On the Causes and Signs of Acute Diseases is a medical treatise by the physician Aretaeus of Cappadocia, composed in Ionic Greek and likely dating from the 1st century CE. As one of his two major surviving works, it offers a systematic examination of sudden and severe illnesses. The text is methodically arranged into 29 sections, proceeding through the body's systems to describe various afflictions. It details conditions of the head, such as phrenitis, disorders of the respiratory system including pneumonia and pleurisy, and abdominal ailments like cholera, consistently outlining their causes, characteristic symptoms, and typical progression.
Aretaeus is renowned for the precision and vividness of his clinical descriptions, which were crafted for instructional purposes to aid fellow practitioners in diagnosis and prognosis. Modern scholarship associates him with the Pneumatist school of medical thought, which interpreted health and disease through the lens of pneuma, or vital spirit, and its equilibrium within the body. The treatise was preserved through Byzantine manuscript traditions and rediscovered during the Renaissance, where it was highly esteemed for its observational clarity. Among his many contributions, his description and naming of diabetes mellitus remains particularly celebrated. The work survives largely intact, providing a comprehensive view of his diagnostic methodology and medical philosophy.
Aretaeus the Cappadocian On Causes and Signs of Acute Diseases in Greek in PDF
Aretaeus the Cappadocian On Causes and Signs of Acute Diseases in Greek in MD
| 1.1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Α 〈Περὶ παροξυσμοῦ ἐπιληπτικῶν. |
| 1.5.1 | 〉 * ἀμβλύτητες, ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν τῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες· ναυτίη τὰ πολλὰ μὲν ἐπὶ σιτίοισιν, οὐχ ἥκιστα δὲ καὶ ἐπ’ ἀσιτίῃσι, [καὶ] βληχροί· καὶ φλέγμα ἐμεῖται συχνόν· ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι· φυσώδεες, ἐπηρμένοι τὰ ὑποχόνδρια. τάδε μὲν ὦν διηνεκέα. ἢν δὲ πλησίον δέος ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ ξυμμεμειγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν· ἦχοι ὤτων, βαρυοδμίη· ὀργίλοι, πικρόχολοι παραλόγως. |
| 1.5.2 | κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος ἐξ ἀθυμίης· μετεξέτεροι δὲ ῥεύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ· ἄλλοτε δὲ ὄσφρησις βαρέων ὀσμῶν κατέβαλε, ὥσπερ τοῦ γαγάτου λίθου. τοῖσδε μὲν ὦν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθη τε καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται· μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρω τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ, γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται. καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν, 〈ἢν〉 ἕρπον τὸ κακὸν ἐς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. |
| 1.5.3 | ἥδε μέντοι ἡ ἀπάτη γίγνεται ὁκόσοισι τότε πρῶτον τὸ κακὸν ξυνέπεσε· οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦ‐ σος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνηθέας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσει τοῦ μέλλοντος ὑπ’ ἐμπειρίης· διασφίγγειν τε καὶ ἀνακλάειν καὶ ξυντείνειν δέονται τὰ κατάρχοντα μέλεα· καὶ αὐτοὶ δὲ ἑωυτέοισι ἕλκουσι τὰ μέλεα, ὅκως‐ περ τὴν νοῦσον ἐξαιρούμενοι· καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς τὴν ἡμέρην σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον. ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται· σκέλεα οὐ διαπεπλεγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. |
| 1.5.4 | ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή. αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος. ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδῃ, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖ‐ σιν ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνῃ. χάσκουσι μέγα· στόμα ξηρόν· γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς, 〈εἴ〉 κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες· ὀφθαλμοὶ ἐνδεδινημένοι· βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος· ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέναι, ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου ῥυτίδας ἐξαληλίφθαι· μῆλα ἐρυθρά, παλλόμενα· χείλεα κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότα, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται τοῖσι μειδιῶσι ὁμοίως· ἐρύθημα μήλων. |
| 1.5.5 | ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται· ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις· ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη, καὶ εἰ μέγα ἐμβοῇς· μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνή, καὶ ἡ ἀναπνοὴ [καὶ ἡ] πνὶξ ὡς ἀπαγχομένῳ· σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι· μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλεϊ, ἄτακτοι δὲ ἐς τὸ ξύνολον· αἰδοίων ξύντασις. |
| 1.5.6 | τάδε μὲν ὦν ἐς τέλος τῆς σημασίης πάσχουσι· ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσις· μετεξετέροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψει καὶ πιέσει τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου καὶ ὑγρασίης προκλήσει. |
| 1.5.7 | γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον· φλέγμα πολλόν, παχὺ καὶ ψυχρόν, καὶ εἰ ἕλκοις αὐτό, ἐπὶ μαλλὸν ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπνέῃ ἐς τὰς διαπνοάς, στόμα καὶ ῥῖνα, σὺν ὑγρῷ τὸ πνεῦμα, ἄνεσις δὲ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε· ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην· εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαντος τοῦ κακοῦ. ἐπὶ δὲ τῇ ἀποπαύσει νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοί, διαλελυμένοι, πάρετοι, ὠχροί, δύσθυμοι, κατηφέες καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ. Περὶ τετάνου. |
| 1.6.1 | Σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ ῥηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν ἐς τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται. ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς· ἐς εὐθύ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν ὁ τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντέταται· αἱ δὲ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπροσθεν ξυνολκαὶ ξὺν τῇ τάσει καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. |
| 1.6.2 | τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δέ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι. τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα. προφάσιες δὲ τῶνδε μυρίαι· καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, ἢ μυῶν, ἢ νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνῄ‐ σκουσι· ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον. σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώσει ἡ γυνή, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψῦξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. |
| 1.6.3 | διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρχει τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη. γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δέ, παῖδες μὲν ξυνεχέες, ἀλλ’ οὐ μάλα θνῄ‐ σκουσι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνῄ‐ σκουσι· ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνῄ‐ σκουσι· αἰτίη γὰρ ψῦξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἡ φύσις. |
| 1.6.4 | ἢν δὲ ἡ ψῦξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροι [τε] καὶ ἀσφαλέστεροι ἐς κίνδυνον οἱ σπασμοί. ξύνεστι μὲν αὐτέοισι ἁθρόον μὲν ἅπασι εἰρῆσθαι πόνος καὶ ἔντασις τενόντων τῶν ῥάχιος καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι· ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσι ἢ σφηνὶ διὰ ῥηϊδίως στῆσαι δύνασθαι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρόν, οὐ καταπίνουσι, ἀλλ’ ἐκχέουσι, ἢ ἐν τῷ στόματι ἴσχουσι, ἢ ἐς τὰς ῥῖνας ἀνακόπτεται· ὅ τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει ἐς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρευθῆ, πεποικιλμένα· ὀφθαλμοὶ σμικροῦ δεῖν ἀτενέες, μόλις περιδινεύμενοι· πνὶξ ἰσχυρή· ἀναπνοὴ κακή· χειρῶν καὶ σκελέων τάσις· μύες παλλόμενοι· πρόσωπα ποικίλως διάστροφα· μῆλα καὶ χείλεα τρομώδεα· γένυς παλλομένη· ὀδόντων ἄραβος· ἐπ’ ἄλλῳ δ’ ἄν τινι καὶ τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθώμαζον. |
