… βασιλ … ας
… ν ἀδερκέος ἐλπίδι φήμης
… ρτεν, ἔδεκτο δὲ θέσπιν ἀνωγήν
ἀνιχνεύειν βασιλήων
… ο· λέων δʼ ἀλάπαξε καλιάς
τριτάτῃ μόνος ἴχνια θήρης
… των ἐγκύμονας ἄνδρας ἐλάσσας
… σαν ὑπὸ σπήλυγγα μελάθρων
… ς ἐδίδασκεν ὀιζύας· οἱ δὲ πεσόντες
ποινήτειραν ἀναστενάχοντες ἀνάγκην
… α πατρῴων κτεάνων ῥίψαντες αρ …
γὰρ γεγάασιν ἑλώριον αλλα … θεον …
… υδρ … οσ … οι … τρον ἐλέγξας
… ρεῃσιν ἀκουαῖς
… ἀπελύσαο δεσμῶν
… οι … ες ἔργον ἀνάπτων
ὑπέρτερα μᾶλλον ἀείσω
… ηκαο πᾶσιν ἀρήγων
… ν ἔσω βασιληίδος αὐλῆς
… σι σὺν ἀνδράσιν Αὐσονιήων
πολλοὶ δέ τε παῖδες ἀοιδῶν
τεῆς ἥπτοντο τραπέζης
φερέσβιος ἦσθα πορείη
… χης πάντεσσι τιταίνων
… υκες εὖχος ἀοιδαῖς
… τι … ελθών
… ος
[.]οιο[]
[.]όσσα []
[...].[]
[ἀρ]γ̣υ̣ρέη̣[]
σο̣ὶ̣ γὰρ []
αὐτοκασ[ιγνητ]
διογενὴ[ς]
ἐς πυμάτη̣ν πι̣π̣[τ............] Αἴ̣γ̣υ[πτον]
πᾶσι μὲν εὐνομίης ἀν[ύ]σας ἔαρ ε[]
[...]α̣κιης θρέπτειραν ἀτάσθαλο[]
[..........] θ̣αλάμ̣οιο κατέθλασε[]
ἔνθα μὲν εὐνήσας ὑπερήνορα []
ἔνθα δὲ χρυσοχίτωνος ὑπόπτερ[ον]
αὐχένα γα[ῦ]ρον Ἄρηος Ἀχαιμεν[ίδ]
τοῖος ἐὼν βασιλεύς τʼ ἀγαθὸς κρατε̣[ρὸς]
[σ]ῇσι σαοφροσύνῃσι τεὴν παρακάτθ̣[εο]
[..................]ε̣ων ἐπιδευέα κηδεμονή[ων]
τοῖς [............. ἐπι]δήμιον ἴχνος ἐ̣ρ〈ε〉ίσας
ημ[...............]. ὁ μὴ κάμε δῖος Ὀδυσσεύς
[]σας
εἰ̣ κ̣α̣ὶ̣ ε̣ρ...σ̣.ν̣.οισ[.....].[]
χθιζὸν γὰρ πτολίεθρον αμ[]
ἵμερος ὠλεσίπατρις ἐρύ̣κ[ακε]
πᾶσα δὲ λωβητῆρι περιζωσ[]
ἐλπωρὴ δεδόνητο γαληναιω̣[]
καί τις ἀγηνορέων αἰζήιος ε[]
θαρ̣σ̣α̣λ̣έ̣[ως] σ̣ώζων· φονίῃ δʼ οἰσ̣τ̣ρ̣[]
ἐμφύ̣λ̣[ο]υ στονόεσσαν ἐδύσατο λ[]
εἰρήνης ἀδίδακτον ὁμήλικα λαε[]
οὐ μὲν λᾶας ἔπαλλεν ἐθήμον[ας]
δή̣μ̣ου ξεῖνον ἄθυρμα φονοσ̣[]
μ̣[..]σ̣[..]ρ̣α[.]ν ἀμάθυνεν ἀχε̣ι̣ρ̣[]
[.................]χατ̣[]
[.......].σ̣.[]
[]ε δίκης κοσμήτορι []
[–⏑⏑ –⏑⏑ –⏑ σ]αόφρονι Κωστα̣[ντίνῳ]
[]τόσσον φίλος ὅσσο̣[ν]
[]ὅσσον Διὶ Φοῖβος̣ [Ἀπόλλων]
[]ω̣σι τα̣ν̣..ερο[]
[]ν̣ε̣[..]νω[] …
αμ[]
παν̣[]
ε̣ι̣σ̣[]
Χ … θ … ειν μελωδια
ὅπου γὰρ … ν συντρέχουσιν οἱ λόγοι,
τὸν ποικίλον νοῦν τῶν ποιητῶν σωφρόνως
ἕλκουσιν, ἐκφέρουσιν εἰς εὐτολμίαν
ὥρας μελίζειν καὶ λέγειν τὰ πράγματα,
ὡς ἂν παραστήσωσιν αἱ μεληδόνες.
