Evacuation is the subject: Galen distinguishes fullness measured against strength from fullness measured against the vessels, and the signs of each. The book then deals with bloodletting and its alternatives, including the use of leeches, with a passage from Menemachus, and ends with advice on hellebore, cut to the size of groats or set into radishes to provoke vomiting.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Ἐκ τῶν Γαληνοῦ· ποῖαι διαθέσεις κενώσεως δέονται.

Τοῦ πλήθους διττῶς γινομένου τε καὶ λεγομένου, τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν, τοῦ δʼ ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυμοὺς ἀγγείων, κενώσεώς ἐστιν ἑκατέρῳ χρεία, κἂν ἐπὶ νοσοῦντος ἀνθρώπου, κἂν ἐφʼ ὑγιαίνοντος γίνηται· καθάπερ γὰρ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅμα τῷ βαρύνεσθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν δὴ τρόπον, ὅταν ἡ δύναμις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων λέγουσιν, ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νωθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὥσπερ καὶ ὅταν ὡς ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν, οὐ μικρὸν γνώρισμά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυμα καλεῖται πρός τινων, ἐπειδὴ συνίσταται καὶ νοεῖται κατὰ τοὺς ἐγκεχυμένους τοῖς ἀγγείοις χυμούς. ἡ δʼ ἑλκώδης αἴσθησις ἐν ὅλῳ τῷ σώματι γινομένη, καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἐστὶν ἔκγονος, καὶ φαίνεται καὶ αὐτὴ γινομένη πολλοῖς τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ μόρια δέ τινα τοῦ σώματος, οὐ καθʼ ὅλον ἐνίοτε τὸν ὄγκον, ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων διαθέσεων, ὁποῖαι νῦν εἴρηνται καθʼ ὅλον τὸ σῶμα συνίστασθαι. κεφαλῆς γοῦν μόνης αἰσθάνονταί ποτε βαρυνομένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης καὶ τῶν κροταφιτῶν μυῶν τεινομένων, ἤτοι γʼ ἁπλῶς ἢ μετὰ θερμασίας πλείονος· οὕτω δὲ καὶ καθʼ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις· ὡσαύτως δὲ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ ... παραλόγου γίνεταί ποτε αἴσθησις· καὶ πρὸς τούτοις αἱ ὀδύναι καθʼ ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦμα φυσῶδες, ἐνδείκνυνται κένωσιν, ὥσπερ γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ μόριον· ἔνιαι δὲ καὶ κατὰ δυσκρασίαν γίνονται, καὶ τούτων αὐτῶν τινες μὲν ψιλὴν ἄνευ χυμῶν, τινὲς δὲ μετὰ τούτων. ἐφʼ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούντων ἤτοι χυμῶν ἢ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν ἄνθρωπον· οὐ μὴν φλεβοτομίας δεόμεθα πάντως, ἀλλʼ ἀρκεῖ καὶ καθᾶραι καὶ λοῦσαι καὶ τρῖψαι καὶ χρῖσαί τινι διαφορητικῷ φαρμάκῳ. τίνες οὖν εἰσιν αἱ διὰ φλεβοτομίας ὠφελούμεναι διαθέσεις, ἐφεξῆς λεγέσθω.

Τίνες εἰσὶν αἱ φλεβοτομίας δεόμεναι διαθέσεις.

Τοῖς ἔτι τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων ἢ καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις ἀναγκαία μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας, ἀποβλέπων μάλιστα μὲν εἰς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάμεως ῥώμην ἢ ἀρρωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου τοῦ σώματος ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων, καὶ μάλιστα πολυτρόφων, οὕτως ἔχων προσηνέγκατο κινήσεις τέ τινας ἐκινήθη κατὰ τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος ἐκκρίσεις τέ τινας ἔσχεν ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος· ἐπὶ δὲ τούτοις ἅπασι, πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων γνωρισθήσεται σημείων· εἰς ὅσον γὰρ ἑαυτοῦ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦτον ηὔξηται· κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰς ὅσον ἡ τονώδης αἴσθησις ηὔξηται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δʼ ἐφʼ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος ἐπιγνώσῃ, μεμνημένος ὅ τι τὸ χρῶμα τῶν χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχῃ θερμότητός τε καὶ ψυχρότητος ἔξωθεν ὅλον τὸ σῶμα, καὶ προσέτι τὰ συναπάρχοντα τῇ τοῦ χυμοῦ φύσει· τοῖς μὲν γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάστασις τῶν ἀγγείων, τοῖς δʼ ἐν τῇ σαρκὶ κατʼ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος ἢ ψυχρότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀρρωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις κρίνονται, ταῖς προαιρετικαῖς μὲν ἡ κατὰ τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς ἡ κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν· τῇ δὲ κατʼ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτική, ἣν ἐξ ἥπατος ἐδείκνυμεν ὁρμᾶσθαι, τὴν διάγνωσιν λαμβάνει. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐρρωμέναι τυγχάνωσιν οὖσαι, φλεβοτομήσεις δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἔτι διοριζόμενος· ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη· τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος, οὐ πάντως αἵματος ἀφαιρετέον· ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμόν, ἐφʼ οὗ προσέχειν ἀκριβῶς χρή, μέχρι πόσου μὲν ἡ δύναμις ἔρρωται, μέχρι πόσου δʼ αὐτὸς ὁ χυμὸς ἔψυκται· προκαταλυθεῖσα γὰρ ἐπὶ τῶν τοιούτων διαθέσεων ἐν ταῖς φλεβοτομίαις ἡ δύναμις εἴωθε καταπίπτειν εἰς ἔσχατον, ὡς μηκέτι ἑαυτὴν ἀνακτήσασθαι δυνηθῆναι, τούτου δὲ γενομένου κίνδυνος οὐ σμικρὸς ἕπεται, καὶ μάλιστα ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ, στομάχου μοχθηρῶς ἔχοντος ἢ τοῦ σώματος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος· διαφοροῦνται γὰρ οἱ τοιοῦτοι καὶ συγκόπτονται τάχιστα, κἂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός, εἰ δὲ μηδὲν εἴη τούτων, ἤτοι δὲ χειμὼν εἴη, ἢ τὸ χωρίον ὑπάρχοι φύσει ψυχρόν, ἥ τε φύσις ἡ τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὖν οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσί τε τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως· ὅσα γὰρ θερμαίνει σφοδρῶς, καταλύει τὴν δύναμιν καὶ τὸν πυρετὸν συναύξει. ὅσοι δʼ αἵματος πτύσαντες ἐθεραπεύθησαν μὲν τὸ παραυτίκα, τοιαύτην δʼ ἔχουσι κατασκευὴν ἐν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονα μορίοις, ὡς, εἰ βραχεῖ πλεῖον ἀθροισθείη τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γε ἀναστομωθῆναί τι τῶν ἀγγείων ἢ ῥαγῆναι, τούτους, εἰ καὶ μηδὲν εἴη κατὰ τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος· ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως ἐμπίπτοντας ἢ ἀποπληκτικά. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καί τισι τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευμονικοῖς, ἢ συναγχικοῖς, ἄμεινον φθάνειν φλεβοτομοῦντας αὐτούς, μὴ περιμένοντας φανῆναί τι σύμπτωμα πλήθους ἐναργές· ὡσαύτως δὲ καὶ οἷς αἱμορροΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ μελαγχολικώτεροι φαίνοιντο. καὶ ὅσοι δὲ καθʼ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσι νοσήματα πληθωρικά, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος· ὡσαύτως δὲ καὶ ὅσοι κατʼ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις· ἐξ αὐτῆς γὰρ τῆς πείρας ἔγνωσται τοῖς ἀνθρώποις, οὐκ ἐφʼ ἑαυτῶν μόνον, ἀλλὰ καὶ τῶν ὑποζυγίων, ὅτι συμφέρει, πρὶν ἄρξασθαι τὸ θέρος, ἐν τοῖς τελευταίοις τοῦ ἦρος αἵματος ἀφαιρεῖν, ἀναμιμνῃσκομένοις τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης γίνηται θέρος θερμόν· ἐκτείνει γὰρ ἐπὶ πλέον τοῦτο καὶ χεῖ τὸ αἷμα, καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει, ὡς μηκέτι ἐν ταῖς φλεψὶ στέγεσθαι τὸ τέως σύμμετρον, ἀλλʼ ἤτοι ῥηγνύειν αὐτὰς ἢ διαβιβρώσκειν. ἂν δʼ ἀμετρότερον ἐφʼ ἕν τι μόριον ὁρμήσῃ, φλεγμονὴν ἢ ἐρυσίπελας ἤ τι τοιοῦτο νόσημα ἐργάζεται· πολὺ γὰρ πλείω καὶ μείζω τῶν πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως. ἔνιοι δʼ ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς ἢ τοῖς ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν ἑτοίμως ἁλισκόμενοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προδιασκεψαμένων ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζόμενον αὐτοῖς εἴη· τινὲς μὲν γὰρ τὸν πικρόχολον χυμὸν ἀθροίζουσι πλείονα τῶν ἄλλων, τινὲς δὲ τὸν μελαγχολικὸν ἢ τὸν φλεγματικόν, ἔνιοι δʼ ὁμοτίμως ἅπαντας, ἐφʼ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους γοῦν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαλγικούς τε καὶ ἀρθριτικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλʼ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν. οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονήν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν μορίων. καὶ εἰ ἔσεσθαι μέλλοι μέγα νόσημα, φλεβοτομήσομεν πάντως, κἂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ ὥραν καὶ δύναμιν, ὥστε τρία συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, δυνάμεως ῥώμη, ἡλικία πλὴν τῶν παίδων καὶ γερόντων ἡ ἄλλη· ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν· οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροισται τοιοῦτον ὡς κωλύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται· ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι, καὶ αὐτό γε τοῦτό ἐστι γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτομίαν ἐνεγκεῖν αὐτούς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς σώματος ἐκπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος, ἐπικρατούντων κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ μικρῶν. καὶ περὶ τῶν ἑκατέρου δὲ τοῦ πλήθους γνωρισμάτων ἐν τῷ παρόντι σκεψώμεθα, πότερον ἐπὶ φλεβοτομίαν ἀναφιξόμεθα πάντως, ὅταν φαίνηται ταῦτα ἐπί τινος τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος ᾖ. τίνα τοίνυν ἔχω καὶ περὶ τούτου γνώμην, ἴστε πολλάκις αὐτοὶ παραγενόμενοι συμβουλεύοντι τοῖς ἤτοι ποδαλγικοῖς ἢ ἀρθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ μελαγχολώδεσιν ἢ αἷμα πρόσθεν ἐπτυκόσιν ἢ τὰ κατὰ θώρακα πρὸς τοιούτου τινὸς παθήματος κατασκευὴν ἐπιτηδείως ἔχουσιν ἢ σκοτωματικοῖς ἢ συνεχῶς ἁλισκομένοις συνάγχῃ ἢ περιπνευμονικοῖς ἢ ἡπατίτισιν ἢ ὀφθαλμίαις σφοδραῖς ἢ καθόλου φάναι μεγάλῳ νοσήματι· φλεβοτομίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναί φημι βοήθημα παραχρῆμα προσαγόμενον ἐπὶ διωρισμένῃ τῇ δυνάμει τε καὶ τῇ ἡλικίᾳ· ταῦτα γάρ, εἰ καὶ μὴ λεχθείη ποτέ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτο πεπονθόσι πρόσθεν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μέν, εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης, εἰ ἐγκρατεῖς· ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσιν ἔτι τε χρίσμασι διαφορητικοῖς ταχέως ἐκκενῶσαι τοῦ πλήθους, εἰ μὴ ἄρα σοι δόξειέ ποτε παχέος αἵματος εἶναι πλεονεξίαν, τοιοῦτον δʼ ἐστὶ μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά, σπανίως δέ πως καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν· ἀλλʼ ἐπὶ μὲν τῆς μελαγχολικῆς περιουσίας φλεβοτομεῖν ἄμεινον ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων καθαρτικῷ· τῶν δʼ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδʼ ὅλως. ἕξεις δʼ αὐτῶν γνώρισμα τό τε τῆς χροᾶς οἷον μολυβδῶδες ἢ ὠχρόλευκον, ἅπαντα δὲ μᾶλλον ἢ ἐρυθρόν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δʼ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης καὶ αἰσθήσεως ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμορροΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις θαρρῶν, κἂν μηδέπω πρότερον ὦσι μεγάλου πεπειραμένοι νοσήματος· ἐνδέχεται γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱμορροΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνταί τινα μόρια κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὰ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει. τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν· οὐδὲ γὰρ οὐδʼ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα· καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττόν, ἔχουσαί τι καὶ ἄλλως προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κένωσιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τεμεῖν, εἴτε ἀποσχάζειν· ἀντισπᾶν γὰρ εἴωθεν ἥ τε ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις. ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον αἷμα, καὶ διὰ τοῦτο ἐν ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα· τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε — παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον· ἔτι δὲ μᾶλλον, εἰ καὶ μεγάλας ἔχειν σοι φαίνονται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ταῖς ἰσχνοτέραις τε καὶ μελαντέραις ὡς τὸ πολύ, καθάπερ ταῖς εὐσάρκοις τε καὶ λευκαῖς ἡ μικρότης τῶν φλεβῶν, ἐφʼ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα· καὶ γὰρ καὶ μικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσιν ἔχουσι φλέβας, ὥστε οὐδὲ ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθεῖεν. πολλαὶ δὲ πλῆθος μὲν αἵματος οὐκ ὀλίγον ἔχουσιν, ἐσχάτως δʼ εἰσὶ λεπταί, καθάπερ ἄλλαι παχεῖαι, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεσχημένην ὀκτὼ μηνῶν τὰ καταμήνια λεπτοτάτην οὖσαν ἀφελὼν αἵματος οὐκ ὀλίγον εἰς τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίστῳ χρόνῳ, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφελὼν ὡς λίτραν μίαν ἥμισυ, τῇ δευτέρᾳ δὲ μίαν, καὶ τῇ τρίτῃ πάλιν οὐ πολλῷ πλέον ἡμίσεως λίτρας· ἦλθον δʼ ἐπὶ τοῦτο θεασάμενος ὡς ἐξεῖχον αἱ φλέβες αὐτῆς, αἵματος μεσταὶ φαινόμεναι πελιδνοῦ. οὐ χρὴ δʼ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας, ὅταν ᾖ σφοδρά, χρώμενόν τε τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δὲ μὴ περιμένειν εἰς ἔσχατον ἀφικνεῖσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλʼ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δʼ ὁρμὴ τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα.

Περὶ ἐπαφαιρέσεως.

Ἐφʼ ὧν κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δʼ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν καὶ τὴν πρώτην ἀφαίρεσιν ἐλλιπεστέραν ποιησάμενον ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλει, καὶ τρίτον, ὥσπερ ἀμέλει κἀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν ἐθεάσασθέ με πράττοντα· κενώσας γὰρ ὀλίγον αἵματος εὐθέως δίδωμι μελικράτου καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμάκων, οἷον ὑσσώπου ἢ ὀριγάνου, καί ποτε καλαμίνθης ἢ γλήχους ἢ καὶ πρὸς τῷ μελικράτῳ ὀξυμέλιτος ἢ ὀξυγλύκεος, εἶτʼ αὖθις ἐπαφαιρῶ, ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁμοίως διδούς τι τῶν εἰρημένων φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡμέραν δοὺς ὡσαύτως. ἀλλʼ ὅταν ᾖ ζέοντος αἵματος πλῆθος ἀνάπτον ὀξύτατον πυρετόν, ἀθρόας ἐστὶ κενώσεως χρεία, καὶ χρὴ πειρᾶσθαι κενοῦν ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν ῥώμην τῆς δυνάμεως, ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελὼν εὐθέως, ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν, ἐνίοτε δὲ κατὰ τὴν πρώτην αὐτήν, ὅταν ὁ μὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ μέσα, καλῶς δʼ ᾖ πεπεμμένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσμένα. τινῶν μὴν κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἢ βάρος ἢ ἄλγημα κεφαλῆς ἢ ἄλλου τινὸς μέρους αἰτιασαμένων καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρξαμένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν αἵματος· ἐφʼ ὧν γὰρ ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆθος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκῆψαι μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεμεῖν ἐνίοτε φλέβα. τοὺς δʼ οὕτω διακειμένους ἀρρώστους, ὡς εἴρηται, καὶ μέχρι λειποθυμίας ἄγειν· ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποψυχίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώματι καὶ γαστρὸς καταρραγείσης ἐν τάχει παυσαμένους τῆς νόσου. κἀν ταῖς μεγίσταις δὲ φλεγμοναῖς κἀν ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν εἴτε καθαίρειν προσήκει. δεῖ δʼ ἄχρι λειποθυμίας κενοῦν οὐ πάσης· οὔτε γὰρ τῆς διὰ φόβον τῶν καμνόντων γινομένης, οὐ μὴν οὐδʼ ὅταν ἐν τῷ στόματι τῆς γαστρὸς ὑπάρχωσί τινες δακνώδεις χυμοί· λειποψυχοῦσι μὲν γὰρ καὶ τότε, οὐ μὴν ἱκανόν γε μέτρον κενώσεως ἡ τοιαύτη λειποψυχία πρὸ τοῦ δέοντος ἐνίοτε γινομένη, καθάπερ κἀξ αὐτοῦ μόνου τοῦ διαναστῆναί τε καὶ καθῖσαι πολλάκις ἐλειποψύχησάν τινες τῶν πυρεττόντων. ἡ τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγινομένη μέτρον γινέσθω τῆς κενώσεως ἐπὶ τῶν προειρημένων διαθέσεων. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὥσπερ κἀπὶ τῶν ἄλλων τῶν φλεβοτομουμένων εἴωθα πράττειν, ὅπως μή ποτε λάθῃς σαυτὸν ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος.

Περὶ μέτρου κενώσεως αἵματος.

Ἐπίστασθαι δεῖ, τοὺς εἰρημένους σκοποὺς τοῦ βοηθήματος αὐξανομένους μὲν ἐνδείκνυσθαι πλείονα κένωσιν, μὴ αὐξανομένους δὲ καθαιρεῖν εἰς τοσοῦτο τὴν ποσότητα τῆς κενώσεως εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος δὲ νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας ἦσαν. τούτων οὖν ἀμφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μέν, καθάπερ ἐλέχθη πρόσθεν, ὡς οὐδὲ πλῆθος ἔσται χυμῶν ὠμῶν τοσοῦτόν τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. ἐπισκέπτεσθαι δʼ ἐφεξῆς ὁποία τις ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου· τοὺς μὲν γὰρ μεγάλας ἔχοντας φλέβας ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς μηδʼ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δʼ ἐναντίους φειδόμενος· αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις ἄχρι τεσσαρεσκαιδεκαετοῦς ἡλικίας· μετὰ δὲ ταύτην, ἐὰν αἷμά τε πάμπολυ φαίνηταί ποτε ἠθροισμένον, ἥ τε ὥρα τοῦ ἔτους ἔαρ ᾖ, καὶ τὸ χωρίον εὔκρατον φύσει, καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις αἵματος· ἔτι δὲ μᾶλλον, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας ἢ συνάγχης ἢ πλευρίτιδος ἢ ὅλως τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον· ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μεθʼ ὁμαλότητος ὡς ἀψευδεῖ σημείῳ πιστεύειν ἀεὶ περὶ δυνάμεως ἰσχύος, ἐξ ἐπιμέτρου δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας φλεβοτομήσεις, ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ· εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ καὶ ὀλίγαιμοι καὶ ῥᾳδίως μελαινόμενοι πᾶν τὸ πληγὲν μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνῳ τῶν ἐτῶν, ἀλλὰ καὶ τῇ τοῦ σώματος ἕξει· καὶ γὰρ ἑξηκοντοῦταί τινες οὐκέτι φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται δὲ φέρουσιν, ἀλλʼ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνοιντο διάθεσιν ἀκμαστικῷ σώματι. κάλλιστον δὲ πρὸ μὲν τοῦ διαιρεῖν τὴν φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ μάλιστα αἱμορροΐδων ἐπεσχημένων καὶ γυναικείας καθάρσεως. ὁπόταν δὲ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷμα, καὶ τῇ μεταβολῇ μὲν αὐτοῦ, καὶ μάλιστα ὅταν ᾖ τις ἤδη φλεγμονή, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὀκλάζοντι, μάλιστα δὲ τῇ μεταβολῇ τῶν σφυγμῶν ὡς ἀψευδεῖ γνωρίσματι προσέχειν σε χρὴ τὸν νοῦν καὶ παύειν αὐτίκα, μεταβάλλοντος ἢ κατὰ μέγεθος ἢ κατʼ ἀνωμαλίαν ἡντινοῦν· περὶ μὲν γὰρ τῆς εἰς ἀμυδρότητα μεταβολῆς τί δεῖ καὶ λέγειν; ἐμάθετε γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς δυνάμεως. ἐφʼ ὧν δʼ ἐγγὺς τῆς διαιρουμένης φλεβός ἐστί τις φλεγμονὴ μεγάλη, κάλλιστον ἀναμένειν τὴν μεταβολὴν τοῦ αἵματος ἔν τε τῇ χροᾷ καὶ τῇ συστάσει· ἑτεροῖον γάρ ἐστι τὸ κατὰ τὴν φλεγμονὴν αἷμα τοῦ κατὰ τὴν φύσιν, ἐπειδὴ θερμαινόμενον ἐπὶ πλέον, εἰ μὲν ἦν ἔμπροσθεν ὠμότερον, ἐρυθρότερόν τε καὶ ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔμπροσθεν, ἐπὶ τὸ μέλαν ἐκτρέπεται κατοπτώμενον· σημεῖον γάρ ἐστι τοῦ μετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος εἰς τὴν τετμημένην φλέβα τὸ φανῆναι μεταβολὴν ἐν αὐτῷ. οὐ μὴν ἐκ παντὸς τρόπου περιμένειν χρὴ ταύτην, ἀλλʼ ἔσθʼ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσῆκεν, ἤτοι διὰ δυνάμεως ἀρρωστίαν ἢ κακοήθειαν φλεγμονῆς· ἐνίοτε γὰρ οὐδὲν μεθίησιν, ἀλλʼ ἔσφιγκται σφοδρῶς. εἰ μέντοι μήτε ἡ δύναμις φαίνοιτο καταλυομένη διὰ τῆς κενώσεως — εἴσῃ δὲ τοῦτο τῶν σφυγμῶν ἁπτόμενος —, ὅ τε φλεβοτομούμενος ἀκμάζων εἴη, περιμένειν προσήκει τὴν μεταβολήν, καὶ μᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη· δύο γάρ ἐστι ταῦτα, διʼ ἃ μάλιστα ἀγνοεῖται τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθήματι, τοῦ τε κάμνοντος ἡ φύσις ὁποία τίς ἐστιν, ἀδυνατούντων ἡμῶν ἀκριβῶς διαγνῶναι, καὶ τοῦ περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται μετὰ τὴν φλεβοτομίαν· ὁπόταν γὰρ ἡ μὲν πυρετώδης θερμασία ἀφαιρῇ πολὺ τοῦ αἵματος, ἐνδεῶς δʼ ὁ κάμνων ᾖ διαιτώμενος, ἐξ ἀνάγκης ἐπιλείπει ταχέως αὐτὸν ἡ ἐκ τοῦ αἵματος τροφή, κἀν τούτῳ καταλύεται ἡ δύναμις· ἐκδαπανᾶται δὲ διὰ μὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος ὑγράν τε καὶ θερμὴν οὖσαν, οἵαπέρ ἐστι καὶ ἡ τῶν παίδων, διά τε τὸ περιέχον ἐν χώρᾳ θερμῇ καὶ ὥρᾳ θερινῇ. διὰ ταῦτα οὖν ἔλαττον ἀφαιροῦμεν ἢ τὸ πάθος ὑπαγορεύει, κατὰ μὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώματος ἐπὶ τῶν ἁπαλοσάρκων τε καὶ λευκῶν, κατὰ δὲ τὰς ὥρας ὑπὸ Κύνα· παραπλησίως δὲ κατά τε τὰ χωρία καὶ τὰς καταστάσεις. καθʼ ἕτερον δὲ τρόπον, ὡς εἴρηται καὶ πρόσθεν, ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούμεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑπομένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφʼ ἑκάστῳ τῶν εἰρημένων ἀφορίσαι κενώσεως μέτρον· οἶδα γὰρ ἐπʼ ἐνίων μὲν αὐτάρκως ἀφελὼν ἓξ λίτρας αἵματος, ὥστε τὸν πυρετὸν αὐτίκα σβεσθῆναι καὶ μηδεμίαν ἀκολουθῆσαι τῆς δυνάμεως κάκωσιν, ἐπʼ ἐνίων δὲ μίαν ἡμίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναμιν, ἐφʼ ὧν, εἰ δύο τις ἐκένωσεν, ἐσχάτως ἂν ἔβλαψεν· διὰ τοῦτο οὖν οἶδα καὶ μίαν ἀφῃρηκὼς ἐνίοτε λίτραν ὠφελίμως, καί ποτε καὶ ταύτης ἔλαττον.

Ποίας τμητέον φλέβας.

