eul_wid: tqu-ab

Περὶ Διαγνώσεως καὶ Θεραπείας Παθῶν ἐν Νεφροῖς
On the Diagnosis and Treatment of Affections Residing in the Kidneys

Medical Writer Anonymous On the Diagnosis and Treatment of Affections Residing in the Kidneys PDF

19 643 (t1) [5] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΝ ΕΝ ΝΕΦΡΟΙΣ ΠΑΘΩΝ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ ΤΟ ΒΙΒΛΙΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ. Κεφάλαιον α ʹ . Περὶ οὐσίας νεφρῶν. Ἡ οὐσία τῶν νεφρῶν ἰδία καὶ οὐδενὶ ἄλλῳ μορίῳ κοινὴ ἐξ ἰνῶν καὶ σαρκῶν συνεστηκυῖα, σαρκῶν δὲ πυκνῶν. γέγονε δὲ τοιαύτη, ἵνα μὴ ῥᾳδίως τὸ αἷμα φερόμενον ἀποῤῥῇ καὶ ἐκχῆται καὶ φέρηται μετὰ τοῦ οὔρου. ἡ σαρκοειδὴς αὕτη οὐσία πολλὰς ἔχει ἐν αὐτῇ περιγραφάς.
19 644 [15] καὶ ἐπειδὴ καθ’ ἑκάστην περιγραφὴν τῆς οὐσίας λίθοι γίνονται ὡς ἐπὶ τὸ πολὺ, διὰ τοῦτο καὶ χαλεπαὶ γίνονται ὀδύναι ἐν αὐτοῖς. καὶ ταῦτα μὲν περὶ οὐσίας. Περὶ σχήματος νεφρῶν. Σχῆμα δὲ ἔχουσι σιγμοειδὲς, ἐν μέσῳ δὲ κοιλότης ἐστὶν, ἣ ὑποδέχεται διὰ φλεβῶν καὶ ἀρτηριῶν τὸ ὀῤῥῶδες περίττωμα. ἔρχονται δὲ εἰς τοὺς νεφροὺς οὐ μόναι αἱ μείζους φλέβες, ὧν αἱ μὲν εἰς τὴν κοιλότητα βάλλουσιν, ἕτεραι δὲ εἰς τὸν περιαλείφοντα αὐτοὺς ὑμένα, ἀλλὰ καὶ ἕτερα ἀγγεῖα τριχοειδῆ. διὰ τί ὁ μὲν δεξιὸς νεφρὸς ὑψηλότερος, ὁ δ’ ἀριστερὸς ταπεινότερος; —ἵνα μὴ ἐν τῇ ἐνεργείᾳ ὁ μὲν ἕλκῃ, ὁ δὲ ἀνθέλκῃ. ἐν ποίῳ κεῖνται τῶν μερῶν τοῦ σώματος; —κεῖνται οἱ νεφροὶ κατὰ τῆς ῥάχεως ἀνωτέρῳ βραχὺ τῶν λαγόνων. ἀπ’ αὐτῶν δ’ ἐκφύονται οἱ οὐρητῆρες διάγοντες τὸ οὖρον ἐπὶ κύστιν. ἡ οὐσία τῶν οὐρητήρων ἰδία καὶ οὐδενὶ ἑτέρῳ μορίῳ κοινή. διὰ τί δύο νεφροὶ γεγόνασιν ὑπὸ τῆς φύσεως ἀνθ’ ἑνός; —ἐπειδὴ ὑπεραίρει τὸ ὀῤῥῶδες περίττωμα τῶν ἄλλων περιττωμάτων, χρεία δ’ αὐτοῖς τὸ ἕλκειν τὸ ὀῤῥῶδες περίττωμα.
19 645 [15] δεῖ γὰρ εἰδέναι ὅτι ἀπὸ τῆς κοίλης φέρεται φλὲψ ἐπὶ τὰ κάτω, διχῆ δ’ αὕτη τεμνομένη, τὸ μὲν ἄνω φέρεται, τὸ δ’ ἕτερον κάτω. ὅπερ πάλιν τριχῆ τεμνόμενον δηλονότι τὸ κάτω. τὸ μὲν εἰς τοὺς μηροὺς, τὸ δ’ εἰς τοὺς ὄρχεις, ἄλλο δ’ εἰς τοὺς νεφροὺς φέρεται. φέρονται δὲ καὶ ἀπὸ τῆς καρδίας ἀρτηρίαι ἐμβάλλουσαι καὶ αὗται ὀῤῥῶδες περίττωμα καὶ θερμότητα, ἵνα θερμαίνονται ὑπ’ αὐτῶν. ἐπειδὴ οἱ νεφροί εἰσιν ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ, διὰ τοῦτ’ οὖν παρὰ τῶν εἰρουμένων ἀρτηριῶν χορηγοῦνται θερμότητες, ἵνα ὑπερνικήσωσι τὴν ψύξιν αὐτῶν. μετὰ δὲ τὸ ἕλξαι τὸ ὀῤῥῶδες περίττωμα τὸ χρηστὸν τοῦ αἵματος κατέχουσι καὶ τρέφονται ἐξ αὐτοῦ· τὸ δὲ ὀῤῥῶδες περίττωμα ἀποτρίβεται διὰ τῆς ἀποκριτικῆς ὡς ἄχρηστον. ἐν ὅσῳ δέ ἐστιν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις σὺν τῷ αἵματι, ὀῤῥῶδες περίττωμα λέγεται.
19 646 [15] ὅταν δ’ ἀποδιωχθῇ, λέγεται οὖρον. ὥστε οὖν τὸ χρηστὸν τοῦ αἵματος κατέχουσιν οὗτοι καὶ τρέφονται ἐξ αὐτοῦ· τὸ δ’ ἄχρηστον ἀποτρίβονται. καὶ ὥσπερ ἡ χοληδόχος κύστις χαίρει τῇ χολῇ καὶ ὁ σπλὴν τῷ μελαγχολικῷ χυμῷ, οὕτω καὶ οὗτοι τῷ ὀῤῥώδει περιττώματι. Περὶ ἐνεργείας νεφρῶν. Ἐνέργεια δ’ αὐτοῖς τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤῥῶδες ὑγρὸν ἀπὸ τοῦ αἵματος. ἐνταῦθα δέ τις ἡ χρεία τῆς ἐνεργείας αὐτῶν. ζητεῖται δὲ οὐ μόνον νεφροῦ, ἀλλ’ ἑκάστου μορίου ἐνέργεια· ὁπηνίκα γὰρ αὕτη βλάπτεται, ἀποφαίνει ὁποῖόν ἐστι τὸ πάσχον μόριον. Κεφάλαιον β ʹ . Πᾶν πάθος περὶ αὐτοῦ λέγεται νεφρῖτις, εἴτε ὁμοιομερές ἐστιν εἴτε ὀργανικὸν ἢ ἐπίκοινον. κυρίως δὲ νεφρῖτις ἡ λιθίασις λέγεται. Αἰτίαι τοῦ λίθου.
19 647 [15] Αἱ δὲ τοῦ λίθου αἰτίαι τέσσαρες, ποιητικὸν, ὑλικὸν, ὀργανικὸν καὶ τελικόν. τοῦτο ἐκ τῶν ἔξωθεν μανθάνεις, ὅτι ποιεῖ ἔξωθεν λίθου σύστασιν ἢ ψύξις ἢ θερμότης· ὥσπερ ἐν ὑπονόμοις καὶ σωλῆσι τῆς θερμότητος ἐγγινομένης ἀπὸ ὕλης ἀδιαπνευστούσης· οἷον ὕδατος ὄντος ἐν τῷ σωλῆνι γίνεται θερμότης παρὰ φύσιν. ταύτης δὲ διαφορούσης τὸ λεπτομερὲς ἐκείνου ἰλυώδους ὕδατος τὸ παχυμερὲς ἀπογαιοῦται καὶ μένων ἐν τῷ σωλῆνι προστίθεται τῇ οὐσίᾳ τοῦ λίθου καὶ οὕτως προστίθεται τῇ οὐσίᾳ τοῦ λέβητος ἢ ἄλλου χαλκοῦ καὶ γίνεται λίθος. ἐν ἡμῖν δὲ ψύξις λίθον οὐ ποιεῖ. οὐδὲ γὰρ ἐν ζῶντι σώματι δυνατὸν ὑποθέσθαι τοσαύτην ψύξιν, ὡς δυνηθῆναι τὴν ψύξιν ποιῆσαι λίθον ἡμῖν, ὡς ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν γινόμενον, ἀλλὰ ἀπὸ θερμότητος ἐν ἡμῖν γίνεται λίθος ἢ σφοδρᾶς ἢ χλιαρᾶς. ἀλλ’ εἰ μὲν παχεῖά ἐστιν ἡ ὕλη, τότε ἀρκοῦσά ἐστι καὶ ἡ χλιαρὰ καὶ μετρία καὶ κατὰ φύσιν θερμότης πρὸς τὸ ἰσχῦσαι καὶ ἀπογαιῶσαι τὴν παχεῖαν ὕλην· ἑτοίμη γὰρ ὡς παχεῖα πρὸς τὴν γένεσιν τοῦ λίθου.
19 648 [15] εἰ δὲ λεπτοτέρα ἐστὶ, τότε πάνυ σφοδροτέρας δεῖται τῆς κατὰ φύσιν καὶ παρὰ φύσιν θερμότητος, ἵνα ἀπογαιώσῃ αὐτήν. θέλει γὰρ διαφορῆσαι τὸ λεπτομερὲς αὐτῆς καὶ οὕτως ἵνα ἰσχύσῃ ποιῆσαι λίθον. ἁπλῶς γοῦν ἀπὸ θερμότητος γίνεται ἐν ἡμῖν λίθος. ὑλικὸν δὲ αἴτιον ἢ παχὺς ἢ γλίσχρος χυμὸς ἢ ἀμφότερον. ὀργανικὸν δὲ αἴτιον νεφρὸς ἢ κύστις ἢ ἕτερον ἐπιτήδειον μόριον. τελικὸν δὲ οὐκ ἔστιν ἐνταῦθα εἰπεῖν, εἰ μὴ αὐτὸν τὸν λίθον. τὸ φερόμενον αἷμα ἐν αὐτοῖς ἢ παχύτερόν ἐστιν ἑαυτοῦ ἢ φλεγματικώτερον ἢ μελαγχολικώτερον ἢ ξανθοχολικώτερον. φέρεται δὲ ἐν αὐτοῖς διὰ φλεβῶν καὶ ἀρτηριῶν ἢ ἐν τῇ κοιλότητι ἢ ἐν τῇ οὐσίᾳ καὶ ἐκεῖ φερόμενον ὑπερβάλλον τῇ ποσότητι ἢ τῇ ποιότητι ἢ τῇ συστάσει σφηνοῦται καὶ ἵσταται καὶ ἴσχει θερμότητα παρὰ φύσιν.
19 649 [15] αὕτη δὲ ἡ παρὰ φύσιν θερμότης πλεῖον παχύνει καὶ καταγλισχραίνει καὶ ὀξυπαροπτᾶ καὶ ἀπογαιοῖ τὸν χυμὸν ἐκεῖνον καὶ ποιεῖ τὸν λίθον. ὅσοι μὲν ἡγοῦνται κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαι φασὶ τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ αὐτῶν τῇ σαρκὶ ἀνάλογον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις οὐκ ἐν μόναις ταῖς διέξοδοις, ἀλλὰ καὶ καθ’ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ καθ’ ὃν εἰς τὴν κοιλίαν διεξέρχονται τῶν νεφρῶν. οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι γλίσχρου χυμοῦ καὶ παχέος ἐν τῷ χρόνῳ κατοπτωμένου τε καὶ ξηραινομένου κατ’ αὐτούς. δέδεικται γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυναμέων ὑπομνήμασιν ἕλκων ἐφ’ ἑαυτὸν ὁ νεφρὸς, ὅσον περ ἐν ταῖς φλεψὶν ὀῤῥῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν οὖν εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τοιούτων πόρων, ἐπὶ πλέον ἀναστομωθέντων συνηθεῖταί τι καὶ παχύτερον, ὅπερ θερμαινόμενον καὶ ξηραινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ, πωροειδῆ λαμβάνει σύστασιν.
19 650 [15] ἐὰν μὲν οὖν ἡ τοῦ νεφροῦ δύναμις ἀποκριτικὴ διώσηται πᾶν αὐτὸ ἐν τοῖς οὔροις ἢ ψαμμώδης ὑπόστασις ἐν αὐτοῖς γίνεται. ἐὰν δὲ ἐμπλησμένον τε καὶ δυσαπόλυτον ᾖ τῆς κοιλίας τοῦ νεφροῦ τὸ δεχόμενον, ἐν αὐτῷ ἔτι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιῤῥέον τῷ ὑπάρχοντι καὶ οὕτως ὁ πῶρος ἀξιόλογος μεγέθει συνίσταται. συντελεῖ καὶ εἰς τοῦτο μάλιστα καὶ τῶν νεφρῶν αὐτῶν κρᾶσις, ὅταν οἷον πυρῶδές τε καὶ δριμὺ τὸ κατὰ φύσιν ᾖ θερμόν. ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ’ ᾖ τὸ αἷμα καὶ μήτε παχὺ μήτε γλίσχρον, αἱματῶδες οὕτως γίνεται τὸ οὖρον. ἐὰν μὲν οὖν ἐκ φλέγματος μόνου γλίσχρου καὶ παχέος σύστασις γένηται, τῶν ἐν τοῖς νεφροῖς πωροειδῶν τε καὶ λιθωδῶν σωμάτων ἡ καλουμένη τεφρώδης ἔσται χροιά. παραπλησίως τοῖς αὐτοφυέσιν ὕδασι κἂν χλιαρώτερον τῶν συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. τὰ μὲν οὖν παιδία τοὺς ἐν κύστει γεννῶντα λίθοις φαίνεται. τοὺς δ’ ἐν τοῖς νεφροῖς οἱ ἀκμάζοντες.
