Περὶ λεπτυνούσης καὶ παχυνούσης διαίτης, ἐκ τῶν Γαληνοῦ.
Ἡ μὲν λεπτύνουσα δίαιτα τὰς στενὰς ἐκφράττει διεξόδους ἀπορρύπτει τε τὸ προσπλαττόμενον γλίσχρον τῶν χυμῶν, τέμνει δὲ καὶ λεπτύνει τὰ παχέα τῶν ὑγρῶν· ἀλλʼ ἐὰν πλεονάσῃ τις ἐν αὐτοῖς, ὀρῶδες ἢ πικρόχολον ἢ τῷ χρόνῳ μελαγχολικὸν ἐργάσεται τὸ αἷμα· πέφυκε γὰρ ἅπαντα τὰ τοιαῦτα θερμαίνειν ἰσχυρῶς καὶ ξηραίνειν, διὰ τοῦτό τε οἱ κατὰ τοὺς νεφροὺς πωρώδεις λίθοι συνίστανται. φείδεσθαι οὖν χρὴ τῆς συνεχοῦς ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλιστα ὅταν ὁ προσφερόμενος αὐτὰ χολωδέστερος ᾖ φύσει· μόνοις γὰρ τοῖς ἤδη τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον ἠθροικόσιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεσμάτων. καὶ τὰ πλεῖστα δὲ τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ ταύτῃ καθίστασθαι· καὶ ἄμεινόν γε ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων, ὡς πολλάς γε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλίγας, ὅσαι γε μετὰ πώρων ἀπέφηναν τὰ ἄρθρα, τὰς μὲν καὶ παντελῶς παυσαμένας ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, τὰς δὲ καὶ μετριωτέρας ἀποδειχθείσας. οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους εἰς τοσοῦτον ὠφεληθέντας, ὡς ἤτοι καταστῆναι τελέως ἢ διὰ μακρῶν χρόνων ἐνοχλεῖσθαι μικρά. τήκει δὲ καὶ σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ ἧπαρ σκιρρούμενον ἐπιληψίας τε τὰς μὲν μικρὰς ἔτι καὶ ἀρχομένας ἰᾶται· ὅσαι δʼ ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ σμικρά. τὰ μὲν οὖν ἐρεθίζοντα καὶ δάκνοντα τὴν ὀσμὴν καὶ τὴν γεῦσιν δριμέα τέ ἐστι καὶ λεπτύνει· ἔχει δέ τι τμητικὸν καὶ ὅσα λιτρώδη καὶ ὅσα πικρά. οὐ σμικρὸν δὲ δήπου διαφέρει καὶ τὸ διʼ ὀξυμέλιτος ἢ ὄξους ἢ ἁλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται δʼ ἐλαίῳ. τῶν μὲν οὖν λεπτυνόντων ἐδεσμάτων τὰ πλεῖστα φάρμακα μᾶλλον ἄν τις ἢ τροφὰς εἴποι· τὰ δὲ τοὺς παχεῖς καὶ γλίσχρους γεννῶντα χυμοὺς τροφιμώτατά τέ ἐστι, κἂν πεφθῇ καλῶς ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι, χρηστὸν αἷμα γεννᾶν πέφυκεν. ἐμφρακτικὰ δʼ ἐστὶν ἥπατός τε καὶ σπληνός· εἰ δὲ καὶ βραχεῖά τις ἀρχὴ φλεγμονῆς εἴη κατὰ τὰ σπλάγχνα, ταύτην αὐξάνουσιν ἱκανῶς, ὥσπερ γε καὶ τὰς ἐμπνευματώσεις καὶ σκιρρώδεις διαθέσεις παροξύνουσι καὶ δῆλον ὅτι καὶ τὰς τῶν ἀποστημάτων γενέσεις. τινὰ μὲν οὖν παχύχυμα μόνον ἐστίν, ὥσπερ ἡ φακή, γλίσχρα δʼ ἄλλα, καθάπερ ἡ μαλάχη, τινὰ δʼ ἄμφω πέπονθεν, ὥσπερ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καλούμενα. δῆλον δʼ ὡς ἀσφαλεστέρα μὲν εἰς ὑγείας φυλακήν ἐστιν ἡ λεπτύνουσα δίαιτα τῆς παχυνούσης· εὐεξίαν δὲ καὶ ῥώμην ἀδύνατος ἐργάζεσθαι, διότι βραχεῖαν δίδωσι τὴν τροφήν. ἅπτεσθαι δʼ ἀναγκαῖον ἐνίοτε καὶ τῶν πολυτρόφων ἐδεσμάτων, ἃ παχεῖς γεννᾷ χυμούς, ἀλλὰ μετρίως γε τοῦτο πρακτέον ἐν ἐκείνοις τε τοῖς καιροῖς, ὁπότε σαφοῦς ἐνδείας αἰσθάνονται. καὶ ὅσοις τε ἀνθρώποις οἷόν τέ ἐστι γυμνασίοις πλείοσι χρῆσθαι καὶ κοιμᾶσθαι, μέχριπερ ἂν ἐθέλωσι, καὶ βίον ἔξω τῶν πολιτικῶν ἀσχολιῶν ᾕρηνται, τούτοις ἐγχωρεῖ καὶ τὰ παχύχυμα καὶ γλίσχρα τῶν ἐδεσμάτων ἐσθίειν, καὶ μάλιστα ὅταν ἐπὶ τῷ πλήθει τῆς ἐδωδῆς αὐτῶν μηδέποτε μηδεμίαν αἴσθησιν ἐν ὑποχονδρίῳ σχῶσιν ἢ βάρους ἢ τάσεως· ὅσοι δʼ ἤτοι διὰ τὴν ἡλικίαν ἢ τὴν ἀήθειαν οὐχ οἷοί τε γυμνάζεσθαι πρὸ τῶν σιτίων, οὗτοι πάντες ἀπεχέσθωσαν τῶν τοιούτων ἐδεσμάτων. τελέως δʼ ἀργοὶ μηδʼ αὐτοὶ παραγινέσθωσαν ἐπὶ τὰς τροφάς· μέγιστον γάρ τοι κακὸν εἰς ὑγείας φυλακήν ἐστιν ἡ ἡσυχία τοῦ σώματος, ὥσπερ γε καὶ μέγιστον ἀγαθὸν ἡ σύμμετρος κίνησις. ἀσφαλέστατον οὖν ἐστι φείδεσθαι τῶν γλίσχρων τε καὶ παχυχύμων ἐδεσμάτων, ὅσοις γε μόνον ὑγείας ἐστὶ φροντίς, οὐκ εὐεξίας σώματος, ὁποίαν οἱ γυμναστικοὶ σπουδάζουσιν. ἀμεμπτότατα δὲ τῶν ἐδεσμάτων ἐστὶ τὰ μεταξὺ τῶν λεπτυνόντων καὶ παχυχύμων, ὡς ἂν ἐν συμμετρίᾳ τε καὶ μεσότητι τῶν ὑπερβολῶν καθεστῶτα καὶ σύμμετρον αἷμα τῇ συστάσει γεννῶντα· καλλίστη μὲν οὖν αὕτη τροφὴ τοῖς σώμασιν ἡμῶν ἐστι, χειρίστη δʼ ἡ κακόχυμος, ἧς ἀφεκτέον ἐστὶν ἀεί. καὶ τὴν ποικιλίαν δὲ τῶν ἐδεσμάτων, καὶ μάλιστα ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι σύγκηται, βλαβερωτάτην εἶναι νομιστέον, κωλύουσαν τὰ ληφθέντα πέττεσθαι καλῶς.
