eul_wid: pvy-aa

Ἀποσπάσματα
On the Famous People of Samos

Menodotus the Historian On the Famous People of Samos PDF

t1-3 ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΣΑΜΟΝ ΕΝΔΟΞΩΝ ΑΝΑΓΡΑΦΗ. Athenaeus XV: Ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν, τίς ἐστὶν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ.
1 [45] Φησὶ γὰρ οὕτως ὁ μελιχρὸς ποιητής· Στεφάνους ὁ δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην. Καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶ γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν· Μεγίσθης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. Ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος. Εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματα θήρα, φιλότης. Σιωπῶντος δ’ αὐτοῦ καὶ ἀναζητεῖν προσποιουμένου, ὁ Δημόκριτος ἔφη, Ἀρίσταρχος ὁ γραμματικώτατος, ἑταῖρε, ἐξηγούμενος τὸ χωρίον ἔφη, ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. Τέναρος δὲ ἀγροίκων εἶναι λέγει στεφάνωμα τὴν λύγον. Καὶ οἱ ἄλλοι γε ἐξηγηταὶ ἀπροσδιόνυσά τινα εἰρήκασι περὶ τοῦ προκειμένου. Ἐγὼ δ’ ἐντυχὼν τῷ Μηνοδότου, τοῦ Σαμίου, συγγράμματι, ὅπερ ἐπιγράφεται Τῶν κατὰ τὴν Σάμον ἐνδόξων ἀναγραφὴ, εὗρον τὸ ζητούμενον. «Ἀδμήτην γάρ φησι, τὴν Εὐρυσθέως, ἐξ Ἄργους φυγοῦσαν ἐλθεῖν εἰς Σάμον, θεασαμένην δὲ τὴν τῆς Ἥρας ἐπιφάνειαν καὶ τῆς οἴκοθεν σωτηρίας χαριστήριον βουλομένην ἀποδοῦναι, ἐπιμεληθῆναι τοῦ ἱεροῦ τοῦ καὶ νῦν ὑπάρχοντος, πρότερον δὲ ὑπὸ Λελέγων καὶ Νυμφῶν καθιδρυμένου· τοὺς δ’ Ἀργείους πυθομένους καὶ χαλεπαίνοντας πεῖσαι χρημάτων ὑποσχέσει Τυρρηνοὺς, λῃστρικῷ βίῳ χρωμένους, ἁρπάσαι τὸ βρέτας, πεπεισμένους τοὺς Ἀργείους, ὡς, εἰ τοῦτο γένοιτο, πάντως τι κακὸν πρὸς τῶν τὴν Σάμον κατοικούντων ἡ Ἀδμήτη πείσεται. Τοὺς δὲ Τυρρηνοὺς ἐλθόντας εἰς τὸν Ἡραΐτην ὅρμον καὶ διαβάντας, εὐθέως ἔχεσθαι τῆς πράξεως. Ἀθύρου δὲ ὄντος τότε τοῦ νεὼ, ταχέως ἀνελέσθαι τὸ βρέτας, καὶ διακομίσαντας ἐπὶ θάλασσαν εἰς τὸ σκάφος ἐμβαλέσθαι· λυσαμένους δ’ αὐτοὺς τὰ πρυμνήσια καὶ τὰς ἀγκύρας ἀνελομένους εἰρεσίᾳ τε πάσῃ χρωμένους ἀπαίρειν οὐ δύνασθαι. Ἡγησαμένους οὖν θεῖον τοῦτ’ εἶναι, πάλιν ἐξενεγκαμένους τῆς νεὼς τὸ βρέτας ἀποθέσθαι παρὰ τὸν αἰγιαλόν· καὶ ψαιστὰ αὐτῷ ποιήσαντας περιδεεῖς ἀπαλλάττεσθαι. Τῆς δὲ Ἀδμήτης ἕωθεν δηλωσάσης, ὅτι τὸ βρέτας ἠφανίσθη, καὶ ζητήσεως γενομένης, εὑρεῖν μὲν αὐτὸ τοὺς ζητοῦντας ἐπὶ τῆς ἠιόνος, ὡς δ’ ἂν βαρβάρους Κᾶρας, ὑπονοήσαντας αὐτόματον ἀποδεδρακέναι, πρός τι λύγου θωράκιον ἀπερείσασθαι καὶ τοὺς εὐμηκεστάτους τῶν κλάδων ἑκατέρωθεν ἐπισπασαμένους περιειλῆσαι πάντοθεν. Τὴν δὲ Ἀδμήτην λύσασαν αὐτὸ ἁγνίσαι καὶ στῆσαι πάλιν ἐπὶ τοῦ βάθρου, καθάπερ πρότερον ἵδρυτο.
1 (50) [95] Διόπερ ἐξ ἐκείνου καθ’ ἕκαστον ἔτος ἀποκομίζεσθαι τὸ βρέτας εἰς τὴν ἠιόνα καὶ ἀφανίζεσθαι, ψαιστά τε αὐτῷ παρατίθεσθαι· καὶ καλεῖσθαι Τόνεα τὴν ἑορτὴν, ὅτι συντόνως συνέβη περιειληθῆναι τὸ βρέτας ὑπὸ τῶν τὴν πρώτην αὐτοῦ ζήτησιν ποιησαμένων. «Ἱστορεῖται δ’ ὑπ’ αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίᾳ περισχεθέντων, ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ τῶν ἀπηντημένων, θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῇ θεῷ δι’ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς, ἣν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀφώρισεν ὁ Ζεὺς τῷ Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ πυρὸς, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν· καὶ τίσιν ἑκούσιον ἐν ἀλυπίᾳ κειμένην δοῦναι θελήσαντος, ταύτην ἔχειν ἐπιτάξαι τὸν καθηγούμενον τῶν θεῶν. Ὅθεν ἀπ’ ἐκείνου τὸν δεδηλωμένον στέφανον τῷ Προμηθεῖ περιγενέσθαι, καὶ μετ’ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις ὑπ’ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν. Διόπερ καὶ τοῖς Καρσὶ κατὰ τὸ παραπλήσιον ἔθος παρεκελεύσατο, στεφανώματι χρωμένοις τῇ λύγῳ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις, οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. Καταλῦσαι δὲ καὶ τἄλλα γένη τῶν στεφάνων ἐπέταξε, χωρὶς τῆς δάφνης· τὴν δ’ αὐτὸς ἔφη τοῖς τὴν θεὸν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. Τοῖς τε χρησθεῖσιν ἐκ τῆς μαντείας κατακολουθήσαντας αὐτοὺς ἀβλαβεῖς ἔσεσθαι, καὶ δίκην ἐν εὐωχίαις ἀποδιδόντας τῇ θεῷ τὴν προσήκουσαν. Ὅθεν τοὺς Κᾶρας, ὑπακοῦσαι βουλομένους τοῖς ἐκ τοῦ χρηστηρίου, καταλῦσαι τὰς ἔμπροσθεν εἰθισμένας στεφανώσεις, αὐτούς τε κατὰ πλῆθος χρῆσθαι μὲν τῇ λύγῳ, τοῖς δὲ θεραπεύουσι τὴν θεὸν ἐπιτρέψαι φορεῖν τὸν καὶ νῦν ἔτι διαμένοντα τῆς δάφνης στέφανον. «Μνημονεύειν δ’ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος, ὁ ἐποποιὸς, ἐν τοῖς ἐπιγράμμασι, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσι. Λέγει δ’ οὕτως· Οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος. Ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμεύνη· ἐγγύθι γὰρ προμάλου δέμνιον ἐνδαπίης καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. Ἀλλὰ φερέσθω οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη, θυμῆρες πίνοντες, ὅπως Διὸς εὐκλέα νύμφην μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης. Ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς ὁ Νικαίνετος, πότερον στρωμνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. Συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειε, τῇ νήσῳ συνηθεστέραν ὑπάρχειν.
1 (100) [5] Ὁ γοῦν Ἀνακρέων φησί· Μεγίσθης, ὁ φιλόφρων, δέκα δὴ μῆνες ἐπειδὴ στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.» Ταῦτα ἴσασιν οἱ θεοὶ ὡς πρῶτος αὐτὸς ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ εὗρον, κτησάμενος τὸ τοῦ Μηνοδότου συγγραμμάτιον, καὶ ἐπιδείξας πολλοῖς ἐξ αὐτοῦ τὸ παρὰ τῷ Ἀνακρέοντι ζητούμενον. Λαβὼν δὲ παρ’ ἐμοῦ ὁ πᾶσι κλοπὴν ὀνειδίζων Ἡφαιστίων ἐξιδιοποιήσατο τὴν λύσιν, καὶ σύγγραμμα ἐξέδωκεν, ἐπιγράψας Περὶ τοῦ παρ’ Ἀνακρέοντι λυγίνου στεφάνου· ὅπερ νῦν ἐν τῇ Ῥώμῃ εὕρομεν παρὰ τῷ Ἀντικοττύρᾳ(?) Δημητρίῳ .... Μόνον γὰρ τοῦτ’ ἴδιον εἴρηκεν, ὅτι Φύλαρχος ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν οἶδε τὴν κατὰ λύγον ἱστορίαν, καὶ ὅτι οὔτε τὰ Νικαινέτου οἶδεν, οὔτε τὰ Ἀνακρέοντος ὁ συγγραφεύς· ἀπέδειξέ τε καὶ διαφωνοῦντα αὐτὸν κατ’ ἔνια τῶν ἱστορηθέντων παρὰ τῷ Μηνοδότῳ. Athenaeus XIV: Μηνόδοτος δὲ ὁ Σάμιος ἐν τῷ Περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν· «Οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας, καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ, καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι, καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.
2 [10] Διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν· Ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. Ἡ Κύπρος ἔχει πελείας διαφόρους ἡ δ’ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν, φασὶν, ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταώς. Διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὼς ἐστίν.» Diogenes Laert.
3 II, 104, varios recensens Theodoros: Τρισκαιδέκατος, ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος.