eul_wid: bcw-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Cosmology by Pherecydes of Syros

The Fragments on Cosmology is the modern designation for the surviving portions of a prose treatise written in the sixth century BCE by Pherecydes of Syros. Composed in the Ionic dialect, it represents one of the earliest known Greek works written in prose, marking a deliberate departure from the poetic epic tradition. In antiquity, the work was commonly known as the Heptamychos, or "Seven Recesses," and was also referred to as a theogony. It presented a systematic cosmogony, narrating the origin of the cosmos and the gods through a mythological framework. Its account featured primordial deities such as Zas, a variant of Zeus; Chthonie, the Earth; and Chronos, or Time, who is presented as a self-generated first principle.

The text survives only in fragments, approximately sixteen in number, preserved through quotations by later authors such as Diogenes Laertius, Clement of Alexandria, and Damascius. These citations suggest the original work described the formation of the world, including the fashioning of a robe embroidered with cosmic imagery and the division of the cosmos, possibly into seven regions as implied by the title Heptamychos. Pherecydes is regarded as a transitional figure who bridged mythological narrative and early philosophical inquiry. His introduction of Chronos as an abstract, generative principle is considered an innovative step toward conceptual speculation, influencing later Orphic and Pythagorean thought. Although fragmentary, the work remains a crucial landmark in the development of Greek cosmological writing and the emergence of prose as a vehicle for speculative thought.

Λαέρτιος Διογένης Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ. π. μον. λέξ. καὶ γὰρ Δίς καὶ Ζήν καὶ Δήν καὶ Ζάς παρὰ Φερεκύδηι κατὰ κίνησιν ἰδίαν.

Ἀχιλλεὺς Τάτιος ὁ Ἀστρονόμος Θαλῆς δὲ ὁ Μιλήσιος καὶ Φ. ὁ Σύριος ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ ὑφίστανται, ὃ δὴ καὶ Χάος καλεῖ ὁ Φ., ὡς εἰκὸς τοῦτο ἐκλεξάμενος παρὰ τοῦ Ἡσιόδου οὕτω λέγοντος «ἤτοι μὲν πρώτιστα Χάος γένετο».

αὐτῶι ... φᾶρος. αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· «ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο» Φ. ὁ Σύριος λέγει· «Ζὰς ... δώματα». ... ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπʼ αὐτῆι πεποικιλμένον φᾶρος, πάντα ὅσα Φ. ἀλληγορήσας ἐθεολόγησεν λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν.

αὐτῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα. ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θεράποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντα, ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνεται, τὸν γάμον ποιεῦσιν. κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμωι, τότε Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι ποικίλλει Γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα ...

βουλόμενος γὰρ σέο τοὺς γάμους εἶναι τούτωι σε τιμῶ. σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθι. ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθαι· ἐκ τούτου δὲ ὁ νόμος ἐγένετο καὶ θεοῖσι καὶ ἀνθρώποισιν. ἡ δέ μιν ἀμείβεται δεξαμένη εὑ τὸ φᾶρος ...

Πρόκλος ὁ Φ. ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν διʼ ὅλων διήκουσαν.

Ὠριγένης Φερεκύδην δὲ πολλῶι ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιεῖν στρατείαν στρατείαι παραταττομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον ἀποδιδόναι, τῆς ἑτέρας δʼ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίγνεσθαι, ἵνʼ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δʼ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια θεομαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος. παρὰ Φοινίκων δὲ καὶ Φ. λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρʼ αὐτῶι λεγομένου Ὀφιονέως θεοῦ καὶ τῶν Ὀφιονιδῶν.

Ὠριγένης καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῆι δεῦρο ὁδῶι. ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ «κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δʼ αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα· ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσηι». τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν τῆς Ἀθηνᾶς πέπλον ἐν τῆι πομπῆι τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπʼ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν.

Πορφύριος τοῦ Συρίου Φερεκύδου μυχοὺς καὶ βόθρους καὶ ἄντρα καὶ θύρας καὶ πύλας λέγοντος καὶ διὰ τούτων αἰνιττομένου τὰς τῶν ψυχῶν γενέσεις καὶ ἀπογενέσεις ... τῶν παλαιῶν ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν καὶ σπήλαιον ...

Ψευδο-Γαληνός κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῶι Πλάτωνι ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῶι Ἡσιόδωι καὶ τοῖς Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῶι Φερεκύδηι τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Φ. δέ φησιν ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι.

Αἴλιος Ἡρωδιανός εἰ δέ τις λέγει «καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Συρίου», ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις.

Ἀπολλώνιος ὁ Γραμματικός καὶ Φ. ἐν τῆι Θεολογίαι καὶ ἔτι Δημόκριτος ... συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο.

Ἀπολλώνιος ὁ Γραμματικός ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας ἡμεῖς, ὑμεῖς, σφεῖς παρʼ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον. Φερεκύδην, Ἑκαταῖον.

Λαέρτιος Διογένης ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν.

Φιλόδημος οἱ δὲ Δία καὶ Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν, Πίνδαρος δʼ ἐκ Κυβέλης μητρὸς ἐν τῶι ὕμνωι εἰς Κυβέλαν ματέρα, Φερεκύδης δʼ ὁ Σύριος ...

Πλούταρχος εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῶι Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένωι τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς.

Ἰωάννης ὁ Λυδός τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξηι ἐστί.