19 651 [15] ἐπὶ μὲν γὰρ τῶν παιδίων ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν κέχυται καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν. ἐπὶ δὲ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν, τοὐναντίον ἀσθενῶν οὐσῶν, συνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς ὅσα παχέα φύσει διά τινων λεπτῶν ἠθεῖν βουλόμεθα. τὰ μὲν ὑπὸ θερμασίας χυθέντα διερχόμενα ῥᾳδίως ταχύ. τὰ δὲ ἄτηκτα μὴ ἐξιόντα. παραδείγματά τε τῶν τοιούτων ὑλῶν πίστα, ῥητίνη, στέαρ, κηρός τε καὶ μέλι. καὶ τῶν παιδῶν οὖν ἐχόντων πολὺ τὸ ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυρὰς τὸ πάχος τῆς ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης· ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε ὑμενώδης ἐστὶ καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει, συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς ταύτην πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίσῃ. καὶ μὴν καὶ γλίσχρον αὐτὸ εἰκὸς μᾶλλον ἦν τοῖς παιδίοις κατεργᾶσθαι ὑπὸ τῆς ἐμφύτου θερμασίας.
19 652 [15] καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦται καὶ συνίσταται καὶ πήγνυται καὶ προσθῶμεν ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις αἰτίαν. ἔστι δὲ τό τε ἀδηφάγον αὐτῶν καὶ τὸ μετὰ τὴν τροφὴν ἀτάκτως κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα. τοῖς δ’ ἔτι θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. καὶ τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ καὶ ὁμοίων λίθους ἐν κύστει καὶ νεφροῖς γενομένους ἔγνωμεν. ἔστιν οὖν πάθημα τῆς κύστεως ἡ λιθίασις παιδικόν. οὐ γὰρ δύναται στενὸς οὕτως ὁ τράχηλος τῆς κύστεως ἐπὶ τῶν μειζόνων σωμάτων γενέσθαι, ὡς κατέχειν τὸ παχύτερον ὑγρόν. οὐ μὴν τοῦτό γε μόνον ἱκανὸν εἶναι νομίζειν πρὸς τὴν τῶν λίθων γένεσιν, ἀλλὰ καὶ δυσκρασίαν θερμὴν, ὡς πυρῶδες ἔχειν τὸ θερμὸν οὐκ εὔκρατον, οὐδὲ μέτριον. ἐπὶ δὲ τῶν θηλέων παιδίων ὁ τῆς κύστεως αὐχὴν εἰς τὸ αἰδοῖον συντέτρηται αὐτὸ, βραχὺς ὢν ἅμα καὶ εὐρὺς, ὥστε ῥᾳδίως αὐτοῦ διεξουρεῖσθαι τὰ παχέα τῶν οὔρων, ἃ τοῖς ἄῤῥεσι παιδίοις ἰσχόμενα διά τε τὸ μῆκος καὶ τὴν στενότητα τοῦ τῆς κύστεως αὐχένος ὕλην παρέχει τῇ πυρώδει κύστει πρὸς τὴν τῶν λίθων γένεσιν.
19 653 [15] Κεφάλαιον γ ʹ . Τῶν σημείων τὰ μέν εἰσιν ἐπιστημονικὰ, τὰ δὲ τεχνικὰ, τὰ δὲ ἴδια. σημεῖον ἴδιον ἀπαράβατον δηλοῦν ἀμέσως τὸ πάθος, ἤγουν λίθον τὸν ἐν τοῖς νεφροῖς ἐὰν κατενεχθῶσιν ἐν τῷ ποτηρίῳ ψάμμια, τότε ἀκριβῶς διαγινώσκεται, ὅτι λίθος ἐστὶν ἐν τοῖς νεφροῖς. καὶ ἰδοὺ τὸ ἴδιον καὶ βεβαιότατον σημεῖον. ἐπεὶ δὲ ἐπιπλέκονται αἱ διαθέσεις, εἴπομεν καὶ τὰ κοινὰ σημεῖα. τὰ δὲ κοινὰ σημεῖα ταῦτά ἐστιν· ἐὰν αἱματώδη εἰσὶ τὰ οὖρα τὰ φερόμενα, τοῦτο κοινὸν δύναται εἶναι σημεῖον ἢ ὅτι ἀναστόμωσις γέγονεν ἀγγείων ἢ ῥῆξις ἢ ἀνάβρωσις ἢ ἀτονία ἢ εὐρύτης ἢ ἕτερόν τι. ὅτι ἡ μὲν ῥῆξις ἀκριβοῦς καὶ ἀθρόου αἵματος ἐργάζεται κένωσιν. ἡ δὲ ἀναστόμωσις καὶ κατ’ ὀλίγον φέρεται καὶ τὸ λεπτότατον διηθοῦσα τὸ οὖρον ὕφαιμον ἀπεργάζεται.
19 654 [15] εἰ δὲ σὺν τῷ αἵματι καὶ ἕτεραι παχυτῆτες ἐκκρίνονται, εὐρύτης ἐστίν. εἰ δὲ ὑδατῶδές ἐστι τὸ αἷμα, εὔδηλον καὶ πιστὸν, λίθον συστῆναι. εἰ δὲ παχὺ τὸ αἷμα ᾖ τὸ φερόμενον, εὔδηλον ὅτι ἡ παχύτης τοῦ αἵματος εἰς λίθον τῇ βιαίᾳ σφηνώσει μεταλειφθήσεται. ἐπὶ γὰρ τῇ τοῦ αἵματος κενώσει διδόαμεν ψυχρὰ, ἵνα στεγνωθῇ ἡ φλὲψ καὶ ἡ ἀρτηρία καὶ μηκέτι ἄλλο ἐνέγκῃ αἷμα εἰς τοὺς νεφροὺς, ἵνα ἐπισφηνωθῇ. ἀμέλει καὶ ἐπὶ τούτων ἀπάτη γίνεται εἰς θεραπείαν. στεγνοῖ γὰρ τὴν φλέβα καὶ οὐκ ἐᾷ ἄλλο ἐνεχθῆναι. αἴτιον δὲ τοῦ αἵματος μένοντος ἐν τοῖς νεφροῖς γίγνεται, ὥστε εἰ δώσεις ψυχρὸν, τὴν φλέβα στεγνοῖς καὶ οὐκέτι φέρεται· τὸ δὲ ἐνεχθὲν ἐν αὐτοῖς αἷμα ταχέως ἀπογαιοῖς. ἐκ τῆς νάρκης τοῦ κατ’ ἴξιν μηροῦ δυνήσῃ μαθεῖν εἰ πάσχει ὁ νεφρός. ἐὰν γὰρ γίνεται τοῦ δεξιοῦ μηροῦ νάρκη, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ τοῦ ἀριστεροῦ, ὁ ἀριστερός. νάρκη δ’ ἐστὶ δυσαισθησία καὶ δυσκινησία τοῦ μορίου.
19 655 [15] γίνεται δὲ ὅτι ἡ φλὲψ ἡ φερομένη ἐπὶ τὰ κάτω τριχῆ τέμνεται. καὶ τὸ μὲν μετὰ ἀρτηριῶν ἔρχεται ἐπὶ τοὺς ὄρχεις καὶ εἰς τὰ σπερματικὰ ἀγγεῖα, τὸ δ’ ἄλλο ἐμβάλλει εἰς τοὺς νεφροὺς, τὸ δ’ ἐπὶ τοὺς μηρούς. ὅταν οὖν γένηται λίθος ἐν τοῖς νεφροῖς, ταύτῃ συνδιατίθεται καὶ ἡ φερομένη εἰς τοὺς μηρούς. ἀπ’ αὐτῆς γάρ εἰσι τῆς μιᾶς ἀποσχίδος ἀμφότεραι. οὐκοῦν πληροῦται φερομένη εἰς μηροὺς, αὕτη δὲ οὖσα πεληρωμένη ἔστιν ὅτε θλίβει νευρὸν ἢ μῦν· τὸ δὲ νευρὸν θλιβόμενον οὐ πέμπει ψυχικὸν πνεῦμα ἐπὶ τοὺς μηροὺς καὶ ἀναισθητεῖ καὶ γίνεται νάρκη. ἐκ τοῦ ἀνασπᾶσθαι τὴν κατ’ ἴξιν ὄρχιν δυνήσῃ μαθεῖν ὅτι νεφρὸς πάσχει. εἰ μὲν γὰρ δεξιὸς ὄρχις ἀνασπᾶται, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ ἀριστερὸς, ὁ ἀριστερός. Ὅτι ἀπὸ τοῦ ἥπατος καὶ τῆς καρδίας φέρεται φλὲψ καὶ ἀρτηρία ἐπὶ τοὺς νεφροὺς καὶ ἐμβάλλουσιν εἰς αὐτὴν τὴν κοιλότητα αὐτῶν. Τὰ δὲ σπερματικὰ ἀγγεῖα φέρονται ἐπὶ τοὺς ὄρχεις. ὅταν οὖν γένηται λίθος ἐν τοῖς νεφροῖς, ἀποτείνεται ἡ φλὲψ ἐκείνη καὶ ἡ ἀρτηρία καὶ τὰ σπερματικὰ ἀγγεῖα φερόμενα ἐπὶ τοὺς ὄρχεις· καὶ οὕτως κατὰ συμπάθειαν ἀνασπῶνται οἱ ὄρχεις.
19 656 [15] τινὲς μὲν λέγουσιν ὅτι τῷ λόγῳ τῆς ὀδύνης βιαία ἐστὶν, ὡς ἀγρυπνίαν ἐργάζεσθαι. οὐκοῦν ὀφείλουσι καὶ οἱ ποδαγριῶντες καὶ ὀφθαλμιῶντες καὶ πάντες οἱ σφοδρῶς ὀδυνώμενοι καὶ ἀγρυπνοῦντες ἐμεῖν, ἀλλ’ οὐ διὰ ταῦτα ἐμοῦσιν, ἀλλὰ διὰ τὴν θέσιν αὐτῶν. οἱ γὰρ νεφροὶ κεῖνται κατὰ τὴν ῥάχιν ὀπίσω τῶν ἐντέρων καὶ τῆς γαστρός. ἐὰν οὖν γένηται βιαία τάσις αὐτῶν, διὰ μέσων τῶν συνδέσμων διέρχεται ἡ διάθεσις ἐπὶ ἔντερα καὶ γαστέρα καὶ ἐντεῦθεν ποιότητος ἀνιούσης ἀκολουθεῖ ἀνακοπή. Ὅτι ἐκ τῆς παρατρίψεως τοῦ λίθου πνεύματα δριμέα ἐπιτρέχουσι καὶ ἐρεθίζουσι καὶ ποιοῦσι κνησμὸν, ὥσπερ τῆς φύσεως ἐπιδεικνυούσης τὸν πεπονθότα τόπον. Ἐπειδὴ τοῦ λίθου ἐγκειμένου οἷον γαργαλισμός τις γίνεται καὶ ἐπεγειρομένης τῆς φύσεως πρὸς τὸ κενῶσαι τὸ λυποῦν πνεύματα ἐπιτρέχουσιν ἅτινα εἰς τὸ σηραγγῶδες τοῦ αἰδοίου ἐμπίπτοντα παραλόγως αὐτὸ ἐντείνουσιν.
19 657 [15] ἐπὶ πάσῃ γὰρ κινήσει φυσικῇ συντρέχει τὸ αἷμα καὶ τὸ πνεῦμα τὰ ὀχήματα αὐτῆς. Οἱ μὲν ἰδιῶται ὀδύνην βαρεῖαν λέγουσι τὴν συναίσθησιν τὴν ἀνιαρὰν, οἱ δὲ ἰατροὶ τὴν σφοδροτάτην. Δέδεικται μὲν ὅτι καρδία καὶ ἧπαρ καὶ νεφροὶ οὐκ αἰσθάνονται κατὰ τὴν κοιλότητα, κατὰ δὲ τὴν ἐπισφανείαν ἕκαστος αἰσθάνεται. ἐπεὶ ἐκεῖ νεῦρα αἰσθητικὰ φέρονται, ἐν δὲ ταῖς κοιλότησιν οὐ φέρονται. πῶς οὖν ταῦτα ὑπομένουσιν ὀδύνην; τῷ βαρεῖσθαι τὴν κοιλότητα γίνεται ὀδύνη. περιτείνεται γὰρ ὁ ὑμὴν, ποιεῖ τὴν ὀδύνην. ἐπὶ δὲ τῆς οὐσίας τῶν νεφρῶν πάλιν ὡσαύτως γίνεται ὀδύνη τῷ βαρεῖσθαι τὴν κοιλότητα ἐκ τοῦ λίθου καὶ περιτείνεσθαι καὶ γίνεσθαι τὴν συναίσθησιν τῆς ὀδύνης ἐπὶ τὴν ἐπιφάνειαν ὡς ἔχουσαν νεῦρα αἰσθητικὰ καὶ ὑμένα. ἐπὶ δὲ τῆς οὐρήθρας ὡς νευρώδους οὔσης καὶ αἰσθητικῆς, διὰ τοῦτο γίνεται ὀδύνη σφοδροτάτη.
