eul_wid: usc-aa
DOI 10.5281/zenodo.20418549

Musaeus the Grammarian Hero and Leander in Greek

Hero and Leander is a short epic poem by the late antique poet Musaeus, often called Musaeus Grammaticus. Composed around 500 CE in literary Greek hexameters, the 343-line poem recounts the tragic love story of Hero, a priestess of Aphrodite in Sestos, and Leander, a youth from Abydos across the Hellespont. Each night, guided by a lamp Hero lights in her tower, Leander swims the dangerous strait for their secret meetings. The narrative builds through their passionate encounters to its catastrophic conclusion: a storm extinguishes the guiding lamp, Leander drowns in the dark sea, and Hero, discovering his body on the shore, leaps from her tower to her death. Celebrated for its emotional intensity and polished, rhetorical style, the work represents a complete, late revival of classical epic form from the early Byzantine period.

Its author was likely a grammatikos, a teacher of literature and rhetoric, and modern scholarship interprets the poem primarily as a sophisticated demonstration of poetic skill intended for educated entertainment. It reworks a myth known from earlier poets such as Ovid, focusing on themes of overwhelming passion, the struggle against natural forces, and fateful misfortune. The poem was widely copied in the Byzantine world, where it served as a standard school text valued for its exemplary grammar and meter. Its survival is direct and complete through medieval manuscripts. The poem’s popularity soared during the Renaissance, securing its status as a highly influential model for later European poetry on classical themes.

1 Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτων
2 καὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων
3 καὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,
4 καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς
5 νηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,
6 λύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,
7 Ἡροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,
8 λύχνον, Ἔρωτος ἄγαλμα· τὸν ὤφελεν αἰθέριος Ζεὺς
9 ἐννύχιον μετ’ ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων
10 καί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,
11 ὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,
12 ἀγγελίην δ’ ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,
13 πρὶν χαλεπαῖς πνοιῇσιν ἀήμεναι ἐχθρὸν ἀήτην.
14 ἀλλ’ ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν
15 λύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.
16 [para]Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.
17 γείτονές εἰσι πόληες. Ἔρως δ’ ἑὰ τόξα τιταίνων
18 ἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόν
19 ἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ’ αὐτῶν
20 ἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.
21 ἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον ἀβύδου,
22 ἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,
23 εἴκελοι ἀλλήλοισι. σὺ δ’, εἴ ποτε κεῖθι περήσεις,
24 δίζεό μοί τινα πύργον, ὅπῃ ποτὲ Σηστιὰς Ἡρὼ
25 ἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρῳ·
26 δίζεο δ’ ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδου
27 εἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.
28 [para]Ἀλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίων
29 Ἡροῦς εἰς πόθον ἦλθε, πόθῳ δ’ ἐνέδησε καὶ αὐτήν;
30 Ἡρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσα
31 Κύπριδος ἦν ἱέρεια· γάμων δ’ ἀδίδακτος ἐοῦσα
32 πύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσῃ,
33 ἄλλη Κύπρις ἄνασσα. σαοφροσύνῃ δὲ καὶ αἰδοῖ
34 οὐδέποτ’ ἀγρομένῃσι συνωμίλησε γυναιξὶν
35 οὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβης
36 μῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,
37 —καὶ γὰρ ἐπ’ ἀγλαΐῃ ζηλήμονές εἰσι γυναῖκες—
38 ἀλλ’ αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτην
39 πολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς
40 μητρὶ σὺν οὐρανίῃ φλογερὴν τρομέουσα φαρέτρην.
41 ἀλλ’ οὐδ’ ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.
42 [para]Δὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,
43 τὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείῃ.
44 πασσυδίῃ δ’ ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι,
45 ὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,
46 οἱ μὲν ἀφ’ Αἱμονίης, οἱ δ’ εἰναλίης ἀπὸ Κύπρου·
47 οὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,
48 οὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,
49 οὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς,
50 οὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,
51 οὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοι
52 αἰὲν ὁμαρτήσαντες, ὅπῃ φάτις ἐστὶν ἑορτῆς,
53 οὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,
54 ὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων.
