ΣΥΝΟΨΙΣ ΤΩΝ ΟΡΙΒΑΣΙΟΥ ΕΝΝΕΑ ΛΟΓΩΝ ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ ΑΥΤΟΥ ΕΥΣΤΑΘΙΟΝ
Ἐν τῷ πρώτῳ διδάσκει ὅσα προφυλακτικὰ ἐν γυμνασίοις, κενώσεσι καθολικαῖς καὶ μερικαῖς ἀνδρῶν τε καὶ γυναικῶν, περὶ ἀφροδισίων, ἀέρων, ἱδρώτων, λουτρῶν αὐτοφυῶν τε καὶ τεχνικῶν, καταπλασμάτων, δρωπάκων, σιναπισμῶν, φοινισμῶν· ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς κατʼ εἶδος ὕλης ἐν κράσει, δυνάμει, ἐνεργείᾳ, συστάσει, καὶ ποῖα ποίοις ἥρμοσται διαθέσεσι, ἔτι δοκιμασίας τῶν ἁπλῶν φαρμάκων καὶ συμμετρίας ἐν μίξει καὶ ἑψήσει καὶ περὶ σταθμῶν καὶ μέτρων καὶ περὶ κοπτῶν πλατυσμάτων· ἐν δὲ τῷ τρίτῳ περὶ τῶν ἐν χρήσει δοκίμων κηρῶν, ἐμπλάστρων, μαλαγμάτων, καταπλασμάτων, τροχίσκων, ξηρίων, κολλυρίων, ξηροκολλυρίων, ἀνακολλημάτων, σμηγμάτων, δρωπάκων, διαχρισμάτων ὀδόντων, ἀνδτιδότων, καθαρτηρίων, θυμιαμάτων· ἐν δὲ τῷ τετάρτῳ περὶ τροφῶν λεπτοχύμων, εὐχύμων, θερμῶν, ὑγρῶν, τροφίμων, εὐαναδότων, εὐπέπτων, εὐστομάχων, ἀφύσων, ῥυπτικῶν, ἐκφρακτικῶν, τμητικῶν, παχυτέρων, δυσφθάρτων, ὑπομαλακτικῶν καὶ τῶν ἐναντίων καὶ μέσων καὶ περὶ ἑψήσεως ῥοφημάτων, ζωμῶν, πομάτων, γαλακτοποσίας καὶ ὑδάτων· ἐν δὲ τῷ πέμπτῳ περὶ κυουσῶν, τρεφουσῶν, βρεφῶν ἀγωγῆς καὶ πάσης ἡλικίας καὶ διορθώσεως ὀδόντων, ἀκοῆς, ὀφθαλμῶν, καθαιρέσεως σαρκῶν, ἀναθρέψεως καὶ διαγνώσεις κράσεων καὶ ἰάσεις· ἐν δὲ τῷ ἕκτῳ σημειώσεις καὶ θεραπείας καὶ προγνώσεις πυρετῶν συμπτωμάτων, ἐν οἷς λέγει περὶ λειποθυμίας, συγκοπῆς, ὀδύνης, λυγμοῦ, ἀνορεξίας, βουλιμίας, ναυτίας, ἐμέτων, κυνικῆς ὀρέξεως, ἀγρυπνίας, καταφορᾶς, συντήξεως, δίψους· ἐν δὲ τῷ ἑβδόμῳ περὶ θεραπείας παντοίων ἑλκῶν, αἱμορραγίας, οὐλῶν, νευροτρώτων, ῥευμάτων, γαγγραίνης, ἀποστημάτων, χοιράδων, συρίγγων, μυρμήκων, ἐλεφαντιάσεως· ἐν δὲ τῷ ὀγδόῳ ὅσα κατὰ τὸν ἐγκέφαλον, κεφαλήν, ὀφθαλμούς, μυκτῆρας, μασχάλας, γένεια· ἐν δὲ τῷ ἐννάτῳ ὅσα περὶ θώρακα, σπλάγχνα ἕως αἰδοίων συνίσταται, καὶ περὶ γυναικείων παθῶν καὶ ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος.
ΟΡΙΒΑΣΙΟΥ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΥΙΟΝ ΑΥΤΟΥ ΣΥΝΟΨΙΣ καὶ ἐκλογαὶ ὑγιειναὶ προφυλακτικαί τε καὶ σύνθετοι ἔτι δὲ σημειωτικαί τε καὶ θεραπευτικαὶ καὶ ἀνατομικαὶ ἀπὸ διαφόρων ἀρχαίων.
Κελεύσαντος Ἰουλιανοῦ ποτε τοῦ θειοτάτου αὐτοκράτορος συναγαγεῖν με τῶν ἀρίστων ἰατρῶν ὅσα χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὴν κτῆσιν τῆς ὑγείας, προθύμως συνήγαγον ἐν ἑβδομήκοντα βίβλοις. καὶ ἐπειδὴ νῦν ἠβουλήθης, υἱὲ γλυκύτατε Εὐστάθιε, σύνοψιν αὐτῶν γενέσθαι, ἐποίησα καὶ τοῦτο ἀόκνως, συνορῶν οὐ σοὶ μόνον χρησιμώτατον γενήσεσθαι κατὰ τὰς ἀποδημίας, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς μὴ παρέργως τὴν ἰατρικὴν ἐκμαθοῦσιν· ὅσοι γὰρ ἐν ταῖς κατὰ πλάτος ἰατρικαῖς πραγματείαις σπουδαίως ἐγυμνάσαντο, τὴν σύνοψιν ταύτην ἕξουσι πρὸς εὐκολίαν τῆς ἀναλήψεως τῶν πρακτέων, διότι τοῖς συντόμως ῥηθεῖσιν κεφαλαιωδῶς ἐντυγχάνοντες εἰς ὑπόμνησιν ἔρχονται τῶν ὅλων ὑπὲρ ἑκάστης γνώσεως, καὶ συμβήσεται χωρὶς τοῦ φορτίον ἐπάγεσθαι βαρὺ τὰ τῆς χρείας ἱκανῶς ἔχειν. γραφήσεται δὲ μόνον ἰάματα τῶν παθῶν εὐμεταχείριστά τε καὶ εὔπορα, καὶ ὅσα διὰ φαρμακείας καὶ διαίτης τὸ δέον ποιεῖν εἴωθεν· χειρουργίας δὲ μνήμην οὐ ποιήσομαι, τὸ δυσμεταχείριστον αὐτῆς, μάλιστα ἐν ἀποδημίαις, παραιτούμενος· χρεία γὰρ ἐπʼ αὐτῇ τοὐπίπαν μηχανημάτων τε καὶ ὀργάνων οὐδαμῶς εὐπορίστων, ὥσπερ ἐπὶ καταγμάτων πολλάκις καὶ ἐκβολῆς ἄρθρων. τούτων καὶ ὅσα δυνατὸν διὰ μόνων τῶν χειρῶν ἀπευθύνειν ποιοῦσιν ἄριστα παιδοτρίβαι τε καὶ ἀθλητικοὶ ἄνδρες. ταῦτά τε οὖν καὶ ὅσα ἕτερα διὰ τῆς τῶν χειρῶν ἐργασίας ἔχει τὴν ἴασιν, ἄμεινον ὑπὸ τῶν τριβάκων δρᾶται· διὸ τούτοις ἐπιτρέψαντες ταῦτα, τῶν ἐπειγόντων ἡμεῖς καὶ μὴ δεχομένων ὑπέρθεσιν τὰς ἰάσεις διὰ φαρμακείας καὶ διαίτης καταλέξομεν.
Περὶ τρίψεως παρασκευαστικῆς.
Πρὸ τῶν γυμνασίων θερμαίνειν μετρίως τὸ σῶμα χρὴ τρίψει χρωμένους τῇ διὰ σινδόνων, κἄπειτα διʼ ἐλαίου τρίβειν γυμναῖς ταῖς χερσίν, ἄχρις ἂν θερμανθείη καλῶς καὶ μαλαχθείη τὸ σῶμα, ἐπανθήσειέ τε ἔρευθος εὐανθὲς καὶ εἰς ὄγκον ἀχθείη.
Περὶ γυμνασίων.
Κίνησίς ἐστι σφοδρὰ τὸ γυμνάσιον· ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἐπὶ τὸ δασύτερον ἀλλοίωσις. τὰ δὲ γυμνάσια δυσπαθῆ τε παρασκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα πρὸς τὰς ἐνεργείας τήν τε ὁλκὴν ἰσχυροτέραν τῆς τροφῆς καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν καὶ τὴν ὄρεξιν βελτίονα διὰ τὴν γινομένην θερμότητα· ἐκκαθαίρει δὲ καὶ τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα διὰ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν. ἐπειδὴ οὖν τῇ ἀναδόσει συνεργεῖ, χρὴ μήτε πλῆθος ὠμῶν καὶ ἀπέπτων σιτίων μήτε χυμῶν κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἐντέροις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τὰ τοῦ ζῴου μόρια πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσιν. δῆλον οὖν ὡς καὶ πρὸ τῶν σιτίων αὐτὰ παραλαμβάνεσθαι χρή. γνωρίσματα δὲ τῆς εὐκαιρίας τῶν οὔρων ἡ χρόα· τὸ μὲν γὰρ ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμόν, τὸ δὲ πυρρὸν καὶ χολῶδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρὸν ἄρτι πέψεως γεγενημένης σημεῖόν ἐστιν. τηνικαῦτα γοῦν ἄγειν ἐπὶ τὰ γυμνάσια προαποθέμενον τό τε ἐν τῇ κύστει καὶ ἐν τῇ γαστρὶ περίττωμα.
Περὶ τῶν εἰδῶν τοῦ γυμνασίου.
Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζῴοις ἐργάσασθαι, τὰ δὲ διὰ τῶν καθʼ ἕκαστον. τὸ μὲν εὔτονον γυμνάσιον, τουτέστι τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, εἰς εὐτονίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα· τοιαῦτα δʼ ἐστὶ τό τε σκάπτειν καὶ τὸ φορτίον ἀράμενον μέγιστον ἢ μένειν κατὰ χώραν ἢ προβαίνειν μικρά· καὶ οἱ ἀνάντεις δὲ περίπατοι τούτου τοῦ γένους εἰσὶ καὶ τὸ ἀναρριχᾶσθαι διὰ σχοινίου καὶ πλεῖστα ἄλλα ὁμοιότροπα. τὰ δὲ ταχέα χωρὶς εὐτονίας καὶ βίας ἐστίν· δρόμοι δʼ εἰσὶ ταῦτα καὶ σκιαμαχίαι καὶ ἀκροχειρισμοί· καὶ τὸ διὰ κωρύκου τε καὶ τῆς μικρᾶς σφαίρας γυμνάσιον σύνθετόν ἐστιν ἐξ εὐτόνου καὶ ταχέος· ὅσα γὰρ εὔτονα τῶν γυμνασίων ἐστί, τούτοις ὡς σφοδροῖς ἄν τις χρῷτο κινήσεις ταχείας προστιθείς. ἔτι τῶν γυμνασίων τὰ μὲν ὀσφὺν μᾶλλον ἢ χεῖρας ἢ σκέλη διαπονεῖ, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα. γυμνάζεσθαι δὲ χρή, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλεῖς καὶ εὔρυθμοι γίνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμὸν ἀτμῷ συμμιγῆ· παύεσθαι δὲ τηνικαῦτα πρῶτον ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ, οἷον εἰ φανείη συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν· ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ μὲν δὴ καὶ τὸ τῶν κινήσεων ἐπειδὰν ἐνδιδόναι που φαίνηται, καταπαύειν αὐτίκα· καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή· ἐὰν γὰρ ἐλάττων ἢ ψυχρότερος γίνηται, καταπαύειν περιχέαντα τὸ ἔλαιον, ἀποθεραπεύειν δὲ τοὐντεῦθεν, εἶθʼ ἑξῆς τῇ ἀποθεραπευτικῇ τρίψει χρῆσθαι, ὡς εἰώθασιν οἱ παιδοτρίβαι ποιεῖν.
Περὶ τῆς ἰδίως τρίψεως.
Τῶν τρίψεων ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν· ὥστε ὅσα μὲν ἐκλύεται πέρα τοῦ μέτρου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δʼ ἔσφιγκται, μαλακῶς· εἰ δέ τι συμμέτρως ἔχει, τοῦτο εὔδηλον ὡς οὔτε μαλακῶς οὔτε σκληρῶς, ἀλλʼ ὅσον οἷόν τε, τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ἡ δὲ πολλὴ τρῖψις τὴν ἰσχνότητα ποιεῖ, καὶ ἡ μέση κατὰ ποσότητα τὴν ἀνάθρεψιν. αἱ δὲ τρεῖς διαφοραὶ τῶν κατὰ ποιότητα τρίψεων ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρίψεων ἐπαλλαττόμεναι συζυγίας ἀποτελοῦσιν ἐννέα.
Περὶ ἀναφωνήσεως. Ἐκ τῶν Ἀντύλλου.
Ἐν ταῖς ἀναφωνήσεσιν ἡ μὲν εὐμέλεια καὶ χρηστοφωνία οὐδὲν ἂν συμβάλλοιτο πρὸς ὑγείαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχος χρήσιμος, ὥστε τοῦτον ἀσκητέον· οὕτω γὰρ πλεῖστος ἀὴρ εἰς τὸ σῶμα κατʼ ἀναπνοὴν ἑλκόμενος διαστέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν καὶ τοὺς καθʼ ὅλου τοῦ σώματος πόρους ἀνευρύνει καὶ διίστησι. διόπερ ἐν αὐταῖς ταῖς ἀναγνώσεσι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰς ἐκκρίσεις, τοῖς μὲν συντονώτερον ἀναγινώσκουσι μᾶλλον καὶ διʼ ἱδρώτων, τοῖς δʼ ἐπιεικέστερον ἐντεινομένοις διὰ τῆς ἀδήλου γινομένης διαπνοῆς καθʼ ὅλον τὸν ὄγκον· συμβαίνει δὲ διὰ τὸν λεπτυσμὸν πολλῶν περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξης καὶ φλέγματος ἔκκρισιν γίνεσθαι καὶ ἀπανάλωσιν. τοῖς γε μὴν ἀναθερμασίας δεομένοις διὰ ψυχρότητα τίς ἂν ἄλλη προσφορωτέρα γένοιτο βοήθεια τῆς κατὰ τὴν ἀναπνοὴν ἐνεργείας; δεῖ τοίνυν ἀναγινώσκειν πολλάκις ἀνιέντας τὸ σῶμα ἅπαν, καὶ κεχυμένης τῆς σαρκὸς εἰς ἀραίωσιν, διιστάντας ἐπίτηδες τήν τε ἀρτηρίαν καὶ τὰς ἄλλας διεξόδους τοῦ πνεύματος κατὰ τὰς βαρυτάτας τῆς φωνῆς φθέγγεσθαι ἀπηχήσεις. χρηστέον δὲ ταῖς τῆς φωνῆς ἐνεργείαις οὔτε εἰκῆ οὔτε ἀπερισκέπτως, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων μεστοὺς ὄντας ὑγρῶν μήτε ἐπὶ μεγάλαις τοῦ στομάχου καὶ φανεραῖς ἀπεψίαις πρὸς τὴν διὰ τῆς φωνῆς γυμνασίαν ἀφικνεῖσθαι, ὅπως ἂν μὴ πλείων ἀνάδοσις τῶν διεφθαρμένων ἀτμῶν εἰς τὸ σῶμα γένηται.
Περὶ ἀφροδισίων. Ἐκ τῶν Ῥούφου.
Ἐξ ἀφροδισίων ὠφέλειαί εἰσιν αἵδε· πλησμονὴν κενῶσαι καὶ ἐλαφρὸν παρασχεῖν τὸ σῶμα καὶ εἰς αὔξησιν προτρέψαι καὶ ἀνδρωδέστερον ἀποφῆναι· κατὰ δὲ τὴν ψυχὴν συνεστηκότα τε λογισμὸν διαλύει καὶ ὀργῆς ἀκράτου ἐπανίησιν· διὸ καὶ τῶν μελαγχολικῶν ὥς τι καὶ ἕτερον ἴαμα ἐπιτηδειότατον μίσγεσθαι. καθίστησι δʼ εἰς τὸ ἐμφρονέστερον καὶ τοὺς ἄλλον τρόπον ἐκμανέντας καὶ τοῖς ἀπὸ φλέγματος νοσήμασι κράτιστόν ἐστιν. οἱ δὲ καὶ εὐσιτότεροι ἀντὶ ἀσίτων ἐγένοντο· οἱ δὲ καὶ ὀνειρωγμῶν συχνῶν ἀπηλλάγησαν. φύσεις δʼ ἐπιτήδειοι πρὸς ἀφροδίσια αἱ θερμότεραι καὶ ὑγρότεραι καὶ πλέον τῶν ἄλλων εἰς λαγνείαν εὔφοροι· ἥκιστα δὲ δίαιτα μὲν ἡ ξηραίνουσα καὶ ψύχουσα, ἡλικία δʼ ἡ τοῦ γέροντος, ὥρα δʼ ἡ τοῦ φθινοπώρου. χρὴ τοίνυν τὴν δίαιταν ὑγρὰν καὶ θερμὴν παρέχειν· εἴη δʼ ἂν πόνων τε μετριότης καὶ σιτίων ὥσπερ δʼ οἱ μέτριοι πόνοι ἁρμόττουσιν, οὕτω καὶ οἱ αὐτῶν τῶν ἀφροδισίων· προτρέπουσι γὰρ εἰς τὸ ἔργον καί τινα ῥᾳστώνην τῷ ἐθισμῷ παρέχουσιν. δεῖ δέ, εἴπερ τινὸς ἄλλου, καὶ τροφῆς περιουσίας, ὥστε τὰ πολύτροφα τῶν ἐδεσμάτων εἴη ἂν ἐπιτήδεια· ἰχθύων δʼ οἱ πολύποδες — καὶ γὰρ καὶ ἄλλως πεπίστευνται ἐρεθίζειν — καὶ ὅσα μαλάχια· λαχάνων δὲ τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον καὶ ἡ γογγυλίς — καὶ ταῦτα δʼ ὡς φάρμακα· ὀσπρίων δὲ κύαμοί τε καὶ ἐρέβινθοι καὶ ὦχροι καὶ δόλιχοι καὶ πισσοί, πνεύματος ὑποπιμπλάντες καὶ τῷ ἀφθόνῳ τῆς τροφῆς. καὶ τὸ πήγανον τοίνυν, ὅτι πνεῦμα συμπέσσει καὶ ἀφανίζει, διὰ τοῦτο καὶ τὰς μίξεις ἀμβλύνει. μεγάλως δʼ ἐπαινῶ καὶ τοὺς βότρυς· ὑγραίνουσί τε γὰρ καὶ πνεύματος ἐμπιπλᾶσι τὸ αἷμα, ὃ δὴ ἐξορμᾷ πρὸς ἀφροδίσια. τῷ μέλλοντι δʼ ἀφροδισιάζειν πλησμονὰς προσφάτους φυλακτέον καὶ ἀπεψίας καὶ μέθας καὶ ἐνδείας· κακὸν δὲ καὶ ἐπὶ περιττώμασι μίσγεσθαι, καὶ πρὸ γυμνασίων καὶ λουτρῶν. κάλλιστον οὖν ἐπὶ σίτῳ μίσγεσθαι μὴ ἐμπλησθέντα· καὶ γὰρ καὶ πρὸς τὴν ἰσχὺν συμφέρει, καὶ ψύξεις αἱ ἐπιγινόμεναι ἧσσον γίνονται· ἐπὶ πόνοις δὲ πονηρὸν ἀφροδισιάζειν. καὶ κόπους φυλακτέον καὶ ἐμέτους γεγενημένους καὶ καθάρσεις ὡσαύτως καὶ διάρροιαν ἐξαπιναίαν· τὴν κεχρονισμένην δʼ ἐπιξηραίνουσιν. καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν, καὶ μάλιστα οἷς νόσημά τί ἐστιν.
Περὶ φλεβοτομίας. Ἐκ τῶν Γαληνοῦ.