| 1.6.5 | οὖρα ἐπισχόμενα μέχρι δυσουρίης καρτερῆς, ἢ αὐτομάτως ἐκχεόμενα θλιβομένης τῆς κύστιος. τάδε μὲν ὦν ξὺν πάσῃ ἰδέῃ σπασμῶν. ἴδια δὲ ἑκάστης, τετάνου μὲν ἡ ἐς εὐθὺ ἀπότασις ὅλου ἀστραβὴς πάντῃ καὶ ἀκλινής· εὐθέα δὲ καὶ σκέλεα καὶ χεῖρες. |
| 1.6.6 | ὀπισθότονος δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡς τὴν κεφαλὴν ἀνακεκλασμένην μεσηγὺ τῶν ὠμοπλατέων κέεσθαι. βρόγχος ἐξέχει· γένυς τὰ πολλὰ διΐσταται, σπάνιον δὲ εὖτε ξυνερείδει τῇ ἄνω· ῥωχμὸς ἡ ἀναπνοή· προπετέες κοιλίην καὶ θώρηκα. οὖρον τουτέοισι μᾶλλον ἀκρατές. ἐπιγάστριον ἐντεταμένον καί, εἰ ἐπικρούοις, ἐνηχοῦν· χεῖρες ἐν ἐκτάσει κατόπιν κεκλασμέναι· σκέλεα ξυγκεκαμμένα· ἐναντίως γὰρ ἰγνύϊ κατόπιν κάμπτεται. |
| 1.6.7 | ἢν δὲ ἐς τὸ ἔμπροσθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα· ἐπ’ ἶσον τοῖσι μεταφρένοισι τῶν ἰσχίων ἐξωθευμένων, ῥάχις ὅλη ἐς εὐθύ· κορυφή, κεφαλὴ πρηνής, ἐς θώρηκα ξυννενευκυῖα· γένυς ἐπὶ τοῖσι στέρνοισι πεπηγυῖα· χεῖρες ξυνηρεισμέναι· σκέλεα ἐκτεταμένα. πόνοι ἁπάντων καρτεροί, φωνὴ ἁπάντων κλαυθμώδης· στενάζουσι δὲ μύζοντες βύθιον. ἢν μὲν ὦν τοῦ θώρηκος καὶ τῆς ἀναπνοῆς λάβηται τὸ κακόν, ῥηϊδίως τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοσέοντι ἐς πόνων καὶ διαστροφῆς καὶ αἰσχύνης ἀπαλλαγήν, ἀλυπότερον δὲ καὶ τοῖσι παρεοῦσι, κἢν υἱὸς ἢ πατὴρ ἔῃ. |
| 1.6.8 | ἢν δὲ ἐς τὸ ζῆν ἔτι διαρκέῃ, τῆς ἀναπνοῆς, εἰ καὶ κακῆς, ξυντελουμένης δ’ ὦν, ἐς τὸ πρόσθεν οὐ τοξοῦνται μοῦνον, ἀλλὰ καὶ σφαιροῦνται, ὡς τὴν κεφαλὴν ἐπὶ τοῖσι γούνασι ἔχειν καὶ τὰ σκέλεα καὶ τὰ νῶτα ἐς τὸ πρόσθεν κεκλάσθαι, ὡς δοκέειν ἐς ἰγνύην τὸ κατὰ γόνυ ἄρθρον ἐξῶσθαι. ἐξάνθρωπος ἡ ξυμφορή, καὶ ἀτερπὴς μὲν ἡ ὄψις, ὀδυνηρὴ δὲ καὶ τῷ ὁρέοντι θέη· ἀνήκεστον δὲ τὸ δεινόν· ἀγνωσία δὲ ὑπὸ διαστροφῆς καὶ τοῖς φιλτάτοις ἀνθρώποις. |
| 1.6.9 | εὐχὴ δὲ τοῖσι παρεοῦσι ἡ πρόσθεν οὐχ ὁσίη, νῦν ἀγαθὴ γίγνεται, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα ἐς ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸς παρεὼν ὁρέων οὔτε ἐς ζωὴν οὔτε ἐς ἀπονίην, ἀτὰρ οὐδὲ ἐς μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἂν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖσι ὦν κεκρατημένοισι οὐκέτι ἐγχειρέων ξυνάχθεται μοῦνον. ἥδε ἐστὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή. Περὶ συνάγχης. |
| 1.7.1 | Ἡ συνάγχη κάτοξυ μέν τι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστὶ φλεγμονή, ἢ μοῦνον τοῦ πνεύματος [ἢ] πάθος, ἐφ’ ωὑτέου τὴν αἰτίην ἴσχοντος. ὀργάνων δέ, παρισθμίων, ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονή, καὶ γλώσσης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶς‐ σαν ὑπερβολῇ μεγέθεος· πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὸ τοὺς ὀδόντας ἔκκειται. [συνάγχη καὶ] κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης καὶ ἐν ὑγείῃ. |
| 1.7.2 | τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος καὶ πνὶξ καρτερή, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμονὴν ἀμφὶ κραδίην καὶ πνεύμονα. συνάγχην τήνδε καλέομεν, οἷον ξυννεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι τροπὴν πονηρὴν ἐς τὸ θερμότατον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμονῆς. ἔστι δὲ οὐ μέγα τὸ θῶμα· καὶ γὰρ ἐν Χαρωνηΐοισι αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ· εἰσπνοῇ θνῄ‐ σκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν· ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοήν, οὔτι μὴν ἐνδακόντος, λυσσᾷ ὁ ἄνθρωπος. |
| 1.7.3 | τοιήνδε ὦν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν ωὐτὴν ἰδέην τοῖσι ἔξωθεν αἰτίοισι ἴσχει· χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι, ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδ’ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν ἐς τὰ φρέατα 〈τὰ〉 ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα· οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρια. |
| 1.7.4 | ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος· γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι· φλέγμα παχύτατον ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα καὶ ἐπηρμένοι· ὀφθαλμοὶ ἐξίσχοντες, ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς ῥῖνας ἀνακόπτεται. πόνοι καρτεροί, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς ξυνδιωκόμενοι ἀμαυροῦνται· θώρηξ καὶ κραδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ σμικρὸν πάνυ, ἔστε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. |
| 1.7.5 | ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις ῥηϊδίως, οἱ δὲ μεταστάσει θνῄ‐ σκουσι· πυρετοὶ νωθροί, μαλακοί, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρ’ οὖς ἔξω ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ μὴ κάρτα βραδέως, περιγίγνονται μέν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ. ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἁθρόον πνίγονται. |
| 1.7.6 | τάδε μὲν τὰ κυνάγχης εἴδεα. ξυνάγχῃ δὲ ξύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρεὼν ἀνεσπασμένοι· παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα· ἀφωνίη. πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς. οἱ δὲ ὀξύτατοι θνῄ‐ σκουσι αὐτῆμαρ, ἔσθ’ ὅπῃ καὶ πρὶν καλέσασθαι τὸν ἰητρόν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο· ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἔτι 〈τῇ〉 τέχνῃ χρήσασθαι. |
| 1.7.7 | ὁκόσοισι δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμονὴ ἐξώκειλε, ὡς κυνάγχην ἀπὸ ξυνάγχης γίγνεσθαι. ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερόν, ἢ ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς ἢ σικύῃ ἐς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, ἢ σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς εἵλκυσε ἔξω καὶ διέπνευσε. μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπετάθη ἔξω, ἀπολυθὲν δὲ ἁθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε. |
| 1.7.8 | προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαί, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναί, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά. Περὶ τῶν κατὰ τὴν κιονίδα παθῶν. |
| 1.8.1 | Τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲς σῶμα στερρὸν μεσηγὺ τῶν παρισθμίων κίων καὶ γαργαρεὼν καλέεται· σταφυλὴ γὰρ πάθεός ἐστι οὔνομα. νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν, ἀλλ’ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε ὦν ὁ γαργαρεὼν πλεῦνα πάσχει πάθεα· καὶ γὰρ ἐπὶ φλεγμονῇ παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις. εἰ δὲ κατὰ πέρας μοῦνον στρογγύλλεται καὶ μεγέθεϊ πελιδνὸς γίγνεται καὶ ὑπομελανίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος· πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα καὶ χροιὴ καὶ μέγεθος. |
| 1.8.2 | τρίτον πάθος ἐστὶ ὑμένων, 〈εὖτε〉 ἔνθα καὶ ἔνθα οἷόν τι λαίφεα πλατέα ἢ νυκτερίδων πτέρυγες ἐκφαίνονται. ἱμάντιον τόδε καλέεται· ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων ἐς πλάτος ἐξαπλώσιες. ἢν δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ ἡ κιονίς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ ῥεύματος, ὅκως‐ περ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δίκραια ὑμέσι δισσέοισι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντα δὲ ῥηΐδιον θεησάμενον γιγνώσκειν. |
| 1.8.3 | πνὶξ δὲ ἐπ’ αὐτέοισι πᾶσι, καὶ ἥκιστα ῥηϊδίως καταπίνουσι· βὴξ ἐπὶ πᾶσι μέν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι καὶ ἐπὶ τοῖς κρασπέδοισι· γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθ’ ὅπῃ δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρῃ ἐς τὴν ἀρτηρίην, ὅθεν ἀναβήσσουσι. ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον καὶ κάρτα θολερὴ κατάποσις· καὶ γὰρ ἐς τὰς ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται ξυμπαθείῃ τῶν παρισθμίων. γηραιοῖσι ὁ κίων ξυνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παιδίοισι τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα μὲν ἀσινέα· ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ αἱμορραγίη καὶ πόνοι καὶ φλεγμονῆς ἐπίδοσις. Περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν. |
