Περὶ τῶν συμβαινόντων ταῖς κυούσαις.
Τῶν συμπιπτόντων ταῖς κυούσαις ἐπειδὴ ταῦτα μάλιστα ἐνοχλεῖ, τὸ περισσαίνειν καὶ συνεχῶς ἐμεῖν καὶ πτυελίζειν καὶ καρδιώσσειν καὶ ἀσιτεῖν, οὐ χεῖρον καὶ πρὸς ταῦτα ὑποθήκας γράψαι. περίπατοι, σιτία μήτε ἄγαν στρυφνὰ μήτε ἄγαν γλυκέα καὶ οἶνοι κιρροὶ καὶ εὔοσμοι, πενταετεῖς μάλιστα, ἁρμόττουσι καὶ τὸ μέτριον ποτόν. ταῦτα πάντα τοῦ περισσαίνειν καὶ τοῦ ἐμεῖν ἰάματά ἐστιν· ὡς δὲ φάρμακα, πολύγονον μὲν τὴν πόαν ἐν ὕδατι ἕψοντα πίνειν καὶ ἄνηθον ὡσαύτως καὶ τῆς Ποντικῆς ῥίζης· καλεῖται δʼ ἐπιχωρίως ῥᾶ. τοῦτο καὶ ἐπὶ τῷ σίτῳ καὶ πρὸ τοῦ σίτου λαμβάνειν· ἔξωθεν δʼ οἰνάνθην καὶ βαλαύστιον καὶ κυτίσου καὶ σμυρνίου κόμην καὶ μαράθρου σπέρμα, κοινῇ τε καὶ ὡς ἂν μίσγειν ἐθέλοι, μετὰ φοινίκων καὶ οἴνου παλαιοῦ καταπλάσσειν τὸ προκάρδιον. τοὺς δὲ καρδιωγμοὺς ἐπικουφίζει τό τε ἐπιρροφεῖν θερμοῦ ὕδατος καὶ τὸ ἡσυχῇ περιπατῆσαι καὶ τὸ σκεπάζειν τὸ ὑποχόνδριον ἐρίῳ μαλακῷ. τὰς δʼ ἀποσίτους προτρέποι ἂν ἐσθίειν τά τε ποικίλα σιτία καὶ τὰ πρὸς ἡδονὴν καὶ ἄμυλον ξηρόν. καὶ μᾶλλον ἂν τοῦτο συνενέγκαι ταῖς ἐπιθυμούσαις γῆν ἐσθίειν. εὔσιτοι δὲ καὶ οἱ πόνοι καὶ αἱ μακρότεραι ἀποδημίαι. ἥτις δʼ εἰθίσθη ἀταλαιπώρως διαιτᾶσθαι, κύουσα αὕτη οὐ χρηστῶς ἤνεγκε τὰς ἐξαπιναίους κινήσεις. καὶ τὸ δριμέων δέ ποτε ἀπογεύεσθαι, καὶ μάλιστα νάπυος, ἐπιτήδειον τῇ ἀποσίτῳ. πρὸς δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαίρετα ἀνθήλην ὄξει βεβρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβης πλατέα ἐπιτιθέναι καὶ γῆν Κιμωλίαν μετʼ ὄξους ἐπιχρίειν καὶ στυπτηρίαν μετʼ ὄξους ὡσαύτως. ἀγαθὸν δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων ἑψήσασαν ἐν ὕδατι κατανίζειν τοὺς πόδας.
Περὶ τιτθῆς.
Αἱρεῖσθαι χρὴ τιτθὴν μηδὲ ὁτιοῦν νόσημα ἔχουσαν, μήτε ἄγαν νεωτέραν μήτε ἄγαν πρεσβυτέραν. ἔστω δʼ ἡ μὲν νεωτάτη ἐτῶν κε, ἡ δὲ πρεσβυτάτη ἐτῶν λε. καὶ στῆθος μέγα ἐχέτω καὶ τιτθοὺς μεγάλους καὶ θηλὰς μήτε μεμυκυίας μήτε ἀπεστραμμένας. ἔστω δὲ καὶ τὸ ἄλλο σῶμα μήτε πίων ἰσχυρῶς μήτε ὑπέρλεπτος. μέγα δʼ ἐστὶ τῷ παιδίῳ καὶ τὸ τὴν τιτθὴν μὴ πάλαι τετοκυῖαν εἶναι καὶ ἄρρεν μᾶλλον. φυλασσέσθω δὲ καὶ τὰ πάνυ ξηραίνοντα καὶ τὰ ἁλυκὰ καὶ δριμέα καὶ στρυφνὰ καὶ ὀξέα καὶ πικρὰ καὶ ἰσχυρῶς θερμαίνοντα καὶ τὰ πάνυ δύσοσμα καὶ τὰς ἐπισήμους εὐωδίας τε καὶ ἀρτύσεις καὶ τὰ ἄλλα τὰ δριμέα. ἀπεχέσθω δʼ ἡ τιτθὴ καὶ λαγνειῶν καὶ πονείτω ἀπὸ τῶν χειρῶν καὶ τῶν ὤμων. ἀλεσάτω οὖν καὶ ὑφηνάτω καὶ ἐπʼ ἀγκάλης ἔχουσα τὸ παιδίον περιελθέτω· φέρειν δʼ ἐπʼ ἀγκάλης τρίμηνα καὶ τετράμηνα.
Περὶ τοῦ τῆς τροφοῦ γάλακτος.
Γάλα δὲ βέλτιστόν ἐστι τὸ σύμμετρον πάχει καὶ πλήθει, χρόᾳ, ὀσμῇ, γεύσει· χρήσιμον δʼ ἐστὶ καὶ τὸ ἐπὶ τοῦ ὄνυχος ἐπισταζόμενον τοῦ μεγάλου δακτύλου, ὑπὸ τὴν αὐγὴν θεωρούμενον, ὅταν ἐν τῷ ἀποκλίνειν τὸν ὄνυχα μήτε ταχέως μήτε βραδέως ἀπορρέῃ, χρήσιμον. δοκιμάζειν δὲ καὶ οὕτως· ἐγχέαντα τὸ ὄγδοον μόριον τοῦ γάλακτος εἰς ἀγγεῖον ὑέλινον ἐμβάλλειν ταμίσου τὸ σύμμετρον καὶ διαθλῖψαι τοῖς δακτύλοις, εἶτʼ ἐάσαντα ἕως παγῇ, θεωρεῖν εἰ ἔλαττον τὸ τυρῶδες τοῦ ὀρώδους· τὸ γὰρ τοιοῦτον γάλα ἄχρηστον, τὸ δʼ ἐναντίον δύσπεπτον· ἄριστον δὲ τὸ σύμμετρα ἔχον ἀμφότερα.
Πῶς διορθωτέον τὰς κακίας τοῦ γάλακτος.
Τὰς δὲ κακίας τοῦ γάλακτος διορθοῦν χρὴ ὧδε· εἰ μὲν τύχοι παχύτερον, ἐμέτοις ἐξελεῖν δεῖ τοῦ φλέγματος· ἄριστοι δʼ οἱ ἐπὶ τῷ ὀξυμέλιτι. δεῖ δὲ καὶ τοῖς πόνοις λεπτῦναι τοῖς πρὸ τῶν σιτίων. ἐνταῦθα δήπου καὶ ὀρίγανον καὶ ὕσσωπον καὶ ἡ θύμβρα καὶ ὁ σκάνδιξ καὶ ὁ θύμος ἐπιτήδεια, καὶ ῥαφανὶς ὀλίγη καὶ τάριχος παλαιὸν μετʼ ὀξυμέλιτος. εἰ δέ που γένοιτο δριμύτερόν τε καὶ λεπτότερον, ἐνταῦθα τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ τὴν τιτθὴν ῥοφήμασί τε καὶ κρέασι χοίρων καὶ σίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν· εἰ δʼ ἧσσον γένηται, τῶν τε ῥοφημάτων προσφέρειν καὶ δαψιλέστερον διαιτᾶν καὶ οἶνον διδόναι πίνειν γλυκὺν καὶ ἀνατρίβειν στῆθος καὶ τιτθούς. ταῖς δʼ ἂν καὶ σικύα προσβαλλομένη παράσχοι τὸ δέον. τὰ δὲ φάρμακα οἷς ἄγουσι γάλα ὅτι μὲν ἀνύει τι, οἶδα· οὐ μὴν συνεχῶς χρῆσθαι αὐτοῖς κελεύω· συντήκει γὰρ βιαιότερον· ἔστι δὲ μαράθρου τε ῥίζα καὶ ὁ καρπὸς ἡψημένα ἐν πτισάνῃ καὶ κυτίσου φύλλα ἐν οἴνῳ μέλανι ἢ πτισάνῃ καὶ μελάνθιον ἐν γλυκεῖ καὶ ἄνηθον καὶ σταφυλίνου ῥίζα καὶ ὁ καρπός. χρὴ δὲ θερμῷ προαιονήσαντας οὕτως προσφέρειν. πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη ἢ δριμύ, καὶ εἰ δυσῶδες, προαμέλξασαν οὕτω προστίθεσθαι τὸ παιδίον· τὸ δὲ δριμὺ μηδέποτε ἀσίτῳ διδόναι. τὰς δὲ δυσωδίας κἂν οἶνος εὐώδης κἂν σιτίον ἡδὺ διορθοῦν δύναιτο.
Κομιδὴ παιδίου.
Πρώτην τροφὴν εἰσφέρειν δεῖ τῷ νεογενεῖ παιδίῳ τοῦ μέλιτος, μετὰ δὲ τοῦτο τοῦ γάλακτος διδόναι δὶς τῆς ἡμέρας ἢ τρὶς τὸ πλεῖστον· ὅταν δʼ αὐτό τε πρόθυμον ᾖ λαμβάνειν καὶ ἐλπίδας παρέχῃ εἰς πέψιν, τηνικαῦτα ἤδη καὶ σιτίον διδόναι μὴ ἐμπιπλᾶσαν. εἰ δέ που λαθόντα πληρωθείη, ὑπνωδέστερά τε εὐθὺς γίνεται καὶ νωθρότερα, καὶ ὄγκος ἐν γαστρὶ ἔνεστι καὶ φῦσα, καὶ οὐρεῖ ὑδατωδέστερα, οἷς χρὴ τεκμαιρομένην μηδὲν διδόναι, ἔστʼ ἂν καταναλώσῃ. ἀρκεῖ δʼ ἔτη δύο τρέφειν τῷ γάλακτι, τὸ δʼ ἐντεῦθεν μεταβάλλειν πρὸς σιτία.
Περὶ τῶν γινομένων ἐξανθημάτων τῷ παιδίῳ.
Ὅσα δὲ τῷ παιδίῳ ἐξανθεῖ κατὰ τὸ δέρμα, χρὴ τὸ μὲν αὐτίκα ἀσμένην δέχεσθαι· ὅταν δʼ ἀπανθήσῃ καλῶς, τηνικαῦτα ἤδη θεραπεύειν, τοῖς μὲν λουτροῖς προσεμβάλλουσαν μυρσίνης ἢ σχίνου ἢ ῥόδων, εἶτα ῥοδίνῳ ἢ σχινίνῳ χρωμένην καὶ κηρωτῇ ἐψιμμιθιωμένῃ, καὶ ῥύπτειν δέ που τοῖς νίτροις μαλακώτερον· οὐ γὰρ οἴσει τὰ ἰσχυρότερα. κάλλιστον δὲ καὶ τὴν τιτθὴν διαιτᾶσθαι τῷ γλυκυτέρῳ τρόπῳ, κάλλιστον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆσαι μήτε ἐμπιπλάντας μήτε αὖ σφόδρα ἐνδεῶς. ἐὰν δʼ ἐφιστῆται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτος ἐπιχέοντα συνεψεῖν τῇ τροφῇ· ἐὰν δὲ μηδὲ οὕτως ὑπακούῃ, τῆς τερμινθίνης παρεμβάλλειν ὅσον ἐρέβινθον· παρυγραινομένης δὲ τῆς κοιλίας κέγχρον μάλιστα προσφέρειν.
Περὶ βηχὸς παιδίου καὶ κορύζης.
Εἰ δέ ποτε βὴξ ἢ κόρυζα συμβαίη τῷ παιδίῳ, τοὺς μελιτισμοὺς καλουμένους παραληπτέον· χρὴ τοίνυν λούσασαν αὐτὸ πολλῷ θερμῷ καὶ κατὰ κεφαλῆς χρῖσαι μέλιτι πολλῷ κἄπειτα τῷ δακτύλῳ τὴν γλῶτταν πρᾴως πιέσαι· ἐμεῖ γὰρ φλέγμα πολύ.
Περὶ ὀδαξησμοῦ.
Εἰ δέ τις ὀδαξησμὸς παρείη τῷ παιδίῳ, πυρίᾳ χρηστέον καὶ ἀφθόνῳ ἀλείμματι διʼ ἐλαίου ἀπέφθου συντακέντος ὀλίγου κηροῦ.