Σήμερον ἀμφʼ ἐμὲ κῶμος ἀείδεται, οὐχ ὅσον αὐλῶν,
οὐχ ὅσον ἑπτατόνοιο λύρης ἀναβάλλεται ἠχώ
ἡδὺν ἀμειβομένη μελέων θρόον, οὐθʼ ὃν ἀείδει
οὔρεος ὀμφήεντος ὑπὸ κλέτας ἠχέτα κύκνος
γηραλέης σειρῆνος ἀκήρατον ἄχθος ἀμείβων,
ἀκροκόμοις πτερύγεσσιν ὅτʼ ἐμπνείουσιν ἀῆται·
ἀλλʼ ὅσον ἐκ Θρῄκης νιφετώδεος ἔμπνοος αὔρη
χειμερίοις πελάγεσσιν ἐπισκαίρουσα θαλάσσης
ὄρθριον ἀείδει ῥοθίων μέλος· ἡδὺ δὲ μέλπει
χιονέην Φαέθοντος ε …
χεύμασιν ὄμβρον …
καὶ κυνὸς ἀστραίοιο πυρ …
ὑγροπόροις νιφάδεσσι κατασβε …
χεύματι γὰρ χλοάουσι καὶ ἀστέρες, οὐκέτι
σύνδρομον Ἠελίῳ κυανώπιδα πότναν
ψυχομένῳ νεφέεσσι καλυπτόμενο …
οὐκέτι νυκτὸς ἔρευθος ἴτυν περιβάλλ …
Ἄρτι μὲν ἀντολίης χιονώδεες ἔπρεπον
αἰθερίων γονόεσσαν ἀμεργόμεναι χύσιν ὄμβρων,
Πληιάδας δʼ ἔκρυψε παλίνστροφος ὄρθιος ἄξων,
οὐκέτι κα … ν … αἰθέρος αἴγλη
ἀντιπόροις μερόπεσσι φαείνεται, υ …
ἑσπερίην ἐπὶ πέζαν ἀτέρμονος ὠκεανοῖο
αστ … ουσα Λακωνίδος ἔρνεα Λήδης
οσσ … α παλίννοστοι …
καὶ … ρε … ανασ … δ … ιξ …
… δρακοντ …
… φιδ …
εἰς α … οιτρια …
ὠδίνων λυκάβαντας αμε …
χειμερίων ἐφύτευσε φιλανθρωπ … λων.
