eul_wid: nqq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Fragments on Cronus by Thallus the Historian

The Historical Fragments on Cronus is a lost chronographical work attributed to the historian Thallus, preserved only in citations by later Christian authors. The surviving fragments, eleven in total, represent a Hellenistic effort to synchronize Greek mythological events, particularly those concerning the god Cronus, whom the Romans identified with Saturn, with the chronologies of the Near East and the Bible. The work employs a euhemeristic approach, interpreting Cronus not as a deity but as a historical king. Its methodology involved calculating precise intervals between legendary events, such as dating an Assyrian king's reign to 322 years before the Trojan War or measuring 505 years from the fall of Troy to the founding of Rome. This synthesis aimed to integrate Greek myth into a coherent universal historical timeline. The fragments survive entirely through quotation by later Christian chronographers like Theophilus of Antioch and George Syncellus, who valued Thallus's calculations as independent pagan testimony to the antiquity of biblical history. Consequently, the work holds significance as a key example of Hellenistic chronological scholarship and for its direct influence on early Christian apologetics, demonstrating how pagan historical records were utilized to argue for the coherence and venerable age of the scriptural narrative.

Θεόφιλος ὁ Ἀντιοχεύς : Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησίν· «Καὶ Ὤγυγος ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν· … τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὤγυγος τότε ἦρξε·» Καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφʼ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας.

Θεόφιλος ὁ Ἀντιοχεύς : Κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου ἔτεσι τκβʹ.

Σέξτος Ἰούλιος ὁ Ἀφρικανός, Εὐσέβιος : Ἀπὸ Ὠγύγου, ἐφʼ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορωνέως Ἀργείων βασιλεύσαντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος ἔτη συνάγεται χίλια εἴκοσιν. Ταῦτα γὰρ οἱ τὰ Ἀθηναίων ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θάλλος καὶ Διόδωρος Ἀλέξανδρός τε ὁ Πολυίστωρ καί τινες τῶν καθʼ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων.

Γεώργιος ὁ Σύγκελλος : Ταύτην — τῶν Ἀράβων βασιλείαν — Ἀσσυρίων μαʹ διεδέξαντο βασιλεῖς ... ἀπὸ τοῦ πρώτου αὐτῶν Βήλου ἕως τοῦ μαʹ Μακοσκολέρου τοῦ καὶ Σαρδαναπάλλου, ὡς συμφωνοῦσι πολλοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι.

Ἰουστῖνος ὁ Μάρτυς ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος

Σέξτος Ἰούλιος ὁ Ἀφρικανός, Εὐσέβιος : Κῦρος Περσῶν ἐβασίλευσεν ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νεʹ, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θάλλου καὶ Κάστορος Ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντός ἐστιν εὑρεῖν.

Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς : Ταῦτα δὲ ἱστόρησαν οἱ σαφώτατοι θάλης καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετʼ αὐτῶν Ἡρόδοτος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογράφησεν.

Σέξτος Ἰούλιος ὁ Ἀφρικανός, Γεώργιος ὁ Σύγκελλος : Καθʼ ὅλου τοῦ κόσμου σκότος ἐπήγετο φοβερώτατον, σεισμῷ τε αἱ πέτραι διερρήγνυντο καὶ τὰ πολλὰ Ἰουδαίας καὶ τῆς λοιπῆς γῆς κατερρίφθη. Τοῦτο τὸ σκότος ἔκλειψιν τοῦ ἡλίου Θάλλος ἀποκαλεῖ ἐν τρίτῃ τῶν Ἱστοριῶν, ὡς ἐμοὶ δοκεῖ ἀλόγως.