Ἀντισπάσεως ἕνεκα φλεβοτομῶν, τὰς μὲν κατʼ εὐθεῖαν τῶν αἱμορραγούντων τέμνων φλέβας ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν· ἔμπαλιν δʼ εἰ τέμνοις, οὐδὲν ὄφελος. οὕτω τοι σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρός· ἔνιοι δὲ τὴν μεταξὺ τοῦ τε μέσου καὶ παραμέσου δακτύλου φλέβα τέμνοντες καὶ συγχωροῦντες ῥεῖν ἐξ αὐτῆς τῷ αἵματι, μέχριπερ ἂν αὐτόματον στῇ, τὸν σπλῆνά φασιν ὀνίνασθαι, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμοις τὴν ἔνδον· ὠφελεῖ γὰρ ἱκανῶς σπληνὶ κακοπραγοῦντι κένωσις αἵματος ἐξ ἀριστερᾶς χειρός· ἄμεινον δὲ μὴ ἅπαξ κενοῦν τὸ σύμμετρον, ἀλλʼ εἰς δύο μερίζοντας ἡμέρας. καὶ μέντοι κἀπὶ τῶν πλευριτικῶν ἡ κατʼ εὐθὺ τοῦ πάσχοντος φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις· ἡ δʼ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ παντελῶς ἀμυδρὰν ἢ μετὰ χρόνον, ὀδύνας τε πολλάκις ὀφθαλμῶν ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατʼ εὐθὺ φλεβὸς διαίρεσις. ἐπὶ μὲν οὖν τῶν ὀφθαλμῶν ἥ τε ὠμιαία καλουμένη φλὲψ ἥ τε ἀπʼ αὐτῆς ἀποσχιζομένη κατʼ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν· ἐπὶ δὲ πλευρᾶς πεπονθυίας ἢ πνεύμονος ἢ διαφράγματος ἢ σπληνὸς ἢ ἥπατός τε καὶ γαστρὸς ἡ διὰ μασχάλης ἐπὶ τὴν κατʼ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μή, τὴν ἀπʼ αὐτῆς ἀποσχιζομένην εἰς τὴν κάμπην τῆς διαρθρώσεως, ἣν ἴστε δήπου τὴν τῆς ὠμιαίας φλεβὸς ἀποσχιζομένην συνάπτουσαν· τρεῖς γὰρ οὗτοι τόποι τῆς κατʼ ἀγκῶνα φλεβοτομίας εἰσίν, ὅ τε ἔνδον καὶ ὁ ἔξω καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος· ὁ δʼ ἐκτὸς ἐπὶ τῶν κατὰ τοῦτον ἢ πρόσωπον ἢ κεφαλήν· ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀποσχιζομένας φλέβας εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταὐτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν κάμπην τῆς διαρθρώσεως, ἔστι δʼ ὅτε σαφῆ μὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν, ἀφανεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβός, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον· ἔστι δʼ ὅτε καὶ τὰς κατωτέρω τῆς κατʼ ἀγκῶνα διαρθρώσεως, αἳ κατὰ τὸν πῆχύν εἰσιν, ἃς διαιρεῖν οὐδὲν κωλύει, μὴ φαινομένων τῶν κατʼ ἀγκῶνα, καὶ τούτων αὐτῶν τὰς κατʼ εὐθὺ τοῖς πεπονθόσιν. ἡ δʼ ἐν ταῖς χερσὶ φλεβοτομία κατορθουμένη μὲν οὐδὲν ἔχει μέγα· σφάλματα δὲ κατὰ τὴν ἁμαρτηθεῖσαν ἐκδέχεται τρία, κατὰ μὲν τὴν μέσην νευρίου συνδιαιρουμένου, κατὰ δὲ τὴν ὠμιαίαν κεφαλῆς νευρώδους μυός, κατὰ δὲ τὴν ἔνδον τῆς ὑποκειμένης ἀρτηρίας τῇ φλεβί, καὶ εἴ τις ἀρτηρίαν ἑτέρωθι φλεβοτομούμενος ἢ κατὰ τοῦτο τὸ χωρίον ἐτμήθη. μάλιστα μὲν οὖν χρὴ φυλάττεσθαι τέμνειν αὐτήν· καταλαβούσης δʼ ἀνάγκης τινός, ἐπισκοπεῖσθαι δύο ταῦτα· τὴν μὲν διαδῆσαι, καθʼ ὃ μάλιστα μέρος ὁ τῆς ἀρτηρίας διασημαίνει σφυγμός· διαδησάντων δέ, εἰ κατὰ μηδὲν ἐμπεφύσηται χωρίον· ἐμφυσηθέντος δέ, αὐτίκα τε λύειν τὸν δεσμὸν προσστείλαντάς τε τὸ ἐμφυσηθὲν αὖθις ἐπιδεῖν, ἐκείνῳ πρώτῳ τῷ χωρίῳ περιβάλλοντας τὴν ἀρχήν, ἵνα ἐστὶν ἡ ὑπὸ τὴν ἔσω κεφαλὴν τοῦ βραχίονος ἀρτηρία, πειρᾶσθαί τε τέμνειν τὴν φλέβα κατωτέρω μᾶλλον· ἀποχωρεῖ γὰρ ἐνταῦθα τῆς ἀρτηρίας. τῇ μέσῃ δὲ φλεβὶ τοιοῦτο μὲν οὐδὲν ἀγγεῖον ὑπόκειται, νευρίον δέ, ὡς ἔφην, ἀξιόλογον κατὰ τὸ μέσον τῆς κάμπης, οὗ μόνον ψαῦσαι χρὴ φυλάττεσθαι. τὴν δʼ ὠμιαίαν φλέβα κατὰ πάντα τρόπον ἀκίνδυνον τέμνειν· ἤδη μέντοι κἀπὶ ταύτῃ τινὲς ὠδυνήθησαν τὸν κατὰ τῆς κερκίδος ἐπικείμενον μῦν· ἔστιν οἷς δὲ καὶ φλεγμονή τις ἠκολούθησε, καὶ μέχρι πολλοῦ χρόνου τὸ ἄλγημα· τῶν δʼ οὕτω παθόντων οὐδεὶς ἅπαξ διῃρέθη τὸ ἀγγεῖον, ἀλλὰ μετὰ τὴν τῆς πρώτης καθέσεως ἀποτυχίαν δεύτερον καὶ τρίτον, ἐνίοτε δὲ καὶ τέταρτον ἐπικαθέντων, ὥστε ἐκ τοῦ πολλάκις νυγῆναι τὴν κεφαλὴν τοῦ μυὸς αἱ συμπάθειαι συνέστησαν· μεγίστης δʼ εἰς ἅπαξ γενομένης διαιρέσεως, οὐδεὶς οὔτε ἐφλέγμηνεν οὔτε ὠδυνήθη· διὸ ταύτην μὲν χρὴ τέμνειν ἀφειδῶς, μετὰ πολλῆς δʼ ἀσφαλείας καὶ περισκέψεως τὴν ἔνδον, ἀποχωρεῖν δὲ πειρᾶσθαι τῆς κατὰ τὸ νεῦρον θέσεως ἐν τῷ τὴν μέσην διαιρεῖν. ὥσπερ δὲ τὰ εἰρημένα πάντα μόρια ταῖς κατʼ ἀγκῶνα φλεβοτομίαις, ὡς εἴρηται, γινομέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ὑπʼ ἰγνύας τε καὶ σφυρά· ἔστι δὲ τῶν εἰρημένων κατωτέρω τά τε κατʼ ἰσχίον καὶ κύστιν καὶ μήτραν. νεφροὶ δʼ ἐπαμφοτερίζουσι, κάτω μὲν ὄντες ἤδη τῶν πρότερον εἰρημένων, ἄνω δὲ τῶν δεύτερον· διὸ καὶ ταῖς ἐπʼ ἀγκῶνος ἐνίοτε φλεβοτομίαις ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ πρόσφατος ᾖ καὶ πλῆθος αἵματος· ἐφʼ ὧν δʼ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατʼ ἰγνύαν ἐπὶ τούτων χρὴ τέμνειν, ἢ πάντως γε κατὰ σφυρὰ φλέβας. αἱ δὲ τῆς μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν ὠφελοῦνται· ταῖς γὰρ ἐπʼ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν· ἐπέχουσι γὰρ τὰς ἐμμήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος ὑψηλότερα· ταῖς δʼ ἀπὸ τῶν σκελῶν καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. οἶδα δὲ καὶ ἰσχιάδας ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν, ἀλλὰ πεπληρωμένων αἵματος τῶν κατʼ ἰσχίον ἀγγείων ἐγίνοντο· διὸ καὶ συμφορωτέρα τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἡ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις· ἀποχάραξις δʼ αὐτοὺς οὐδὲν ὀνίνησι σαφές. συνελόντι γε μὴν εἰπεῖν, τὰς μὲν ἀρχομένας φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισμένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μή, τῶν ἐγγυτάτω τούτοις· ἐπὶ μὲν γὰρ τῶν ἀρχομένων ἀποστρέψαι χρὴ τὸ ἐπιρρέον, ἐπὶ δὲ τῶν κεχρονισμένων αὐτὸ μόνον ἐκκενῶσαι τὸ ἐσφηνωμένον ἐν τῷ πεπονθότι μορίῳ· κενωθήσεται δʼ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν ταῖς κατʼ αὐτό. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ, καὶ διὰ τοῦτο ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατʼ ἀγκῶνα φλεβοτομία, μετʼ ἐκείνην δʼ ἡ ἀπʼ αὐτῆς τῆς γλώττης βοηθεῖ γενναίως, ἐντεμνομένων ἀμφοτέρων τῶν ὑπʼ αὐτῇ φλεβῶν. οὕτω δὲ καὶ κατʼ ὀφθαλμοὺς σκιρρώδη λείψανα τῶν φλεγμονῶν ἡ παρὰ τὸν μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν μετώπῳ φλὲψ τμηθεῖσα· τὰς δʼ ἀρχομένας τε καὶ ἀκμαζούσας ἡ ἐπʼ ἰνίον ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης, ἐνίοτε δὲ καὶ μετʼ ἀμυχῶν γινομένης· προκεκενῶσθαι δὲ χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον τὰς ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχομένας τε καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ φλὲψ ὠφελεῖ διαιρουμένη. ἐφʼ ὧν δὲ σωμάτων οὐδὲν μὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων, εἰ μὲν εἰθισμένου τἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα, πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἀρθριτικός τις εἴη, πᾶσι τοῖς ἄρθροις πεπονθώς· οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενωθεῖσιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων τῶν μορίων, ἀλλʼ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν· διὸ τοὺς μὲν ποδαλγικοὺς ἀπʼ ἀγκῶνος χρὴ κενοῦν, ἐπιλήπτους δὲ καὶ σκοτωματικοὺς ἀπὸ τῶν σκελῶν μᾶλλον. εἰ δὲ διʼ αἱμορροΐδος ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσίν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέμνειν, ἀλλʼ ἐπί γε τῶν ἐπεσχημένων τὰ καταμήνια τὰς ἐν σκέλεσι διὰ παντός· ἀεὶ γὰρ χρὴ ταῦτα προτρέπειν. συμβαίνει μέντοι ἐνίοτε καὶ τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμορραγεῖν, ἐφʼ ὧν οὐκέτι ὁ αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν· οὐ γὰρ φέρεσθαι τὸ αἷμα, καθάπερ ἐπὶ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆναι βουλόμεθα. εἶδον δέ ποτε κατὰ τῆς ἔνδον φλεβὸς τῶν ἐν ἀγκῶνι νευρίον ἐπικείμενον ἔν τινος ἀνατομῇ πιθήκου, καὶ αὖθις ἐφʼ ἑτέρου κατὰ τῆς ὁμοζυγούσης αὐτῇ φλεβὸς ὡσαύτως. καὶ τούτων ἡ θέα σπάνιος οὖσα χρήσιμος ἐπί τινων ἰατρῶν ἐγκαλουμένων γέγονεν ὡς τεμνόντων νεῦρον, ἐπειδὴ μετὰ τὴν τομὴν εὐθέως ᾔσθοντο ναρκώδους διαθέσεως οἱ τμηθέντες ἐν τῷ μήκει τῆς χειρός, ἔν τε τῷ μετὰ ταῦτα παντὶ χρόνῳ παρέμενε τὸ πάθημα τοῦτο τοῖς φλεβοτομηθεῖσιν. δηλώσας οὖν ἐγὼ τοῖς ἐγκαλοῦσιν ἰδιότητα κατασκευῆς σώματος γίνεσθαί ποτε τοιαύτην, ἠλευθέρωσα τοῦ ψόγου τοὺς ἰατρούς.

Τίς καιρὸς φλεβοτομίας καὶ ἐπαφαιρέσεως.

Σπεύδειν δὲ χρὴ κενοῦν ἐφʼ ὧν ἐστι χρεία κενώσεως, εἰ μὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεττομένης τροφῆς ἢ καὶ βραδυπεψία τις ἢ σιτία περιεχόμενα κατʼ αὐτήν. ἀλλʼ ἐπεὶ πολλάκις, ἤδη πέμπτην ἢ ἕκτην ἄγοντος τοῦ νοσοῦντος ἀπὸ τῆς ἀρχῆς, ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούμεθα, καλῶς ἂν ἔχοι καὶ τότε φλεβοτομεῖν, εἰ παραλειφθῇ τοῦ βοηθήματος ὁ πρῶτος καιρός· ἐν ᾗ γὰρ ἂν ἡμέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτομίας ἐπὶ τοῦ κάμνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ προσάξεις τὸ βοήθημα, κἂν εἰκοστὴν ἡμέραν, εἰ οὕτως ἔτυχεν, ἀπὸ τῆς ἀρχῆς ἄγοι. τίνες δʼ ἦσαν οἱ σκοποί; μέγα τὸ νόσημα καὶ ῥώμη δυνάμεως, ὑπεξῃρημένης ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἱκανῶς θερμοῦ· ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναμις τοῖς πλείστοις νοσήμασι, διὰ τοῦτο τῆς φλεβοτομίας καιρὸς ἀναιρεῖται τῷ πλήθει τῶν ἡμερῶν, οὐ πρώτως τοῦτο ἐργαζομένων, ἀλλὰ διὰ μέσου τοῦ καταλῦσαι τὴν δύναμιν, ὥστε κἂν τῇ δευτέρᾳ μετὰ τὴν ἀρχὴν ἡμέρᾳ φαίνηται καταλυομένη ποτὲ ἡ δύναμις, ἀφεξόμεθα τῆς φλεβοτομίας. φλεβοτομήσεις δʼ ἐν ἁπάσῃ μὲν ἡμέρας ὥρᾳ, πάσῃ δὲ νυκτός, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν ἤτοι διʼ ὀφθαλμίαν ἢ διʼ ἄλλο τι τοιοῦτο χωρὶς πυρετοῦ δεομένων τοῦ βοηθήματος τὸ μέγεθος τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐφʼ ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία. μηδενὸς τοιούτου κατεπείγοντος ἢ κωλυόντος, ἄμεινόν ἐστιν ἕωθεν φλεβοτομεῖν, οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντας δὲ χρόνον ὥρας μιᾶς· καὶ λούειν δέ τινας ἄμεινον· εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους. ἐφʼ ὧν γοῦν ἦρος εἰσβάλλοντος ἐπὶ φλεβοτομίαν κατερχόμεθα διὰ προσδοκίαν πυρετῶν ἤ τινων παθῶν, οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρός, ἐφʼ ὧν μὲν ἁπλῶς κενῶσαι βουλόμεθα, καὶ κατὰ τὴν αὐτὴν ἡμέραν γινέσθω· ἐφʼ ὧν δʼ ἀντισπάσαι, κἂν δύο ταῖς ἐφεξῆς ἡμέραις γίνηται, βέλτιόν ἐστιν.

Ἐκ τῶν Ἀντύλλου· ποῖα τῶν ἐν τοῖς μέρεσιν ἀγγεῖα διαιρετέον· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

Ἀπὸ μετώπου τὴν ἀφαίρεσιν ποιούμενοι τὴν εὐθεῖαν ἐπὶ μετώπῳ διαιροῦμεν φλέβα, ἐπὶ δὲ τῶν πλείστων κατὰ τὰ ἄνω μέρη τοῦ μετώπου καὶ πρὸς τῷ βρέγματι, ἔνθα ὑοειδῶς ἡ φλὲψ σχίζεται· δεῖ δὲ παρʼ αὐτὴν τὴν σχίσιν ἐν τῷ κάτω μέρει ποιεῖν τὴν διαίρεσιν, τὰς δʼ ἐν τοῖς κανθοῖς ἐγγὺς τῆς ὀφρύος πολὺ ἀνωτέρω τῶν κανθῶν. ὄπισθεν δὲ τῶν ὤτων διαιρετέον τὴν ἀντικειμένην τῷ τραγανῷ τοῦ ὠτός. ὑπὸ δὲ τῆς γλώττης, εἰ μὴ ἀμφοτέρας διαιροῦμεν, τὴν ὑπερέχουσαν κατὰ μέγεθος τὴν δεξιὰν τεμοῦμεν· κατὰ δὲ χεῖρα κατὰ νώτου τῆς χειρὸς τὴν οὖσαν μεταξὺ τοῦ μέσου καὶ παραμέσου δακτύλου· κατὰ δʼ ἰγνύαν τὴν μεσωτάτην· κατὰ δὲ σφυρὸν τὰς ἔνδον, καὶ εἴ γε εἶεν αἱ μὲν ἔμπροσθεν τοῦ σφυροῦ, αἱ δʼ ὄπισθεν, τὰς ἔμπροσθεν· διὰ μέντοι τὴν μικρότητα τῶν ἀγγείων τὰ πολλὰ οὐκ ἐφʼ ἡμῖν ἐστιν ἃ βουλόμεθα διελεῖν. ἐπὶ δὲ τῶν κατʼ ἀγκῶνα καὶ τὰ ἐν τούτῳ διαιρούμενα ἀγγεῖα ἐξετάσεως ποικιλωτέρας χρῄζει. κἀνταῦθα δʼ, εἰ μὲν μὴ ἐφʼ ἡμῖν εἴη τὸ τῆς ἐκλογῆς, ἤτοι ἑνὸς μόνου ἀγγείου ὑποπίπτοντος, ἢ καὶ τῶν ἄλλων μὲν εὑρισκομένων, ἑνὸς δέ τινος ἐπιτηδειοτέρου, τὴν ἀφαίρεσιν ἀπὸ τοῦδε ἐξ ἀνάγκης ποιησόμεθα. εἰ δʼ, ὥσπερ κατὰ φύσιν καὶ ἐπὶ τῶν πλείστων, ἐπιτήδεια εἴη τὰ τρία καὶ φανερά, τό τε ἄνω τὸ κατὰ τὸν μῦν καὶ τὸ μέσον καὶ τὸ πρὸς τῇ ἀποφύσει τοῦ βραχίονος, ὃ δὴ καὶ ἀρτηριῶδές ἐστι, διακρινοῦμεν ποῖον αὐτῶν ἐπὶ τίνων διαιρετέον. ἐπὶ μὲν τῶν λειποθυμικῶν, ἢ ἐφʼ ὧν κεκάκωται στόμαχος, ἢ τὰ τῆς δυνάμεως ὕποπτά ἐστι, τὸ ἄνω διαιρετέον ἀγγεῖον· ἐπὶ δὲ τῶν ἀθρόας ἀφαιρέσεως χρῃζόντων καὶ κενώσεως εὐτόνου τὸ μέσον· ἐπὶ δὲ τῶν ξενισμοῦ καὶ μεταποιήσεως χρῃζόντων, ὥσπερ ἐπιληπτικῶν, μαινομένων, σκοτωματικῶν, τὸ κάτω. φυλακτέον δὲ τὸ μὲν ἄνω ἐπὶ τῶν συνεστραμμένους καὶ περιγεγραμμένους τοὺς μῦς ἐχόντων· ἐφʼ ὧν δὲ καὶ ἡ κυρτότης τῶν μυῶν ἐπιπίπτει τοῖς ἀγγείοις, μικρὸν ἀνωτέρω τῆς κάμπης διαιρετέον ἐστὶ τὸ ἀγγεῖον. ἐπὶ δὲ τῶν κατίσχνων φυλακτέον τὸ κάτω, καὶ ἐφʼ ὧν εὔρωστόν τε καὶ σφόδρα μέγα ἐστίν· ὁ γὰρ φόβος γίνεται περὶ τὴν δύναμιν, μεγάλης ἐμβληθείσης τῆς διαιρέσεως, καὶ εἰ τοῦτο φεύγοντες μικρὰν ἐμβάλλοιμεν τὴν διαίρεσιν, θρομβώσεις γίνονται καὶ ἀνευρύσματα ἐπὶ χρόνον ἱκανὸν καὶ παραμένοντα, ἔπειτα δὲ παυόμενα. ἐπὶ δὲ τῶν σφόδρα πιμελωδῶν καὶ φλεβοτομουμένων κατά τινα στοχασμὸν τὸ ἄνω διαιρετέον· ὅ τε γὰρ μῦς πλαδαρὸς ὢν ἄνω ἀποκεχώρηκε πάμπολυ τοῦ ἀγγείου, καὶ τὰ νεῦρα πλεῖστον ἀφέστηκε κατὰ τοῦτο τὸ μέρος, ὥστε κἂν βαθυτάτην ποιήσηταί τις τὴν διαίρεσιν ἐξεπίτηδες, μὴ ἂν ἀφικέσθαι, ἡ δὲ φλὲψ ἐπὶ πάντων ἅπαξ ἁπλῶς ἀπίμελος καὶ ἀσκέπαστος καὶ εὔσχιστος καὶ εὔρους ἐστίν. ἀφέστηκε δὲ καὶ ἡ μέση φλὲψ πολὺ τῶν ὑπʼ αὐτῇ νεύρων, ἀλλʼ ἐπὶ πολλῶν, πρὶν ἐλθεῖν εἰς τὴν κάμπην, σχίζεται εἰς πολλὰ ἢ εἰς δύο, ὧν τὸ μὲν ἄνω, τὸ δὲ κάτω χωρεῖ· διόπερ ἐν ταῖς λεγομέναις μὲν πρὸς ἁφήν, γινομέναις δὲ κατὰ στοχασμὸν φλεβοτομίαις πάσχουσιν ἐπιφλεβοτομοῦντες· διὰ γὰρ τὸ λεπτοτάτας ἐν ταῖς σχίσεσι τὰς σχισθείσας εἶναι φλέβας καὶ ἀφανεῖς γίνεσθαι εἰς ἀτοπίαν ἐμπίπτουσιν. οὐ διαιρετέον οὖν τήνδε τὴν φλέβα· γίνεται γάρ τις καὶ ἄλλη πλάνη ἐκ τῆς ἐπιδέσεως τῆς πρὸ φλεβοτομίας γινομένης· τὸ γὰρ δέρμα ἰσχυρῶς τεινόμενον κατὰ τὴν μεσότητα τῆς κάμπης διὰ τὸ ἀνατείνεσθαι πρὸς τὸν τοῦ βραχίονος μῦν φαντασίαν ἀγγείου πολλάκις ἀποτελεῖ· φευκτέον τὸ τοιοῦτο.

Τίς καιρὸς φλεβοτομίας ἐν τοῖς ἐπὶ μέρους καιροῖς· ἐκ τῶν Ἡροδότου ἐκ τοῦ Περὶ κενουμένων βοηθημάτων.

Ἐν τοῖς ἐπὶ μέρους καιροῖς περὶ μὲν τὰς ἀρχὰς τῶν ἐπισημασιῶν ἀνεπιτήδειος φλεβοτομία, ἐκτὸς εἰ μὴ μέγα τι κακὸν τοῖς πυρετοῖς συνεισβάλλοι, ὡς πνιγμὸς ἢ σπασμὸς ἢ ἐξάγουσα ὀδύνη· εἰ μέντοι μηδὲν ἔξωθεν ἐπείγοι, περιμενετέον τοὺς τῆς ἀνέσεως καιρούς, καὶ μακρῶν μὲν ὄντων τῶν διαλειμμάτων ἐν τῇ παντελεῖ φλεβοτομητέον ἀνέσει· ῥᾷον γὰρ αἱ δυνάμεις εὐσταθοῦσαι τῶν ἀφαιρετικῶν ἀνέχονται βοηθημάτων καὶ παρίστανται κατὰ τὸ ἀνδρικὸν αὐτοῖς καὶ μονονουχὶ τοῖς βοηθήμασι χεῖρας ὀρέγουσιν· ἐν πολλῇ γοῦν τὰ ὅλα γίνεται μεταβολῇ· ἐν δὲ τοῖς παροξυσμοῖς ὑποπεπτωκυῖαι τοῦ παρηγορήσοντος μόνου προσδέονται. εἰ δὲ βραχὺς ὁ τῆς ἀνέσεως χρόνος εἴη, τὴν μὲν παντελῆ φθαστέον ἄνεσιν, ἀρξαμένους δʼ ἀνίεσθαι φλεβοτομητέον· περιέσται γὰρ ἡμῖν διαστήσασιν ὀλίγον χρόνον ἀνέντας τρέφειν, τῶν ἀφαιρετικῶν καὶ ἐν πυρετοῖς ἔσθʼ ὅτε καλῶς προσαγομένων, τῶν δὲ προσθετικῶν οὐδέποτε· ἄτοπον οὖν τὸν τῆς τροφῆς καιρὸν εἰς τὸν τῆς φλεβοτομίας ἀποδαπανῆσαι. κἂν τὰ τῆς ἐπισημασίας διαδραμόντα στάσιν ποιήσηται, ἀγνοῶνται δʼ οἱ διαδεχόμενοι καιροὶ αὐτῆς, χάριν τῆς ἐπισημασίας ἐν τούτῳ τῷ χρόνῳ φλεβοτομητέον· ἀποπαύσεται γὰρ τὸ ἐλλεῖπον· τρέχουσαν μὲν γὰρ ἐπισημασίαν πρὸς ἄνεσιν ἐπιθεωρητέον, μένουσαν δὲ κινητέον καὶ μᾶλλον διὰ τοῦ τοιούτου βοηθήματος. ἐπὶ δὲ τῶν ἐν ἀδιακόπῳ συνεχείᾳ νοσούντων ὁ αὐτὸς φλεβοτομίας καὶ τροφῆς καιρός· μικρὸν γὰρ πρόσθεν τῆς τοῦ σώματος ἀποθεραπείας ἀφαιρεῖν τὸ αἷμα. εἰ δὲ συνεχεῖς μὲν εἶεν οἱ πυρετοί, ἔκδηλον δέ τινα παροξυσμὸν φέροιεν, καθʼ ὃν προστιθέντες ἐπὶ τοῦ αὐτοῦ μεγέθους μένουσι, ποιούμενοι τεταγμένας ἢ καὶ ἀτάκτους τὰς προσβολάς, ἀποθεωρητέον, ὡς ἔνι μάλιστα, μὴ κατὰ τὰς ἐπιθέσεις τῶν ἐπισημασιῶν τὰς ἀφαιρέσεις ποιεῖσθαι, ἀλλὰ κατὰ τοὺς διομαλισμούς· οὗτος γὰρ καὶ πρὸς τροφὴν καιρὸς ἐπιτήδειος.