Περὶ ὀδοντοφυΐας.
Ὀδοντοφυΐαι γίνονται μὲν περὶ ἕβδομον μῆνα· συμβαίνουσι δὲ τότε φλεγμοναὶ τῶν τε οὔλων καὶ σιαγόνων καὶ τενόντων καί ποτε καὶ σπασμοί. χρὴ οὖν τηνικαῦτα μηδὲν διδόναι τῷ παιδίῳ μασήσεως δεόμενον, τῷ δακτύλῳ δὲ συνεχῶς παρὰ τὸ λουτρὸν τὰ οὖλα ψηλαφᾶν καὶ μαλάσσειν ὀρνιθείῳ στέατι ἢ ἐγκεφάλῳ λαγωοῦ, τῶν δʼ ὀδόντων ἤδη παρακυψάντων χρῆσθαι τρυφερῶν ἐρίων καθαρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆς καὶ σιαγόνων ἐμβροχῇ τε τῶν αὐτῶν διʼ ἐλαίου γλυκέος καὶ θερμοῦ παρενσταζομένου καὶ τοῖς ἀκουστικοῖς πόροις. χρὴ δὲ τηνικαῦτα τὸ παιδίον εὐσταλέστερον διαιτᾶν καὶ λούειν θερμῷ, καὶ εἰ μὲν διάρροιαν ἔχοι, πειρᾶσθαι συνάγειν τὴν γαστέρα τοῖς ἐπιθέμασιν, οἷα μάλιστα ἵστησι, τὸ κύμινον ἐμπάσσοντας ἐρίῳ ἢ τὸ ἄνησον ἢ τὸ σέλινον. ἀγαθὸν δὲ καὶ σπέρμα ῥόδων προσμίσγειν καὶ τὸ ὅλον θερμῶς ξηραίνειν. εἰ δὲ μηδὲν ὑπίοι κάτω, ἐρεθίζειν πρᾴως τῷ μέλιτι, πλάσσοντας ὡς βαλάνιον, ἢ μίνθῃ τετριμμένῃ μετὰ μέλιτος διαχρίειν. δοκεῖ δὲ κάλλιστα βοηθεῖν τοῖς σπασμοῖς τῶν παιδίων ἡλιοτρόπιον ἑψόμενον ἐν ὕδατι, εἰ λούοιτο ἐν τούτῳ τὸ παιδίον. ὠφελεῖ δὲ καὶ ἰρίνῳ χρῖσαι ἢ κυπρίνῳ καὶ τῷ Σικυωνίῳ καὶ τὸ σύμπαν θερμαίνειν. ἐπεὶ δʼ ἀνατελλόντων τῶν ὀδόντων δάκνει τοὺς δακτύλους καὶ τιτρώσκει, καλῶς ἂν ἔχοι κατέχειν ἴρεως ῥίζαν ἐζεσμένην μὴ πάνυ ξηράν. τοῦτο καὶ τοῖς ἕλκεσι προσβοηθεῖ. καὶ τὸ βούτυρον μετὰ μέλιτος διαχριόμενον ὀνίνησιν. τοὺς δʼ ὀδαξησμοὺς τῶν οὔλων σὰρξ ταρίχου παλαιοῦ ὀνίνησιν.
Πρὸς ἄφθας.
Γίνεται δὲ τῷ παιδίῳ καὶ ἕλκος τὸ καλούμενον ἄφθα, τὸ μὲν ὑπόλευκον, τὸ δʼ ὑπέρυθρον, τὸ δʼ αὖ μέλαν οἷον ἐσχάρα· κάκιστον δὲ τὸ μέλαν καὶ θανατωδέστατον. βοηθεῖ δʼ ἶρις μετὰ μέλιτος, καὶ εἰ ξηρὰν ἐμφυσᾶν ἐθέλοις, καὶ ῥόδων φύλλα κεκομμένα καὶ τὸ ἄνθος τῶν ῥόδων καὶ κρόκος καὶ ὀλίγον σμύρνης καὶ ἡ κηκὶς καὶ ὁ λιβανωτὸς καὶ ὁ φλοιὸς τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαστον, μέλιτι δευόμενα· ἐπὶ δὲ τούτοις μελίκρατόν τε καὶ ῥοιᾶς γλυκείας ὁ χυλός.
Πρὸς τὰ τῶν μηρῶν παρατρίμματα.
Τὰ δὲ κατὰ μηροὺς ἐκτρίμματα μυρσίνῃ ξηρᾷ διαπάσσειν καὶ κυπέρῳ καὶ ῥόδοις.
Πρὸς τὰς τῶν ὤτων ὑγρότητας.
Τὰς δὲ τῶν ὤτων ὑγρότητας ξηραίνειν ἢ ἔριον ἀπὸ στυπτηρίας ἐντιθεῖσαν ἢ οἴνου ἢ μελικράτου παλαιοῦ ἐνστάζουσαν ἢ κρόκον μετʼ οἴνου τρίψασαν.
Περὶ σειριάσεως.
Σειρίασίς ἐστι φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγας μερῶν· παρακολουθεῖ δὲ τοῦ βρέγματος κοιλότης καὶ τῶν ὀφθαλμῶν μετʼ ὠχριάσεως καὶ ξηρότητος τοῦ σώματος. βοηθεῖ δʼ αὐτοῖς ὠοῦ τὸ ἐρυθρὸν μετὰ ῥοδίνου τιθέμενον κατὰ τοῦ βρέγματος ἐν τρόπῳ πτύγματος συνεχῶς ἀλλασσόμενον.
Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆς ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων.
Τοὺς νηπίους καὶ ἀπὸ τοῦ γάλακτος γεγονότας ἐπʼ ἀνέσει τε ἐᾶν καὶ ἱλαρότητος γυμνασίᾳ καὶ τροφὰς αὐτοῖς προσφέρειν ἐλαφρῶς· ἀπὸ δὲ τῶν ἓξ καὶ ἑπτὰ ἐτῶν τούς τε παῖδας καὶ τὰς κόρας γραμματισταῖς παραδιδόναι πραέσι καὶ φιλανθρώποις — οὗτοι γὰρ μετʼ ἀνέσεως καὶ χαρᾶς διδάσκουσιν· ἡ δʼ ἄνεσις τῶν ψυχῶν εἰς εὐτροφίαν σώματος μεγάλα συμβάλλεται· τοὺς δὲ δωδεκαετεῖς τῶν παίδων πρός τε γραμματικοὺς φοιτᾶν ἤδη καὶ γεωμέτρας καὶ τὸ σῶμα γυμνάζειν ἀναγκαῖον. ἀπὸ δὲ τῶν τεσσαρεσκαιδεκαετῶν μέχρι τῶν τριῶν ἑβδομάδων ἁρμόσει μαθημάτων ἄσκησις καὶ φιλοσόφων λόγων κατήχησις καὶ γυμνάσια πλείονα παραλαμβάνειν διὰ τὴν ἰσχὺν τοῦ σώματος, ὅπως καὶ ψυχῇ καὶ σώματι πονοῦντες ταῖς ὁρμαῖς κωλύωνται χρῆσθαι ταῖς εἰς ἀφροδίσια. συναιρετέον δὲ καὶ τὸν οἶνον ἐπὶ τούτων. τοῖς δʼ ἀκμάζουσιν ἁρμόζει δίαιτα τελεία καὶ ψυχῆς καὶ σώματος· διὸ γυμνασίοις χρηστέον πᾶσι, μάλιστα δʼ οἷς ἕκαστος εἴθισται, καὶ τροφαῖς ἱκαναῖς τρέφεσθαι καὶ εὐτρόφοις. τοῖς δὲ παρακμάζουσιν ἁρμόζει δίαιτα ὑφειμένη καὶ ψυχῆς καὶ σώματος· τὰ γὰρ γυμνάσια, ὁποῖά ποτε ἂν ᾖ, κατὰ λόγον τούτων ὑφαιρετέον, καὶ τὰς τροφὰς ἐκ προσαγωγῆς συσταλτέον, τῆς ἕξεως αὐτῶν ἀρχὴν ψύξεως λαμβανούσης.
Περὶ κόπων τῶν ἐπὶ γυμνασίοις.
Ὁ ἑλκώδης κόπος ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων· ὁ δὲ τονώδης, ἐν ᾧ τείνεσθαι δοκεῖ τὰ μόρια, ... περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἄξιον λόγου ἔγκειται τοῖς σώμασι, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐγγίνεται, καθʼ ἣν τείνεσθαι δοκοῦσι, κἂν μηκέτι τείνωνται. ὁ δὲ φλεγμονώδης, καθʼ ὃν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς οἱ μύες ἐπισπάσωνταί τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων. ἔστι δὲ καὶ ἄλλη διάθεσις τετάρτη, ἧς ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἀποδύντων αὐχμηρὸν καὶ προσεσταλμένον φαίνεσθαι τὸ σῶμα καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν. τὴν δʼ ἴασιν ὁ μὲν ἑλκώδης κόπος ἔχει τὴν διαχώρησιν τῶν περιττωμάτων διὰ τρίψεώς τε πολλῆς καὶ μαλακῆς σὺν ἐλαίῳ πολλῷ μηδεμίαν ἔχοντι στύψιν. ὁ δʼ ἕτερος, ὁ τονώδης, τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν χάλασιν· χαλᾶται δὲ τὸ συντεταμένον τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ διʼ ἐλαίου γλυκέος εἰληθεροῦς, ἀναπαύσει δὲ πάσῃ καὶ ἡσυχίᾳ καὶ λουτροῖς εὐκράτοις καὶ διατριβῇ πλείονι κατὰ τὸ θερμὸν ὕδωρ, ὥστε εἰ καὶ δὶς καὶ τρὶς αὐτὸν λούεις, ὀνήσεις μειζόνως. ὁ δὲ δὴ τρίτος τῶν κόπων τῆς ἰάσεως τρεῖς ἔχει τοὺς σκοπούς, κένωσιν τοῦ περιττοῦ καὶ ἀνάπαυσιν τοῦ συντεταμένου καὶ ἀνάψυξιν τοῦ φλεγμονώδους. ἔλαιόν τε οὖν πολὺ χλιαρὸν αἵ τε τρίψεις μαλακώταται καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι πολυχρονιωτάτη διατριβὴ τοὺς τοιούτους ἰᾶται κόπους· οὕτω δὲ καὶ ἡσυχία πολλὴ καὶ ἀλείμματα συνεχῆ. ἡ δὲ τετάρτη διάθεσις δεῖται κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν ὅτι μὴ θερμοτέρου τοῦ ὕδατος, ὡς συναγαγεῖν ἀτρέμα καὶ θερμᾶναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου· ἐκπηδάτωσαν εὐθέως ἐν τοῖς λουτροῖς ἐκ τῆς ψυχρᾶς δεξαμενῆς. εὐχύμου δὲ πάντες οἱ κεκοπωμένοι δέονται τροφῆς.
Περὶ στεγνώσεως.
Ἡ δὲ στέγνωσις γίνεται μὲν διʼ ἔμφραξιν ἢ πύκνωσιν τῶν πόρων· διαγινώσκεται δʼ εὐθὺς μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ καὶ σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκθερμάντῳ. ἡ δʼ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς ἐστιν· συντονωτέροις οὖν γυμνασίοις χρηστέον καὶ βαλανείοις θερμοτέροις· ἐν δὲ τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γινέσθω, μηδὲ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν. ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφέσθωσάν τινι τῶν μετρίως θαλπόντων ἐλαίῳ γλυκεῖ καὶ λεπτομερεῖ. τὰς πυκνώσεις δὲ τοῦ δέρματος ἱκανῶς ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστα εἰ χλωρὸν εἴη τὸ ἄνηθον, καὶ τὸ αἰγείρινον ἔλαιον.
Περὶ τῶν αὐτομάτων κόπων.