55 Ἡ δὲ θεῆς ἀνὰ νηὸν ἐπῴχετο παρθένος Ἡρὼ
56 μαρμαρυγὴν χαρίεσσαν ἀπαστράπτουσα προσώπου
57 οἷά τε λευκοπάρῃος ἐπαντέλλουσα Σελήνη.
58 ἄκρα δὲ χιονέης φοινίσσετο κύκλα παρειῆς
59 ὡς ῥόδον ἐκ καλύκων διδυμόχροον. ἦ τάχα φαίης
60 Ἡροῦς ἐν μελέεσσι ῥόδων λειμῶνα φανῆναι·
61 χροιὴ γὰρ μελέων ἐρυθαίνετο, νισσομένης δὲ
62 καὶ ῥόδα λευκοχίτωνος ὑπὸ σφυρὰ λάμπετο κούρης.
63 πολλαὶ δ’ ἐκ μελέων χάριτες ῥέον. οἱ δὲ παλαιοὶ
64 τρεῖς Χάριτας ψεύσαντο πεφυκέναι· εἷς δέ τις Ἡροῦς
65 ὀφθαλμὸς γελόων ἑκατὸν Χαρίτεσσι τεθήλει.
66 ἀτρεκέως ἱέρειαν ἐπάξιον εὕρατο Κύπρις.
67 [para]Ὣς ἡ μὲν περὶ πολλὸν ἀριστεύουσα γυναικῶν,
68 Κύπριδος ἀρήτειρα, νέη διεφαίνετο Κύπρις.
69 δύσατο δ’ ἠιθέων ἁπαλὰς φρένας οὐδέ τις αὐτῶν
70 ἦεν, ὃς οὐ μενέαινεν ἔχειν ὁμοδέμνιον Ἡρώ.
71 ἡ δ’ ἄρα, καλλιθέμεθλον ὅπῃ κατὰ νηὸν ἀλᾶτο,
72 ἑσπόμενον νόον εἶχε καὶ ὄμματα καὶ φρένας ἀνδρῶν.
73 καί τις ἐν ἠιθέοισιν ἐθαύμασε καὶ φάτο μῦθον·
74 «καὶ Σπάρτης ἐπέβην, Λακεδαίμονος ἔδρακον ἄστρον,
75 ἧχι μόθον καὶ ἄεθλον ἀκούομεν ἀγλαϊάων·
76 τοίην δ’ οὔ ποτ’ ὄπωπα νέην ἰδανήν θ’ ἁπαλήν τε.
77 ἦ τάχα Κύπρις ἔχει Χαρίτων μίαν ὁπλοτεράων.
78 παπταίνων ἐμόγησα, κόρον δ’ οὐχ εὗρον ὀπωπῆς.
79 αὐτίκα τεθναίην λεχέων ἐπιβήμενος Ἡροῦς.
80 οὐκ ἂν ἐγὼ κατ’ Ὄλυμπον ἐφιμείρω θεὸς εἶναι
81 ἡμετέρην παράκοιτιν ἔχων ἐνὶ δώμασιν Ἡρώ.
82 εἰ δέ μοι οὐκ ἐπέοικε τεὴν ἱέρειαν ἀφάσσειν,
83 τοίην μοι, Κυθέρεια, νέην παράκοιτιν ὀπάσσαις.»
84 τοῖα μὲν ἠιθέων τις ἐφώνεεν. ἄλλοτε δ’ ἄλλος
85 ἕλκος ὑποκλέπτων ἐπεμήνατο κάλλεϊ κούρης.
86 [para]Αἰνοπαθὲς Λείανδρε, σὺ δ’, ὡς ἴδες εὐκλέα κούρην,
87 οὐκ ἔθελες κρυφίοισι κατατρύχειν φρένα κέντροις,
88 ἀλλὰ πυριβλήτοισι δαμεὶς ἀδόκητον ὀιστοῖς
89 οὐκ ἔθελες ζώειν περικαλλέος ἄμμορος Ἡροῦς.