| 1.9.1 | Ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξένεα, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκόσα καθαρά ἐστι καὶ σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόσα πλατέα, κοῖλα, ῥυπαρά, ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ, ἢ μέλανι ξυνεχόμενα· ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ὁ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπ’ ἄνθρακος, καὶ σμικρὰ διεξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα ξυνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο. |
| 1.9.2 | κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν καὶ τὴν ἀπέταμε καὶ ἐς τὴν γλῶς‐ σαν ἐσκεδάσθη καὶ ἐς οὖλα καὶ ἐς χαλινούς· καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν, καὶ ἐς τὸν τράχηλον ἡ φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε μὲν οὐ πολυήμεροι θνῄ‐ σκουσι φλεγμονῇ καὶ πυρετοῖσι 〈καὶ〉 κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε· πνεύμων γὰρ καὶ κραδίη, οὔτε ὀδμῆς τοιῆσδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται. αἰτίη μὲν ὦν τοῦ ἔργου τῶν παρισθμίων, κατάποσις ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, στυφόντων· τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι ἐς φωνὴν καὶ ἀναπνοήν, καὶ κοιλίῃ ἐς τροφῆς διαπομπήν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται. |
| 1.9.3 | εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος, κοιλίῃ καὶ στομάχῳ καὶ θώρηκι ἐς τὸν ἰσθμὸν καὶ τὰ παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἡ ἀναφορὴ καὶ ἀπερεύξιες. διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης· μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει· πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι· ἀκρατέα δὲ καὶ ἐδωδῆς καὶ ποικίλων ἐπιθυμίη, καὶ ψυχροποσίη, καὶ βοῆσαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα. |
| 1.9.4 | χώρη δὲ τίκτει Αἴγυπτος μάλιστα· καὶ γὰρ ἐς ἀναπνοὴν ἐστὶ ξηρὴ καὶ ἐς ἐδωδὴν ποικίλη· ῥίζαι γὰρ καὶ βοτάναι καὶ λάχανα πολλὰ καὶ σπέρματα δριμέα, καὶ ποτὸν παχύ, ὕδωρ μὲν ὁ Νεῖλος, δριμὺ δὲ τὸ ἀπὸ τῶν κριθέων καὶ τὸ τῶν βρυτέων πόμα. τίκτει δὲ καὶ ἡ κοίλη Συρίη μάλιστα· ὅθεν Αἰγύπτια καὶ Συριακὰ ἕλκεα τάδε κικλήσκουσι. |
| 1.9.5 | τρόπος δὲ θανάτου οἴκτιστος· πόνος μὲν δριμὺς καὶ θερμός, ὡς ἐπ’ ἄνθρακος· ἀναπνοὴ κακή· ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν, τὸ αὐτὸ δὲ πάλιν ξυντόμως 〈ἐς〉 τὸν θώρηκα ἐμπνέουσι· ἀσηροί, ὡς μηδὲ ἑωυτέων τὴν ὀδμὴν ἀνέχεσθαι· ὠχροὶ ἢ πελιδνοὶ τὰ πρόσωπα· πυρετοὶ ὀξέες· δίψος, ὡς ἐκ πυρός, τὸ δὲ ποτὸν οὐ προσίενται δέεϊ τῶν ἐμπόνων· ἀσῶνται γάρ, ἢν τοῖσι παρισθμίοισι ἐνθλίβωσι ἢ ἐς τὰς ῥῖνας ἀνατρέχῃ. καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουσι, ἀνακεκλίσθαι οὐκ ἀνεχόμενοι· ἢν δὲ ἀνακαθίσωσι, ὑπὸ ἀπορίης αὖθις ἀνακλίνονται. |
| 1.9.6 | τὰ πολλὰ δὲ ὀρθοστάδην περιΐασι· ἀκρασίῃ γὰρ ἡσυχίης τὴν ἠρεμίην φεύγουσι, πόνῳ πόνον λῦσαι θέλοντες. ἀναπνοὴ εἴσω μεγάλη· ψυχρὸν γὰρ ἠέρα ποθέουσι ἐς ἔμψυξιν· ἔξω δὲ σμικρή· πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προσεμπίπραται ὑπὸ θερμῆς τῆς ἀναπνοῆς· βράγχος, ἀφωνίη. καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, ἔστε ἁθρόον καταπεσόντες ἐς τὴν γῆν ἐξέλιπον. Περὶ πλευρίτιδος. |
| 1.10.1 | Ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ ῥάχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκώς, ὑπεζωκὼς τοὔνομα. τῷδε ἐπὴν φλεγμονὴ γένηται, 〈καὶ〉 πῦρ ξὺν βηχὶ καὶ πτυέλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα πάντα ἀλλήλοισι ξυνῳδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα· ὁκόσα γὰρ τουτέων σποράδην ἄλλα ὑπ’ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ μὲν πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις. |
| 1.10.2 | ξύνεστι δὲ πόνος ὀξὺς ἄχρι κληϊδέων· πῦρ δριμύ· κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος· ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὁ ὑμήν· ἐς τὸ ἐπέκεινα δὲ ἐπώδυνος· ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμονῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ἡ ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφείης τοῦ ὑμένος ἐς ὤμους καὶ κληῗδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην, τὴν νωτιαίην [τὴν] πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν. παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρόν, βὴξ ξηρή, πτύελα μόλις ἀναγόμενα, φλέγμα ἢ χολῶδες, ἢ δίαιμον κατακορέως, ἢ ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ. γίγνονται δὲ παράληροι· ἔστι δὲ ὅτε καὶ κωματώδεες, καὶ ἐν τῇ καταφορῇ παράφοροι. |
| 1.10.3 | ἢν μὲν ὦν ἐς κακὸν τρέπηται ἡ νοῦ‐ σος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνῄ‐ σκουσι ἐς ξυγκοπὴν ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος ἡ ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνῄ‐ σκουσι. ἔσθ’ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται· ἕλκει γὰρ ὁ πνεύμων ἐς ἑωυτὸν καὶ μανὸς καὶ θερμὸς ἐών, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος, εὖτε ἁθρόον ἀπεπνίγη ὥνθρωπος μεταστάσει τοῦ πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ ὁ νοσέων καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνῄσκῃ, ἔμπυος γίγνεται. |
| 1.10.4 | τάδε μὲν ὦν, ἢν ἐς κακὸν ἐπιδιδῷ. ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ ῥινῶν λάβρως, εὖτε ἁθρόον λύεται ἡ νοῦ‐ σος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων· κἢν ἐπὶ τῷ διαίμῳ παλινδρομέῃ μὲν ἡ χολή, ἐπ’ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἡ ἀποκατάστασις. καὶ τάδε ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ ῥηϊδίως ἀναβήσσωσι λεῖα, ὁμαλά, ὑγρά, 〈οὐ〉 στρογγύλα, ἐς ἑβδόμην [γὰρ] καθίστανται· εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις, γνώμη εὐσταθής, πυρετοὶ ἐνδιδόντες, εὔσιτοι. ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται. |
| 1.10.5 | ἢν δὲ μή, ἐς ἐμπύημα τρέπεται, εὖτε ῥίγεα ἐνδείκνυται· πόνοι νυγματώδεες· ἀνακαθίνυσθαι θέλουσι· ἀναπνοὴ κακίων. δέος τότε μᾶλλον μὴ πνεύμων ἁθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον τὰ πρῶτα καὶ τὰ μέζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων ῥέψῃ καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἢ ἐς ἔντερον ἐκραγῇ, τὰ πολλὰ περιγίγνεται ὁ ἄνθρωπος. φέρει δὲ τὴν νοῦσον ὥρη μὲν χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γένοιτο· θέρος δ’ ἥκιστα. |
| 1.10.6 | ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδρήσκουσι· οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα ἡ μετάστασις· ψυχρότερος γὰρ ἢ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρή, καὶ ἡ ὁλκὴ πάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται· οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν· ἐπὶ δὲ τοῖσι μεγάλοισι μέζων ὁ κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν· ἀτὰρ καὶ ἧσσον θνῄ‐ σκουσι· τά τε γὰρ σώματα μανὰ καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ ἡ διαπνοὴ καὶ ἀποφορή· ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή· ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ. ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Β Περὶ περιπνευμονίης. |
| 2.1.1 | Δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῶα ζῇ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή· ἢν γὰρ ἐπίσχῃ τις ωὐτήν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλ’ αὐτίκα θνῄσκει ὥνθρωπος. ὄργανα δὲ μυρία· ἀρχὴ μὲν ῥῖνες, ὁδὸς ἀρτηρίη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή. ἀλλὰ τἆλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζώῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς· ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχνον θερμόν, ἡ καρδίη, ζωῆς καὶ ἀναπνοῆς ἀρχή· ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ· ἐκφλέγει γὰρ αὐτόν· ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν, ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἡ ἀμβολή. ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δυσπνοίῃ ζώει κακῶς· θάνατος μήκιστος, ἢν μή τις ἀκέηται. |