Οὐ μόνον πλήθους ὄντος, ἤτοι τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον παρέγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονήν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ διʼ ἀτονίαν μορίων. καὶ εἰ ἔσεσθαι μέλλει μέγα νόσημα, φλεβοτομήσομεν πάντως, κἂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ ὥραν καὶ δύναμιν. πότερον δʼ ἐπὶ τὴν φλεβοτομίαν ἀφιξόμεθα πάντως ἐφʼ ἑκατέρου πλήθους, ὅταν φαίνηται ταῦτα ἐπί τινος τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος ᾖ; γνωστέον καθόλου φλεβοτομίαν ἐπὶ πάντων τῶν μεγάλων νοσημάτων ἀναγκαίαν εἶναι παραχρῆμα προσαγομένην. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν δύο εἰσὶν ὁδοὶ τῆς κενώσεως, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς· ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσιν, ἔτι δὲ χρίσμασι διαφορητικοῖς ταχέως ἐκκενῶσαι τοῦ πλήθους, εἰ μὴ ἄρα σοι δόξειέ ποτε παχέος αἵματος εἶναι καὶ μελαγχολικοῦ πλεονεξία· τηνικαῦτα γὰρ χρὴ φλεβοτομεῖν· τῶν δʼ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις· ἤδη δὲ πυρεττόντων, οὐδʼ ὅλως. εἰ δέ τινες εὐάλωτοι μὲν εἶεν νοσήμασι, μηδέπω δὲ μηδὲν παρείη σύμπτωμα, φλεβοτομεῖν χρὴ τούτους κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. καὶ ὅσοι δὲ καθʼ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσι νοσήματα πληθωρικά, καὶ τούτους χρὴ φλεβοτομεῖν εἰσβάλλοντος ἦρος· ὡσαύτως δὲ καὶ ὅσοι κατὰ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις νοσήμασιν· συμφέρει γὰρ τοῦτο ποιεῖν πρὶν ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος.
Περὶ ἐπαφαιρέσεως.
Ἐφʼ ὧν μὲν κενώσεως χρεία πολλῆς, οὐκ ἰσχυρὰ δʼ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν καὶ τὴν πρώτην ἀφαίρεσιν ἐλλιπεστέραν ποιησάμενον ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλει, καὶ τρίτον, ὥσπερ ἀμέλει καὶ ἐπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν. ὅταν δʼ ᾖ ζέοντος αἵματος πλῆθος ἀνάπτον ὀξύτατον πυρετόν, ἀθρόας ἐστὶ κενώσεως χρεία, καὶ χρὴ πειρᾶσθαι κενοῦν ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν ῥώμην τῆς δυνάμεως, ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελὼν εὐθέως, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τέμνειν ἐνίοτε φλέβα. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὅπως μή ποτε λάθῃς σαυτὸν ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος.
Περὶ μέτρου κενώσεως αἵματος.
Μέγεθος νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας εἰσίν, οὓς αὐξανομένους μὲν ἐνδείκνυσθαι πλείονα κένωσιν, μὴ αὐξανομένους δὲ καθαιρεῖν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως εἰς ὅσον ἐμειώθησαν οὗτοι. συνεπισκέπτεσθαι δʼ ἐφεξῆς ὁποία τίς ἐστιν ἡ φύσις τἀνθρώπου· τοὺς μὲν γὰρ μεγάλας ἔχοντας φλέβας ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς μηδʼ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δʼ ἐναντίους φειδομένως· αἷμά τε γὰρ ὀλίγον ἔχουσι καὶ εὐδιαφόρητοι τυγχάνουσιν. κατὰ τὸν αὐτὸν οὖν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις ἄχρι τεσσαρεσκαιδεκαετοῦς ἡλικίας· μετὰ δὲ ταύτην, ἐὰν ἠθροικότες ὦσι πλῆθος αἵματος, καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινή, καὶ τὸ χωρίον εὔκρατον, καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις αἵματος· ἔτι δὲ μᾶλλον, εἰ νόσημά τι σφοδρὸν ἐφεδρεύοι. κενώσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον· ἐὰν δέ σοι φαίνηται τὰ τῆς δυνάμεως ἰσχυρά, προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν ἥμισυ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτεις κενώσεις τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν. προσέχειν δὲ χρὴ καὶ τῇ μεταβολῇ τοῦ αἵματος κατά τε χρόαν καὶ σύστασιν, καὶ μάλιστα ὅταν φλεγμονῆς χάριν ἡ φλεβοτομία παραληφθῇ.
Ποίας τμητέον φλέβας;
Ἀντισπάσεως ἕνεκα τὰς κατʼ εὐθεῖαν τῶν αἱμορραγούντων τέμνε φλέβας· σπληνὸς δὲ πάσχοντος τὴν κατὰ τὸν παράμεσον δάκτυλον φλέβα διαίρει τῆς ἀριστερᾶς χειρὸς ἢ τῶν ἐν ἀγκῶνι τὴν ἔνδον. καὶ ἐπὶ πλευριτικῶν δὲ τὴν κατʼ εὐθὺ τοῦ πάσχοντος διαίρει. καὶ ὀδύνας ὀφθαλμῶν ἰσχυροτάτας ὠφελεῖ θαυμαστῶς ἡ κατʼ εὐθὺ φλὲψ διαιρεθεῖσα ἡ ὠμιαία κατʼ ἀγκῶνα· τρεῖς γὰρ οὗτοι τόποι τῆς κατʼ ἀγκῶνα φλεβοτομίας εἰσίν, ὅ τε ἔνδον καὶ ὁ ἔξω καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος· ὁ δʼ ἐκτὸς ἐπὶ τῶν κατὰ τὸ πρόσωπον καὶ τὴν κεφαλήν· ὁ μέσος δʼ ἀμφοτέρων. ἁμαρτηθείσης δὲ τῆς φλεβοτομίας, κατὰ μὲν τὴν μέσην φλέβα νευρίον ὑποκείμενον διαιρεῖται, κατὰ δὲ τὴν ἔνδον ἀρτηρία ὑποκειμένη, καὶ χρὴ φυλάττεσθαι τέμνειν ταύτην ἄνευ μεγάλης ἀνάγκης· τὴν δʼ ὠμιαίαν φλέβα κατὰ πάντα τρόπον ἀκίνδυνον τέμνειν. ἤδη μέντοι κἀπὶ ταύτης τινὲς ὠδυνήθησαν μέχρι πολλοῦ χρόνου· τῶν δʼ οὕτω παθόντων οὐδεὶς ἅπαξ διῃρέθη, δὶς δὲ καὶ τρὶς ἐπικαθέντων ἐπειδὰν ἀποτύχωσιν· μεγίστης δʼ ἅπαξ γενομένης διαιρέσεως, οὐδεὶς οὔτε ἐφλέγμηνεν οὔτε ὠδυνήθη. διὸ χρὴ ταύτην μὲν τέμνειν ἀφειδῶς, μετὰ πολλῆς δʼ ἀσφαλείας τὴν μέσην, ἀποχωρεῖν δὲ πειρᾶσθαι τῆς κάτω. ὥσπερ δὲ τὰ εἰρημένα μόρια ταῖς κατʼ ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστί, ταῖς κατʼ ἰγνύαν καὶ σφυρά, τουτέστι τὰ κατʼ ἰσχίον καὶ κύστιν καὶ μήτραν· νεφροὶ δʼ ἐπαμφοτερίζουσιν. χρὴ δʼ ἐπὶ μὲν τῶν ἀρχομένων φλεγμονῶν ἀντισπαστικῶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ἐπὶ δὲ τῶν κεχρονισμένων μάλιστα μὲν ἐξ αὐτῶν τῶν πεπονθότων μορίων· εἰ δὲ μή, ἐκ τῶν πλησίον. ἐφʼ ὧν δὲ σωμάτων οὐδὲν μὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, πᾶσα φλὲψ ὁμοτίμως εἰς ἀφαίρεσιν ἐπιτήδειός ἐστιν.
Τίς καιρὸς φλεβοτομίας;
Ἐν πάσῃ μὲν ἡμέρας ὥρᾳ φλεβοτομήσεις, πάσῃ δὲ νυκτός, σκοπὸν ἔχων ἐπὶ τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν χωρὶς πυρετῶν δεομένων τοῦ βοηθήματος τὸ μέγεθος τῆς διαθέσεως, ἐφʼ ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία· μηδενὸς δὲ τοιούτου κατεπείγοντος ἢ κωλύοντος, ἄμεινόν ἐστιν ἕωθεν φλεβοτομεῖν προεγρηγορήσαντας χρόνον ὡς μιᾶς ὥρας· καὶ λούειν δέ τινας ἄμεινον καὶ προπεριπατήσαντας ἐνίους· τινὰς δὲ καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρός, ἐφʼ ὧν μὲν ἁπλῶς κενῶσαι βουλόμεθα, καὶ κατὰ τὴν αὐτὴν ἡμέραν γινέσθω· ἐφʼ ὧν δʼ ἀντισπάσαι, κἂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιόν ἐστιν.
Περὶ ἀρτηροτομίας.
Ἀρτηρίας δὲ διαιροῦσιν οἱ ἰατροί, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν ὅσα θερμὰ καὶ πνευματώδη, τὰς δʼ ὄπισθεν τῶν ὤτων ἐπὶ τῶν σκοτωματικῶν, καὶ μάλιστα ὅσοι χρονίοις νοσήμασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ διʼ ἄλλα πάθη περὶ κεφαλὴν συνιστάμενα χρόνια κέχρηνταί τινες ἀρτηροτομίαις τῶν ὤτων ὄπισθεν· ἄλλας δὲ διαιρεῖν ἀρτηρίας ὀκνοῦσι διὰ τὸ δυσεπίσχετον τῆς αἱμορραγίας, καὶ ὅτι τῆς διαιρέσεως εἰς οὐλὴν ἰούσης ἀνεύρυσμα γίνεται.
Περὶ σικυάσεως.