Ἐπειδὴ διὰ κακοχυμίαν γίνεται δριμέων περιττωμάτων ὁ ἑλκώδης κόπος, εἰ μὲν ὀλίγη παντάπασιν ἡ κακοχυμία εἴη, γυμνάσιον ἀρκέσει τὸ ἀποθεραπευτικόν, εἰ δὲ μείζων καὶ διὰ βάθους, οὐκέτι τὸν τοιοῦτον οὔτε ἐπὶ γυμνάσιον ἄξομεν οὔτε ἐπὶ κίνησιν ὅλως οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες ἐν ἀσιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν, εἶτʼ εἰς ἑσπέραν ἀλείψαντες λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμόν τε καὶ ῥοφηματώδη δώσομεν ὀλίγην· οὐκ ἀφέξομεν δʼ αὐτοὺς οὐδὲ οἴνου· πέττει γὰρ τοὺς ἡμιπέπτους χυμούς, εἴπερ τι ἄλλο, καὶ οἶνος. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατʼ ὀλίγον ἐπανάγειν τὸν ἄνθρωπον· εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου· σὺν μὲν γὰρ ἰσχυρᾷ τῇ δυνάμει δυοῖν θάτερον, ἢ φλεβοτομεῖν ἢ καθαίρειν προσήκει, διορισαμένους ὁποτέρου δεῖ μᾶλλον· σὺν ἀσθενεῖ δὲ φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν δὲ μετρίως. εἰ δʼ ὠμοὶ χυμοὶ πάμπολλοι τύχοιεν ὄντες, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως μηδὲ λούειν· φυλακτέον δʼ αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ καὶ δοτέον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα λεπτύνοντα καὶ τέμνοντα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. διαιτᾶν οὖν αὐτοὺς ἐπʼ ὀξυμέλιτι, βραχύ τι καὶ πτισάνης, ἐνίοτε δὲ καὶ μελικράτου διδόντα. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῆρταί τε καὶ ἐμπεφύσηται, καὶ ῥᾳδίως, ὅτιπερ ἂν προσάρωνται, πνευματοῦνται, βέλτιον ἂν εἴη διδόναι τι σὺν τῇ τροφῇ πεπέρεως· ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ χρῆσθαι φαρμάκῳ καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἁπλῷ. καὶ ὀξύμελι δὲ χρησιμώτατον αὐτοῖς ἐστιν. ποτῷ δὲ χρήσθωσαν ἀπομέλιτι, καὶ μάλιστα ὅταν ὀξυνθῇ, καὶ τῶν οἴνων τοῖς ὠξυσμένοις ἀτρέμα καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἵαπέρ ἐστι καὶ ἡ κάππαρις, εἰ διʼ ὀξυμέλιτος ἢ διʼ ὀξελαίου λαμβάνοιτο. ὁ δὲ τονώδης κόπος ὅταν ἄνευ γυμνασίων συνιστῆται, πλῆθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ τοῦ ζῴου μόρια. δῆλον δέ, ὅταν αἵματος ᾖ πλῆθος, ἄριστον ἤτοι φλέβα τέμνειν ἢ ἀποσχάζειν τὰ σφυρά. ὁ δὲ φλεγμονώδης αὐτόματος κόπος οὐδὲ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἡμερῶν ἀνέχεται βραδυτῆτος, ἀλλʼ αὐτίκα πυρετὸν ἐπάγει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ αἵματος. κάλλιον δέ, εἰ ἐγχωροίη, δὶς ἀφαιρεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον οὕτω κενοῦντας ὡς μὴ λειποθυμῆσαι τὸν ἄνθρωπον· τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖσθαι προσήκει. μὴ φλεβοτομηθέντες δʼ οἱ οὕτω διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι δέονται.
Δίαιτα γερόντων.
Τὸ γῆράς ἐστι μὲν ξηρὸν καὶ ψυχρόν· ἐπανόρθωσις δʼ αὐτοῦ διὰ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων γίνεται· τοιαῦτα δʼ ἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν ὑγραίνουσί τε ἅμα καὶ θερμαίνουσιν. χρὴ δὲ καὶ ἀνατρίβεσθαι τοὺς γέροντας ἅμα λίπει μετὰ τοὺς ὕπνους, ἐφεξῆς δὲ περιπατεῖν τε καὶ αἰωρεῖσθαι χωρὶς κόπου. τροφὴν δὲ διδόναι τοῖς ἀσθενεστέροις τρίτον, περὶ μὲν τρίτην ὥραν ἄρτου βραχὺ μετὰ μέλιτος Ἀττικοῦ, καὶ μετὰ ταῦτα ἑβδόμην ὥραν τριψαμένοις καὶ γυμνασαμένοις τὰ πρέποντα γυμνάσια γέρουσι καὶ λουσαμένοις πρῶτα μὲν ὅσα λαπάσσει γαστέρα προσφέρειν, ἐφεξῆς δʼ ἰχθύων ἢ ὀρνίθων κἄπειτα ἐπὶ τῷ δείπνῳ τῶν εὐχυμοτάτων καὶ δυσφθάρτων. οὐ κωλύω δʼ οὐδὲ τοῖς σκευαζομένοις διὰ μέλιτος οἴνοις χρῆσθαι, καὶ μάλιστα ὅσοις ὑποψία τις τῶν γερόντων ἐστὶν ἐν νεφροῖς λίθων γενέσεως ἢ καὶ ποδάγρας· ἐπεμβάλλειν δʼ αὐτῷ τηνικαῦτα πετροσελίνου. εἰ δέ ποτε φλέγματος ἐν γαστρὶ γεννηθέντος ἐξ ἀνάγκης ἑλοίμεθά τινα τῶν τεμνόντων αὐτό, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. διδόναι δʼ αὐτοῖς καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης τροφῆς καὶ κατὰ τὸν χειμῶνα τὰς ἰσχάδας μηδενὸς συμπτώματος αἰσθανομένοις κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δὲ τά τε ὀρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τὴν οὔρησιν ἐφʼ ἡμέρᾳ προτρέπειν χρὴ ὑπάγειν τε τὴν γαστέρα διʼ ἐλαίου μάλιστα, καταρροφοῦντας αὐτὸ πρὸ τῶν σιτίων. εὔδηλον δʼ ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν σιτίων ἐσθίειν χρὴ διʼ ἐλαίου τε καὶ γάρου. ἐπὶ πλέον δʼ ἐπισχεθείσης τῆς γαστρός, καὶ ἡ λινοζῶστις αὐτάρκης ἐστὶ καὶ κνῆκος. ποιεῖ δὲ καὶ τερμινθίνη· λαμβάνειν δʼ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ τὸ μέγεθος, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν. ἐγχεῖν δὲ καὶ ἔλαιον διὰ κλυσμοῦ τοῖς ἐπεχομένοις χρησιμώτατον.
Πρὸς τοὺς μὴ δυναμένους πλησιάζειν.
Χρίειν δεῖ λίπει συνεχεῖ τὰ αἰδοῖα μῖγμα ἔχοντι τῆς τοῦ ναρκίσσου ῥίζης μέρος βραχὺ ἢ κόκκου τοῦ Κνιδίου ἢ πυρέθρου ἢ σταφίδος τῆς ἀγρίας ἢ σπέρματος τῆς κνίδης ἢ τῆς ἄγνου. ὀρθιάζεται δὲ καὶ ὅστις ὀποῦ Κυρηναϊκοῦ κέγχρου μέγεθος ἐντίθεται. κατεσθίειν δὲ πρὸ τῆς τροφῆς ὠπτημένους βολβοὺς τοὺς ἐρυθῶντας τοὺς μικροὺς ἅμα ἁλσὶ καὶ ἐλαίῳ ἢ μάραθρα πεφρυγμένα ἅμα ταρίχῳ ἢ σκίλλης βραχὺ μεμαρασμένης.
Πρὸς ἐρρυτιδωμένον σῶμα.
Ἀρρυτίδωτον δὲ ποιεῖ σῶμα καὶ ἄλευρα ὀρόβων ἀμπέλῳ μιχθέντα τῇ λευκῇ. —Ἄλλο σμῆγμα συνεχῶς σμηχόμενον. Σῦκα πίονα ἅμα βρυωνίᾳ κόπτεται καὶ ἄλευρα ὀρόβων κεκαυμένα ἢ σηπίας ὄστρακα μέλιτος ἐπισταζομένου βραχέος.
Ὥστε ἡδὺ πνέειν.
Ὅπως δὲ πνέῃ τὸ σῶμα ἡδύ, τῇ ἁφῇ καταμίσγειν κόμην κυπαρίσσου ξηρὰν κόψαντας ἢ πίτυος φλοιόν. μεμνῆσθαι δʼ ὅπως τοῦ ὄρθρου μετὰ τὴν στολὴν μικρὸν ἀπογεύσωνται κασίας ἢ βράθυος.
Ὥστε ἀναθερμαίνειν τὴν ἕξιν.
Ἐπειδὴ δὲ δεῖ καὶ τῇ ἕξει ἀμῦναι, ῥύμματι λουόμενος πυροῦντι χρῆσθαι τῷδε· καλαμίνθην καὶ σάμψυχον καὶ ὕσσωπον καὶ δαφνίτιδας καὶ λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλας καὶ τρύγα τὴν κεκαυμένην καὶ νίτρον καὶ κίσηριν τὸ κατὰ λόγον ἑκάστου καὶ βραχὺ νάπυος καὶ ἀγρίας σταφίδος καὶ κόκκου Κνιδίου. ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπῳ χρήσθω θερμαίνοντι.
Πρὸς ἄχροιαν.
Τὴν δὲ τοῦ σώματος ἄχροιαν μειοῖ βίος εὐφρόσυνος καὶ ἡ προσηνὴς βρώμη· τῇ δὲ βρώμῃ καταμιγνύειν ῥαφανῖδας καὶ πράσα καὶ τὸν χλωρὸν ἐρέβινθον. εὔχροιαν δʼ ἐργάζεται καὶ τῆς γλυκείας ῥοιᾶς ὁ χυλὸς ῥοφούμενος. καλὸν δʼ ἐστὶ καὶ ἔλαιον ἐνεψηθείσης ἐπὶ μακρὸν αὐτῷ βρυωνίας ῥίζης. τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ σῶμα. τοῖς δὲ ῥύμμασι μιγνύειν κόλλικας γεγονυίας ἔκ τινος τῶν ῥυπτόντων ἀλεύρου καὶ βολβοῦ τῆς ναρκίσσου καὶ βρυωνίας ῥίζης. εὖ δὲ χρώζει ὅτῳ ἔστιν εὐπορία, ῥίζα τε τῆς πικρᾶς ἀμυγδαλῆς καὶ ὁ καρπὸς ἐν ὕδατι ἑψηθέντα ᾧ χρῆται λουτρῷ.
Πρὸς τὰ πελιώματα.
Κωλύειν μὲν συνίστασθαι πελιώματα τοῖς γέρουσι παχεῖαν ἐργαζομένους τὴν δορὰν καὶ δυσπαθῆ καὶ τὴν ἕξιν εὖ μάλα θερμήν. ὅπως δὲ θᾶττον ἀπογένηται, ἁλσὶ μὲν χρῆσθαι ἐν τοῖς βαλανείοις κατὰ τὸ μελανθέν, παρʼ αὐτὰ δὲ πυριᾶν σπόγγοις δευθεῖσιν εἰς ἀφέψημα τῆς ῥαφάνου ἢ τοῦ ἀψινθίου.
Ὀδόντων φυλακτικά.
Οἱ ὀδόντες οὐκ ἀπογενήσονται, ἤν τις ταῦτα ποιῇ· φυλάσσεσθαι πρῶτον δεῖ διαφθορὰς σιτίων, φυλάσσεσθαι δὲ καὶ συνεχῶς ἐμεῖν· ὑφορᾶσθαι δὲ καὶ ἐδωδὰς ὅσαι μὴ σύμφοροι ὀδοῦσι, σῦκα ξηρὰ καὶ μέλι ἑφθὸν τῷ σκληρὸν ἄγαν εἶναι καὶ φοίνικας ὅσοι δύσθρυπτοι, καὶ πάντα ὅσα τῆς κόλλης ἔχει, καὶ τὰ καταγνύμενα μόλις. ὀλέκει ὀδόντας καὶ τὰ αἱμωδίαν ἐμποιοῦντα καὶ τὰ κατάψυχρα καὶ τὰ σαπρὰ πάντα. δεῖ δὲ καὶ μετὰ τὰ δεῖπνα ἐκκαθαίρειν τοὺς ὀδόντας.
Ὥστε μὴ βαρυηκοεῖν.
Πρὸς δὲ τὸ μὴ ἀκούειν βαρὺ πρῶτον ἐκκαθαίρειν τὰ ῥύπη τὰ ἐν τῷ πόρῳ, παρὰ χρόνον δὲ καθιέναι λίνον εἰς αὐτὸν καταβαφὲν δρώπακι καὶ προσπιεσθὲν ἐξέλκειν — ἄκρα γὰρ τοῦ πόρου ἐκκάθαρσις γίνεται καὶ ἅμα τῆς ἀκοῆς πρόκλησις —, μετὰ δὲ ταῦτα οἷον ὀρόβου μέγεθος περισχεθὲν βῦσαι τὸν πόρον ἐφʼ ἡμέραν, κἄπειτα ἐξελόμενον χρίειν ἐφʼ ἡμέρας πέντε ἐλαίῳ ἀμυγδαλίνῳ ἢ ναρδίνῳ ἢ χαμαιμηλίνῳ ἢ λίπει χηνῶν καὶ ὀλίγῃ χολῇ βοείᾳ. πάλιν δὲ μετὰ χρόνον νάπυ καὶ σῦκα τρίψας πεποιημένον ἐκ τούτου κολλύριον ἐντιθέναι ἐφʼ ὥρας δύο, κἄπειτα ἐξελέσθαι μὲν τοῦτο, ἐγχεῖν δʼ ἔλαιον ἀπεζεσμένον ἐν κοιλώματι ἀσφοδέλου ῥίζης.