Αἱ μὲν οὖν καθόλου δυνάμεις τοιαῦταί τινές εἰσιν· τὰς δʼ ὕλας αὐτῶν ἐφεξῆς ὑπογράψω.
Ὅσα ἐστὶ λεπτύνοντα ἐν τροφαῖς.
Σκόρδα, κρόμμυα, κάρδαμα, πράσα, νάπυ, πέπερι, σμυρνίον, πύρεθρον, ὀριγανίς, καλαμίνθη, μίνθη, ὕσσωπον, σισύμβρια, γλήχων, θύμα, θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακα καὶ οὐκέτι τροφαί· καθόλου γὰρ πᾶν τὸ ξηρότερον ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνυδροτέροις ηὐξήθη, τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταύτῃ μὲν οὖν ὑπὲρ ἁπάντων χρὴ γινώσκειν κοινῇ. τοῖς δʼ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σία, σέλινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβη, τεῦτλα, σκόλυμον, ἠρύγγιον, ἀκαλήφη, μάραθρον, κορίαννον, πήγανον, ἄνηθον, λιγυστικόν, κύμινον, καππάρεως καὶ τερμίνθου καρπὸς καὶ τὸ τῆς κάρου σπέρμα, ἀνήσου, σίνωνος, ἄμεως, δαύκου, σεσέλεως, τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν ἰσχυρῶς δὲ λεπτυνόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβου, ὡς εἶναι φαρμακώδη λοιπόν. τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δʼ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δʼ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ χρόνου πισσοῦ ἢ φακοῦ γεύεσθαί τις ἐθέλοι. πλείστην δʼ ἂν ἔχοις, εἰ βούλοιο, καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· τὰ γὰρ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει, καὶ ἡ σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα. ψῆρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἐσθίειν· καὶ οἱ πυργῖται δὲ καλούμενοι στρουθοί, καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται, καὶ τῶν περιστερεῶν αἱ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικίδων εἰσίν. καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων, καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις, καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων. καὶ ἰχθύων δὲ τῶν πετραίων ἐσθίειν ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου, καὶ ἁπλῶς εἰπεῖν ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δʼ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σάρξ, ἀλλʼ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων· τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν οὖν, οὐ μὴν καὶ μαλακή. ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, τὸ μαλακόν τε καὶ ψαθυρόν· καὶ τούτοις προσέχων τὸν νοῦν, ᾧ μὲν ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δʼ ἄλλων, ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ δὲ θάτερον μόνον, ἐσθίειν μέν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττεσθαι δʼ εἰς κόρον, ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων πελαγίων ἰχθύων ἐξέσται προσφέρεσθαι μὴ παρόντων πετραίων, καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ σκορπίος. ἔστι δὲ δή τινα γένη ζῴων, οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν τούτων ἐδωδήν· αἱ μὲν γὰρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων, καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα, διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῆς ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις. ἐπιτήδεια δʼ ἐκ τῶν σελαχίων ἡ νάρκη καὶ ἡ τρυγὼν μόνα, καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχωρεῖ μὴ παρόντων πετραίων. τῆς δʼ αὐτῆς ἐστι δυνάμεως τά τε βούγλωσσα καὶ ἡ ψῆττα. καὶ τοῖς ἀλεκτρυόσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω χρῆσθαι καὶ περιστεραῖς καὶ τρυγόσι, καὶ μάλιστα ταῖς ἐν ὄρεσι διαιτωμέναις. χρὴ δὲ μὴ πρόσφατον, ἀλλʼ ἕωλον ἐργασαμένους ἡμέραν μίαν τοὐλάχιστον, οὕτως ἐσθίειν πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα. καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσιν· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάσσεσθαι. ταριχευθέντων γέ τοι καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν τις ἀσφαλῶς. καὶ ὑπὸ τῶν ὀπωρῶν δʼ ἥκιστα ἄν τις λυποῖτο τῶν λαπαττουσῶν τὴν κοιλίαν· τὰς μαλακωτέρας οὖν μᾶλλον ἐσθίειν τῶν σκληροτέρων καὶ βραδυπόρων, οὐ μὴν εἰς κόρον γε οὐδενός· καὶ ὅσα γε σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ. ἐπιτηδειότερα δὲ πάντων ἐστὶν ἰσχάδες καὶ κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι· ἐλαίας δʼ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέγειν. τῶν δὲ γλυκέων οὐκ ἐδεσμάτων μόνον, ἀλλὰ καὶ πομάτων τὸ μέλι μόνον, ὡς ἔπος εἰπεῖν, ἀκριβῶς λεπτοῦ τὴν σύστασίν ἐστι χυμοῦ γεννητικόν. καὶ τῶν οἴνων δʼ οἱ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ καθαίρουσι διʼ οὔρων. καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὀρὸς ἐκ τῶν λεπτυνόντων ἐστίν. χρησιμώτερον δʼ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει.
Ὅσα παχύχυμα.
Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι καὶ ὁ καλούμενος τράγος καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάγανα καὶ τὰ ῥύμματα ἅπερ ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ οἱ διʼ αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες. ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον μετρίως. καὶ οἱ λοβοὶ δʼ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ. κύαμοι φρυγέντες, σησάμου σπέρμα, ἐρυσίμου σπέρμα, τὰ καλούμενα μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν ἰχθύων. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα καὶ οἱ κήρυκες αἵ τε πορφύραι, χῆμαι, λεπάδες, κτένες, πίνναι, καὶ πάντα ἁπλῶς τὰ ὀστρακόδερμα. ἐγχέλυες, κοχλίαι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλος, νωτιαῖος μυελός, οὖθαρ, γλῶττα, ἀδένες μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες — οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον —, ὀξύγαλα, πυρίεφθος, καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἑψοῦσιν — μᾶλλον δὲ τὰ ὀπτά, καὶ ἔτι μᾶλλον τὰ ταγηνιστά —, φοίνικες, κάστανοι, βάλανοι, βολβοί, γογγύλαι, μύκητες, ἄρου ῥίζα, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα, κιτρίου σάρξ, σίκυος τοῖς πλεονάσασι τῇ ἐδωδῇ αὐτῶν, μῆλα τὰ μήπω πέπειρα. τῶν οἴνων οἱ γλυκεῖς αἵματος παχέος εἰσὶ γεννητικοί, καὶ μᾶλλον ἔτι τὸ καλούμενον σίραιον, καὶ ὁ γλευκίνης ὁμοίως καὶ οἱ παχεῖς καὶ μέλανες οἶνοι.
Ὅσα μέσα τῶν λεπτυνόντων τε καὶ παχυνόντων.
Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι, καὶ αἱ σάρκες τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων, ὀρνίθων τε καὶ φασιανικῶν, περδίκων τε καὶ περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων, καὶ κιχλῶν κοττύφων τε καὶ τῶν μικρῶν στρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων, αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραινῶν καὶ βουγλώσσων καὶ πάντων ἁπλῶς ἰχθύων ὅσοι μήτε γλισχρότητά τινα μήτε ἀηδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπονα, λαχάνων ἀγρίων σέρις — τοῦτο δὲ κοινόν τι γένος ἐστὶ πλειόνων, τὰ δὲ κατʼ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θριδακίνη καὶ χονδρίλη καὶ γιγγίδια, καὶ ἄλλα μυρία τούτου τοῦ γένους ἐστίν —, ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπάραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός ἐστιν ὅ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν.
Ὅσα γλίσχρον χυμὸν γεννᾷ.
Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον τοιοῦτοι· καὶ ἡ σεμίδαλις δὲ καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα. τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλλῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνικες οἱ λιπαροί.
Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.
Φοίνικες χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶσι τοὺς ἐσθίοντας, ὡς δυσεκθερμάντοις ἁλίσκεσθαι ῥίγεσιν. καὶ ἡ ῥίζα τῆς γογγύλης, ὅταν πλεονάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτῆς, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι ὅσα τε ἄλλα τοιαῦτα, πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων, κοιλία, ἔντερα, μήτρα τῶν τετραπόδων καὶ οἱ σκληροὶ τῶν ἀδένων ἀπεπτούμενοι, ὀξύγαλα, τυροί, τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα.
Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ.
Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμβέβηκεν οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν ἀλλοίωσιν. κοιλία καὶ ἔντερα καὶ μήτρα τῶν τετραπόδων ζῴων, ὀξύγαλα, βωλῖται, μῆλα τὰ μήπω πέπειρα, βολβοί.
Ὅσα φλέγμα γεννᾷ.
Φλεγματικὸν δʼ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεύμων, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σάρξ, βωλῖται, ἀμανῖται καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν μαλακοσάρκων, μῆλα τὰ μήπω πέπειρα.
Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.
Κρέα βόεια, αἴγεια, καὶ μᾶλλον τὰ τῶν τράγων τε καὶ ταύρων, ἔτι δὲ μᾶλλον ὄνεια, καμήλεια, ἀλωπέκεια, κυνῶν, λαγωῶν, τῶν ἀγρίων ὑῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννων καὶ φαλαίνης, φώκης, κυνός, δελφῖνος καὶ τῶν κητωδῶν ἁπάντων, κοχλίαι, κράμβαι καὶ τῶν δένδρων οἱ βλαστοὶ διʼ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ. καὶ ἡ φακὴ δὲ μελαγχολικώτατόν ἐστιν ἔδεσμα, καὶ μετʼ αὐτὴν οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων τῶν μοχθηρῶν σπερμάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ φακὸς καὶ βῖκος καὶ τῶν οἴνων οἱ παχεῖς καὶ μέλανες.
Ὅσα χολώδη χυμὸν γεννᾷ.
Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν· ἄμεινον οὖν ἀφεψῶντας αὐτὴν ἐσθίειν. καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα — πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ — καὶ οἱ γλυκεῖς οἶνοι.
Ὅσα ἐστὶ περιττωματικά.
Φάτται, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγκέφαλος, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούντων καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν ἰλύϊ διαιτώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων.
Ὅσα ἀπέριττα.
Τράχηλοι τῶν ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.
Ὅσα πλείονα τροφὴν δίδωσι τῷ σώματι.
Συῶν τῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώταται· βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ὁ ἄλλος μυελός, τὰ πτερὰ τῶν χηνῶν, καὶ μᾶλλον ἀλεκτορίδων, καὶ πάντων τῶν πτηνῶν αἱ κοιλίαι, κοχλίαι, καὶ μᾶλλον τρίσεφθοι γενόμενοι, τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον χημία, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τοιαῦτα πλείονα τροφὴν δίδωσιν, ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι καὶ ... ὅσα τε ἄλλα τοιαῦτα, καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, τευθίδες καὶ τὰ τοιαῦτα. τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι μᾶλλον, τρίγλαι καὶ κωβιοὶ ἔλαττον. γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δʼ ὑγρότερον ἔλαττον. τῶν ἄρτων τροφιμώτατος ὁ σιλιγνίτης, ἐφεξῆς δʼ ὁ σεμιδαλίτης, καὶ τρίτος ὁ συγκομιστός. ἑφθοὶ πυροί, σεμίδαλις, χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. ἐρέβινθοι κυάμων τρέφουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως πλέον. δόλιχοι, οὓς λοβοὺς καὶ φασιόλους καλοῦσι, τρέφουσι πισσῶν οὐκ ἔλαττον. θέρμοι τρόφιμοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, βάλανοι, γογγυλίς, ἣν καὶ βουνιάδα καλοῦσιν· βολβοὶ τροφιμώτατοι, καὶ μᾶλλον δίσεφθοι. μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν καὶ θρέψιν γίνεται, καὶ μελίκρατον τὸ καλῶς ἑψηθέν. ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς πάντων οἴνων εἰσὶν εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, ἐφεξῆς δʼ αὐτῶν οἱ μέλανές τε ἅμα καὶ γλυκεῖς καὶ παχεῖς, εἶτα οἱ ἐρυθροὶ καὶ παχεῖς καὶ στύφοντες, τούτων δʼ ἧττον τρέφουσιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων δʼ ἧττον οἱ λευκοὶ καὶ λεπτοί. καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται.
Ὅσα ἐλάττονα τροφὴν δίδωσιν.
Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐρά, ὦτα, πιμελή, στέαρ. πᾶν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι παραβαλλόμενον τῷ γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ ὀλιγοτροφωτέρα τῶν ἔτι αὐξομένων. τῶν δʼ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική, ὡς μήτε τρέφειν δαψιλῶς καὶ διαφορεῖσθαι θᾶττον. τῶν δʼ ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα τὰ ὄστρεα, ὀλιγότροφα. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ὀλιγότροφοι πάντες εἰσίν, τὰ δʼ ἐκ κριθῶν ἄλφιτα τούτοις ὁμοίως. ἄρτοι πιτυρῖται καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων κριθῆς, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μήκωνος σπέρμα, λινόσπερμον, ὅρμινον, συκάμινα, ὁ τῶν κυνοσβάτων καρπός, ἀρκευθίδες, μύρτα, ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρμένια, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, μαμαίκυλα, ζίζυφα, διόσπυρα, ἁλικάκκαβα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερμίνθου πάντα, κράμβη, τεῦτλα, λάπαθον, ὀξυλάπαθον, ἀνδράχνη, τρύχνος, ῥάφανος, γογγυλίς, νάπυ, κάρδαμον, πύρεθρον καὶ οἱ ἀσπάραγοι πάντες, σταφυλῖνος, δαῦκος, κάρω. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδʼ ὅλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην. ῥοῖαι ὀλιγότροφοι· ἄπιοι δέ, καὶ μάλιστα αἱ μεγάλαι, ἔχουσί τι τρόφιμον. κολοκύντη ὀλιγότροφος, σταφίδες αἱ αὐστηραί τε καὶ ἀλιπεῖς. μέσα δέ πώς ἐστι τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων φάσιλοι, ὦχροι, λάθυροι, ἄρακοι. καὶ σῦκα οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δʼ αὗται τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί. πάντα ὅσα τῶν ἐδεσμάτων φαρμακώδη τινὰ ἔχει ποιότητα σφοδράν, ὅταν ἀπόθηται ταύτην ὀπτήσεσιν ἢ ἑψήσεσιν ἢ τέγξεσιν, ὀλίγην τροφὴν δίδωσι, πρότερον οὐδʼ ὅλως διδόντα.