Οὔτε ἐν ἀρχῇ τῶν παθῶν, οὔτε πληθωρικῶν ὄντων, σικύαις χρησόμεθα, ἀλλʼ ὅταν προκενωθῇ πᾶν τὸ σῶμα, καὶ μηκέτι ἐπιρρέῃ μηδὲν τῷ μορίῳ, χρεία τε γένηται κινῆσαί τι καὶ μοχλεῦσαι καὶ πρὸς τὸ ἐκτὸς ἑλκύσαι. φυλάττεσθαι δὲ δεῖ σικύαν προσάγειν πλησίον μαστῶν. ἐμπίπτοντες γὰρ εἰς αὐτὰς ἐνίοτε καὶ ἐνοιδοῦντες σφόδρα δυσχερῆ τὴν ἄρσιν ποιοῦνται, καὶ τότε χρὴ σπόγγοις ἐκ θερμοῦ περιλαμβάνειν τὰς σικύας· ἀνίενται γάρ· εἰ δὲ μηδʼ οὕτως ἀνεθεῖεν, τρυπᾶν αὐτᾶς δεῖ.
Περὶ ἐγχαράξεως. Ἐκ τῶν Ἀπολλωνίου.
Τὸ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον νομίσας, ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα, τούτου δʼ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται, καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, ἐδοκίμασα οὖν ἀπὸ τῶν ἀκυροτάτων, οἷον τῶν σκελῶν, τὴν ἀφαίρεσιν ποιεῖσθαι. ἄριστον δὲ τὸ βοήθημα εἰς τε τήρησιν ὑγείας καὶ εἰς ἀνάκτησιν, ὁπότε παρατραπείη· ὠφελεῖ δʼ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς χρονίως ῥευματιζομένους καὶ τὰς ἄλλας περὶ κεφαλὴν διαθέσεις καὶ τὰς περὶ θώρακα καὶ συνάγχας· τὰς δὲ σφηνώσεις τὰς ἐπί τισι μορίοις γινομένας λύειν χρὴ διὰ τοπικῆς ἐγχαράξεως.
Περὶ βδελλῶν. Ἐκ τῶν Ἀντύλλου.
Τὰς δὲ βδέλλας χρὴ λαβόντας φυλάττειν ἡμέραν μίαν αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλιζόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω αἵματι ἢ πυριάσθω· τὰς δὲ βδέλλας ἐμβλητέον εἰς ὕδωρ χλιαρὸν καθαρόν, εἶτα λαβόντας αὐτὰς καὶ σπόγγῳ περιλαβόντας τὸ γλινῶδες ἀποκαθαίρειν καὶ οὕτω προσάγειν. ἐμφῦσαι δʼ οὐ παύονται ἕλκουσαι, μέχρις ἂν προσπάσσωμεν ἅλας τοῖς στόμασιν αὐτῶν ἢ σποδόν. μετὰ δὲ τὸ πεσεῖν πυριατέον σπόγγοις τὸ μόριον, καὶ εἰ αἱμορραγοίη, κηκῖδα κεκαυμένην ἢ σπόγγον καινὸν ἀποβάψαντα εἰς πίσσαν ὑγρὰν καὶ καύσαντα ἐπιπάσσειν καὶ ἐπιτιθέναι χάρτην ὄξει βεβρεγμένον.
Περὶ καθάρσεως. Ἐκ τῶν Γαληνοῦ.
Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. τοὺς δʼ ὑγιαίνοντας, νοσήσαντας δʼ ἂν εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος τοῦ ἦρος, τὰ δʼ ἐπιληπτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, διʼ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομοῦν, εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα. ἐν ἀρχῇ μὲν οὖν τοὺς ὀρώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς· ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις ἀεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, καὶ κατʼ ἀρχὰς οἷόν τε φαρμακεῦσαι μετʼ εὐλαβείας πολλῆς, ἐν κινήσει τε τῶν χυμῶν ὄντων καὶ φορᾷ καὶ ῥύσει· τοὺς δὲ καθʼ ἕν τι μόριον ἐστηριγμένους οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσις γίνεται. τῶν δὲ καθαιρόντων φαρμάκων κακούντων τὸ στόμα τῆς γαστρός, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδʼ ἀκραιφνὴς ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός.
Ὅσα κάτω καθαίρει τῶν ἐν τῇ χρήσει.
Μέλας ἐλλέβορος καθαίρει κάτω χολώδη καὶ φλεγματώδη· διδόναι δὲ μιγνύντα σκαμμωνίαν· εἰ δὲ πρᾳότερον βούλει καθῆραι, ἐλλέβορον ἐξαρκεῖ κόψαντα ξηρῶν τῶν ῥιζῶν ἐπιπάσαι γλυκεῖ οἴνῳ ἢ ὀξυμέλιτι ὅσον δραχμὰς δύο καὶ ἑψήσαντα ἐν φακῇ ἢ ἐν πτισάνῃ ἢ ἐν ζωμῷ ὄρνιθος ῥοφῆσαι, τῆς δὲ σκαμμωνίας μίσγειν ὅσον τριώβολον πρὸς δραχμὴν τοῦ ἐλλεβόρου. ἄμεινον δὲ τῷ ἐλλεβόρῳ προσμίσγειν ἀνήσου καὶ πετροσελίνου καὶ δαύκου ὥσπερ χάριν ἡδύσματος. ὁ δὲ Κνίδιος κόκκος καθαίρει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη πολλά. ἔστι δὲ πυρώδης καὶ ὀξύτατος καθῆραι. διδόναι δὲ πλῆθος ὅσον κόκκους τριάκοντα· εἰ δὲ πρᾳότερον ἐθέλοις, εἴκοσιν. ἀφελεῖν δὲ τὰ περικάρπια καὶ διδόναι τὰ ἐντὸς τρίψαντα μετὰ μέλιτος καὶ ἀλφίτου ἢ ἐν μελικράτῳ πιεῖν· ἄμεινον δʼ εἰ μετʼ οἴνου πίνοι. ἐπὶ δὲ τῇ πόσει βραχὺ ἐλαίου καταρροφῆσαι, ὡς μὴ καίῃ τὴν φάρυγγα. λαμβάνειν δὲ καὶ μέλιτι ἑφθῷ περιπλάσσων τοὺς κόκκους κεκομμένους. τῆς δὲ λινοζώστεως εἰ μὲν ἑψήσας ἁπαλῶν τῶν φύλλων ἐσθίοις, ἐκκοπροῖ ἱκανῶς· εἰ δὲ τὸ ἀφέψημα κεράσας οἴνω πίνοις, τοῦτο ἰσχυρότερον. πολυπόδιον δʼ ἄγει φλέγμα καὶ χολὴν καὶ τὰ ὑδατώδη· διδόναι δὲ τῆς ῥίζης ὅσον δραχμὰς β ἐπιξέων μελικράτῳ ἢ ὕδατι. κάκιον δʼ οὐδὲν καὶ ἐπὶ τάριχος ξύσαντα φαγεῖν πρὸ τοῦ ἀρίστου. καθαίρει δὲ καὶ ἐν πτισάνῃ καὶ ἐν ζωμῷ ὄρνιθος ἡ ῥίζα ἑψηθεῖσα οὐ λυπηρῶς. σικυωνία δʼ ἢ κολοκυνθὶς καθαίρει φλέγμα καὶ χολὴν ἄκρατον· διδόναι δʼ ὅσον 𐅵 α τῆς ἐντεριώνης ἐν μελικράτῳ· πρᾳότερον δὲ καθῆραι βουλόμενος τὸ μὲν σπέρμα τῆς σικυωνίας ἐκβάλλειν, ἐγχέας δʼ οἴνου γλυκέος εἰς τὸν φλοιὸν ἕψει ἐπὶ μαλακῆς τέφρας, ἔστʼ ἂν καλῶς θερμανθῇ. τοῦτο διδόναι πίνειν οἷς τε