Πρὸς ἀχλὺν ὀμμάτων.
Ὅπως δὲ μὴ ἀχλὺν ἔχῃ τὰ ὄμματα, ὅτε δύνουσι καθʼ ὕδατος ψυχροῦ, μακρὸν ἀναβλέπειν — προσδίδοται γὰρ ἔνθεν ἰσχὺς τῇ ὁράσει· μὴ λείπεσθαι δὲ μηδὲ ἀναγνώσεως τόν γε ἔμπειρον. καὶ δυσόρατα βιαζέσθωσαν βλέπειν, ὑφοράσθωσαν δʼ οἶνον τὸν παχὺν καὶ γλυκὺν καὶ τροφὰς ὅσαι ἄνω πολὺ μένουσι, καὶ ὅσαι δύσπεπτοι καὶ ὑγρὰ γεννῶσιν ἀργὰ καὶ παχέα, καὶ τὰ εὔζωμα καὶ τὰ πράσα, καὶ πάντα ὧν ἡ δριμύτης ἄνω αἴρεται. φυλάσσεσθαι δὲ καὶ κατάκλισιν ὑπτίαν ἐπὶ μακρὸν καὶ κρύος καὶ ἀνέμους τοὺς ἐναντίους καὶ καπνὸν καὶ κόνιν. ἐγχεῖν δὲ τοῖς ὀφθαλμοῖς ἑκάστης ἡμέρας ὧδε πεποιημένον ὕδωρ ἐπὶ μῆνα καὶ ἡμέραν· μάραθρα βάλλειν χλωρὰ εἰς ἄγγος κεραμεοῦν ἔξωθεν πίσσῃ κεχρισμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἀποκείμενον ἔχειν ἐξελόμενον τὰ μάραθρα.
Περὶ πλησμονῆς.
Μέγιστον ἐν σιτίοις ἁμαρτάνεται περὶ πλησμονήν· εἰ γάρ τινι καὶ πέψει χρηστῶς ἡ κοιλία, ἀλλʼ αἱ φλέβες ὑπερεμπιπλάμεναι πονοῦσί τε καὶ διατείνονται καὶ ῥήγνυνται καὶ ἀποφράττονται καὶ πνεύματος μεσταὶ γίνονται· καὶ πάνυ πείθου τὰ κάκιστα τῶν νοσημάτων πλησμονὴν εἶναι. τὸ δὲ τῆς γαστρὸς πλήρωμα καὶ ἐκένωσεν ἔστιν ὅπῃ ἄνω τὸ ὑπερβάλλον καὶ κάτω διαχωρῆσαν· ὅλως δʼ ἀσθενέστερον τοῦ κατὰ τὰς φλέβας ἐστίν· οὐ μὲν οὐδὲ τοῦτο αἱρετέον, ἀλλʼ ἤν τις πλείω προσενέγκηται, αὐτίκα χρὴ ἐμέσαι· κίνδυνος γὰρ πέψαντι ἐμπλῆσαι τὰς φλέβας, καὶ μᾶλλον εἰ συνεχῶς τις περὶ τὴν τροφὴν ἀκολασταίνων μηδεμίαν κένωσιν ἐξευρίσκοι. ἐμεῖν μὲν οὖν χρὴ πρὶν διαφθαρῆναι τὰ σιτία· εἰ δέ τινα κωλύματα εἴη πρὸς τὸν ἔμετον, εἰ μὲν ῥυῇ γαστήρ, πολλάκις ὠφέλησεν· εἰ δὲ μή, ἀλλὰ κοιμηθῆναί γε ἐπὶ πλεῖστον καὶ ποτὸν ὕδωρ θερμὸν πιεῖν πυκνά, πέψαντα δʼ ἱκανῶς, μάλιστα εἰ καὶ διαχωρήσαι, λούεσθαι καὶ πυριᾶσθαι καὶ σιτίον ἐσθίειν ὀλίγον καὶ πόμα ὑδαρὲς πίνειν. εἰ δὲ μήτε διεχώρησέ τι μήτε ἔπεψε ταχύ, πρὸς δὲ καὶ τὸ ἄλλο σῶμα βαρὺ καὶ δυσκίνητον καὶ ὑπνῶδες εἴη, καί τινες παράλογοι ὄκνοι τὴν γνώμην ἔχοιεν — ταῦτα γὰρ σημαίνει κατὰ φλέβας πλησμονήν, πόνοι δὲ κοπώδεις ἐπὶ τούτοις γίνονται —, μέχρι μὲν τὰ ἐν γαστρὶ ἐκπέψωσιν, ἀτρεμεῖν συμφέρει, μετὰ δὲ ταῦτα πόνοις κενοῦν.
Δίαιτα τοῖς ἐν ἀσχόλῳ βίῳ τυγχάνουσιν. Ἐκ τῶν Γαληνοῦ.
Τὸν ἐν ἀσχόλῳ βίῳ τυγχάνοντα χρὴ σκοπεῖν, εἴτε γυμνάζεσθαι κατὰ τὸν ἔμπροσθεν βίον ἔθος ἔχοι εἴτε ἀγύμναστος λούεσθαι, καὶ εἰ μὴ γυμναζόμενος μετρίως φέρει τὸ τοιοῦτον ἔθος ὡς μὴ νοσεῖν συνεχῶς, εὐδιάπνευστος ὤν. τὴν γὰρ τοιαύτην φύσιν τοῦ σώματος οὐ χρὴ μετάγειν ἐφʼ ἕτερον ἔθος, οὐδʼ ὅλως ὅσαι διὰ πολλοῦ νοσοῦσιν. εἰ δὲ συνεχῶς τις φαίνοιτο νοσῶν, εἰ μὲν πληθωρικός, σκοπὸς ἔστω σοι παρʼ ὅλην τὴν ὑγιεινὴν δίαιταν ὅπως ἀεὶ συμμέτρους ἕξει τοὺς χυμούς, εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. τῶν μὲν οὖν πληθώραν ἀθροιζόντων τοὺς μὲν ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσιόντας ἔπειτα τρίψει τε κεχρῆσθαι καί τι βραχὺ κεκονίσθαι πρότερον· ὅσοι δʼ ἔφθανον τὰ τοιαῦτα ποιεῖν, ἐπʼ ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν, ἀφελεῖν δέ τι καὶ τῶν τροφῶν καὶ τὰς ὀλιγοτρόφους προσφέρεσθαι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων οὐχ εἷς ἐστιν ὁ σκοπός, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία· τινὲς μὲν γὰρ ψυχροτέραν καὶ φλεγματικωτέραν ἀθροίζουσι, τινὲς δὲ θερμοτέραν τε καὶ χολωδεστέραν, ἔνιοι δʼ ὑδατωδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν ἀθροίζουσιν. ἀφεκτέον οὖν ἑκάστῳ σιτίων τε καὶ ποτῶν ὅσα πέφυκε γεννᾶν ἑτοίμως τὸν ἀθροιζόμενον αὐτοῖς χυμόν. ἐπὶ πάντων δὲ τούτων βοήθημα κοινὸν γαστρὸς ὑπαγωγή.
Περὶ τῶν διαφθειρόντων τὰ σιτία.
Διαφθορᾶς τῶν σιτίων ἐν τῇ γαστρὶ γινομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγείαν ἔχουσιν, οἷς δʼ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπως ὑπαγόντων ἐρεθιστέον. τοῖς δʼ οὕτω διακειμένοις συμφέρουσι καὶ πρὸ τροφῆς ἔμετοι διʼ οἴνου πόσεως γλυκέος γινόμενοι· συμβουλεύειν δʼ αὐτοῖς χρὴ μηδὲν κνισῶδες ἢ βρωμῶδες ἢ ὅλως εὔφθαρτον σιτίον προσφέρεσθαι, τὰ εὔχυμα δʼ ἐκλέγεσθαι. τοῖς δʼ οὕτως ἔχουσιν ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγαὶ συμφέρουσι διὰ τῶν μετρίως καθαιρόντων.
Ἐκ τῶν Διοκλέους. Ὁδοιποροῦσι δίαιτα.
Πρὸς τὰς πορείας ῥᾷστα ἄν τις ἀπαλλάττοι λαπαρὸς ὢν καὶ μὴ συντόνως πορευόμενος, ἔτι δὲ τοῦ μὲν θέρους ταινίᾳ μαλακῇ πλάτος ἓξ ἢ ἑπτὰ δακτύλων ἐχούσῃ, μῆκος δὲ μὴ ἔλαττον πέντε πηχῶν, κατειλημένος τὴν ὀσφὺν ἄχρι τῶν λαγόνων. καὶ ἡ βακτηρία δὲ χρησίμη γίνεται παρὰ τὰς πορείας· ἐν μὲν γὰρ τοῖς κατάντεσι προβαλλόμενος ἴσχει τὸ σῶμα προπετὲς γινόμενον καθάπερ τις κοντός, ἐν δὲ τοῖς ἀνάντεσιν ἐπερειδόμενος ῥᾷον ἂν ποιήσαι τὴν εἰς τὸ πρόσαντες κίνησιν τοῦ σώματος. ἔτι δʼ ἧττον ἂν σφάλλοιτό τις τρισὶν ἐπερειδόμενος ἢ δυοῖν. διʼ ἀναπαύσεως μὲν οὖν γινομένης τῆς πορείας, ἄλειμμα καὶ σμικρὰ σίτου προσφορὰ τῶν θερινῶν τινος καὶ πόμα μέτριον ἁρμόττει ταύτην τὴν ὥραν καὶ μετὰ τὸ ἄριστον ἀνάπαυσις πρὸ τοῦ προέρχεσθαι, συνείρειν δʼ ἀναγκαζομένῳ καὶ διψῶντι λεπτὸν ἄλφιτον ἐφʼ ὕδατι μεθʼ ἁλὸς μετρίου πίνειν. τὰ δὲ καύματα καὶ τοὺς ἡλίους εὐλαβεῖσθαι δεῖ μηδὲν γυμνὸν ἡλιούμενον τοῦ σώματος, ἀλλὰ σκεπασάμενον, ὅπως ἰδίῃ καὶ μὴ σκληρύνηται ξηραινόμενον παρὰ τὴν πορείαν· οὕτω γὰρ ἂν ὅ τε κόπος ἥττων συμβαίνοι, καὶ τῶν προειρημένων παθῶν οὐδὲν ἂν γένοιτο ὁμοίως. τοῦ δὲ χειμῶνος ψύχους ὄντος πρὸ τῆς πορείας λαπαχθέντα καὶ ἀλειψάμενον σιτίων τῶν χειμερινῶν πολύ τι καὶ πόμα μικρὸν ἁρμόττει λαβεῖν καὶ εἱλίξασθαι ταινίᾳ μακροτέρᾳ, μὴ μόνον τὴν ὀσφύν, ἀλλὰ καὶ τὴν ῥάχιν καὶ τὸ στῆθος εὖ καὶ καλῶς. διαναπαυόμενον δʼ ἐν τῇ τοιαύτῃ παρηγορίᾳ, γινομένου ψύχους ἱκανοῦ, μήτε ἀλείφεσθαι μήτε σιτίον μήτε πόμα λαμβάνειν βέλτιόν ἐστι, μηδʼ ἂν ὁπωσοῦν παρῇ, πυριᾶν, εἰ μὴ μέλλοι τις αὐτοῦ καταμένειν. μετὰ δὲ τὰς πορείας τὰς μακρὰς καὶ τοὺς ἄλλους πόνους τοὺς ἰσχυρούς, κἂν μὴ κοπιᾷ τις, δεῖ θεραπεύειν αὑτὸν καθάπερ τοὺς κοπιῶντας· ἧττον γὰρ ἂν οὕτως ἀποβαίνοι τι δυσχερές.
Ἐκ τῶν Ἐρασιστράτου. Τίνα συμβάλλεται τοῖς ἀποδημοῦσι πρὸς μεταβολὰς τῶν ὑδάτων.