90 σὺν βλεφάρων δ’ ἀκτῖσιν ἀέξετο πυρσὸς Ἐρώτων
91 καὶ κραδίη πάφλαζεν ἀνικήτου πυρὸς ὁρμῇ.
92 κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸς
93 ὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ.
94 ὀφθαλμὸς δ’ ὁδός ἐστιν· ἀπ’ ὀφθαλμοῖο βολάων
95 κάλλος ὀλισθαίνει καὶ ἐπὶ φρένας ἀνδρὸς ὁδεύει.
96 εἷλε δέ μιν τότε θάμβος, ἀναιδείη, τρόμος, αἰδώς.
97 ἔτρεμε μὲν κραδίην, αἰδὼς δέ μιν εἶχεν ἁλῶναι
98 θάμβεε δ’ εἶδος ἄριστον, ἔρως δ’ ἀπενόσφισεν αἰδῶ.
99 θαρσαλέως δ’ ὑπ’ ἔρωτος ἀναιδείην ἀγαπάζων
100 ἠρέμα ποσσὶν ἔβαινε καὶ ἀντίος ἵστατο κούρης.
101 λοξὰ δ’ ὀπιπεύων δολερὰς ἐλέλιζεν ὀπωπὰς
102 νεύμασιν ἀφθόγγοισι παραπλάζων φρένα κούρης.
103 αὐτὴ δ’, ὡς συνέηκε πόθον δολόεντα Λεάνδρου,
104 χαῖρεν ἐπ’ ἀγλαΐῃσιν· ἐν ἡσυχίῃ δὲ καὶ αὐτὴ
105 πολλάκις ἱμερόεσσαν ἑὴν ἐπέκυψεν ὀπωπὴν
106 νεύμασι λαθριδίοισιν ἐπαγγέλλουσα Λεάνδρῳ
107 καὶ πάλιν ἀντέκλινεν. ὁ δ’ ἔνδοθι θυμὸν ἰάνθη,
108 ὅττι πόθον συνέηκε καὶ οὐκ ἀπεσείσατο κούρη.
109 [para]Ὄφρα μὲν οὖν Λείανδρος ἐδίζετο λάθριον ὥρην,
110 φέγγος ἀναστείλασα κατήιεν εἰς δύσιν Ἠώς,
111 ἐκ περάτης δ’ ἀνέτελλε βαθύσκιος Ἕσπερος ἀστήρ.
112 αὐτὰρ ὁ θαρσαλέως μετεκίαθεν ἐγγύθι κούρης,
113 ὡς ἴδε κυανόπεπλον ἐπιθρῴσκουσαν ὀμίχλην.
114 ἠρέμα δὲ θλίβων ῥοδοειδέα δάκτυλα κούρης
115 βυσσόθεν ἐστενάχιζεν ἀθέσφατον. ἡ δὲ σιωπῇ
116 οἷά τε χωομένη ῥοδέην ἐξέσπασε χεῖρα.
117 ὡς δ’ ἐρατῆς ἐνόησε χαλίφρονα νεύματα κούρης,
118 θαρσαλέῃ παλάμῃ πολυδαίδαλον εἷλκε χιτῶνα
119 ἔσχατα τιμήεντος ἄγων ἐπὶ κεύθεα νηοῦ.
120 ὀκναλέοις δὲ πόδεσσιν ἐφέσπετο παρθένος Ἡρώ,
121 οἷά περ οὐκ ἐθέλουσα, τόσην δ’ ἀνενείκατο φωνὴν
122 θηλυτέροις ἐπέεσσιν ἀπειλείουσα Λεάνδρῳ·
123 [para]«Ξεῖνε, τί μαργαίνεις; τί με, δύσμορε, παρθένον ἕλκεις;
124 ἄλλην δεῦρο κέλευθον, ἐμὸν δ’ ἀπόλειπε χιτῶνα.
125 μῆνιν ἐμῶν ἀλέεινε πολυκτεάνων γενετήρων.