ἔνθα τις ὑετίων νυμφήιος ὄμβρος ἐρώτων
ἕδνα τελεσσιγόνοιο χέων ἐπὶ δέμνια γαίης
ἐλπίσιν εὐαρότοισι φερέσβιον ὄγμον ἀφάσσει·
καί τις ὀρεσσινόμων ἀγεληκόμος ἄγχι βοαύλων
ἐκ νεφέων πρηστῆρα χαλαζήεντα δοκεύων,
αἴσιον ὀμβροτόκοιο προάγγελον Εἰλειθυΐης,
πόρτιας ἀρτιτόκοισιν ὑπʼ ὠδίνεσσι φανείσας
ἤλασεν ὑψίκρημνον ἐς ἄβροχον ἄντρον ἐρίπνης,
κύκλα δὲ λαχνήεντα βοοκραίροιο χιτῶνος
ζωσάμενος περὶ νῶτον ἐδύσατο δειράδα πέτρης
συρίζων ἀγέλῃσι· μόγις δʼ ἀνεβάλλετο σῦριγξ
ἄσθμασι λεπταλέοισιν ὑπωροφίης μέλος ἠχοῦς,
…
ῥοιζήσας δεδόνητο κατʼ ἠέρα, νῶτα δὲ ταύρων
… σα χιὼν ἐπάλυνε πεσοῦσα
… τι νύμφαι
… φθινύθουσιν ὀπῶραι
… το φυταλιάων
… ν ἀθήλεα πῆχυν ἀεῖσαι
… ν ἀνεδρέψαντο χαλάζης
… νον ἀεξιφύτοιο λοχείης.
ἡ μὲν ἀνειλίσσουσα πολύπλοκον ὄζον ἐθείρης
πάντοθι γηραλέης ἀπεσείσατο φυλλάδα χαίτης,
ἡ δὲ νιφοβλήτοιο παρὰ πρηῶνα κολώνης
ἀπτόρθοις παλάμῃσιν ἀρύετο κάρπιμον ὕδωρ.
πυκνὰ χαλαζοβόλων … οτου … εν … δων
καὶ χρόα δενδρήεντα … ρω
… απομ …
… χιὼν ἐπιδέδρομε νύμφῃ
… ῥοθίοισι πολυψηφῖδος ἐέρσης.
ἀλλʼ οὐ φόρτον ἔφευγε λιθώδεα, γηθομένη δέ
δέξατο χιονόπεπλον ἀναγκαίην τροφὸν ὕλης.
οὐκ ἄρα δηρὸν ἔμελλεν ἀερτάζειν ῥόθον ὄμβρων,
οὐδʼ ἔτι χιονέης ὑδατώδεα δεσμὰ καλύπτρης.
ἤδη γὰρ νεφέων ἀνεφαίνετο μεσσόθι κύκλος
ἄκρον ἐρευθιόων, λεπτὴ δʼ ἀνεθήλεεν αἴγλη
βοσκομένη τινὰ χῶρον ὅσον νέφος ἐκτὸς ἐρύκειν,
αἰθερίην δʼ ὤιξεν ἀνήλυσιν· ἠελίου δέ
αὐγὴ πρῶτον ἔλαμψε βοώπιδος οἷα σελήνης,
… δʼ ἤστραψεν ὀιστεύουσα κολώνας
ακ … εουσα· μόγις δʼ ἐκέδασσεν ὀμίχλην
ὕψοθεν ἀμφιέλικτον, ἀλαμπέα μητέρα πάχνης·
πᾶσα δὲ γαῖα γέλασσε, πάλιν μείδησε γαλήνη,
ἠέρα … ος ἔμπλεον αἴγλης
θερμο … πάλιν δʼ ἀνεπάλλετο δελφίς
ἡμιφανὴς ῥοθίοισι καὶ ἠέρι πόντον ἐρέσσων.
στέρνα δὲ νυμφάων ἐζώσατο παντρόφον αἴγλην
μαρναμένην χιόνεσσι, φύσις δʼ ἤμειπτο χαλάζης
εἰς ῥόον ὀμβρήεντα, χιὼν δʼ ἐτινάσσετο γαίῃ
φέγγεϊ νικηθεῖσα, βιαζομένη δὲ γαλήνῃ
ἔρρεε ποικιλόδακρυς ἀνηναμένη μόθον αἴγλης.
