eul_wid: mdu-ae
DOI 10.5281/zenodo.20418549

Moschus of Syracuse Europe in Greek

Europe is a short epic poem, or epyllion, composed in Greek dactylic hexameter and traditionally ascribed to the Hellenistic bucolic poet Moschus of Syracuse, who flourished in the mid-2nd century BCE. This polished work of 166 lines recounts the myth of the Phoenician princess Europa. It opens with a prophetic dream sent by Aphrodite, followed by a vivid pastoral scene in which Europa gathers flowers with her companions by the seashore. There she encounters a remarkably gentle and beautiful bull, the god Zeus in disguise. Charmed, she decorates the animal with garlands and climbs upon its back, whereupon Zeus carries her across the sea to Crete. The poem concludes with Europa’s lament upon the foreign shore and the bull’s revelation of his divine identity, promising her that she will bear him famous sons and that a continent will bear her name.

A complete and refined example of Hellenistic poetry, Europe is characterized by its emotional focus on the heroine’s perspective, its detailed pictorial descriptions, and its learned, allusive style. A central set-piece is an elaborate ecphrasis describing Europa’s ornate flower basket, which is adorned with mythological scenes that artfully prefigure her own abduction and destiny. Modern scholarship interprets the poem as a miniature epic designed for a sophisticated audience conversant with Homeric tradition, emphasizing themes of divine deception, innocence, and fate. The text survives intact, preserved in medieval manuscripts alongside the works of other bucolic poets such as Theocritus. Although some philological debate has questioned its authorship, occasionally suggesting it may be a later imitation, the traditional attribution to Moschus remains standard.