ἄγειν οὐκ ἰσχυρῶς δεῖ, καὶ οἷς κατὰ τὸ δέρμα ἐξανθήσεις πελιδναὶ γίνονται. ἡ δʼ ἀλόη ὀξὺ μὲν καθαρτικὸν οὐκ ἔστι, στομάχῳ δʼ εὐμενέστατον· ἀρκεῖ δʼ ὅσον δραχμὰς β μετὰ μελικράτου πιεῖν. ἄγει δὲ φλέγμα καὶ χολήν. ἀγαθὸν δὲ καὶ εἰ ἐφʼ ἡμέρᾳ λαμβάνεις ἀπὸ δείπνου· διαχωρεῖ γὰρ καὶ τὰ σιτία οὐκ ἀφανίζει· πρὸς δὲ καὶ ἄδιψόν ἐστι καὶ εὔσιτον. τρίψαντα δʼ ἐν χυλῷ κράμβης πλάσσειν τὰ μὲν ἡλίκα ἐρεβίνθους, τὰ δὲ κυάμοις ἴσα, καὶ τούτων λαμβάνειν καὶ δύο καὶ τρία, ὅπως καὶ χρῄζει κενοῦσθαι. ἐπιτήδειον δὲ καὶ μετὰ ῥητίνης καταπότιον σκευασθὲν καὶ μεθʼ ἑφθοῦ μέλιτος· καλῶς δʼ ἂν καὶ σκαμμωνίᾳ μίσγοιτο. ἐπίθυμον δὲ μελάνων ἐστὶ καὶ φλεγματωδῶν ἀγωγόν· δίδου δὲ κόψας καὶ διασήσας μετʼ οἴνου γλυκέος πλῆθος 𐅵 β, καὶ ἐπὶ πλέον μετὰ μέλιτος τῶν ἁλῶν προσμίσγων. συμφέρει δὲ τοῖς φυσώδεσι καὶ ὑποχονδριακοῖς καὶ ἀπέπτοις καὶ οἷς τὸ ἧπαρ βαρύνεται καὶ τοῖς δυσπνοϊκοῖς. ἀγαρικὸν δὲ καθαίρει φλέγμα καὶ χολήν, ἀλλʼ οὐκ ὀξέως· πλῆθος δὲ 𐅵 β διδόναι ἐπιπάσσοντα μελικράτῳ ἢ ὀξυμέλιτι. εὐφόρβιον δὲ καθαίρει μὲν ὑδατώδη πολλὰ καὶ χολώδη· ἔστι δʼ ὀξύτατον ὧν οἶδα καὶ πυρωδέστατον, ὃ τοῖς μὲν ὑδεριῶσι καὶ κωλικοῖς καὶ ὅσοι ψυχροτέρας ἔχουσι τὰς κοιλίας ἁρμόζει, τοῖς δʼ ἄλλοις ταρακτικὸν ἰσχυρῶς καὶ διψῶδες. μίσγειν δὲ τῶν εὐωδῶν αὐτῷ σπερμάτων· πίνειν δʼ ἐν μελικράτῳ ὅσον τριώβολον. κνίκος δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν· οὐ μὴν ἰσχυρῶς. δεῖ δὲ τοῦ σπέρματος τετριμμένου πιέσαντα τὸν χυλὸν μίσγειν ζωμῷ ὄρνιθος καὶ ῥοφᾶν· οἱ δʼ ἀνήσῳ καὶ μέλιτι καὶ ἀμυγδάλοις μίσγοντες τοῖς ἰκτερικοῖς καταπότια ποιοῦσιν ἁρμόζοντα. πλῆθος δὲ τούτου 𐅵 δ ἀρκοῦσιν. ἡ δὲ σκαμμωνία οὐδενὸς μὲν τῶν ἐλατηρίων λείπεται οὔτε εἰς ὀξύτητα οὔτε εἰς ἰσχύν· καρδιαλγὴς δὲ καὶ δύσοσμος καὶ ἀτερπὴς καὶ ἄγαν διψώδης· ὅθεν οὐ πονηρῶς ἔνιοι ἀλόῃ μίσγοντες προσφέρουσιν· οἱ δὲ θύμου κόμῃ καὶ ἁλσίν· οἱ δὲ καῖ τοῖς εὐώδεσι σπέρμασιν. ἄγει δὲ φλέγμα καὶ χολὴν ἰσχυρῶς ἄκρατον ὅσον 𐅵 α. τῷ δὲ πλεῖον πιόντι τοῦ φαρμάκου, εἰ μὲν ἔμετοι προσίσταιντο, τοῦτο μὲν σέλινον ἀποβάπτοντα εἰς ὄξος μασήσασθαι, τοῦτο δʼ ἐλαίαν λευκὴν ἁλμάδα, τοῦτο δʼ ἁλῶν χόνδρον ἐνθεῖναι τῷ στόματι· ταῦτα γὰρ κωλύει τοὺς ἐμέτους, καὶ προσέτι κορίανον ὀσφραινόμενον καὶ γλήχων καὶ καλαμίνθη. κάλλιον δὲ καὶ ἀναπαύειν βραχὺ ἐν τῇ κλίνῃ θάλποντα τὴν γαστέρα καὶ ἄκρους τοὺς πόδας, ὡς τό γε εὐθὺς περιπατεῖν πολλοῖς ἐμέτους καὶ καρδιωγμοὺς καὶ ἰλίγγους παρέσχεν. ὅταν δʼ ἐν τῇ καταστάσει σφῶν αὐτῶν γένωνται, τότε ἤδη πρὸς τὸν περίπατον ἄγειν κελεύοντα ὑποκινεῖν ἡσυχῇ· τοῦτο γὰρ μᾶλλον ἐρεθίζει ἢ εἰ ὀξέως βαδίζοι. ληγούσης δὲ τῆς καθάρσεως, κατακλίναντα ἡσυχάζειν ἐγρηγορικῶς· μᾶλλον γὰρ συνδίδωσιν. τηνικαῦτα δὲ καὶ ἐπιρροφεῖν κατʼ ὀλίγον μεταξὺ θερμοῦ ὕδατος· καὶ γὰρ τοὺς δηγμοὺς ἀποπλύνει καὶ τὰς ἐκκρίσεις παρορμᾷ. μὴ καθαιρομένων δέ, μελικράτου τε ἐπιρροφεῖν καὶ νίτρου τετηκότος ἐν ὕδατι· βέλτιον δὲ καὶ βάλανον προσθέσθαι διʼ ἁλῶν καὶ νίτρου.
Ῥούφου· πῶς ἄν τις καλῶς ἐμέσειε.
Ἐπειδὴ τοῖς συντόνως ἐμοῦσι πολλὰ ἄτοπα παρακολουθεῖν εἴωθε καλῶς ἔχει τρόπους εἰπεῖν καθʼ οὓς ἔνεστιν εὐπετῶς ἐμεῖν· καὶ γὰρ φλέγμα κενοῖ καὶ κεφαλὴν ἐπικουφίζει, καί ποτε καὶ προθυμότερον φαγόντα ἀπεπτῆσαι καὶ οἴνου πλείονος λαβόντα βλαβῆναι κωλύει. ἔστω δὴ τὰ προσφερόμενα μὴ στρυφνὰ καὶ ξηρά, ἀλλὰ τὰ μὲν τοῦ γλυκυτέρου τρόπου καὶ ὑγροτέρου, τὰ δὲ τοῦ δριμυτέρου. δοκεῖ δʼ ἐν τούτοις ῥαφανὶς εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχος παλαιὸν καὶ ὀρίγανις χλωρὰ καὶ κρομμύου ὀλίγον καὶ πράσου. συνεργεῖ δὲ τοῖς ἐμέτοις καὶ τῶν ὀσπρίων αἵ τε πτισάναι μέλιτος ἔχουσαι καὶ τὰ ἀπὸ τῶν κυάμων ἔτνη καὶ τὰ πίονα τῶν κρεῶν· ἀλλʼ ὅπως μὴ μόνον τοὺς χυλοὺς αὐτῶν λαμβάνοις, ἀλλʼ ὅλους τοὺς ὄγκους καταπίνειν. μὴ τοίνυν μηδὲ περὶ τὴν μάσησιν ἱκανῶς διάτριβε μέλλων ἐμεῖν· τῇ δʼ ἑψήσει μαλακὰ πάντα ἔστω. δῆλον δʼ ὅτι καὶ τῶν οἴνων τοὺς γλυκυτέρους αἱρετέον — οὗτοι γὰρ ἐπιπολαστικώτεροι — καὶ χλιαρωτέρῳ χρῆσθαι τῷ ποτῷ. χρὴ δὲ καὶ ἀμύγδαλα εἰς μέλι βάπτοντας ἐσθίειν καὶ πλακοῦντος γεύεσθαι τηνικαῦτα καὶ πέπονος σικύου τὸ σπέρμα βρέξαντα καὶ λεάναντα μετὰ μέλιτος προσφέρεσθαι. ποιεῖ δὲ καὶ ἡ ῥίζα τοῦ σικύου τετριμμένη μετὰ μέλιτος· οἱ δʼ ἰσχυροτέρῳ βουλόμενοι χρῆσθαι ναρκίσσου βολβὸν ἑψήσαντες ὕδατι τούτῳ κεραννύουσι τὸν οἶνον. προτρέπει δʼ ἐμεῖν καὶ ἴρινον μύρον, εἴ τις διαχρίσας τοὺς δακτύλους ἐρεθίζοι. ἐμετικὸν δὲ καὶ τὸ μὴ ἀνεῖναι καὶ διαλιπεῖν. ἐπὶ τοῖς ἐμέτοις τό τε στόμα διακλύζειν καὶ τὴν ὄψιν ἀπονίπτειν ὀξυκράτῳ ὑδαρεῖ· καὶ γὰρ τοῖς ὀδοῦσι συμφέρει καὶ διακουφίζει τὴν κεφαλήν.
Περὶ κλυσμῶν. Ἐκ τῶν Ῥούφου.