πηγάων δὲ τένοντες ἐμυκήσαντο ῥεέθροις
στεινόμενοι νιφάδεσσι διιπετέων προχοάων,
μαζοὶ δʼ ἐσφριγόωντο ῥοώδεες· ἐκ δὲ χαράδρης
ὦρτο ῥόος παλίνορσος, ὅπῃ πιτυώδεος ὕλης
νείοθεν ἐρρίζωντο συνήλικες ἔρνεσι νύμφαι.
τοῖα δʼ Ἁμαδρυάδων τις ὑπερκύπτουσα πετήλων
ἔννεπε πηγαίῃ ῥοδοπήχεϊ γείτονι νύμφῃ·
χαῖρε μοι, ἀρχεγόνοιο φίλον τέκος Ὠκεανοῖο,
φυταλιῆς βασίλεια· τί μοι χρέος ἐστὶ ῥοάων
βριθομένῃ γεράεσσι μελανστέρνων νεφελάων;
οὐχ ὁράᾳς ὅσος ὄμβρος ἐμὴν ἐβιήσατο λόχμην
ἡμετέρης ἔντοσθεν ἀποστάζων πλοκαμῖδος;
ἔνθεν ἔχεις τόσον οἶδμα, τάλαν … τ … ιν ἐγείρω;
θυμοδακὴς ὅτι μῦθος, ἔπειτα δὲ μῆτις ἀμείνων.
ἐγγύθι γὰρ χρόνος οὗτος, ὅταν ποτὲ Σείριος αἴθῃ·
ἔνθα τεῶν γεράων τιμήορος ἔσσεται ὥρη.
ναὶ τότε, πότνα, τίταινε φυτοσπόρον ὄμβρον ἀρούραις
εἰσέτι διψαλέῃσιν, ὅπως χάρις εὔχαρις εἴη.
ἡ μὲν ἔφη γελόωσα, χάρις δʼ ἀπελάμπετο πολλή,
εἰς ἔριν ὀρνυμένη φιλομειδέα· πὰρ δὲ ῥεέθροις
στέρνοθεν ἀντέλλουσα παρήορος ὕδασι νύμφη
ἤθελεν Ἀδρυάδεσσιν ἐριδμαίνειν ἐνὶ μύθοις,
ἀλλὰ …
…
… ομένων ζείδωρον ἐς ὄρθριον ἔργον,
τλησιπόνοις δὲ βόεσσιν ἐφήρμοσαν … ς.
ἔνθα μετʼ αἰθερίων χιονώδεα κῶμον ἐρώτων
Ἄρει γειοπόνῳ νυμφεύεται ὄμπνια Δηώ.
πάντες δʼ εὐχετόωντο, θύος δὲ μέμηλεν ἑκάστῳ
βωμὸν ἀν … α … ι Δηώιον· ἐς δὲ θυηλάς
πλαζόμενος σκοπέλοισι καλαύροπι πείθετο ταῦρος.
… δὲ φάλαγγες ἐπερρώοντο βοτῆρι
ἁψαμένῳ θυόεσσαν Ἐλευσινίης φλόγα πεύκης.
ἀγρονόμοι δʼ ἀγέροντο, περιστέψαντο δὲ βωμόν
ἀζαλέον τινὰ κόσμον ἀμαλλήεντα τιθέντες
αἴσιον ἐσσομένης σταχυώδεος ἄγγελον ὥρης.
ὕμνησαν δὲ γέροντες, ἐπωρχήσαντο δὲ κοῦροι
ἁζόμενοι μεγάλοιο φιλοξενίην Κελεοῖο.
Ῥαριάδος μέλποντο φιλοφροσύνην βασιλείης,
ἧς χάριν ἠσπάζοντο βροτοὶ
ἀνδράσιν εὐάντητος ἐφ …
Τριπτολέμῳ ζεύξασα δρακοντείων ζυγὰ δίφρων,
θεσμοφόρον δʼ ἐτέλεσσεν ἀγήνορα δῆμον Ἀθήνης.