19 658 [15] πρὸς τούτοις δὲ γίνεται ὀδύνη σφοδροτάτη ἐν τοῖς νεφροῖς, διότι οὐκ εἰσὶν αἱ κοιλίαι τῶν νεφρῶν εὐρεῖαι, ἀλλὰ στεναί. καὶ οἱ νεφροὶ ὑπὸ στερεότητος οὐκ ἂν διαστέοιντο ὥσπερ ἡ κύστις. διότι οἱ ἐν τοῖς νεφροῖς λίθοι ὡς ἐπὶ τὸ πλεῖστον καὶ μικρότεροι καὶ ἶσοι καὶ μαλθακώτεροι, ἅτε οὐ πολυχρόνιοι ὄντες. εἰσὶ δὲ τὰ οὖρα τοῖς λιθιῶσι κατ’ ἀρχὰς μὲν ὑδατώδη. ἐμφράξεως γὰρ οὔσης κατὰ διήθησιν φέρονται. μετὰ δὲ ταῦτα ψαμμώδη· ἐς ὕστερον δὲ καὶ λίθος κενοῦται, ὅταν ἡ ὀδύνη παύηται. Ἐκ τοῦ ἀθρόως φέρεσθαι λίθον περὶ τὴν ὀσφῦν γίνεσθαι βάρους συναίσθησιν. Ὥσπερ ἐπὶ τῶν τικτουσῶν γυναικῶν εὐρύνονται τὰ μόρια πρὸς διέξοδον τοῦ ἐμβρύου, οὕτω κἀνταῦθα τῇ βίᾳ εὐρύνεται ἡ οὐσία τῶν νεφρῶν καὶ ἐξέρχεται ὁ λίθος καὶ ἐρχόμενος εἰς τὴν κοιλότητα αὐτῶν, περὶ τὸν ἐκεῖσε ὑμένα εὐαίσθητον ὄντα, ὀδύνην ἐργάζεται σφοδρὰν καὶ πολλῷ μᾶλλον εἰς τοὺς οὐρητῆρας ἐρχόμενος ὀδυνᾷ διὰ τὴν στενότητα καὶ εὐαισθησίαν τούτων.
19 659 [15] ἡνίκα γὰρ ἐν τῇ οὐσίᾳ τῶν νεφρῶν ἐστιν, οὐ ποιεῖ πολλὴν ὀδύνην, ἐπειδὴ ἡ οὐσία αὐτῶν, ὡς εἴρηται, δυσαίσθητός ἐστι. πολλάκις γὰρ εἰς τὸν τράχηλον ὑπὸ μεγέθους ἐνισχόμενος εἰς ἔσχατον κίνδυνον ἄγουσι τῇ τῶν πόνων ὀξύτητι καὶ οὐκ ἐῶσι τὸ οὖρον διαχωρεῖν. οἶδα δέ τινα τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, κατὰ δὲ τὸ ἄκρον τοῦ αἰδοίου ἐμφραγέντα ὀλίγα ἐδέησαν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις καὶ τῷ ὀξυτάτῳ πόνῳ. ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξιλεῶσαι αὐτὸν, τομὴν παραμήκη ἄνωθεν διελογιζόμεθα. τὸν γὰρ οὐρητῆρα, εἰ μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμνειν. συριγγοῦνται γὰρ τοὐπίπαν καὶ τὸ οὖρον ταύτης ὑποπτύσσουσιν· οἱ δὲ οὔτε ὀδύνην ἔσχον οὔτε αἷμα οὔρησαν· οἷς πῶροι μὲν οὐ συνίστανται, ψαμμία δὲ λεπτὰ οὐδὲν μέγα πρᾶγμα οὐρηθῆναι. οὗτοι οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι.
19 660 [15] χρὴ δὲ μηδενὸς ἀμελεῖν· ἐν γὰρ τῷ χρόνῳ ἀποδείκνυται πάντα δεινότερα. ὁ δὲ λίθος καὶ τὰ ψαμμία διάφορον ἔχουσι χροιὰν περὶ τὴν θερμασίαν καὶ τὴν ὕλην. τὸ γὰρ μᾶλλον τοῦ χρόνου κατέχεσθαι πυῤῥὸν ἢ ξανθὸν ἢ ἐρυθρὸν ἢ μέλαν αὐτὸν ποιεῖ καὶ ἡ πολλὴ θερμασία. ὡσαύτως καὶ ἀπὸ τῶν χυμῶν γίνονται οἱ λίθοι καὶ ψαμμία ἢ σανδαραχώδη ἢ μέλανα ἢ ὠχρόλευκα ἢ ἑτέραν χρόαν ἔχοντα ἐκ τῆς ποικιλίας τῶν χυμῶν. συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ λίθοι κατὰ τὴν κολίαν αὐτῶν καὶ κατὰ τὰς οὐσίας. καὶ ὅπου ἐπιτηδειότητα ἔχουσι γίνεσθαι ἢ σμικροὶ ἢ μείζονες. καὶ ποτὲ μὲν ἐλάττονες, ποτὲ δὲ πλείονες. διαφέροντες τῷ μεγέθει, τῷ σχήματι, τῇ χροιᾷ, τῇ τραχύτητι καὶ τῷ πλήθει. καὶ γὰρ μέλανες εὑρίσκονται καὶ ὑπόλευκοι καὶ ὠχροί. καὶ οἱ μὲν περιφερεῖς καὶ λεῖοι καὶ μικροὶ εὐέκκριτοι. οἱ δὲ μείζονες ἢ ἄλλως πως ἐσχηματισμένοι καὶ μάλιστα οἱ ἐπιμήκεις καὶ τραχεῖς δυσέκκριτοι. φέρονται δὲ ψαμμία καὶ ἐξουροῦνται ἐν τῇ γενέσει τούτων, μετὰ δὲ τὸ γενέσθαι λίθον ἀδύνατον ἐξενεχθῆναι αὐτὸν διὰ τὸ πωρωθῆναι, εἰ μὴ ἡ φύσις αὐτὴ καθ’ ἑαυτὴν θρύψει αὐτὸν καὶ ἐκκρίνει.
19 661 [15] ἢ ἡ τέχνη διὰ φαρμάκου θρυπτικοῦ συνεργοῦσα τῇ φύσει θρύψει καὶ κενώσει ταῦτα. ὡς ἐπὶ τὸ πλεῖστον ἅμα εἰσβάλλουσιν ἥ τε κωλικὴ ὀδύνη καὶ ἡ νεφριτική. καταλαμβάνονται δὲ διὰ τῶν ἰδίων σημείων. ἡ γὰρ τῆς γαστρὸς κένωσις θεραπεύει μὲν τοὺς κωλικοὺς, παραμυθεῖται δὲ ἐν ταῖς ἀρχαῖς καὶ τοὺς νεφριτικούς. καὶ ἤδη τινὲς ἔδωκαν ὑπαγωγὸν γαστρὸς καὶ ἀνωδυνίαν ἐποίησαν τῇ αʹ καὶ βʹ καὶ γʹ ἡμέρᾳ καὶ τῇ δʹ ἐξηνέχθη ὁ λίθος. ὁπόταν δὲ ἅμα εἰσβάλλωσιν αἱ νεφριτικαὶ καὶ κωλικαὶ διαθέσεις, τότε μεταδιδόασιν ἀλλήλων τὰ μόρια τάσεως καὶ ἀνέσεως. τείνονται γὰρ κατὰ τὸ συνεχὲς δίκην σχοινίου· καὶ οὔτε ἐρυγὴ ἄνω οὔτε φύσα κάτω. Κεφάλαιον δ ʹ . Θεραπεία τοῦ λίθου καὶ τῶν ἄλλων ἐν τοῖς νεφροῖς παθῶν. Εἰ μὲν ἐξαίφνης εἰσβάλλῃ ἡ νεφριτικὴ διάθεσις καὶ ὁ κάμνων νεωστὶ βεβρωκὼς εἴη καὶ τὰ σιτία παντελῶς ἄπεπτα καθὼς προελήφθησαν ἢ ἡμίπεπτα ἢ πλῆθος χυμῶν προυπάρχει, δεῖ πρὸ τῆς ἄλλης θεραπείας ἢ μᾶλλον εἰπεῖν παρηγορίας, εἰ μηδέν ἐστιν ἐμποδὼν, ἔμετον ἐπιτηδεύσασθαι.
19 662 [5] εἰ δὲ περιττώματά εἰσιν ἐν τοῖς ἐντέροις, διὰ ταῦτα δι’ ἐπιτηδείων κενῶσαι κλυστήρων, εἰ μηδέν ἐστι τὸ ἐναντιούμενον. εἶτα εἰ μὲν πεπλήρωται τὸ πᾶν σῶμα, σκοπεῖν τί ἐστι τὸ πληρῶσαν αὐτό. καὶ εἰ μὲν αἷμα, ποιεῖν ἀποκένωσιν μηδενὸς ἀντιπράττοντος. κένωσιν δὲ ἐλάττονα πολλῷ ἤπερ ἣν ἀπαιτεῖ τὸ πλῆθος. διὰ τί; ἐπεὶ οὐ πάντως ἐκ τοῦ παραχρῆμα προσῆκόν ἐστιν ἐκπεσεῖν τὸν λίθον καὶ μάλιστα εἰ μέγας ᾖ, διὰ τοῦτο τηρεῖν χρὴ τοῦ αἵματος τὴν πλείονα κένωσιν εἰς τὴν μέλλουσαν γίνεσθαι ἐν ᾧ σώματι τῷ χρόνῳ δαπάνην. εἰ δὲ οἱ τέσσαρες χυμοὶ πλεονάζουσι, πρότερον φλέβα τέμνειν πρὸ τῆς καθάρσεως ἢ καθαίρειν πρὸ τῆς φλεβοτομίας. Διὰ τί φλεβοτομοῦμεν πρὸ τῆς καθάρσεως; Ἐπειδὴ εἰ προκενώσομεν διὰ φλεβοτομίας τὸ σῶμα, τὸ καθάρσιον διδόμενον εὑρίσκει τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰς κενὰς χώρας μὴ πεπληρωμένας καὶ διέρχεται ἀκωλύτως ἐπὶ ὅλον σῶμα καὶ ἕλκει τοὺς χυμοὺς καὶ ῥᾴστη γίνεται ἡ κένωσις αὐτῶν διὰ τὴν εὐρύτητα τῶν ἀγγείων καὶ τὴν χύσιν καὶ λεπτότητα τῶν χυμῶν.
19 663 [5] εἰ δὲ πεπλήρωται ἀπὸ τοῦ αἵματος τὰ ἀγγεῖα καὶ δώσεις καθάρσιον, οὐ δύναται διελθεῖν διὰ τὴν πλήρωσιν, ἀλλ’ ἵσταται καὶ οὐδὲν ποιεῖ ἢ κακῶς ποιεῖ ὃ ποιεῖ. ἰδοὺ περὶ τοῦ ἰατροῦ τὸ καθάρσιον. τῆς δὲ φύσεως τὸ πᾶν. αὕτη γὰρ κεντρωθεῖσα παρὰ τοῦ καθαρσίου χρῆται τῇ διακριτικῇ δυνάμει καὶ διακρίνει ἀπὸ τῶν ἀχρήστων τὰ χρηστά. καὶ τὰ μὲν χρηστὰ κατέχει ἡ καθεκτικὴ δύναμις, τὰ δ’ ἄχρηστα ἀποτρίβεται ἡ ἀποκριτική. οὐ δεῖ δὲ ἅμα φλεβοτομεῖν καὶ καθαίρειν, ἀλλὰ πρῶτον φλεβοτομεῖν, εἶτ’ ἀνακτᾶσθαι τὴν δύναμιν καλῶς. ἐπεὶ ταύτῃ διοικεῖ ἡμᾶς καὶ ἐπικουρεῖ τοῖς φαρμάκοις, οὐ γὰρ ἐνεργοῦσιν καθ’ ἑαυτὰ τὰ φάρμακα καὶ διὰ ταῦτα δεῖ ῥωννύειν ταύτην, ἵνα προσφερομένων τῶν καθαρσίων δυνηθῇ χρῆσθαι αὐτοῖς, ὡς ὀργάνῳ ἡ φύσις καὶ ἐργάσηται τὸ δέον. ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται καὶ ζωτικὸν πνεῦμα, τούτου δὲ ἐκκρινομένου τό τε ὅλον σῶμα καταψύχεται καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, διὰ τοῦτο δεῖ πρότερον ἀνακτᾶσθαι τὴν δύναμιν καὶ οὕτω διδόναι τὸ καθάρσιον.
19 664 [15] Ὅτι ἀπ’ ἀγκῶνος μὲν, ἐὰν ἔτι ἐπιῤῥευματίζηται ὁ νεφρὸς, χρὴ ἀφαιρεῖν τὸ αἷμα· ἀπὸ τῆς ἰγνύος δὲ, ἐὰν στῇ τὸ ἐπιῤῥέον. τήν τε φλέβα τὴν ὑποκάτω τοῦ γόνατος. αὕτη γὰρ ἰσοδυναμεῖ τῇ καθόλου φλεβὶ, εἰ δ’ ἀπορήσαις αὐτῆς, ἀποσχίδας αὐτῆς χρὴ τέμνειν. Ἐπειδὴ νεφριτική ἐστιν ἡ διάθεσις καὶ παχεῖα ἡ ὕλη ἡ ποιοῦσα τὸν λίθον, οὐ δυνατὸν ἀντισπᾶν τὴν παχεῖαν ὕλην ἐπὶ τὰ ἄνω, ἀλλὰ πρὸς τὴν φορὰν αὐτῆς σκοπεῖν καὶ κάτω κενοῦν. ἀλλ’ εἰ μὲν ἰσχυρά ἐστιν ἡ δύναμις, τέμνειν τὴν ἐν ἰγνύϊ ἢ τὴν ἐν σφυρῷ, εἰ δ’ ἀσθενὴς, τὴν ἐν ἀγκῶνι. ἐὰν γὰρ κενώσωμεν ἐπὶ τῆς ἀσθενοῦς δυνάμεως κάτω, διὰ τὴν ἀσθένειαν οὐ κατέχει ἡ καθεκτικὴ, ἀλλ’ ὅλη φέρεται ἐπὶ τὰ κάτω καὶ ῥευματίζεται συνεχῶς τὸ μέρος ἐπιτρέχοντος τοῦ χυμοῦ ἐπὶ τὸ ἀσθενές.
19 665 [15] ὥστε εἰ μὲν ἰσχύει ἡ δύναμις, δεῖ τὴν ἐν ἰγνύϊ· εἰ δ’ ἀσθενεῖ, ἀντισπᾶν ἐπὶ τὰ ἄνω. διὰ τί; ἵνα μὴ χορηγῆται πλείων ὕλη ἐπ’ αὐτούς. εἰ γὰρ κενώσεις σιτία καὶ φλέγμα καὶ χυμὸν δι’ ἐμέτων, ῥαστώνη γίνεται. κενοῦται γὰρ τὸ σιτίον καὶ τὸ φλέγμα τὸ βαρῦνον τὴν γαστέρα καὶ διὰ τὴν γαστέρα θλίβονται οἵ τε νεφροὶ καὶ οἱ οὐρητῆρες καὶ πλεῖον ὀδυνῶνται. καὶ τὰ πρῶτα ἀναλυόμενα, ἃ δεχόμενος ὁ στόμαχος ὡς ἀσθενέστερος διετείνετο καὶ ἐθλίβετο, τούτων κενουμένων ῥαστώνη γίνεται, ἀλλ’ οὐ τελεία ἀπαλλαγή. κενοῦμεν καὶ τὴν κόπρον διὰ κλυστῆρος, ἵνα μὴ τοῦ κώλου καὶ τῶν λοιπῶν ἐντέρων θλιβομένων καὶ βαρυνομένων θλίβηται καὶ πιλοῦται ὁ νεφρὸς καὶ πλεῖον ὀδυνᾶται. δῆλον δὲ ὅτι ἐπ’ ἐμφράξει κόπρου πολλάκις παροξύνεται ὁ νεφρὸς, ἐδήλωσεν ἔνεμα ὀδύνην παραμυθεῖσαν νεφριτικήν. ἢ ὅτι ἐπὶ τῇ κενώσει οὐκέτι ἐθλίβη νεφρός. ἢ ὅτι οὐ γεννᾶται πνεύματα ἐκ τοῦ κόπρου ἃ ὀφείλοντα τρέχειν ἐπὶ τὸν νεφρὸν ὡς ἀσθενῆ θλίβουσιν καὶ διατείνουσιν αὐτόν.
19 666 [15] ἀλλὰ μηδὲ αἷμα ἢ ἕτερος χυμὸς πλεῖον τοῦ δέοντος ἐᾷν ἐν τῷ σώματι εἶναι, ἵνα μὴ τὰ πολλὰ ἀγγεῖα τοῦ νεφροῦ τεινόμενα ὀδυνήσωσι πλεῖον. τὸ γὰρ ὀδυνώμενον καὶ θερμαινόμενον καὶ τεινόμενον προσκαλεῖται τὰς ὕλας, διὰ τὰς σφοδρὰς καὶ ὀξείας ὀδύνας. ἀλγηδόνων μὲν ἐξαίφνης εἰς νεφρὸν ἢ κατ’ ὀλίγον εἰσβαλλουσῶν διὰ τὰς εἰρημένας πρώην αἰτίας, εἰ μηδέν ἐστι τὸ κωλῦον, κλύζειν αὐτίκα τὴν κοιλίαν δι’ ἀφεψήματος ἰσχάδος, τήλεως, ἀριστολοχίας καὶ τῶν ὁμοίων. καὶ εἰ μὲν κενωθείη δεόντως, ἔστω οὗτος. εἰ δὲ μὴ, δὶς καὶ τρὶς καὶ πολλάκις χρὴ κενοῦν ἐνέματι καὶ διὰ τῶν προσφόρων καὶ οἰκείων τῇ τοῦ κάμνοντος φύσει, ἵνα μὴ πιέζωνται οἱ νεφροὶ καὶ οἱ οὐρητῆρες. μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν, ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ εὐρύνειν τοὺς οὐρητῆρας καὶ τοὺς νεφροὺς καὶ χαλᾷν τὸν λίθον καὶ τὰς δήξεις δυναμένων. ἡ δὲ πρόσφορος ὕλη αὕτη ἀνηθέλαιον ἐντακὲν αὐτῷ στέαρ ὄρνιθος, ὡς πρόσφατον καὶ μάλιστα φασιανοῦ ἢ βουτύρου νέου καὶ τῶν ὁμοίων.
19 667 [15] μὴ παρόντος τούτου τῆλιν καὶ τῆς ἀλθαίας ῥίζαν ἢ τὸ σπέρμα καὶ τῶν ὁμοίων ἑψήσαντες τῷ ἐλαίῳ ἐνιέναι· ταῦτα γὰρ πάντα εὐρύνει τοὺς πόρους καὶ τοὺς λίθους χαλᾷ καὶ παραμυθεῖται τὰς σφοδρὰς ὀδύνας. τὴν δὲ χρῆσιν τούτων μὴ πυκνότερον ἐπιτελεῖ ἄμεινον ἐστοχασμένος καὶ τῆς τῶν φυσικῶν δυνάμεων εὐτονίας. ἡ γὰρ ἄμετρος θάλψις καὶ χάλασις ἐκλυτικὴ τῆς ἰσχύος γίνεται, δι’ ἧς παραμυθεῖται πᾶσα ὀδύνη καὶ θεραπεύεται τελείως. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ ἐνέματα πυριᾷν τὸ πάσχον μόριον διὰ τῶν ὑγραινόντων καὶ χαλώντων ἔστ’ ἂν ὁ λίθος ἐν τῷ νεφρῷ πάρεστι. μηδὲ τούτοις καταχρῆσθαι, ὡς εἴρηται. καὶ συκίαι δὲ ἐπὶ τῶν τοιούτων χρήσιμοι, μετακινοῦσι πολλάκις οὕτως ἀθρόως τὸν λίθον, ὡς ἀποκοπὴν αἰφνίδιον φέρειν τοῦ λίθου εἰς εὐρύτερον μετενεχθέντος χωρίων. διὸ καὶ τὴν ἀρχὴν ἄνωθεν ἀπὸ νεφρῶν ποιητέον ἐπί τε βουβῶνα προχωρητέον ἐν λοξῇ τῇ τοῦ κενεῶνος θέσει, καθ’ ὃν ὑφηγοῦνται τόπον αἱ ἀλγηδόνες ἑκάστοτε. βέλτιον δὲ προθερμαίνειν τὰ μέρει τοῖς εἰρημένοις.
19 668 [15] εἶθ’ οὕτως ποιεῖσθαι τὴν τῶν συκίων θέσιν. ἐπεὶ ἐνίοτε μέγας εὑρεθεὶς ὁ λίθος σφηνοῦται σφοδρῶς. ἑλκόμενος δὲ βίᾳ καὶ κίνδυνον ἔσθ’ ὅτε ἐξ ἀλγηδόνων προσφέρει. εἶθ’ οὕτως πυριᾷν ἐν τοῖς ὀνομαζομένοις ἐγκαθίσμασιν, εἰ μέχρι τῶν αἰδοίων ἡ συμπάθεια προέρχεται διὰ τήλεως, ἀλθαίας, λινοσπέρμου, ἀνήθου κόμης καὶ τῶν ὁμοίων ὕδατι καλῶς ἑψημένων καὶ ἐλαίῳ τῷ γλυκεῖ ἐπιχεομένων. καταπλάττειν δὲ δι’ ἀλεύρου πυρίνου ἢ κριθίνου μετὰ λινοσπέρμου καὶ τήλεως καὶ μέλιτος καὶ ἐλαίου ἀνήθου ἢ γλευκίνου, ἑψεῖν δὲ ταῦτα μετὰ ἑψήματος, ἐπιπάσσοντες ἐν τῇ ἑψήσει τοῦ καταπλάσματος καὶ ἀλθαίας ῥίζαν καλῶς κεκομμένην καὶ σεσησμένην καλῶς. ἐπὶ τέλει δὲ τῆς ἑψήσεως καὶ τερέβινθον ἐμβαλεῖν καί τινα τῶν ἀφύσων σπερμάτων, ἐὰν ἐμπνευμάτωσίς ἐστιν, οἷον ἀνήθου καὶ σελίνου σπέρματα, μάλαθρον, λυβιστικὸν καί τινα τούτοις ὅμοια πρὸς τὴν κρᾶσιν τοῦ νοσοῦντος. κάλλιστον δὲ γίνεται κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἑψημένων μετὰ γλυκέος. μετὰ δὲ τὴν ἕψησιν μιγνύειν πευκεδάνου ῥίζην λειοτάτην καὶ χαμαίμηλον.
19 669 [15] ἀγαθὸν δὲ καὶ ἄρτον ἑψεῖν μετὰ γλυκέος καὶ καταπλάττειν ὀσφῦν καὶ κενεῶνας. οὐ μὴν οὐδὲ κύστιν καὶ ἴτρον καταπλάσσειν εὔθετον, πυκνὰ δὲ ἄλλα καὶ ἄλλα ἐπιφέρειν πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον. εἰ δὲ μὴ, θερμάσματι ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι. τοῦτο δὲ γενήσεται ἐπιτιθεμένων ἐν τῷ καταπλάσματι πυριῶν ἢ θερμοῦ ὕδατος ἐν ὀστρακίνῳ ἀγγείῳ ἢ χαλκῷ. μετὰ δὲ τὴν κένωσιν τῆς γαστρὸς τὴν ἄνω καὶ κάτω, ὡς εἴρηται τὴν φλεβοτομίαν, τὴν κάθαρσιν, τὰς πυρίας, τὰ ἐγκαθίσματα, εἰ δὲ ἔτι μένουσιν αἱ ὀδύναι, χρῆσθαι λουτροῖς τῶν γλυκέων ὑδάτων. τινὲς γὰρ καὶ πρὸ τῆς φλεβοτομίας καὶ τῆς λοιπῆς ἐπιμελείας παραλαμβάνουσι τὰ βαλανεῖα διὰ τὴν τῆς ὀδύνης σφοδρότητα. ἕτεροι δὲ ἐὰν οὐδέν ἐστι τὸ κατεπεῖγον μετὰ τὴν φλεβοτομίαν καὶ τὴν λοιπὴν ἐπιμέλειαν. βαλανεῖα μὲν ὑγραίνει καὶ θερμαίνει αὐτίκα. τὸ γὰρ θερμὸν ὕδωρ ῥαστώνην φέρει σὺν τῇ θερμασίᾳ. εἰ δέ τις ἐπιπλέον εἰς αὐτὰ παραβάλλοι δελεαζόμενος τῆς ἐν αὐτοῖς ἀνωδυνίας ἐκλύει τὰς δυνάμεις τοῦ σώματος, αἷς διωθοῦνται πάντα τὰ λυπηρὰ αἴτια.
19 670 [15] καθ’ ὃν οὖν χρόνον ἀνωδυνία γένηται, ἀφαιρεῖν μὲν τῶν βαλανείων, πυριᾷν δὲ τὰ μέρη τοῖς προσφόροις τῇ τοῦ κάμνοντος φύσει φαρμάκοις. εἰ δὲ δι’ ὑπερβολὴν πονῶν κινδυνεύει ὁ ἄνθρωπος, ἄμεινον τοῖς ναρκωτικοῖς χρῆσθαι· ἄλλως γὰρ οὐκ ἂν χρήσαιο αὐτοῖς. ταῦτα γὰρ οὐ λυτικὰ τῶν ὀδύνων, ἀλλὰ διὰ τὴν οἰκείαν κρᾶσιν ἀναισθησίαν καὶ ἀπάτην ἐμποιοῦσιν, ἥτις μετὰ ταῦτα πολλῆς ἐπιμελείας δεῖται. εἰ δὲ καὶ πνεῦμά τι παχὺ ὑπονοήσομεν διοχλοῦν ἅμα τῷ λίθῳ, περιπλέκειν ταῖς προειρημέναις πυρίαις καὶ καταπλάσμασιν, ὅσα τε ἀφύσου δυνάμεώς ἐστιν, οἷον τὸ πήγανον, ἄνηθον, μελάνθιον καὶ τὰ ὅμοια λελειωμένα μετὰ τὴν τελείαν ἕψησιν καὶ δίχα λειώσεως ἐναφεψεῖν τῷ ὕδατι ἔν τε ταῖς πυρίαις καὶ τοῖς ἐνέμασιν. εἰ δὲ ἐστηριγμένοι εἶεν ἔτι καὶ μετὰ ταῦτα πάντα οἱ λίθοι, φυλάττειν δεῖ τὰ πλείονα καὶ ἀνεπιτήδεια τῇ τοῦ κάμνοντος φύσει βρώματά τε καὶ πόματα, ἵνα μὴ ἡ γαστὴρ διὰ τούτων πληρωθῇ καὶ βαρυνθῇ καὶ ἐμπνευματωθῇ ὑπὸ τροφῶν ἢ χυμῶν ἢ πνευμάτων καὶ τῇ πληρώσει θλίψῃ τούτους καὶ σφοδρότητα ἐργάζηται.