126 Κύπριδος οὐκ ἐπέοικε θεῆς ἱέρειαν ἀφάσσειν,
127 παρθενικῆς ἐπὶ λέκτρον ἀμήχανόν ἐστιν ἱκέσθαι.»
128 τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῇσιν.
129 [para]Θηλείης δὲ Λέανδρος ὅτ’ ἔκλυεν οἶστρον ἀπειλῆς,
130 ἔγνω πειθομένων σημήια παρθενικάων·
131 καὶ γὰρ ὅτ’ ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,
132 Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.
133 παρθενικῆς δ’ εὔοδμον ἐύχροον αὐχένα κύσσας
134 τοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρῳ·
135 «Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ’ Ἀθήνην,
136 οὐ γὰρ ἐπιχθονίῃσιν ἴσην καλέω σε γυναιξίν,
137 ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,
138 ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,
139 γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων
140 ἡμετέρων ἐπάκουε, πόθου δ’ οἴκτειρον ἀνάγκην.
141 Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα·
142 δεῦρ’ ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.
143 παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,
144 παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ’ ἐθελήσῃς
145 θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,
146 ἔστι γάμος καὶ λέκτρα. σὺ δ’, εἰ φιλέεις Ἀφροδίτην,
147 θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.
148 σὸν δ’ ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,
149 τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,
150 ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς
151 θητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.
152 σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.
153 παρθένος οὔ σε λέληθεν ἀπ’ Ἀρκαδίης Ἀταλάντη,
154 ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν
155 παρθενίης ἀλέγουσα· χολωομένης δ’ Ἀφροδίτης,
156 τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.
157 πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.»
158 ὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρης
159 θυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις.
160 Παρθενικὴ δ’ ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴν
161 αἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴν
162 καὶ χθονὸς ἔξεεν ἄκρον ὑπ’ ἴχνεσιν, αἰδομένη δὲ
163 πολλάκις ἀμφ’ ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.
164 πειθοῦς γὰρ τάδε πάντα προάγγελα· παρθενικῆς δὲ
165 πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.
166 ἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.
167 θέρμετο δὲ κραδίην γλυκερῷ πυρὶ παρθένος Ἡρώ,
168 κάλλεϊ δ’ ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.
169 ὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν,
170 τόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποις
171 οὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.
172 ὀψὲ δὲ Λειάνδρῳ γλυκερὴν ἀνενείκατο φωνὴν
173 αἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου·
174 [para]«Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ’ ἂν καὶ πέτρον ὀρίναις.
175 τίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;
176 ὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν·
177 ταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,
178 ξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;
179 ἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι·
180 οὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ’ ἐθελήσῃς
181 ὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,
182 οὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.
183 γλῶσσα γὰρ ἀνθρώπων φιλοκέρτομος· ἐν δὲ σιωπῇ
184 ἔργον ὅ περ τελέει τις, ἐνὶ τριόδοισιν ἀκούει.
185 εἰπὲ δέ, μὴ κρύψῃς, τέον οὔνομα καὶ σέο πάτρην.
186 οὐ γὰρ ἐμόν σε λέληθεν, ἔχω δ’ ὄνομα κλυτὸν Ἡρώ.
187 πύργος δ’ ἀμφιβόητος ἐμὸς δόμος οὐρανομήκης,
188 ᾧ ἔνι ναιετάουσα σὺν ἀμφιπόλῳ τινὶ μούνη
189 Σηστιάδος πρὸ πόληος ὑπὲρ βαθυκύμονας ὄχθας
190 γείτονα πόντον ἔχω στυγεραῖς βουλῇσι τοκήων.
191 οὐδέ μοι ἐγγὺς ἔασιν ὁμήλικες οὐδὲ χορεῖαι
192 ἠιθέων παρέασιν. ἀεὶ δ’ ἀνὰ νύκτα καὶ ἠῶ
193 ἐξ ἁλὸς ἠνεμόφωνος ἐπιβρέμει οὔασιν ἠχή.»