Πρὸς τὰ νιτρώδη τῶν ὑδάτων καὶ ἁλυκίδα τινὰ ἔχοντα οἶνον εὐώδη τε καὶ διουρητικὸν ὡς βέλτιστον πλείω μιγνύναι τῷ πινομένῳ, καὶ ἀκρατέστερον ποιοῦντα τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν, πρὸς δὲ τὰ δυσέκκριτα τῶν ὑδάτων οἶνόν τε οἷος εἴρηται νῦν μιγνύειν καὶ μέλι βέλτιστον καὶ τούτων ἀμφοτέρων πλείω τὴν μῖξιν ποιεῖσθαι καὶ τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν· οὕτω γὰρ ἥκιστα ἄν τις ὑπὸ τῆς τῶν ὑδάτων κακίας ἐνοχλοῖτο, ὅταν αὐτῷ τῷ ὕδατι μιγνύῃ χυλοὺς συνήθεις τε καὶ πλείους ἐναντιουμένους τῇ τοῦ ὕδατος κακίᾳ καὶ τὸ πᾶν ὑγρὸν μὴ πλεῖον προσφέρηται. συμμεταβάλλειν δὲ καὶ τὰ ἐν τῇ διαίτῃ προσφερόμενα ἁρμοζόντως πρὸς τὴν τοῦ ὕδατος κακίαν. οὐ μόνον δὲ τὴν τοῦ ὕδατος μεταβολὴν ἐπιβλέπειν δεῖ τοὺς ἀποδημοῦντας, ἀλλὰ καὶ τὴν τοῦ ἀέρος καὶ τὴν τῶν προσφερομένων ἁπάντων· τὰ γὰρ μέλλοντα νοσοποιεῖν ἢ ἐν τῷ πλήθει τῆς τροφῆς τὴν αἰτίαν λήψεται ἢ ἐν τῇ κακοχυμίᾳ ἢ ἐν τοῖς ἀπὸ τῆς ἀναπνοῆς γινομένοις.
Ἐκ τῶν Διεύχους. Πλωϊζομένων δίαιτα.
Πρὸς τοὺς συμβαίνοντας ἐμέτους τοῖς πλωϊζομένοις, τοῖς μὲν ἀπὸ πρώτης γινομένοις οὔτε ῥᾴδιον οὔτε χρήσιμον ἀντιτάσσεσθαι· πάντα γὰρ ὡς ἐπὶ πολὺ εἴωθεν ὠφελεῖν. δεῖ δὲ μετὰ τὸν ἔμετον μὴ πολλὰ μηδὲ τὰ τυχόντα βρώματα προσφέρεσθαι, ἀλλʼ ἢ τῷ φακῷ χρῆσθαι ὀξηρῷ καὶ κατέφθῳ γληχοῦς μικρὸν ἔχοντι ἢ ἄρτῳ κατατεθρυμμένῳ ἐν οἴνῳ ὑδαρεῖ καὶ εὐώδει· τῷ δὲ ποτῷ χρῆσθαι βραχεῖ, καὶ τούτῳ ἢ οἰναρίῳ παντελῶς ὑδαρεῖ ἢ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος. τοὺς δὲ φακοὺς ἑψῆσαι δεήσει, κἄπειτα, ὅταν μαλακοὶ γένωνται, τρίβειν λείους, εἶτα ξηρᾶναι κἄπειτα οὕτως συνθεῖναι εἰς κεραμεοῦν ἄγγος. ἐπὶ πλείω δὲ χρόνον πλειόνων γενομένων ἐμέτων τῇ ὑποστολῇ τῆς τροφῆς σφοδροτέρᾳ χρηστέον καὶ τῷ ποτῷ βραχεῖ ἢ τῷ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος μεθʼ ὕδατος, θύμου ἐν αὐτῷ ἀποβεβρεγμένου, ἢ γλήχωνι καὶ ὕδατι μετʼ ἀλφίτου πάλης ἢ τῷ οἰναρίῳ τῷ εὐώδει μετὰ πάλης ὑδαρεῖ ὡσαύτως. πρὸς δὲ τὰς δυσχερεῖς ὀσμὰς τὰς ἐν τοῖς πλοίοις ἢ μῆλα δέοι ἂν ὀσφραίνεσθαι τὰ κυδώνια ἢ τὸν θύμον ἢ τὸν γλήχωνα. δεῖ δὲ καὶ βλέπειν ὅτι ἥκιστα εἰς τὴν θάλασσαν, ἕως εἰς τὸν ἐθισμὸν ἔλθῃ τῆς ἐν τῷ πλοίῳ διατριβῆς. καὶ τοῖς ὕδασι δὲ προσέχειν, ὅπως μήτε θολερὰ μήτε δυσώδη μήτε ἁλυκὰ ἔσται.
Περὶ μέθης.
Τοῖς μέθῃ κατεσχημένοις ἔμετος ἁρμόσει παραχρῆμα γινόμενος. δεῖ δὲ καὶ δαψιλὲς ὕδωρ ἐπιπίνοντας καὶ μελίκρατον ἐμεῖν ὡς πλεῖστά τε ἀπορρίψωσι καὶ τὰς δήξεις ἀμβλύνωσι, μετὰ δὲ τοὺς ἐμέτους ἐμβάσει τε χρῆσθαι καὶ σὺν ἀλείμματι δαψιλεῖ, τὸν δὲ λοιπὸν χρόνον ἡσυχάζειν ἐν σκέπῃ κοιμωμένους ἐπὶ πλεῖστον χρόνον ἕως ἂν ἐξοινίσωσιν.
Περὶ τῶν ἀμέτρως πεπλησιακότων.
Τοῖς δʼ ἀμέτρως πεπλησιακόσιν ἁρμόζει σκέπη, ἀλέα, ἡσυχία, ὕπνοι ἱκανοί, ἕως ἂν ἐκ μὲν τῆς συντονίας ἄνεσιν λάβῃ τὸ σῶμα, ἐκ δὲ τῆς ἀτονίας ἀνακτήσωνται ἑαυτούς.
Περὶ τῶν κατεψυγμένων.
Καταψύξεως δʼ ἱκανῆς γενηθείσης κατακλίνειν ἐν τόποις θερμοῖς αὐτούς, συναλείφοντας κυπρίνῳ ἢ ἰρίνῳ, μετὰ δὲ ταῦτα σμικρὸν ἀναθερμανθέντων διδόναι πέπερι καὶ σμύρναν μετʼ οἴνου λευκοῦ εὐώδους παλαιοῦ ἢ ὀπὸν Κυρηναϊκὸν μετʼ οἴνου ἢ ὄξους ἢ πύρεθρον ἢ καστόριον μετʼ ὄξους· τροφὴν δὲ προσφέρειν θερμοτέραν καὶ σύμμετρον.
Περὶ τῶν ἐγκεκαυμένων.
Ἐγκαύσεως δὲ γενομένης κατακλίνεσθαι μὲν ἐν τόποις εὐπνόοις, προσκλύζεσθαι δὲ τό τε πρόσωπον καὶ τὰς χεῖρας καὶ τὰ σκέλη ψυχροῖς ὕδασιν, προσδίψους δὲ γεγονότας πίνειν ψυχρὸν ὕδωρ, οἷς σύνηθες. ταῦτα δὲ ποιεῖν ἐκ τοῦ κατʼ ὀλίγον καὶ μὴ ἀθρόως· τροφὴν δὲ λαμβάνειν ὀλίγην εὐδιοίκητον, ὑγροτέραν μᾶλλον ἢ σιτωδεστέραν.
Ἐκ τῶν Γαληνοῦ. Περὶ φλέγματος ἐν τῇ γαστρὶ πλεονάζοντος.
Εἴ τινι περιτετύχηκάς ποτε τὰς τῶν τροφίμων σιτίων προσφορὰς ἀποστρεφομένῳ καὶ δεινῶς ἀποσίτῳ καί, εἰ βιάζοιτο προσφέρεσθαι, ναυτιώδει γινομένῳ, μόνα δέ, εἴπερ ἄρα, τὰ δριμύτερα προσιεμένῳ, χαίροντι δὲ μηδὲ ἐπὶ τούτοις, ἀλλʼ ἐμφυσωμένῳ καὶ διατεινομένῳ τὴν γαστέρα καὶ ναυτιῶντι καὶ βραχὺ ταῖς ἐρυγαῖς ἐπικουφιζομένῳ μόναις, διαφθείροντι δʼ ἔστιν ὅτε καὶ αὐτὰ τὰ λαμβανόμενα σιτία, καὶ μάλιστα τὴν εἰς ὀξύτητα διαφθοράν, πάντως ἔγνως τὰ βοηθήματα κεφάλαιον ἔχοντα τῆς ἰάσεως ἀπορρύψαι τῆς γαστρὸς τὸ φλέγμα. ἐγὼ γοῦν οἶδά ποτέ τινα τῶν οὕτω διακειμένων ἐπὶ ταῖς διʼ ὀξυμέλιτος ῥαφανῖσι πλῆθος μὲν ἄπιστόν τι φλέγματος παχυτάτου ἐμέσαντα, παραχρῆμα δʼ ὑγιᾶ τελέως ἀποδειχθέντα.
Ἐκ τῶν Γαληνοῦ. Τί ποιητέον ἐν ταῖς δυσκράτοις καταστάσεσιν.
Σκοπεῖν ἐν ἁπάσαις ταῖς καταστάσεσι δεῖ τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν· αἱ μὲν γὰρ ὅμοιαι καταστάσεις νοσώδεις εἰσίν, αἱ δʼ ἐναντίαι συμφέρουσι, καὶ τοῖς μὲν εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναί, βλαβεραὶ δʼ αἱ δύσκρατοι. ἀλλʼ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστίν, οὕτως οὐδὲ μεγάλως βλαβερὰ καθάπερ τοῖς δυσκράτοις· ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος δυσκρασίας ἐξελέγχεται· τὰ δʼ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολαζούσης. ἐὰν οὖν τοῦτό τις γινώσκῃ, τὴν ὑγίειαν φυλάξει τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων.
Ἐκ τῶν Γαληνοῦ. Περὶ σαρκὸς καθαιρέσεως.
Ὅταν εἰς πολυσαρκίαν ἄμετρον ἐκτραπῇ τὸ σῶμα, τήκειν αὐτὸ καὶ καθαιρεῖν χρή· δέδεικται δʼ ἡ θερμοτέρα καὶ ξηροτέρα κρᾶσις ἰσχνὸν ἐργαζομένη τὸ σῶμα. τοιαύτην οὖν σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων, εἰ μέλλοι γενήσεσθαι σύμμετρος· μεμάθηκας δʼ ὡς ὀξέα γυμνάσια καὶ δίαιτα λεπτύνουσα καὶ φάρμακα τὰ τοιαῦτα καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τήν τε κρᾶσιν ὅλην ξηροτέραν καὶ διʼ αὐτὴν τὸ σῶμα λεπτότερον. τὰ μὲν οὖν τῆς λεπτυνούσης διαίτης πρόδηλα· φάρμακα δὲ τὰ σφοδρότερα πηγάνου τὸ σπέρμα, καὶ μᾶλλον τοῦ ἀγρίου σὺν αὐτοῖς τοῖς κορύμβοις, ἀριστολοχία στρογγύλη καὶ τὸ λεπτὸν κενταύριον ἥ τε γεντιανὴ καὶ τὸ πόλιον, ὅσα τε τῶν οὐρητικῶν ἰσχυρά, καθάπερ τὸ πετροσέλινον· ἕκαστον γὰρ τῶν τοιούτων, καὶ αὐτὸ καθʼ ἑαυτὸ καὶ σὺν ἀλλήλοις πάντα, λεπτῦναί τε τοὺς χυμοὺς ἱκανὰ καὶ κενῶσαι, ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἅλες ἱκανῶς λεπτύνουσι, καὶ αὐτὴ δʼ ἡ θηριακή. διαφορεῖ δὲ καὶ λεπτύνει συγχριόμενον ἔλαιον ἐνηψημένης σικύου ἀγρίου ῥίζης καὶ ἀλθαίας καὶ γεντιανῆς καὶ πάνακος ῥίζης καὶ ἀριστολοχίας, καὶ τὸ πόλιον δὲ καὶ τὸ κενταύριον. δεῖ δὲ τὴν τροφὴν οὐκ εὐθὺς ἐπὶ λουτροῖς διδόναι, ἀλλὰ κοιμᾶσθαι πρότερον ἐπιτρέπειν. κάλλιον δʼ εἶναι καὶ τὸ ὕδωρ τὸ ἐν τῷ λουτρῷ τῶν διαφορητικῶν· εἰ μὲν αὐτοφυὲς ἔχομεν, οἷόν ἐστι τὸ ἐν τῇ Μυτιλήνῃ, εἰ δὲ μή, ἁλὸς ἄνθος θαλασσίῳ ὕδατι μιγνύειν καὶ οἴνοις χρῆσθαι τοῖς λευκοῖς καὶ λεπτοῖς. καὶ ἡ ξηροτριβία δὲ διʼ ἐκμαγείων παχυτέρων λεπτύνειν ἱκανή· δεῖ δὲ μὴ πρὸς λόγον τῶν γυμνασίων, ἐλάττους δὲ προσφέρειν τὰς τροφάς. ὠφελεῖ δὲ καὶ ἡλίωσις τοὺς κατασάρκους· χρὴ δὲ μή τι προπίνειν αὐτούς, καὶ μονοσιτεῖν δʼ ἄμεινον, καὶ ἀνατρίβειν δὲ τὸ σῶμα νίτρῳ καὶ ἁλσὶ τραχυτέροις. τὸ μὲν οὖν πολὺ νίτρον ἐν λουτροῖς λεπτύνει, τὸ δʼ ὀλίγον ἐρεθισμός ἐστιν εἰς εὐτροφίαν. λεπτύνει δὲ καὶ τὸ οὕτω μεμιγμένον· πεπέρεως καὶ πετροσελίνου διπλοῦν, ἀσάρου δὲ καὶ ἀνήσου ἥμισυ. τοῦτο δὲ καὶ οὐρηθῆναι ἀγαθὸν καὶ εἰς διαχώρησιν.
Πῶς ἀνατρέφειν χρὴ τοὺς κατισχνωθέντας.
Ὅσους δʼ ἀνατρέφειν βουλόμεθα καταλελεπτυσμένους, οἶνον μὲν δώσομεν τὸν παχύν, ἐδέσματα δὲ τὰ παχύχυμα, καὶ γυμνάσια δὲ τὰ βραδέα καὶ τρῖψιν μετρίαν καὶ ἁπλῶς εἰπεῖν ἅπαντα τοῖς προειρημένοις τὰ ἐναντία. ἐπιτήδειον δʼ ἐστὶν αὐτοῖς καὶ τὸ πιττοῦσθαι διʼ ἡμερῶν τριῶν ἢ τεσσάρων. εἰ δὲ νήστεις λούοιντο, πρὸ τοῦ λουτροῦ χρὴ σινδόνι ἀνατρίβειν τὸ σῶμα μέχρις ἂν φοινιχθῇ, κἄπειτα σκληρίᾳ μὴ πολλῇ πιλοῦντα τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι. δεῖ δὲ καὶ ὀξυθυμίας ἐμποιεῖν τοῖς ἀχροοῦσί τε καὶ ἀτροφοῦσι καὶ συγκινήσεις ψυχικάς.
Πῶς ἄν τις ἰάσαιτο κατισχνωθέντα μόρια.
Τῶν δὲ γινομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικὸν ἐπιδέσεως τρόπον εἰς τὸ πάθημα τοῦτο ἔρχονται. χρὴ οὖν ῥωννύναι μὲν τὴν ἐν τῷ μορίῳ δύναμιν, ἐπισπᾶσθαι δʼ αἷμα δαψιλές, τρίψεσί τε χρωμένους μετρίαις ἐπιτηδείαις τε κινήσεσι καὶ καταχύσει θερμοῦ ὕδατος μετρίᾳ· ταῦτα δὲ ποιεῖν, μέχρις ἂν ἐρυθρὸν γενόμενον μετεωρισθῇ, καὶ πρὶν ἂν πέσῃ παύεσθαι. δεῖ δὲ καί τῳ τῶν πιττωτῶν φαρμάκῳ χρῆσθαι κατὰ τοὺς εἰρημένους σκοπούς· ὅταν δʼ αἴσθησις ᾖ ψυχροτέρου τοῦ μορίου, σινδόσι τε ἀνατρίβειν αὐτὸ καί τινι φαρμάκῳ θερμαίνοντι. ἐχρησάμην δʼ ἐνίοτε καὶ θαψίᾳ, ποτὲ μὲν μετὰ μέλιτος ἐπιχρίων, ἔστι δʼ ὅτε καὶ διὰ κηρωτῆς.
Διάγνωσις ἀρίστης κράσεως.
Εὔκρατός ἐστιν ἄνθρωπος ὃς ἂν τῷ σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, καὶ θερμότητος καὶ ψυχρότητος, καὶ ὑγρότητος καὶ ξηρότητος, καὶ συνελόντι φάναι τάς τε φυσικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτως ἔχει, μέσος δʼ ἐστὶ καὶ ψιλοῦ τριχῶν καὶ δασέος, καὶ μέλανος καὶ λευκοῦ τὴν χρόαν, καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δʼ ἔμπαλιν.
Διάγνωσις τῶν δυσκράτων σωμάτων.
Ὅσα δὲ σώματα τοῦ συμμέτρου θερμότερα τυγχάνει, τούς τε ὀδόντας φύει θᾶττον αὐξηθήσεταί τε ὁμοίως. φανεῖται δὲ δήπου καὶ ἁπτομένοις θερμότερα καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χρόᾳ δʼ ἐξέρυθρα καὶ μελανότριχα καὶ μετρίως δασέα καὶ εὐρείας ἔχοντα τὰς φλέβας. εἰ δʼ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας εὐρείας ἔχοι, διʼ ἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ψυχρὸν ἁπτομένοις, τὸ ἄτριχον, τὸ πιμελῶδες· ἡ χρόα δὲ τοῖς τοιούτοις ἅμα ταῖς θριξὶ πυρροτέρα· πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἐστι καὶ μολυβδόχρους. καὶ στενὰς δʼ ἔχουσι τὰς φλέβας· εἰ δέ τις στενὰς μὲν ἔχει τὰς φλέβας, ἰσχνὸς δʼ ὑπάρχει, οὐδὲ οὗτος ἐξ ἀνάγκης τοιοῦτος, ἀλλὰ διʼ ἔθος ἐγένετο. ἡ δὲ ξηρὰ σκληροτέρα τέ ἐστι καὶ ἰσχνοτέρα τῆς εὐκράτου καὶ δασεῖα. ἡ μὲν οὖν σκληρότης ἀχώριστός ἐστι τελέως τῆς ξηρᾶς κράσεως· ἡ δʼ ἰσχνότης οὐ μόνον ἕπεται ταῖς συμφύτοις κράσεσιν, ἀλλὰ καὶ ταῖς ἐπικτήτοις ἐξ ἔθους μακροῦ γενομένη. σημεῖον δὲ τῆς ξηρότητος καὶ τὸ δυσκίνητον καὶ ξηρὸν καὶ αὐχμηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεσθαι τὸ σῶμα. ἡ ὑγρὰ δὲ τὰ μὲν ἄλλα παραπλήσιός ἐστι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυσαρκοτέρα. καὶ ταύτης ἀχώριστός ἐστιν ἡ μαλακότης ὥσπερ γε καὶ ἡ παχύτης, οὐ τῇ συμφύτῳ μόνον ἑπομένη κράσει, ἀλλὰ κἂν ἐξ ἔθους τινὸς μακροῦ λάβῃ τὴν σύστασιν. ἴδιον δʼ ἐστὶν ὑγρότητος καὶ τὸ βαρύνεσθαι τὸ σῶμα ὑπὸ τῶν ὑγραινόντων. ἡ δὲ θερμὴ καὶ ξηρὰ δασεῖα μὲν ἐσχάτως ἐστί, τὰς δὲ τῆς κεφαλῆς τρίχας εὐαυξεστάτας καὶ μελαίνας καὶ πολλὰς ἔχει κατὰ τὴν νέαν ἡλικίαν, ἐπὶ δὲ προϊόντι τῷ χρόνῳ καὶ φαλάκρωσις ἀκολουθεῖ. καὶ αἱ φλέβες δʼ εὐρεῖαι τυγχάνουσιν, ὥσπερ δὴ καὶ αἱ ἀρτηρίαι μεγάλαι τέ εἰσιν ἅμα καὶ σφοδρότατα σφύζουσιν. καὶ δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες καὶ ἀπίμελον ὅλον τὸ σῶμα, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον. ψυχρᾶς δʼ οὔσης καὶ ὑγρᾶς, ὁ μὲν θώραξ στενός ἐστι καθόλου, καὶ πᾶν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλὸν καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξί, καὶ μάλιστα ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες. εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ παχεῖς καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι καὶ βλαισοὶ γίνονται. τῆς ψυχρότητος δὲ καὶ τῆς ὑγρότητος ἐπὶ πλέον αὐξηθείσης, ἡ χρόα ἅμα ταῖς θριξὶ πυρρά, κἂν ἐπὶ πλεῖστον αὐξηθῶσι, πελιδνή. ἡ δὲ θερμὴ καὶ ὑγρὰ κρᾶσις μαλακωτέρα καὶ πολυσαρκοτέρα τῆς ἀρίστης κράσεώς ἐστιν· ἐπὶ πλεῖστον δʼ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν. εἰ δʼ ὀλίγῳ μὲν ὑγροτέρα, παμπόλλῳ δʼ εἴη θερμοτέρα, μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι καὶ σαρκωδέστεροι, λασιώτεροι δʼ οὐκ ὀλίγῳ, καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατʼ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἔχουσι τὸ σῶμα καὶ λευκὸν ἄμυόν τε καὶ ἄναρθρον καὶ ἄχρουν καὶ ἄτριχον ἁπτομένοις τε ψυχρόν· ἡ πιμελὴ δʼ ὁμοίως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί· τὰ δὲ τῶν τριχῶν τῆς χρόας ἀνὰ λόγον τῷ μέτρῳ τῆς ψυχρότητος· τὸ δὲ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον. συλλήβδην δʼ εἰπεῖν, ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα.
Περὶ διαπλάσεως τῆς κεφαλῆς.
Ἡ μὲν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον· ἡ μεγάλη δʼ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς. εἰ μὲν γὰρ διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως ὕλην χρηστήν τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ τὸ μόνης τῆς ὕλης πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν αὐτά ἐστι τῷ σχήματι καὶ τοῖς ἀπʼ αὐτῆς πεφυκόσιν· τῷ σχήματι μέν, εἰ εὔρυθμος — ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον —, τοῖς πεφυκόσι δέ, εἰ ἄριστα διάκειται, καὶ τὸ νευρῶδες αὐτῶν σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον, καὶ εἰ δριμὺ δεδορκότες εἶεν οἱ ὀφθαλμοί. αἱ δὲ φοξαὶ ἐλλείπουσαν ἔχουσι τὴν κατʼ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσομεν μεμπτάς· ἐν δὲ τῷ σπανίῳ καὶ τούτων γίνονταί τινες ἀγαθαί, τῆς διαπλαττούσης δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης.
Ἐγκεφάλου κράσεως γνωρίσματα.
Ὁ μὲν εὔκρατος ἐγκέφαλος μετρίως ἔχει ταῖς ψυχικαῖς ἐνεργείαις καὶ τοῖς περιττώμασιν ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς βρέφεσι μὲν οὖσιν ὑπόπυρροι, παισὶ δʼ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαί, μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ τῶν ἁπλῶν· οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. εἰ δὲ θερμότερος εἴη τοῦ μέτρου, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν ἔσται σύμπαντα, καὶ αἰσθηταὶ μὲν ἐν τοῖς ὀφθαλμοῖς αἱ φλέβες, αἱ δὲ τρίχες τούτοις γενηθεῖσι ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται, καὶ πολλῷ μὲν οὖσι θερμοτέροις μέλαιναι καὶ ἰσχυραὶ καὶ οὖλαι, μὴ πολλῷ δʼ ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προϊούσης δὲ τῆς ἡλικίας φαλακροῦνται. περιττώματα δὲ τούτοις ἔστιν ὅτε βραχέα ἀμέμπτως ὑγιαίνουσιν· πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ ὀσμῶν καὶ τῶν ἔξωθεν προσπιπτόντων. βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται πρὸς τῷ μηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δʼ ἢ προσῆκεν ἐγκεφάλου γνωρίσματα περιττώματα πλείω κατὰ τὰς οἰκείας ἐκροὰς καὶ τρίχες εὐθεῖαί τε καὶ πυρραὶ καὶ μόνιμοι, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται καὶ κατάρροις καὶ κορύζαις συνεχῶς ἁλίσκονται, καὶ αἱ τῶν ὀφθαλμῶν φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί πώς εἰσιν. ξηροτέρου δʼ ἐγκεφάλου γνωρίσματα τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές, ἀγρυπνητικοί τέ εἰσι καὶ τρίχας ἰσχυροτάτας μὲν καὶ τάχιστα φύουσι γενηθέντες οὔλας τε μᾶλλον ἔχουσιν· φαλακροῦνται δʼ ἐν τάχει. ὑγροτέρου δʼ αἱ τρίχες ἁπαλαί, καὶ οὐδʼ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσί, καὶ περιττωμάτων πλῆθος, καὶ ὕπνοι πολλοὶ καὶ βαθεῖς. θερμοῦ δὲ καὶ ξηροῦ τυγχάνοντος, ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι καὶ ἀγρυπνητικώτατοι καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη μέντοι γένεσις αὐτοῖς τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι καὶ θερμοὶ ψαυόντων τῆς κεφαλῆς ἐρυθροί τε περὶ τὸν τῆς ἀκμῆς χρόνον. εἰ δʼ ὑγρότης προσείη τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοῖν τὸ σύμμετρον, εὔχροια καὶ θερμότης, καὶ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, περιττώματα πλείω μετρίως πεπεμμένα, καὶ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως· πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. ὅταν δʼ ἐπὶ πλεῖστον ὑγρότητος καὶ θερμότητος ἥκωσι, νοσώδης ἡ κεφαλὴ γίνεται καὶ ῥᾳδίως ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων βλαπτομένη· οὐ μὴν οὐδὲ ἐγρηγορέναι δύνανται μέχρι πλείονος καὶ ταῖς αἰσθήσεσιν οὐκ ἀκριβεῖς εἰσιν. αἱ ψυχραὶ δʼ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλήν· εἰσὶ δʼ αἱ τοιαῦται κράσεις καὶ ἄφλεβοι τοὺς ὀφθαλμοὺς καὶ ὑπὸ τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσιν. αἱ δʼ αἰσθήσεις αὐτοῖς ἐν νεότητι μὲν ἀκριβεῖς εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δʼ ἀπομαραίνονταί τε ταχέως καὶ συλλήβδην εἰπεῖν ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντά εἰσιν· αἱ τρίχες δʼ αὐτοῖς γενηθεῖσι μὲν ἀνέρχονται μόγις, ἄτροφοι δὲ καὶ πυρραί. αἱ δʼ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται καὶ ὑπνηλοὺς καὶ φαύλους ταῖς αἰσθήσεσι καὶ περιττωματικοὺς εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν εὐαλώτους τε κατάρροις καὶ κορύζαις· οὐ μὴν φαλακροῦνταί γε οἱ τοιοῦτοι.
