---
title: Fragments of Bucolic Poetry
title_greek: Ἀποσπάσματα Βουκολικῆς Ποίησεως
author: Moschus of Syracuse
eul_wid: mdu-ac
eul_aid: mdu
canonical: "https://eulogikon.org/works/moschus-syracuse-bucolic-fragments-mdu-ac"
lang: grc
period: Hellenistic
dialect: Doric
domain: Poetry
genre: Lyric
content_hash: "sha256:6742923be205385f61eb47b8ef6cd43f01ccea7ae529b092f8ec94ba573cbb07"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments of Bucolic Poetry

*Ἀποσπάσματα Βουκολικῆς Ποίησεως*

**Author:** Moschus of Syracuse

**eul_wid:** `mdu-ac` · [HTML page](https://eulogikon.org/works/moschus-syracuse-bucolic-fragments-mdu-ac)

## Text

ΜΟΣΧΟΥ ΑΠΟΣΠΑΣΜΑΤΑ

  

`1`

Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ,  

τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδʼ ἔτι μοι γᾶ  

ἐντὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μʼ ἅλς.  

ἀλλʼ ὅταν ἀχήσῃ πολιὸς βυθὸς ἁ δὲ θάλασσα  

κυρτὸν ἐπαφρίζῃ τὰ δὲ κύματα μακρὰ μεμήνῃ,  

ἐς χθόνα παπταίνω καὶ δένδρεα τὰν δʼ ἅλα φεύγω,  

γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα  

ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος ἁ πίτυς ᾄδει.  

ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,  

καὶ πόνος ἐντὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα.  

αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,  

καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν  

ἃ τέρπει ψοφέοισα τὸν ἄγρυπνον, οὐχὶ ταράσσει.  

`2`

Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δʼ Ἀχώ  

σκιρτατᾶ Σατύρω, Σάτυρος δʼ ἐπεμήνατο Λύδᾳ.  

ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ  

καὶ Λύδα Σατυρίσκον· Ἔρως δʼ ἐσμύχετʼ ἀμοιβά.  

ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,  

τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δʼ ἃ ποίει.  

ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·  

στέργετε τὼς φιλέοντας ἵνʼ ἢν φιλέητε φιλῆσθε.  

`3`

Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,  

ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,  

ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,  

καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι τὰν δὲ θάλασσαν  

νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,  

ἁ δʼ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.  

κῶρος δεινοθέτας κακομάχανος αἰνὰ διδάσκων  

καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.  

`4`

ΕΙΣ ΕΡΩΤΑ ΑΡΟΤΡΙΩΝΤΑ

  

Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον  

οὖλος Ἔρως, πήρην δʼ εἶχε κατωμαδίην,  

καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων  

ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον·  

εἶπε δʼ ἄνω βλέψας αὐτῷ Διί, «πλῆσον ἀρούρας  

μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω».

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: mdu-ac`.