Ἀντύλλου· τίνα πρὸ τῆς διαιρέσεως ποιητέον· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

Διαδετέον τὸν βραχίονα πρὸ τῆς διαιρέσεως τελαμῶνι εὐτόνῳ, πλάτος ἔχοντι ὅσον δακτύλων δύο ἢ ὀλίγῳ πλατύτερον. ἐπὶ μὲν οὖν τῶν ἐσφαιρωμένους καὶ περιγεγραμμένους ἐχόντων τοὺς ἐν τοῖς βραχίοσι μῦς κατωτέρω περιβλητέον τὸν τελαμῶνα, καὶ μάλιστα εἰ ἐπιμήκεις εἶεν οἱ φλεβοτομούμενοι· ἱκανὸν γὰρ τούτοις τὸ τοῦ μήκους διάστημα ἀπὸ τοῦ μυὸς ἐπὶ τὴν κάμπην τοῦ ἀγκῶνος. ἐπὶ δὲ τῶν μικρῶν πάνυ, ὁμοίως δὲ τοὺς μῦς συνεστραμμένους ἐχόντων, ἡ μὲν ἀνωτέρω διάσφιγξις ἄχρηστος, δεῖ δʼ ὀλίγον κατωτέρω τῆς μεσότητος τοῦ μυὸς τὴν ἀπόσφιγξιν ποιεῖσθαι, τάσσοντας τὸν τελαμῶνα κατὰ τὰ τελευταῖα τοῦ μυός. ἐπὶ δὲ τῶν γυναικῶν καὶ τῶν τοὺς μῦς πλαδαροὺς ἐχόντων οὐδὲν κωλύει τὸ κατὰ μέσον τοῦ μυὸς περιβάλλειν· ἀλλʼ εἰ μὲν κατωτέρω τοῦ μυὸς παντὸς ἢ ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ διασφίγγοιμεν, ἔξεστιν ἡμῖν καὶ εὐτόνῳ σφόδρα χρῆσθαι τῇ διασφίγξει, ὅσον ἐπὶ τοῖς μέρεσι τοῖς διασφιγγομένοις· οὐ μὴν χρήσιμον· ἐπὶ γὰρ τῇ διασφίγξει ἀδηλότερά τε γίνεται τὰ ἀγγεῖα, καὶ ναρκώδης καὶ ἐπώδυνος ἡ χείρ· εἰ δὲ κατὰ μεσότητα τοῦ μυὸς γένοιτο ἡ διάσφιγξις, οὐδʼ ὅλως χρὴ πιέζειν, καὶ μάλιστα ἐπὶ γυναικῶν καὶ τῶν τρυφερῶν· θλιβείσης γὰρ τῆς κοιλίας τοῦ μυός, ὑπόσφιγμα γίνεται κατὰ τὸν βραχίονα πολλάκις, ἐνίοις δὲ καὶ ἐρυσίπελας καὶ ἀπόστημα ἐπακολουθεῖ. δεῖ δὲ στοχάζεσθαι, μὴ ὁ περιδεόμενος τελαμὼν περιστρέψῃ τὸ δέρμα τοῦ ἀγκῶνος, ἀλλὰ τηρήσῃ τὴν φυσικὴν αὐτοῦ θέσιν, ἵνα μὴ ἐπιλυθέντος ἀποβὰν εἰς τὴν ἰδίαν αὑτοῦ χώραν τὸ δέρμα ἐπιλάβῃ τὴν ῥύσιν τοῦ αἵματος, παραλλασσούσης τῆς ἐν τῷ δέρματι διαιρέσεως τὴν τοῦ ἀγγείου διαίρεσιν. ὅσοι δʼ ἐπὶ τῶν ἀφανῶν ἀγγείων κατωτέρω τοῦ ἀγκῶνος διασφίγγουσιν, οὐ προσηκόντως ποιοῦσιν· οὐδέποτε γὰρ ἐπʼ οὐδενὸς μέρους ἐκ τῆς κατωτέρω διασφίγξεως ἐκυρτώθη τὰ ἀγγεῖα· οὐδὲ μὴν οὐδʼ ὅσοι σπόγγοις προπυριῶσι τὰ κατὰ τὸν ἀγκῶνα, ἀνύουσί τι· οὐ γὰρ ἂν κυρτωθείη, εἰ μὴ ἐκ τῆς διασφίγξεως. δεῖ δὲ μετὰ τὴν διάδεσιν τὰς χεῖρας τρίβειν πρὸς ἀλλήλας καὶ διακρατεῖν τι ἐν τῇ χειρί. ἐπὶ δὲ τῶν ἀπὸ τοῦ μετώπου φλεβοτομουμένων ἢ κανθῶν ἢ γλώσσης ἢ παρὰ τὰ ὦτα χρὴ τελαμῶνα περιβάλλειν τῷ τραχήλῳ, τὸν δὲ κάμνοντα κελεῦσαι τὴν ἀριστερὰν χεῖρα ἢ δεξιὰν τάξαι κατὰ τὸ γένειον, ἢ πᾶσαν ἢ τὸν ἀντίχειρον δάκτυλον μόνον, ἔπειτα τὸν τελαμῶνα κατὰ τῶν δακτύλων σφίγγειν· οὕτως γὰρ ὁ μὲν βρόγχος οὐκ ἀποληφθήσεται, τὰ δʼ ἑκατέρωθεν ἀγγεῖα τὰ τείνοντα ἐπὶ τὴν κεφαλὴν θλιβόμενα ἐν τοῖς ἐπάνω διοιδήσει μέρεσιν. ἐπὶ δὲ τῶν ἀτόνων ἢ παρέτων παρεστὼς ὑπηρέτης ὑποβαλλέτω τὴν χεῖρα τῷ γενείῳ. ἀπὸ δὲ χειρὸς ποιούμενοι τὴν ἀφαίρεσιν, εἰ καταιονῆσαι δέοι πρόσθεν αὐτήν, εἰς θερμὸν χαλάσαι μετὰ τοῦ διασφίγγειν· ἀπὸ δʼ ἰγνύας, ἡ μὲν διάσφιγξις ὑπὲρ τοῦ γόνατος ἐν τῷ μηρῷ· γινέσθω δʼ ἡ ἀφαίρεσις, εἰ οἷόν τε, ἐν βαλανείῳ ἢ καὶ προπυριασθείσης. περιπατείτω δὲ μετὰ τὴν διάσφιγξιν ὁ κάμνων, καὶ μελλόντων δὲ διαιρεῖν, ὀρθὸς ἐπὶ μόνου τοῦ σκέλους ἐρειδέσθω. τὰ δʼ αὐτὰ καὶ ἐπὶ σφυροῦ γινέσθω, τῆς διασφίγξεως μικρὸν ἀνωτέρω τῶν σφυρῶν παραλαμβανομένης.

Πῶς φλεβοτομητέον· ἐκ τοῦ αὐτοῦ λόγου.

Ποτὲ μὲν καταπείροντες, ποτὲ δʼ ἀναπείροντες φλεβοτομοῦμεν, καταπείροντες μέν, ἐπειδὰν ἄδηλα ᾖ τὰ ἀγγεῖα, ἀναπείροντες δέ, ἐπειδὰν σφόδρα ἐπιπόλαια. δεῖ δὲ μὴ ὅλον διαιρεῖν τὸ ἀγγεῖον· ἀνατρεχόντων γὰρ αὐτοῦ τῶν μερῶν, ἡ ῥύσις οὐ γίνεται μετʼ ἀκοντισμοῦ· μηδὲ τὸ κάτω μέρος τοῦ ἀγγείου διαιρεῖν, ἀλλὰ τὸ ἀνωτέρω· λέγω δὲ κάτω μὲν τὸ πρὸς τὴν ἀπόφυσιν τοῦ βραχίονος κάτω νεῦον, ἄνω δὲ τὸ πρὸς τὴν κερκίδα· τοῦ μὲν γὰρ ἄνω διαιρεθέντος μέρους, εὔμορφος ἐξακοντισμὸς γίνεται τοῦ αἵματος· τῶν δὲ κάτω διαιρεθέντων, οὐδὲν ἀπακοντίζει.

Πότε καὶ ποίῳ μεγέθει καὶ σχήματι τῆς διαιρέσεως χρηστέον· ἐκ τοῦ αὐτοῦ λόγου.

Ἐπὶ μὲν κενώσεως δεομένων ἀθρόως μεγάλην ἐμβλητέον τὴν διαίρεσιν, ἐφʼ ὧν δὲ δεῖ περισπάσαι καὶ ἀποτρέψαι φορὰν αἵματος, οἷον ἐπὶ τῶν αἷμα ἀναγόντων ἢ αἱμορραγούντων ἐκ ῥινῶν ἢ ἄλλου τινὸς μέρους, μικρὰν σφόδρα· οὐ γὰρ κενώσεως δέονται, κενούμενοι ὑπὸ τοῦ πάθους, ἀλλʼ ἀνθολκῆς· δεῖ οὖν ἐπὶ τούτων πολλῷ χρόνῳ ῥεῖν ἀπὸ τῆς φλεβὸς τὸ αἷμα. ἔτι μικρᾷ μὲν χρηστέον ἐπὶ τῶν μικρῶν ἀγγείων, μεγάλῃ δʼ ἐπὶ τῶν μεγάλων· εἰ γὰρ ἐπὶ μεγάλῳ τις ἀγγείῳ μικρὰν ποιοῖτο διαίρεσιν, ἐνθρόμβωσις ἐξ ἀνάγκης γίνεται. σχήματά γε μὴν διαιρέσεως τρία, τὸ μὲν ἐπικάρσιον, τὸ δʼ εὐθὺ οὐχὶ κεῖρον, ἀλλὰ σχίζον τὴν φλέβα, τὸ δὲ μεταξὺ τούτων τὸ λοξόν. τὸ μὲν οὖν ἐπικάρσιον χρηστέον ἐφʼ ὧν οὐδʼ ὅλως ἐπαφαιρεῖν δοκιμάζομεν· καμφθέντος γὰρ τοῦ ἀγκῶνος, εὐθὺς παρακολλήσεως τυγχάνει. τὸ δὲ λοξὸν ἐπιτήδειον τῇ ἐπαφαιρέσει· ἐν γὰρ τῇ κάμπῃ τοῦ ἀγκῶνος οὐκ ἀκριβῶς μύει τὰ χείλη. τὸ δʼ ἐπίμηκες σχῆμα ἐπιτήδειον ἐφʼ ὧν οὐ μόνον τῆς αὐτῆς ἡμέρας ἐπαφαιροῦμεν, ἀλλὰ καὶ ἐπὶ τῆς τρίτης ἢ καὶ τετάρτης· καμφθέντος γὰρ τοῦ ἀγκῶνος, ἐπὶ πλεῖστον ἀσύμπτωτα μένει τὰ χείλη.

Τίνα προσμηχανητέον πρὸς τὴν τοῦ αἵματος εὔροιαν· ἐκ τοῦ αὐτοῦ λόγου.

Εἰ μὲν διὰ σφίγξιν βιαιοτέραν ἡ ῥύσις ἐπέχοιτο, ταύτην ἀνετέον. εἰ δὲ παρατραπέντος τοῦ δέρματος ἐπικαλυφθείη ἡ τοῦ ἀγγείου διαίρεσις διʼ ἀφυΐαν τῆς ἐπιδέσεως, μετασχηματιστέον τὸν ἀγκῶνα παντοίως καὶ ἐπὶ τὸ πρηνὲς καὶ ὕπτιον, καὶ ἐκτεταμένον καὶ συνηγμένον, μέχρις ἂν ἐν τούτῳ τῷ σχήματι καταστῇ, ὡς τὴν εὔροιαν ἐπακολουθῆσαι, τῆς διαιρέσεως τοῦ ἀγγείου κατʼ εὐθὺ γενομένης τῇ τοῦ δέρματος διαιρέσει. μικρᾶς δὲ τομῆς ἐμβληθείσης, ἐπιδιαιρετέον αὐτήν. δειλίας δʼ ἐπιλαμβανούσης τὴν ῥύσιν, ἐπιτηδευτέον ὅπως ἀψοφητὶ ῥέῃ· παύονται γὰρ τοῦ ἀγῶνος, εἰ μὴ νομὴν νομίζοιεν φέρεσθαι. τῆς λειποθυμίας δʼ ἐνοχλούσης, κατακειμένων ἀφαιρετέον καὶ τὸν στόμαχον σπαρακτέον ἐμέτοις τε καὶ καθέσει δακτύλων καὶ ὀσφραντοῖς ἀνακτητέον καὶ τὰ ἄκρα διαδετέον, ἵνα σφόδρα ἐνοχλοῖτο. θρομβώσεως δʼ ἐνοχλούσης καὶ ἐπεχούσης τὴν ῥύσιν, δεῖ τοῖς λιχανοῖς δακτύλοις τῶν δύο χειρῶν διαλύειν τὸν θρόμβον καὶ κατὰ συμπίεσιν ἐκθλίβειν καὶ ἔλαιον καταχεῖν καὶ ἔτι μᾶλλον ὄξος· διαλυτικὸν γὰρ τῶν θρόμβων. εἰ δὲ διὰ ψῦξιν ἐπέχοιτο, ἤτοι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ἢ διὰ πάθος ψυχρόν, οἷόν ἐστιν ἐπιληψία καὶ ἀποπληξία καὶ τὰ τοιαῦτα, πυριᾶν τὸ μέρος, καταιονᾶν, τρίβειν, λιπαίνειν, καὶ ὅλως εἰς τὴν ἐναντίαν ἕξιν καθιστᾶν. πιμελὴ δὲ καὶ σὰρξ ἐπὶ τῶν καταπιμέλων καὶ κατασάρκων ἐκπηδᾷ διὰ τῆς διαιρέσεως καὶ ἐπιλαμβάνει· ἁπλοῦς δʼ ἐπὶ τούτοις λόγος· ἢ γὰρ ἀφαιρεῖν τὸ ἀναδραμὸν ἢ παραστέλλειν χρή.

Περὶ ἀρτηροτομίας· Γαληνοῦ.

Καὶ ἀρτηρίας τοῖς ἰατροῖς ἔθος ἐστὶ διαιρεῖν, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν ὅσα θερμὰ καὶ πνευματώδη, τὰς δʼ ὄπισθεν τῶν ὤτων ἐπὶ τῶν σκοτωματικῶν μάλιστα καὶ ὅσοι χρονίοις ἀλγήμασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ διʼ ἄλλα πάθη περὶ τὴν κεφαλὴν συνιστάμενα χρόνια κέχρηνται τῇ ἀρτηροτομίᾳ τῶν ὤτων ὄπισθεν· οὐ μὴν ἐφʼ ἑτέρου γέ τινος μορίου πάσχοντος ἐχρήσαντο τὸ βοήθημα, καὶ τῶν πολλῶν δεομένων αὐτοῦ μᾶλλον ἢ φλεβοτομίας· ἔνθα γὰρ ἐνοχλεῖ θερμὸν αἷμα καὶ πνευματῶδες ἐν ταῖς ἀρτηρίαις ἠθροισμένον, ἐνταῦθα χρεία τῶν κοινῶν τῷ πάσχοντι μορίῳ τεμνομένων ἀρτηριῶν, ἀλλὰ διὰ τὸ δυσεπίσχετον τῆς αἱμορραγίας οὐ τολμῶσιν οἱ ἰατροὶ διαιρεῖν τὰς ἀρτηρίας, καὶ ὅτι τῆς διαιρέσεως εἰς οὐλὴν ἰούσης ἀνεύρυσμα γίνεται. τὰς μὲν οὖν ἀξιολόγους κατὰ τὸ μέγεθος ἀρτηρίας διὰ ταῦτα φεύγουσιν οἱ ἰατροί, τὰς δὲ μικρὰς ὡς οὐδὲν μέγα δυναμένας ἀνύσαι, καίτοι καὶ αὐταὶ πολλάκις ἡμῖν ὤφθησαν οὐ μικρὰν ὠφέλειαν ἐπιφέρουσαι μετὰ καὶ τοῦ συνουλοῦσθαι χωρὶς ἀνευρύσματος. καὶ μέντοι κἂν μείζων ᾖ τις ἀρτηρία, καὶ αὐτὴ χωρὶς ἀνευρύσματος ἐπουλοῦται διαιρεθεῖσα πᾶσα, καὶ πολλάκις γε τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱμορραγίας κίνδυνον ἰάσατο· φαίνεται γὰρ σαφῶς, ὅταν ὅλη διʼ ὅλης ἑαυτῆς ἐγκαρσία διακοπῇ, τῶν μερῶν ἑκατέρων ἀνασπωμένων ἑκατέρωσε, τὸ μὲν ἄνω τοῦ μορίου, τὸ δὲ κάτω. ἐγὼ δὲ προτραπεὶς ὑπό τινων ὀνειράτων ἐναργῶς μοι γενομένων διεῖλον τὴν ἐν τῷ μεταξὺ λιχανοῦ τε καὶ μεγάλου δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν ἐπιτρέψαι ῥεῖν, ἄχρις ἂν αὐτομάτως παύσηται τὸ αἷμα, κελεύσαντος οὕτως τοῦ ὀνείρατος. ἐρρύη μὲν οὖν οὐδʼ ὅλη λίτρα, παραχρῆμα δʼ ἐπαύσατο τὸ χρόνιον ἄλγημα κατʼ ἐκεῖνο μάλιστα τὸ μέρος ἐρεῖδον, ἔνθα συμβάλλει τῷ διαφράγματι τὸ ἧπαρ. ἑτέρῳ δέ, τραύματος ἐν σφυρῷ γενομένου, διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο μὲν ἡ φορὰ τοῦ αἵματος, ἄχρι κληθεὶς ἐγὼ διέτεμον ὅλην αὐτήν, εἶτα τῷ διὰ τῆς ἀλόης καὶ μάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάμην φαρμάκῳ λαγῴαις ἁπαλαῖς ἀναλαμβανομένῳ θριξί, καὶ χωρὶς μὲν ἀνευρύσματος ἐθεραπεύθη τὸ τραῦμα, περισαρκωθέντος τοῦ στόματος τῆς ἀρτηρίας. ὁ δʼ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων ἐκ διαλειμμάτων οὐ μακρῶν ὀδυνώμενος ἰσχίον ἐξ ἐκείνου τελέως ὑγιὴς ἐγένετο. ταῦτα οὖν ἔπεισέ με πολλάκις ἐν ἄκροις τε τοῖς κώλοις καὶ μέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας διαιρεῖν ἐπὶ πᾶσιν ἀλγήμασιν, ὅσα μοι διὰ θερμὴν οὐσίαν ἢ πνευματώδη τὴν γένεσιν ἔχειν ἔδοξε, καὶ μάλιστα κατὰ τοὺς ὑμένας, ὧν τὸ ἄλγημα νυγματῶδές τέ ἐστι καὶ πλατυνόμενον ἠρέμα, τῆς μὲν νυγματώδους αἰσθήσεως καθʼ ἕν τι μέρος ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινομένης, τάσεως δʼ αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον μορίου παντός.

Ἐκ τῶν Ἀντύλλου· περὶ ἀρτηροτομίας· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

Διαιροῦμεν δʼ ἀρτηρίαν, εἰ μὲν οἷόν τε εἴη, τὴν ὑπὸ κορυφὴν κατὰ τὸ ἰνίον μεταξὺ τῶν τενόντων· εἰ δὲ μή, τὴν παρὰ τὰ ὄπισθεν τῶν ὤτων ἢ τὰς ἑκατέρωθεν τῆς κορυφῆς τὰς κατὰ τὸ βρέγμα· συμβάλλουσι δὲ κατὰ τὴν στεφανιαίαν καὶ μέσην ῥαφήν. αἱ δʼ ἀπὸ τῶν κροτάφων ἐπὶ μέτωπον τείνουσαι διὰ τοῦτο παραιτητέαι, διότι κατὰ μυὸς ἔχουσι τὴν θέσιν· ῥᾴδιον μὲν γὰρ ἀκινδύνως διελεῖν αὐτάς, παρακελευομένους τῷ ἀρτηριοτομουμένῳ κινεῖν τὴν γνάθον καὶ συνερείδειν — ἐν τούτῳ γὰρ οἱ μύες οἱ κροταφῖται ὅλοι διʼ ὅλων κινοῦνται προφανῶς· ἔξεστιν οὖν ἀπονεύοντας τοῦ κινουμένου μέρους ἐν τῷ κατὰ τὸ μέτωπον ἀτρεμοῦντι ἀκινήτως ποιεῖν τὴν διαίρεσιν· ἀλλʼ οὔτε πολὺ φέρεται καὶ ἀθρόον ἐξ αὐτῶν τὸ αἷμα διὰ τὴν μικρότητα οὔτε μετὰ πολλοῦ πνεύματος· φλεβώδεις γάρ εἰσιν· οὐ κατὰ πολὺ οὖν φλεβοτομήσεως ἐντεῦθεν ἀφαίρεσις διαφορωτέρα. αἱ δʼ ἔμπροσθεν τῶν ὤτων κατὰ τὴν ἀνάστασιν τῶν μασητήρων μυῶν εἰσι μὲν εὔρωστοι σφόδρα, ὀλιγάκις δὲ καὶ οὐκ ἀκινδύνως διαιροῦνται διὰ τὴν γειτνίασιν τῶν μυῶν καὶ διὰ τὴν ἐπιπλοκὴν τῶν ἐκεῖθεν ὑμένων. δεῖ δʼ ἐπὶ τῶν κατὰ τὸ ἰνίον ἄχρι ὀστέου διακόπτειν τὴν ἀρτηρίαν καὶ ξέειν τὸ ὀστοῦν, ὥστε σάρκα ἐξ αὐτοῦ ἀναφῦσαι, καὶ μεσολαβῆσαι τὰ στόματα τῆς ἀρτηρίας καὶ ἀποφράξαι. βέλτιον δʼ ἐκλαβεῖν ὥσπερ κιρσὸν καὶ ὑποβάλλοντας ἤτοι ἀμφίμηλον ἤ τι τοιοῦτο διαιρεῖν μὴ πολλήν, ἀλλʼ ἐκ μέρους τὸ ἀγγεῖον, μετὰ δὲ τὴν αὐτάρκη ῥύσιν ἐπισπάσασθαι διὰ τῆς ὑποβολῆς τοῦ ἀμφιμήλου κατὰ ποσὸν ἔξω τὸ ἀγγεῖον καὶ τὸ μέσον ἐκκόπτειν· οὕτως γὰρ οὔτε συμφυήσεται οὔτε ἐκ τῆς αἱμορραγίας ἕπεται κίνδυνος, ἀνατρεχόντων εἰς τὴν σάρκα τῶν στομίων.

Περὶ σικύας· ἐκ τῶν Γαληνοῦ.

Σικύαι προκενωθέντων χρήσιμοι· πληθωρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δʼ αὐτῷ λόγῳ κἀπὶ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδʼ ἐπʼ ἄλλου μορίου φλεγμαίνοντος οὐδενός, ἀλλʼ ὅταν μὴ ἐπιρρέῃ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γενηθῇ κινῆσαί τι καὶ μοχλεῦσαι κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι. γινομένων δʼ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκα· κατὰ τὴν ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον.