194 [para]Ὣς φαμένη ῥοδέην ὑπὸ φάρεϊ κρύπτε παρειὴν
195 ἔμπαλιν αἰδομένη, σφετέροις δ’ ἐπεμέμφετο μύθοις.
196 [para]Λείανδρος δὲ πόθου βεβολημένος ὀξέι κέντρῳ
197 φράζετο, πῶς κεν ἔρωτος ἀεθλεύσειεν ἀγῶνα.
198 ἄνδρα γὰρ αἰολόμητις Ἔρως βελέεσσι δαμάζει
199 καὶ πάλιν ἀνέρος ἕλκος ἀκέσσεται. οἷσι δ’ ἀνάσσει,
200 αὐτὸς ὁ πανδαμάτωρ βουληφόρος ἐστὶ βροτοῖσιν.
201 αὐτὸς καὶ ποθέοντι τότε χραίσμησε Λεάνδρῳ.
202 ὀψὲ δ’ ἀλαστήσας πολυμήχανον ἔννεπε μῦθον·
203 [para]«Παρθένε, σὸν δι’ ἔρωτα καὶ ἄγριον οἶδμα περήσω,
204 εἰ πυρὶ παφλάζοιτο καὶ ἄπλοον ἔσσεται ὕδωρ.
205 οὐ τρομέω βαρὺ χεῖμα τεὴν μετανεύμενος εὐνήν,
206 οὐ βρόμον ἠχήεντα περιπτώσσοιμι θαλάσσης.
207 ἀλλ’ αἰεὶ κατὰ νύκτα φορεύμενος ὑγρὸς ἀκοίτης
208 νήξομαι Ἑλλήσποντον ἀγάρροον. οὐχ ἕκαθεν γὰρ
209 ἀντία σεῖο πόληος ἔχω πτολίεθρον Ἀβύδου.
210 μοῦνον ἐμοὶ ἕνα λύχνον ἀπ’ ἠλιβάτου σέο πύργου
211 ἐκ περάτης ἀνάφαινε κατὰ κνέφας, ὄφρα νοήσας
212 ἔσσομαι ὁλκὰς Ἔρωτος ἔχων σέθεν ἀστέρα λύχνον.
213 καί μιν ὀπιπεύων, οὐκ ὀψὲ δύοντα Βοώτην,
214 οὐ θρασὺν Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης,
215 Κύπριδος ἀντιπόροιο ποτὶ γλυκὺν ὅρμον ἱκοίμην.
216 ἀλλά, φίλη, πεφύλαξο βαρυπνείοντας ἀήτας,
217 μή μιν ἀποσβέσσωσι—καὶ αὐτίκα θυμὸν ὀλέσσω—
218 λύχνον ἐμοῦ βιότοιο φαεσφόρον ἡγεμονῆα.
219 εἰ ἐτεὸν δ’ ἐθέλεις ἐμὸν οὔνομα καὶ σὺ δαῆναι,
220 οὔνομά μοι Λείανδρος, ἐυστεφάνου πόσις Ἡροῦς.»
221 [para]Ὣς οἱ μὲν κρυφίοισι γάμοις συνέθεντο μιγῆναι
222 καὶ νυχίην φιλότητα καὶ ἀγγελίην ὑμεναίων
223 λύχνου μαρτυρίῃσιν ἐπιστώσαντο φυλάσσειν,
224 ἡ μὲν φῶς τανύειν, ὁ δὲ κύματα μακρὰ περῆσαι.
225 παννυχίδας δ’ ὁρίσαντες ἀκοιμήτων ὑμεναίων
226 ἀλλήλων ἀέκοντες ἐνοσφίσθησαν ἀνάγκῃ.
227 ἡ μὲν ἔβη ποτὶ πύργον, ὁ δ’, ὀρφναίην ἀνὰ νύκτα
228 μή τι παραπλάζοιτο, λαβὼν σημήια πύργου
229 πλῶε βαθυκρήπιδος ἐπ’ εὐρέα δῆμον Ἀβύδου.
230 παννυχίων δ’ ὀράων κρυφίους ποθέοντες ἀέθλους
231 πολλάκις ἠρήσαντο μολεῖν θαλαμηπόλον ὄρφνην.