Τῶν ἐνιεμένων διὰ κλυστῆρος οἱ μέν εἰσιν ἁπαλοί, οἱ δὲ δριμεῖς· τῶν δʼ ἁπαλῶν ὕδωρ μὲν αὐτὸ καθʼ ἑαυτὸ ποιεῖ κομιδῆς ἕνεκα κοπρίων ἐν συνεχέσι πυρετοῖς καὶ κακοήθεσι, καὶ ἐφʼ ὧν ἐκ μακρᾶς ἀσθενείας ἀναλαμβανόντων δυσχερεῖς αἱ ἄφοδοι γίνονται, καὶ ἐφʼ ὧν δʼ ἀνειλήσεις τῶν πνευμάτων γίνονται· θερμότερον δʼ ἐνήσομεν, ὡς πνευματοῦντος τοῦ χλιαροῦ καὶ κατὰ μίαν ἔκθλιψιν. τήλεως δʼ ἀφέψημα ἐπὶ γυναικῶν ἐνιέμεν καὶ ἐπὶ τῶν τρυφερῶν· ὁμοίως δὲ καὶ μαλάχης, καὶ μάλιστα ἐφʼ ὧν ξηρότης ἐστίν· ἐφʼ ὧν δὲ καὶ δήξεις εἰσί, λινοσπέρμου. ὁ δὲ τῶν πιτύρων χυλός, ἔτι δὲ τράγου ἄρτου τε καὶ χόνδρου καὶ τρόφιμόν τι ἔχουσι, καὶ γίνεται πολλάκις χρεία μετὰ τὸ κενῶσαι τὰ σκύβαλα τροφῶδές τι προσπαραθεῖναι· ἁρμόζει δὲ καὶ ταῖς ἐπιπολαίοις τῶν ἐντέρων ἑλκώσεσιν ἡ τοιαύτη ἔνεσις. ἁρμόζει δʼ ἐπὶ τούτων καὶ πτισάνη προσλαβοῦσα χοίρειον στέαρ. ὁ δὲ τοῦ σεύτλου χυλὸς καὶ τὸ ἀφέψημα ἁρμόζει ἐνιέμενα πρὸς εἱλιγμοὺς τῶν ἐντέρων καὶ παλμούς· διαλύει δὲ καὶ σκύβαλα καὶ τοῖς διηνεκέσιν ὀδαξισμοῖς ἀντιβαίνει. ἀνδράχνης δὲ χυλὸς χρήσιμος ἐπὶ τῶν ἐκπυρώσεων τῶν τε ἄλλως παρακολουθουσῶν, καὶ ἐφʼ ὧν διʼ ἔκκρισιν σκληρῶν σκυβάλων διακριθέντων διαταθεὶς ὁ σφιγκτὴρ ἐρυσιπελατώδη διάθεσιν ἀνεδέξατο· προσμίγνυται δʼ ἐπὶ τῶν τοιούτων καὶ ὠόν. καὶ ἔλαιον ἐπὶ πάσης φλεγμονῆς καθʼ ἑαυτὸ ἁρμόζει, καὶ ἐφʼ ὧν γίνονται στρόφοι διὰ πνεύματα· διαλυτικώτερον δὲ μᾶλλον τῶν πνευμάτων ἐστὶ πηγάνου ἀφέψημα ἢ κυμίνου ἢ ἀνήθου ἢ δαφνίδων καὶ τοῖς ἀπὸ ψυγμοῦ πυρέττουσιν. γάλα δʼ ἐνίεται ἑλκώσεως οὔσης καὶ φλεγμονῆς περὶ τὰ ἔντερα, νεφρούς, κύστιν, ὑστέραν· προσλαμβάνει δὲ τονώσεως χάριν καὶ μέλι καὶ χήνειον στέαρ ἢ ὕειον· ὑδρελαίῳ δʼ ἐπὶ διατάσεων ἐν κατοχῇ κοπρίων· ὁμοίως δὲ καὶ ἄσφαλτον, ὅταν ἀπὸ ψύξεως συμβαίνωσιν· τὸ δὲ βούτυρον ἐφʼ ὧν διὰ φλεγμονὴν ἀπευθυσμένου κατέχεται τὰ σκύβαλα, καὶ ῥυπαρῶν ἑλκώσεων οὐσῶν περὶ τὸ ἔντερον· μαλάχης δὲ χυλὸς καὶ ἀφέψημα ἐπὶ μακρῶν στρόφων καὶ φλεγμονῶν περὶ τὰ ἔντερα καὶ ἕδρας συμπασχούσης. μελίκρατον δʼ ἐνίεται, ὅταν ἀπαθῆ μὲν ᾖ τὰ μόρια, δυσμάλακτον δὲ τὸ κοπρίον. οἴνῳ δὲ καὶ ἐλαίῳ ἢ χυλῷ πτισάνης ἢ μαλάχης κλύζομεν τοὺς ὀπὸν μήκωνος εἰληφότας· οἶνον δὲ μετὰ ῥοδίνου καὶ λέκιθον ὠῶν εἰς γλυκὺ ἢ ῥόδινον ἐναφηψημένον ἐπὶ τῶν τεινεσμωδῶς ὀχλουμένων ἐν ἀρχῷ. ὑδρόμελι δʼ ἢ φακοῦ ἀφέψημα μετὰ μέλιτος ἐνίεμεν ἢ ὀρόβου ὁμοίως ἢ πτισάνης χυλὸν μετὰ ῥοδίνου, ἀποστήματος ῥαγέντος ἐν τῷ κώλῳ. μέτρον δὲ τῶν ἐνιεμένων τὸ μὲν πλεῖστόν εἰσι τρεῖς κοτύλαι, τὸ δʼ ἔλαττον μία. πολλάκις δὲ καὶ δὶς ἐνίεμεν καὶ τρίς, καὶ μάλιστα ἐφʼ ὧν ἕλκωσις καὶ φλεγμονὴ περὶ τὸ ἀπευθυσμένον ὑπάρχουσα ἐπέχει τὰ ὑπερκείμενα σκύβαλα. τοῖς δὲ δριμέσι χρώμεθα ἐπί τε ἰσχιαδικῶν καὶ ὀρθοπνοϊκῶν μὴ ἀπὸ στομάχου θλιβομένου τοῦ πνεύματος· ὀνησιφόροι δʼ οἱ αἱμαγωγοί, οἷον γάρος σιλούρου, ἅλμη καὶ θάλασσα. ἔστι δὲ καὶ σκευαστὸς τοιόσδε· μέλιτος κοτύλης ἥμισυ, ὕδατος κοτύλαι δύο, ἁλῶν ὁλκαὶ τρεῖς, ἐλαίου κοτύλης τέταρτον· παραπλέκουσι δέ τινες καὶ ὠὰ δύο. τοῖς δὲ τοὺς θανασίμους μύκητας φαγοῦσιν ἐνίεται νίτρον καὶ ἀψίνθιον καὶ ῥαφάνου χυλὸς καὶ πηγάνου ἀφέψημα· ἐπὶ δὲ παραλύσεως τοῦ ἀπευθυσμένου ἐντέρου ἅλμη· τοῖς δʼ ἀσκαρίδας γεννῶσιν ἅλμη ἢ κενταυρίου ἀφέψημα ἢ ἀψινθίου ἢ θέρμων ἢ ἀλόη ἢ κεδρία μετά τινος τῶν ἀφεψημάτων· τοῖς δʼ ἕλμινθας γεννῶσι θέρμων ἀφέψημα ἢ ἀπόβρεγμα ἢ ῥοῦς ἢ ἅλμη· τεινεσμώδεσι δὲ προθυμίαις ὑπερβαλλούσαις ἅλμη ὀλίγη· ἀκρατήτῳ δʼ αἵματος ῥύσει διʼ ἕλκωσιν ἐντέρου πολυγόνου χυλὸς ἢ ἀρνογλώσσου ἢ μύρτων μελάνων ἐν οἴνῳ ἑψηθέντων. προσμίγνυμεν δʼ ἐπὶ τῶν προειρημένων καὶ λίβανον ἢ ἀκακίαν ἢ ὑποκυστίδα ἢ σίδιον ἢ στυπτηρίαν. ἑλκώσεσι δʼ ἐντέρων ἀρρευματίστοις γάλα ἐνίεμεν αἴγειον ἢ βόειον καὶ λυκίου 𐅵 β ἢ γῆς Σαμίας 𐅵 δ· ῥευματιζομέναις δὲ καὶ πλαδώσαις ἑλκώσεσι χάρτου κεκαυμένου ἢ σχίνου τέφραν ἢ τοῦ διὰ χάρτου μεθʼ ὕδατος ἢ ἀφέψημά τι τῶν στυφόντων.
Περὶ βαλάνων.
Χρώμεθα δὲ βαλάνοις πολλάκις σκυβάλων ἐκκρίσεως ἕνεκεν, καὶ ἐφʼ ὧν τὸ ἐνεθὲν διὰ κλυστῆρος οὐκ ἐκκρίνεται· πλάσσεται δὲ βαλάνια ἐξ ἁλὸς ὀπτοῦ καὶ μέλιτος καὶ νίτρου. καὶ θύμος δὲ τῷ ἀπηφρισμένῳ μέλιτι μίσγεται. πλάσσεται δὲ καὶ ἐκ ῥητίνης τερεβινθίνης καὶ νίτρου, καί ποτε καὶ κόκκου Κνιδίου συμμέτρου· δήξεις δʼ ἐγείρει· διὸ χριστέον τὰ μέρη ἐλαίῳ. ἔτι δὲ καὶ πύρεθρον ἢ πέπερι ἐλαίῳ παραπλέκεται καὶ ἁρμόζει παραλυτικοῖς καὶ ταῖς ὑπὸ ψύξεως ἐμπνευματώσεσιν. κενταύριον δὲ παραπλέκεται πίσσῃ καὶ κηρωτῇ καὶ ἔστιν ἐπιτήδειον παρέσεσιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδρος ἁλὸς ἐντίθεται. ἀναπλάσσεται δὲ καὶ σῦκον μετὰ νίτρου ἢ σταφὶς μετὰ νίτρου καὶ κυμίνου.
Περὶ τῶν κενωτικῶν τῆς κεφαλῆς.
Τοὺς ἐν τῇ κεφαλῇ χυμοὺς διὰ τῶν πτυσμάτων κενοῦμεν, εἰ μὲν ἐπὶ βραχὺ τοῦτο πρᾶξαι βουληθείημεν, ἀναμιγνύντες μαστίχῃ πέπερι, πλέον δὲ κενῶσαι βουλόμενοι, πύρεθρον ἢ σταφίδα τὴν ἀγρίαν μασᾶσθαι κελεύοντες. καὶ ἀνεμώνης δὲ πάσης ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται, καὶ καππάρεως τῆς ῥίζης ὁ φλοιός. ὀρῶδες μὲν οὖν περίττωμα διὰ τῶν τοιούτων κενοῦται· τὸ παχὺ δὲ καὶ φλεγματῶδες ἀνακογχυλιζόμενον νάπυ μετʼ ὀξυμέλιτος ἢ σίραιον ὀρίγανον ἢ ὕσσωπον ἀφηψημένον ἔχον· ἐγὼ δὲ μίγνυμι τοῦτο τῷ μετʼ ὀξυμέλιτος νάπυϊ. εἰ δὲ καὶ ὑπὸ μύξης ἐκκαθαίρεσθαι δέοι τὸν ἐγκέφαλον, προτρέψομεν αὐτήν, ἐρεθίζοντες φαρμάκοις δριμέσιν, ὧν ἔνια καὶ πταρμὸν κινεῖ. καθαίρει μὲν οὖν διὰ ῥινὸς ἀναγαλλίδος ἑκατέρας ὁ χυλὸς ἀνεμώνης τε πάσης καὶ τεύτλου χυλός· καὶ σικύου ἀγρίου φύλλων ὁ χυλὸς ἐγχεῖται ταῖς ῥισίν, αὐτός τε καθʼ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματος ἢ χυλοῦ· πταρμὸς δʼ ἐπὶ τοῖς ὠμοῖς χυμοῖς τοῖς κατὰ θώρακα καὶ πνεύμονα καὶ κεφαλὴν μέρεσι περιεχομένοις οὐ συμφέρει. διάχριστον δὲ στόματός ἐστι τοιόνδε· σάπωνα διεὶς τεύτλου χυλῷ χρῖε τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα, καὶ καλῶς ποιεῖ. τὸ δʼ αὐτὸ καὶ ἔρρινόν ἐστιν. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην ἐγχεομένῳ τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα· ἐνίοτε δʼ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ μελάνθιον λειῶ καὶ ὁμοίως χρῶμαι. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ Ἀρχιγένης ἐπʼ ἐμφράξει μυκτήρων· τῷ δὲ προτέρῳ τῷ διὰ τοῦ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτερικῶν.
Ὅσα ἐμμήνων ἀγωγά.