Ἐκ τῶν Ἀντύλλου· περὶ σικύας· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

Ἐπὶ μετρίας μὲν ὀδύνης καὶ τῶν παραπλησίων ἐλαφραῖς χρώμεθα σικύαις ταῖς χωρὶς ἀμύξεως· ἐφʼ ὧν δὲ τονῶσαι βουλόμεθα, σφοδραῖς· ταῖς δὲ μετʼ ἀμυχῶν ἐπὶ τῶν διασεσαγμένων μορίων ὕλῃ καὶ τοῖς ὑπὸ διεφθορυίας ἐνοχλουμένοις ὕλης. πρὸ δὲ τῆς προσβολῆς τῶν σικυῶν δεῖ μεμαλάχθαι τὴν γαστέρα, ἢ πάντως μηδεμίαν ὑπόνοιαν εἶναι περισσωμάτων ἐνοχλούντων, καὶ προησιτηκέναι δὲ πάντως ἢ προϋδροποτηκέναι ἐπὶ κούφῃ τροφῇ καὶ διῳκημένῃ. δεῖ δὲ μάλιστα, εἰ μέλλοιμεν ἀφαιρεῖν αἷμα, τὴν μὲν πρώτην ὀλίγῳ πυρὶ χρῆσθαι, μετὰ δὲ τοῦτο, εἰ ἐρύθημα αὔταρκες εἴη γεγονὸς ὑπὸ τῆς σικύας καὶ ὄγκος τοῦ μέρους, ἐγχαράσσειν· εἰ δὲ μή, καὶ ἐκ τρίτου προσβάλλειν, μέχρι ὀγκωθῇ καὶ ἐνερευθὲς γένηται τὸ μέρος· εἰ δὲ μηδʼ ὅλως ὄγκος μηδʼ ἐρύθημα γένοιτο, σπόγγοις πυριᾶν τὰ μέρη μέχρι φοινίξεως, κἄπειτα οὕτως ἐγχαράσσειν. εἰ δὲ προκαταμάθοι τις ὅτι οὐ μέλλει τὰ σώματα ἐρυθραίνεσθαι, οἷον ἐπὶ τῶν καταπιμέλων τὸ ἐπιγάστριον ἢ ἐπὶ τῶν κατεψυγμένων καὶ ἐπὶ γυναικῶν τετοκυιῶν, πρὸ τῆς προσβολῆς τῶν σικυῶν καταπλαστέον. ἐνίοτε δʼ ὄγκος ἰσχυρὸς ἀπὸ τῶν κούφων σικυῶν γίνεται καὶ κατὰ τὴν χρόαν πελιδνότερος, μετά τε τὸ ἐγχαραχθῆναι ἢ βραχύ τι ἢ οὐδὲν ἀπορρεῖ, τοῦ αἵματος παχυτέρου καὶ σαρκωδεστέρου τοῦ προεστῶτος ὄντος· χρὴ οὖν καὶ ἐπὶ τούτοις σπόγγοις μάλιστα πυριᾶν καὶ λεπτόν τε καὶ εὔρουν ἐργάζεσθαι τὸ αἷμα. φυλάττεσθαι δὲ δεῖ πλησίον τῶν μαστῶν σικύαν τιθέναι· ἐμπίπτοντες γὰρ εἰς αὐτὰς ἐνίοτε καὶ ἐνοιδοῦντες σφόδρα δυσχερῆ τὴν ἄρσιν ποιοῦνται. μετὰ δὲ τὴν προσβολὴν ἐκβολῆς ἔλαιον καταχέοντες . .. προσβάλλειν δεῖ τὰς σικύας μετὰ μετρίου πυρός· εἰ γὰρ σφοδραὶ τεθεῖεν, τῇ τε ἀτμίδι ἐπιφλεγμαίνουσαι καὶ συντείνουσαι τὰ σώματα, οὐδὲν ἄξιον λόγου ἐπισπῶνται. ὅτι δὲ σχηματίζειν οὕτως χρὴ τὰ μέρη ὥστε μὴ ἐφίστασθαι ἐπʼ αὐτὰ τὸ αἷμα καὶ παχυνόμενον κώλυμα γίνεσθαι τῆς ἐκκρίσεως, ἀλλʼ ἀπορρεῖν εἰς τὸ κάταντες, γνώριμόν ἐστιν. μετὰ δὲ τὴν ἀφαίρεσιν τῶν σικυῶν, εἰ μὲν αὔταρκες εἴη τὸ εἰλημμένον, ἀποθεραπεύσομεν τὰ μέρη· εἰ δὲ μή, πάλιν προσβάλλομεν τὰς σικύας. ἐπὶ δὲ κεφαλῆς οὐ δεῖ μετὰ πυρὸς πολλοῦ προσβάλλειν τὰς σικύας· σφοδρῶς γὰρ ἕλξουσι καὶ δυσαπόσπαστοι γενήσονται, αἱ δὲ σύμμετροι τὸ δέον ποιήσουσιν. ὅταν δὲ δυσαπόσπαστοι ὦσι, σπόγγοις ἐκ θερμοῦ περιλαμβάνειν χρὴ τὰς σικύας· ἀνίενται γάρ· εἰ δὲ μηδʼ οὕτως ἀνεθείη, τρυπᾶν χρὴ τὴν σικύαν.

Περὶ τῆς παρὰ τὴν ὕλην καὶ τὸ σχῆμα διαφορᾶς τῶν σικυῶν.

Παρὰ δὲ τὴν ὕλην διαφοραί εἰσι σικυῶν τρεῖς, ὑελαῖ, κεράτιναι, χαλκαῖ· αἱ γὰρ ἀργυραῖ ἄθετοι διὰ τὸ σφοδρῶς ἐκπυροῦσθαι, τῶν δὲ χαλκῶν πλείων ἐστὶν ἡ χρῆσις. χρήσαιτο δʼ ἄν τις καὶ ταῖς ὑελαῖς, ἐφʼ ὧν κατανοεῖν χρὴ τὴν κένωσιν τοῦ αἵματος, καὶ ταῖς κερατίναις ἐπὶ κεφαλῆς, ὅταν ἐπινοήσωμεν δυσαποσπάστους ἔσεσθαι τὰς χαλκᾶς, καὶ ἐπὶ τῶν δειλῶν καταπλησσομένων πρὸς τὴν φλόγα. παρὰ δὲ τὸ σχῆμά ἐστι διαφορὰ μάλιστα ἐν ταῖς χαλκαῖς· εἰσὶ δʼ αἱ μὲν ὑψηλότεραι τῶν ταπεινοτέρων ἑλκτικώτεραι, αἱ δὲ ταπεινότεραι ἐπὶ κεφαλῆς ἁρμοδιώτεραι διὰ τὸ μὴ σφοδρῶς ἐπισπᾶσθαι, καὶ αἱ μὲν ἐπίπεδα ἔχουσαι τὰ χείλη χρησιμώτεραι κατὰ τῶν πλάτος ἐχόντων σωμάτων τίθεσθαι, αἱ δὲ σεσιμωμέναι τὰ χείλη ἐπὶ τῶν κυρτῶν καὶ ἰσχνοκώλων· αἱ δʼ ὀξύστομοι ἐφʼ ὧν κατασχασμῷ μὲν οὐ χρώμεθα, κούφας δὲ προσάγοντες βιαίως ἑλκύσαι βουλόμεθα, συντελούσης τῆς ὀξύτητος τῶν χειλῶν πρὸς τὸν βίαιον ἀποσπασμόν· ταῖς δʼ ἀμβλυοχείλεσιν ἐπί τε τῶν ἄλλων καὶ μάλιστα ἐπὶ κεφαλῆς. ἡ δʼ ὁλκὴ τῶν μὲν χαλκῶν σικυῶν διὰ πυρὸς γίνεται, ὁμοίως δὲ καὶ τῶν ὑελῶν· ἡ δὲ τῶν κερατίνων ἄνευ πυρός· τέτρηνται γὰρ εἰς τὸ ἄκρον, καὶ προσβαλλόμεναι ἐκμυζόμεναι σφοδρῶς διὰ τοῦ τρήματος ἕλκουσιν· ἐπιλαμβάνεται δʼ εὐθὺς τὸ τρῆμα δακτύλῳ ἢ κηρῷ.

Ἐκ τῶν Ἡροδότου· περὶ σικυῶν· ἐκ τῶν Περὶ κενουμένων βοηθημάτων.

Σικύα δὲ δύναται κεφαλῆς ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευματώσεις διαφορῆσαι, ὀρέξεις ἀνακαλέσασθαι, ἄτονον καὶ λελυμένον στόμαχον τονῶσαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν μεταστῆσαι, ῥεύματα ξηρᾶναι, αἱμορραγίας ἐπισχεῖν, ἐμμήνων ὑπομνῆσαι περιόδους, φθοροποιοὺς δυνάμεις ἑλκύσαι, ῥίγη παῦσαι, περιόδους λῦσαι, ἀπὸ καταφορᾶς διεγεῖραι, ὕπνους ἐργάσασθαι, βάρη κουφίσαι· αὗται δυνάμεις σικυῶν καὶ ὅσαι ταύταις παραπλήσιαι.

Περὶ κατασχασμοῦ· ἐκ τῶν Ἀντύλλου, ἐκ τῶν Περὶ κενουμένων βοηθημάτων.

Ἐγχαράσσομεν μέρη τοῦ σώματος τὰ φλεγμαίνοντα καὶ τὰ ἐσκληρυμμένα ἢ διατεταμένα καὶ ἐπωδύνως ἔχοντα ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥεύματος, ἢ δριμείας ὕλης παρακειμένης. δεῖ δέ, εἰ δυνατὸν εἴη, ἢ λούσαντας οὕτως ἀποσχάζειν, εἰ δὲ μή, καταιονᾶν ὕδατι θερμῷ μέχρι φοινίξεως ἢ πυριᾶν διὰ σπόγγων ἢ παραβάλλειν ἡλίῳ ἢ πυρὶ τὸ ἀποσχασθησόμενον μέρος. ἐπιβλητέον δὲ τὰς ἀμυχὰς ἐπὶ μὲν τῶν σκελῶν καὶ ἐπιγαστρίου κατὰ τὴν εὐθυωρίαν, καὶ ἐπὶ θώρακος δὲ καὶ μεταφρένου καὶ τραχήλου παραπλησίως· ἐπὶ κεφαλῆς δὲ κατὰ τὴν τῶν τριχῶν θέσιν, ἐπὶ δὲ μετώπου πλαγίας. ἴσαι δʼ ἔστωσαν ἀλλήλαις κατὰ τὸ μέγεθος αἱ ἀμυχαί, καὶ ἴσα ἔστω τὰ μεταξὺ αὐτῶν διαστήματα. καὶ ἡ ἀρχὴ γενέσθω τῆς ἐγχαράξεως ἐκ τῶν κάτω μερῶν· οὕτω γὰρ εἰς τοὺς ἐπὶ πόδας τόπους ὑπορρέον τὸ αἷμα οὐκ ἐπισκοτίσει τῷ μέλλοντι ἑξῆς ἐγχαραχθήσεσθαι, ἥ τε θέσις τῶν ἀμυχῶν γινέσθω κατὰ παραλλήλους στίχους. γινέσθω δὲ μὴ κατὰ πληγὴν ἡ ἐγχάραξις, ἀλλὰ κατὰ συρμόν· ἀνώδυνος γὰρ οὕτως γενήσεται ἡ ἐγχάραξις.

Περὶ ἐγχαράξεως· ἐκ τῶν Ἀπολλωνίου.

Καταμαθὼν ὅτι εἰς τόνωσιν καὶ τὸ ὁπωσδήποτε παραφυλάσσειν ἔχειν ἡ πλείστη γίνεται συνέργεια ἐκ τοῦ αἵματος, ὡς μὲν ἐπίπαν πλεονάζοντος, ἔστι δʼ ὅτε κατὰ τὴν ποιότητα ἐπὶ τὸ χεῖρον τρεπομένου, ἁρμόζειν ὑπέλαβον πλεονάζοντος μὲν τὴν ἐλάττωσιν, διεφθορότος δὲ τὴν ἀλλοίωσιν. τὸ μὲν οὖν φλέβας διαιρεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἡγούμην, ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα, τούτου δʼ ἀναλισκομένου, πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται, καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται. ἐδοκίμασα οὖν ἀπὸ τῶν ἀκυροτάτων μερῶν, οἷον ἀπὸ τῶν σκελῶν, κατʼ ἐγχάραξιν ποιεῖσθαι τὴν ἀφαίρεσιν, μετροῦντας τῇ τε ἕξει τοῦ ἀνθρώπου καὶ τῇ χρείᾳ τὸ πλῆθος. ἄριστον δὲ τὸ βοήθημα εἴς τε τήρησιν τῆς ὑγείας καὶ εἰς ἀνάκτησιν, ὁπότε παρατραπείη ὑπὸ τοιῶνδέ τινων αἰτιῶν. μηδεὶς μέντοι ὑπολάβῃ με ἐκβάλλειν τὴν φλεβοτομίαν· ἐγὼ γὰρ ἐκείνην μὲν ἐπὶ τῶν μεγίστων καὶ κινδυνωδεστάτων παθῶν ἀπολείπω, ἐφʼ ὧν πολὺ καὶ ἀθροῦν αἷμα ἐκχέαι δεῖ· πρὸς γὰρ τὰς σφοδρότητας τῶν παθῶν αἱ ἀθροότητες τῶν κενώσεών εἰσι κατάλληλοι· πληθώραν δὲ σύμμετρον μέλλουσάν τι ποιήσειν κακὸν καὶ ἤδη παραπτομένην τῆς εἰς τὸ νοσῶδες παρατροπῆς ἐπὶ ταῖς ἀμυχαῖς ταραχθεῖσα κνήμη καὶ ἐκδοῦσα ἄλυπον καὶ ὅσην θέλομεν τὴν ἐπίδοσιν τοῦ αἵματος ἐπιλύεται χωρὶς ἰσχυρᾶς τῆς περὶ τὸν ὄγκον συγκινήσεως. πολλάκις μέντοι πλεῖον τοῦ ἱκανοῦ συνάγεται, ὅθεν οὐκ ὀκνητέον, ὁσάκις ἂν πλήθους σημεῖα προσπέσῃ, συναιρεῖν αὐτὸ τῷ δεδηλωμένῳ τρόπῳ· συμφέρει γὰρ μὴ σφριγᾶν μηδὲ διατείνεσθαι τὰ σπλάγχνα καὶ τὰ ἐν ὅλῳ τῷ σώματι ἀγγεῖα, μᾶλλον δʼ ἐν ποσῷ τινι εἶναι χαλάσματι, ἵνα τὸ φυσικὸν εὐοδῇ πνεῦμα.

Ὅτι ἡ ἐγχάραξις τὰς μὴ καλῶς καθαιρομένας ὠφελεῖ καὶ ἄλλα πολλὰ πάθη.

Ταῖς γυναιξίν, αἷς τὰ περὶ τὴν κάθαρσιν μὴ διευτύχηται, θαυμασίως ἡ ἐγχάραξις βοηθεῖ· τὸ γὰρ ἐκεῖ ἐνδέον ταύτῃ κενοῦται. δεῖ δὲ τὴν προθεσμίαν αὐτῆς περιμένειν καὶ τότε, ἐὰν μηδὲν ἢ ὀλίγον ἀπαυτοματίζῃ, ἐφʼ ὅσον ἡ χρεία παρακαλεῖ, τῇ διὰ τῆς ἀφαιρέσεως χρῆσθαι βοηθείᾳ. τισὶ μέντοι καὶ συνήργησε γυναιξὶν εἰς τὸ ἔθος τῆς ἐμμήνου ἀποκαταστῆναι καθάρσεως· ἡ γὰρ ἐπὶ τὰ κάτω μέρη συνεχῶς ἀγωγὴ τοῦ αἵματος ῥοπὴν ἐμποιεῖ αὐτῷ. ἐγὼ μέντοι καὶ τὰς λίαν πρεσβυτέρας, αἷς ἐκ πολλοῦ οὐδὲν ἔμμηνον φέρεται, ὅταν ἐν σωματικῷ τινι γένωνται ἐνοχλήματι, διὰ τῆς τοιαύτης κουφίζω θεραπείας· ἴδιος γὰρ γυναικῶν αὕτη πολὺ τὸ δυναμικὸν ἔχει, ὅτι μιμεῖται τὸν τῆς φυσικῆς ἐκκρίσεως τρόπον. κενοῦν δʼ εἴωθα ἐνίοτε μὲν διὰ σμιλίου, ἐνίοτε δὲ διὰ βδελλῶν προσβολῆς. καὶ ὀφθαλμοὺς δέ τις ὑπὸ ῥεύματος ἀπαύστου ἐκ πολλοῦ χρόνου διαλελυμασμένος ἰάθη διὰ τῆς τοιαύτης βοηθείας, χρησαμένων ἡμῶν καὶ τῇ ἄλλῃ τοπικῇ περὶ τοὺς ὀφθαλμοὺς καὶ ὅλου τοῦ σώματος ἐπιμελείᾳ. καὶ πρεσβύτης τις πρῶτον μὲν ἐκ διαλειμμάτων μακρῶν, εἶτα δὲ καὶ βραχέων, ὑπὸ πνιγώδους περὶ τὸν πνεύμονα στενοχωρίας ἐνοχλούμενος ἐθεραπεύθη τῷ ὁμοίῳ τρόπῳ. κενοῦν δὲ δεῖ ὅσον ἐμφαίνεται καλῶς ἔχειν, καὶ φυλακτέον ψῦξιν, τροφήν τε σύμμετρον ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας διδόναι. καὶ λοιμοῦ δὲ κατασχόντος ἰσχυροῦ τὴν Ἀσίαν, καθʼ ὃν πολλοὶ διεφθάρησαν, ὑποπεσὼν κἀγὼ τῇ νόσῳ, κατὰ τὴν δευτέραν ἡμέραν ἀνέσεως γενομένης, κατακνισθεὶς τὸ σκέλος ὡς δύο λίτρας αἵματος ἀπέκρουσα καὶ διὰ τοῦτο τὸν κίνδυνον ἀπέφυγον. πολλοὶ οὖν καὶ ἄλλοι χρησάμενοι τὸ βοήθημα διεσώθησαν· πλήθους γὰρ ἦν σημεῖα, καὶ ἐσῴζοντο μάλιστα οἱ δαψιλῶς τὸ αἷμα κενοῦντες. ἔτι τοίνυν κεφαλαλγίας συμμέτρους ἀναιρεῖ, παρισθμίων φλεγμονάς, περὶ πλευρῶν ὀδύνας προσκαίρους· τὰ δὲ χρονιώτερα τῶν τοιούτων συμπτωμάτων ταῖς τοπικαῖς ἐγχαράξεσι διαλύομεν. καὶ δὴ καὶ τοὺς ἐκ νόσων ἀναλαμβάνοντας καὶ δυσχερῶς εἰς τὴν κατὰ φύσιν ἑαυτοῖς ἕξιν ἀφικνουμένους οὐδὲν οὕτως ἐπὶ τὴν προσήκουσαν εὐτροφίαν ἄγει, ὡς ἡ διʼ ἐγχαράξεως ἀποκένωσις τοῦ αἵματος.

Ἐκ τῶν Ἀντύλλου· περὶ βδελλῶν· ἐκ τοῦ Περὶ κενουμένων βοηθημάτων.

Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι, καὶ ταῖς αὐταῖς ἐπὶ πολλοῖς χρῶνται· αὗται γὰρ ἐκ μελετῆς οὖσαι ῥᾳδίως ἅπτονται τῆς σαρκός, τῶν ἄλλων ἐνίοτε ξενιζομένων. δεῖ δὲ τὰς μὲν ἐκ τῆς πείρας προσάγειν εὐθύς, τὰς δὲ νῦν συνειλεγμένας φυλάττειν ἡμέραν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας· οὕτως γὰρ διαπνευσθήσεται τὸ ἰῶδες αὐτῶν. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλιζόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω αἵματι ζῴου τινὸς ἢ ἀργίλλῳ ὑγρῷ ἢ πυριάσθω ἢ κνάσθω τοῖς ὄνυξιν· ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δʼ ἐμβάλλειν αὐτὰς εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν εἰς ἀγγεῖον εὐρὺ καὶ μέγα, ὅπως διακινηθεῖσαι τὸν ἰὸν ἀποθῶνται, ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλινῶδες ἀποκαθάραντες διὰ τῶν χειρῶν προσάξομεν· μετὰ δὲ τὸ ἐμφῦναι πάσας ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι. ἐπὶ δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβάλλειν χρὴ τῷ ὕδατι, ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ διαπληρωθεισῶν αὐτῶν ἔτι χρῆσθαι δέοι, ἢ ὀλίγαι παρεῖεν αἱ βδέλλαι, ἢ ὀλίγαι ἅψαιντο, μετὰ τὸ πληρωθῆναι ψαλίζειν χρὴ τὰς οὐρὰς αὐτῶν· ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ νίτρον ἢ σποδὸν προσπάσωμεν αὐτῶν τοῖς στόμασιν. μετὰ δὲ τὸ ἀποπεσεῖν, εἰ μὲν ὁ τόπος δέχοιτο σικύαν, τὸ ἰῶδες διὰ προσθέσεως αὐτῆς ἀφελκυστέον, σφοδρῶς κολλῶντας καὶ ταχέως ἀποσπῶντας· εἰ δὲ μή, πυριατέον σπόγγοις. τὰ δὲ στόμια εἰ μὲν ὑποδακρύει, μάννῃ ἢ κυμίνῳ ἢ ἀλεύρῳ ἐπιπαστέον, ἔπειτα ἐρίῳ ἐλαιοβραχεῖ κατειλητέον. εἰ δʼ αἱμορραγοῖ, τοὺς ἐπιβλητέον ἢ ἀράχνια ἐξ ὄξους ἢ κηκῖδα κεκαυμένην ἢ σπόγγον καινὸν ἀποβαφέντα εἰς πίσσαν ὑγρὰν καὶ καυθέντα, ἔπειτα χαρτίον ὄξει βεβρεγμένον ἐπιθετέον καὶ ἐπιδετέον. ταῦτα δὲ ποιεῖν ἐπὶ τῶν μέσων· ἐπὶ γὰρ τῶν κώλων καὶ μόνος ἐπίδεσμος αὐτάρκης πρὸς τὸ ἐπισχεῖν τὸ αἷμα. λύειν δὲ τῆς ἐπιούσης, καὶ εἰ μὲν εἴη τὸ αἷμα σταλέν, ἀπονίπτειν, εἰ δὲ μή, τοῖς αὐτοῖς χρῆσθαι. γινώσκειν δὲ χρὴ ὡς αἱ βδέλλαι οὐ τὸ ἐκ βάθους ἕλκουσιν αἷμα, ἀλλὰ τὸ παρακείμενον ταῖς σαρξὶν ἐκμύζουσιν. χρώμεθα δʼ αὐταῖς ἐπὶ τῶν δεδοικότων τὰς ἀμυχάς, ἢ ἐφʼ ὧν μορίων ἀνάρμοστός ἐστι σικύα διὰ σμικρότητα τῶν μορίων ἢ σκολιότητα καὶ ἀνωμαλίαν. ἀποσπῶμεν δὲ τὰς βδέλλας, ὅταν εἰκάσωμεν τὸ ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος, ὅπερ ὑπολαμβάνομεν δεῖν κενωθῆναι, καὶ μετὰ ταῦτα ἐπὶ τοσοῦτον ἐῶμεν ἀπορρεῖν, ἕως ἂν τὸ αὔταρκες ἀποκριθῇ. ἐπεὶ δὲ τὸ μόριον ψύχεται ὑπὸ τῶν βδελλῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ τοῦ περιέχοντος, ἀποπυριᾶν αὐτὸ χρὴ καὶ ἀναθερμαίνειν τήν τε ῥύσιν τοῦ αἵματος ἐπέχειν οὐ διὰ τῶν ψυχόντων, ἀλλὰ διὰ τῶν στυφόντων καὶ παρεμπλασσόντων, ὡς εἴρηται.

Μενεμάχου· περὶ βδελλῶν.

Προσβάλλονται τοῖς πεπονθόσι τόποις αἱ βδέλλαι ἢ τοῖς σύνεγγυς ἀλιπέσιν· ἀποστρέφει γὰρ αὐτῶν τὴν ὄρεξιν τὸ ἔλαιον· εἰς στενότητα δὲ καλάμου στενοῦ μὴ διανταίως τετρημένου καθιέμεναι ἢ πῶμα καλαμίσκου ἤ τι ὅμοιον. τὸ δὲ πλῆθος αὐτῶν ληπτέον ἐκ δύο μεγεθῶν, τοῦ τε τόπου καὶ τοῦ πάθους. ἀφαιροῖντο δʼ ἂν ἐλαίου θερμοῦ τοῖς χείλεσιν αὐτῶν παρασταχθέντος· τὸ δὲ δηκτικὸν τῶν ἁλῶν ἐπὶ τῶν ἑλκουμένων ἐκκλιτέον. τὸ δὲ μετὰ τὴν ἀφαίρεσιν ἐπιρρέον ἐπιτεθεὶς ἐπέχει δάκτυλος. τὸ δὲ πλῆθος τῆς ἐκκρίσεως ἐμφαίνεται μὲν καὶ τῇ διορθώσει τῶν βδελλῶν· ἐναργέστερον δὲ γίνεται συναχθέν, ὅταν χωρισθεῖσαι τῶν σωμάτων ἀπεμέσωσι τὸ αἷμα. στραγγῶς δʼ αὐτῶν ἐμφυομένων, ἀμυκτέον ἐπιπολαίως τοὺς τόπους, οἷς προσάγονται· γευσάμεναι γὰρ αἵματος ὀρέγονται μᾶλλον αὐτοῦ.

Ἐκ τῶν Γαληνοῦ· τίνας δεῖ καθαίρειν, καὶ ποίοις καθαρτηρίοις, καὶ πότε.

Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δʼ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκοντος, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον. τοὺς δʼ ὑγιαίνοντας μὲν ἔτι, νοσήσαντας δʼ ἄν, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος ἦρος, ἤτοι διὰ φλεβοτομίας, εἰ πληθωρικοῖς ἁλίσκοιντο νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖς ἄρθροις εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη πολλῶν ἐκωλύσαμεν γίνεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἐνίοις μὲν οὖν συμφέρει κενοῦσθαι τοὺς φλεγματώδεις χυμούς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικούς, ἐνίοις δʼ ὀρῶδες περίττωμα κατὰ τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεσθαι παθῶν οὐσίαν. αὐτίκα μελαγχολίᾳ τις ἁλίσκεται καθʼ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦρος μόνον, ἀλλὰ καὶ φθινοπώρου. οὕτως δὲ καὶ γυναῖκά τινα καθʼ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶ, καρκινώδη διάθεσιν ἐν μαστῷ ἔχουσαν, ἣν ἰασάμην ἰσχυρῶς κενώσας διὰ φαρμάκου καθαίροντος μέλαιναν, καὶ εἰ παραλειφθείη ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται. ἐλέφαντα δʼ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίας καὶ καθάρσεως ἰασάμην· ἑκάστου δʼ ἔτους αὖθις ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις· ἐκλειφθείσης δʼ αὐτῆς, αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν. ἄλλος δέ τις ὥρᾳ θέρους αἰεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφʼ ἡμῶν καθαίρεσθαι κατὰ τὴν τελευτὴν τοῦ ἦρος· οὕτως γὰρ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦν, ὡς τούς γε ἐπιληπτικοὺς ἀρθριτικούς τε καὶ μελαγχολικοὺς ὅσοι τε ἄλλοι διὰ παχεῖς χυμοὺς νοσοῦσιν εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, διʼ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομοῦν, εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα, καὶ μάλιστα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ συντονία τῶν σπαραγμῶν, ἐκβάλλουσα τοὺς ἐσφηνωμένους δυσλύτως τοῖς πεπονθόσι μέρεσι χυμοὺς καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦσα, ῥᾷον ἐργάσεται τοῦτο, προλελεπτυσμένων αὐτῶν. τοῖς δʼ ἀμελήσασι τούτων δυσχερεῖς ἀπαντῶσιν αἱ καθάρσεις μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄσης τε πολλῆς καὶ κακοσφυξίας ἐκλύσεώς τε καὶ δυσκολίας. τοῦ μέλλοντος δʼ ἐλλέβορον λήψεσθαι προπειρᾶσθαι χρὴ τῆς φύσεως, ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς διʼ ἐμέτων. γινέσθω δʼ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαρασκευάσαι. γένοιτο δʼ ἂν τὸ τοιοῦτο καὶ διʼ αὐτῶν μὲν τῶν συνεχῶν ἐμέτων, ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δʼ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ σώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον· ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία, φυλάττει τὰς ὑγρότητας· τροφὴ δʼ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλʼ ἥτις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνὴ μήτε δριμεῖα μήτε ἁλυκὴ μήτε πικρά. δεδώκαμεν δʼ ἐνίοτε ῥαφανῖδας διʼ ὀξυμέλιτος, πήξαντες αὐταῖς διʼ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου κλῶνας λευκοῦ, καὶ εἴη ἂν ἀσθενὴς ἀπʼ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη. οἱ δὲ στενὸν ἔχοντες τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα συντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουσιν εἰς τὰς ἐμετικῶν φαρμάκων καθάρσεις τάς τε ἄλλας καὶ μάλιστα τὴν διʼ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖς ἀγγεῖόν τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις. χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔσθʼ ὅτε μὴν ἔμπαλιν, εἰ κατὰ μὲν τὴν γαστέρα φλεγματικός, ἐν δὲ τοῖς ἐντέροις πικρόχολος ἀθροισθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω. γέγραπται δὲ κατὰ τοὺς Ἀφορισμοὺς Ἱπποκράτει περὶ τῶν ὡρῶν· «θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος τὰς κάτω.» τὸ δʼ ἀνάλογον ταῖς ὥραις ἐπὶ τῶν χωρῶν σκοπεῖσθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένους· οὕτως δὲ κἀπὶ τῶν ἡλικιῶν. καὶ μὴν καὶ τὸ ἔθος οὐ σμικρὰ μοῖρα πρὸς ἔνδειξιν κενώσεως· οἱ μὲν γὰρ ἐμεῖν εἰθισμένοι φέρουσιν ἀλυπότερον τὰς διὰ τῆς ἄνω κοιλίας καθάρσεις· οἱ δʼ ἀήθεις οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπʼ ἐλλεβόρου. καὶ τὸ τοῦ νοσήματος δʼ εἶδος σκοπεῖσθαι προσῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματος ἀγωγῷ χρησόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆς κάτω γαστρός, εἶτα διʼ ἐμέτων, εἶτα διʼ ἀποφλεγματισμῶν· διʼ ὅλου γὰρ τοῦ σώματος ἐκτεταμένου τοῦ πλεονάζοντος, ἁπάσας κενώσεις παραληψόμεθα. ἀσκίτου δʼ ὄντος τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώσομεν φαρμάκων, ὥσπερ γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶς τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ διʼ οὔρων καὶ διʼ ὑπερῴας καὶ διὰ ῥινῶν. οὕτως δὲ κἂν ὁ μελαγχολικὸς πλεονάσῃ χυμός, ὡς ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆς μελαίνης χολῆς κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖς καθαίρομεν, ἐξ ὧν δῆλον ὡς ἡ κατάστασις τῆς νόσου καὶ τὸν κενωθησόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, διʼ οὗ χρὴ κενοῦν αὐτόν. ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶσι, τὴν ἀποκάθαρσιν ποιούμεθα διὰ μὲν τῆς κάτω γαστρός, ὅταν ἐν τοῖς σιμοῖς αὐτοῦ γένηται τὸ πάθημα, διʼ οὔρων δέ, ὅταν ἐν τοῖς κυρτοῖς. οὕτως δὲ κἀπὶ τῶν ἄλλων ἐπισκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑστίας τινὸς ὁρμᾶται τὸ νόσημα· ταῦτα γάρ σοι καὶ τὸν κενωθησόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον τῆς κενώσεως καὶ τὸν τόπον διʼ οὗ χρὴ κενῶσαι, καὶ πρὸς τούτοις ἅπασι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺς ὀρώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν εἰσὶν ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς. καὶ ἀπὸ τῶν παροξυσμῶν δὲ σκοπὸν εἰς ἔνδειξιν τρόπου κενώσεως ἕξεις, ἐκ μὲν τῶν ἄνω ποιούμενος τὰς κενώσεις ἐν τοῖς παροξυσμοῖς, ἐκ δὲ τῶν κάτω κατὰ τὰς καλουμένας ἀνέσεις· καὶ γὰρ καὶ αὐτόματα οὕτως ὠφελεῖ, ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων. φυλάττεσθαι δὲ χρὴ μάλιστα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇς κάτω καθαίρειν πολλά· τῆς γὰρ ῥοπῆς τῶν χυμῶν ἄνω γινομένης, ἡ τοῦ κάτω καθαίροντος φαρμάκου δύναμις ἐμποδισθήσεται. ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις αἰεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, κατʼ ἀρχὰς οἷόν τε φαρμακεῦσαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως· κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν καθαίροντα φάρμακα ταῖς δυνάμεσιν εἶναι θερμά, δεῖσθαι δὲ τὸν πυρετόν, εἰ πυρετός ἐστι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖς τῶν ὑγραινόντων τε καὶ ψυχόντων. οὔκουν οὐδʼ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμότητος ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται — ταύτην γὰρ ἴσμεν ὅσον ἐφʼ ἑαυτῇ βλαπτομένην —, ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεται τὸ σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων· ἔστι δʼ ἡ ὠφέλεια ἐνάλυπός τε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περισκέψασθαι, εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων ὄντες, ὡσαύτως δʼ οἷς ὑποχόνδρια τέταται καὶ ἐμπεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυρώδη, ἢ καί τις αὐτόθι τῶν σπλάγχνων φλεγμονή, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺς χυμούς, ὡς ἔνι μάλιστα, τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτούς τε καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους, διʼ ὧν ἡ καθάρσις μέλλει γενήσεσθαι· ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν. ἀλλʼ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατʼ ἀρχὰς εὐθὺς ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ ἄρα σχοίη τις καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχους ἤ τινος τῶν οὕτω λεπτυνόντων, ὥστε εὐλόγως ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατʼ ἀρχὰς γενήσεται ἡμῖν χρεία φαρμακείας τῷ μήτε πολλάκις ὀργᾶν ἐν ἀρχῇ τοὺς λυποῦντας χυμούς, μήτε, εἰ καὶ τούτοις ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ὄντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος ἐπιτήδειον αὐτὸν παρασκευάσαι. ὀργᾶν δʼ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήσει σφοδροτέρᾳ γενόμενοι καὶ μεταρρύσει μορίων εἰς μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ὀχλῶσι τὸν ἄνθρωπον, ἀνιῶντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες. τοὺς μὲν οὖν τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει· τοὺς δὲ καθʼ ἕν τι μόριον ἐστηριγμένους οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἕξομεν βοηθοῦσαν τῇ κενώσει· φαίνεται γὰρ αὕτη μετὰ τὰς πέψεις διακινοῦσά τε τοὺς χυμοὺς ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις γίνονται, ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης, τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας. χρὴ δʼ εἰδέναι ὡς αἱ μεταρρυήσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται, τὰ πλείω δʼ ἡσυχάζει καθʼ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, παρʼ ὅλον τοῦ νοσήματος τὸν χρόνον ἄχρι λύσεως. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου, καὶ μάλιστα ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως· ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δʼ ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται δαψιλῶς. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρός, ἔμπειρός τε ᾖς τῆς φύσεως τοῦ κάμνοντος, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ, χρώμενος ἐλλεβόρῳ μέλανι ἤ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ τὸ διὰ τῆς κολοκυνθίδος· ἱερὰν δʼ αὐτὴν συνήθως ὀνομάζουσιν. ποικίλως δʼ αὐτῆς σκευαζομένης, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν σκαμμωνίαν δʼ οὐκ ἔχουσα, κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον. μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον συμφέρει τῆς πτισάνης ἐπιρροφεῖν, ὥς φησιν Ἱπποκράτης· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡς ἂν ὀλίγον ὄν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε στόμαχος ὅσον τε τῆς γαστρὸς ὑψηλὸν οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλως βλάπτονται. χρήσιμος οὖν χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος, ὡς ἀπορρύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόσει κελεύει τῆς πτισάνης ἐπιρροφεῖν· ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως, οὐκέτι βούλεται δίδοσθαι πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου.

Κατὰ πόσους τρόπους οὐκ ἐκκρίνει ἡ γαστὴρ καθαρτηρίου δοθέντος.

Οὐκ ἐκκρίνει δʼ ἡ γαστὴρ ἐνίοτε καθαρτηρίου δοθέντος, ἤτοι διὰ τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως ἢ διὰ βραχύτητα τοῦ δοθέντος φαρμάκου· πολλάκις δὲ καὶ κόπρος ἐσφηνωμένη σκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυστῆρος πρὶν δίδοσθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωσιν. δύναται δὲ καὶ τῆς φύσεως ἐπʼ οὖρα τὴν ὁρμὴν πεποιημένης, τὸ καθαρτικὸν μηδὲν ἀνύειν. ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ βλάπτειν μηδὲν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δʼ εἰς τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.

Περὶ τῶν μιγνυμένων τοῖς καθαρτηρίοις.

Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, διότι νευρωδέστατόν ἐστι καὶ αἰσθητικώτατον, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδʼ ἀκραιφνὴς ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός. χρὴ δʼ εἶναι τὰ μιγνύμενα σπέρματα τοιαῦτα, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν, διʼ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναστομοῦν. δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοις τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν στασιάζειν, ἡ δὲ στάσις αὐτῶν γινέσθω, οὐχ ὅταν τὸ μὲν χολῆς, εἰ τύχοι, τὸ δὲ φλέγματος ᾖ κενωτικόν — ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν τρόπον —, ἀλλʼ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίνεται, προσενεχθέντων ἅμα· λέγω δʼ ἀνώμαλον, ὅταν ἤδη παύεσθαι δοκούσης αὐτῆς ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται.

Ἐκ τῶν Ῥούφου· περὶ καθαρτηρίων.