232 [para]Ἤδη κυανόπεπλος ἀνέδραμε νυκτὸς ὀμίχλη
233 ἀνδράσιν ὕπνον ἄγουσα καὶ οὐ ποθέοντι Λεάνδρῳ.
234 ἀλλὰ πολυφλοίσβοιο παρ’ ἠιόνεσσι θαλάσσης
235 ἀγγελίην ἀνέμιμνε φαεινομένων ὑμεναίων
236 μαρτυρίην λύχνοιο πολυκλαύτοιο δοκεύων,
237 εὐνῆς δὲ κρυφίης τηλεσκόπον ἀγγελιώτην.
238 ὡς δ’ ἴδε κυανέης λιποφεγγέα νυκτὸς ὀμίχλην
239 Ἡρώ, λύχνον ἔφαινεν. ἀναπτομένοιο δὲ λύχνου
240 θυμὸν Ἔρως ἔφλεξεν ἐπειγομένοιο Λεάνδρου.
241 λύχνῳ καιομένῳ συνεκαίετο. πὰρ δὲ θαλάσσῃ
242 μαινομένων ῥοθίων πολυηχέα βόμβον ἀκούων
243 ἔτρεμε μὲν τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἀείρας
244 τοίοις οἱ προσέλεκτο παρηγορέων φρένα μύθοις·
245 «Δεινὸς Ἔρως καὶ πόντος ἀμείλιχος· ἀλλὰ θαλάσσης
246 ἔστιν ὕδωρ, τὸ δ’ Ἔρωτος ἐμὲ φλέγει ἐνδόμυχον πῦρ.
247 ἅζεο πῦρ, κραδίη, μὴ δείδιθι νήχυτον ὕδωρ.
248 δεῦρό μοι εἰς φιλότητα. τί δὴ ῥοθίων ἀλεγίζεις;
249 ἀγνώσσεις, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης;
250 καὶ κρατέει πόντοιο καὶ ἡμετέρων ὀδυνάων.»
251 [para]Ὣς εἰπὼν μελέων ἐρατῶν ἀπεδύσατο πέπλα
252 ἀμφοτέραις παλάμῃσιν, ἑῷ δ’ ἔσφιγξε καρήνῳ,
253 ἠιόνος δ’ ἐξῶρτο, δέμας δ’ ἔρριψε θαλάσσῃ.
254 λαμπομένου δ’ ἔσπευδεν ἀεὶ κατεναντία λύχνου
255 αὐτὸς ἐὼν ἐρέτης, αὐτόστολος, αὐτόματος νηῦς.
256 [para]Ἡρὼ δ’ ἠλιβάτοιο φαεσφόρος ὑψόθι πύργου,
257 λεπταλέαις αὔρῃσιν ὅθεν πνεύσειεν ἀήτης,
258 φάρεϊ πολλάκι λύχνον ἐπέσκεπεν, εἰσόκε Σηστοῦ
259 πολλὰ καμὼν Λείανδρος ἔβη ποτὶ ναύλοχον ἀκτήν.
260 καί μιν ἑὸν ποτὶ πύργον ἀνήγαγεν. ἐκ δὲ θυράων
261 νυμφίον ἀσθμαίνοντα περιπτύξασα σιωπῇ
262 ἀφροκόμους ῥαθάμιγγας ἔτι στάζοντα θαλάσσης
263 ἤγαγε νυμφοκόμοιο μυχοὺς ἔπι παρθενεῶνος
264 καὶ χρόα πάντα κάθηρε. δέμας δ’ ἔχρισεν ἐλαίῳ
265 εὐόδμῳ ῥοδέῳ καὶ ἁλίπνοον ἔσβεσεν ὀδμήν.