Γαστρὸς κράσεως γνωρίσματα.
Γαστρὸς γνωρίσματα τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη τὸ ποτόν, καὶ βαρύνοιντο τῷ πλείονι καὶ κλύδωνας ἔχοιεν, εἰ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δέ, εἰ μήτε διψώδεις γίνοιντο καὶ τὸ πλέον ὑγρὸν ἀλύπως φέροιεν ἐδέσμασί τε χαίροιεν ὑγροτέροις. ἡ θερμοτέρα δὲ φύσει γαστὴρ πέττειν μὲν ἀμείνων ἢ ὀρέγεσθαι, καὶ μᾶλλον ὅσα σκληρὰ καὶ δυσαλλοίωτα, χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδʼ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται κατά γε τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ ὀρεχθῆναι μὲν ἀγαθή, πέψαι δʼ οὐκ ἀγαθή, καὶ μάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν· ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ· καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον χρησαμένων. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων. εἰ μὲν οὖν πέττει καλῶς ἡ γαστήρ, εὔκρατος, εἰ δʼ οὐ πέττει, δύσκρατος· ἀλλʼ εἰ μὲν κνισώδεις ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δʼ ὀξείας, τὸ ἐναντίον. οὕτω καὶ τὰ μὲν δυσκατέργαστα καλῶς πεττόντων ἄμετρον· ἀσθενὲς δὲ τῶν ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πεττόντων. ἐπισκέπτεσθαι δʼ εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίνεται· τοῖς μὲν γὰρ φλεγματώδεσιν ὀξυρεγμιώδεις γίνονται, τοῖς δὲ χολώδεσι κνισώδεις καὶ βορβορώδεις ἤ τινες ἀλλόκοτοι ποιότητες. κοινὰ δὲ συμπτώματα ναυτίαι, ἀλλʼ εἰ μὲν ἐμπλέοιεν οἱ μοχθηροὶ χυμοὶ τῷ κύτει τῆς γαστρός, ἐπιπολάζουσιν ἐμούμενοι· σπαράττουσι δὲ μάτην ἐπὶ κεναῖς ἐμέτων ναυτίαις οἱ τῷ σώματι τῆς γαστρὸς περιεχόμενοι κατὰ τοὺς χιτῶνας αὐτῆς.
Πνεύμονος διάγνωσις.
Οὐ μόνον ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικούς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα. καὶ μὲν δὴ καὶ πίνοντες οὐκ αὐτίκα παύονται, καὶ τὸ ψυχρὸν ποτὸν ἵστησιν αὐτῶν μᾶλλον τὸ δίψος ἤπερ τὸ πολὺ θερμόν. ἀναψύχει δʼ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις· οὕτω δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται. καὶ μέγιστόν ἐστι γνώρισμα τοῦτο τῆς ἐν πνεύμονι ψυχρότητος, ἀλλὰ καὶ φλέγμα ἀναχρεμπτόμενοι μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φθέγματι, καθάπερ αἱ ὑγρότητες περιττωματικαί, καὶ ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνήν· ἐντρέχει δʼ αὐτοῖς περίττωμα μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις.
Κράσεως καρδίας γνωρίσματα.
Καρδίας δὲ τῆς μὲν θερμοτέρας σημεῖα μέγεθος ἀναπνοῆς καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶ μετʼ εὐτολμίας τε καὶ μανιώδους θρασύτητος. ἔστι δὲ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθʼ ὑποχόνδριον ὅσα τούτοις πλησίον ὡς ἐπὶ πολύ, καὶ τὸ σύμπαν σῶμα θερμόν, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. καὶ μήν γε καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κἀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἡ δὲ ψυχροτέρα καρδία σφυγμοὺς ἔχει σμικροτέρους τῶν συμμέτρων, δειλοί τέ εἰσι τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολμοι καὶ μελληταί, καὶ ψιλόν ἐστιν αὐτοῖς τὸ στέρνον. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς καὶ τὸν θυμὸν οὐχ ἕτοιμον, ἄγριον δὲ καὶ δυσκατάπαυστον· ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθʼ ἧπαρ ἀντιπράττοι. ὑγροτέρας δὲ σημεῖα σφυγμοὶ μαλακοὶ καὶ τὸ ἦθος εὐκίνητόν τε πρὸς ὀργὴν καὶ εὐκατάπαυστον καὶ τὸ σύμπαν ὑγρότερον σῶμα, πλὴν εἰ μὴ τὰ καθʼ ἧπαρ ἀντιπράττοι. θερμῆς δὲ καὶ ξηρᾶς οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι καὶ ταχεῖς καὶ πυκνοί, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι καὶ πυκναί. ἁπάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον, εἰς δὲ τὰς πράξεις ἄοκνοι καὶ θυμικοὶ καὶ θρασεῖς καὶ τυραννικοὶ τοῖς ἤθεσιν· καὶ γὰρ ὀξύθυμοι καὶ δυσκατάπαυστοι. εἰ δʼ ὑγρότης ἐπικρατήσειεν ἅμα θερμότητι, λάσιοι μὲν ἧττον οὗτοι τῶν προειρημένων, ἕτοιμοι δʼ εἰς τὰς πράξεις· οὐ μὴν ἄγριος ὁ θυμός, ἀλλʼ εἰς ὀργὴν μόνον ἕτοιμοι, καὶ οἱ σφυγμοὶ μεγάλοι καὶ μαλακοὶ καὶ ταχεῖς καὶ πυκνοί. ὑγροτέρας δʼ οὔσης καὶ ψυχροτέρας οἱ μὲν σφυγμοὶ μαλακοί, τὸ δʼ ἦθος ἄτολμον καὶ δειλὸν καὶ ὀκνηρόν· εἰσὶ δὲ ψιλοὶ τριχῶν οὗτοι τὰ στέρνα καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ γε καὶ εἰς ὀργὴν οὐχ ἕτοιμοι. ἡ ψυχρὰ δὲ καὶ ξηρὰ καρδία τοὺς μὲν σφυγμοὺς σκληροτέρους ἐργάζεται καὶ μικρούς· ἀοργητότατοι δὲ πάντων οὗτοι· ὀργισθέντες δὲ φυλάττουσι τὴν μῆνιν· εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα μάλιστα πάντων.
Ἥπατος κράσεως διάγνωσις.
Ἥπατος θερμοῦ μὲν γνωρίσματα φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν τῷ χρόνῳ δὲ τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι, δασύτης τῶν καθʼ ὑποχόνδριά τε καὶ γαστέρα· ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλέον, αἷμα ψυχρότερον, ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα, χωρὶς εἰ μή τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδρια καὶ γαστήρ· ξηροτέρου δὲ τὸ μὲν αἷμα παχύτερόν τε καὶ ὀλιγώτερον, καὶ αἱ φλέβες ξηρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα. τοῦ δʼ ὑγροτέρου γνωρίσματα τὸ μὲν αἷμα πλέον τε καὶ ὑγρόν, αἱ φλέβες δὲ μαλακώτεραι· οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. θερμοῦ δʼ ἅμα καὶ ξηροῦ σημεῖα λασιώτατον ὑποχόνδριον καὶ αἷμα παχύτερόν τε ἅμα καὶ ὀλιγώτερον, ἡ πικρὰ χολὴ πλείστη — κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα —, φλεβῶν εὐρύτης καὶ σκληρότης, οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν καὶ ξηρόν· ἡ μὲν γὰρ ἀπὸ καρδίας ὁρμωμένη θερμότης νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα· τὴν ξηρότητα δʼ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομένης ἀχθῆναι. δῆλον δʼ ὡς, ἐπειδὰν ἐς ταὐτὸν συνδράμωσι τῶν ἀρχῶν ἀμφοτέρων αἱ κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατʼ ἐκεῖνο διατίθεται. τὸ δʼ ὑγρὸν ἅμα καὶ θερμὸν ἧπαρ ἧττον μὲν τοῦ θερμοῦ καὶ ξηροῦ τὰ καθʼ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δʼ αἷμα καὶ φλέβας μεγάλας καὶ τὴν ἕξιν ὑγρὰν καὶ θερμήν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. εἰ δʼ ἐπὶ πλεῖον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκονται τοῖς σηπεδονώδεσι καὶ κακοχύμοις νοσήμασιν· ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ πλεῖστον μὲν αὐξηθείη τὸ ὑγρόν, ἐπʼ ὀλίγον δὲ τὸ θερμόν, καὶ κακόχυμοι γίνονται. τὸ δʼ ὑγρόν τε καὶ ψυχρὸν ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον, αἷμα δʼ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχει, εἰ μὴ πρὸς καρδίας ἐπὶ τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρὸν ἅμα καὶ ξηρὸν ὀλίγαιμόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον ὑποχόνδριόν τε ψιλόν, εἰ μὴ κἀνταῦθα νικήσειεν ἡ καρδία.
Διόρθωσις τῶν θερμῶν δυσκρασιῶν.
Ἐπεὶ δὲ ταῖς θερμαῖς δυσκρασίαις πλεονάζει τὸ χολῶδες, κάτω μὲν ὑπιόντος αὐτοῦ, πρόδηλον ὡς οὐδὲν χρὴ περιεργάζεσθαι· πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου, διʼ ἐμέτων ἐκκενοῦν μετὰ τὰ γυμνάσια πρὸ τῆς τροφῆς ἀφʼ ὕδατος. γυμνάζεσθαι δʼ αὐτοὺς βέλτιον οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαίτερόν τε καὶ μαλακώτερον· τινὲς δὲ τῶν σφόδρα θερμῶν οὐδʼ ὅλως χρῄζουσιν, ἀλλʼ ἀρκεῖ περίπατος καὶ λουτρὸν αὐτοῖς· οὗτοι δὲ καὶ τοῖς μετὰ τροφὴν λουτροῖς χαίρουσιν. οἱ δὲ μετὰ ξηρότητος δέονται διαίτης ὑγραινούσης διά τε τῶν ὑγραινόντων ἐδεσμάτων καὶ λουτρῶν καὶ ἀποχῆς γυμνασίων συντόνων καὶ πολλῶν, ὥστε θέρους ὥρᾳ καὶ θᾶττον λούεσθαι, καὶ μετὰ τροφὴν αὖθις τὸ δεύτερον. ὀνίνησι τούτους καὶ ἡ τοῦ ψυχροῦ πόσις. ἐναντιώτατα ταῖς ξηραῖς κράσεσιν ἀφροδίσια· φείδεσθαι δʼ αὐτοὺς χρὴ μάλιστα κόπων τε καὶ ἐγκαύσεων καὶ φροντίδων καὶ ἀγρυπνιῶν. αἱ δʼ ὑγραὶ τῇ φύσει ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖς τε καὶ πληθωρικοῖς ἁλίσκονται νοσήμασι, καὶ πρὸς τούτοις τοῖς σηπεδονώδεσιν. δέονται τοίνυν γυμνασίων τε πλειόνων ἀκριβοῦς τε τῆς ἐν γαστρὶ πέψεως· διὸ καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουόμενοι καὶ τοῖς αὐτοφυέσι θερμοῖς ὕδασι χρώμενοι μάλιστα ὠφελοῦνται. καὶ τῶν ἀπορροιῶν δὲ προνοεῖν χρὴ διά τε λουτρῶν καὶ γυμνασίων πολλῶν πρὸ τροφῆς ἐκκρίσεών τε διʼ οὔρων καὶ γαστρός. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε χρῆσθαι καὶ καθάρσεσιν εὐχύμοις τε ἐδέσμασι καὶ οἴνου πόσει τὴν οὔρησιν κινοῦντος.
Διόρθωσις τῶν ψυχρῶν δυσκρασιῶν.
Τῶν δὲ ψυχρῶν δυσκρασιῶν τρεῖς εἰσι διαφοραί, ὧν χειρίστη μέν ἐστιν ἡ ξηρὰ κρᾶσις· ὃ γὰρ ἐν χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτο εὐθὺς ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ καὶ θερμαίνειν· ἔσται δὲ τοῦτο γυμνασίοις τε συμμέτροις καὶ τροφαῖς ὑγραῖς τε καὶ θερμαῖς οἴνου τε πόσει τῶν θερμοτέρων ὕπνοις τε πλείοσι, προνοουμένων ἡμῶν ὅπως τὰ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα ἐκκενοῦται πάντα. τὰ δʼ ἀφροδίσια πάντας τοὺς ξηροτέρους βλάπτει, καὶ μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς· μόνοις δʼ ἐστὶν ἀβλαβῆ τοῖς θερμοῖς καὶ ὑγροῖς. μοχθηραὶ δʼ αἱ μεθʼ ὑγρότητος ψυχραὶ κράσεις εἰσί, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἁλίσκονται νοσήμασιν, ὀνίνησι δʼ αὐτοὺς ἀλουσία τε καὶ γυμνάσια πλείονα καὶ δίαιτα λεπτοτέρα καὶ χρίσματα μετρίως θερμότερα. ὅσοι δὲ ψυχρότεροι μέν εἰσι φύσει, συμμέτρως δʼ ἔχουσι τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράσεως, ἐπεγείρειν τε αὐτῶν καὶ ῥωννύναι τὴν θερμασίαν, ἐν δὲ τῇ καθʼ ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ τὸ μέσον ἐκλέγειν.
Ἴασις τῶν ξηρῶν δυσκρασιῶν ἐπὶ γαστρὸς ὡς ἐπὶ παραδείγματος.
Τῆς ξηρᾶς δυσκρασίας ἡ μέν ἐστιν ἐν τῷ τὰ ἐκ τῆς στερεᾶς οὐσίας ὁμοιομερῆ σώματα γενέσθαι ξηρότερα, ἥτις δὴ καὶ ἀνίατός ἐστιν· ἡ δὲ τῶν ἐξ ὑγροπαγοῦς οὐσίας συνεστώτων, ὁποῖόν ἐστι πιμελὴ καὶ σάρξ, ἐκτακέντων, καὶ τρίτη γε πρὸς ταύταις τῆς οἰκείας ὑγρότητος, ἐξ ἧς τρέφεται τὰ μόρια, τελέως ἀπολομένης· περιέχεται δʼ αὕτη κατὰ πάντα τοῦ ζῴου τὰ μόρια δροσοειδῶς ἐν αὐτοῖς παρεσπαρμένη. ταύτην δʼ ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε ἄνευ τροφῆς, καὶ διὰ τοῦτο χαλεπωτάτη τῶν τοιούτων διαθέσεων ἡ ἴασίς ἐστιν. ἄλλη δὲ ξηρότης ἐστὶν ἡ κατὰ τὰς μικρὰς ἀρτηρίας τε καὶ φλέβας συνισταμένη. ταύτας τὰς ξηρότητας θεραπεύειν προσῆκεν ὑγραινούσῃ τροφῇ πληροῦντα τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιομερῶν. λουτρὸν οὖν ἐπιτήδειον εὔκρατον, ἐνδιατρίβοντος τοῦ κάμνοντος πλέον τῷ ὕδατι· μετὰ δὲ τὸ λουτρὸν εὐθέως γάλα διδόναι ὄνειον νεόβδαλτον. δεῖ δὲ καὶ μέλιτος ὀλίγον χλιαροῦ μιγνύειν τῷ γάλακτι, καὶ μετὰ τοῦτο ἐᾶν ἡσυχάζειν ἄχρι τοῦ δευτέρου λουτροῦ· τρίβειν δὲ τηνικαῦτα μετρίως τε ἅμα καὶ λιπαρῶς, εἰ ἀκριβῶς κατείργασται τὸ δοθὲν γάλα, ταῖς ἐρυγαῖς καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τεκμαιρομένους. σύμμετρος δʼ ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸς τὸ δεύτερον ὡρῶν ἰσημερινῶν τεσσάρων ἢ πέντε χρόνος, εἰ τὸ τρίτον ἔτι μέλλοις λούειν αὐτόν· εἰ δὲ μή, πλειόνων. καὶ μὲν δὴ καὶ ἐπαλείφειν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι καθʼ ἕκαστον λουτρόν. εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον λουτρὸν δώσομεν· εἰ δὲ μή, πτισάνην ἀκριβῶς καθηψημένην ἢ χόνδρον ὡς πτισάνην ἐσκευασμένον, εἶτʼ αὖθις ἡσυχάσαντα πρὸς τὸ τρίτον ἄξομεν λουτρὸν ἢ ἄντικρυς ἐπὶ τὸ δεῖπνον. ἄρτος δʼ ἔστω παρεσκευασμένος καλῶς πεποιημένος κριβανίτης καθαρός· ὄψον δὲ τῶν πετραίων ἰχθύων ἢ ὀνίσκος ἐκ λευκοῦ ζωμοῦ. συνελόντι δὲ φάναι τὸ κεφάλαιον τῆς τροφῆς, εὔπεπτος ἔστω καὶ τρόφιμος ἥκιστά τε γλίσχρος καὶ περιττωματικός. πόμα δʼ οἶνος ὑδατώδης ἔστω καὶ λευκός, καθαρός, ὀλιγοφόρος, βραχεῖαν ἔχων τὴν στύψιν. μεγίστης μὲν οὖν ξηρότητος ἴασίς ἐστιν αὕτη· αἱ δὲ μέτριαι τῆς οὕτως ἀκριβοῦς οὐ δέονται διαίτης, καὶ ἁδροτέρως δʼ ἐγχωρεῖ διαιτᾶν. ὑποκείσθω δὲ παραπλησία μὲν ξηρότης τῇ πρόσθεν· ἐζεύχθω δʼ αὐτῇ ψυχρότης. ἐπιμίξομεν τοῖς ἔμπροσθεν τὴν τῶν θερμαινόντων ὕλην καὶ προσθήσομεν τοῖς εἰρημένοις ἐν μὲν τῇ τοῦ γάλακτος χρήσει τὸ μέλι πλέον, οἶνον δʼ ἧττον ὑδαρῆ δώσομεν τοῦ πρόσθεν. ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα θερμότερα δοτέον, οὐ μόνον ταῖς φυσικαῖς κράσεσιν, ἀλλὰ καὶ ταῖς προσφάτοις ποιότησιν. καὶ ναρδίνῳ μύρῳ συνεχῶς ὑπαλειπτέον ἢ μαστιχίνῳ. τῆς ψύξεως δʼ οὔσης πολλῆς ἅμα τῇ ξηρότητι, πρῶτον μὲν αὐτὴν χαλεπωτάτην νόμιζε καὶ δυσεπανόρθωτον· τοῖς δʼ αὐτοῖς χρῆσθαι καὶ καθʼ ἑαυτὸ μέλιτι ἀπέφθῳ ἀπηφρισμένῳ· τὸν δʼ οἶνον αἱρεῖσθαι παλαιότερον. ἄριστον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων πάντων ᾧ συνεχῶς οἱ πιττωταὶ χρῶνται, καὶ χρίειν αὐτῷ δεῖ τὴν γαστέρα καὶ ἀποσπᾶν θερμὸν ἔτι τυγχάνον. ὠφελεῖ δὲ τοὺς τοιούτους καὶ παιδίον εὔσαρκον συγκοιμώμενον ὡς ψαύειν ἀεὶ τῶν κατʼ ἐπιγάστριον. μιγνύσθω δʼ ἑξῆς τῇ ξηρότητι θερμότης μετρία· ἐπὶ ταύτης τὴν πρώτην ἀγωγὴν φυλάξαι, ὡς μέλιτος μὲν μηδʼ ὅλως γεύεσθαι, τὸν δʼ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι. χλιαρὰ δὲ τὰ ἐδέσματα καὶ γαλακτώδη προσοίσομεν καὶ τὴν κοιλίαν ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ. ψύχειν δὲ τούτους ἀγωνιστικώτερον οὐκ ἀκίνδυνον πυρεκτικῆς πως οὔσης τῆς τοιαύτης καταστάσεως, ὅταν πλεονάζῃ τὸ θερμόν. ὑποκείσθω δὴ πάλιν ἐπικρατεῖν μὲν ἡ θερμὴ δυσκρασία, μεμῖχθαι δʼ αὐτῇ τὴν ὑγρότητα· τὴν τοιαύτην δυσκρασίαν ὕδατος ψυχροῦ πόσει ἀδεέστερον θεραπεύσομεν. ἐπιτήδειος δὲ καὶ ἡ τῶν στυφόντων ἐδεσμάτων χρῆσις· ἔστω δὲ καὶ ταῦτα χωρὶς τοῦ θερμαίνειν αὐστηρά. τῆς δʼ ὑγρᾶς δυσκρασίας μόνης συνισταμένης τὰ ξηραίνοντα τῶν ἐδεσμάτων ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰσχυρῶς βοηθεῖ, καὶ πρὸς τούτοις ἔνδεια τῶν συνήθων ποτῶν. τῆς δὲ μετὰ ψύξεως ὑγρᾶς δυσκρασίας ἄριστα ἰάματα τὰ δριμέα σύμπαντα· μιγνύσθω δʼ αὐτοῖς καὶ τὰ στύφοντα χωρὶς τοῦ ψύχειν σαφῶς. ἄριστον δʼ ἅμα καὶ τούτοις ὀλίγον τὸ πόμα, καὶ τοῦτο τῶν θερμαινόντων ἰσχυρῶς οἴνων. τῶν μὲν οὖν ἐπὶ ταῖς ποιότησι δυσκρασιῶν τοιαῦταί τινές εἰσιν ἰάσεις· ἐπεὶ δὲ πολλάκις καὶ περιεχόμενον ὑγρὸν ἐν τῷ κύτει τῆς γαστρὸς ἢ ἀναποθὲν ὑπὸ τῶν χιτώνων αὐτῆς τὰς δυσκρασίας ἐργάζεται, καλῶς ἂν ἔχοι καὶ περὶ τούτων εἰπεῖν. ἡ μὲν οὖν προτέρα διάθεσις εἰ μὲν ἅπαξ συσταίη, διʼ ἐμέτων καθαρθεῖσα καθίσταται ῥᾳδίως· εἰ δʼ αὖθις ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων ἐπιρρέει μορίων, ἀκριβοῦς δεῖται διαγνώσεως, ἡ θεραπεία δʼ αὐτοῖς ἐπακολουθήσει· τὴν μὲν γὰρ σύμπασαν θεραπείαν τῷ πεπονθότι χρὴ προσάγειν, προνοεῖσθαι δὲ τῶν δεχομένων τοσοῦτον μόνον, ὡς μὴ ῥᾳδίως δέχοιτο τὰ ἐπιρρέοντα· γένοιτο δʼ ἂν τοῦτο διά τε τῶν στυφόντων καὶ διὰ τῶν εἰς εὐεξίαν ἀγόντων τὸ πᾶν σῶμα. τὰς δʼ ἐν χιτῶνι τῆς γαστρὸς κακοχυμίας διὰ τῶν καθαιρόντων μετρίως, οἷόν ἐστιν ἀλόη καὶ τὸ διʼ αὐτῆς σκευαζόμενον φάρμακον ἡ πικρά. γλίσχρου δʼ ἅμα φλέγματος ἐμπεπλασμένου τῇ γαστρί, δοτέον αὐτοῖς πρότερον ὅσα τέμνει τοῦτο, κἄπειτα οὕτως καθαρτέον. εἰ δʼ ἐπιτηδείως ἔχοι, διὰ ῥαφανίδων ἐμείτω. εἰ δὲ μήτε γλίσχρος μήτε παχὺς εἴη ὁ χυμός, ἀρκεῖ καὶ ὁ ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἔμετος καὶ ὁ ἀπὸ τοῦ μελικράτου· πίνειν δὲ καὶ ἀψινθίου χυλὸν ἐν μελικράτῳ. ἀνὰ λόγον δὲ χρὴ καὶ τὰς ἐν τοῖς ἄλλοις μέρεσι γινομένας δυσκρασίας ἰᾶσθαι, τὰς ἐπιτηδείους ἐκροὰς εὑρίσκοντα τοῖς ὑγροῖς· εἰ δὲ μήτε κοιλότητα μήτε ἐκροὴν ἔχοι τὸ μόριον αἰσθητήν, ἀτμοῖς καὶ ἱδρῶσιν ἐκκενῶσαι χρὴ τοὺς πλεονάζοντας ἰχῶρας ἢ χυμοὺς ἐν αὐτῷ, καθάπερ γε κἂν πνεῦμα φυσῶδες ᾖ τὸ περιεχόμενον.