| 2.1.2 | ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμονή, πνιγμός, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα. ἥδε ἐστὶ ἣν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστι αὐτέοισι βάρος τοῦ θώρηκος· ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ πνεύμων. ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν [γὰρ] τὴν οὐσίην, εἰρίοισιν ἴκελος· ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες, καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτά, ἐς κίνησιν ἐπίκαιρα· ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη. |
| 2.1.3 | ἢν δὲ καί τις τῶν ἀμφ’ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος· ἀναπνοὴ κακή, θερμή· ἀνακαθίνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν· τόδε γὰρ ῥήϊστον τῶν σχημάτων· ἐρυθροὶ τὰ πρόσωπα, ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα ῥὶς ἄκρη σιμή· φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι· ἀποσιτίη. σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοί, πυκνότατοι, ὁκοῖόν τι ξυνεληλαμένοι. θερμασίη ἡ μὲν ἐς τὸ ἔξω ἀμυδρή, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρή, θερμοτάτη· ἐφ’ ᾗ ἀναπνοὴ θερμή, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος· γνώμης ἀπορίη. βὴξ ξηρὴ τὰ πολλά· ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ἢ ὑπόχολον κατακορές, ἢ δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἐστὶ τὸ δίαιμον τῶν ἄλλων κάκιον. |
| 2.1.4 | ἢν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη· ὕπνοι σμικροί, νωθροί, κωματώδεες· φαντασίαι ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν. ἄκρεα ψυχρά· ὄνυχες πελιδνοί, γρυποί· σφυγμοὶ σμικροί, πυκνότατοι, ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνῄσκουσιν. ἢν δέ κοτε ἐπαναφέρῃ ἡ νοῦ‐ σος, καί τι ἐς ἀγαθὸν τράπηται, αἱμορραγίη λάβρως ἐκ ῥινῶν· κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων, οἷα δοκέειν ἀπὸ πνεύμονος ἐς τὴν νειαίρην γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον ῥηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ ὁμοῦ πάντα ξυμπίπτει, οἵδε ὀξύτατοι ῥηΐζουσι. |
| 2.1.5 | μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, ἢ μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον ἢ κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παροχετευθῇ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης· ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν τῇ πλευρῇ· ἀλλὰ περιγίγνεται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν [καὶ] ἁθρόῃ ἐκχύσει καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδρήσκουσι τὴν ἐκ τῆς ἀπορρήξιος πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι καὶ ἐς φθόην μεθίστανται. καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τι περιγίγνονται· ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες. Περὶ αἵματος ἀναγωγῆς. |
| 2.2.1 | Αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο. ἡ μὲν ἀπὸ στόματος καὶ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων· ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης· ἀναχρέμπτουσι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα· ὡς τῇ γε ἀπὸ στόματος οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ. ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχείη 〈ἔῃ ἡ φορὴ〉 τοῦ αἵματος, καὶ στάγδην καὶ ἁθρόον ἀπὸ τῆς κεφαλῆς ἢ ἀπὸ τοῦ στόματος ἴῃ, οὔκω ἀναγωγὴ καλέεται, ἀλλ’ ἢ τὸ αὐτό, ἢ πτύσις, ἢ αἱμορραγίη. |
| 2.2.2 | ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείης ἀρτηρίης, τῶν παρὰ τὴν ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλ’ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα. σημεῖα δ’ ἀμφοῖν τὰ μὲν ξυνά, σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ἡ ξυναγωγή· τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην ῥηΐδιον διαγνῶναι. ἢν μὲν ὦν ἀπὸ κεφαλῆς ἴῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι, μέζω καὶ πλέω τὰ παρεόντα· σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσει. βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διατάσιες, σκοτόδινος. |
| 2.2.3 | καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος, πληγή, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη· ἥδε γὰρ ἁθρόον πίμπλησι τὴν κεφαλήν, ἁθρόον δὲ καὶ ἐκχέει ἐκραγέντος ἀγγείου· ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσιος. ἴσχεταί κοτε διὰ ῥινῶν αἱμορραγίη ξυνήθης, ἐς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν ὦν ἀπὸ κεφαλῆς ἴῃ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνή, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται· θυμὸς ἐγγίγνεται, καὶ οὐ μάλα βήσσουσι. |
| 2.2.4 | ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι· ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν. ἦν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλόν, ἀμιγὲς ἑτέρης οὐσίης· χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶς‐ σαν ἔρχεται στρογγύλον, ῥηϊδίως ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι καὶ τὰ πολλὰ ὕφαιμον· ἰητρείη δὲ ἀρκέσει ἁπλῆ, σμικρή, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρ τῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν, ἢ διὰ ῥινέων, ἢ δι’ ἑτέρης διαπνοῆς. |
| 2.2.5 | καὶ τάδε χρὴ ταχέως δρῆν. ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη μὲν ἐγγίγνεται τῇ φορῇ, ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος· ἑλκοῦται δὲ καὶ 〈ἡ〉 ἀρτηρίη, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος· τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή. |
| 2.2.6 | ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται. ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό τευ τῶν ἐπικαίρων ἐκραγέντων ἴῃ, ἢ κοίλης φλεβός, τῆς ἐν κραδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ ῥάχει παρατεταμένης παχείης ἀρτηρίης· αἱμορραγίῃ γὰρ ὅκως‐ περ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος. οἷσι δὲ ἀπὸ πνεύμονος ἢ πλευρῆς ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνῄ‐ σκουσι, οὐχ ἥκιστα δὲ ἔμπυοι καὶ φθίσιες γίγνονται· τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης. |
| 2.2.7 | ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη. ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνός, οὐ ῥηϊδίη μέν, οὐδὲ ξυνεχής· ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη· οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης ἀδύνατος ἢ ἄπιστος· καὶ γὰρ ἐν πυρετοῖσι ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ ῥινῶν αἱμορραγέουσι, κατ’ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος ῥέοντος. τόποι μὲν ὦν ἀφ’ ὧνπερ ἡ ἀγωγὴ οἵδε καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή. |
| 2.2.8 | οἱ δὲ τρόποι τρεῖς ἔασι· ἢ γὰρ ἀπὸ ῥήξιος ἀγγείου, ἢ διαβρώσιος, ἢ ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν ὦν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσει, ἢ ἄχθεος ἀναθέσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίῃ λάβρως τὸ αἷμα ἐκχέεται. ἢν δὲ ἀπὸ διαβρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη ἢ ἔμετος ἦγχε πάρος· ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ· ἐπὴν ὦν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει. |
| 2.2.9 | ἡ δὲ ἐξαραίωσις ἀρραγὴς μέν· διὰ τόδε οὔτε πολλή, οὔτε ἁθρόη, οὔτε παχέος αἵματος, ἀραιώσει δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτίθεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἁθροίσιος. οἷσι δ’ εὐθὺς ἀναφέροιτο τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι, τὰ ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται· κἢν μὴ ἰηθῇ ἡ γυνή, ἐς πολλὰς περιόδους ἀντιπερίεισι ἡ ἀναγωγή· μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. |
| 2.2.10 | ἡ δὲ διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβός, καὶ ἧσσον ἐς κίνδυνον ῥέπει καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπ’ ἀρτηρίης, ξανθὸν καὶ λεπτόν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα ῥηϊδίη· αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ ξυμφύει τῇ πολυκινησίῃ. |
| 2.2.11 | ἄλθεξις δέ, ἢν μὲν ἀπὸ διαβρώσιος, μακρή, καὶ οὐ ῥηϊδίη, καὶ σφαλερή· ὑπὸ γὰρ ἐλλείψιος ἐς ξύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται· ἕλκος γάρ, οὐ τρῶμα γίγνεται. ἐπὶ δὲ τῇσι ῥήξεσι ἡ ξύμφυσις ἑτοιμοτέρη· ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα· ἔστι δὲ ὦν ἡ διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἡ ἐπὶ τῇσι ἀραιώσεσι· ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρείη στύψις καὶ ἔμψυξις ἱκανή. |
| 2.2.12 | σημαντέοι δὲ καὶ οἱ τόποι, ἀφ’ ὧνπερ ἀνάγεται· ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἡ ἀπάτη ῥηϊδίη, καὶ ἰητρείη ἑτέρη. ἀπὸ στομάχου μὲν ὦν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψῦξις τε καὶ στῦψις ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσί, καὶ μᾶλλον τῆς προτέρης· τὰ γὰρ ἀναδάκνοντα τῶν ῥευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλ’ ἢ ἀνεπτύσθη, ἢ διηλάθη κάτω. συνηθεστέρη δὲ στομάχῳ ἐστὶν ἡ ῥῆξις· εἰ ὦν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος· ἰσχνὰ γὰρ τῇδε τὰ φλέβια, σμικραὶ δὲ αἱ ἀρτηρίαι. |
| 2.2.13 | ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ὑπόξανθον, οὐ κατακορέως λεῖον, ἢ σιάλοισι μεμειγμένον, ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ σμικρή, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη. δῆξις, ἢ στῦψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι, πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἔῃ. ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ καὶ μέσφι μεταφρένου· ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος ἡ νοῦ‐ σος ἐπιταθῇ καὶ μέζων ἔῃ ἀποσιτίη, τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ ῥεμβώδεες. |
| 2.2.14 | ἀπὸ δὲ κοιλίης 〈ἂν〉 ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸ φλεβός, πολλόν τι μελάντερον, πολλὸν δὲ καὶ παγερώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι ξυμμειγνύμενον τὸ αἷμα, κἢν προβεβρώκῃ ὥνθρωπος· ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω [ἅμα] ἁλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα· ἐξερεύξιες πολλαί, βρωμώδεες· κἢν μὲν πολὺ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος· ἢν δὲ ἐμεθῇ τάδε, ῥηΐζουσι· ἔκλυτοι, καυσώδεες τὸ ξύμπαν· πόνος ξυνεχὴς τῆς κοιλίης. |
| 2.2.15 | ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης σμικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα, καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ ἀνάγωσι δέ, διηνεκέως βήσσουσι· αἴσθησις δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχος, σμικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεες, ἀσαφέες. ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἁθρόως ἡ ἀναγωγή, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώσιος, ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως, ἀφρῶδες, στρογγύλον, ὡς ἄλλην ἄλλης ἀναγωγὴν διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴ τῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· διαστήσαις ἂν τὰ ξυμμεμειγμένα ὡς ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος· τὴν δ’ ἰδέην σαρκοειδέα δοκοίης ἂν πνεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι. |
| 2.2.16 | ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος· βὴξ ξύντονος καὶ μόλις ἀνάγουσα· τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχύ, ἄναφρον· ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ, προς‐ διδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων. ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μέν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος· πόνος τῆς πλευρῆς ὀξύς· πολλοὶ γοῦν θνῄ‐ σκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ. ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή· τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ· δεύτερον τὸ θέρος, μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα. |
| 2.2.17 | θνῄ‐ σκουσι δὲ θέρεος μὲν μάλιστα αἱμορραγίῃ· φλεγμοναὶ γὰρ [οὐ] κάρτα μεγάλαι γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμονῇ καὶ πυρετοῖσι καυσώδεσι· φθινοπώρῳ δὲ ὡς ἐπίπαν ῥηϊδίως φθόαι γίγνονται. ἁθρόον δὲ εἰρήσθω, ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν σμικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ ῥαγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη ἀπογνώσει τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζώων καὶ τὰ ἀλκιμώτερα, ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνῄ‐ σκουσι ὤκιστα. |
| 2.2.18 | ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θῶμα. θῶμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτάτῃ ἐούσῃ οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἂν ἐν τῷ ἐσχάτῳ ἔωσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι· πόνος γὰρ κἢν σμικρὸς ἔῃ, θάνατον ὀρρωδέει, καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι ἀφοβίη θανάτου, καὶ ἔστι κακίων ἢ φοβερωτέρη. Περὶ συγκοπῆς. |
| 2.3.1 | Εὖ γε ὅλως ὁ ἰητρός, ἠδὲ ὁ δημότης, εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος. ὦ κύφων, οὗ κακοῦ ἐστι οὔνομα· τί μὲν γὰρ μέζον ἢ ὠκύτερον συγκοπῆς δυνάμιος; τί δὲ οὔνομα ἕτερον ἐς ἐπίκλησιν τοῦδε τοῦ πρήγματος μᾶλλον εὔσημον; τί δὲ καρδίης ἄλλο καιριώτερον ἐς ζωὴν ἢ ἐς θάνατον; οὐδὲ τὴν συγκοπὴν ἄπιστον τῆς καρδίης νοῦσον ἔμμεναι, ἢ αὐτὴν σίνος τῆς ἐν αὐτέῃ τοῦ ζῆν δυνάμιος· τοσόνδε τάχος τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔστι γὰρ τὸ πάθος λύσις τῶν δεσμῶν τῆς ἐς ζωὴν δυνάμιος, ἀντίξουν τῇ συστάσει τοῦ ἀνθρώπου ἐόν· τῆσδε γὰρ ἀπρὶξ λαβόμενον οὐ μεθίησι, ἀλλ’ ἐς διάλυσιν τρέπει. |
| 2.3.2 | καὶ οὐ μέγα τὸ θῶμα· καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιρά τινων μερέων ἐστί, οἷσίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται· βουβῶνες μὲν οἱ λοιμώδεες ἥπατος καὶ σφόδρα κακοήθεες, ἐξ ἄλλου δὲ γίγνονται οὐδενός· νεύρων δὲ τέτανος, ἐπιληψίη δὲ κεφαλῆς. ὧδε ὦν καὶ ἡ συγκοπὴ καρδίης ἐστὶ καὶ ζωῆς νοῦ‐ σος. ὁκόσοι δὲ στομάχου ἡγέονται τὸ πάθος ἔμμεναι, οὕνεκα σιτίοισί τε καὶ οἴνῳ, μετεξετέροισι δὲ καὶ ψυχρῷ, ἡ δύναμις ἐστάθη καὶ τὸ κακὸν ἐξελάθη, οἵδε μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι, οὕνεκεν κουρῇ καὶ τέγξει αὐτέων ῥηΐζουσι οἱ φρενιτικοί. |
| 2.3.3 | ἀλλὰ γὰρ τῆς καρδίης γειτόνημα καίριόν ἐστι ὁ στόμαχος, ἐξ οὗπερ ἕλκει ἡ καρδίη οἰκεῖον ἢ ἀξύμφορον· καὶ γὰρ καὶ διὰ πνεύμονος ἕλκει πνεῦμα ἐς ἀναπνοὴν ἡ καρδίη, ἀλλ’ οὐχὶ πνεύμων ἐξ ἴσης ἀρχῆς ἀναπνεῖ. οὐ γὰρ ἐν τοῖσι ὀργάνοισι αἱ δυνάμιες, ἀλλ’ ἔνθα ἡ ἀρχὴ ζωῆς ἦν καὶ ἰσχύος. στόμαχος δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆς· βλαβήσεται δέ τις δι’ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ δι’ αὐτέου τὴν καρδίην· ἐπεὶ καὶ οἱ ἐπὶ τοισίδε θνῄσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς σμικρούς, ἀδρανέας, πάταγον τῆς καρδίης ἐπὶ πηδήσει καρτερῇ· σκοτόδινος, λειποθυμίη, νάρκη καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλύς, ψῦξις ὅλου, ἀναισθησίη, ἀφωνίη. |
| 2.3.4 | ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε; ἅττα γὰρ αὐτέου ἴδια, ναυτίη, ἔμετος, ἀποσιτίη, λύγξ, ἐρεύξιες, ὀξυρεγμίη. ἐπὶ δὲ τοῖσι καρδιώσσουσι καὶ αἴσθησις ὀξυτέρη, ὡς ἰδεῖν καὶ ἀκοῦσαι μᾶλλον ἢ πρόσθεν, καὶ γνώμη εὐσταθεστέρη καὶ ψυχὴ καθαρωτέρη· καὶ τάδε οὐκ ἐς τὰ παρεόντα μοῦνον, 〈ἀλλὰ〉 καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες. μὴ ὦν καὶ αἵδε στομάχου [αἱ] δυνάμιες, ἀλλὰ καρδίης, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις αὐτέης ἦν, ἐς ἣν καὶ τὸ πάθος ᾖ τῶν τῇδε δυνάμεων. ἔστι δὲ τῆσδε τῆς νούσου ἰδέη ἔκλυ‐ σις τοῦ τόνου τῆς φύσιος ἐπ’ αἰτίῃ ψύξει καὶ ὑγρότητι· καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ ἄδιψοι, καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή. |
| 2.3.5 | εὖτε μὲν γὰρ ἔρρωται ἡ φύσις καὶ ἐστὶν εὔκρατος, πάντων μὲν κρατέει, πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ στερεοῖσι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν ἄνθρωπον· ἢν δὲ τῆς φύσιος ὁ δεσμός, τουτέστι ὁ τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος. κατάρχει δὲ αὐτέου καῦ‐ σος, ὅς ἐστι τοιόσδε. Περὶ καύσων. |
