eul_wid: mdu-ac

Fragments of Bucolic Poetry
Ἀποσπάσματα Βουκολικῆς Ποίησεως

Moschus of Syracuse Fragments of Bucolic Poetry PDF

The Fragments of Bucolic Poetry consists of 26 passages attributed to the Hellenistic poet Moschus of Syracuse. Preserved through quotation by later ancient authors and grammarians, these fragments include short poetic excerpts and individual lines consistent with pastoral themes, dialogues, and descriptions of rural life. The standard modern collection appears in A.S.F. Gow’s Bucolici Graeci, offering glimpses into Moschus’s style beyond his three complete surviving idylls. The content encompasses traditional bucolic subjects, including pastoral life and landscapes, mythological narrative and allusion, erotic themes, and detailed descriptions of nature and rural settings. The fragments survive indirectly, collected from citations in the works of later authors, scholiasts, and lexicographers such as Athenaeus and Stobaeus. This method of preservation is typical for fragmentary Hellenistic poets, though the original context for each fragment is often lost. As a canonical bucolic poet, Moschus influenced the later pastoral tradition. While these specific fragments had less direct impact than his extant poems, they contributed to his reputation and were studied by ancient grammarians. The Hellenistic bucolic tradition he participated in, alongside poets like Theocritus and Bion, profoundly shaped Roman poets, most notably Virgil in his Eclogues.

book 1.1 Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ, τὰν
book 1.2 φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ ἐντὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς. ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθὸς ἁ δὲ θάλασσα[ln_5]κυρτὸν ἐπαφρίζῃ τὰ δὲ κύματα μακρὰ μεμήνῃ, ἐς
book 1.3 χθόνα
book 1.4 παπταίνω καὶ δένδρεα τὰν δ’ ἅλα
book 1.5 φεύγω, γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα ἔνθα καὶ ἢν
book 1.6 πνεύσῃ πολὺς ὥνεμος ἁ πίτυς ᾄδει. ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,
book 1.1 [ln_10]καὶ πόνος ἐντὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα. αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ, καὶ παγᾶς
book 1.2 φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν ἃ τέρπει
book 1.3 ψοφέοισα τὸν ἄγρυπνον, οὐχὶ ταράσσει.
book 2.1 Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχώ σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ. ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος
book 2.2 φλέγεν Ἀχώ καὶ Λύδα
book 2.3 Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβά.[ln_5]ὅσσον γὰρ τήνων
book 2.4 τις ἐμίσεε τὸν
book 2.5 φιλέοντα, τόσσον ὁμῶς
book 2.6 φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει. ταῦτα λέγω πᾶσιν τὰ διδάγματα
book 2.7 τοῖς ἀνεράστοις· στέργετε τὼς
book 2.8 φιλέοντας ἵν’ ἢν
book 2.9 φιλέητε
book 2.10 φιλῆσθε.
book 3.1 Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ, ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ, ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν, καὶ βαθὺς ἐμβαίνει
book 3.2 τοῖς κύμασι τὰν δὲ θάλασσαν[ln_5]νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ, ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω
book 3.3 ποταμοῖο. κῶρος δεινοθέτας κακομάχανος αἰνὰ διδάσκων καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.
book 4.1 [ln_1]Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον [para]οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην, καὶ ζεύξας
book 4.2 ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα
book 4.3 ταύρων [para]ἔσπειρεν Δηοῦς αὔλακα
book 4.4 πυροφόρον·[ln_5]εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί, ‘πλῆσον ἀρούρας μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω‘.