Ὅσα εὔχυμα.
Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων ὧν προσφερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως. ὠὰ τρομητὰ καὶ ῥοφητά· ἀμείνω δὲ τὰ τῶν ἀλεκτορίδων ἐστὶ καὶ τὰ τῶν φασιανικῶν, χείρω δὲ τά τε τῶν χηνῶν καὶ τῶν στρουθοκαμήλων. ὄρνιθες καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι διαιτωμένων, καὶ μάλιστα ὅταν ἐκ πόλεως ῥέῃ τὸ ὕδωρ, ἐκκαθαῖρον ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐσθῆτα ῥύμματα. ἀσφαλὲς οὖν ἀεὶ προσφέρεσθαι τῶν ἰχθύων τοὺς ἐκ τῆς ἀμίκτου θαλάσσης ὕδατι γλυκεῖ, οἷοίπερ εἰσὶν οἵ τε πελάγιοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ εἰς ἡδονὴν πολὺ προὔχουσι τῶν ἄλλων. εἰ δέ τι τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων εἴη, καθάπερ ὅ τε κέφαλος καὶ ὁ λάβραξ, ὀνίσκος τε καὶ κωβιός, σμύραιναί τε καὶ καρκῖνοι καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν χρὴ πρότερον, ὅθεν εἴη τεθηραμένα, μετὰ δὲ ταῦτα τῇ τε ὀδμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ, καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλέον ἢ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους αὑτῶν οἱ ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι· μοχθηρόταται γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν δʼ ἄλλων ἡ σὰρξ σκληροτέρα μέν, οὐ κακόχυμος δέ. κίθαρος καὶ ῥόμβος καὶ ἥπατος καὶ βούγλωσσον καὶ ψῆττα καὶ σαυρὸς μέσοι πώς εἰσι τῶν ἁπαλοσάρκων τε καὶ σκληροσάρκων, ἡ τροφὴ δʼ αὐτῶν καλλίστη τοῖς τε μὴ γυμναζομένοις ἐστὶ καὶ τοῖς ἀσθενέσι καὶ τοῖς ἐκνοσηλευομένοις. ἡ ψαθυρὰ καὶ μαλακὴ τροφὴ πρὸς ὑγείαν ἐστὶν ἐπιτηδειοτάτη, διότι καὶ εὐχυμοτάτη πάντων ἐστίν. αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν· κάλλιστον γὰρ δὴ τὸ τούτων κρέας εἰς ἡδονήν τε καὶ πέψιν ἐστί, καὶ μάλιστα τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν ὑῶν· χεῖρον γὰρ τό τε τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου· ὑγρότατόν τε γὰρ ὑπερβαλλόντως ἐστὶ τὸ τῶν ἀρτιγενῶν καὶ φλέγμα γεννᾷ πλεῖστον. οὖθαρ εὔχυμον, ἧπαρ, τὰ περὶ τὰ χείλη μόρια, πτερὰ καὶ τἄλλα τὰ ἄκρεα· ἔντερά τε καὶ μήτρα καὶ οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα. οἱ ἀδένες πεφθέντες καλῶς διδόασιν ὁμοίαν τροφὴν ἐγγὺς τῇ κατὰ σάρκα. καρδία οὐ κακόχυμος. βελτίους οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους καὶ τῶν ὤτων· ὁ γὰρ χόνδρος ἐν μὲν τοῖς τελείοις ζῴοις παντάπασίν ἐστιν ἄπεπτος, ἐν δὲ τοῖς ἔτι αὐξομένοις, ὅταν καλῶς λειωθῇ κατὰ τὸ στόμα, πεττόμενος. τῶν δʼ ἄλλων ζῴων, καθʼ ὅσον αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολείπονται τῶν ὑῶν, τοσούτῳ καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων ἐστὶ χείρω τὰ κατʼ ἐκεῖνα τὰ ζῷα. οἱ ἐγκέφαλοι τῶν πτηνῶν πολὺ βελτίους εἰσὶ τῶν ἐν τοῖς πεζοῖς. τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα τῆς τῶν ἡμέρων ἐστίν. ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευασμένος εὔχυμος, χόνδρος, πτισάνη καλῶς ἡψημένη, κύαμοι· κάστανα οὐ κακόχυμα. σῦκα πέπειρα καὶ σταφυλὴ πέπειρος κρεμασθεῖσα ἄμεμπτα. ἰσχάδες ἀναδοθεῖσαι μὲν ταχέως εὔχυμοι, χρονίσασαι δʼ ἐν γαστρὶ κακόχυμοι γίνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν ἐστιν ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται. θρίδαξ, ὡς ἐν λαχάνοις, αἷμα γεννᾷ, καὶ μετὰ ταύτην ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δʼ ἐστὶ Φαλερῖνος, καὶ μᾶλλον ὁ γλυκύτερος, καὶ Ἀριούσιος καὶ κιρρὸς Τμωλίτης ὁ γλυκύς.
Ὅσα κακόχυμα.
Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν· ἡ μὲν γὰρ ψυχροτέρα τε καὶ φλεγματικωτέρα τυγχάνει, ἡ δὲ θερμοτέρα τε καὶ χολωδεστέρα, ἄλλη δʼ ὑδατωδεστέρα, καθάπερ ἄλλη μελαγχολικωτέρα. πάντων δʼ ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτά τισιν ᾖ· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δʼ ἡ τῶν κριῶν, εἶθʼ ἡ τῶν ταύρων· ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα. τῶν λαγωῶν δʼ ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δʼ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δʼ οὐδὲν ἧττον τούτων ἐστὶ καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ὄρχεις, πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν. ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν — ἧττον δʼ ὁ τῶν ὑῶν —, πάντα σπλάγχνα ζῴων, ὠὰ ταγηνιστά, τυροὶ παλαιοί, βωλῖται, ἀμανῖται — τῶν γὰρ ἄλλων μυκήτων ἀσφαλέστερον μὴ ἐσθίειν —, τῆλις, φακή, τίφαι· βρόμος ὅ τε ἀπὸ τούτων ἄρτος οὐκ εὔχυμος· ἐρέβινθος οὐκ εὔχυμος· ἡ δʼ ὄλυρα τοσούτῳ πυρῶν χείρων ἐστὶν ὅσῳ τίφης καὶ βρόμου κρείττων· μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα οὐκ εὔχυμα. δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι τε καὶ τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ ζῴων κητωδῶν, πάντα κακόχυμα. καὶ οἱ ὡραῖοι καρποὶ καλούμενοι πάντες κακόχυμοι, σῦκα δʼ ἧττον τῶν ἄλλων ὡραίων· αἱ δʼ ἰσχάδες τοῖς πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννῶσιν, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν ἕπεται πλῆθος. μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆναι, ὁ τῆς τερμίνθου καρπὸς κακόχυμος, κινάρα — καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται —, σίκυοι πέπονες, μηλοπέπονες δʼ ἧττον· κολοκύντη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν· ἐν μέσῳ δʼ εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ ἴντυβοι, καὶ μετὰ ταῦτα μαλάχη, εἶτα ἀνδράφαξυς καὶ ἀνδράχνη καὶ βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομμύων καὶ πράσων καὶ σκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέσαι δʼ εὐχύμων τε καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσὶ καὶ τῶν γογγυλῶν, ἃς βουνιάδας ὀνομάζουσι, καὶ τῆς καλουμένης κάρους. ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη, βολβοὶ μὴ καλῶς ἑψηθέντες. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα δίσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται. κακόχυμα δὲ πάντα ἐστὶν ἐσχάτως ἃ καλοῦσιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις, κιχόριον. οἴνων οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροὶ κακόχυμοι, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν τοῖς μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος, ἀλλὰ μέσος.