| 2.4.1 | Πῦρ μὲν πάντῃ καὶ δριμὺ καὶ λεπτόν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ θερμή, ὡς ἐκ πυρός· ἠέρος ὁλκὴ μεγάλη· ψυχροῦ ἐπιθυμίη· γλώσσης ξηρότης· αὐασμὸς χειλέων καὶ δέρματος· ἄκρεα ψυχρά· οὖρα χολόβαφα κατακορέως· ἀγρυπνίη· σφυγμοὶ πυκνοί, σμικροί, ἔκλυτοι· ὀφθαλμοὶ εὐαγέες, λαμπροί, ὑπέρυθροι· προσώπου εὐχροίη. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι· πῦρ ξηρότατον καὶ δριμύτατον· γνώμη παράφορος, πάντων ἀγνωσίη· διψώδεες· ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραί, θέναρα θερμότατα· ὄνυχες πελιδνοί· ἀναπνοὴ πυκινή· νοτὶς περὶ μέτωπα. |
| 2.4.2 | καὶ κληῗδας. ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρόν, ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες ἐς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. |
| 2.4.3 | ἐπὴν ὦν λυθῇ τῆς φύσιος τὰ δεσμά, τόδε ἐστὶ ἡ συγκοπή, τότε ἱδρὼς τοῦ σώματος πάντῃ ἄσχετος· ἀναπνοὴ ψυχρή· ἀτμὸς ἀνὰ ῥῖνας πουλύς· ἄδιψοι. ἐξήρανται γὰρ τἆλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτά, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρή, ἔστι δὲ [καὶ] οἷσι ὑποφέρει βραχέα χολώδεα· πουλὺς πλάδος. διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα, καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. ψυχῆς κατάστασις· αἴσθησις ξύμπασα καθαρή· διάνοια λεπτή· γνώμη μαντική. |
| 2.4.4 | προγιγνώσκουσι μὲν ὦν πρώτιστα μὲν ωὑτέοισι τοῦ βίου τὴν μεταλλαγήν· ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα· οἱ δὲ αὐτέους μὲν ἔσθ’ ὅτε καὶ ἄλλο φασὶ δοκέουσι, τῇ ἀποβάσει δὲ τῶν εἰρημένων θωμάζουσι ὥνθρωποι. |
| 2.4.5 | μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισί, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δ’ αὐτῶν τῆς ψυχῆς προγιγνωσκούσης καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται. πρόσθεν μὲν γὰρ ἐν ἰλύϊ τοῖ‐ σιν ὑγροῖσιν ἔην καὶ ζόφῳ· ἐπεὶ δὲ τάδε ἐξήντλησε ἡ νοῦ‐ σος καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες. οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τι περιγίγνονται, ἐξηερωμένης ἤδη τῆς ζωτικῆς δυνάμιος. Περὶ χολέρης. |
| 2.5.1 | Ἡ χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης, τῆς ἐν τῷ παντί, ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν. διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα, διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα, τὰ δι’ ἐμέτου· τὰ δὲ δι’ ἕδρης κόπρανα ὑγρά, δυσώδεα. ἀπεψίαι γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες. ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα. τὰ πρῶτα μὲν ῥηϊδίως ἄπονος· ἔπειτα δὲ ξὺν ἐντάσει μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων. |
| 2.5.2 | ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μέζους, λειποθυμίη, ἔκλυ‐ σις μελέων, ἀποσιτίη, ἀπορίη· ἢν δὲ καί τι προσενέγκωνται, πολλῷ ῥοίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει χολὴ ξανθὴ κατακορέως, καὶ τὰ διαχωρήματα ὁμοῖα. σπασμοί, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι· σκοτόδινος· λύγξ· ὄνυχες πελιδνοί· κατάψυξις, ἄκρεα ψυχρὰ καὶ τὸ ὅλον ῥιγώδεες· ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακόν, ἀτὰρ ἱδροῖ ὥνθρωπος· χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθέντα κύστει ὑπὸ σπασμοῦ· ἀλλ’ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσιος· ἀφωνίη· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες, κενεαί· προθυμίαι τεινεσμώδεες, ξηραί, ἄχυλοι. θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. |
| 2.5.3 | φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρος, δεύτερον δὲ φθινόπωρον, ἦρ ἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ αἱ τῶν νέων καὶ ἀκμαζόντων, γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλ’ οὐ θανατώδεα. Περὶ εἰλεοῦ. |
| 2.6.1 | Ἐντέροισι γίγνεται μὲν φλεγμονή, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνῄ‐ σκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι. ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρόν, ἀργόν, οὔτε κάτω περῆσαι ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπὶ πολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἰλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι· οὔνομα δέ· ἕψησις μὲν [γὰρ] ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ [καὶ] ἐπιχορδίδα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τὰ μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων. |
| 2.6.2 | αἰτίη τοῦ εἰλεοῦ ξυνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπ’ ἄλλῃ ἀπεψίη, μάλιστα δ’ ἐπὶ τοῖσι ἐλαιώδεσι, ὁκοῖόν τι μέλαν σηπίης. οὐκ ἀδόκητος δὲ οὐδὲ πληγή, ἢ ψῦξις, ἢ ψυχροποσίη ἐφ’ ἱδρῶτι ἄδην ἢ χανδόν. καὶ οἷσι δὲ ἔντερον ἐς τὸ ὄσχεον ξὺν κόπρῳ κατέβη καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλ’ ἀνελήφθη βίῃ, τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδρήσκουσι· μᾶλλον δὲ διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλισθηρὰ γάρ. γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος. πολλοὶ μὲν ὦν ἐπὶ τοῖσι τοιούτοισι στρόφοισι θνῄ‐ σκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται, καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. |
| 2.6.3 | ξύνεστι δὲ αὐτέοισι, ἢν μὲν ἐπιεικὴς εἰλεὸς ἔῃ, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυ‐ σις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι· κοιλίη ὑποβορβορύζουσα φύσῃσι· ὁδοιπορίη μέσφι ἕδρης, διέξοδοι δὲ ἀτελέες. ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἰλεός, πάντων ἄνω ἡ φορή, πνευμάτων, φλέγματος, χολῆς· ἐμοῦσι γοῦν τάδε. ἔξωχροι, ψυχροὶ τὸ πᾶν σκῆνος· πόνος πουλύς. |
| 2.6.4 | ἀναπνοὴ κακή· διψαλέοι. ἢν δὲ καὶ θνῄσκειν μέλλωσι, ἱδρὼς ψυχρός· δυσουρίη· ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι· κόπρων ἔμετοι· ὥνθρωποι ἄφωνοι· σφυγμοὶ πρόσθεν μὲν ἀραιοί, σμικροί, πρὸ θανάτου δὲ σμικρότατοι καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν ὦν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει. ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὁμοῖα, καὶ ἡ αὐτὴ ξυμμορφή. τουτέων δὲ μετεξέτεροι διαδιδρήσκουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. |
| 2.6.5 | αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μέν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος [δὲ] καὶ βάρος ἴσχων ἐπὶ τῷ κώλῳ· διαΐσσει δὲ ὁ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασίη ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε δὲ ὑπὸ τῇσι νόθῃσι ἔνθα καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος ἢ σπληνὸς ἔμμεναι. αὖθίς κοτε ἐν τοῖσι κενεῶσι· πολλὸν γὰρ τὸ κῶλον καὶ πάντῃ ἕλικας ποιεύμενον· μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει καὶ ἐς μηροὺς καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοί, τὰ δὲ ἐμεύμενα λεπτά, χολώδεα, ἐλαιοειδέα. ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοειδέστερον καὶ παχύτερον καὶ ἀνεξικακώτερον. Περὶ τῶν κατὰ τὸ ἧπαρ ὀξέων παθῶν. |
| 2.7.1 | Τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μέν, ἐπιπονώτερον δὲ θνῄ‐ σκουσι· ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ. ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ καρδίης θνῄ‐ σκουσι. ὑμέσι γὰρ καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέονταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· ῥίζωσις γὰρ φλεβῶν ἧπαρ. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ οὐ κάρτα ξυνεχέως, οὐδὲ ἔν τισιν ἐς τὰ ἐπίκαιρα χωρία· φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. |
| 2.7.2 | σμικροτέρη δὲ θαμινά. τοὔνεκεν διαδιδρήσκουσι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος· ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες. |
| 2.7.3 | ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, ἢ διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ, ἢ ψύξει καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνηται φλεγμονή, ὤκιστος ὄλεθρος. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπές, δριμύ· σφυγμοὶ νωθροί· πόνου ἰδέη ποικίλη καὶ παντοίη. ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ [τὰ] δεξιὰ διεληλαμένη, ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ στρόφῳ ἰκέλη· αὖθις δέ κοτε πόνος βαρύς, βαρύτατος· μεσηγὺ δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη. διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ ἤρτηται. διὰ τόδε ἐς τὴν κατ’ ἴξιν κληῗδα ὀδύνη καρτερή· βὴξ [δὲ] ἀτελής, προθυμίη δὲ μοῦνον· κἢν ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή· ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν. |