266 εἰσέτι δ’ ἀσθμαίνοντα βαθυστρώτοις ἐνὶ λέκτροις
267 νυμφίον ἀμφιχυθεῖσα φιλήτορας ἴαχε μύθους·
268 [para]«Νυμφίε, πολλὰ μόγησας, ἃ μὴ πάθε νυμφίος ἄλλος,
269 νυμφίε, πολλὰ μόγησας· ἅλις νύ τοι ἁλμυρὸν ὕδωρ
270 ὀδμή τ’ ἰχθυόεσσα βαρυγδούποιο θαλάσσης.
271 δεῦρο τεοὺς ἱδρῶτας ἐμοῖς ἐνικάτθεο κόλποις.»
272 [para]Ὣς ἡ μὲν παρέπεισεν. ὁ δ’ αὐτίκα λύσατο μίτρην
273 καὶ θεσμῶν ἐπέβησαν ἀριστονόου Κυθερείης.
274 ἦν γάμος, ἀλλ’ ἀχόρευτος· ἔην λέχος, ἀλλ’ ἄτερ ὕμνων.
275 οὐ ζυγίην Ἥρην τις ἐπευφήμησεν ἀείδων,
276 οὐ δαΐδων ἤστραπτε σέλας θαλαμηπόλον εὐνὴν
277 οὐδὲ πολυσκάρθμῳ τις ἐπεσκίρτησε χορείῃ,
278 οὐχ ὑμέναιον ἄειδε πατὴρ καὶ πότνια μήτηρ.
279 ἀλλὰ λέχος στορέσασα τελεσσιγάμοισιν ἐν ὥραις
280 σιγὴ παστὸν ἔπηξεν, ἐνυμφοκόμησε δ’ ὀμίχλη
281 καὶ γάμος ἦν ἀπάνευθεν ἀειδομένων ὑμεναίων.
282 νὺξ μὲν ἔην κείνοισι γαμοστόλος οὐδέ ποτ’ ἠὼς
283 νυμφίον εἶδε Λέανδρον ἀριγνώτοις ἐνὶ λέκτροις.
284 νήχετο δ’ ἀντιπόροιο πάλιν ποτὶ δῆμον Ἀβύδου
285 ἐννυχίων ἀκόρητος ἔτι πνείων ὑμεναίων.
286 Ἡρὼ δ’ ἑλκεσίπεπλος ἑοὺς λήθουσα τοκῆας
287 παρθένος ἠματίη, νυχίη γυνή. ἀμφότεροι δὲ
288 πολλάκις ἠρήσαντο κατελθέμεν εἰς δύσιν ἠῶ.
289 ὣς οἱ μὲν φιλότητος ὑποκλέπτοντες ἀνάγκην
290 κρυπταδίῃ τέρποντο μετ’ ἀλλήλων Κυθερείῃ.
291 [para]Ἀλλ’ ὀλίγον ζώεσκον ἐπὶ χρόνον οὐδ’ ἐπὶ δηρὸν
292 ἀγρύπνων ἀπόναντο πολυπλάγκτων ὑμεναίων.
293 ἀλλ’ ὅτε παχνήεντος ἐπήλυθε χείματος ὥρη
294 φρικαλέας δονέουσα πολυστροφάλιγγας ἀέλλας,
295 βένθεα δ’ ἀστήρικτα καὶ ὑγρὰ θέμεθλα θαλάσσης
296 χειμέριοι πνείοντες ἀεὶ στυφέλιζον ἀῆται
297 λαίλαπι μαστίζοντες ὅλην ἅλα· τυπτομένην δὲ
298 ἤδη νῆα μέλαιναν ἐφείλκυσε διψάδι χέρσῳ
299 χειμερίην καὶ ἄπιστον ἀλυσκάζων ἅλα ναύτης.
300 ἀλλ’ οὐ χειμερίης σε φόβος κατέρυκε θαλάσσης,
301 κατερόθυμε Λέανδρε. διακτορίη δέ σε πύργου
302 ἠθάδα σημαίνουσα φαεσφορίην ὑμεναίων
303 μαινομένης ὤτρυνεν ἀφειδήσαντα θαλάσσης
304 νηλειὴς καὶ ἄπιστος. ὄφελλε δὲ δύσμορος Ἡρὼ
305 χείματος ἱσταμένοιο μένειν ἀπάνευθε Λεάνδρου
306 μηκέτ’ ἀναπτομένη μινυώριον ἀστέρα λέκτρων.