Ὅσα εὔπεπτα.
Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός, νάρκη, τρυγών. ἅπαν τὸ γένος τῶν πτηνῶν ὀρνίθων ἡ σὰρξ παραβαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος καὶ φασιανικῶν. τὰ πτερὰ τῶν χηνῶν εὔπεπτα, καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτρόφων καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. τῶν σιτευθέντων διʼ ὀροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλεκτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπιτηδειότερα. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰσὶν εἰς πέψιν, καὶ οἱ ἔριφοι τῶν αἰγῶν. πάντων τῶν ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα τῆς τῶν παρακμαζόντων ἐστί, καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων εὐπεπτοτέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι. ὠὰ τρομητὰ καὶ ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύντη ἑφθή, ὅταν μὴ διαφθαρῇ. οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον. ἄμεινον δʼ εἰς τὴν πέψιν ἰστέον εἶναι τῶν ἐξίσης ὑγιεινῶν τὸ ἥδιον.
Ὅσα δύσπεπτα.
Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δʼ ἡ τῶν τράγων σὰρξ πρὸς πέψιν, ἐφεξῆς δʼ ἡ τῶν κριῶν, εἶθʼ ἡ τῶν ταύρων. καὶ τὰ πρεσβυτικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν αὐτῶν οἱ γηράσαντες. γαστὴρ δύσπεπτος, ἔντερα, μήτρα, καλλῶσον καὶ οἱ τῶν τελείων ζῴων ὄρχεις, ἅπαν αἷμα, χῆνες πλὴν τῶν πτερῶν. φαττῶν, κιχλῶν, κοττύφων καὶ τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶν ἡ σάρξ, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήττης, καὶ πλέον ἡ τοῦ ταὼ καὶ ἡ τῶν ὠτίδων. αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης ὥς τι φάρμακον πεπτικόν· οὔτε αὐταὶ γὰρ πέττονται ῥᾳδίως οὔτε ἄλλων σιτίων πεπτικόν εἰσι φάρμακον. κοχλίοι δύσπεπτοι, ὀξύγαλα, καὶ μάλιστα τοῖς ψυχρὰν ἔχουσι τὴν κοιλίαν, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὀξυγαλάκτινος καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα. ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες, καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι, σάλπαι, γόγγροι, φάγροι, λάμιαι, αἰετοί, ὠὰ ἑφθά, ὀπτά, ταγηνιστά, πυροὶ ἑφθοί, ὁ καλούμενος τράγος. τὸ κρίμνον δυσπεπτότερον ἀλφίτου. τίφαι, βρόμος καὶ οἱ ἀπʼ αὐτῶν ἄρτοι, κύαμοι, ὦχροι, δόλιχοι, φάσιλοι, λάθυροι, ἄρακοι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα, φακός, βῖκος, σήσαμον, ἐρύσιμον, κάστανα, βάλανοι, μῆλα καὶ ἄπια καὶ σῦκα καὶ οὖα πρὶν πεπανθῆναι, σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, κίτριον — εἰ δʼ ὡς φαρμάκῳ τις χρῷτο, τὸ ἔξωθεν αὐτοῦ συντελέσει πρὸς πέψιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν δριμέων —, ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ οἱ ὠμότεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακος καὶ ἰντύβου. οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι. δύσπεπτον καὶ ὕδωρ πάνυ.
Ὅσα εὐστόμαχα καὶ ῥωστικά.
Φοίνικες οἱ αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες — ἐπιτηδειότεραι δʼ αἱ μετʼ ὄξους συντιθέμεναι —, σταφίδες αἱ αὐστηραί, ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου μᾶλλον, καὶ πολὺ πλέον σὺν ἰσχάσιν. τὰ ἀκανθώδη πάντα μετρίως ἐστὶν εὐστόμαχα· τουτέστι σκόλυμος, ἀτρακτυλίς, λευκάκανθα, δίψακος, κνῆκος, τραγάκανθα, ἀτραγὶς ἥ τε τιμωμένη μειζόνως ἢ προσήκει κινάρα, σισάρου ἡ ῥίζα ἑφθή. τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι· πάνυ δʼ ἐστὶν εὐστόμαχον καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον, μακροτέρας δʼ ἑψήσεως οὐκ ἀνέχεται. νάπυ, ῥάφανος, γογγυλίς, κάρδαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ ὁ ἕλειος καὶ ὀξυμύρσινος καὶ χαμαιδάφνης ὀξυακάνθης τε καὶ βρυωνίας. βολβοὶ εἰς ὄρεξιν ἐπεγείρουσιν, κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. ὡς δʼ ἐν φαρμάκοις ἀψίνθιον, ἀλόη.
Ὅσα κακοστόμαχα.
Ἀρκευθίδες δάκνουσι τὸν στόμαχον, κεδρίδες δὲ μᾶλλον. μαμαίκυλον, ἀμάραντον, ἄγνου σπέρμα, τεῦτλα κακοστόμαχα, ὡς καὶ δηγμὸν ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ· λάπαθον ὁμοίως. ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον, ἀνδράφαξυς, εἰ μὴ μετʼ ὄξους καὶ γάρου καὶ ἐλαίου προσφέροιτο. τῆλις ἀνατρέπει καὶ σήσαμον ὁμοίως. γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κνισοῦται· εἰκότως οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέττουσιν. πλείονος εἴ τις τοῦ μέλιτος προσενέγκαιτο, πρὸς ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι εἰς ἔμετον ἐπιτήδειός ἐστι, καὶ πλεῖον βρωθείς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον· καὶ μηλοπέπων ὁμοίως. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος. ὡς ἐν φαρμάκοις ἀβρότονον, σέριφον, ἀφρόνιτρον.
Ὅσα κεφαλὴν βλάπτει.
Συκάμινα, βάτινα κεφαλαλγῆ, μαμαίκυλα, ἀρκευθίδες, κεδρίδες, καννάβεως σπέρμα, μήου αἱ ῥίζαι, φοίνικες πάντες, εὔζωμα, τῆλις, ἄγνου σπέρμα. ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ· καὶ οἱ εὐώδεις δὲ κεφαλαλγεῖς· ὁ δʼ ὑδατώδης οὔτε κεφαλῆς οὔτε τῶν νεύρων ἅπτεται· ὁ δʼ ὀλιγοφόρος καὶ παύει τὰς κεφαλαλγίας τὰς γινομένας διὰ χυμοὺς τοὺς ἐν γαστρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι πάνυ. τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές, καὶ ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή.
Ὅσα ἄφυσα.
Πισσοί, φασίολοι, κύμινον, λιγυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα, ἄγνου σπέρμα, καννάβεως ὁ καρπός, κύαμοι φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἢ καὶ δὶς ἑψηθέντες ἐν ἐλαίῳ ἢ γάρῳ μετʼ ὄξους ἐσθιόμενοι, μέλι τὸ ἀπαφρισθέν. ὀξύμελι φύσας καταρρήγνυσιν. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ἥκιστα φυσώδεις εἰσίν. μέσοι δʼ ὑπάρχουσι τῶν ἀφύσων τε καὶ φυσωδῶν φάσιλοι, λάθυροι, ὦχροι, ἄρακοι.
Ὅσα φυσώδη.
Ἐρέβινθοι, θέρμοι, φάσιλοι, ὦχροι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα. τῶν κυάμων δὲ τοῦ ἔτνους φυσώδους ὄντος, ἔτι μᾶλλον, ὅτε ὁλοκλήρους τις αὐτοὺς ἢ ὁπωσοῦν ἄλλως ἑψήσας χρῷτο. ἡ μᾶζα ἐξ ἀλφίτων φυσώδης· φυραθεῖσα δὲ καὶ τριφθεῖσα μέχρι πλείονος διαχωρεῖ μᾶλλον κάτω, καὶ μάλιστα μέλιτος προσλαβοῦσα. ζύθος, ὀποὶ πάντες, καὶ μᾶλλον ὁ Κυρηναϊκός, σατύριον, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα. σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως· τὰ δʼ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ μηδʼ ὅλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν. οἱ χλωροὶ φοίνικες φυσώδεις εἰσὶν ὥσπερ τὰ σῦκα· γογγυλὶς ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ πνευματοῦται. βολβοὶ οἱ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν. οἱ γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσιν· οἱ δὲ γλυκεῖς ἅμα καὶ αὐστηροὶ οὔτε ἀναδιδόμενοι οὔτε ὑπερχόμενοι, ἀλλʼ ἐπὶ πλέον μένοντες ἐν τῇ ἄνω γαστρί, πνευματοῦσι ταύτην· γλεῦκος φυσῶδές ἐστιν.
Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.
Πτισάνη ῥύπτει, τῆλις, μηλοπέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, οἳ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύπτουσιν ἐναργῶς. κάππαρις λεπτομερὴς ἱκανῶς ἐστιν· ἡ γοῦν ταριχευθεῖσα ἀπορρύπτει τε καὶ ὑπάγει τὸ κατὰ τὴν γαστέρα φλέγμα καὶ τὰς κατὰ σπλῆνα καὶ ἧπαρ ἐμφράξεις καθαίρει· χρῆσθαι δʼ εἰς ταῦτα προσήκει αὐτῇ διʼ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων σιτίων. ὁ ἐν τοῖς τεύτλοις χυμὸς ῥυπτικός ἐστι καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις λύει, καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται· ὁμοίως λάπαθον. ἀκαλήφη λεπτομερῆ δύναμιν ἔχει. ἄρου καὶ ἀσφοδέλου ῥίζαι καὶ βολβοὶ δύναμιν ἔχουσι λεπτυντικήν τε καὶ ἐκφρακτικήν· διὸ καὶ τὸν ἀσπάραγον τοῦ ἀσφοδέλου τοῖς ἰκτεριῶσι διδόασί τινες ὡς μέγιστον ἴαμα. κρόμμυα καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα λεπτύνει καὶ τέμνει τοὺς ἐν τοῖς σώμασι παχεῖς καὶ γλίσχρους χυμούς· ἑψηθέντα μέντοι δὶς ἢ καὶ τρὶς ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δʼ ὁμοίως ἔτι. τὸ ὀρῶδες τοῦ γάλακτος λεπτύνει πάχος χυμῶν. σῦκα ῥύπτει· διὸ καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς αὐτῶν ἐκκρίνεται. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσιν, ὅθεν καὶ νεφροὺς ἐκκαθαίρουσιν. ἀρκευθίδες ἐκκαθαίρουσι τὰ καθʼ ἧπαρ καὶ νεφροὺς καὶ λεπτύνουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καὶ καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξόδους αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι δυνάμεως. τὸ μέλι λεπτομερέστατόν ἐστι τὸ γεννώμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν τῶν πτυάλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει καὶ τὰ σπλάγχνα ἀλύπως διακαθαίρει· πάνυ δʼ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη. τοῖς παχὺν ἠθροικόσι χυμὸν οἱ λεπτοὶ τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ καὶ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος· ὁ δʼ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων καὶ τέμνων μετρίως· καὶ ὁ γλυκὺς δʼ ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάπτυσιν ἐπιτήδειος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευρίτιδος.
Ὅσα ἐμφράττει.
Γάλα τὸ μὲν ὀροῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστι, κἂν διὰ παντὸς αὐτῷ τις χρῷτο· τὸ δʼ ὀλίγον μὲν ἔχον τούτου, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθου γένεσιν, ἐμφράξεις δὲ καὶ καθʼ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις. ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραί, καθάπερ τὰ σῦκα, οὐ κατʼ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον, ἀλλὰ τῷ κοινῷ λόγῳ πάντων τῶν γλυκέων — πάντα γὰρ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ· ἐμφραττομένοις δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθʼ ἑαυτὰς οὐδὲν οὔτε εἰς ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται μέγα, μιγνύμεναι δὲ τοῖς τέμνουσι καὶ ῥύπτουσι φαρμάκοις οὐ σμικρὸν ὄφελός εἰσιν. τὸ μελίκρατον ἀνεπιτήδειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα, ταχέως τοῦ μέλιτος εἰς χολώδη χυμὸν μεταβάλλεσθαι πεφυκότος. μήκωνος σπέρμα ἐπισχετικόν ἐστι τῶν ἐκ θώρακος. οἱ λιπαροὶ καὶ γλυκεῖς φοίνικες ἐμφρακτικοί, καὶ μᾶλλον οἱ χλωροί. πάντα δʼ ὅσα διʼ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφρακτικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος. καὶ χόνδρος δʼ ἀνεπιτήδειος τοῖς τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων γένεσιν ἐπιτηδείους. οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει.
Ὅσα βραδύπορα.
Πάντα ὅσα διʼ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα. κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ἑφθά, καὶ μᾶλλον ὀπτά, καὶ ἔτι μᾶλλον ταγηνιστά, θέρμοι, φάσιλοι, πισσοί, σήσαμον, ἐρύσιμον, βάλανοι, μῆλα καὶ ἄπιοι μηδέπω πέπειρα, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς μέλας ἄνευ γλυκύτητος, καὶ ὁ παχὺς καὶ νέος πᾶς. καὶ ὕδωρ πάνυ βραδύπορον.
Ὅσα εὔφθαρτά ἐστιν.