Οὔτε πάντας τοὺς ὁπωσοῦν διακειμένους καθαρτέον οὔτε ἐν ἁπάσῃ ὥρᾳ, οὔτε ὅπῃ καὶ τύχοι. αὐτίκα τοὺς ὑγιαίνοντας καὶ μηδὲν περίττωμα ἔχοντας οὐ χρὴ καθαίρειν· τί γὰρ δὴ καὶ ὄφελος οἰκεῖα ἀφαιρεῖν; ἀτὰρ καὶ σὺν πόνῳ ἄξεις· ἀντισπᾶν γὰρ δὴ ἀνάγκη, τὴν μὲν φύσιν ὅτι χρηστὸν ἦν, τὸ δὲ φάρμακον κενοῦν ἐθέλον. ἐπὶ ταῖς μικραῖς οὖν ἐκκρίσεσι λειποθυμίας καὶ ἐκλύσεις καὶ ἀπορίας ἄλλας παρέξεις· εἰ γὰρ καὶ ὁποσονοῦν κενώσεις, ἀλλʼ οἰκεῖόν γε ἀφαιρήσεις. εἰ δὲ τύχοι ὁ ἄνθρωπος φλέγματός τι ἔχων ἢ χολῆς ἢ καὶ ἄλλην τινὰ χυμῶν πλεονεξίαν, ἐνταῦθα εὐπετὲς μὲν καθαίρειν — διʼ ἀμφοτέρων γὰρ αἱ καθάρσεις, καὶ τῇ φύσει καὶ τῷ φαρμάκῳ —, ῥᾷον δʼ αἰεὶ καὶ μᾶλλον γίνεται καθαιρόμενον, ἅτε δὴ λυπηρὸν ἀπερχόμενον. πεφυλάχθαι δὲ καὶ τοὺς παχεῖς καὶ τοὺς φθινώδεις τὰς ἕξεις· οἱ μὲν γὰρ συντήκονται ταχύ, οἱ δʼ ὑπὸ τῆς λεπτότητος καὶ ὁποσονοῦν κενούμενοι βλάπτονται. πεφυλάχθαι δʼ ὡρῶν μεταβολὰς ἐξαπιναίους, καὶ ὅσα ἄστρων ἐπιτολαὶ ἢ δύσεις τρέπουσι μειζόνως, Ἀρκτοῦρον λέγω καὶ Πλειάδα καὶ τροπὰς καὶ ἰσημερίας καὶ Κύνα· πρὶν γὰρ καταστῆναι καλῶς, κινεῖν οὐ συμφέρει. ἐν δὲ ταῖς κάτω φαρμακείαις αἱμορροΐδας τε φυλάττεσθαι καὶ γυναικεῖον ῥοῦν αἱματώδη, καὶ ὅσοι τεινεσμώδεις εἰσὶ καὶ διαρροϊκοὶ καὶ ἑλκοῦνται τὸ ἔντερον, καὶ ὅσοι ξηρὰς πάνυ τὰς κοιλίας ἔχουσιν. τούτους δʼ εἴ τις ἀνάγκη καθαίρειν, κλυσμῷ προκενώσας κάθαιρε. ἐν μὲν ταῖς κάτω φαρμακείαις πεφυλάχθαι ταῦτα· ἐν δὲ ταῖς ἄνω νοσήματα μὲν τὰς βῆχας καὶ τὰ ἄσθματα καὶ τὰ εἴσω ἕλκη, τὸ μὲν τοῦ πνεύμονος τὴν φθίσιν, τὸ δὲ τοῦ ἥπατος τὴν σύντηξιν, καὶ εἴ ποτε αἷμα πτύσας, ἀλλὰ νῦν φαίνοιτο ἔχειν κάλλιον — κίνδυνος γὰρ ἀναρραγῆναι τὴν φλέβα —, καὶ ὅν τινα τῶν κατὰ γαργαρεῶνα ἢ φάρυγγα ἢ τράχηλον νοσημάτων ἐνοχλεῖν εἴθισται· πάντα γὰρ ταῖς ἄνω καθάρσεσι κωλύματά ἐστι, καὶ μάλιστα τῷ ἐλλεβόρῳ, καὶ προσέτι αἱ καρδιαλγίαι καὶ τὸ μήτε ἂν κατασχεῖν σιτίον μήτε ἂν ἐξεμέσαι. ἰδέαν δὲ σώματος εἰς τὴν ἄνω κάθαρσιν πεφυλάχθαι τὴν κατεξυσμένην καὶ προμήκη μὲν κατʼ αὐχένα, βραχύνωτον δὲ κυφότητι· τοὐπίπαν γὰρ οὗτοι φυματίαι κατὰ θώρακα καὶ δύσπνοοι καὶ βηχώδεις, ὥστε ἐν τοῖς συντόνοις ἐμέτοις πνιγμοὺς καὶ πτύσεις αἱμάτων ἐπιγίνεσθαι. ἀτὰρ οὐδʼ οἱ ἄγαν πίονες τὰς ἄνω φαρμακείας εὐπετῶς δέχονται, οὐδʼ οἱ ἔκλευκοι, οὐδʼ οἱ κατακορεῖς παντάπασιν, οὐδʼ οἱ φοβεροὶ καὶ ἄθυμοι· καὶ γὰρ γνώμης ἰσχυρᾶς, εἴπερ τινὸς καὶ ἄλλου, δεῖ, ὥστε καὶ γυναῖκες διὰ τοῦτο καὶ παῖδες καὶ γέροντες οὐ πάνυ χρηστοὶ καθαίρεσθαι ἄνω· δειλὸν γὰρ πᾶν τὸ γένος. τῇ δὲ γυναικὶ κίνδυνος καὶ σπασθῆναι τὴν ὑστέραν καὶ διὰ τοῦτο ἄφωνόν τε καὶ ἀναίσθητον γενέσθαι. καθαίρειν δὲ τοὺς μὲν φλεγματίας ἄνω, τοὺς δὲ χολώδεις κάτω, καὶ μάλιστα οἷς μέλαιναν κενοῦν ἁρμόζει, καὶ διὰ φθινοπώρου μὲν καὶ ἦρος, ὅπῃ καὶ δοκεῖ συμφέρειν, χειμῶνος δὲ καὶ θέρους, εἴ τι κενοῦν προσαναγκάζοι, χειμῶνος μὲν κάτω, θέρους δʼ ἄνω, καὶ τοὺς μὲν εἰς τοὐναντίον ἢ ῥέπει — τὸ γὰρ ἀντισπᾶν ἐν πολλοῖς ἄμεινον —, τοὺς δέ, καθότι καὶ ῥέπει, μάλιστα ὅταν διὰ χωρίου τε συμφέροντος καὶ μετρίως ῥέπῃ· τὰ δʼ ἄλλα ἐναντίως. κάλλιστον δὲ τῶν ὡρῶν πρὸς τὰς καθάρσεις τὸ ἔαρ, δεύτερον τὸ φθινόπωρον· καὶ γὰρ δὴ καὶ καθίσταται πολλάκις εἰς ἴσον τῷ ἦρι Πλειάδα, ὡς μήτε χαλεπῶς καθαρθῆναί τινας καὶ ἐν δέοντι τὰ τοῦ θέρους περισσώματα ἐκβάλλειν, πρὶν τὸν χειμῶνα ἐπελθόντα πῆξαι. διὰ τοῦτο δὲ καὶ τοῦ ἦρος καθάρσεις κάλλισται, ὅτι τὰ ἐν τῷ χειμῶνι ὑπογινόμενα περισσώματα ἐξάγουσι, πρὶν τὸ θερμὸν κρατῆσαν ἀνασινῆσαί τε αὐτὰ καὶ ταράξαι. σημεῖα δὲ τοῦ χρῄζειν καθάρσεως ἴλιγγοι καὶ βάρη κεφαλῆς καὶ ὀδύναι ἐξαιφνίδιοι καὶ ὤτων ἦχοι συνεχεῖς καὶ δυσορασίαι καὶ τὸ ἀκούειν ἀμβλὺ καὶ τὸ ... νωθρῶς αἰσθάνεσθαι καὶ τὸ ὑπνῶδες καὶ τὸ ἄσιτον, καὶ ἢν πίνοντι τὸ χρηστὸν πικρὸν ἢ ὁπωσοῦν ἄλλως ἀηδὲς δοκῇ, καὶ αἱ παράλογοι τῆς γνώμης ἄσαι καὶ τὸ τέως μεμνημένον ἐπιλανθάνεσθαι καὶ παλμοὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἐξαλλόμενοι καὶ ἐνύπνια συνεχῆ καὶ φοβερὰ καὶ ταραχώδη καὶ φρικῶδές τι ὑπὸ τῷ δέρματι καὶ ὀσφύος βάρος καὶ στρόφοι γαστρὸς καὶ τὸ μήτε ἐπιθυμεῖν σίτου μήτε ἐπιθυμήσαντα πέσσειν μήτε πέσσοντα ἀπολαύειν τῶν ἐπιθυμηθέντων καὶ ἡ κοιλία μὴ κατὰ λόγον τοῦ ἐδέσματος διαχωροῦσα καὶ οὖρον βραχὺ καὶ ναυτίαι καὶ στομάτων ὑγρότητος καὶ χροιὰ τῷ μὲν χολώδης, τῷ δὲ φλεγματώδης, τῷ δʼ ὑπομελαίνουσα παρὰ τὰ φύσει τῷ ἀνθρώπῳ καθεστηκότα καὶ τὸ ἐκλύεσθαι καὶ δυσπνοεῖν καὶ μὴ ῥᾳδίως κινεῖσθαι δοκοῦντά γε εὐσωματεῖν, καὶ ὅσα ἐξανθεῖ κατὰ δέρμα ἢ φυματίοις ἢ αὐτομάτοις ἕλκεσιν ἢ τραχύτησιν ἢ ἐφήλει. ταῦτα πάντα, καὶ ὅσα τις ἄλλα ἐξευρίσκειν δύναται πλησμονῆς τε καὶ χυμῶν κακίας τεκμήρια, πρὸς τὰς καθάρσεις προτρέπει, καὶ εἴ τις ὑπερβάλλοιτο, οὐχ ὅσον οὔπω μέλλουσαν ἥξειν τὴν νόσον, ἀλλʼ ἤδη παροῦσαν ἰῷτο ἄν· πολὺ μὴν κάλλιον πανταχῇ τὰ λυπηρὰ φθάνειν, εἰ δύναιο. νοσήμασι δʼ οἷς οἷα φάρμακα ἁρμόζει, πρὸς ἑκάστῳ τῷ φαρμάκῳ εἰρήσεται. διαιτᾶν δὲ τὸν μὲν κάτω κενοῦσθαι μέλλοντα ἐνδεέστερον, μὴ μὴν πολλῷ γε, ἀλλʼ ὥστε ταχὺ μὲν πεφθῆναι τὸ δοθὲν σιτάριον, κόπρον δʼ ἐν τῷ ἐντέρῳ μὴ πολλὴν γενέσθαι· τοῦτο γὰρ καὶ ὀδυνᾷ τὴν γαστέρα καὶ ἐμέτους κινεῖ, ὅταν τὸ φάρμακον ἕλκον πρὸς αὑτὸ διαχωρεῖν κωλύηται· διόπερ οὐκ ἄπο τρόπου καὶ μαλακωτέραν πρὸ τοῦ φαρμάκου τὴν γαστέρα ποιῆσαι τῇ τε μαλάχῃ καὶ τῷ τεύτλῳ καὶ τῷ λαπάθῳ καὶ τῷ ζωμῷ τῶν κογχαρίων, καὶ εἰ δή τινι ἄλλῳ, οἷα ἄλλα πολλὰ ἐξευρήκασιν ἕτεροι ἕτερα αὑτοῖς ἁρμόζοντα· εἰ δὲ μή, ἀλλὰ κλυσμῷ κενωτέον μαλακωτέρῳ. τοῖς δέ γε καὶ πᾶν τῆς προτεραίας τὸ σιτίον ἀφελεῖν ἁρμόζει, τοῖς φλεγματωδεστέροις· τούτοις δὲ καὶ ἐμέσαι πρὸ τῆς καθάρσεως οὐ κάκιον· εἰ γάρ τι καὶ ἄλλο τῇ γαστρὶ ἐμποδών ἐστι μὴ καλῶς διαχωρεῖν, καὶ φλέγμα πλεῖον· διὸ καὶ τοῖς φλεγματίαις οὐ πάνυ τὰς κάτω καθάρσεις ἐπαινῶ. ἔστι μὴν ὅτε τῇ νόσῳ οὕτως ἁρμόζει· καὶ γὰρ κεφαλῆς βάρος καὶ ὀδύνην ὀφθαλμῶν καί τινα ἐπίληπτον καί τινα ἰλιγγιῶντα καὶ τῶν ὑδερεωδῶν τοὺς πολλοὺς καὶ τῶν ἀρθρικῶν καὶ εἰς ἄλλας νόσους συνήνεγκε καθᾶραι κάτω, καὶ ὅντινα δεῖ μὲν καθαίρειν ἄνω, κωλύει δὲ τὰ εἰρημένα, καὶ τούτῳ, κἂν φλεγματίας ᾖ, ἀναγκαία ἡ κάτω κάθαρσις· μόνον ταῖς διαίταις εὐτρεπίζειν. ἐγὼ δὲ καὶ φάρμακα γράψω, οἷα καὶ μάλιστα συμφέρει καθαίρεσθαι τῷ φλεγματίᾳ κάτω χρῄζοντι. ἐπεὶ δὲ καὶ παρὰ τὴν φύσιν τοῦ ἐντέρου τοῖς μὲν δυσχερῶς, τοῖς δὲ ῥᾳδίως διαχωρεῖται, καλῶς ἂν ἔχοι μηδὲ τούτων ἄπειρον εἶναι τὸν μέλλοντα ὀρθῶς καὶ ἄνω καὶ κάτω καθαίρειν· πέφυκε γὰρ ἡ κοιλία κατὰ φύσιν τῷ ἀνθρώπῳ τὸ στόμα κατεστραμμένον ἔχουσα ἐν τῷ δεξιῷ πρὸς τὴν ῥάχιν εὐρύτερον ἢ τοῖς ἄλλοις ζῴοις· ἐντεῦθεν δὲ στενώτερον γίνεται, εἶτα ὑποδύνει τὸ μεσάραιον, καὶ ἐφεξῆς μέχρι τῆς ἀρχῆς τοῦ κώλου. οὗτοι μὲν οὖν τῶν σιτίων κενοῦνται ῥᾳδίως· οἷς δέ γε ἀνωτέρω νεύει τὸ στόμα ἢ στενώτερον τοῦ καιροῦ ἐστιν ἐξ ἀρχῆς τε οὕτω πεφυκὸς καὶ διά τινα φλεγμονὴν ἢ σκληρῶν φυμάτων καὶ ἀνεκπυήτων πιεζόντων ἤ τισιν ἄλλοις ἐμφράγμασι, τούτοις μὲν οὖν καταβαίνει μὲν τὰ σιτία δυσχερῶς, ὑποπάλλει δʼ εὐπετῶς. σημεῖα τῶν μὲν γὰρ ἀπὸ γενεᾶς· ἐμέσαι μὲν καὶ διὰ παντὸς ῥᾴδιοι, κάτω δὲ διαχωρεῖν ἐργώδεις, καὶ ἐπὶ πλεῖστον μὲν αἰσθάνονται μένοντος ἐν τῇ κοιλίᾳ τοῦ σιτίου, φυσώδεις δὲ τὰ ἄνω μᾶλλόν εἰσι, καὶ πολλῷ τινι εὐογκότεροι τὰ ὑπὲρ ὀμφαλόν· φυλακτέοι οὖν κάτω φαρμακεύεσθαι πάντες οὗτοι. οἷς δʼ ἐκ παθημάτων τὸ στόμα τῆς κοιλίας στενόν ἐστι, συμπίπτει μὲν τὰ ὅμοια, λυομένων δὲ τῶν παθῶν ἀνὰ χρόνον, καὶ τὰ συμπτώματα λύεται· οὔκουν ἀεὶ ὡσαύτως ἔχουσι περί τε πέψιν καὶ ἐρευγμοὺς καὶ διαχώρησιν· οὔκουν οὐδὲ πρὸς τὰς κάτω καθάρσεις διὰ παντὸς ὡσαύτως ἔχουσιν. ὁποῖα δὲ περὶ τῆς ἄνω κοιλίας εἴρηται, τοιαῦτα προσδοκᾶν καὶ περὶ τῆς κάτω· καὶ γὰρ οὖν καὶ ἡ κάτω κοιλία ἀρχομένη μὲν κατὰ φύσιν εὐρυκοίλιός ἐστι, τελευτῶσα δὲ στενωτέρα γίνεται, καὶ μάλιστα ἐν τοῖς ἀριστεροῖς, καθʼ ὃ μέρος τῷ σπληνὶ προσείληπται. ἔνθεν δʼ ἄρχεται αὕτη, προσπέφυκεν αὐτῇ τὸ καλούμενον τυφλὸν ἔντερον, κεῖται δʼ ἐν τῇ λαγόνι τῇ δεξιᾷ, καθʼ ὃ μὲν ἄρχεται αὐτό, εὐρυκοίλιον, ἀεὶ δὲ καὶ μᾶλλον στενούμενον, τυφλὸν ἐξ ἄκρου. εἰ δὲ καὶ τοῦτο τὸ ἔντερον φύσει τε καὶ διά τινα νόσον μὴ ἐφʼ ὅσον χρὴ διεστήκοι, πολλὴ ἀνάγκη ἄνωθεν μὲν ταχύτερον ὑπέρχεσθαι τὰ σιτία, αὐτοῦ δʼ ἐνισχόμενα στρόφους καὶ φῦσαν καὶ βορβορυγμοὺς καὶ βάρη παρέχει, ἔστε ἂν ἐμπέσῃ κατὰ σμικρὰ εἰς τὸ κῶλον ἔντερον· ἐντεῦθεν δʼ ἤδη πρὸς τὴν διαχώρησιν εὐπετέστερον περαιοῦται. πάλιν οὖν τὰ μὲν τῇ φύσει διὰ παντὸς ὡσαύτως γίνεται, τὰ δʼ ἔκ τινων ἀρρωστημάτων, καθότι ἐκεῖνα καὶ ἐπιτείνει καὶ λύεται, καὶ αὐτὰ οὕτως ἔχει, καὶ χρὴ φυλάσσεσθαι τὰ μὲν τῇ φύσει διὰ παντός, τὰ δὲ διὰ τὰς νόσους ἐφʼ ὅσον αἱ νόσοι κωλύουσιν· κίνδυνος γὰρ ἐπὶ ταῖς τούτων φαρμακείαις μείζων ἢ οἷς τὸ στόμα τῆς γαστρὸς οὐ παρίησι καλῶς τὸ περίσσωμα, τῷ καὶ διὰ πλείονος καὶ διὰ χωρίων εἰς ἔμετον ἀήθων παλινδρομεῖν. πονοῦσι δʼ οἱ περὶ τὴν ἀρχὴν τοῦ κώλου μὴ διαδιδόντες τὰ σιτία κατὰ τὴν δεξιὰν λαγόνα μειζόνως· ἐντεῦθεν γὰρ ἀρξάμενον τὸ κῶλον παραφέρεται πρὸς τὰ ἀριστερὰ ὑπὲρ τοῦ ὀμφαλοῦ· ἐν δὲ τοῖς ἀριστεροῖς κατακάμψαν ὑποδύεται τοῖς λεπτοῖς ἐντέροις· εἰκότως οὖν οἱ πόνοι ταύτῃ διασημαίνουσι μᾶλλον. περὶ δὲ τῶν ἄνω καθάρσεων, καὶ μάλιστα τῶν διὰ τοῦ ἐλλεβόρου, καθʼ αὑτὰ ἐφεξῆς εἰρήσεται καὶ ἡ δίαιτα καὶ τἄλλα πάντα. χρὴ δʼ οὐδενὸς ἧσσον ἱστορηκέναι τὸν ἰατρὸν καὶ ὁπόθεν ἂν κάλλιστον λάβοι τὸ φάρμακον· οὐ γὰρ πάντα πάντῃ κάλλιστα φύεται, ἀλλὰ σκαμμωνία μὲν ἐν Κολοφῶνι τῆς Ἰωνίας καὶ ὑπὸ τῷ Μυσίῳ Ὀλύμπῳ, θαψία δʼ ἔν τε Σικελίᾳ καὶ Λιβύῃ, ἐλατήριον δέ, ὁ χυλὸς τοῦ σικύου, ἐν Κυρήνῃ, ἐπίθυμον δʼ Ἀθήνησι καὶ Ἰσθμοῖ, περὶ δὲ Καρίαν ὁ Κνίδιος κόκκος, ὅθεν δὴ καὶ ἔσχε τοὔνομα, τῶν ἐκ Κνίδου Ἀσκληπιαδῶν μάλιστά τε καὶ πλείστῳ χρωμένων· οἱ δʼ αὖ ἐλλέβοροι κάλλιστοι μὲν ἀμφότεροι ἔν τε τῇ Οἴτῃ καὶ ἐν Ἀντικύρᾳ, ὁ δὲ δὴ μέλας οὐ πονηρὸς κἀν τῇ Λυγκηστίδι καὶ ὑπὲρ τὴν Ἀσκανίαν λίμνην καὶ ἐν τῷ Παρνασσῷ καὶ ἐν Αἰτωλίᾳ, ὡς ὅ γε λευκός, ὅποι φύοιτο ἄλλῃ, κάκιστος· φύεται δʼ ἔν τε τῇ Ἀρμενίων καὶ παρὰ ποταμὸν Σαγάριον, ᾗ νῦν Γαλάται νέμονται. πάντα οὕτως σκεπτέον, ὅπῃ τε φύεται κάλλιστα καὶ ὅπῃ τέμνεται. μέγα γὰρ καὶ τόδε· τέμνειν τε ἐν τῷ καιρῷ καὶ σκευάζεσθαι αὐτά, καθὼς ἐν ταῖς ῥιζοτομίαις ὑπὲρ αὐτῶν εἴρηται· νῦν δὲ τοσοῦτον ἐξαρκεῖ παρακεκληκέναι τὸν ἰατρὸν μηδενὸς τῶν εἰς τὴν τέχνην ἀμελεῖν. μέτρον δὲ τῶν ἐλατηρίων, ὃ καὶ ἐμοὶ μέτρον ἐστὶ καὶ σοὶ καὶ ἄλλῳ τὸ αὐτό, οὐ δύναμαι εἰπεῖν· οὐ γὰρ ἔστιν ἐν πᾶσι τοῖς ἀνθρώποις, ἀλλά σε χρὴ τὸ ἑκάστου μέτρον εἰδέναι· πάντα γάρ, καὶ σῶμα καὶ δίαιτα καὶ ὥρα καὶ κοιλίας φύσις καὶ ἰσχὺς φαρμάκου καὶ χυμῶν δυνάμεις μέγα διαφέρει, καὶ εἰς τὸ ῥᾳδίως καθαρθῆναί τινα καὶ εἰς τὸ δυσχερῶς καὶ εἰς τὸ μηδὲ παράπαν καθαρθῆναι ὑπὸ τοῦ πλείονος φαρμάκου καὶ ὑπὸ τοῦ ἴσου· τῷ δέ τινι καὶ τὸ ἔλασσον ἤρκεσεν εἰς τὴν κάθαρσιν. ὡς οὖν ἔπος εἰπεῖν, τὰ τῶν πολλῶν μέτρα εἰρήσεται, ᾗ νομίζω μάλιστα μήτε ἂν ἀπολειφθῆναί τινα τοῦ αὐτάρκους μήτε ἂν ὑπερβάλλειν· εἰ δὲ μέγα ποτὲ τὸ διαφέρον εὑρεθείη, οὐκ ἐγὼ τοῦτο ἐξήμαρτον, ἀλλʼ ἡ φύσις τοῦ ἀνθρώπου οὐκ εἰς τὸ αὐτὸ ἀπήντηκεν. ὅσα μὲν δὴ ἄμεινον προειπεῖν εἰς ἅπασαν τὴν τῶν καθαιρόντων τέχνην, εἴρηται· τὸ δὲ μετὰ τοῦτο δὴ ἐροῦμεν, καὶ ὅπου καθαίρει ἕκαστον καὶ ὁποῖα ἄττα· κἀνταῦθα δʼ ἀρκεῖ τὸ ἐπίπαν εἰπεῖν κατὰ πάντας· οὐδὲ γὰρ οὐδέν ἐστι τῶν τοιούτων ἢ ὅτι ὀλίγιστον, εἴ γε δὴ καὶ ἐλλέβορος, ὅσπερ οὖν καὶ πεπίστευται σαφέστατα καθαίρειν ἄνω, ἔστιν οἷς καὶ κάτω παρακινεῖ· τὰ μὲν γὰρ κατωτερικὰ καὶ πάνυ πολλοῖς ἐμέτους προσίστησι, καὶ μάλιστα οἷς ὁ πυλωρὸς τῆς γαστρὸς οὐκ ἔστιν εὔρους. καὶ πλῆθος δὲ τοῦ φαρμάκου καὶ ὀλιγότης εἰς ἐμέτους ὁρμᾷ· τὸ μὲν γὰρ τῷ πολλὰ καὶ ἀθρόα ἕλκειν μέρος τι καὶ ἄνω ὑπερβάλλει, τὸ δὲ μὴ δυνάμενον διʼ ὀλιγότητα περαιωθῆναι κάτω. καὶ στομάχου δʼ ἀρρωστία καὶ τὸ πρὸς τοὺς ἐμέτους σύνηθες καὶ χυμὸς φλεγματώδης πολὺς καὶ οἷς ἀπὸ τῆς χολῆς ἀπέσχισται πρὸς τὴν γαστέρα, πάντα ταῦτα ἐν ταῖς φαρμακείαις ἐμέτους κινεῖ· διόπερ τὸ ἐπίπαν ῥηθῆναι ὑπὲρ αὐτῶν ἐξαρκεῖ. κάτω μὲν οὖν καθαίρει μέλας ἐλλέβορος καὶ αἱ ῥίζαι καὶ τὸ σπέρμα αὐτοῦ· καθαίρει δὲ καὶ κόκκος Κνίδιος καὶ πιτυοῦσσα καὶ ἀκτὴ καὶ λινόζωστις καὶ πολυπόδιον καὶ ἶρις καὶ σικυωνία καὶ φακοειδές — οἱ δʼ ἔμπετρον καλοῦσιν — καὶ πέπλιον — οἱ δʼ ἀνδράχνην καλοῦσιν — καὶ πέπλις — οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσιν — καὶ ἀλόη καὶ ἱπποφαὲς καὶ ἱππόφαιστον καὶ κληματὶς καὶ πυκνόκοκκον καὶ ἄμπελος ἀγρία καὶ ἄμπελος χειρώνιος — οἱ δὲ βρυωνίαν καλοῦσιν — καὶ θύμον καὶ ἐπίθυμον καὶ ἀμάρακος καὶ ὀρίγανος ἢ κονίλη καὶ μήκων παράλιος ἡ τὰ κέρατα ἔχουσα καὶ μήκων ῥοιὰς καὶ σικύου τοῦ ἀγρίου ῥίζα καὶ σκορπίουρον καὶ σησαμοειδὲς τὸ λευκὸν καὶ τιθύμαλλος ἡλιοσκόπιος καὶ τιθύμαλλος κυπαρισσίας καὶ τιθυμαλλίς — καλεῖται δὲ καὶ παράλιος τιθύμαλλος — καὶ χαμελαία καὶ κράμβη θαλασσία καὶ λαθυρὶς καὶ ἀγαρικὸν καὶ εὐφόρβιον καὶ λυχνὶς ἀγρία καὶ κνίκος καὶ σκαμμωνία· χωρὶς δὲ τούτων καὶ τοῦ χαλκοῦ ἡ λεπὶς καὶ τοῦ χαλκοῦ ἄνθος. ἄνω δὲ καθαίρει ἐλλέβορος λευκὸς καὶ σησαμοειδὲς τὸ μέγα — καλοῦσι δʼ αὐτὸ Ἀντικυρεῖς Ἀντικυρικὸν ἐλλέβορον, ἔστι δʼ ἐγγυτάτω τὴν ἰδέαν τῷ ἠριγέροντι· καθαίρει δʼ ἄνω καὶ ἀγρία σταφὶς καὶ νάρκισσος καὶ σπάρτος καὶ βολβὸς καὶ σίλλυβον καὶ σικύου ἡμέρου ῥίζα καὶ τὸ σπέρμα τοῦ σικύου καὶ ὁ φλοιὸς καὶ ῥαφανῖδος σπέρμα καὶ δάφνης φύλλα· χωρὶς δὲ τούτων ἰός, χαλκανθές. τὰ δʼ ἀμφίβολα δαφνοειδές — οἱ δʼ εὐπέταλον ὀνομάζουσιν —, θαψία, ἐλατήριον, κρότων — ἔνιοι δὲ Κύπριον σέσελιν ὀνομάζουσιν, Αἰγύπτιοι δὲ κῖκι —, τιθύμαλλοι οἱ μείζους· εἰσὶ δὲ χαρακίας — τοῦτον, ὡς ἐν βοτάναις καλεῖν, ἄρρενα καὶ ἕτερον θῆλυν, ὃν μυρτίτην καλοῦσιν· φέρει δὲ καρπὸν καρύῳ μάλιστα ὅμοιον — καὶ ἄλλος πλατύφυλλος· οὗτοι οἱ τιθύμαλλοι καθαίρουσιν ἄνω καὶ κάτω, καὶ προσέτι ἡ ἄπιος· ἔστι δʼ ἡ ἰδέα τῆς ἀπίου οἷος ὁ ἡλιοσκόπιος τιθύμαλλος, πλὴν ὅσα τῇ ῥίζῃ ἀπίου καρπῷ ἔοικεν. περὶ τούτων πάντων εἰρήσεται νῦν, οἷά τε ἄγει ἕκαστον καὶ οἷς νοσήμασιν ἁρμόζει, καὶ μέτρον ἄν τις στοχασθείη αὐτάρκως. μέλας ἐλλέβορος καθαίρει κάτω χολώδη καὶ φλεγματώδη· διδόναι δεῖ τοῖς κατὰ νεῦρα νενοσηκόσι καὶ τοῖς μαινομένοις. λέγουσι δὲ καὶ Μελάμποδα τὸν Ἀμυθάονος τούτῳ καθᾶραι τὰς θυγατέρας τοῦ Προίτου μανείσας, ὅθεν δὴ καὶ τὴν ἐπωνυμίαν μελαμπόδιον ἔσχε καλεῖσθαι. Ἱπποκράτης δὲ καὶ τῶν πλευριτικῶν τοὺς καταρρόπους ἐν τοῖς πόνοις ἐκάθαιρε τούτῳ, ποτὲ μὲν καθʼ αὑτὸν διδοὺς τὸν ἐλλέβορον, ποτὲ δὲ πεπλίῳ συμμίσγων, καὶ ἐπῄνει σφόδρα. ἔστι δὲ καὶ σκαμμωνίας ὀπῷ κεραννύντα καθαίρειν καλῶς. ὅσα δὲ βούλει πραότερον καθῆραι, μόνον διδόναι τὸν ἐλλέβορον· οὐ γάρ ἐστιν αὐτῷ κατὰ τοὔνομα ἡ ἰσχύς. ἐξαρκεῖ οὖν καὶ κόψαντα ξηρῶν τῶν ῥιζῶν ἐπιπάσαι γλυκεῖ οἴνῳ ἢ ὀξυμέλιτι ὅσον δραχμὰς δύο καὶ ἑψήσαντα ἐν φακῇ ἢ ἐν πτισάνῃ ἢ ἐν ζωμῷ ὄρνιθος ῥοφῆσαι· τῆς δὲ σκαμμωνίας μίσγειν ὅσον τριώβολον πρὸς δραχμὴν τοῦ ἐλλεβόρου. τὸ δὲ σπέρμα αὐτοῦ ἐστι μὲν οἷον κνίκος· καλεῖται δὲ καὶ τοῦτο σησαμοειδές· ἄγει δʼ ὅμοια ταῖς ῥίζαις, ἀλλʼ ἰσχυρότερον. πλῆθος δὲ καὶ τοῦ σπέρματος μὴ πολὺ ἀπολεῖπον δραχμῶν δύο προσφέρειν ἐν μελικράτῳ. ἄμεινον δὲ καὶ ταῖς ῥίζαις καὶ τῷ σπέρματι προσμίσγειν ἀνήσου καὶ πετροσελίνου καὶ δαύκου καί τινος ἄλλου τῶν ὁμοίων ὥσπερ χάριν ἡδύσματος. ὁ δὲ Κνίδιος κόκκος καθαίρει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη πολλά· ἔστι δὲ πυρώδης καὶ ὀξύτατος καθῆραι .... ὅσον κόκκοι λ· εἰ δὲ πραότερον ἐθέλοις, κ. ἀφελεῖν δὲ τὰ περικάρπια καὶ διδόναι τὰ ἐντὸς τρίψας μετὰ μέλιτος καὶ ἀλφίτου ἢ ἐν μελικράτῳ πιεῖν· ἄμεινον δʼ εἰ μετʼ οἴνου πίνοις. ἐπὶ δὲ τῇ πόσει βραχὺ ἐλαίου ἐπιρροφῆσαι, ὡς μὴ καίειν τὴν φάρυγγα. λαμβάνειν δὲ καὶ μέλιτι ἑφθῷ περιπλάσσων κεκομμένους τοὺς κόκκους. δοκεῖ δὲ πλέον συμφέρειν γυναιξὶν ἢ ἀνδράσιν· καὶ γάρ τινι χωρὶς τῆς ἄλλης καθάρσεως ἐφʼ ὑστέραν ἤγαγεν. καὶ ἄλλως ἁρμόζει τῇ φύσει· διὸ καὶ τοῖς ὑδερώδεσιν οὐ πονηρῶς δίδοται, καὶ ὅσοι ψυχροτέρας τὰς κοιλίας ἔχουσι, καὶ τοῖς ἐπιλήπτοις καὶ τοῖς παραπλῆξι καὶ τοῖς ἀρθριτικοῖς, καὶ τὰ ῥεύματα τῆς κεφαλῆς ἐπιξηραίνει· ἔστι δὲ σπέρμα τοῦ κνεώρου· καλοῦσι δὲ καὶ κνῆστρον καὶ λίνον καὶ θυμελαίαν τὸν θάμνον. δύναμις δὲ καὶ τοῖς φύλλοις ἡ αὐτή, ἀλλʼ ἀσθενεστέρα· χρὴ δὲ ξηράναντας μετὰ μέλιτος διδόναι πλῆθος ὀξυβάφου· ἄγει δʼ ὑδατωδέστερα. τὸ δʼ ἄλλο κνέωρον, ᾧ καὶ Ἀθηναῖοι χρῶνται ἐν μυστηρίοις, οὐδὲν μὲν τούτῳ ἔοικεν, οὔτε τὸν καρπὸν . .. δύναται δʼ ἡσυχῇ μαλάσσειν. καὶ ἡ πιτυοῦσσα δὲ καθαίρει φλέγμα καὶ χολήν, ἔστι δʼ ὅτε καὶ ὑδατώδη· συμφέρει δʼ οἷς τε ὁ κόκκος, καὶ ἢν ἄλλως βουληθῇς πλῆθος κενῶσαι κάτω. ἔστι δʼ ἰσχυρότατον μὲν ὁ ὀπὸς τῆς πιτυούσσης, δεύτερον τὸ σπέρμα, τρίτον ἡ ῥίζα. τοῦ μὲν δὴ ὀποῦ ἐξαρκεῖ ὅσον τριώβολον μελικράτῳ διέντας πίνειν, τοῦ δὲ σπέρματος ὅσον δραχμήν, τῆς δὲ ῥίζης διπλάσιον ἢ τοῦ σπέρματος. ἡ δʼ ἀκτή· εἰσὶ δὲ δύο, ἡ μὲν δενδρώδης, ἡ δὲ χαμαιζήλη, καθαίρουσιν ἀμφότεραι φλεγματώδη καὶ ὑδαρῆ κάτω. δύναμις δʼ αὐταῖς οὐχ ὥσπερ τοῖς πολλοῖς τῶν καθαιρόντων θερμή, ἀλλά τι καὶ ψυχροτέρα. χρὴ δὲ τῆς ῥίζης ἑψῶντα ἐν οἴνῳ διδόναι τοῖς ὑδεραιώδεσι πολλάκις· ἄγει γὰρ ἐπὶ γαστέρα. καὶ τὸν καυλὸν δὲ τὸν ἁπαλὸν εἴ τις ἑψήσας ὡς λάχανον ἐσθίοι, τὰ μέτρια καθαρθήσεται, φαγεῖν δʼ οὐχὶ ἡδὺς εἰς ἅπαν. ἡ δὲ λινόζωστις ἐγγύτατα μὲν τῆς ἀκτῆς καθαίρει, καὶ ἡ θήλεια καὶ ἡ ἄρρην, χολωδέστερα δέ· εἰ μὲν οὖν ἑψήσας ἁπαλῶν τῶν φύλλων ἐσθίοις, ἐκκοπροῖ τε ἱκανῶς καὶ σμικρὰ τῶν ἐγγύθεν συνεφέλκεται. εἰ δὲ τὸ ἀφέψημα κεράσας οἴνῳ πίνοις, τοῦτο ἰσχυρότερον. ἁρμόζει δὲ τῷ τε ἐφʼ ἡμέρᾳ κενωθῆναι χρῄζοντι καὶ ἔτι πυρεταίνοντι μὴ διαχωροῦντι καὶ πρεσβύτῃ καὶ παιδίῳ καὶ γυναικί, καὶ μᾶλλον γυναικί· πρὸς γὰρ τῷ διαχωρεῖν . .. πολυπόδιον δʼ ἄγει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη· διδόναι δὲ τῆς ῥίζης ὅσον δραχμὰς δύο, ἐπιξύων μελικράτῳ ἢ ὕδατι. κάκιον δʼ οὐδὲν καὶ ἐπὶ τάριχος ξύσαντα φαγεῖν πρὸ τοῦ ἀρίστου. καθαίρει δὲ καὶ ἐν πτισάνῃ καὶ ἐν ζωμῷ ὄρνιθος ἡ ῥίζα ἑψηθεῖσα οὐ λυπηρῶς, καὶ εἴη ἂν ὡραία μὲν κάθαρσις καὶ μάλιστα μειρακίοις αὐτάρκης· πρὸς δὲ τὰς νόσους οὐδὲν μέγα οὕτω καθαίρειν. ἡ δʼ ἶρις ἄγει μὲν φλεγματώδη καὶ ὑπόμυξα καὶ χολώδη· εἰ δὲ πλεῖον τοῦ μετρίου διδοίης, καὶ αἱματώδη καὶ μέλανα, ὥστε μέτριον ἀρκεῖ κύαθος καθῆραι· πάνυ δʼ ἐστὶ στομάχῳ δυσχερές. τῆς δὲ ῥίζης διδόναι δραχμὰς τρεῖς μετὰ μελικράτου τοῖς τε σπληνικοῖς καὶ τοῖς ἀμφημερινῷ καὶ τεταρταίῳ πυρέσσουσι καὶ τοῖς δυσπνόοις καὶ τοῖς βηχώδεσι καὶ τοῖς κωλικοῖς. σικυωνία δὲ καθαίρει φλέγμα καὶ χολὴν ἄκρατον· διδόναι δʼ ὅσον δραχμὴν μίαν τῆς ἐντεριώνης ἐν μελικράτῳ· πραότερον δὲ καθῆραι βουλόμενος τὸ μὲν σπέρμα τῆς σικυωνίαις ἐκβάλλειν, ἐγχέας δʼ οἴνου γλυκέος εἰς τὸν φλοιὸν ἑψεῖν ἐπὶ μαλακῆς τέφρας, ἔστε ἂν καλῶς θερμανθῇ. τοῦτο διδόναι πίνειν οἷς τε ἄγειν οὐκ ἰσχυρῶς δεῖ, καὶ οἷς κατὰ δέρμα ἐξανθήσεις πελιαὶ γίνονται. τὸ δὲ σύμπαν σικυωνία συμφέρει ἄσθματι, πλευρῶν πόνοις, χρονίαις κεφαλαλγίαις, ἰλίγγοις, ἀμβλυωπίαις. ἔστι δὲ πικρότατον μέν, ἀλλʼ εἰς ὕστερον εὐσιτοτέρους παρασκευάζει. φακοειδὲς δʼ ἄγει μὲν ὑδατώδη καὶ φλεγματώδη καὶ χολώδη· ἀρκεῖ δὲ πλῆθος δραχμῶν δύο μελικράτῳ ἐπιπάσσοντα πίνειν. πέπλος δὲ καὶ πέπλιον ἐγγυτάτω μὲν τὴν ἰδέαν ἀλλήλων ἐστόν. καθαίρει δὲ φλεγματώδη καὶ χολώδη μετὰ φυσῶν κάτω πλῆθος τοῦ σπέρματος ὅσον ὀξύβαφον ἐν μελικράτῳ· καὶ τὰ φύλλα δὲ ξηρανθέντα καθαίρει πράως. ἡ δʼ ἀλόη ὀξὺ μὲν καθῆραι οὐκ ἔστι, στομάχῳ δʼ εὐμενέστατον ἴσα καὶ ἀψινθίῳ· ἀρκεῖ δʼ ὅσον δραχμὰς δύο μετὰ μελικράτου πιεῖν. ἄγει δὲ φλέγμα καὶ χολήν. ἀγαθὸν δὲ καὶ ἢν ἐφʼ ἡμέρᾳ λαμβάνῃς ἀπὸ δείπνου· διαχωρεῖ γὰρ καὶ τὰ σιτία οὐκ ἀφανίζει· πρὸς δὲ καὶ ἄδιψόν ἐστι καὶ εὔσιτον. τρίψαντα δʼ ἐν χυλῷ κράμβης ἢ λαπάθου πλάσαι τὰ μὲν ἡλίκα ἐρεβίνθους, τὰ δὲ κυάμοις ἴσα, καὶ τούτων λαμβάνειν καὶ δύο καὶ τρία, ὅπως καὶ χρῄζῃς κενοῦσθαι. ἐπιτήδειον δὲ καὶ μετὰ ῥητίνης καταπότιον σκευασθὲν καὶ μεθʼ ἑφθοῦ μέλιτος, καὶ μάλιστα οἷς ἐστιν ἡ πικρία δύσφορος. καλῶς δʼ ἄν που καὶ σκαμμωνίᾳ μίσγοιτο καὶ ἄλλῳ τινὶ τῶν καρδιοβόλων. νοσήμασι δὲ συμφέρει πυρετοῖς τε ἀμφημερινοῖς καὶ ἰκτέρῳ καὶ ἥπατος πόνῳ καὶ ἀποσιτίαις καὶ ἀπεψίαις, καὶ οὐχ ἧσσον γυναιξὶν ἢ ἀνδράσιν. εἰ δὲ μὴ πικρίᾳ ὑπερέβαλλε, καὶ παιδίοις ἦν ἂν κάλλιστον, ἀλλὰ τῶν ἐπὶ τοσοῦτον πικρῶν οὐκ ἐθέλει παιδίον γεύεσθαι. ἱπποφαὲς δὲ καὶ ἱππόφαιστον καθαίρει φλέγμα καὶ χολὴν καὶ ὕδωρ, πλέον δὲ τὸ ἱππόφαιστον τὰ ὑδατώδη. διδόναι δὲ τῷ τε ἐπιληπτικῷ καὶ τῷ παραπλῆγι χεῖρα ἢ σκέλος καὶ τῷ ἐπιλανθανομένῳ καὶ τῷ δυσπνόῳ καὶ τῷ ὀρθοπνοϊκῷ, καὶ ὅσοις παλμοὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος συνεχεῖς γίνονται· μᾶλλον δὲ καθῆραι βουλόμενος τοῦ ὀποῦ, εἰ μὲν καθʼ αὑτόν, ὀβολοὺς τρεῖς, εἰ δὲ τοῦ σὺν τῷ ὀρόβῳ σκευαζομένου, δραχμὴν μίαν ἐν μελικράτῳ. ἡ δὲ κόμη καὶ ἡ ῥίζα ξηρὰ κεκομμένα ἧσσον καθαίρει· καθαίρει μὴν καὶ τάδε πλῆθος δραχμῶν δύο μετὰ μελικράτου. πάντα δʼ ἰσχυρότερον τὸ ἱππόφαιστον· διὸ καὶ μεῖον δοτέον. κληματὶς δὲ καθαίρει φλέγμα καὶ χολήν· προσφέρειν δὲ τοῦ καρποῦ ὅσον δραχμὴν μίαν ἐν μελικράτῳ. πυκνόκομον δʼ ἄγει χολώδη· δίδου δὲ τὴν ῥίζαν φαγεῖν· αὕτη γὰρ μόνη καθαίρει καὶ ἔστι στρογγύλη, σμικρῷ μήλῳ μάλιστα ὁμοία. ἄμπελοι δὲ καθαίρουσι κάτω χολώδη καὶ ὑδατώδη· πλῆθος δʼ ἐξαρκεῖ δραχμῶν δύο. κάλλιστα δʼ ἂν χρῷο τῇ μὲν χειρωνίῳ πρὸς τοὺς ἐπιλήπτους καὶ μαινομένους, τῇ δʼ ἀγρίᾳ πρὸς τοὺς ὑδεριῶντας. θύμον δὲ καὶ ἐπίθυμον καὶ ἀμάρακος καὶ ὀρίγανος ἢ κονίλη μελάνων εἰσὶ καὶ φλεγματωδῶν κάθαρσις, ἀλλὰ πολὺ εἰς ἅπαντα τὸ ἐπίθυμον προέχει· διδόναι δὲ κόψας καὶ διαττήσας μετʼ οἴνου γλυκέος πλῆθος δραχμῶν ἓξ καὶ ἐπὶ πλέον· ἄγει γὰρ χρηστῶς, καὶ εἰ ἐπιδειπνεῖν ἐθέλοις, οὐδὲν ἐμποδὼν μὴ καθαρθῆναι μετρίως. τὰς δʼ ἑωθινὰς καθάρσεις μετʼ ὀξυμέλιτος ποιῆσαι, τῶν ἁλῶν προσμίσγων. συμφέρει δʼ ἐπίθυμον τοῖς φυσώδεσι καὶ ὑποχονδριακοῖς καὶ ἀπέπτοις, καὶ ὅσοις τὸ ἧπαρ βαρύνεται, καὶ τοῖς δυσπνόοις. θύμον δʼ ἄγει μὲν καὶ μέλανα, πλείονα δὲ τὰ φλεγματώδη, πλῆθος τῆς κόμης ὅσον ὀξύβαφον μετὰ μέλιτος· διδόναι δὲ τοῖς τε ἀσθματικοῖς καὶ τοῖς χρονίως βήσσουσι καὶ τοῖς πάχος ἐν κοιλίᾳ ἔχουσιν. ὁ δʼ ἀμάρακος ξηρὸς ἐπιπασσόμενος ὀξυμέλιτι ὅσον δραχμαὶ τέσσαρες μεθʼ ἁλῶν τὰ ὅμοια ὀνίνησιν, καὶ ἡ ὀρίγανος δʼ ὡσαύτως· διδόναι δʼ ὀξύβαφον ξηρᾶς ἐν μελικράτῳ. αἱ δὲ μήκωνες ὑπάγουσι μὲν ἡσυχῇ· πλῆθος δʼ ἀρκεῖ τοῦ σπέρματος ἑκατέρας ὅσον ὀξύβαφον ἐν μελικράτῳ. σικύου δὲ ῥίζα ἁρμόζει μὲν πινομένη τοῖς ὑδερώδεσι, καθαίρει δὲ φλέγμα καὶ χολήν, ἀλλὰ τοῦ μὲν χυλοῦ τῆς ῥίζης ἐξαρκεῖ ὅσον ὀβολοὺς διδόναι τρεῖς, τοῦ δὲ φλοιοῦ καὶ τριπλάσιον, τοῦ δʼ ἐλατηρίου ὁπόσον μικρὸν ὕστερον εἰρήσεται. σκορπίουρον δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν· ἀρκεῖ δʼ ὅσον δεσμὴν σύμμετρον ἑψήσαντα τοῦ ὕδατος πιεῖν κεράσαντα οἴνῳ. τὸ δὲ λευκὸν σησαμοειδὲς ἄγει μὲν καὶ αὐτὸ φλέγμα καὶ χολήν, μέτρον δὲ τοῦ σπέρματος ὅσον ἥμισυ ὀξυβάφου. ὁ δʼ ἡλιοσκόπος τιθύμαλλός ἐστι μὲν πάντων τιθυμάλλων ἀσθενέστατος, ἄγει δὲ καὶ αὐτὸς κάτω χολώδη καὶ φλεγματώδη, ἤν τε τοῦ ὀποῦ διδῷς ἤν τε τοῦ σπέρματος ἤν τε τῶν φύλλων· ἰσχυρότερον δʼ ἐν πᾶσιν ὁ ὀπός, δεύτερον τὸ σπέρμα, τρίτον τὰ φύλλα. ἱκανὸν οὖν τοῦ μὲν ὀποῦ δοῦναι δραχμήν, τῶν δʼ ἄλλων κατὰ λόγον τῆς ἰσχύος. καθαίρει δὲ καὶ ὁ κυπαρισσίας ὅμοια, γενναιότερον δέ, ὥστε ἐξαρκεῖ καὶ ἔλασσον δοῦναι. ἡ δὲ τιθυμαλλὶς κάλλιστον ἐν τοῖς τιθυμάλλοις, ὥστε καὶ εἰ ἀποστάζων τοῦ ὀποῦ μετʼ ἰσχάδος διδοίης, καθαίρει καλῶς, καὶ τὰ φύλλα ξηρά, λεῖα ἐπιπασθέντα μελικράτῳ ὅσον ἥμισυ ὀξυβάφου. ἡ δὲ χαμελαία καθαίρει μὲν φλέγμα καὶ χολήν· δεῖ δὲ τῶν φύλλων λαβόντα τρῖψαι καὶ περιπλάσαντα ἑφθῷ μέλιτι δοῦναι· δάκνει γὰρ ἰσχυρῶς. ἔνιοι δὲ καὶ ἀψινθίου μίσγοντες κατάποτα σκευάζουσιν· πλῆθος δʼ ἀρκεῖ δραχμῶν δύο. τὴν δὲ θαλασσίαν κράμβην ἑφθὴν ὥς τι καὶ ἄλλο τῶν λαχάνων ἀρτύσαντες ἐσθίειν· ἔστι δὲ τῷ στομάχῳ κακίστη καὶ ταράσσει ταχύ. τῆς δὲ λαθυρίδος ἀρκεῖ μὲν καὶ ὅσον κόκκους δέκα φαγεῖν· εἰσὶ δὲ γευομένῳ γλυκεῖς καὶ ἄγουσι χολώδη καὶ ὑδατώδη συχνά. ἀρκεῖ δὲ καὶ τοῦ ὀποῦ λαβόντας διατῆξαι μελικράτῳ ὅσον ὀβολοὺς τρεῖς, καὶ τῶν φύλλων δὲ μετὰ ζωμοῦ ὄρνιθος ἑψῆσαι· κενοῦσι γὰρ τὰ αὐτά, ἧσσον μὴν τὰ φύλλα. ἀγαρικὸν δὲ καθαίρει φλέγμα καὶ χολήν, ἀλλʼ οὐκ ὀξέως· ἔστι δὲ συμφορώτατον ἐφʼ ἥπατι καὶ σπληνὶ καὶ πνεύμονι καὶ δυσπνόῳ καὶ ὀξυρεγμίαις καὶ ἀρθρίτιδι καὶ κεφαλῆς βάρει καὶ ἰλίγγοις καὶ ἐπιληψίαις καὶ γυναικὶ ὑστερικῇ· τούτοις πᾶσι συμφορώτατόν ἐστιν. διδόναι δὲ πλῆθος δραχμῶν δύο ἐπιπάσσοντα μελικράτῳ ὀξεῖ. εὐφόρβιον δὲ καθαίρει μὲν ὑδατώδη καὶ χολώδη πολλά· ἔστι δʼ ὀξύτατον ὧν οἶδα καὶ πυρωδέστατον· διὸ τοῖς μὲν ὑδερώδεσι καὶ κωλικοῖς καὶ ὅσοι ψυχροτέρας ἔχουσι τὰς κοιλίας ἁρμόζει· τοῖς δʼ ἄλλοις ταρακτικὸν ἰσχυρῶς καὶ διψῶδές ἐστιν. μίσγειν δὲ πετροσελίνου καὶ δαύκου σπέρματος καὶ ἀνήσου καὶ σελίνου καὶ τορδύλου· καὶ γὰρ ἐφηδύνει τὸ ἀτερπὲς ταῦτα καὶ τῆς ἄγαν ὁρμῆς ἐπέχει μέρος τι καὶ πρὸς τὴν κύστιν περιάγοντα. γένοιτο δʼ ἂν καὶ ὀρθοπνοϊκῷ καὶ δυσπνόῳ χρηστή τις ὠφέλεια πιόντι τοῦ εὐφορβίου. πίνειν δʼ ἐν μελικράτῳ ὅσον τριώβολον, μίσγων τινὸς τῶν εἰρημένων σπερμάτων τὸ ἴσον. ἡ δʼ ἀγρία λυχνὶς καθαίρει μὲν φλέγμα καὶ χολήν· διδόναι δὲ τοῦ σπέρματος ὅσον δραχμὰς δύο. ἄλλοι δὲ τοῦ χυλοῦ τῶν φύλλων διδόασιν ἐν μελικράτῳ. κνίκος δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν, οὐ μὴν ἰσχυρῶς. δεῖ δὲ τοῦ σπέρματος τετριμμένου πιέσαντα τὸν χυλὸν μίσγειν ζωμῷ ὄρνιθος καὶ ῥοφεῖν. οἱ δʼ ἄνησον καὶ μέλι καὶ ἀμύγδαλα μίσγοντες τοῖς ἰκτερικοῖς καταπότια ποιοῦσιν ἁρμόζοντα. πλῆθος δὲ τούτου δραχμαὶ τέσσαρες ἀρκοῦσιν. οἶδα δὲ τοὺς περὶ Καρίαν ἰατροὺς καὶ ὀρὸν γάλακτος εἰς κάθαρσιν σκευάζοντας ἀπὸ τοῦ κνίκου, ἀλλʼ ὑπὲρ γάλακτος πάντα ἰδίᾳ εἰρήσεται. ἡ δὲ σκαμμωνία οὐδενὸς μὲν τῶν ἐλατηρίων λείπεται οὔτε εἰς ὀξύτητα οὔτε εἰς ἰσχύν· καρδιαλγὴς δὲ καὶ δύσοσμος καὶ ἀτερπὴς καὶ ἄγαν διψώδης, ὅθεν οὐ πονηρῶς ἔνιοι ἀλόῃ μίσγοντες προσφέρουσιν, οἱ δὲ θύμου κόμῃ καὶ ἁλσίν, οἱ δὲ καὶ τοῖς εὐώδεσι σπέρμασιν. οὐκ ἂν οὖν συμφέροι οὔτε τῷ πυρώδει τὴν κοιλίαν οὔτε τῷ ἀρρώστῳ τὸν στόμαχον, οὔτε ᾧ κίνδυνος συντακῆναι τὴν ἕξιν, οὐδὲ τῷ ὑδερικῷ — καὶ γὰρ τούτῳ ἡ νόσος σύντηξίς ἐστιν —, ἀλλὰ μᾶλλον ἰκτεριῶντί τε καὶ κεφαλαλγεῖ καὶ ληθαργικῷ καὶ πυρετῷ τεταρταίῳ καὶ ἀμφημερινῷ, καὶ ὅσοις ὑπὸ τὸ δέρμα ἐξανθεῖ δοθιῆσιν ἀπέπτοις, καὶ ὀδύναις ὀφθαλμῶν καὶ πλευρῶν πόνοις χρονιωτέροις. ἄγει δὲ φλέγμα καὶ χολὴν ἰσχυρῶς ἄκρατον μία δραχμὴ τὸ πλεῖστον· εἰ δὲ πραότερον κενῶσαι δέοι, ἐφʼ ὅσον ἔλασσον κενοῦν ἐθέλεις, ἐπὶ τοσοῦτον ἔλασσον προσφέρειν, καὶ μᾶλλον τῆς ῥίζης· αὕτη γὰρ πολὺ τοῦ ὀποῦ λείπεται, ὥστε καὶ δύο δραχμὰς δοῦναι μέτριον. ἡ δὲ τοῦ χαλκοῦ λεπὶς ἄγει μὲν ὑδατώδη, δοκεῖ δὲ τοῖς ὑδέροις ἁρμόζειν. ἐξαρκεῖ δʼ ὅσον δραχμὰς δύο μετὰ μέλιτος ἑφθοῦ κατάποτα σκευάσαντα λαβεῖν ἢ ἐν μελικράτῳ πίνειν. τὸ δʼ ἄνθος τοῦ χαλκοῦ ἄγει μὲν παχέα καὶ φλεγματώδη· πλῆθος δʼ ἐξαρκεῖ τετρώβολον μετὰ μελικράτου.