| 2.7.4 | πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον· χροιὴν μελάγχλωροι, μολυβδοειδέες· ἀπόσιτοι· ἢν δέ τι προσενέγκωνται, φυσώδεες τῷ ὑποχονδρίῳ· ἐρεύξιες χολώδεες, ὀξύζουσαι, βρωμώδεες· ναυτίη, διάτασις κενεή· γαστὴρ ἀπολελυμένη τὰ πολλὰ χολώδεα, γλίσχρα βραχέα. ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος, νωθρή, μετέωρος, τετυφωμένη· ὄκνος πουλύς· ψῦξις ἀκρέων, τρόμοι ῥίγεα· λὺγξ κενεή, σπασμώδης· ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ, καὶ ἄλλους ἔκτεινε συχνούς. ὁκόσοι δὲ ἢ αἱμορραγίῃ, ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διήλαντο, τουτέοισι [δὲ] μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται. |
| 2.7.5 | ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ· διψαλέοι, βραχυπόται, ξηροὶ τὸ σκῆνος, ἀλιπέες· ὀξέων ἐπιθυμίη, ἄποιος ἡ γεῦσις. τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθεος ὡραίων καὶ ποικίλων ἀπεψίῃ· ἡλικίη δὲ πασέων μᾶλλον ἀκμαίη. Περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου. |
| 2.8.1 | Ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσει μέση τῶν τοῦδε περάτων· ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέας τῇσι ὄψεσι πάντῃ τοῦ ἥπατος σκίδναται. τοῖσι δὲ τουτέων πέρασι ἄλλαι φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται, αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσους γίγνονται, ἐπὶ τέλεος δὲ ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην ξυναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. |
| 2.8.2 | ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν ῥάχιν ἔξεισι καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων· ἀτὰρ καὶ ἥδε κοίλη· οὔνομα γὰρ τὸ αὐτό, οὕνεκεν μία καὶ ωὑτὴ ἐστὶν ἡ φλέψ, τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν παρὰ τὴν ῥάχιν καὶ ἀπὸ τῆς ῥάχιος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην· ἄνοδος γὰρ ἡ αὐτή. |
| 2.8.3 | ἥδε ὦν ἡ φλέψ, ὡς ἐγὼ δοκέω, ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι καρτεροῖσι· μία γάρ ἐστι πᾶσα. μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει 〈ἡ〉 παρὰ τὴν ῥάχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα· ἐντὸς γὰρ τοῦ θώρηκος διατέταται πρὸς οὐδὲν προσισχομένη, ἀλλ’ ἐναιωρευμένη τῷ θώρηκι, ἔστ’ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ· ἢν ὦν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ. |
| 2.8.4 | γίγνεται δ’ ὦν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα, εὖτε ῥηγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει, ὕπερθεν μὲν διὰ πνεύμονος καὶ ἀρτηρίης ἐκχεομένου, ἢν ἐν τῷ θώρηκι ῥαγῇ· ἢν δὲ παρὰ τὴν ῥάχιν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι περιχέεται, ὡς ἐμπλέειν τὰ ἔντερα, εὖτε, πρὶν ἢ καθεθὲν ἐκφανῆναι τὸ αἷμα, θνῄ‐ σκουσι οἵδε· ἦν δὲ ἡ κοιλίη πληρευμένη αἵματος. |
| 2.8.5 | γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ. πῦρ μὲν γὰρ δριμύ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην, ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροί, πυκνότατοι, ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι· ψῦξις ἀκρέων· δίψος καρτερόν· στόματος ξηρότης· προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρά, ἀνεσπασμένα· ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον καὶ παλμὸς τῇδε παραμήκης μέχρι [τῆς] λαγόνος, μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν ῥάχιν, ἣν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνει· ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρ’ αὐτέην ἐπ’ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ οὐδὲν ἐπικουφιζούσης, ἀλλ’ οὐδὲ τὸ δέρμα μαλθαζούσης· ξηρὸν δὲ τόδε καὶ ῥυσὸν καὶ τρηχύ, [καὶ] ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι, οἷον ὀλεκράνῳ, γούνασι, ἢ κονδύλοισι. |
| 2.8.7 | ὕπνοι ταραχώδεες· κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρόν, δριμύ, χολῶδες· οὖρα ξανθά, δακνώδεα· τὴν γνώμην οὐ παράφοροι μέν, νωθροὶ δὲ καὶ μαρασμώδεες, εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν 〈εἶδον〉, ἰδέην καύσου ἐκάλεον. καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνῄ‐ σκουσι· οἷσι δ’ ἂν ἐς μῆκος ἡ νοῦ‐ σος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. |
| 2.8.8 | ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονήν, ἤ, τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδρήσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ, οἵδε μακρὸν μὲν [τὸν] χρόνον τὸν καῦσον νοσέουσι, ἀποπαύεται δὲ τὰ κινδυνώδεα, αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ ἡ κακοσφυξίη, καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ ξύνεστι δὲ ὅ τε καῦ‐ σος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης· ἀναπνέουσι πολλόν, μακρὸν ἕλκοντες καὶ ἁθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι. |
| 2.8.9 | ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πουλὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτ’ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ. καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δοίη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖ‐ σιν ἄλλοισι καύσοισιν· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον. κἢν μὲν ἡ γαστὴρ ἢ ἡ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μή, ἐπὶ πολλῷ τὸ πολλὸν τῷ ψυχρῷ ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἢ ἱδρῶσι, ἢ οὔροισι, ἢ κοιλίῃ. Περὶ τῶν κατὰ τοὺς νεφροὺς ὀξέων παθῶν. |
| 2.9.1 | Νεφροὶ τὴν μὲν τοῦ σώματος ἰδέην οὐ κάρτα ἐπίκαιροι ἐς κίνδυνον, ἢν δέ τι πάθωσι ὀξέως· ἀδενώδεες γὰρ τὴν φύσιν, ἐς δὲ ὄλεθρον εὐήθεες· ἐπίκαιρον δὲ αὐτέων τὸ ἔργον, ἥ τε διάκρισις τῶν οὔρων ἀπὸ τοῦ αἵματος καὶ ἡ ἀπόκρισις. ἐπέχει δὲ τήνδε ἢ λίθος, ἢ ἐγγιγνομένη φλεγμονή, ἢ αἱμάλωψ, ἤ τι τοιόνδε, εὖτε ξυμπαθείης μὲν τῆς διὰ τὴν ἰδέην τοῦ σώματος κακὸν γίγνεται οὐδέν, ἡ δὲ ἐπίσχεσις τῶν οὔρων πάντα τὰ δεινὰ πρήσσει. |
| 2.9.2 | πῦρ μὲν γὰρ δριμύ, ἀσῶδες· ὀδύνη κατ’ ὀσφὺν ἐπὶ ῥάχει βαρεῖα· διάτασις τῶν μερέων, μᾶλλον δὲ τῶν ἀμφὶ τὰ ὑποχόνδρια· οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες, τρόμοι, σπασμοί, διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων. ἰκέλη ἡ ξυμμορφὴ ἥδε καὶ ξυναίσθησις γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην. σφυγμοὶ τὰ πρῶτα μὲν ἀραιοί, νωθροί· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, σμικροί, πυκνοί, ταραχώδεες, ἄτακτοι. |
| 2.9.3 | ὕπνοι λεπτοί, ὀδυνώδεες, οὐ διηνεκέες· καὶ ἐξαπίνης ἐκθορνύμενοι ὡς ὑπὸ νύξιος, εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου· τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες· πελιδνοὶ τὰ πρόσωπα. ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος ἡ προθυμίη, ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε, εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐς τὰ αὐτὰ παλινδρομέες. ὀξύτατα δὲ θνῄ‐ σκουσι τῶνδε, οἷσιν οὐδὲν ἐκκρίνει, ὁκόσοι δὴ θνῄ‐ σκουσι· οἱ πλεῦνες γὰρ περιγίγνονται, ἢ τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος, ἢ τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, ἢ κατὰ βραχὺ διαπνεομένης. |
| 2.9.4 | ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ ῥηϊδίως τὸ οὖρον, διαδιδρήσκουσι τὸν ὄλεθρον· χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν. ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι, καὶ καταγίγνονται ἐς ξύντηξιν ὑποφερόμενοι. ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι, αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας. ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἁθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλ’ οὔ τινες αἱμορραγίῃ θνῄ‐ σκουσι, ἀλλ’ ἢ φλεγμονῇ τῇ ξὺν τῇ αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δ’ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνῄ‐ σκουσι. Περὶ τῶν κατὰ τὴν κύστιν ὀξέων παθῶν. |
| 2.10.1 | Κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέσι πονῆσαι, κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφ’ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα καὶ γνώμην. νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκόν· ἀτὰρ καὶ πορρωτάτω μὲν τοῦ οἰκείου θάλπεος, ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαίρῃ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος· ἀλλὰ καὶ 〈τὸ〉 ἔργον αὐτέης ἐπίκαιρον, ἡ τῶν οὔρων ἔξοδος. |