Τὰ διουρητικὰ πάντα, κράμβης ῥίζης τὸ ἀφέψημα πινόμενον, περσέας ῥίζα καὶ πήγανον καὶ χρυσάνθεμον καὶ δίκταμνον καὶ εὐζώμου σπέρμα. κινεῖ δὲ καὶ τὰ πρόσθετα τῷ στόματι τῆς ὑστέρας προσαγόμενα, ὥσπερ πήγανον λεῖον μετὰ μέλιτος ἢ ἀνήθου τῆς ῥίζης κεκαυμένης ἡ σποδιὰ μετὰ μέλιτος ἢ πράσου χυλὸς ἢ σκόροδον λεῖον προστιθέμενον ἢ σμύρνα λεία ἐν οἴνῳ ἢ λαγωοῦ πυτία.
Ἱδρωτικά.
Τῶν δʼ ἱδρωτικῶν ἐστι χαμαίμηλον ξηρὸν λεῖον ἐπιπασσόμενον ἐλαίῳ, τῆς ἐπιφανείας εὐτόνως ἀνατριβομένης, σέσελι, πύρεθρον, κάχρυ, ἄνησον ὁμοίως ἐπιπασσόμενα ἐλαίῳ, νίτρον ὀπτὸν μὴ πάνυ λεπτὸν σὺν τῷ ἐλαίῳ, ἁλὸς ἄνθος συγκιρνώμενον ἐλαίῳ, ὀπὸς Κυρηναϊκὸς ὕδατι διειμένος εἰς ἀνάτριψιν τοῦ σώματος παραλαμβανόμενος καὶ πινόμενος ὅσον ἐρεβίνθου μέγεθος.
Περὶ ἀέρων. Ἐκ τῶν Γαληνοῦ.
Ἄριστος ἀήρ ἐστιν ὁ ἀκριβῶς καθαρός· εἴη δʼ ἂν οὗτος ὁ μήτε ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος μήτε ἔκ τινος βαράθρου δηλητήριον αὖραν ἀναπέμποντος. οὕτω καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν ἐκκαθαιρόντων μεγάλην πόλιν ἐπιθολοῦται, μοχθηρός ἐστι· καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστίν, οὐκ ἀγαθός ἐστιν, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεσιν ὑψηλοῖς περιεχόμενος μηδεμίαν αὖραν δέχηται.
Ἐκ τῶν Γαληνοῦ. Περῖ πυριάσεων καὶ αἰονήσεων καὶ καταπλασμάτων καὶ σικυῶν.
Ἀραιοῦν εἰώθασιν αἱ πυρίαι τὸ δέρμα καὶ εὐδιάπνευστον ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν καὶ εἰ περιουσία πολλή τις εἴη καθʼ ὅλον τὸ σῶμα, πλέον ἐπὶ τὸ θερμαινόμενον μέρος ἑλκυσθήσεται τοῦ διαφορουμένου, καὶ χρὴ πρὸ τῶν πυριάσεων κενοῦν τὸ ὅλον σῶμα. αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμοναῖς ἁρμόττουσιν ὑπὸ χολωδεστέρων χυμῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος, καὶ αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις. καὶ θερμαίνειν δʼ ὑποχόνδρια αἰονήσεσιν ἢ καταπλάσμασιν οὐ διὰ παντὸς ἀσφαλές, ἀλλʼ ἐπʼ ἐκείνων μόνων τῶν ἀρρώστων ἐφʼ ὧν οὐδέν ἐστι περιττὸν ἐν ὅλῳ τῷ σώματι, τοῖς δʼ ἄλλοις ἅπασι κακὸν ἔσχατον. καὶ ἐν ἀρχῇ δὲ φερομένων ἔτι τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθός, ἀποκρούεσθαι βέλτιόν ἐστιν. εἰ δʼ ἥ τε φορὰ παύσαιτο διὰ τῶν ἀποκρουστικῶν, ἥ τε γενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾶν ὑπὲρ τοῦ κενῶσαι τὰ περιεχόμενα· μάλιστα δʼ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ τὰ περιττά, τοῖς στύφουσι κεχρῆσθαι· κύρια γὰρ τὰ μόρια. καὶ ἐπειδὰν δὲ καιρὸς ἤδη διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφεσθαι τὰ μόρια ταῦτα, ὥστε ἀφεψήσαντα ἀψίνθιον ἐλαίῳ αἰονᾶν δεῖ ἢ μηλίνῳ ἢ σχινίνῳ ἢ μαστιχίνῳ. ὡσαύτως δὲ καὶ τὰ καταπλάσματα σύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς χαλαστικῆς λεπτομεροῦς καὶ πικρᾶς καὶ στυφούσης. κώλου δὲ πάσχοντος ἢ τῶν ἄλλων ἐντέρων ἢ τῶν καθʼ ὑποχόνδρια μυῶν ἢ περιτοναίου, μικτέον οὐδαμῶς ἐστι τὰ στύφοντα, καθάπερ οὐδὲ κύστεως ἢ μήτρας, ὅταν, ὡς εἴρηται, μήτε ἐπιρρέῃ μηδὲν ἔτι, μήτε πλῆθος ᾖ περιττὸν ἐν ὅλῳ τῷ σώματι. καὶ σικύαις δὲ προκενωθέντος τοῦ ὅλου σώματος χρησόμεθα, οὐκ ἐν ἀρχῇ τῶν παθῶν.
Ἐκ τῶν Λύκου. Περὶ καταπλασμάτων.
Διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατον τὸ ἐπίπλασμα τοῦτο καὶ σκόλοπας ἐξάγει καὶ σκίρρους ὠφελεῖ καὶ θλάσματα τὰ ἐν πέλμασιν· δεῖ δὲ ζύμην συμμαλάττειν αὐτάρκει ἐλαίῳ καὶ χρῆσθαι αὐτῷ· σφοδρότερον δὲ βουλόμενος ποιεῖν αὐτὸ νίτρον προσμίξεις σύμμετρον. εἰ δὲ καὶ ὄξει διαλύσας τὴν ζύμην καὶ ἑψήσας παχύνοις, ἐπιτηδειότατον ἔσται πρὸς τοὺς ἐν σπληνὶ καὶ ἥπατι σκίρρους· εἰ δὲ καὶ θύμον καὶ γλήχωνα καὶ ἀψίνθιον μίξαις τῇ ζύμῃ, κάλλιστον ποιήσεις φάρμακον. σῦκα δὲ λιπαρὰ εὖ μάλα κόπτεται σὺν τῷ σπέρματι, ὡς μηδὲ ὁτιοῦν ἀργὸν ἀφίεσθαι μέρος, καὶ τούτῳ μίγνυται μύρου ἰρίνου βραχύ. ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα καὶ πρὸς σκίρρους, μάλιστα τοὺς τῶν σπληνῶν καὶ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήσσει κόλπους καὶ σκόλοπας ἀνάγει· εἰ δὲ μίξαις τοῖς σύκοις οὕτω πεποιημένοις γλήχωνος ἢ ὀριγάνου ἢ θύμου κόμης ἢ ἀψινθίου λεπτότατον σήσας, ὑδρωπικοῖς ἁρμόσει. καὶ ἐψηθεῖσι δὲ τοῖς σύκοις ἱκανῶς ὡς διαχεῖσθαι δύνασθαι καὶ λειωθεῖσιν ἕψε πάλιν μετὰ τοῦ ὕδατος ἐν ᾧ ἡψήθησαν, μίγνυέ τε κρίθινον ἄλευρον ἢ πύρινον, καὶ αὖθις ἕψε μέχρι συστάσεως· ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις. εἰ δὲ βούλει λίπος ἐμβαλεῖν, βούτυρον μίγνυε. εἰ δὲ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς ἐν τοῖς ἐντέροις ὀδύνας γινομένας ὑπὸ πνεύματος ὀνίνησιν, καὶ κύμινον ὁμοίως· μιγνύσθω δὲ καὶ ἔλαιον.
Περὶ λουτρῶν.
Ἐπαινῶ μὲν τὴν ψυχρολουσίαν, οὔ φημι δὲ συμφέρειν αὐτὴν τοῖς κατὰ τὸ προστυχὸν διαιτωμένοις, ἀλλὰ μόνοις τοῖς ἀκριβῶς βιοῦσι καὶ πόνοις καὶ σιτίοις κατὰ τὸ ἁρμόττον χρωμένοις. ἀρκεῖ δὲ τοῖς πολλοῖς δεομένοις ποτὲ ψυχθῆναι μειζόνως ἐννήξασθαι ψυχρῷ θέρους ὥρᾳ νέους ὄντας καὶ εὐσάρκους καὶ προεκθερμανθέντας τρίψεσιν. ἔστωσαν δὲ μήτε ἐξ ἀφροδισίων μήτε ἄλλως κοπώδεις μήτε ἄπεπτοι καὶ ἐμεμηκότες ἢ κατὰ γαστέρα κεκενωμένοι μηδὲ ἠγρυπνηκότες· σφαλερὸν δʼ εἰ ἄλλως τις χρῷτο. τὸ δὲ θερμὸν λουτρὸν κράτιστόν ἐστι καὶ ἀσφαλέστερον κόπους λύον καὶ διαφοροῦν πληθώρας καὶ ἐκθερμαῖνον παρηγοροῦν τε καὶ μαλάσσον καὶ πνεῦμα διαχέον, ἔνθα ἂν στηριχθῇ, καὶ ὑπνοποιὸν καὶ εὐσαρκίαν παρέχον. ἔστι δὲ καὶ εὐμεταχείριστον παντί, καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ παιδίῳ καὶ πρεσβύτῃ καὶ ἰδιώτῃ.
Ἐκ τῶν Ἀντύλλου. Περὶ λουτρῶν ἐξ ἐπιτηδεύσεως.
