eul_wid: izw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Cyzicus and Its Legends by Agathocles of Cyzicus

On Cyzicus and Its Legends, also known by the title Apospasmata or "Extracts," is a lost work of local history attributed to Agathocles of Cyzicus. It was a compiled epitome concerning the important Greek colony of Cyzicus on the Sea of Marmara, focusing on the city's historical and mythological traditions. The work survives only in fragments preserved by later ancient authors. These citations indicate its content was characteristic of local historiography, encompassing the city's foundation myths, which may have involved the Argonauts, descriptions of local cults such as that of Zeus Polieus, accounts of political history and notable citizens, and geographical and ethnographic details of the region. The primary source for fragments is Athenaeus’s Deipnosophistae, written around 200 CE, which cites Agathocles on matters such as a type of bread called cyzicene. Other fragments are preserved by Harpocration and Photius, while the Byzantine Suda encyclopedia confirms Agathocles as the author. The work served as a source for later lexicographers and antiquarians, thereby transmitting Cyzicene traditions within the broader stream of Greek scholarly writing. Its surviving fragments remain valuable for studies of Hellenistic historiography and the local history of northwestern Asia Minor.

ΠΕΡΙ ΚΥΖΙΚΟΥ.

Στέφανος ὁ Βυζάντιος : Βέσβικος, νησίδιον περὶ Κύζικον ... Ἀγαθοκλῆς δὲ ἐν πρώτῃ Περὶ Κυζίκου φησὶν ὅτι κτίσμα ἐστὶ Φερσεφόνης, καὶ ὄνομα ἔχει γίγαντος … Οἱ γὰρ γίγαντες ἀπορρήξαντες αἰγιαλοὺς ἐκύλιον διὰ τῆς θαλάσσης, ἐγχῶσαι τὰς ἐκβολὰς τοῦ Ῥυνδακοῦ ζητοῦντες. Ἡ δὲ Κόρη ἀγωνιῶσα περὶ Κυζίκου, τὰς πέτρας ἐρρίζωσε, καὶ νῆσον ἐποίησεν, ἥτις ἀφʼ ἑνὸς τῶν ὕστερον οἰκισάντων Πελασγῶν προσηγόρευται Βέσβικος, ἐφʼ ᾗ τοὺς λειπομένους τῶν Γιγάντων ἠφάνισε σὺν Ἡρακλεῖ. Τὸ ἐθνικὸν Βεσβικηνός.

Ἀθήναιος : Περὶ δὲ ὑῶν, ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν, Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ Περὶ Κυζίκου φησὶν οὕτως· «Μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία. Λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς, καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος, ἀνεπάϊστον τοῖς παριοῦσιν ἐτίθει. Διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται, καὶ οὐ — φησὶ — τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑῒ, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται.» Τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῆς.

Ἐτυμολογικὸν τὸ Μέγα : Δίκτη, ὄρος τῆς Κρήτης, εἴρηται παρὰ τὸ τέκω, τίκτω, τίκτα τις οὖσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν Δία. Ἀγαθοκλῆς δὲ θηλυκὸν ὄνομα εἶναι τὸ Δίκταιον ὄρος — φησί.

Ἀθήναιος : Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ, φίλῳ ὄντι, ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. Ὁ δʼ εἰς ὕβριν, φασὶ, καὶ ἄνοιαν προελθὼν, τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος, στρατιὰν συναγαγών. Καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπʼ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.

Ἀθήναιος : Ἀγαθοκλῆς δʼ ἐν τρίτῳ Περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἶναι καὶ χρυσοῦν καλούμενον ὕδωρ. Εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπʼ αὐτοῦ ἢ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δʼ ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία.

Ἀθήναιος : Ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσι καλουμένων κοννάρων καὶ παλιούρων. Μνημονεύει δὲ αὐτῶν Ἀγαθοκλῆς ὁ Κυζικηνὸς, ἐν τρίτῃ τῶν Περὶ τῆς πατρίδος, λέγων οὕτως· «Κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον, ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ὃ ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. Ἔστι δὲ τὸ δενδρίον τῷ μεγέθει μὲν πτελέης καὶ πεύκης οὐδέν τι μεῖον. Ἀκρέμονας δʼ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπʼ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρὸν, τῇ φυῇ περιφερές. Καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου. Γλυκὺς δὲ πάνυ ὁ καρπὸς, μέγεθος κατὰ φαυλίην ἐλαίην, καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. Καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα, οὐ μάξαντες, οὐδʼ ὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν.»

Ἀγαθοκλῆς δὲ ὁ Βαβυλώνιός φησι τὴν Ῥέαν ἐκ Προικοννήσου δέξασθαι τὸν λίθον,

ΥΠΟΜΝΗΜΑΤΑ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἀγαθοκλῆς ἐν τοῖς Ὑπομνήμασι περὶ τῶν χαλκείων τοῦ Ἡφαίστου ἱστορῶν, φησὶ κατὰ Σικελίαν δύο εἶναι νήσους, ὧν ἡ μὲν καλεῖται Ἱέρα, ἡ δὲ Στρογγύλη· αἵτινες ἡμέρας καὶ νυκτὸς πῦρ ἀφιᾶσιν. Καλεῖται δὲ ἡ μὲν Αἰόλου, ἡ δὲ Ἡφαίστου, ἐν ᾗ πυρὸς ποταμούς φασιν ἀνιέναι.»