καὶ τὰ μὲν ἐν θυέεσσι· βόες δʼ ἀροτῆρι σιδήρῳ
νειὸν ἐπεσπέρχοντο μεταλλεύοντες ἀρούρης,
μαστίζων δʼ ἑκάτερθε συνωρίδος ἰσχία ταύρων
γηπόνος ἡνιόχευεν ἐπʼ ἰξύος ἡνία τείνων
ῥινὸς εὐτρήτοιο περισφίγγοντα κελεύθους;
—οὕτω πανδαμάτειρα φύσις πειθήμονι τέχνῃ
ἐξ ὀρέων ἐς ἄροτρα βοῶν ἐβιήσατο φύτλην
ὠμοβόρῳ τίκτουσαν ἐοικότα τέκνα λοχείῃ· —
ἐκταδίην δʼ ἐχάραξε τανυπλεύρου πτύχα γαίης
στοιχάδα δινεύων ἐριβώλακα, βαιὰ δὲ βαίνων
χειρῶν ἄχθος ἔρειδεν ἐς αὔλακα, μή ποτʼ ἀρότρῳ
τρηχὺς ὑπαντιόων κρύφιος λίθος ἔργον ἐρύκῃ.
… βωτοισιν ἀνα … ἀρδμὸν ὁδεύων
ἀνδρομέης ἔσπειρεν ἀγρὸν θρεπτῆρα γενέθλης
ῥαίνων ἔνθα καὶ ἔνθα φυτοσπόρα δῶρα θεαίνης.
τέμνε δὲ πυροφόρον πέδον ἕρκεσι, μίμνε δὲ βάκτρῳ
πυροβόρων γεράνων πολεμήιον ἑσμὸν ἐρύκων
ἰλαδὸν ἱπταμένων, τόσσην δʼ ἀνεβάλλετο μολπήν
… θαλύσιον ὕμνον ἀείδων·
… πων ἱερὸν γένος· ὡς γὰρ ὀίω,
… υκε, τάχʼ ἂν μακάρεσσιν ἐρίζοι·
… ήσαιτο, τίς ἂν στάχυν ἁγνὸν ἀέξοι;
… μεγάλῃσιν ἐπʼ ἐλπίσιν ἵλαος εἴης
… πολύολβε, σύ δʼ οὐ μάθες ὄργια δεινά
… δεδαήκε … ειψαι
… βασίλεια πολύλλιτε, νεῦσον ἰδέσθαι
… ροισι νεμον … τ … κ … λ … ς κὲν ἀέξοις
εισιδ … πα καὶ ὥριον ἔργον ἀμάλλης.
τοῖα γέρων μέλπεσκε· μέλος δʼ ἀπαμείβετο νύμφη
ἐγγύθι βουκολέουσα, λάθεν δʼ ἄρα θῆλυς ἐοῦσα
ἀνέρος εἷμα φέρουσα καὶ ἄρσενα δεσμὰ πεδίλων.
πᾶσα μὲν ἐσφήκωτο καλυψαμένη χρόα πέπλοις,
ποιμενίῳ ζωστῆρι περίπλοκος· ἐκ δὲ καρήνου
χαίτην ἀμφιέλισσαν ἀποθλίψασα κομάων
… ιην ἐδίηνεν ὅλην ῥάχιν, οὐδέ μιν αἴγλη
ἑσπερίη τέρσαινεν ἀποστάζουσαν ἐέρσην.
ἡ μὲν ἀλυσκάζουσα πάτον κρυμνώδεος ὕλης
γήλοφον αἰγλήεντα μετήλυθεν, ἠελίῳ δέ
κύκλα νιφοβλήτοιο περιστείλασα χιτῶνος
ἀκροτάτων γύμνωσεν ἐς εὐφυέων πτύχα μηρῶν.
οὐδʼ ἀγέλης ἀμέλησεν· ἀλωομένην δὲ τιθήνην
κλα … πτευουσαν εὐπτόρθων παλιούρων
καλλωπιζομένην κερεαλκε … α
γλακτοφάγων βρεφέων … θηλυτέρης δέ
ἦκα περισφίγξασα πολύρρυτον ἄντυγα μαζῶν
εἷλκε ῥόον γλαγόεντα καὶ ὤπασε Πανὶ θυηλήν.
ἤδη μὲν Φαέθοντος ἐφʼ ἑσπερίης πόμα λίμνης
αἰθερίην κροτέοντες ὑπʼ ἴχνεσιν ἀτραπὸν ἵπποι
ἄντυγα μυδαλέην λιποφεγγέος ἕλκον ἀπήνης.
ἠέρι δʼ ἠγερέθοντο πάλιν νεφελώδεες ἀτμοί
ἐκ χθονὸς ἀντέλλοντες, ἀπεκρύπτοντο δὲ πάντα
τείρεα πουλυθέμεθλα καὶ οὐκέτι φαίνετο μήνη.
ὑψιπέτης δʼ ὅρμαινε μέγας βρονταῖος ἀήτης
λάβρος ἐπαιγίζων, νεφέων δʼ ἐξέσσυτο δαλός
ῥηγνυμένων ἑκάτερθε καὶ ἀλλήλοισι χυθέντων.
παῖδα δὲ νηπιάχοντα πατὴρ ἐπὶ κόλπον ἀείρας
οὔασι χεῖρας ἔβαλλεν, ὅπως μὴ δοῦπον ἀκούσῃ
ὕψοθεν ἀλλήλῃσιν ἀρασσομένων νεφελάων.
αἰθὴρ δʼ ἐσμαράγησεν, ὀρινομένη δὲ καὶ αὐτή
παρθένος ἑλκεσίπεπλος ἑὴν ἐκάλεσσε τιθήνην.
γαῖα δὲ καρποτόκων λαγόνων ὠδῖνας ἀνέσχεν
αἰθέρι καὶ νεφέεσσιν ἐπιτρέψασα γενέθλην.
Ἀλλά μοι εὐμενέοιτε καὶ ἐξ ελ …
πέμπετέ με σπείσαντες ἐφισταμεν …
Κυρήνη καλέει με, βιαζόμενος δέ με Φοῖβος
ἕλκει θηροφόνοιο φίλης ἐπὶ γούνατα νύμφης.
δεῦτε, φίλοι, πρὸς ἔδεθλον ἀρειμανέος Πτλοεμαίου,
ἔνθα με κικλήσκουσι Λιβυστίδες εἰσέτι Μοῦσαι.
… ου εἰς τὸν πατρίκιον Θεαγένη ιχθ …
Ἑλλάδος ἁγνὸν ἄγαλμα, Θεάγενες, ὧ ἔνι πάντων
ἔμπεδον Ἑλλήνων θαλέθει πανδήμιος ὄλβος,
εὔδιον ὑμνοπόλου γενεῆς σκέπας, ᾧ ἔνι πάσας
ὕβρεϊ γηράσκων Ἑλικὼν ἀνεθήκατο Μούσας,
ἄλσος ἀκηράσιον ξενίου Διὸς, ᾧ ἔνι πάντων
πᾶσα πολυπλάγκτων μερόπων ἀμπαύεται ὁρμή·
αἰετὸς αἰγιόχοιο Διὸς βασιλήιος ὄρνις
αἴθριον ἠελίοιο βολὴν χρυσάμπυκος αἴγλης
ἧς εὐηγενίης ἐπιμάρτυρον οἶδε καλέσσαι,
Γερμανοὶ δʼ ἐφέπουσι θεμιστοπόλου ποταμοῖο
μάρτυν ἀμωμήτοιο δικασπόλον οἶδμα γενέθλης·
σῆς δʼ εὐηγενίης ἐπιμάρτυρα πᾶσι φυλάσσεις
Ζῆνα γιγαντοφόνοιο κυβερνητῆρα χορείης.
Ζῆνα γὰρ αὐτὸν ἄνακτα καὶ Αἰακὸν ἀμφιπολεύεις
φύτλης ὑμετέρης ἡγήτορας, ἧς ἀπὸ πᾶσα
πάσαις ἐν πολίεσσιν Ἀχαιϊάς ἐστι γενέθλη.
