, |
| book 48.845.3 | ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.“ |
| book 48.845.4 | ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη |
| book 48.845.5 | Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή, |
| book 48.1 | ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι. |
| book 48.2 | καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ |
| book 48.3 | φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης |
| book 48.4 | διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης |
| book 48.5 | λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων |
| book 48.855.1 | Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης. |
| book 48.855.2 | καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην |
| book 48.855.3 | τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ· |
| book 48.1 | „μαῖα, γονῆς ταμίη, διδυμητόκε δύσγαμε νύμφη, |
| book 48.2 | υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ· |
| book 48.860.1 | παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα· |
| book 48.860.2 | εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην. |
| book 48.860.3 | Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ· |
| book 48.860.4 | σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος |
| book 48.860.5 | σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.“ |
| book 48.865.1 | εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην. |
| book 48.865.2 | καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην, |
| book 48.865.3 | μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην |
| book 48.865.4 | μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης |
| book 48.865.5 | ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις· |
| book 48.870.1 | „ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες ἐρώτων· |
| book 48.870.2 | ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν, |
| book 48.870.3 | παρθενικῆς δ’ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις |
| book 48.870.4 | ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον ἐρώτων |
| book 48.870.5 | σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη. |
| book 48.875.1 | οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν ἐρώτων, |
| book 48.875.2 | οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης· |
| book 48.875.3 | ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς |
| book 48.875.4 | νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη. |
| book 48.875.5 | ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο, |
| book 48.880.1 | πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης, |
| book 48.880.2 | σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ |
| book 48.880.3 | τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη· |
| book 48.880.4 | οἶδα γάρ, ὡς διδύμων βρεφέων ἕνα παῖδα δαμάσσει |
| book 48 | ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ· |
| book 48.885.1 | ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρα κεν εἴη |
| book 48.885.2 | σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.“ |
| book 48.885.3 | ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ, |
| book 48.885.4 | κυδιόων Φρυγίοισιν ἐπ’ ἀμφοτέροις ὑμεναίοις |
| book 48.885.5 | πρεσβυτέρης ἀλόχοιο καὶ ὁπλοτέρης περὶ νύμφης. |
| book 48.890.1 | καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ, |
| book 48.890.2 | παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ· |
| book 48.890.3 | „ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω· |
| book 48.890.4 | νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν, |
| book 48.890.5 | Αὔρης δ’ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι· |
| book 48.895.1 | καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται. |
| book 48.895.2 | ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος, |
| book 48.895.3 | ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων; |
| book 48.895.4 | ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης |
| book 48.895.5 | ἔλθετε θαρσήεντες, ὅτ’ οὐκέτι μάρναται Αὔρη· |
| book 48.1 | καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί· |
| book 48.2 | θῶες ἐμοί, τέρπεσθε· παρ’ ἡμετέρῃ δὲ χαμεύνῃ |
| book 48.3 | πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω· |
| book 48.4 | ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ |
| book 48.5 | Αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί. |
| book 48.905 | αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης, |
| book 48.1 | μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω, |
| book 48.2 | μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδ’ ἐνὶ λόχμαις |
| book 48.3 | θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.“ |
| book 48.910.1 | ... θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης· |
| book 48.910.2 | ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην |
| book 48.910.3 | πόρδαλις, ὠμοβόροισι δέμας λιχμῶσα γενείοις, |
| book 48.910.4 | ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ· |
| book 48.910.5 | θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην |
| book 48.915.1 | ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων |
| book 48.915.2 | μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης. |
| book 48.915.3 | καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη |
| book 48.915.4 | ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης, |
| book 48.915.5 | ἠερίαις τ’ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις |
| book 48.920.1 | θηρείων ἕνα παῖδα διαρπάξασα γενείων· |
| book 48.920.2 | καὶ πάις ἀρτιλόχευτος ἐπὶ στροφάλιγγι κονίης |
| book 48.920.3 | ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ· |
| book 48.920.4 | καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ, |
| book 48 | δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης |
| book 48.925.1 | ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης |
| book 48.925.2 | παρθένος Ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην |
| book 48.925.3 | παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ. |
| book 48.925.4 | καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης |
| book 48.925.5 | μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη, |
| book 48.930.1 | ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς, |
| book 48.930.2 | Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δ’ ἅμα τόξῳ |
| book 48.930.3 | εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην, |
| book 48.930.4 | καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ |
| book 48.930.5 | ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς, |
| book 48.935.1 | καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων |
| book 48.935.2 | εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς |
| book 48.935.3 | μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται, |
| book 48.935.4 | καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο |
| book 48.935.5 | ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή, |
| book 48.940.1 | καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί, |
| book 48.940.2 | καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο |
| book 48.940.3 | εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη. |
| book 48.940.4 | καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμην |
| book 48.940.5 | ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου |
| book 48.945.1 | ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης, |
| book 48.945.2 | πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ |
| book 48.945.3 | ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ. |
| book 48.1 | Νικαίῃ δ’ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ· |
| book 48.2 | ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς |
| book 48.1 | παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν |
| book 48.2 | κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου |
| book 48.3 | νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος |
| book 48.4 | Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ, |
| book 48.5 | εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ |
| book 48.955.1 | Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ· |
| book 48.955.2 | παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς, |
| book 48.955.3 | αὐτοχύτῳ στάζουσα νόθον γλάγος ὄμφακι μαζῷ. |
| book 48.955.4 | καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις· |
| book 48.955.5 | ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ |
| book 48.960.1 | νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ |
| book 48.960.2 | δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην· |
| book 48.960.3 | καὶ θεὸν ἱλάσκοντο μεθ’ υἱέα Περσεφονείης, |
| book 48.960.4 | καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ |
| book 48.960.5 | ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ, |
| book 48.965.1 | καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ. |
| book 48.965.2 | καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι· |
| book 48.965.3 | καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται |
| book 48.965.4 | Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ. |
| book 48.965.5 | οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος ἐρώτων, |
| book 48.970.1 | ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης· |
| book 48.970.2 | καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης |
| book 48.970.3 | μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ, |
| book 48.970.4 | ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων. |
| book 48.970.5 | καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων |
| book 48.975.1 | πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης, |
| book 48.975.2 | καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου |
| book 48.975.3 | οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις, |
| book 48 | σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης. |