eul_wid: kgo-ab
ἈποσπάσματαOn Alexander and Italian Lore
Lycus of Rhegium On Alexander and Italian Lore PDF
| t | LYCUS RHEGINUS. (ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΟΥ. |
| t1-2 | ) Stephan. |
| 1 | Byz.: Σκίδρος, πόλις Ἰταλίας. Τὸ ἐθνικὸν Σκιδρανός, ὡς Λύκος ἐν τῷ Περὶ Ἀλεξάνδρου. Schol. |
| 2 [15] | Aristoph. Pac. 925: Περὶ δὲ τῶν λαρινῶν βοῶν Λύκος μὲν ὁ Ῥηγῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόν φησιν ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην αὐτοὺς τὴν προσηγορίαν ἐσχηκέναι. Εἰσὶ δέ τινες οἳ παρὰ τὸν λάρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι· οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαῥινοὺς τοὺς μεγαλορίνους· Ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. Ἄλλως. Τοὺς δὲ Ἠπειρωτικοὺς βοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρίνου βουκόλου, παραλαβόντος παρὰ Ἡρακλέους τὰς Γηρυόνου βοῦς, καὶ θρέψαντος εἰς εὐεξίαν. Cf. Suidas: Λαρινοὶ βόε ς, οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου, κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρόξενος δὲ, αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδωναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς· λαρινεύειν γὰρ τὸ σιτεύειν. [ΙΤΑΛΙΚΑ. |
| t3-7 | ] E LIBRO TERTIO. |
| 3 (t) [15] | Tzetz. ad Lyc. 615: Ἁλούσης τῆς Τροίας Διομήδης ἀντὶ βάρους λίθους ἐκ τοῦ τείχους τῆς Τροίας εἰς τὴν ἑαυτοῦ ναῦν ἐνέβαλε. Παραγενόμενος δὲ εἰς τὸ Ἄργος, καὶ μόλις φυγὼν τὸν ἐκ τῆς γαμετῆς αὐτοῦ θάνατον, παρεγένετο εἰς τὴν Ἰταλίαν. Εὑρὼν δὲ τηνικαῦτα τὸν Κολχικὸν δράκοντα λυμαινόμενον τὴν Φαιακίδα ἔκτεινε, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέχων. Ἐνόμισε γὰρ ὁ δράκων τὸ χρυσοῦν εἶναι δέρας τοῦ κριοῦ. Τιμηθεὶς δὲ ὁ Διομήδης ἐπὶ τούτῳ σφόδρα, ἀνδριάντας κατεσκεύασεν ἑαυτοῦ ἐκ τῶν λίθων τῆς Ἰλίου, ὧν ἐνέβαλε τότε εἰς τὴν ναῦν, καὶ ἔστησε τούτους κατὰ πᾶν τὸ ἐκεῖσε πεδίον. Ὕστερον δὲ ἀνελὼν ὁ Δαυνὸς αὐτὸν ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς τὴν θάλασσαν. Οὗτοι δὲ ἀνεχόμενοι ὑπὸ τῶν κυμάτων πάλιν ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. Ἱστορεῖ δὲ τοῦτο Τίμαιος ὁ Σικελὸς (fr. 13) καὶ Λύκος ἐν τρίτῳ. Antigonus Mir. |
| 4 [5] | 172 (188 W.): Περὶ δὲ τῶν ζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ τῇ νήσῳ φησὶν (Καλλίμαχος) ἱστορεῖν, τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Μήδων (l. Ἑλλήνων), ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ μόνον ψαυομένους ὑπομένειν, ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλοφρόνως· λέγεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διομήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσιν μετασχηματισθέντων. Aelianus N. |
| 5 [25] | An. XVII, 16: Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἑνετοὺς, ὅταν περὶ τὸν ἄροτον τρίτον καὶ σπόρον ἡ ὥρα ᾖ, τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα· εἴη δ’ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ μεμαγμέναι μᾶζαι καλῶς τε καὶ εὖ. Βεβούληται δὲ ἄρα ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτριον μὴ ἀνορύττειν καταβληθέντα εἰς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος δὲ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι, * καὶ φοινικοῦς ἱμάντας τὴν χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν· καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προῃρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι, κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι, καὶ καλοῦσιν αὐτοὺς, ᾗ πεφύκασιν οἱ μὲν καλεῖν, οἱ δὲ ὑπακούειν. Ἔρχονται μὲν κατὰ νέφη, ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν, ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι, ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. Ἄγευστοι γὰρ ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε, ὡς εἰπεῖν, ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες. Schol. |