1 Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
2 νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται ἐγγύθι δ’ ἠώς,
3 ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
4 λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
5 εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων.
6 τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
7 Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
8 ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
9 Ἀσίδα τ’ ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.
10 τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει
11 ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
12 φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
13 ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
14 εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
15 ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
16 ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
17 παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
18 ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ
19 εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
20 ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·
21 ‘τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;
22 ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
23 ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι;
24 τίς δ’ ἦν ἡ ξείνη τὴν εἴσιδον ὑπνώουσα;
25 ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή
26 ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
27 ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον‘.
28 [para]Ὣς εἰποῦς’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας
29 ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας
30 τῇσιν ἀεὶ συνάθυρεν ὅτ’ ἐς χορὸν ἐντύνοιτο
31 ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων
32 ἢ ὁπότ’ ἐκ λειμῶνος ἐύπνοα λείρι’ ἀμέργοι.
33 αἳ δέ οἱ αἶψα φάανθεν, ἔχον δ’ ἐν χερσὶν ἑκάστη
34 ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
35 ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
36 τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
37 αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια
38 θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο
39 ὃν Λιβύῃ πόρε δῶρον ὅτ’ ἐς λέχος Ἐννοσιγαίου
40 ἤιεν· ἣ δὲ πόρεν περικαλλέι Τηλεφαάσσῃ,
41 ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ
42 μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον.
43 ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα·
44 ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ
45 εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.
46 φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα
47 νηχομένῃ ἰκέλη, κυάνου δ’ ἐτέτυκτο θάλασσα·
48 δοιοῦ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύσιν αἰγιαλοῖο
49 φῶτες ἀολλήδην θηεῦντο δὲ ποντοπόρον βοῦν.
50 ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί
51 πόρτιος Ἰναχίης τήν θ’ ἑπταπόρῳ παρὰ Νείλῳ
52 ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
53 ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις
54 χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
55 ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
56 Ἑρμείης ἤσκητο, πέλας δέ οἱ ἐκτετάνυστο
57 Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
58 τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν
59 ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέι χροιῇ,
60 τὰς ὅ γ’ ἀναπλώσας ὡσεί τέ τις ὠκύαλος νηῦς
61 χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς.
62 τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
63 [para]Αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
64 ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
65 τῶν ἣ μὲν νάρκισσον ἐύπνοον, ἣ δ’ ὑάκινθον,
66 ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε
67 λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
68 αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
69 δρέπτον ἐριδμαίνουσαι· ἀτὰρ μέσσῃσιν ἄνασσα
70 ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα
71 οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
72 [para]Οὐ μὲν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
73 οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
74 ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ’ ὣς ἐόλητο
75 θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
76 Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
77 δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
78 παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
79 κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
80 οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
81 ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
82 οὐδ’ οἷος ποίμνῃς ἔπι βόσκεται, οὐδὲ μὲν οἷος
83 ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
84 τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
85 κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
86 ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
87 ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
88 ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
89 ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθείς
90 παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι
91 ψαῦσαί θ’ ἱμερτοῖο βοὸς τοῦ τ’ ἄμβροτος ὀδμή
92 τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀυτμήν.
93 στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης
94 καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
95 ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρόν
96 πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον.
97 αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
98 Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν·
99 ὤκλασε δὲ πρὸ ποδοῖιν ἐδέρκετο δ’ Εὐρώπειαν
100 αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
101 ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
102 ‘δεῦθ’, ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
103 ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
104 νῶτον ὑποστορέσας ἀναδέξεται οἷά τ’ ἐνηής
105 πρηύς τ’ εἰσιδέειν καὶ μείλιχος· οὐδέ τι ταύροις
106 ἄλλοισι προσέοικε, νόος δέ οἱ ἠύτε φωτός
107 αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆσ‘.
108 [para]Ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
109 αἱ δ’ ἄλλαι μέλλεσκον, ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,
110 ἣν θέλεν ἁρπάξας, ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.
111 ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
112 χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.
113 ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠύτε δελφίς,
114 χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.
115 ἡ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
116 κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
117 γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς.
118 Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι
119 κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
120 καὶ δ’ αὐτὸς βαρύδουπος ὑπεὶρ ἅλα Ἐννοσίγαιος
121 κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου
122 αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
123 Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
124 κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
125 ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
126 τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
127 εἴρυε πορφυρέην κόλπου πτύχα ὄφρά κε μή μιν
128 δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
129 κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης
130 ἱστίον οἷά τε νηὸς ἐλαφρίζεσκε δὲ κούρην.
131 ἣ δ’ ὅτε δὴ γαίης ἄπο πατρίδος ἦεν ἄνευθεν,
132 φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
133 ἀλλ’ ἀὴρ μὲν ὕπερθεν ἔνερθε δὲ πόντος ἀπείρων,
134 ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
135 ‘πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
136 ἀργαλέ’ εἰλιπόδεσσι διέρχεαι οὐδὲ θάλασσαν
137 δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
138 ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
139 ποῖον σοὶ ποτὸν ἡδύ, τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
140 ἦ ἄρα τις θεὸς ἐσσί; θεοῖς γ’ ἐπεοικότα ῥέζεις.
141 οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
142 ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
143 ἄτρομος ἀίσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
144 ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψός’ ἀερθείς
145 εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
146 ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
147 πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοῒ τῷδε
148 ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
149 ἀλλὰ σύ μοι, μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε,
150 ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
151 τόνδε κατιθύνοντα πλόον προκέλευθον ἐμεῖο·
152 οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα‘.
153 [para]Ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠύκερως βοῦς·
154 ‘θάρσει παρθενική· μὴ δείδιθι πόντιον οἶδμα.
155 αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
156 ταῦρος, ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
157 σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
158 ταύρῳ ἐειδόμενον. Κρήτη δέ σε δέξεται ἤδη
159 ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήια σεῖο
160 ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας
161 οἳ σκηπτοῦχοι ἅπαντες ἐπιχθονίοισιν ἔσονται‘.
162 [para]Ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. φαίνετο μὲν δή
163 Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν
164 λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
165 ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,
166 καὶ Κρονίδῃ τέκε τέκνα καὶ αὐτίκα γίνετο μήτηρ.