307 ἀλλὰ πόθος καὶ μοῖρα βιήσατο. θελγομένη δὲ
308 Μοιράων ἀνέφαινε καὶ οὐκέτι δαλὸν Ἐρώτων.
309 Νὺξ ἦν, εὖτε μάλιστα βαρυπνείοντες ἀῆται
310 χειμερίαις πνοιῇσιν ἀκοντίζοντες ἰωὰς
311 ἀθρόον ἐμπίπτουσιν ἐπὶ ῥηγμῖνι θαλάσσης.
312 καὶ τότε δὴ Λείανδρος ἐθήμονος ἐλπίδι νύμφης
313 δυσκελάδων πεφόρητο θαλασσαίων ἐπὶ νώτων.
314 ἤδη κύματι κῦμα κυλίνδετο, σύγχυτο δ’ ὕδωρ,
315 αἰθέρι μίσγετο πόντος, ἀνέγρετο πάντοθεν ἠχὴ
316 μαρναμένων ἀνέμων. Ζεφύρῳ δ’ ἀντέπνεεν εὖρος
317 καὶ νότος εἰς βορέην μεγάλας ἐφέηκεν ἀπειλάς·
318 καὶ κτύπος ἦν ἀλίαστος ἐρισμαράγοιο θαλάσσης.
319 αἰνοπαθὴς δὲ Λέανδρος ἀκηλήτοις ἐνὶ δίναις
320 πολλάκι μὲν λιτάνευε θαλασσαίην Ἀφροδίτην,
321 πολλάκι δ’ αὐτὸν ἄνακτα Ποσειδάωνα θαλάσσης,
322 Ἀτθίδος οὐ βορέην ἀμνήμονα κάλλιπε νύμφης.
323 ἀλλά οἱ οὔ τις ἄρηγεν, Ἔρως δ’ οὐκ ἤρκεσε Μοίρας.
324 πάντοθι δ’ ἀγρομένοιο δυσάντεϊ κύματος ὁλκῷ
325 τυπτόμενος πεφόρητο. ποδῶν δὲ οἱ ὤκλασεν ὁρμὴ
326 καὶ σθένος ἦν ἀνόνητον ἀκοιμήτων παλαμάων.
327 πολλὴ δ’ αὐτόματος χύσις ὕδατος ἔρρεε λαιμῷ
328 καὶ ποτὸν ἀχρήιστον ἀμαιμακέτου πίεν ἅλμης.
329 καὶ δὴ λύχνον ἄπιστον ἀπέσβεσε πικρὸς ἀήτης
330 καὶ ψυχὴν καὶ ἔρωτα πολυτλήτοιο Λεάνδρου.
331 Ἡ δ’ ἔτι δηθύνοντος ἐπαγρύπνοισιν ὀπωπαῖς
332 ἵστατο κυμαίνουσα πολυκλαύτοισι μερίμναις.
333 ἤλυθε δ’ ἠριγένεια καὶ οὐκ ἴδε νυμφίον Ἡρώ.
334 πάντοθι δ’ ὄμμα τίταινεν ἐς εὐρέα νῶτα θαλάσσης,
335 εἴ που ἐσαθρήσειεν ἀλωόμενον παρακοίτην
336 λύχνου σβεννυμένοιο. παρὰ κρηπῖδα δὲ πύργου
337 δρυπτόμενον σπιλάδεσσιν ὅτ’ ἔδρακε νεκρὸν ἀκοίτην,
338 δαιδαλέον ῥήξασα περὶ στήθεσσι χιτῶνα
339 ῥοιζηδὸν προκάρηνος ἀπ’ ἠλιβάτου πέσε πύργου.
340 κὰδ δ’ Ἡρὼ τέθνηκε σὺν ὀλλυμένῳ παρακοίτῃ.
341 ἀλλήλων δ’ ἀπόναντο καὶ ἐν πυμάτῳ περ ὀλέθρῳ.