Τὰ μὲν οὖν κάτω καθαίροντα, ὅσα ἐγὼ οἶδα, ταῦτά ἐστιν· οὐ μὴν ἀπελπίζω γε ἄλλα καὶ ἄλλα εἶναι· τὰ δʼ οὖν εἰρημένα ἐπὶ πολλοῖς ἁρμόζει καὶ νοσήμασι καὶ φύσεσιν, ὡς ἕκαστον εὐπορεῖταί τε καὶ ἀκμάζει τῇ ὥρᾳ. ἔτι δʼ ἂν πλείω γίνοιτο, εἴ τις ἐθέλοι μίσγειν αὐτά· οὐ μὴν πάντα πᾶσιν εὐαρμόστως ἔχει, τὰ μὲν ὅτι ὀξύτατα καὶ πυρωδέστατα ὄντα ἔτι μᾶλλον ἂν τοιαῦτα γίνοιντο μισγόμενα, ὥσπερ ὁ Κνίδιος κόκκος καὶ οἱ τιθύμαλλοι καὶ ἡ σικυωνία καὶ τὸ εὐφόρβιον· οὐδεὶς γοῦν οὔτε ταῦτα πρὸς ἄλληλα οὔτε ἕτερα τοιαῦτα ὀρθῶς ἂν κεράσας προσφέροι, μὴ μέλλων τὰς καθάρσεις ἀτερπεστέρας ποιεῖσθαι καὶ ἐμέτων προστάσει καὶ πόνῳ γαστρὸς καὶ δίψει ἀπαύστῳ καὶ συντήξει καὶ τὸ ὅλον τῷ ὑπερίνους ῥᾳδίως γίνεσθαι. ἓν μὲν δὴ εἶδος τῶν οὐκ ἀναμιγέντων καλῶς τόδε ἐστίν· ἄλλο δέ, εἴ τις τὰ ἀσθενέστατα τοῖς ἀσθενεστάτοις μίσγοι· τί γὰρ ἂν καὶ εἴη τῷ ἑτέρῳ παρὰ τοῦ ἑτέρου ὄφελος εἰς τὸ μᾶλλον καθᾶραι, ἀμφοτέρων γε δὴ ὄντων ἀσθενῶν; οὔκουν οὐδʼ ἡ τούτων μῖξις πρέπει, ἀτὰρ οὐδʼ ἡ τῶν ἄνω κενούντων καὶ τῶν κάτω, εἰ μὴ μέλλοι τις ἀμφίβολα σκευάζειν φάρμακα, οὐδʼ ἡ τῶν καρδιοβόλων, οἵα ἡ σκαμμωνία ἐστὶ καὶ ἡ ἀκτὴ καὶ ἡ θαλασσία κράμβη· τούτοις γὰρ ἄλλων ἡδυσμάτων δεῖ. ἐπεὶ δὲ τὰ μὲν ἀφεψήσαντες ἐσθίειν δίδομεν, τὰ δὲ ξηρὰ ἐπικνίσαντες ἢ κόψαντες, καὶ τῶν μὲν ὀπούς, τῶν δὲ ῥίζας, οὐκ ἂν εἴη οὐδὲ τὰ ἑφθὰ τοῖς ὠμοῖς, οὐδὲ ῥίζα ὀπῷ πάνυ εὐκέραστον. κατά γε μὴν τὰ νοσήματα κρείσσων ἡ γνώμη, εἴ τις ἐπίσταται τὸ μὲν οἷον ἕκαστον νόσημα, καὶ ᾗ μάλιστα τὸ ἕτερον τοῦ ἑτέρου διαλλάσσει, μαθὼν δὲ τοῦτο καὶ ἕκαστον φάρμακον μάθοι, τίνος ἐστὶ νοσήματος· τὰ γὰρ τῶν ἐναντιωτάτων νοσημάτων οὐκ ἂν ἐθέλοις μίσγειν. ὑπόλοιπον οὖν τὰ μὲν πυρώδη τοῖς ἀναψύχουσι κεραννύντας προσφέρειν, τὰ δʼ ἰσχυρὰ τοῖς ἀσθενεστέροις, τὰ δʼ ἄλλως ἀτερπῆ τοῖς ἡδύσμασιν, οἷον γλήχους κόμῃ καὶ καλαμίνθης καὶ θύμου καὶ τῷ τοῦ πετροσελίνου σπέρματι καὶ τῷ τοῦ δαύκου καὶ τῷ τοῦ ἀνήσου καὶ τοῖς ἁλσὶ καὶ τῷ πεπέρει, καὶ εἰ δή τινι ἄλλῳ. τούτων δὲ τὰ μὲν καὶ συνεργὰ τῇ καθάρσει ἐστίν, ὥσπερ τὸ πέπερι καὶ οἱ ἅλες, τὰ δὲ καὶ κωλύματα εἰς τὸ μὴ πλέον τοῦ καιροῦ καθαρθῆναι, ὥσπερ τὰ οὐρούμενα τῶν σπερμάτων, τὰ δὲ καὶ ἄγει τὸ φάρμακον πρὸς τὰ καθαρθῆναι χρῄζοντα. εἰ γοῦν τῷ ἰκτερικῷ τῶν διουρητικῶν μίσγοις, καὶ μᾶλλον τὴν καλαμίνθην ἢ τὸ ἀψίνθιον, ἑτοιμότερον καθαίρει τὸ ἧπαρ. καὶ εἰ τῷ κεφαλαλγεῖ καὶ ἀμβλὺ ὁρῶντι πρὸς τῷ καθαρτικῷ καὶ σαγαπηνὸν ἢ ὀπὸν πάνακος μίσγοις, ἑτοιμότερον καὶ τοῦτο ἀπὸ τῆς κεφαλῆς ἄξει, καίτοι πάνυ δυσχερῆ ταῦτά ἐστιν, ἀλλʼ οὐχ οἷόν τε καλῶς ἄνωθεν καθαρθῆναι τούτων δίχα. οἱ δὲ τὸ καστόριον μετὰ τῆς σκαμμωνίας τῷ ληθαργικῷ διδόντες καθαίρουσί τε ἐν δέοντι καὶ τὸ οἰκειότατον ἄλλως τῷ πάθει φάρμακον κεραννύειν ἐξευρήκασιν. οὕτω δὲ καὶ γυναικὶ ἐν ἐπισχέσει καταμηνίων συνήνεγκε μετʼ ἀρτεμισίας ἀφεψήματος ἢ ἐλελισφάκου ἤ τινος ἄλλου τῶν καταμήνια ἐρεθιζόντων δοῦναι τὸ φάρμακον· χωρὶς γὰρ τοῦ κατὰ γαστέρα ἄγειν πολλαῖς καὶ τὰ ἐξ ὑστερῶν ἐφάνη. τὰ δʼ αὐτὰ καὶ τοῖς πλευριτικοῖς καὶ τοῖς περιπνευμονικοῖς, εἰ καὶ τούτοις καθάρσεως δέοι, μηχανᾶσθαι· πολὺ γὰρ δὴ κάλλιον καὶ ἡ σικυωνία καὶ ἡ σκαμμωνία καὶ ὁ ἐλλέβορος μετὰ τοῦ ἀγαρικοῦ τὰ ἐκ θώρακος ἄξει ἢ εἰ μόνον ἐκείνων τι προσφέροις. ἄξει δὲ καὶ μετʼ ἀμμωνιακοῦ· καὶ γὰρ τοῦτο εὐμενέστατον στήθει καὶ πνεύμονι. πρὸς δὲ τὰς ἕλμινθας, εἰ μὲν πλατεῖα εἴη, τὸ βληχρὸν τῷ καθαρτικῷ καλῶς μίσγεται ἢ τὸ μικρὸν ἡλιοτρόπιον ἢ ὕσσωπον ἢ ὀρίγανος ἢ ἀσφάλτου βραχύ· ταῦτα μὲν γὰρ ἀποκτείνει τὴν ἕλμινθα, τὸ δὲ καθαρτικὸν ἐξάγει· εἰ δὲ στρογγύλαι, τὸ ἀφέψημα τῆς ὀνωνίδος ἢ τὸ ἀψίνθιον ἢ κνίδης σπέρμα ἢ κύμινον Αἰθιοπικὸν ἢ κράμβης ῥίζα ἢ ὁ φλοιός· καὶ γὰρ ταῦτα ἀποκτείνει τὰς ἕλμινθας, τὸ δὲ καθαρτικὸν ἐξάγει. οὕτω μὲν δὴ καὶ περὶ τὰς μίξεις πραγματευτέον τῷ ἰατρῷ εἰς τὴν τέχνην ἄγοντι τὰ ἐλατήρια· εἰ γὰρ καὶ ὅτι πλεῖστα ἐκμάθοι πείρᾳ τε καὶ ἀκοῇ, μὴ ἐνθυμοῖτο δʼ οἷα εἴρηται, καὶ εἴ τινα ἄλλα, ἐμοὶ μὲν οὐδὲν ἰδιώτου δοκεῖ ὁ τοιοῦτος ἱκανώτερος εἶναι γινώσκειν περὶ τῶν ἐλατηρίων. ἐσκέφθαι δὲ καὶ τάδε· ἤδη γάρ τινες πιόντες φάρμακον εἰς κάθαρσιν οἱ μὲν οὐκ ἐκαθάρθησαν τὸ παράπαν, οἱ δὲ πλείω τοῦ καιροῦ ἐκαθάρθησαν καὶ ἐπιπόνως, πρὸς ἃ δεῖ πεπορίσθαι βοηθείας τινάς. ἡ μὲν οὖν δίαιτα, ἣν διαιτᾶσθαι προσήκει πρὸ τοῦ φαρμάκου, εἴρηται, καὶ οἵ γε πολλοὶ διαιτηθέντες οὕτως οὐδενὸς ἐδεήθησαν ἄλλου. πιόντι δὲ φάρμακον εἰ μὲν ἔμετοι προσίσταιντο, οἷα καὶ ἐπὶ τοῖς τυχοῦσι γίνεται διά τε ἀηδίαν καὶ ὑποψίαν καὶ ξενισμὸν καὶ μαλακίαν στομάχου, τοῦτο μὲν σέλινον ἀποβάπτοντα εἰς ὄξος μασήσασθαι, τοῦτο δʼ ἐλαίαν λευκὴν ἁλμάδα, τοῦτο δʼ ἁλῶν χόνδρον ἐνθεῖναι τῷ στόματι, μάλιστα εἰ πικρὸν εἴη τὸ φάρμακον· ταῦτα γὰρ κωλύει τοὺς ἐμέτους, καὶ προσέτι κορίαννον ὀσφραινόμενον καὶ γλήχων καὶ καλαμίνθη. κάλλιον δὲ καὶ ἀναπαῦσαι βραχὺ ἐν τῇ κλίνῃ θάλποντα τὴν γαστέρα καὶ ἄκρους τοὺς πόδας, ὡς τό γε εὐθὺς περιπατεῖν πολλοῖς ἐμέτους καὶ καρδιωγμοὺς καὶ ἰλίγγους παρέσχεν. ὅταν δʼ ἐγκρατεῖς σφῶν αὐτῶν γένωνται, τότε ἤδη πρὸς τὸν περίπατον ἄγειν κελεύοντα ὑποκινεῖν ἡσυχῇ· τοῦτο γὰρ μᾶλλον ἐρεθίζει ἢ εἰ ὀξέως τις βαδίζοι· χωρὶς γοῦν τοῦ κοπώδους πολλάκις καὶ τέλεον διεκώλυσε καθαρθῆναι πολύς τε καὶ ὀξὺς περίπατος. ἡκούσης δὲ τῆς καθάρσεως, κατακλίναντα ἡσυχάζειν ἐγρηγορικῶς· μᾶλλον γὰρ συνδίδωσιν. τηνικαῦτα δὲ καὶ ἐπιρροφεῖν κατʼ ὀλίγον μεταξὺ θερμοῦ ὕδατος· καὶ γὰρ τοὺς δηγμοὺς ἀποπαύει καὶ τὰς ἐκκρίσεις παρορμᾷ μὴ καθαιρομένων δέ, μελικράτου τε ἐπιρροφεῖν καὶ νίτρου τετηκότος ἐν ὕδατι· βέλτιον δὲ καὶ βάλανον προσθέσθαι διʼ ἁλῶν ἢ νίτρου ἢ τῆς Μαγνησίας ἢ τῆς στυπτηρίας ἢ τῆς κυκλαμίνου ἢ τοῦ Κνιδίου κόκκου ἢ χολῆς βοείας ἢ βρυωνίας ῥίζης· ἄλλοι δὲ ψίλωθρον καλοῦσιν· αὕτη ἡ βάλανος τοῖς φλεγμωδεστέροις μᾶλλον ἁρμόζει, τὸ δʼ ἀψίνθιον τοῖς χολωδεστέροις. εἰ δὲ πνεύματα πολλὰ ὑπογινόμενα διατείνοι τὸ ἔντερον, ὥστε μηδὲν ἔξω χαλᾶν, τοῦ πηγάνου μίσγειν τῷ ἡψημένῳ μέλιτι καὶ τοῦ κυμίνου καὶ τῆς μίνθης καὶ τῆς ῥητίνης· καταρραγεισῶν φυσῶν, εὐθὺς ἀκολουθεῖ καὶ ἡ ἄλλη κάθαρσις. ὅσοι δὲ κλυσμοῖς πειρῶνται διερεθίζειν, πρὸς μὲν τοὺς ἀπὸ τοῦ ἐλλεβόρου πνιγμοὺς καλῶς οἱ κλυσμοὶ ἐξεύρηνται, πρὸς δὲ τὰς κάτω καθάρσεις μὴ διαχωρούσας οὐδὲν μέγα ὠφελοῦσιν, εἰ μὴ ἄρα καὶ βλάπτουσιν· κίνδυνος γάρ, τοῦ ἐντέρου πλήρους ὄντος, τὸ κλύσμα ἐγχυθὲν ἄνω τε ὑπερβάλλειν καὶ ὀδύνην παρασχεῖν, ὥσπερ εἰ καὶ κλύζων τις, μὴ διαχωροῦντος τοῦ προτέρου κλύσματος, αὐτίκα ἑτέρῳ κλύζοι. μάλιστα δʼ ἐπὶ τῶν ὀξέων φαρμάκων εὐλαβητέον τὰς ἐπισχέσεις· εἰ γὰρ μὴ διαχωρήσοι, ὑδερώδεις ταχὺ ἀποδεικνύει. γένοιντο δʼ ἂν καὶ ἄλλαι βλάβαι στομάχῳ καὶ κοιλίᾳ καὶ ἥπατι καὶ σπληνί· τῷ δέ τινι ὁ πᾶς ὄγκος ἀχρούστερος. τὰ δὲ μαλακώτερα καὶ εἰ μὴ καθάραι, κίνδυνος οὐδείς, καὶ τούτων μᾶλλον ὅσα ἑψῶντες δίδομεν, οἷον τὴν λινόζωστιν καὶ τῆς ἀκτῆς τὰ φύλλα. οὐδʼ ἡ ἀλόη δεινὸν οὐδὲν μὴ καθάρασα οὐδὲ τὸ ἐπίθυμον οὐδὲ τὸ ἀγαρικὸν οὐδʼ οἱ κλῶνες τῆς βρυωνίας· οὗτοι μὲν καὶ πάνυ τὸ μὴ ἱκανῶς διαχωρεῖν· ἡ γὰρ ῥίζα τὴν πλείστην ἔχει δύναμιν. ὅταν οὖν φαρμακεύῃς, πρὸς τοῖς ἄλλοις σκόπει καὶ εἴ τι κακὸν γίνεται, ἵνα καὶ θαρσῇς καὶ δεδοίκῃς ἐμπείρως ἐφʼ ἑκάστοις. ἐπιβλέπειν δὲ καί, μή τις ἔκκρισις ἑτέρα κωλύῃ τὴν κάθαρσιν, ὡς πολλοὶ καὶ ἱδρώσαντες καὶ οὐρήσαντες καὶ ἐμέσαντες οὐδὲν κάτω ἀπέκριναν, οἷς ἥσσων ἡ βλάβη, κεκαθαρμένοις γε δὴ ἄλλον τρόπον. ἐπιβλέπειν δὲ καί, ποδαπὰ καὶ πόσα τὰ καθαιρόμενά ἐστι, καὶ μᾶλλον ποδαπά· τοῦτο γὰρ κυριώτερον τοῦ μέτρου· πλείω δʼ ἤδη πολλοὶ τῶν ἱκανῶν κενοῦσθαι δοκοῦντες ῥᾳδίως ἤνεγκαν· διὰ τοῦτο τὴν εὐφορίαν τεκμήριον τίθεσθαι τοῦ αὐτάρκους βέλτιον. ἐκλυομένων δὲ καὶ ἀχροούντων καὶ ψυχομένων ἄκρα καὶ σπωμένων, καταπαύειν τὴν κάθαρσιν, εἰ μέν τι τοῦ φαρμάκου διασημαίνοι — δηλοῦσι δʼ οἱ ἐρευγμοί —, πιόντα ὕδωρ θερμὸν καὶ ἐμέσαντα· εἰ δὲ μή, πίνειν τοῦ ὕδατος, μὴ ἐξεμεῖν δέ, εἰ μὴ ἄλλως προσίσταιτο· πολλοῖς γοῦν καὶ μόνον ἐξήρκεσεν ἀθρόον ποτὸν μὴ διαχωρῆσαι· τὸ δὲ κατʼ ὀλίγον διαχωρητικώτερον. ἄμεινον δὲ καὶ χρῖσαι θερμῷ ἐλαίῳ χεῖρας καὶ πόδας· εἰ δʼ ἰσχυρότερον καταψύχοιντο, καὶ δῆσαι τὰ ἄκρα καὶ ὅλως ἅπαντα ἐφεξῆς ποιῆσαι ὅσα καὶ ἐν ταῖς χολέραις εἰθίσμεθα· κίνδυνος γὰρ ὑπέρινον κἀκεῖ γενέσθαι, ὥσπερ καὶ τὸν καθαιρόμενον. ἵστησι δʼ οὐδενὸς ἧσσον καὶ ὕπνος καὶ λουτρὸν θερμότερον, καὶ τοῖς γε πολλοῖς ἐπὶ ταῖς καθάρσεσι τὰ λουτρὰ συνήνεγκεν· τῷ δὲ μὴ ἱκανῶς καθαρθέντι αἱ ἀλουσίαι συμφορώτερον· ἐπικαθαίρονται γὰρ νύκτωρ. τήν γε μὴν ἐφεξῆς δίαιταν ἐνδεέστερον διαιτᾶσθαι, τὸ μὲν ἀπὸ σίτων, τὸ δʼ ἡδυσμάτων προσαιρόμενον καὶ οἶνον στρυφνότερον καὶ ἐπὶ τούτοις χυλὸν πτισάνης ἤ τι ἄλλο τῶν σιτηρῶν ῥοφημάτων· τὸν δʼ εὔσιτον ὠά τε καὶ χόνδρον καὶ ῥόφημα καὶ οἶνον γλυκύν, ὃς πραΰνει τὸ ἔντερον ἐν τῇ καθάρσει διεξασμένον. ἁρμόζει δὲ καὶ τῇ ὑστεραίᾳ γάλακτος πιεῖν μετὰ μέλιτος ἢ γλυκέος· οὕτω γὰρ τὰς ἐπιρρεούσας συντήξεις κατακλύζων ἀποδείξεις παντελῆ τὴν κάθαρσιν. ἀνακομίζειν δʼ ἐντεῦθεν ἐκ προσαγωγῆς περιπάτοις καὶ τρίψεσι καὶ λουτροῖς καὶ σιταρίοις καὶ τῇ ἄλλῃ διαίτῃ, ἔστε ἂν εἰς τὴν ἐξ ἀρχῆς φύσιν ἀναγάγῃ τὴν ἕξιν· τοῦτο γὰρ οἰκειότατον τῷ ἀσφαλῶς ὑγιαίνοντι. περὶ μὲν οὖν τῶν κάτω καθαιρόντων εἴρηται· διῄρητο δʼ ἐφεξῆς ἐν τῷ προτέρῳ λόγῳ καὶ ὅσα ἄνω καθαίρει, καὶ περὶ τούτων οὖν ἀποδοτέον τὰ εἰκότα.