19 671 [5] ἔστωσαν δ’ ἅπαντα μέτρια καὶ κατάλληλα κατά τε ποιότητα καὶ ποσότητα τῇ τοῦ κάμνοντος φύσει. θερμοτέρας δὲ οὔσης τῆς τοῦ κάμνοντος φύσεως καὶ δίψους σφοδροῦ προκεκενωμένου τοῦ παντὸς σώματος καὶ ἀπερίττου γενομένου, εἴ γε ἔθος ἔχει ψυχροποτεῖν, σπλάγχνων μηδενὸς φλεγμαίνοντος ἢ ἀσθενῶν ὄντων, δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι μηδενὸς κωλύοντος καὶ παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν, ἐξώθησαν τὸν ἐσφηνωμένον λίθον. ἐπὶ δὲ τῶν πληθωρικῶν καὶ περιττωματικῶν σωμάτων καὶ ἐφ’ οἷς τε σπλάγχνων ἀσθενὲς ὑπόκειται καὶ τὰ λοιπὰ σύστοιχα κελεύουσι παραφυλάττεσθαι τὴν τοῦ ψυχροῦ πόσιν. εἰ δὲ μετὰ ταῦτα πάντα τὰ προειρημένα ἔτι ἐστηριγμένος ὁ λίθος ἐστὶ, τοῖς θρυπτικοῖς χρῆσθαι καὶ τοῖς χλιαρὰν ἔχουσι τὴν ἰσχύν. τὰ γὰρ θερμὰ καὶ διουρητικὰ ἀπογαιοῦσι τὸν λίθον. τὰ δὲ χλιαρᾶς ὄντα δυνάμεως κατὰ μέρος θρύπτουσι καὶ οὐκ ἀπογαιοῦσιν. εἰσὶ δὲ ταῦτα δαμασώνιον, πετροσέλινον, πολύτριχον καὶ τὰ ὅμοια κατὰ δύναμιν τούτοις. καὶ ἴσως τις ἀπορήσειεν, πῶς εἰ χλιαρᾶς εἰσὶ δυνάμεως, ἴσχουσι θρύψαι τὸν λίθον; πρὸς ὃν εἴπωμεν, ἐπειδὴ ὁ λίθος ἀπὸ δυσκρασίας καὶ ἄγαν θερμότητος ἀπεγαιώθη, εἰκότως παρέχομεν τὰ χλιαρᾶς ὄντα δυνάμεως, ὡς ἐναντία τῇ δυσκρασίᾳ τῇ ποιούσῃ τὸν λίθον, ἵνα τῷ πολλῷ χρόνῳ λεπτύνωμεν καὶ θρύψωμεν καὶ περιγενώμεθα αὐτοῦ.
19 672 [15] τὰ γὰρ χλιαρὰ ὡς ἧττον θερμὰ ἐναντία ἐστὶ τοῖς ἄγαν θερμοῖς. τοῖς γὰρ διουρητικοῖς καὶ ἄγαν θερμοῖς οὐ δυνήσῃ χρήσασθαι. ἐπιπλέον γὰρ ἀπογαιώσῃς τὴν παχεῖαν ὕλην καὶ ταχέως ποιήσῃς αὐτούς. εἰ δὲ μήπω συνέστη ὁ λίθος καὶ μέγας ἐγένετο, ἀλλὰ μόνον ἔμφραξις παρὰ τῶν ψαμμίων καὶ παχέων καὶ γλίσχρων χυμῶν, τότε δώσεις τὰ θερμὰ καὶ ἐμφρακτικὰ οὔτε δείδειν χρὴ ἵνα μὴ ἀπογαιώσῃς αὐτούς. ψαμμία γάρ εἰσι καὶ ἔμφραξιν ἐποίησαν καὶ ἐὰν δώσεις ἐκφρακτικὰ καὶ θερμὰ, οἷον τὰ δι’ ἀνίσου, διὰ πεπέρεως, σελίνου, φοῦ καὶ τῶν παραπλησίων, κενοῖς καὶ ἐκφράττεις αὐτά. Κεφάλαιον ε ʹ .
19 673 [15] Πρὸς τοῖς ἄλλοις ἤδη καὶ περὶ προφυλακῆς βραχέα διαλαβεῖν, ἵνα μὴ πρὸς τοὺς δυνατῶς ἔχοντας θεραπευθῆναι πάλιν γένεσις τῶν λίθων γένηται. ἐπεὶ δὲ τῶν λιθιώντων οἱ μὲν ἐθεραπεύοντο, οἱ δὲ οὒ, μέγιστόν ἐστιν ἐν τῇ προφυλακῇ μετριότης σιτίων καὶ πέψεις χρησταί. αἱ γὰρ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεννῶσι. διὸ μηδὲ πυρῶδες προσφερέσθωσαν, ὃ μέλλει τοὺς νεφροὺς ἢ τὴν κύστιν θερμαίνειν. φυλάττεσθαι δὲ προσήκει τά τε σκληρὰ ταῖς οὐσίαις καὶ δυσδιαίρετα τῶν βρωμάτων τά τε πολυούσια καὶ πολύτροφα καὶ τὰ ἀθρόως ἀναδιδόμενα πρὸ τῆς τελείας πέψεως, τά τε ἐπιπολάζοντα καὶ δυσκόλως ὑποχωροῦντα καὶ ἐμπνευματοῦντα καὶ παρεμπλαστικὰ ἢ ἄλλως ἐγκαθίζοντα τοῖς σώμασιν ἐπιμόνως. πονήσασα γὰρ ἡ γαστὴρ ἐπὶ τῶν τοιούτων σιτίων, μεταδίδωσιν αὐτὰ ἄπεπτα ἥπατι καὶ νεφροῖς. καὶ τὸ ἀθρόως δὲ ἄπεπτον ἀπενεχθὲν ἀφνῶς ἐξυλίζεται καὶ σὺν θορύβῳ διεξελθὸν ἅπαξ καὶ δὶς εἰς τοὺς νεφροὺς λίθους ὑφίσταται διὰ τὴν τοῦ νεφροῦ χρονίαν μάστιξιν.
19 674 [15] οἶνος δὲ ἔστω πάνυ λεπτὸς καὶ λευκὸς καὶ μὴ πάνυ παλαιός· οἱ δὲ γλυκεῖς τῶν οἴνων καὶ οἱ μέλανες ἄθετοι τοῖς λιθιῶσι. χρὴ δὲ καὶ τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διυλισμένον. τὰ γὰρ ποταμιαῖα καὶ λιμναῖα καὶ πάντα τὰ στάσιμα καὶ βραδύπορα οὐ κενοῦντα τοὺς λίθους ποιήσειαν ἄν. συντόμως δὲ εἰπεῖν πᾶσα ἡ δίαιτα ἐπὶ μὲν τῶν ψυχροτέρων τὴν κρᾶσιν καὶ πολυσάρκων ἀκριβῶς λεπτύνουσα ἔστω. ἐπὶ δὲ τῶν θερμοτέρων καὶ κατίσχνων ἡ μέση τῶν λεπτυνόντων καὶ παχυνόντων. τὸ δὲ κατακορὲς τῶν ἄλλων ἁπάντων φυλάττεσθαι χρὴ καὶ μάλιστα τῶν γλυκέων καὶ τυρωδῶν τροφῶν καὶ παχέων καὶ γλίσχρων καὶ πιμελωδῶν. ὅθεν καὶ ἀπεψίαν πολεμιωτάτην νομιστέον εἶναι καὶ εἴποτε περιπέσῃ. ἐν τῷ ὕπνῳ μενέτωσαν ἢ ἡσυχίᾳ παντελῶς καὶ θάλψει τῶν ὑποχονδρίων διὰ τῶν οἰκείων χειρῶν, ἕως οὗ πάντα καλῶς πεφθῶσι καὶ κάτω ὑπέλθωσιν. ἐν εὐκράτοις δὲ τόποις καὶ ἀέρι καθαρῷ αἱ διατριβαὶ ἔστωσαν, ἐν οἷς αἱ ὧραι ἄθραυστοι.
19 675 [15] παραλαμβανέσθωσαν δὲ καὶ χολαί. περίπατοι καὶ γυμνάσια πρὸς τὴν τοῦ κάμνοντος φύσιν ἔστωσαν σύμμετρα. ἡ γὰρ ἀργία βλαβερά. τὴν δὲ γαστέρα εὔλυτον ἔχειν ἀεὶ, εἰ μὴ ἕτερόν τι προσιστάμενον ᾖ. ταύτης γὰρ καλῶς ὑπιούσης ἀκωλύτως οὐρήσεις γίνονται. ἀλείμμασι δὲ χρῆσθαι ἐὰν δεῖ καὶ ὅτε δεῖ τοῖς δυσπάθειαν τοῖς τόποις περιποιεῖν δυναμένοις, ὡς εἰσὶ τὰ φοινίσσοντα καὶ δρώπακες καὶ σιναπισμοὶ καὶ ἡ τῶν αὐτοφυῶν δὲ ὑδάτων χρῆσις ὠφέλιμος, ἐὰν μηδέν ἐστι τὸ κωλῦον. πεφροντισμένως δὲ ἔχειν τοῦ κατὰ καιρὸν ἐπιτηδείως φλεβοτομεῖν, εἰ δοκεῖ πλεονάζειν αἷμα. πλεωνάσαν γὰρ εἰ μὴ κενώσειας, πάντως συῤῥεύσει εἰς τὸ ἀσθενέστερον. ἐπιτήδειον δὲ καθαρσίαις τοῖς κακοχύμοις χρῆσθαι. ἐπὶ δὲ τῶν ποσῶς ἀτακτούντων καὶ χυμὸν ἄπεπτον οὐ τῇ ἄνω γαστρὶ ἀθροιζόντων πολὺν συνεχῶς ἀπὸ δείπνου ἐμέτωσαν, εἰ μηδέν ἐστιν αὐτοῖς τι προσιστάμενον. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος πρόνοιαν δεῖ τοπικῶς καθαίροντα φάρμακα προσφέρειν, οἷον τὰ ἐκφρακτικὰ καὶ οὖρα παχύτατα καὶ γλίσχρα καὶ δυσώδη καὶ πολλὰ ἀπό τε φλεβῶν, νεφρῶν, οὐρητήρων καὶ κύστεως ἄγοντα, ὡς σκολύμου ῥίζης ἀφέψημα καὶ τὰ προειρημένα.
19 676 [15] πολλάκις δὲ καὶ διουρητικὰ χρήσιμα. ταῦτα μὲν οὖν κοινῶς εἰς ὑπόμνησιν πᾶσιν ἀνθρώποις καὶ οὐκ εἰς τελείαν διδασκαλίαν ἐκτέθεινται. σοὶ δὲ καὶ τούτου ἕνεκα χάρις, ἐπεὶ καὶ τὸ πᾶν διὰ σέ. ἐπεὶ δὲ οὐκ ἀρκούμεθα ἐκ μόνης τῆς διαθέσεως τελείαν ἀπαλλαγὴν καὶ ἀκριβῆ καταλαβέσθαι, ἀλλὰ καὶ τῶν συστοίχων ἔτι δεόμεθα, χρὴ καὶ τούτων ἔτι μνημονεῦσαι. ἐξαλλάττεται γὰρ ἡ θεραπεία κατὰ τὰς διαφόρους αἰτίας, ἡλικίας, χώρας, ὥρας, ἕξεις τε καὶ διαθέσεις, ἤθη, ἔθη, κράσεις, εὐαισθησίας, δυσαισθησίας, μορίων ἐναλλαγὰς, θέσεις καὶ ἕτερά τινα. ὥστε χρὴ τῷ ἀρίστῳ ἰατρῷ ἀκριβῶς εἰδέναι τὸ κατὰ φύσιν. ὃς γὰρ ἀκριβῶς οἶδε τὸ κατὰ φύσιν, ταχέως εἴσεται καὶ τὸ παρὰ φύσιν. ἐπεὶ οὐ μόνον τὰ προειρημένα αἴτια ἐξαλλάττουσι τὴν θεραπείαν, ἀλλὰ καὶ αἱ ἰδιότροποι φύσεις, ἐφ’ ὧν οὐχ ἁρμόζει τὰ ἐπὶ πλεῖστον δοκιμασθέντα φάρμακα. πολλάκις γὰρ ἀποτυγχάνουσι.
19 677 [15] τούτου ἕνεκα παρατηρεῖν χρὴ, κἂν μὴ ὑπακούοι τῆς θεραπείας διὰ τὴν ἰδιότητα τῆς φύσεως ἢ τὴν τοῦ πάθους κατασκευὴν ἤ τι ἄλλο τούτων, ἀφιέμεναι μεταβαίνειν ἀναγκαῖον ἐπὶ τὰ πάντως ὠφέλιμα. τοῦτο δὲ μηδὲ μόνον ἐπὶ φαρμάκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων τε καὶ ἑτέρων τινῶν ἀῤῥήτων οὐ πάντες οἱ τὴν τέχνην κατερχόμενοι, εἰ καὶ ἴσως ἐλλογιμώτεροι τῶν ἄλλων, ἀλλ’ οἱ ἀεὶ προσκαθήμενοι καὶ τὰ κινήματα τῆς φύσεως ἀνιχνεύοντες. εἰ δὲ καὶ τὰ ἀπὸ τοῦ τεχνικοῦ στοχασμοῦ ἀποτυγχάνουσι φάρμακα δι’ ἄῤῥητόν τι καὶ ἴδιον, δεῖ διὰ τὴν τοῦ κατεπείγοντος σφοδρότητα ἐπὶ τὰ τῶν παλαιῶν ἄῤῥητα καὶ καθ’ ὅλην τὴν οὐσίαν ἐνεργοῦντα χωρεῖν, ἃ ἐκ πείρας καὶ ἀλόγου τριβῆς εὑρημένα εἰσὶν, ὡς τρωγλοδύτου καὶ λαγωοῦ δέρμα κεκαυμένον καὶ αἷμα τράγειον ἢ ἕτερα ἄπειρα ἁπλᾶ τε καὶ σύνθετα. ὧν καὶ τὰ πλείω βδελυρὰ, ἃ ἡ ἄλογος τριβὴ ἐφεῦρεν ἢ ἐκ φύσεως ἢ ἐκ τύχης ἢ αὐτοσχεδίου ἢ ἐκ τοῦ μιμητικοῦ ἢ ἐξ ὀνειράτων ὡς ὁ τρωγλοδύτης ἢ ἐκ χρησμῶν ἢ ἐκ μαθήσεως ἢ ἐξ ἑτέρων τινῶν, ἐξ ὧν συνέστηκεν ἡ ἐμπειρική.
19 678 [15] ἐπεὶ δὲ ἄῤῥητα πάντα ταῦτα καθ’ ἡμᾶς, οὐ δεῖ ἐπὶ τούτοις μέγα θαῤῥεῖν διὰ τὸ ἀγνοεῖν τὸν τρόπον τῆς αὐτῶν ὠφελείας. εἰ δέ ποτε προσφέρομεν διά τινα βίαν, οὐ δεῖ καταχρῆσθαι τούτοις, ἵνα μὴ ὡς ἀῤῥήτως ἡμᾶς ὠφελοῦντα καὶ ἀῤῥήτως βλάψωσι. δεῖ δὲ τὸν μέλλοντα κατὰ λόγον πράττειν ἰατρὸν κατὰ τὰς δραστικὰς ποιότητας, δυνάμεις τε καὶ ἐνεργείας σεμνύνεσθαι τὸ θαῤῥεῖν, ὡς εἰδότα διὰ τῆς μεθόδου τὴν δύναμιν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, τῶν τε στρυφνῶν, αὐστηρῶν, ὀξέων, γλυκέων, ἁλυκῶν, πικρῶν, δριμέων, ἀποίων, παχυμερῶν τε καὶ λεπτομερῶν, τήν τε ἐνέργειαν τῶν ἐκφρακτικῶν ἐπισπαστικῶν, ἐμπλαστικῶν καὶ τῶν λοιπῶν κατὰ μέρος. ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πολὺ ῥητὴ ἡ τῶν θρυπτόντων τοὺς λίθους ὕλη, μᾶλλον τούτοις δεῖσθαί γε δέον ἢ τοῖς ἀῤῥήτοις, οἷον δαμασωνίῳ, πετροσελίνῳ, πολυτρίχῳ καὶ τοῖς ὁμοίοις κατὰ δύναμιν τούτοις.
19 679 [15] ἀλλὰ καὶ τὰ χλιαρὰν ἔχοντα δύναμιν οὐκ ἄθετα εἶδος. καὶ ταῦτα δὲ διὰ τὸ, ὡς ἐπὶ τὸ πολὺ ἀποτυγχάνειν δεῖ καὶ ἡμᾶς τοὺς Χριστιανοὺς ἐπὶ τὰ καθ’ ἡμᾶς μέγιστα καὶ κυρίως μυστηριώδη χωρεῖν. τούτοις γὰρ ἐγὼ πιστεύω καὶ ὁμολογῶ μὴ μόνον τὰ σωματικὰ πάθη καὶ ἀπηγορευμένα περὶ πάντων τῶν ἰατρῶν φυγαδεύεσθαι, ἀλλὰ καὶ ψυχικὰ τελείως ἀφανίζεσθαι. λοιπὸν τὸν λόγον ὡς τὴν ὑπόθεσιν ἰδικῶς πρὸς σὲ τρέπομεν. Κεφάλαιον στ ʹ . Πολλῶν ὄντων τῶν τῆς ὑγείας περιποιητικῶν ἀπὸ τροφῆς ἀναγκαίας ἀρκτέον. τοῖς μὲν γὰρ ἄλλοις βοηθήμασιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆς δὲ χωρὶς οὐχ οἷόν τε ζῇν οὔτε ὑγιαίνοντας οὔτε νοσοῦντας. ἐπεὶ δὲ μία ἐστὶν ἀσφαλεστέρα ἡ ἐπιτομωτάτη ὁδὸς εἰς ἀπαλλαγὴν τοῦ πάθους ἡ δίαιτα. ἡ δὲ τῶν ἄλλων φαρμάκων κατάχρησις καὶ ἐπαλληλία πολλοῖς πολλάκις οἶδα ἐπιτρίβεσθαι νόσους.
19 680 [15] τοίνυν ἐπειδὴ θερμοτέρας καὶ ὑγροτέρας κράσεως μετείληφας, ἥλιε τῆς ἐμῆς ψυχῆς, καὶ ἡλικίας παιδικῆς καὶ δυνάμεως ἀσθενοῦς καὶ ἕξεως ἰσχνῆς καὶ σχέσεως ἀραιᾶς καὶ πρὸς τούτοις εὐαισθησίας, δεῖ σε διὰ μὲν τὴν κρᾶσιν καὶ τὴν ἡλικίαν τὴν ἕξιν τε καὶ σχέσιν λαμβάνειν τὰ ὅμοια κατὰ ποιότητα ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ, διὰ δὲ τὴν ἀσθένειαν τῆς δυνάμεως ὀλίγας καὶ πολλάκις. ὀλίγα μὲν διὰ τὴν ἀσθένειαν. πρὸς γὰρ τὸν ἐργάτην δεῖ εἶναι καὶ τὸ φορτίον. πολλάκις καὶ διὰ τὴν κατεπείγουσαν χρείαν. τοὺς γὰρ γυμναστὰς καὶ ὁδοιπόρους πολεμιστάς τε πάντας τοὺς τὰ σφοδρὰ γυμνάσια μετιόντας καὶ ἀμέμπτως ὑγιαίνοντας οὐκ ἐγχωρεῖ διακρίνειν, ἃ δεῖ προσφέρεσθαί τε καὶ σιτία καὶ ποτά. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς οἷα ἂν εὐπορήσωσιν. οὐ μόνον δὲ τούτοις δεῖ οὕτως διαιτᾶσθαι, ἀλλὰ καὶ τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. ἐπεὶ δὲ σήμερον ἰδιοπραγῇ, τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα.
19 681 [15] πλεῖστα δὲ λέγω οὐ πρὸς τὴν δύναμίν σου, ἀλλὰ πρὸς τὰς λοιπὰς ὥρας. τοῦτο καὶ Ἱπποκράτης ὁ τῆς ἡμετέρας τέχνης καθηγητής φησι. θέρους καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ὁ αὐτὸς πάλιν ἐν ἑτέρῳ λέγει. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμότεραι φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύταις οὖν ταῖς ὥραις καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. πίνειν δὲ καὶ ἐλάχιστα πρὸς τὰς λοιπὰς ὥρας. εἶναι δὲ τὸ πόμα οἶνον λευκὸν καὶ λεπτὸν καὶ μὴ ἄγαν παλαιόν. τὰ δὲ ὄψα ἐν ταύτῃ τῇ ὥρᾳ ὡς ἐπὶ τὸ πλεῖστον ὀπτά. τῶν δὲ λαχάνων καὶ τῶν ὀσπρίων ὀλίγον χρῆσθαι. ταῦτα δὲ τὰ ὡς ἐπὶ τὸ πλεῖστον θερμὰ καὶ ξηρὰ οὐ διὰ τὴν κρᾶσιν καὶ τὴν ἡλικίαν δεῖ σε λαμβάνειν, ἀλλὰ διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν κράσεως. ὅταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, χρὴ τὸ πόμα πλέον καὶ ὑδαρέστερον κατ’ ὀλίγον προσίεσθαι καὶ τὰ σιτία μαλακώτερα καὶ ὀλιγώτερα εἶναι. καὶ τὰ ὄψα ἐκ τῶν ὀπτῶν ἑφθὰ ποιεῖσθαι καὶ λάχανα κατάλληλα.
19 682 [15] ἐπὶ δὲ τὴν τούτων μετάληψιν οὐκ ἀθρόως, ἀλλὰ κατὰ μέρος δεῖ σε προσέρχεσθαι ἵνα μὴ ἐκ τῆς ἀθρόας μεταβολῆς βλαβήσῃ, ὡς Ἱπποκράτης φησί. τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλές. καὶ ἄλλως καὶ ἤν τις ἐφ’ ἕτερον μεταβαίνῃ. πλεῖον λέγω καὶ ὑδαρέστερον τὸ πόμα εἶναι, οὐ πλεῖστον δὲ οὐδὲ ὑδαρέστατον. τὸ γὰρ πλεῖστον καὶ ὑδαρέστατον τῷ θέρει κελεύω πίνειν γε ὡς ἐναντίον τούτου. τὸ γὰρ ἔαρ ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει, οὕτως καὶ διαίτης μέσης δεῖται. αὕτη γὰρ ἡ δίαιτα πρόσφορός σοι μὴ μόνον τῇ ὥρᾳ, ἀλλὰ καὶ τῇ κράσει καὶ τῇ ἡλικίᾳ πρόσεστι. καὶ ἐν τῷ ἔαρι ταύτης ἔχεσθαι δεῖ σε. ἐν δὲ τοῖς λοιποῖς καιροῖς ὀλίγον τῶν ἐναντίων οὐ διὰ τὴν ἡλικίαν καὶ κρᾶσιν, ἀλλὰ διὰ τὴν τῶν ὡρῶν δυσκρασίαν. ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν διάφορον ἐνδείκνυται δίαιταν, οὕτως καὶ αἱ τοῦ σώματος ἕξεις.
19 683 [15] τοὺς μὲν πολυσάρκους καὶ μαλακοὺς καὶ ψυχροὺς καὶ ὑγροὺς ὡς ἐπὶ τὸ πλεῖστον ξηροτέρας δεῖσθαι τροφῆς. τοὺς δ’ ἐναντίον ἔχοντας τῆς ἐναντίας. ἐπεὶ δὲ σὺ ὡς ἐπὶ τὸ πλεῖστον μέσου καὶ εὔκρατον, εὔκρατον δεῖ σε τὸ πλεῖστον τοῦ χρόνον διαιτᾶσθαι δίαιταν. τὰ γὰρ κατὰ φύσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν ὁμοίων δεῖται, τὰ δὲ παρὰ φύσιν τῶν ἐναντίων. ἡ γὰρ τῶν παίδων κρᾶσις θερμή ἐστι καὶ ὑγρὰ καὶ δυναμένης τῆς αὐξήσεως καὶ διαπλάσεως ἐν ἑτέρᾳ κράσει γενέσθαι ἢ ἐν τῇ παιδικῇ, διὰ τοῦτ’ οὖν χρὴ λαμβάνειν σε ὁμοίας τροφὰς καὶ πολλὰς, ἵν’ ἐθίσῃς πολλὰ καὶ παντοδαπὰ πέπτειν. οὕτω γὰρ εὐρύχωρον τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀπεργάσεται ἡ φύσις καὶ πάντα τὰ μόρια. εἰ καὶ πλεῖον πρὸς ὑγιεινὴν ἕξεις ποτὲ τὸ ὑγρὸν, ὅμως οὐ χρή σε ξηραίνεσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων. ἡ γὰρ ξηρότης ἐναντιοῦται τῇ αὐξήσει, τούτου χάριν τὰ ξηραίνοντα καὶ θερμαίνοντα καὶ λεπτύνοντα φευκτέον ἐπί σε. ὥστε ἀβλαβῶς φέρῃ ἡ κατά σε φύσις ταῦτα.
19 684 [15] οἱ δὲ γέροντες διὰ μὲν τὰ στερεὰ μόριά εἰσι οἱ ψυχροὶ καὶ ξηροί. διὰ δὲ τὰ περιττώματα ψυχροὶ καὶ ὑγροί. καὶ χρὴ διὰ μὲν ψυχρότητα τῶν στερεῶν τὰ ἐναντία τῶν ἐναντίων ἔχεσθαι, ἔν τε σιτίοις καὶ πόμασι καὶ τοῖς λοιποῖς. κένωσιν δὲ τῶν κατ’ ἀλλήλων διὰ τὰ αὐτὰ περιττώματα. ἡ δὲ τροφὴ ἐπ’ αὐτῶν ὀλίγη ἔστω διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ὡς Ἱπποκράτης εἶπε. τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. πλείστης οὖν δεῖται τροφῆς. ἢν δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται. ὁ αὐτὸς πάλιν. γέροντες εὐφορώτατα νηστείην φέρουσι. διαφέρουσιν οἱ ἄρτοι τῇ ὕλῃ, τῇ ζυμώσει καὶ τῇ ὀπτήσει. καὶ ὁ μὲν πρῶτος αὐτῶν ὀνομάζεται σιλιγνίτης· ὁ δὲ ἐφεξῆς αὐτῷ σεμιδαλίτης. τρίτος δὲ ὁ αὐτόπυρος, ὃς καὶ συγκόμιστος. καὶ τέταρτος ὁ πιτύριος. ἐγὼ δὲ καὶ τὰς τούτων βλάβας καὶ ἐνεργείας λέξω. τροφιμώτατος μὲν αὐτῶν ἐστι πάντων ὁ σιλιγνίτης καὶ ἐπιμονώτατος καὶ δυναμώτατος, δεύτερος δὲ κατὰ πάντα ὁ σεμιδαλίτης.
19 685 [15] ἥττων δὲ τούτων ὁ μέσος καὶ συγκόμιστος. πάντων δ’ ἀσθενέστερος ὁ πιτυρίας. σὺ δὲ, ὥστε μία μοι κεφαλὴ, ὑγιαίνων μὲν χρῶ τῷ σιλιγνίτῃ. εἰ δὲ καὶ νεφρῖτις γένηταί σοι, ὅπερ ἀπέχομαι ἐν νόσῳ ὑπὸ ταύτης κατέχῃ, ἐὰν ὄρεξις νύττῃ σε, ἀβλαβῶς χρῶ τοῖς πιτυρίαις καὶ τοῖς μέσοις αὐτῶν, εἰ μηδέν τι προσιστάμενον εἴη, πρόσφορος οὗτός σοι πλέον, ὀλιγότροφος ὢν καὶ περίττωμα ἐν τῇ γαστρὶ ποιεῖν εἰωθώς. διὰ τοῦτο καὶ ῥᾳδίως ὑπερχόμενος. τῆς γὰρ ῥυπτικῆς δυνάμεως τὸ πίτυρον μετέχει καὶ τοῦτο ταχέως διαχωρεῖ, πρὸ τὴν ἔκκρισιν ἐρεθιζομένων τῶν ἐντέρων. τὴν γαστέρα γὰρ εὔλυτον ἔχειν ἀεὶ καλόν. ταύτης γὰρ καλῶς ὑπιούσης καθαρώτεραι αἱ οὐρήσεις γένοιντο ἄν. οἱ δὲ ἕτεροι ὅ τε σιλιγνίτης καὶ ὁ σεμιδαλίτης, τοὐναντίον ἐφεκτικοὶ, δυσέκκριτοι καὶ ἐμφρακτικοὶ ἥπατός τε καὶ νεφρῶν, εἰ καὶ πολύτροφος καὶ δυναμικώτεροι. ἀπὸ δὲ τῶν πτυνῶν τὰ μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων. εἰσὶ δὲ ταῦτα πέρδικες, ἀτταγῆνες, ἀλεκτρυόνες, ἀλεκτορίδες, περιστεραὶ καὶ τῶν φασιανῶν ζώων πλῆθος καὶ τῶν στρουθῶν καὶ μᾶλλον τῶν ἄλλων οἱ πυργίται καλούμενοι.
19 686 [15] φυσικὴν γὰρ ἐνέργειαν κέκτηνται. ἀπὸ δὲ τῶν πεζῶν τὸ χοίρειον κρέας εὐχυμώτατον καὶ πάντων μάλιστα ἀνθρώποις οἰκειότατον καὶ τροφιμώτατον, διὰ τοῦτο καὶ δυναμικώτατον. γλίσχρον δέ τι καὶ παχὺ ἔχει. πλεονάζοντος γοῦν ἐν ταῖς ἐδωδαῖς αὐτοῦ ἐμφρακτικὸν ἥπατός τε καὶ νεφρῶν καὶ χρὴ ἐκ μακρῶν διαλειμμάτων τούτου ἀπέχεσθαι. τῶν δὲ μικρῶν χοιρείων κρεῶν ἐὰν ὀλίγῳ καὶ συχνῶς, οὐδὲν βλαβήσῃ. φευκτέον δὲ καὶ τὸ τῆς ἐλάφου ὡς σκληρὸν καὶ δύσπεπτον καὶ μελαγχολικὸν, καὶ τὸ τῶν προβάτων ἐκ διαλειμμάτων ὡς περιττωματικώτερον καὶ κακόχυμον. τὸ δὲ ἀρνῶν καὶ ἐρίφων ὁσάκις ἂν βουληθείης. ἀπὸ δὲ τῶν ἐνύδρων ζώων οἱ πετραῖοι καλούμενοι ἰχθύες λυσιτελεῖς σοι γενήσονται προσφερόμενοι αὐτοί· εἰσὶ δὲ ταῦτα κωβίοι, τρίγλαι, σελάχια καὶ τὰ λοιπὰ εὔχυμα. καί τινα τῶν πελαγίων καὶ τὰ μαλακόστρακα, ἀστακοὶ, πάγουροι, καρκίνοι, κάραβοι, καραβίδες καί τινα τῶν ὀστρακοδέρμων.
19 687 [15] περὶ δὲ τῶν ὀπωρῶν τί χρὴ καὶ λέγειν; οὐδὲ γὰρ ὡς τροφὴ τὰ πλεῖστα μυσὰ ἡμῖν αὐτῶν ἐστὶν, ἀλλ’ ὡς φάρμακα ῥωστικὰ στομάχου τε καὶ γαστρὸς παραλαμβάνεται. καὶ περὶ μὲν βρώσεως τοσοῦτον. περὶ δὲ πομάτων νῦν ἤδη λεκτέον καὶ πρῶτόν γε περὶ οἴνου. τὰ μὲν γὰρ ἄλλα ὑγρὰ ἢ οὐδὲν πρὸς ἀνάτρεψιν συντελοῦσιν ἢ καὶ ἐναντιοῦνται τὰ πλείω. μόνος δὲ ὁ οἶνος δύναται τρέφειν, ἐπειδὴ πάντων ὑγρῶν πλείστην οἰκειότητα ἔχει πρὸς τὰ ἡμέτερα σώματα. ἔχει γάρ τινα καὶ τὸ ἔλαιον καὶ μέλι, ἀλλ’ οὐ τοσαύτην, ὅσην ὁ οἶνος. διαφοραῖς δὲ κρίνεται. καὶ πρώτη μὲν αὐτοῦ διαφορὰ ἡ κατὰ χρόαν. δευτέρα δὲ ἡ κατὰ τὴν γευστικὴν ποιότητα. τρίτη ἡ κατὰ τὴν σύστασιν. τετάρτη ἡ κατὰ τὴν ὀσμήν. πέμπτη ἡ κατὰ τὴν δύναμιν. ἀλλὰ περὶ τούτων κατὰ μέρος διεξιέναι περιττόν. ῥητέον τε ἰδικώτερον ποῖος τῶν οἴνων σοι πρόσφορος. ἄλλος γὰρ ἄλλοις λυσιτελεῖ καὶ ἑτέρῳ πάλιν οὐχ ὁ αὐτός. σοὶ δὲ φημὶ συμφέρει τὸ λεπτὸν καὶ λευκὸν καὶ ὀλιγοφόρον. ὁ γὰρ τοιοῦτος τῶν οἴνων εὐανάδοτός τέ ἐστι καὶ λεπτύνει τοὺς ἐν ἡμῖν χυμοὺς καὶ δι’ οὕρων ἐκκρίνει καὶ τὴν δύναμιν ῥώννυσιν.
19 688 [15] ἀσύμφοροι δὲ οἱ λοιποὶ, ὥσπερ ἐπὶ ἄλλων ὠφέλιμοι. Κεφάλαιον ζ ʹ . Χρὴ δὲ καὶ περὶ ὕδατος βραχέα προσδιατρῖψαι τοῖς λόγοις. κοινὸν γὰρ τοῦτο καὶ ὑγιαίνουσι καὶ νοσοῦσι παραμύθιον καὶ ἀναγκαῖόν ἐστι μάλιστα. ἐπεὶ τῶν κοσμικῶν τε καὶ μοναχῶν στοιχείων, ἐξ ὧν ἁπάντων σῶμα τὴν σύστασιν ὅλην, ὂν καὶ αὐτό. διὰ τοῦτο οὖν οὐ παρέργως ῥηθήσεται ἡμῖν. τρισὶν αἰσθήσεσι κρίνεται τὸ καθαρώτατον, ὕδωρ, γεύσει, ὄψει καὶ ὀσφρήσει. γεύσει, εἰ μηδεμίαν προσλάβοι ποιότητα, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· ὄψει, εἰ καθαρὸν καὶ εἰλικρινὲς ἢ διαυγὲς ἀκριβῶς· ὀσφρήσει, εἰ μηδὲν αὐτῷ ἔνεστι ὅσα τοῖς μοχθηροῖς ἐνυπάρχει. ταῦτα γὰρ ὀξύτητος ἢ σηπεδόνος ἢ δριμύτητος ἢ ἅλμης ἤ τινος ἄλλης κακίας μετέχει ἀῤῥήτου. χρὴ δέ σοι τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διυλιστὸν καὶ κοῦφον καὶ πηγαῖον.
19 689 [5] τοῦτο δὲ καὶ ψυχρόν ἐστιν κατὰ τὴν αὑτοῦ φύσιν. εἰ δὲ δὴ καὶ ταχέως ὑποχωροίη τῶν ὑποχονδρίων, μηδὲν ζήτει ἕτερον βέλτιον. καὶ οὐχὶ καθάπερ οἴνων τε καὶ σιτίων καὶ γυμνασίων καὶ ἐγρηγόρσεως καὶ ὕπνων ἄλλων ἄλλους ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας τε καὶ κράσεις, οὕτω καὶ ὕδατος. ἀλλ’ ὅπερ ἄριστον εἴρηται νῦν, τοῦτο πειρᾶσθαι χρῆσθαι καὶ παῖδα καὶ νεανίσκον καὶ πρεσβύτην, κἂν ὁποιασοῦν φύσεως ἔτυχον. ἐπεὶ δὲ ψυχρὸν ἕτερον μᾶλλον ἑτέρου εὑρίσκεται, διὰ τοῦτο οὐ πᾶσιν ἀδιαφόρως χρῆσθαι τοῖς ψυχροπόταις λυσιτελὲς, ἀλλὰ τοῖς μὲν ἀμέτρως θερμοῖς καὶ πιμελώδεσι καὶ πολυσάρκοις ἢ διὰ τὴν φυσικὴν κρᾶσιν ἢ δι’ ἐπίκτητον καὶ σφοδρῶς γυμναζομένοις καὶ ἔθος ἔχουσιν ἀβλαβὲς, εἰ τοῦ ψυχροῦ πίνοιεν. εἰ δ’ ἄλλως ἔχωνται, ἧττον ἐμφορεῖν τοῦ ψυχροῦ. οἱ δέ γε νέοι τὴν ἡλικίαν καὶ πράγμασιν ἀσχολούμενοι πολιτικοῖς, ὡς μὴ τεταγμένως γυμνάζεσθαί τε καὶ διαιτᾶσθαι, εἰ τοῦ πηγαίου λαμβάνοιεν ἀπεχόμενοι χιόνος. αὕτη γὰρ κἂν μηδὲν ἐκ τοῦ παραυτίκα τὰ νέα τῶν σωμάτων φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς βλάβης αὐξανομένης, ἐπὶ προήκοντι τῷ χρόνῳ παρακμαζούσης τε τῆς ἡλικίας, δυσίατα ἢ καὶ παντελῶς ἀνίατα νοσήματα ἐμποιεῖν πέφυκε, κατά τε νεῦρα καὶ ἄρθρα καὶ σπλάγχνα.
19 690 [15] καὶ πάσχει βλαπτόμενον ἐκεῖνο τὸ μέρος τοῦ σώματος, ὅπερ ἀσθενέστατόν ἐστι φύσει. ὥστε διὰ ταῦτα δεῖ χρῆσθαί σε τοῖς πηγαίοις καὶ τούτοις διυλισμένοις καὶ πλείω τούτων μεταλαμβάνειν ἢ οἴνου. καὶ περὶ μὲν ὕδατος διὰ βραχέων εἰς τοσοῦτον, καιρὸς δή μοι λοιπὸν καὶ περὶ γυμνασίων ἐρεῖν. χρὴ τοίνυν μὴ ὑπὲρ ἀγωνίας γυμνάζειν τὸ σῶμα, ἕως ἂν δηλαδὴ ἡ δύναμις καταβληθῇ. μὴ μὲν πάλιν ἀτελὲς περιλαμβάνειν γυμνάσιον, ὅπερ οὐχ ἱκανὸν διαφορῆσαι τὰ μόρια, ἀλλὰ τὸ ἀναλογοῦν τῇ ἑκάστου δυνάμει ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ σφοδρὸν, ὡς εἴη ἂν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δὲ οὐ γυμνάσιον. συμφέρων δὲ ἑκάστῳ τὸ εἰθισμένον αἱρεῖσθαι καὶ μὴ τὸ πυκτικὸν ἢ δρομικὸν ἢ τὸ διὰ πάλης ὑπέρχεσθαι. χρήσιμα δὲ περὶ τοῦ γυμνασίου τρία τὰ πρῶτα. ἐργάζεται μὲν γὰρ σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, αὔξησίν τε τῆς ἐμφύτου θερμότητος καὶ βιαιοτέραν τὴν τοῦ πνεύματος κίνησιν.
19 691 [15] τούτοις δ’ ἕπεται τἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασι δι’ αὐτῶν ἐγγιγνόμενα. τῇ μὲν γὰρ σκληρότητι τῶν ὀργάνων ἡ δυσπάθεια αὐτῶν καὶ ἡ πρὸς τὰς ἐνεργείας εὐτονία, τῇ δὲ αὐξήσει τῆς θερμότητος ἡ τῶν ἀναδιδομένων ὁλκὴ ἰσχυρὰ καὶ ἡ ἑτοιμοτέρα ἀλλοίωσις καὶ ἡ βελτίων θρέψις καὶ ἡ τῶν περιττωμάτων χύσις, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ τῶν σωμάτων μαλάττεσθαι συμβαίνει, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι καὶ διαφορεῖσθαι καὶ τοὺς πόρους εὐρεῖς γίνεσθαι. τῇ δὲ τοῦ πνεύματος ἰσχυρᾷ κινήσει ἐκκαθαίρεσθαί τε τοῖς πόροις ἀναγκαῖον ἔσται καὶ κενοῦσθαι τὰ περιττώματα. ἐπεὶ δὲ ταῦτα ποιεῖ τὰ γυμνάσια, οὐ χαλεπόν ἐστι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ τὰς μεσαραϊκὰς φλέβας, ἢ καθ’ ἧπαρ ἢ τὰ λοιπὰ ἀγγεῖα περιέχεσθαι, ἐπεὶ κίνδυνος αὐτὰ ἐκχυθῆναι πρὸς ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν χρηστὰ γενέσθαι πεφθέντα.