ποῖον σ … ος, ποίην δὲ τ … ων
ἑπτάμιτον φόρμιγγα τεὰς ἀκτῖνας ἀείσω;
πατρίδα σὴν πρώτην παρελεύσομαι· εὐεπίης μέν
χεύματα φωνήεντα τεαὶ νικῶσιν Ἀθῆναι.
ἔνθα γὰρ αἰγλήεις ἀνεθήκατο μάντις Ἀπόλλων
καὶ κιθάρην καὶ τόξα καὶ ἔρνεα θέσκελα δάφνης.
ἀλλά οἱ εὐρύτερόν τι μέλος μετὰ τοῦτο φυλάσσω
σὸν πόθον εὐκελάδοιο φέρων ἡγήτορα μολπῆς.
ἐκ δὲ τεὸν μέλπειν φέρομαι γένος· ἀλλὰ λιγαίνειν
δειμαίνω, γενεῇ γὰρ ἐμὴν σειρῆνα καλύπτεις.
εἰ μὲν εὐφθόγγοισιν ἀνύμνεον ἄλλον ἀοιδαῖς
ἀνέρα τιμήεντα βοώμενον, ἦ τάχα κέν μιν
ἠγαθέοις ἤειδον ἀριστήεσσιν ἐίσκων
Ἑλλάδος εὐκαμάτοιο· σὲ δʼ Ἑλλάδα πᾶσαν ἀείδων
ἀγνώσσω τίνα τοῦτον ἐν ἡρώεσσι καλέσσω.
Αἰακὸν αὐδήσω; Τελαμώνιον αἷμα κομίζεις.
Κέκροπα κικλήσκω καὶ Ἐρεχθέα δῖον ἐνίψω;
γνήσιον ἀμφοτέρων γένος ἔπλεο. Νέστορα λέξω;
Νέστορος αἷμα φέρεις. Λαπίθην δέ σε Καινέα φαίην;
Καινέος ἐκβλάστησας. ἀπʼ Ἀρκαδίης σε βοήσω;
Ἀρκάδος ἀρχεγόνοιο Λυκάονος ἐς γένος ἕρπεις.
… εντα καὶ Ἡρακλῆα καλέσσω;
γνήσιος ἀντέλλεις Πελοπήιος. ἄλλον ἀείσω
Μιλτιάδην; καὶ τόνδε φέρεις ἡγήτορα φύτλης.
αὐδήσω σε Πλάτωνα; Πλατωνίδος ἐσσὶ γενέθλης.
ἔν σοι πάντας ἔχεις, πάντων μέρος αὐτὸς ἐτύχθης,
σῆς εὐηγενίης προτερηγενὲς εὖχος ἀέξων.
εἰ δʼ ἐθέλεις, δείξοιμι τεῆς κρήδεμνα γενέθλης·
Ἀζειόν ποτε κοῦρον ἐγείνατο κυσαμένη Χθών
Τιτήνων μεγάλοισι συνηβήσαντα κυδοιμοῖς.
Ἀζειὸς δὲ Λύκωνα γίγας τεκνώσατο νύμφης
ἀντήσας ἐς ἔρωτα, Λύκων δʼ εὐώπιδα κούρην
ἥρως Δηιάνειραν. ἀεξομένης δὲ Πελασγός
εἰς λέχος εὐποίητον ἐπήλυθε Δηιανείρης,
Ζηνὸς ἐλευθερίοιο φίλος γόνος, ἧς ἀπὸ λέκτρων
Ἀρκαδίης ἐφύτευσε Λυκάονα ποιμένα γαίης.
… αροκ … δέμνιον εὐπατερείης
… ων … ν· ἀπʼ ἠυτόκοιο δὲ νύμφης
… ος κικλήσκετο Βοῦνος
ασι … ον ἀρηίφιλος δὲ Κροτωπ …
ὕια φ … βεβοημένον Ἑλλάδι γαίης