Περσικά, ἀρμένια καὶ πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέσμασιν, ὅσα ταῖς κράσεσίν ἐστιν ὑγρά, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν· διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων· οὕτως γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ποδηγεῖ· ταῦτα δʼ ὕστατα βρωθέντα συνδιαφθείρει καὶ τἄλλα.
Ὅσα δύσφθαρτα.
Τὰ μικρὰ χημία, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τῶν ὀστρακοδέρμων σκληρὰν ἔχει τὴν σάρκα, διδόαμεν τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ, μετατιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται. καὶ ἀστακοὶ δὲ καὶ πάγουροι καὶ καρκῖνοι τε καὶ κάραβοι καὶ καρίδες, ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκληροσάρκοις τῶν ὀστρακοδέρμων.
Ὅσα ὑπάγει γαστέρα.
Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρακόδερμα καλούμενα σύνθετον ἔχει τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν τῆς γαστρός, ἡ δʼ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν· εἴ τις οὖν καθεψήσας φακὴν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζῴων ὧν εἶπον, εἶθʼ ἡδύνας τὸ ἀφέψημα διʼ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων οὖν ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν. τὴν δὲ κράμβην ὑπαγαγεῖν βουλόμενοι, πλησίον κειμένης τῆς κακκάβης μετὰ τοῦ ὕδατος, ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ· χρὴ δὲ μὴ πάνυ καθεψεῖν αὐτήν. ἄρτοι πιτυρῖται ὑπάγουσι διά τε τὸ ἐν τῇ γαστρὶ πολὺ ποιεῖν περίττωμα καὶ διὰ τὸ ῥυπτικῆς δυνάμεως μετέχειν τὸ πίτυρον. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος καὶ λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς καὶ τῷ ῥυπτικῷ παρορμᾶν τὸ ἔντερον ἐπὶ τὴν ἔκκρισιν· ὀλίγον δʼ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πως γένηται δακνῶδες. ἐλαῖαι ἁλμάδες ὑπάγουσι γαστέρα μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι. ὥσπερ τοῖς ὀστρακοδέρμοις, οὕτω καὶ τοῖς κοχλίαις χυμός ἐστιν ὑπακτικὸς γαστρός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς διʼ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς διαχώρησιν. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον ἧττον. ὁ δʼ ὀρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δʼ αὐτῷ χρὴ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλῶν ὅσον μὴ λυπῆσαι τὴν γεῦσιν· εἴ γε μὴν μᾶλλον ὑπάγειν ἐθέλοις αὐτόν, ὡς πλεῖστον ἔμβαλλε τῶν ἁλῶν. τὰ τῶν πάνυ νέων ζῴων κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα, καὶ τὰ ἄκρεα αὐτῶν ὁμοίως. τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίως· μαλάχη μετρίως. τεῦτλον, λάπαθον, ἀκαλήφη ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀτράφαξυς, βλίτον, κολοκύντη, πέπονες, μηλοπέπονες, σῦκα, ἰσχάδες, σταφυλαὶ γλυκεῖαι, καὶ μάλιστα ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρᾷ μὲν ἐμπεσόντα γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα καὶ τοῖς σιτίοις ὑφηγεῖται· δεύτερα δʼ ἐφʼ ἑτέροις ἢ καὶ μοχθηρὸν εὑρόντα χυμὸν ἐν αὐτῇ, διαφθείρεται τάχιστα ταῖς κολοκύνταις ὁμοίως. τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώρησιν ἐπιτήδειον, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβεβρεγμένων ἐν ὕδατι παραπλησία γίνεται τοῖς χλωροῖς ἡ δύναμις. κοκκύμηλα ὑπάγει· τὰ δὲ ξηρὰ αὐτῶν μελικράτῳ βεβρεγμένα πλέον ἔχοντι μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήσῃ τοῦ μελικράτου· πρόδηλον δʼ ὅτι συντελεῖ γαστρὸς ὑπαγωγῇ μετὰ τὴν προσφορὰν αὐτῶν ἐπιπιεῖν οἴνου γλυκέος καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέως ἀριστᾶν. μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη, καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν, ἐὰν μὲν ἐπιτηδείως ἡ γαστὴρ ἔχῃ πρὸς τὴν κάτω διαχώρησιν, ὑπέρχεται ῥᾳδίως, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα, μηδὲν εἰς ἔκκρισιν αὐτὴν ὠφελοῦντα διὰ τὸ μηδεμίαν ὑπάρχειν δριμεῖαν ἢ νιτρώδη ποιότητα. καὶ μέση πώς ἐστιν ἡ τοιαύτη τῶν ἐδεσμάτων ὕλη τῆς τε τῶν προτρεπόντων τὴν γαστέρα καὶ τῶν ἐπεχόντων, βραχύ τι ῥέπουσα πρὸς τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶς γαστρὸς εἰς ἀπόκρισιν ἢ ἰσχυρᾶς εἰς ἀνάδοσιν· ἐνίοτε γὰρ ἐπέχει γαστέρα διὰ τοῦτο καὶ τὸ μελίκρατον οἷς ἀναδίδοσθαι φθάνει ταχέως· τότε γὰρ οὐ μόνον οὐ προτρέπει τὴν γαστέρα πρὸς ἔκκρισιν, ἀλλὰ καὶ τοῖς μιχθεῖσι σιτίοις εἰς ἀνάδοσιν ὑφηγεῖται· εἰ δὲ μὴ φθάσειεν ἀναδοθῆναι ταχέως, ἐρεθίζει πρὸς ἔκκρισιν, ἔχον τι δριμύ. καὶ μόνον αὐτὸ τὸ μέλι εἴ τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει. τὸ ἐπʼ ὀλίγον ἢ μηδʼ ὅλως ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι φθάνει πρὶν ἀναδοθῆναι. τὸ ὀξύμελι ξέει τὸ ἀσθενὲς ἔντερον. οἶνος γλυκὺς συλλαμβάνει τι βραχὺ τῇ κατὰ γαστέρα διεξόδῳ· γλεῦκος ὑπάγει.
Ὅσα ἐπέχει γαστέρα.
Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα — ὁ δὲ τῶν κυνοσβάτων καρπὸς μᾶλλον —, μύρτα, ἄγρια κοκκύμηλα, ἃ προῦμνα καλοῦσιν. μῆλα τὰ μὲν στύφοντα ἐπέχει, τὰ δʼ ὀξέα παχὺν μὲν εὑρόντα χυμὸν ἐν τῇ γαστρὶ τέμνοντα τοῦτον, ὑπάγει καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δʼ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν· τὰ δὲ γλυκὺν ἔχοντα χυμὸν ἄνευ μὲν δριμύτητος ἀναδίδοται μᾶλλον, μετὰ δριμύτητος δʼ ὑπέρχεται· τὰ δʼ ὑδατώδη καὶ ἄποια ἀηδῆ τέ ἐστι καὶ οὐδὲν ὠφέλιμον ἔχοντα. ὅσα δʼ ἐπὶ μήλων εἴρηται, ταῦτα καὶ ἐπὶ ῥοιῶν καὶ ἀπίων εἰρῆσθαι νόμιζε. εἰ προεψήσας τις τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήσειεν, οὐδʼ ὅλως ὑπάγει· κοχλάκων δὲ διαπύρων τοσούτων ἐμβληθέντων ὡς ἐκδαπανῆσαι τὸν ὀρόν, ἐπέχει τὸ οὕτω σκευασθέν, καὶ δίδομέν γε αὐτὸ τοῖς ὑπὸ δριμέων δακνομένοις περιττωμάτων τὰ κατὰ τὴν γαστέρα· τῶν κοχλάκων δʼ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαλλόμενοι κυκλίσκοι σιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται· τυροῦταί γε μὴν ῥᾳδίως ἐν τῇ γαστρὶ τὸ οὕτω σκευασθὲν γάλα· διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν· ἀσφαλέστερον δὲ καὶ ὕδατος ἐπεγχεῖν. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀρὸν ἐκδαπανήσαντες αὖθις ὕδατος ἐπεγχέομεν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγομεν, ἀλλὰ τὴν δριμύτητα, καθʼ ἣν ὑπάγει τὴν γαστέρα. ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων ἐλάττω μὲν τῶν ὀστρακοδέρμων, ἔχει δʼ οὖν καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἐναπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός. καὶ φακὴ δὲ καὶ κράμβη δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβαλοῦμεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήσομεν ὡς τακερὰν γενέσθαι· χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψώμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν, οὐδʼ ἂν ἐπὶ πλεῖστον ἑψῇς. ἀφαιρεθεῖσα δʼ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα ῥεύματα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτʼ ὀλίγον ἁλῶν ἢ γάρου μίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε καὶ σιτίον. ἄλφιτα διʼ οἴνου αὐστηροῦ ποθέντα ξηραίνει. ὄρυζα ἐπέχει, ἔλυμος ἤτοι μελίνη, κέγχρος, ταγηνιστά, λάγεια κρέα, οἶνος ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ ὁ κιρρὸς καὶ αὐστηρός.
Ὅσα θερμαίνει.
Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπʼ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, ἀρκευθίδες, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, ἐρύσιμον — διὸ καὶ διψώδη —, καννάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν — διὸ καὶ διψώδεις —, αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον, εὔζωμον, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρεθρον δριμέα καὶ θερμά. σταφυλῖνος, δαῦκος, κάρω θερμαίνει σαφῶς. σκόρδον, κρόμμυον, πράσον, ἀμπελόπρασον ἱκανῶς ἐστι δριμέα· ἑψηθέντα δὲ δὶς ἢ καὶ τρὶς ἀποτίθεται τὴν δριμύτητα. τυρὸς παλαιὸς θερμὸς καὶ διὰ τοῦτο διψώδης. οἶνος ὁ γλυκὺς μετρίως θερμός — διὸ καὶ διψώδης —, ὁ δὲ κιρρὸς θερμότερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθʼ ὁ κιρρός, εἶθʼ ὁ ἐρυθρός, εἶθʼ ὁ γλυκύς, εἶθʼ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος δʼ ἱκανῶς θερμός.
Ὅσα ψύχει.
Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμος, ὕδνα, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κοκκύμηλα, αἱ αὐστηραὶ καὶ ὀξεῖαι σταφυλαὶ καὶ αἱ αὐστηραὶ τῶν σταφίδων. τὰ μὲν στύφοντα μῆλα ψυχρὸν ἔχει καὶ γεώδη τὸν χυμόν, τὰ δʼ ὀξέα ψυχρὸν καὶ λεπτομερῆ· ῥέπει δὲ πρὸς τὸ ψυχρὸν καὶ τὰ τελέως ἄποια καὶ οἷον ὑδατώδη. τὰ αὐτὰ περὶ ἀπίων καὶ ῥοιῶν ὑπολάμβανε. οὐκ ὀλίγοι δʼ εἰσὶ καὶ ἄλλοι τῶν δένδρων καρποὶ ψύχοντες, καὶ μάλιστα ὅσους οὐδʼ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν· θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα· τοῦτο καὶ ὑπνωτικόν ἐστιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικόν· ὠφελεῖ δὲ τοὺς ἀπὸ κεφαλῆς λεπτῷ ῥεύματι καταρροϊζομένους· βέλτιον δʼ ἐστὶ τὸ λευκότερον. μύρτα ψύχει μὲν ἅμα στύψει, ἔχει δέ τι καὶ δριμύτητος. στρύχνος δραστήριον ψῦξιν στύφουσαν ἔχει. ὕδωρ, ὑδατώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα ὡς ἐν οἴνοις θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει. ψύχει δὲ καὶ τὸ ὄξος· λεπτομερὲς δʼ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλέον τῶν ἄλλων ψυχόντων βλάπτει διαδυόμενον εἰς βάθος. μέσα δέ πως τῶν θερμαινόντων καὶ ψυχόντων ἐστὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.
Ὅσα ξηραίνει.
Φακή, κράμβη παραπλησίως ἀλλήλοις ξηραίνουσι καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνουσι, πλὴν εἰ τύχοι ποτὲ ὑγρότερος ὢν ὁ σύμπας ὀφθαλμός· ἧττον δὲ τῆς κράμβης ὁ ἀσπάραγος αὐτῆς ξηραίνει. τῶν δʼ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν· ἔμπαλιν δὲ ῥαφανίδος καὶ γογγυλίδος νάπυός τε καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων ὅσα δριμέα τὸν ἀσπάραγον ὑγρότερον εἶναι συμβέβηκεν. ἄλφιτα ξηραίνει, ἄγνου σπέρμα. ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις διʼ ὕδατος ἔδεσμα ξηραντικὸν γίνονται· βελτίους δʼ εἰσὶν οἱ λευκοί. καὶ ὅσα ὀπτῶντες ἢ ταγηνίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσιν, ὅσα δʼ ἐν ὕδατι προεψήσαντες, ὑγροτέραν, ὅσα δʼ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ τούτων ἐστίν· καὶ ὅσα μὲν ἔχει δαψιλῶς οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν· τὰ δὲ τούτων μὲν ἐνδεέστερον, ἤτοι δὲ σίραιον ἔχοντα πλέον ἢ κατὰ τὸν ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, τὰ πολλὰ τῶν προειρημένων ἐστὶν ὑγρότερα· τὰ δʼ ἐξ ὕδατος μόνου καὶ τούτων ἔτι ἐστὶν ὑγρότερα. μεγίστη δʼ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν, σπερμάτων τε καὶ λαχανωδῶν φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλʼ ἤτοι μᾶλλον ἢ ἧττον.
Ὅσα ὑγραίνει.
Πτισάνη, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κάρυον τὸ χλωρόν, κοκκύμηλα, συκόμορα. συκάμινα μὴ διαφθαρέντα ὑγραίνει μὲν πάντως, ψύχει δʼ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. θριδακίνη ὑγραίνει, ἴντυβοι ταύτης ἀσθενέστερον, ἀνδράχνη· μαλάχη δὲ καὶ βλίτα καὶ ἀνδράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν. ὑγροὶ δʼ εἰσὶν οὐκ ὀλίγοι καὶ ἄλλων δένδρων καρποί, καὶ μάλιστα ὅσους οὐδʼ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. ὑγραίνει καὶ τὸ τῆς θριδακίνης καὶ τὸ τῆς μήκωνος σπέρμα, κύαμοι χλωροί, ἐρέβινθοι χλωροί. ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν ὑγραίνει καὶ θερμαίνει.