| 6 [10] | Theocrit. VII, 78: [ Ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ κτ λ.] Λύκος (sic Toup.; libri Λύκιος) φησὶ τῆς Θουρίας ὄρος θαλαμὸν, ὑφ’ ὃ ἄντρον τῶν Νυμφῶν. Καλοῦσι δὲ αὐτὸ Ἀλουσίας οἱ ἐπιχώριοι, ἀπὸ τοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. Ἐν τούτῳ ποιμὴν ἐπιχώριος δεσπότου θρέμματα βόσκων, ἔθυε συχνῶς ταῖς Μούσαις. Οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακα κατακλείσας αὐτὸν ἀπέθετο. Τούτῳ δ’ ἐδίσταξεν ὁ δεσπότης βουλευόμενος εἰ σώσειαν αὐτὸν αἱ Μοῦσαι. Παραδραμόντος δὲ διμηνιαίου χρόνου, παραγενόμενος καὶ τὰ ζύγαστρα τοῦ λάρνακος διανοίξας, ζῶντα κατείληφε, καὶ τὴν λάρνακα πεπληρωμένην κηρίων εὗρεν. Athenaeus II, p. |
| 7 | 47, A: Λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους, (οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα,) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς. ΣΙΚΕΛΙΚΑ. |
| 8 [5] | Antigon. Mirab. c. 148 (133 W.): Περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν (Καλλίμαχος) λέγειν, ὅτι ὁ μὲν Κάμικος θαλάττης ζεούσης ῥεῖ, ὁ δὲ Κάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδάτων εἰσὶ ψυχροὶ, τὰ δὲ κάτω θερμοὶ, τὸν δ’ Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν, τὸ δὲ πότιμον. Idem ibid. |
| 9 [10] | 154 (139 W.): Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ (κρήνην), φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται, τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δ’ ἔν τε τοῖς λύχνοις κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι, προσαγορευόμενον Μυτιστράτιον· πλησίον δὲ εἶναι τὴν ἀπὸ μὲν ἀρκτούρου μέχρι πλειάδος ἀναβάλλουσαν οὐδενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ πλειάδος μέχρι πρὸς ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν καὶ πνέουσαν θερμὸν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρουμένην. Plinius H. |
| 10 | N. XX, 2, 14: Lycos ( ait) in Indiae terris fontem esse, cujus aqua lucernae ardeant. Antigonus Mir. |
| 11 | 170 (154 W.): Λύκον δὲ περὶ τὴν ἐν Μύλαις (λίμνην) τῆς Σικελίας δένδρα φύεσθαι (s. Καλλίμαχός φησι), διὰ μέσης δ’ αὐτῆς ἀναθεῖν (ἀναζεῖν Bentl.) ὕδωρ τὸ μὲν ψυχρὸν, τὸ δὲ τοὐναντίον. Idem ibid. |
| 12 [5] | 175 (159 W.): Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους * , ἀναζεῖν μὲν ὡς θερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς εἶναι ψυχράς· τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνήσκειν εὐθὺς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν. ΛΙΒΥΚΑ. |
| 13 | Stephanus Byz.: Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ πόλιν φησὶ καὶ ἄλλοι. Πόλις δὲ Λιβυφοινίκων. Antigonus Mir. |
| 14 [5] | 66 (60 W.): Λύκος ἱστορεῖ ... ἐν Λιβύῃ τὰ κτήνη τὸν μὲν ἄλλον χρόνον τὰ μὲν αὐτοῖς ἐναντία, τὰ δ’ ὡς ἔτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτὶ, καθ’ ἣν τοῦ κυνὸς ἀνατολὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον ἐστραμμένα, καὶ τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τοὺς ἐκεῖ χρῆσθαι. (ΠΕΡΙ ΤΟΥ ΝΕΣΤΟΡΟΣ. |
| t15 | ) Schol. |
| 15 [5] | cod. Genev. ad Theocrit. XVII, 123: [ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναώς, sc. Πτολεμαῖος Φιλάδελφος] Ὅτι πολλοὺς ναοὺς ἱδρύσατο καὶ Λύκος (Λύκως cod.) δ’ ἐν τῷ Περὶ τοῦ Νέστορος ** ἐποίησεν ὁ Φιλάδελφος, φησὶν οὕτως· «ᾨκοδόμησε καὶ τῶν γονέων ἀμφοτέρων παμμεγέθη ναὸν, καὶ ταῖς ἀδελφαῖς Ἀρσινόῃ καὶ Φιλωτέρᾳ (φωτῆρα cod.) ** » |