19 692 [15] διότι δὲ ἐκκαθαίρει τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὰ πρὸ τῶν σίτων παραλαμβάνειν. τὰ γὰρ μὴ καθαρὰ τῶν σωμάτων ὁπόσων ἂν θρέψῃς, Ἱπποκράτης ἔφη, μᾶλλον βλάψεις. ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρός. χρὴ δὲ μάλιστα φροντίδα τίθεσθαι, ἐπὶ παντὸς γυμνασίου ἐν ὑγιεινῷ χωρίῳ ἐπιτελεῖσθαι καὶ ἀέρι καθαρῷ. ἀρκείτω οὖν καὶ περὶ γυμνασίων ταῦτα. λουτροῖς δὲ χρῆσθαι συχνοῖς, εὐκράτοις καὶ ἐπιτόμοις οὐ διὰ τὸ νόσημα, ἀλλὰ διὰ τὸ συνεισβάλλεσθαι ταῦτα τῇ αὐξήσει σου καὶ θρέψει καὶ διαπλάσει. ἄριστος δὲ καιρὸς βαλανείων, ἡνίκα ἡ μὲν χθεσινὴ τροφὴ τελέως ᾖ κατειργασμένη, ὑποβεβηκυῖα, ἑτέρας δ’ ἐφεδρεύει τροφῆς καιρὸς καὶ ἐν ἥπατι καὶ φλέψιν ὡσαύτως. ταῦτα δ’ εἴσεται ὁ προσκαθήμενος καὶ ὁ ἀεί σου φροντίζων ἰατρὸς, τὴν μὲν τῆς γαστρὸς τὴν τελείαν πέψιν ἐκ τῶν διαχωρημάτων, τὴν δὲ τοῦ ἥπατος καὶ τῶν φλεβῶν ἐκ τῶν κατὰ φύσιν οὔρων. οὐ δεῖ οὖν οὐδὲ μετὰ τὴν τροφὴν λούεσθαί σε, ἵνα μὴ ἔμφραξις κατὰ νεφροὺς καὶ ἧπαρ γένηται.
19 693 [15] φευκτέον δὲ καὶ τὴν ἀπὸ τοῦ βαλανείου εὐθέως τοῦ οἴνου μετάληψιν. κεφαλῆς γὰρ ἅπτεται οἶνος, ὕδατος εὐκράτου πρότερον μεταλαμβάνων. οὐκοῦν οὐδὲ τοῦ ψυχροῦ ὕδατος ἢ οἴνου ἢ ζύθου ἢ ἑτέρας σικέρας πόσις ἀβλαβής ἐστι. βλάπτουσι γὰρ καὶ αὐτὰ σαφῶς τήν τε γαστέρα καὶ τὸ ἧπαρ καὶ τὰ νεῦρα, ἢν οὐ τῇ κράσει, ἀλλὰ τῇ θίξει. συμφέρον δέ σοι καὶ τὸν μὴ εὐθέως τῇ ἐκ τῶν ὕπνων ἐξαναστάσει λούεσθαι, χρῆσθαι δὲ πρότερον κινήσει, ἔστιν ὅτε καὶ γυμνασίῳ συμμέτρῳ. τὰ γὰρ σύμμετρα γυμνάσια καὶ κατ’ ἄλληλα καὶ πρόσφορα τῇ φύσει σου καὶ τὴν πέψιν καὶ αἱμάτωσιν καὶ θρέψιν ἐργάζεται βελτίονα, διὰ τοῦτο οὖν καὶ συνεργὰ εἰς τὴν εὐτροφίαν καὶ δύναμιν καὶ εἰς τελείαν ἐνέργειαν τῆς τρίτης πέψεως. ἀρκείτω οὖν καὶ περὶ τούτων ταῦτα. Κεφάλαιον η ʹ . Εἰ δ’ αἰφνιδίως ἐπιγένηταί σοι ἡ νεφρῖτις, εἰ μὲν νεωστὶ βεβρωκὼς εἴης καὶ ναυτίας ὑφιστάμενος, ἐξέμει πάντα ἢ φυσικῶς ἢ τεχνικῶς, ὡς τῷ ἰατρῷ σου δοκεῖ καὶ εἰς ὕπνον ἑαυτὸν ἐπίτρεπε.
19 694 [15] εἰ δὲ σκύβαλα παλαιὰ ὑποπτεύεις εἶναι εἰς τὴν κάτω γαστέρα, κενώσεις ταῦτα διὰ κλυστῆρος, εἰ μή τι κωλύει, εἰ δ’ ἀκαρτερήτως ὀδύνης, εἰς θερμὸν σαυτὸν ἐμβίβαζε ὕδωρ. πλὴν μὴ καταχρῶ τούτῳ, ὡς ἀνώτερον εἰρήκαμεν. ἡ γὰρ τοῦ θερμοῦ κατάχυσις παρηγορεῖ μὲν ποσῶς τὰς ὀδύνας, ἐκλύει δὲ τὰς ἐν ἡμῖν δυνάμεις, δι’ ὧν ἀποτρίβεται πᾶν νοσοποιὸν καὶ ἄχρηστον. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ ἐνέματα δεῖ πυριᾷν καὶ καταπλάττειν τὰ πάσχοντα μόρια τοῖς προσφόροις τῇ φύσει φαρμάκοις. εἰ δέ τι ἐστήρικται ἐν τῷ νεφρῷ ὁ λίθος, λαμβάνειν ὄξος, σάκχαρ καὶ ὄξος σκιλλητικὸν καὶ τὰ ἁπλῶς θρυπτικὰ τῶν λίθων, οἷον ἀγρωστέως ῥίζης ἀφεψήματα, δαμασωνίου, ἀδιάντου, τριχομανοῦς καὶ τῶν ὁμοίων. εἰ δὲ καὶ ταῦτα ἀπρακτήσουσι, χρῶ τοῖς διαιρετικοῖς τῶν λίθων ὡς τῶν σπαράγων τῶν βασιλικῶν αἱ ῥίζαι, βδέλλον τὸ ἀπὸ τῆς Ἀραβίας, ἀλθαίας σπέρμα, λιθόσπερμον, βετονίκη, σαξίφραγος, γλήχων, καππάρεως ῥίζα τοῦ Αἰγυπτίου καὶ τῶν σικύων τῶν ἡμέρων τὰ σπέρματα καὶ τὰ τούτοις παραπλήσια.
19 695 [15] εἰ δὲ διά τι καὶ ταῦτα ἀποτύχωσι, χρῶ τοῖς κατὰ κράτος διαιροῦσι. κατὰ κράτος δὲ διαιρεῖ λίθος Ἰουδαϊκός. καὶ εἰ μὲν ἐν τῷ νεφρῷ ἐστήρικται, χρῶ τῷ ἀῤῥενικῷ, εἰ δὲ ἐν τῇ κύστει καὶ διὰ μέγεθος οὐκ ἐκκρίνεται, χρῶ τῷ θηλυκῷ. ὁ γὰρ ἄῤῥην τοὺς ἐν νεφροῖς θρύπτει, ὁ δὲ θῆλυς τοὺς ἐν κύστει. καὶ ὕελος κεκαυμένη καὶ ὁ Καππαδοκικὸς λίθος καὶ τὸ τῶν παλιούρων σπέρμα καὶ ταῦτα κατὰ κράτος διαιροῦσιν. εἰ δὲ χυμὸς παχὺς ἐν τῷ σώματι ἔνεστι καὶ χρεία ἐστὶ κενώσεως οὔρων παχέων, οὖρα παχέα ἄγουσι σκολύμου ῥίζαι, ἐρυθρίδανον καὶ τὰ παραπλήσια. εἰ δὲ καὶ συχνῶν οὔρων χρεία. συχνὰ μὲν οὖν κενοῦσιν οὖρα ἄκορον, σταφυλῖνος, ἄσαρ, ἄμμι καὶ ὅμοια. εἰ δὲ ἡ φύσις κατά τι ὀκλάσει εἰς τὴν τῶν οὔρων ἀπόθεσιν, διεγερτικὰ τῆς φύσεώς ἐστι, σκόρδιον, χαμαιδάφνη, ἀσπάραγοι τῆς βρυωνίας καὶ τὰ τούτοις ἰσοδύναμα. τὰ δὲ διουρητικὰ ὡς ἀγῶνα ἄθετον τοῖς λίθοις ἔχουσιν. ἐπεὶ εἰ μὲν κρᾶσις τῶν διουρητικῶν δριμεῖα καὶ διὰ τοῦτο θερμὴ καὶ ξηρὰ καὶ προσέτι συνακτική τε καὶ διακριτικὴ συναγόμενον τοῦ ὀῤῥώδους.
19 696 [15] ὅσα δὲ τὰς ἐν αὐτοῖς πυρώδεις συστάσεις οὐκ ἔχει ἐπιτήδεια, τμητικὰ μὲν γὰρ ἱκανῶς ὑπάρχει, θερμότητος δὲ ἥκιστα μετέχει. συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δὲ ἧττον θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ τὰ προῤῥηθέντα. τὰ δὲ διουρητικά ἐστι θερμὰ καὶ ξηρὰ καὶ δριμέα καὶ διὰ τοῦτο διακριτικὰ μὲν τοῦ ὀῤῥώδους αἵματος, συνακτικὰ δὲ τοῦ παχέος καὶ διὰ τοῦτο ἄθετα τοῖς λιθιῶσιν. εἰ δὲ ὡς ποδηγήταις καὶ ὀχηματικοῖς χρησόμεθά ποτε, ὀνίνασι. μετὰ δὲ τὴν τοῦ λίθου ἔκκρισιν χρῶ τοῖς καταλλήλοις κατακεραστικοῖς διὰ τὴν ἐκ τῆς παρ’ ὅλου τοῦ λίθου ὁδοῦ δῆξιν καὶ τραχύτητα καὶ ζέσιν καὶ μᾶλλον εἰ μέγας εἴη καὶ χωνιώδης. μετὰ δὲ τὸ ἀκρατότατον εἶναι τὸ σῶμά σοι, διὰ τῶν προειρημένων κατακεραστικῶν χρῶ τοῖς προφυλακτικοῖς ἔνδοθέν τε καὶ ἔξωθεν. ταῦτα δὲ μὴ μόνον τὸ τέλειον ἀξιῶσιν, ἐν ὅσῳ δὲ προφυλάττῃ, χρῶ τοῖς καταλλήλοις καὶ προσφόροις ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ.
19 697 [15] ἐκ γὰρ τῶν καταλλήλων τῇ φύσει σου τροφῶν καὶ ποσέων καὶ βαλανείων καὶ γυμνασίων καὶ τῶν ὁμοίων ῥωννύονται αἱ δυνάμεις, ὥσπερ ἐκ τῶν ἐναντίων καταβάλλονται. διὰ τὸ ἀξίωμα τῶν δυνάμεων χρεία τῶν ὁμοίων. τούτων γὰρ ἐῤῥωμένων οὐσῶν ἀποτρίβεται πᾶν νοσοποιὸν καὶ ἄχρηστον. ταῦτα δὲ βραχέα οὐκ εἰς διδασκαλίαν, ἀλλ’ εἰς μικρὰν ὑπόμνησιν ὁ δοῦλός σου προσφέρω. τὴν γὰρ τελείαν πάντων κατάληψιν οἱ παλαιότατοι τῶν σοφῶν ἤσκησάν τε καὶ ἐξέθεντο. ὁ δὲ προκαθήμενος καὶ ἀεί σου φροντίζων ἰατρὸς καὶ σύνδουλός μου καὶ ταῦτα καὶ τὰ τῶν παλαιῶν καὶ τὰ τῆς φύσεώς σου πλεῖον ἐμοῦ τε καὶ ἄλλων, ὅσον εἰς ἀνθρωπίνην δύναμιν εὗρεν, ἐξ ὧν ἐδιδάχθη καὶ ἐξευρεῖν δυνηθείη διὰ τὴν ἀκριβῆ τῆς φύσεώς σου κατάληψιν. ὥστε μόνῳ τούτῳ καὶ σεαυτῶν ἀνάθου. φροντιεῖ γάρ σου ἐπὶ θεῷ μάρτυρι, εἴπερ τις ἄλλος. ὁ γὰρ εἰδὼς τὸ κυρίως κατὰ φύσιν, ταχύτερον τῶν ἄλλων εἴσεται καὶ τὸ παρὰ φύσιν. ἐβουλόμην λογικὰ περὶ ὀλίγων γράφειν, ἀλλ’ ἐν ἑτέρῳ ταμιευθήσεται.
19 698 [5] οὐ γὰρ τοῦ νῦν καιροῦ ταῦτα, οἷόν τινες τῶν λιθιώντων θεραπεύονται καί τινες οὔ. καὶ ἆρα αἴτιος ὁ λίθος ἢ νόσος ἢ σύμπτωμα. καὶ εἰ αἴτιον ἢ προκαταρκτικὸν, ἢ προηγούμενον ἢ συνεκτικὸν καὶ ὁμοιομεροῦς ἢ ὀργανικῶν ἢ κοινοῦ. εἰ νόσημα ὁμοιομερὲς ἢ ὀργανικὸν ἢ κοινόν. εἰ σύμπτωμα βλάβη ἐστὶν ἐνεργείας ἢ ἐκκρινόμενον ἢ ἐπεχόμενον. εἰ διάθεσίς τις ἢ ἄμφω αὐτῷ συμβέβηκεν, ὡς καὶ αἴτιον καὶ νόσον καὶ σύμπτωμα εἶναι.