Ἰσχυρότατον δὲ πάντων ἐστὶν ὁ λευκὸς ἐλλέβορος, δεύτερον τὸ σησαμοειδές, τρίτον ἡ σταφίς, τέταρτον τοῦ σπάρτου τὸ ἄνθος καὶ ὁ καρπός· τὰ δʼ ἄλλα ἧσσον. συντύχοι δʼ ἄν τις καὶ τῷ μὴ πάνυ δοκοῦντι ἰσχυρῷ καθαίροντι λάβρως, ὅπου καὶ βρῶμα καὶ πόμα καὶ ἄκουσμα καὶ ἄλλο τι καὶ ἔμετον καὶ διαχώρημα ἐτάραξεν, ἀλλὰ τό γε ἐπίπαν τὰ εἰρημένα προὔχει ἐν ταῖς ἄνω καθάρσεσιν. δοκεῖ δʼ ἐλλέβορος εἶναι δεινότατον πιεῖν τοῖς συμπίπτουσιν, ὅθεν δὴ καὶ τῶν νοσούντων καὶ τῶν ἰατρῶν ἀποδιδράσκουσιν οἱ πολλοὶ τὸ φάρμακον· εἰ δέ τις εἰδὼς πᾶσαν τὴν ἐπʼ αὐτῷ τέχνην προσφέροι, μάθοι ἂν ὡς οὐδὲν ἐλλεβόρου ῥᾷόν ἐστι καὶ καθᾶραι σαφῶς καὶ μηδὲν μηδαμῇ πονηρεύσασθαι. νοσήμασι μὲν οὖν ἁρμόζει μανίαις, μελαγχολίαις, ποδάλγαις καὶ τοῖς κατʼ ἰσχία χρονίοις ἀλγήμασι καὶ τοῖς ἀρθριτικοῖς καὶ τοῖς ἐπιλήπτοις καὶ τοῖς παραπλῆξι καὶ τοῖς ἐνθεαστικοῖς ἰλίγγοις καὶ κεφαλῆς πόνῳ κεχρονισμένοις καὶ γνώμης νωθρότητι καὶ ἀλφῷ καὶ λέπρᾳ, καὶ εἴ τι ἄλλο κατὰ δέρμα γίνεται περί τε ἐξάνθησιν καὶ ψίλωσιν τριχῶν γενείου καὶ κεφαλῆς· ἁρμόζει δὲ καὶ τοῖς νύκτωρ ὑπὸ τοῦ ἐφιάλτου πνιγομένοις καὶ τοῖς δεδοικόσι τὸ ὕδωρ, ὅταν τε ἤδη δεδοίκωσι, καὶ ὥστε μεταξὺ πιόντας μηκέτι δεῖσαι. τοῦτο δὲ πάλαι μὲν ἐγίνωσκον οἱ γεωργοὶ καὶ τοὺς κύνας, ὁπότε νοσήσαιεν, ἐκάθαιρον τῷ ἐλλεβόρῳ· οἱ δʼ ἰατροὶ πολὺ δὴ ἐκείνων ὕστερον καὶ ἀνθρώπῳ τὰ ὅμοια νοσοῦντι ἐνεθυμήθησαν προσφέρειν. Ἱπποκράτης δέ, ὅσπερ οὖν καὶ διέθηκεν ἡμῖν τὴν τέχνην, καὶ τοῖς μέγα ἄρθρον μεθʼ ἕλκους ἐξηρθρηκόσι, καὶ οἷς κατεαγότα ὀστᾶ ἐξέχει, καὶ τούτοις ἐκέλευεν αὐθημερὸν ἢ τῇ ὑστεραίᾳ διδόναι τὸν ἐλλέβορον, ὡς τὰ μὲν ἄλλα πονήρως ἔχουσι, τάχα δʼ ἂν κωλυθεῖσιν ὑπὸ τοῦ φαρμάκου γαγγραινωθῆναί τε καὶ σπασθῆναι· οἷς καὶ ἀπιστεῖν οὐ ῥᾴδιον, κεχρῆσθαι δὲ χαλεπόν, ὅταν γε φαίνηται παρῃνημένα μὲν ὑπὸ τοῦ ἀρίστου, δυσχέρειαν δὲ παρέχῃ χρωμένοις· καὶ γὰρ εἴ τις οἴεται τὸν μέλανα νῦν κελεύειν διδόναι, πρῶτον μὲν τὸ δύσεργον κἀν τούτῳ ἔνεστιν ἀποπατοῦντί τε καὶ ἤν τι ἄλλο ἐργῶδες ἐπὶ φαρμάκῳ καταλαμβάνῃ· ἔπειτα οὐκ ἴση πρὸς τὰ ἐργώδη ἡ δύναμις, ἀλλὰ πολὺ ἀσθενεστέρα τοῦ τηλικούτων ῥύσασθαι· τάχα δὴ οὖν διὰ τὸ ἀμφίβολον κάλλιον τοῖς οὕτω διακειμένοις μὴ διδόναι. πυρετῶν δὲ τῶν μὲν ἄλλων οὐδενὶ ἐπιτήδειος ἐλλέβορος, τοῖς δὲ τεταρταίοις ἔστιν ὅπου. συμφέρει δὲ καὶ τοῖς κατὰ νεφροὺς λιθιῶσι καὶ τοῖς χρονίως ἀπέπτοις καὶ ἐπὶ λευκῷ φλέγματι καὶ ἐπὶ σπληνὶ καὶ τοῖς κρυπτοῖς καρκινώδεσι, καίτοι δοκῶν ἥκιστα ἕλκεσι συμφέρειν· ἀλλʼ ἐγὼ οἶδα γυναῖκα τοιούτου ἕλκους ἀπαλλαγεῖσαν, καθάραντός τινος τῶν ἐν Κῷ ἰατρῶν, τὰ μὲν ἄλλα οὐκ εὐδοκίμου, περὶ δὲ τὴν πόσιν τοῦ ἐλλεβόρου καλῶς γεγυμνασμένου. τὰ μὲν νοσήματα, οἷς ἂν προσενεχθῇ, ταῦτά ἐστιν· οὐ μὴν ἐξαρκεῖ μόνον τὴν νόσον δέχεσθαι τὸ φάρμακον, εἰ μὴ καὶ τὰ ἄλλα ἐφεξῆς συμβαίη· εἴρηται δʼ ἔμπροσθεν ὑπὲρ αὐτῶν, καὶ ὧν χρὴ ἀπηλλαγμένας εἶναι τὰς ἄνω καθάρσεις, καὶ ἡ ὥρα τοῦ ἔτους, ἐν ᾗ φαρμακεύεται· οἱ δὲ πρὸς τῷ νοσήματι καιροὶ νῦν εἰρήσονται· δισσοὶ δʼ εἰσίν, ὁ μὲν πρὸς ὅλην τὴν νόσον, ὁ δὲ πρὸς τοὺς παροξυσμοὺς καὶ τὰς διαλείψεις αὐτῶν. πρὸς μὲν οὖν ὅλην τὴν νόσον οὕτω γινώσκειν· εἰ μὲν εἴη τις τῶν χρονιζουσῶν φύσει, πολὺ κάλλιον τὰς ἀρχὰς φαρμακεύειν, μέλλοντά γε δὴ ἔχειν τὴν μεγίστην ὠφέλειαν ἐν ἀσθενεῖ τῇ νόσῳ. μαινομένῳ τε οὖν καὶ ἀρθριτικῷ καὶ ψωριῶντι καὶ ναρκουμένῳ κατὰ νεῦρα εὐθὺς δοτέον, πρὶν ἰσχυροτέραν ἀποδειχθῆναι καὶ τοῦδε τοῦ φαρμάκου τὴν νόσον, ὡς τά γε πολλὰ τῶν τοιούτων ἀνήκεστα ἐγένετο συνηθείᾳ καὶ χρόνῳ, πάνυ ῥᾳδίως ἂν ἐξαιρεθέντα, εἰ εὐπειθοῦς μὲν τοῦ κάμνοντος, γενναίου δὲ τοῦ ἰατροῦ ἔτυχεν. εἰ δέ τι τῶν ἐνδοιαστῶν εἴη νοσημάτων, ὅσα καὶ ταχὺ καὶ διὰ πλείονος κρίνεται, τὸ μὲν αὐτίκα μὴ προσφέρειν, ἀποκριθέντων δʼ εἰς χρόνον. πρὸς μὲν οὖν ὅλην τὴν νόσον οὕτως γινώσκειν· πρὸς δὲ τοὺς παροξυσμοὺς τῆς νόσου, μεγάλα μὲν διαλειπούσης καὶ τεταγμένως, πολὺ δὴ ἔμπροσθεν φαρμακευτέον, μικρὰ δὲ καὶ ἀτάκτως, ἄρτι πεπαυμένων, καὶ μάλιστα τοὺς ἐπιλήπτους· κίνδυνος γὰρ μὴ σὺν τῷ φαρμάκῳ ἐλθοῦσα ἄφωνος καὶ ἀναίσθητος καὶ πάντων ἀκρατὴς ἡ νόσος δεινόν τι ἐργάσηται. ὅσα δὲ συνεχῆ νοσήματα, τούτοις καιρὸς ὁ μέν τις παρὰ τῆς ὥρας, ὁ δέ τις παρὰ τοῦ κάμνοντός ἐστι προθυμίας τε καὶ γνώμης καταστάσει καὶ ῥώμῃ σώματος καὶ τῶν δεόντων τῇ παρασκευῇ. τὰ μὲν δὴ πρῶτα οὕτω χρὴ γινώσκειν· ὅταν δὲ δοκῇ προσφέρειν τὸν ἐλλέβορον, διαιτῆσαι τὸν ἄνθρωπον· ἡ δὲ δίαιτά ἐστιν ἐμέτου ἐθισμὸς τοῖς ἐμοῦσι χαλεπῶς καὶ ἰσχὺς τῆς πάσης ἕξεως· εἰ γάρ τινος ἄλλου, καὶ ἰσχύος δεῖ τούτῳ τῷ φαρμάκῳ. ἐμεῖν δὲ καὶ ἀπὸ δείπνου καὶ νῆστιν καὶ ἀπʼ ὀριγάνου καὶ ἀφʼ ὑσσώπου καὶ ἀπὸ ῥαφανῖδος καὶ ἀπʼ εὐζώμου, καὶ μὴ ἄγαν ἐκ πολλοῦ τοῖς ἐμέτοις καταλεπτύνειν. ἀρκεῖ δὲ τὸν μὲν εὐπετέστερον ἐμοῦντα τρὶς ἐξεμέσαι, τὴν μὲν πρώτην ἀπὸ δείπνου, μετὰ δὲ νῆστιν, μετὰ δʼ ἀπὸ ῥαφανῖδος ἤ τινος ἄλλου τῶν εἰρημένων, καὶ μᾶλλον οὕτω τὸν φλεγματίαν· τῷ δὲ χολωδεστέρῳ οἱ ἀπὸ τοῦ δείπνου ἁρμόζουσιν· διαλιπεῖν δʼ ἐπὶ τῷ ἐμέτῳ καὶ δύο καὶ τρεῖς ἡμέρας. τὸν δὲ δυσκόλως ἀνεμοῦντα ἐκ πλείονος προεθιστέον καὶ διὰ πλειόνων ἡμερῶν· ὅταν δὲ μεμελετήκῃ καλῶς, ἐγγὺς τοῦ φαρμάκου συνεχέστερον ἐξεμεῖν, ἐπὶ δὲ τῷ ἐσχάτῳ ἐμέτῳ μίαν διαλιπόντας καὶ ἐν ταύτῃ κλυσματικῷ κενώσαντας, ἔπειτα λούσαντας καὶ μικρὸν σιτάριον προσάραντας οὕτω τῇ ὑστεραίᾳ διδόναι τὸν ἐλλέβορον, προανατρίψαντας ἐν ἐλαίῳ ἡσύχως. τρόπους δὲ πολλοὺς προσφέρειν· καὶ γὰρ βρέξαντας ἐν ὕδατι νύκτα καὶ ἡμέραν τοῦ ἀποβρέγματος δοῦναι πιεῖν, ὀριγάνου μίσγοντας ἢ ἀψινθίου ἢ νίτρου, καὶ τὸ ἀπόβρεγμα ἑψήσαντας μετὰ μέλιτος· ἀποβρέχειν τε ἄλλοτε ἐν ὕδατι, ἄλλοτε ἐν γλυκεῖ, ἄλλοτε ἐν οἴνῳ· δοκεῖ δὲ μετὰ τοῦ οἴνου ἐλλέβορος εἶναι μελάνων ἀγωγότερος. οἱ δὲ τῆς θαψίας προσμίσγουσιν, οἱ δὲ τοῦ σησαμοειδοῦς, οἱ δὲ τῆς ἀγρίας σταφίδος, ὡς μᾶλλον τοὺς ἐμέτους κινούσης, ἐξὸν πλεῖον τοῦ ἐλλεβόρου διδοῦσι καθαίρειν καλῶς. ὅτῳ μὲν οὖν σχολή, καὶ πάνυ ἂν πολλὰ ἐξευρίσκοι περὶ τὴν σκευὴν τοῦ ἐλλεβόρου· χωρὶς γὰρ τοῦ κεραννύειν παντοδαπῶς καὶ προσθέτῳ καὶ ὀσφραντῷ καθαίρειν ἐπειρῶντο οἱ παλαιοί, ὧν ἐστι καὶ Πλειστόνικος· οὗτος γὰρ ἄλλοτε μὲν βαλάνους πλάσσων ἐκ τοῦ ἐλλεβόρου προσετίθει τῇ ἕδρᾳ καὶ προὐκαλεῖτο τοὺς ἐμέτους, ἄλλοτε δὲ φυρῶν γλυκεῖ τὸν ἐλλέβορον μετὰ χολῆς βοὸς ἐκέλευσεν ὀσφραίνεσθαι, μήτε μυσσόμενον μήτε πτύοντα εἰς τὸ δυνατόν· τῷ γὰρ οὕτω ποιοῦντι προσστήσεσθαι ῥᾳδίως ἐμέτους, καὶ μᾶλλον εἰ ἐπὶ πλέον χρῷτό τις. Διοκλῆς δὲ καὶ τῇ ὑστέρᾳ τῆς γυναικὸς πρόσθετον ἐσκεύαζε διὰ τοῦ ἐλλεβόρου ὥστε ἐξεμεῖν. Διεύχης δὲ καὶ τὸ ἦτρον κατέπλασσε τῷ ἐλλεβόρῳ· νῦν δʼ ἤδη καὶ τοὺς πόδας καταιονοῦσιν, ἑψῶντες τὸν ἐλλέβορον ἐν θαλάσσῃ, κυπρίνου ἐλαίου καὶ νίτρου μίσγοντες, ἐφʼ ᾧ φλεγματώδεις ἔμετοι γίνονται, δοκοῦντες συμφέρειν ποδάλγαις καὶ ἀρθρίτιδι. οὕτω παντοδαπῇ τὴν χρῆσιν ἐπὶ πολλοῖς ἔχουσι τοῦ φαρμάκου, ἐπεὶ καὶ Φιλότιμον οἶδα, ὅπου πραοτέρας χρῄζει τῆς καθάρσεως, μετὰ τὸ δεῖπνον οὐ προσφέροντα, καὶ τοῦτο ἐνδείκνυσιν ἐκείνως· «ἐλλεβόρου καταπήξας εἰς ῥαφανῖδας τῇ ὑστεραίᾳ τῶν ῥαφανίδων προσφέροις· συντονώτατα γὰρ ἐμέσει ὁ ἄνθρωπος, ἧσσον δʼ ἢ εἰ ἐξ ἐλλεβόρου». χρῆσις δʼ ἰσχυροτάτη καὶ κρατίστη τέμνειν τὸν ἐλλέβορον ἡλίκα τὰ ἐρεικτὰ ἄλφιτα. οὐδὲν δὲ τὸ διαφέρον, εἰ καὶ σὺν τῇ ἐντεριώνῃ τέμνοις καὶ εἰ χωρίς· οὐδὲν γὰρ ἡ ἐντεριώνη οὔτε ὠφελεῖ οὔτε βλάπτει· μόνον τέμνειν ἴσα, καὶ πραότερον μὲν καθᾶραι βουλόμενος ὀλίγῳ τινὶ μείζω, ἰσχυρότερον δὲ λεπτότερον, μὴ μὴν πολλῷ. ἄμεινον δὲ καὶ εἰ ἀπὸ μιᾶς ῥίζης λαμβάνοις καὶ εἰ τῷ πάχει ἴσα, ἵνα σοι καὶ τέμνοντι ἴσα ᾖ· εἰ δὲ μή, ἀλλὰ τὰ παχύτερα ὀρθὰ ἐρείκειν, ὡς ἰσοπαχῆ ποιῇς τοῖς λεπτοτέροις. ὅστις δʼ ἐν οὐδενὶ ταῦτα λόγῳ ἔχει, πολλὰ ἀγνοεῖ, καὶ ἦν μέν, εἰ πάνυ σμικρὰ τὰ τμητὰ προσφέροι, κίνδυνος μακράν τε ἄλλως τὴν κάθαρσιν γενέσθαι καὶ πνιγώδη.