| 2.10.2 | κἢν ὦν μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, ἢ θρόμβοισι, ἤ τεῳ ἄλλῃ ἰδίῃ ἢ ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδες. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστερῶν φλεγμονὰς ἀναπιέζει, ἐπ’ ἀνδρῶν δὲ τὸ ἔσχατον, τὸ εὐθύ, τὸ παράμηκες ἔντερον. ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπ’ αἰδοῦς ἐν ξυλλόγοισι ἢ ξυνδείπνοισι πληρουμένη διατέταται, ἀδρανείῃ τε περιστολῆς οὐκέτι μεθίησι. ἐπὴν ὦν ἐπίσχῃ τὰ οὖρα, πληρώσιες καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν, οὐρητήρων διατάσιες· λαγόνων ὀδύνη βαρείη· σπασμός, τρόμος, ῥίγεα· γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος πεπόνθῃ ἢ φλεγμονήν, πολλὰ μὲν τὰ κακά, ὄλεθρος δὲ πολλόν τι ἑλκέων ὤκιστος. ἀλλ’ ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος [καὶ] πυώδεος, καὶ τῶν ὁκόσα μὴ ὀξύτατα ᾖ, ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ κατόξεα καὶ ἐν ιδʹ ἡμέρῃσιν ἢ ὀλίγον θᾶσσον ἢ βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ ἢ θρόμβοι ἢ λίθος ἐς τὸν τράχηλον ἐμπεσών, περὶ τῶνδε νῦν ἐρέω. |
| 2.10.3 | ἢν ὦν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες, ὄγκος ἐν τῷ ἐπιγαστρίῳ, ὀδύνη ὀξείη πάντῃ τῆς κοιλίης, περίτασις τῆς κύστιος· [ὁ] ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ, ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες· ψῦξις ὅλου, ποδῶν δὲ μᾶλλον. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεες· σφυγμοὶ ἀταξίῃ πυκνοὶ καὶ σμικροί· ἐρύθημα τοῦ προσώπου· διψώδεες· ἀπορίη· γνώμην παράφοροι· σπασμοί. ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι, [καὶ] κανθαρίσι ἢ βουπρήστει, καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις, καὶ ἡ ξύμπασα κοιλίη βιαιοτέρη καὶ πάντα κακίων, καὶ οὐκ εἰς μακρὸν ἡ τοῦ θανάτου ἀμβολή. αἱμορραγέει κοτὲ κύστις· ξανθόν τε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλ’ οὐδέν τι διὰ τήνδε θνῄ‐ σκουσι, κἂν μὴ ῥηϊδίη ἡ ἐπίσχεσις· ἀλλ’ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος. |
| 2.10.4 | ψῦξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ ῥηϊδίως κτείνει. φέρει δὲ τὰς νούσους χεῖμα καὶ μετόπωρον· ἡλικίη δὲ ἀκμή, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ ἄλλαι ὧραι καὶ [αἱ] ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία. Περὶ ὑστερικῆς πνιγός. |
| 2.11.1 | Ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη, σπλάγχνον γυναικήϊον, ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας· ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατ’ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ ἢ [ἐς] ἀριστερά, ἢ ἐς ἧπαρ ἢ σπλῆνα· γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καί, ξυλλήβδην εἴπωμεν, πάντῃ ἐστὶ πλανώδης. καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται καὶ ἐπ’ αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖσι κακόδμοισι καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη, ὁκοῖόν τι ζῶον ἐν ζώῳ. |
| 2.11.2 | ἥδε ὦν ἢν ἐξαπίνης ἀνώϊστος γένηται καὶ ἐπὶ πολὺ ἄνω μείνῃ καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος τρόπον τὸν ἐπιληπτικόν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων, καρδίη· τοὔνεκεν ἄπνοια ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθείῃ τῆς καρδίης πιέζονται· διὰ τόδε καρηβαρίη τε καὶ ἀναισθησία ξύνεστι καινῷ κάρῳ. |
| 2.11.3 | γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε 〈τῇ〉 ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλ’ οὐκ ἀπὸ ὑστέρης· καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει. καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι *** ἀλλ’ ἐξ ὑποθέσιος ἀμβλωθρίδιον. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἁθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε. |
| 2.11.4 | ἢν ὦν ἄρξηται πάσχειν κινευμένης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυ‐ σις, ἀτονίη, γουνάτων ἀκρασίη, σκοτόδινος, καὶ τὰ γυῖα λύονται· κεφαλῆς πόνος, καρηβαρίη· τὰς φλέβας τὰς ἑκάτερθεν τῆς ῥινὸς ἀλγέει ἡ γυνή. ἢν δὲ καταπέσωσι, καρδιώσσουσι ἐν τοῖσι ὑποχονδρίοισι λαγόνες κεναί, ἔνθα ἡ ἕδρη τῆς ὑστέρης· σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες· πνὶξ καρτερή, ἀφωνίη, ἀναισθησίη· ἡ ἀναπνοὴ ἄσημος, ἀσαφής. ὤκιστος καὶ ἄπιστος ὁ θάνατος· οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες, ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου· ὀφθαλμοὶ σμικρόν τι ἐξίσχοντες, λαμπροί, οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι. |
| 2.11.5 | ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ἡ ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδρήσκουσι τὴν πνίγα· εὖτε κοιλίη ὑποβορβορύζει· ὑγρότης τῶν γυναικηΐων τόπων· ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη. ὠκίστη ἐκ τοῦ πάθεος ἡ ἔγερσις, ὅκως καὶ ὁ θάνατος ὤκιστος. καὶ γὰρ ῥηϊδίως τοῖσι ἄνω προσχωρέει, ἀτὰρ ἠδὲ ῥηϊδίως ἀφίσταται· ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη· ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ἀνοχῆες αὐτῆς· ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ἡ ὑστέρη. πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. ῥηϊδίως ὦν νεύει ὅκως πρέμνος ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. |
| 2.11.6 | ᾗσι γὰρ ἡλικίη τε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ἡ ὑστέρη ἐστὶ ῥεμβώδης· ἀπηλικεστέρῃσι δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη καὶ ἡ ὑστέρη. ἥδε μὲν ὦν ἡ ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει. γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονή, αἱμορραγίη· ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοί, ἀσφυξίη, ψῦξις, ἀφωνίη. ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζώῳ σφαγή. Περὶ σατυριάσεως. |
| 2.12.1 | Οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα· ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θείου σχήματος. ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην· ἀτὰρ οὐδὲ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται, οὐδὲ ἐπὶ πολλῇσι καὶ ξυνεχέσι ὁμιλίῃσι πρηΰνονται τὸ ὄρθιον. σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων καὶ βουβώνων καὶ πλιχάδος· φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος· ἐρύθημα προσώπου καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλόμενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ. |
| 2.12.2 | ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκο‐ σμον, ἀκρατέες δὲ ἐς τὸ ἀμφαδὸν καὶ τῆς τοῦ ἔργου πρήξιος· παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον· κατέχειν γὰρ οὐ δύνανται. διψώδεες· φλέγμα πολλὸν ἐμέουσι· ἐπὶ δὲ τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκως‐ περ τοῖσι ὀργῶσι τῶν τράγων, ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, ἀλλ’ ἐς λευκόν, παχύ, γονοειδές. κοιλίη ἀπολελυμένη· γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν· σπασμώδεες, ἀπόσιτοι, εἰ δὲ προσφέροιντο, ἁρπάγδην, ταραχώδεες. |
| 2.12.3 | ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακόν, φυσώδεες, κοιλίην ἐπηρμένοι· τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη, ξυνολκαὶ μελέων, σφυγμοὶ σμικροί, ἀσθενέες, ἄτακτοι. ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι· ἔμετος ὁμοίως, οὐκ ἄνευθεν κινδύνου. ἴησις ὕπνος βαθὺς καὶ μήκιστος. ψῦξις γὰρ καὶ πάρεσις καὶ νάρκη νεύρων, ὕπνος πουλύς· νάρκη δὲ καὶ ψῦξις σατυρίησιν ἰῆται. |
| 2.12.4 | γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος· ἡλικίῃσι δὲ μειρακίοισι καὶ νέοισι, μάλιστα δὲ ὁκόσοισι ἡ φύσις ἐς ξυνουσίην ἑτοίμη. ὀξύτατον ἠδὲ ἀτερπὲς ἠδὲ ἄκο‐ σμον κακόν· τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνῄ‐ σκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ ἥ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά. ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων· σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ ἡ φύσις αὐτέων ἑτοίμη· ψυχρὴ γάρ· ἀλλ’ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκως‐ περ σάτυρος, ἴσχει γυνή, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ. |