Τὰ δʼ ἐξ ἐπιτηδεύσεως λουτρὰ θερμαίνοντα μὲν παρασκευάζομεν, ἢ ψῦξιν παῦσαι βουλόμενοι ἢ λῦσαι κόπον ἢ σπασμὸν παραμυθήσασθαι καὶ ἀλγήματα καὶ ἀναθρέψεως ἕνεκα· γίνεται δὲ θερμαίνοντα ὕδατα γλήχωνος ἐνεψηθείσης ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ θύμου ἢ θύμβρας ἢ δάφνης φύλλων ἢ πυρέθρου ῥίζης καὶ τῶν παραπλησίων· ἐμβαλοῦμεν δὲ καὶ ἔλαιον. διαφορητικὰ δὲ ποιήσομεν ἰσχνᾶναι βουλόμενοι πᾶν τὸ σῶμα· γίνεται δὲ διαφορητικὰ ἢ ἅλας ἐμβαλλόντων ἢ αὐτὴν θάλασσαν ἢ νίτρον. καὶ μέλι δὲ μιγνύμενον διαφορητικὸν ποιεῖ τὸ ὕδωρ καὶ κλημάτων τέφρα ἢ ἀρκευθίδων ἀφέψημα. μαλάξεως δὲ χάριν ἐπὶ φλεγμονῆς καὶ σκληρίας. ἐπὶ μὲν οὖν τῶν φλεγμαινόντων μαλάχης ἀφέψημα ἐμβαλοῦμεν καὶ λινοσπέρμου καὶ τήλεως, ἐπὶ δὲ τῶν ῥευματικῶν φλεγμονῶν ἀρνόγλωσσον ἢ πολύγονον ἐγκαθέψομεν ἢ σίδια ἢ ῥόδα ἢ βάτων ἄκρα. ἐπὶ δὲ τῶν σπασμὸν προσδοκώντων χρώμεθα μὲν καὶ τοῖς ἐπὶ τῶν χωρὶς ῥευμάτων φλεγμονῶν, μάλιστα δʼ ὀνίνησιν ὑδρέλαιον, μαλάχης καὶ τήλεως καθεψομένων. ἐπὶ δὲ σκληρίας χωρὶς φλεγμονῆς τοῖς αὐτοῖς χρησόμεθα τοῖς ἐπὶ τῶν διαφορήσεως δεομένων. ψύχει δὲ καὶ στύφει λουτρὰ τὰ τὰς στυφούσας καὶ ψυχούσας ὕλας ἔχοντα.
Περὶ τῶν αὐτοφυῶν λουτρῶν.
Τῶν αὐτοφυῶν λουτρῶν τὰ μέν ἐστι νιτρώδη, τὰ δʼ ἁλμυρά, τὰ δὲ στυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δʼ ἀσφαλτώδη, τὰ δὲ χαλκανθώδη, τὰ δὲ σιδηρίζοντα, τὰ δὲ σύνθετα ἐκ τούτων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμίς ἐστι ξηραντικὴ καὶ θερμαντικὴ ἐπίπαν καὶ μάλιστα ἁρμόζει τοῖς καθύγροις καὶ ψυχροῖς. ἤδη δὲ τὰ μὲν νιτρώδη καὶ ἅλας ἔχοντα κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ στομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖς· τὰ δὲ στυπτηριώδη αἵματος ἀναγωγαῖς καὶ ἐμετικῷ στομάχῳ καὶ γυναιξὶν ἀτάκτως καθαιρομέναις καὶ συνεχῶς ἐκτιτρωσκούσαις. τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ θερμαντικὰ καὶ πόνων παρηγορητικά, στόμαχον δʼ ἐκθηλύνει καὶ ἀνατρέπει. τὰ δʼ ἀσφαλτώδη κεφαλήν τε συμπληροῖ καὶ τὰ αἰσθητήρια κακοῖ, θερμαίνει δʼ ἐμμόνως καὶ μαλάσσει σὺν χρόνῳ. τὰ δὲ χαλκανθίζοντα στόματι καὶ παρισθμίοις καὶ σταφυλῇ καὶ ὄμμασι διαφερόντως ἐπιτήδεια. τὰ δὲ σιδηρίζοντα στομάχῳ καὶ σπληνὶ χρήσιμα. δεῖ δὲ τὰς εἰς τὸ ὕδωρ ἐμβάσεις ἀθορύβως ποιεῖσθαι, ὅπως ἡ δύναμις ἀνιεμένῳ τῷ σώματι προσιοῦσα ἐγκαταδύηται.
Περὶ δρώπακος.
Ὁ δρώπαξ τοῖς χρονίοις μάλιστα νοσήμασιν ἁρμόττει· δεῖ δὲ μεμῖχθαι αὐτῷ ὑπὲρ μὲν τοῦ θερμᾶναι περιττότερον πύρεθρον, κάχρυ, ἄσφαλτον, εἰ δὲ ξηρᾶναι δέοι, θεῖον ἄπυρον, ἅλας, τέφραν κληματίνην, εἰ δʼ ἀμύξαι, λιμνῆστιν, εὐφόρβιον.
Περὶ σιναπισμοῦ.
Καὶ ὁ σιναπισμὸς δὲ σφοδρότερος ὢν τοῦ δρώπακος τοῖς χρονίοις πάθεσιν ἁρμόττει· δεῖ δʼ αὐτῷ χρῆσθαι ἐπὶ μὲν τῶν ἀργοτέρων διαθέσεων καὶ μερῶν τῶν κατασάρκων καὶ δυσαισθήτων βιαίως· μέτρον δὲ τῆς ἰσχύος ἔστω τὸ ἀνιαθῆναι μὲν ἰσχυρῶς τὸν κάμνοντα, μελαντέραν δὲ τὴν σάρκα γενέσθαι καὶ ὑψηλοτέραν τῆς πέριξ, καὶ μετὰ λουτρὸν φλυκταινωθῆναι πρᾴως τὸ δέρμα· ἐπὶ δὲ τῶν εὐερεθίστων διαθέσεων καὶ μερῶν πρᾴως χρῆσθαι τῷ νάπυϊ, μέτρον ποιουμένους τὸ ποσῶς ἐρυθροτέραν γενέσθαι τὴν σάρκα. σκευασία δὲ τοῦ νάπυος τοιάδε ἐστίν· πρὸ μιᾶς ἡμέρας τὰς ἰσχάδας χρὴ ὕδατι ἀποβρέξαι χλιαρῷ καὶ τῇ ἑξῆς ἡμέρᾳ γενναίως ἀποθλίψαντα ἰσχυρῶς αὐτὰς λεαίνειν, εἶτα δριμὺ νάπυ λαβόντα, ὁποῖόν ἐστι τὸ Συριακὸν καὶ τὸ Αἰγύπτιον, τρίβειν κατʼ ἰδίαν, παραχέοντα κατʼ ὀλίγον τοῦ ἀποβρέγματος, ἔπειτα μάζας ποιῆσαι λείας, τὴν μὲν τῶν ἰσχάδων, τὴν δὲ τοῦ νάπυος, εἶτα μίσγειν, εἰ μὲν σφοδρῶς βουλόμεθα σιναπίζειν, δύο μέρη τοῦ νάπυος πρὸς ἓν τῶν ἰσχάδων, εἰ δὲ μέσως, ἴσον ἑκατέρου, εἰ δʼ ἀνειμένως, τὸ μὲν τοῦ νάπυος τρίτον, τὸ δὲ τῶν ἰσχάδων δίμοιρον. μετὰ δὲ τὴν ἄρσιν τοῦ νάπυος καὶ τὴν τοῦ λουτροῦ χρῆσιν, ἐὰν ὀδύνη σφοδρὰ ᾖ καὶ ἔρευθος καὶ φλύκταιναι, ὀθόνην βρέξαντες εἰς ὑδρορρόδινον ἐπιθήσομεν· τὸ δʼ ὕδωρ ἔστω μαλάχης ἀπόζεμα ἢ χυλὸς τήλεως· καὶ μετὰ ταῦτα κηρωτῇ ῥοδίνῃ μετὰ ψιμυθίου χρησόμεθα. γνωστέον δʼ ὅτι, εἰ ὄξει τὸ νάπυ ἐμβραχείη, ἀμυδρότερον ἔσται τὸ κατάπλασμα. αἰγῶν δὲ σπύραθοι μετʼ ὄξους καταπλασσόμεναι ἀνυσιμώτεραί εἰσι τοῦ νάπυος, μάλιστα δʼ ἰδίως ἐπὶ τῶν ἰσχιαδικῶν ποιοῦσιν ἄκρως.
Περὶ τῆς εἰς ἔλαιον ἐμβάσεως.
Αἱ εἰς ἔλαιον ἐμβάσεις ἐπιτήδειοι τοῖς χρονίως μετὰ περιψύξεως πυρέσσουσι καὶ τοῖς κεκοπωμένοις καὶ ἰσχουροῦσιν. δεῖ δὲ τὸ μὲν πέμπτον μέρος τοῦ ἐλαίου πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐν ταῖς τῶν βαλανείων ἐμβάσεσιν· αὐτάρκως γὰρ θερμὸν οὐ γίνεται ἐν τοῖς βαλανείοις.
Περὶ ὑδρελαίου.
Οἱ εἰς ὑδρέλαιον καθιέμενοι, εἰ ἀσθενεῖς εἶεν, διὰ τῆς ἐνδρομίδος ἐμβιβαζέσθωσαν. ἀναμικτέον δὲ τὸ ἔλαιον ἀκριβῶς τῷ ὕδατι· ἔστω δὲ μὴ ἔλαττον τοῦ ἕκτου.
Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν μετασυγκριτικῶν βοηθημάτων.
Πάντων τῶν ἐπὶ πλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι· ἐγὼ δʼ ἐφʼ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστί, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα· ταῖς ξηραῖς δὲ καὶ θερμαῖς οὐ προσφέρω. πολλάκις δʼ οὐκ ἀνύουσι τὸ δέον οἱ μὴ διαγινώσκοντες τὰς διαθέσεις, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ ψυχραὶ καὶ ὑγραὶ διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.
Ὅσα φοινίσσει.
Καρδάμου τὸ σπέρμα φοινίσσει καὶ θερμαίνει καθάπερ τὸ νάπυ· ἐλενίου ῥίζα ὁμοίως. τῇ κόπρῳ τῶν νομάδων περιστερῶν πάνυ συνεχῶς χρῶμαι, καὶ μετὰ καρδάμου δὲ σπέρματος κεκομμένου καὶ διηθημένου ἀντὶ νάπυος χρῶμαι ἐπʼ ἰσχιάδος καὶ ἡμικραίρας σκοτωμάτων τε καὶ κεφαλαίας καὶ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντας ἢ ψόας ἀλγημάτων χρονίων, καὶ πρὸς τούτοις ἐπὶ νεφριτικῶν καὶ κωλικῶν διαθέσεων καὶ ποδαγρικῶν καὶ ἀρθριτικῶν, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων.