eul_wid: qiq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Geographical and Mythological Fragments by Charax of Pergamum

The Geographical and Mythological Fragments is a collection of prose excerpts attributed to the historian and geographer Charax of Pergamum, who was active under the Roman Empire, likely in the first or second century CE. These fragments are preserved indirectly through citations in later compilations, primarily the Ethnika of Stephanus of Byzantium and the Library of Photius. The work functions as a compendium of place-names with mythological annotations, providing concise entries on geographical locations such as cities, regions, mountains, and rivers. Each entry typically includes an alternative name or etymological explanation, a link to a mythological figure or story often through heroic genealogy, and brief references to local legends or cults. For instance, a fragment on Lindos names its founder as Lindos, son of Cercaphus.

No manuscript of Charax’s original text survives. The fragments are extracted quotations preserved by later lexicographers, chiefly Stephanus of Byzantium in the sixth century CE and Photius in the ninth century CE. They are believed to originate from a larger, lost work, possibly Charax’s 40-book Hellenica, which is mentioned in the Suda. Charax’s fragments served as a source for Stephanus of Byzantium’s influential geographical dictionary, thereby entering the Byzantine scholarly tradition. They are a source for studying Imperial-period mythography, historical geography, and the methods of Hellenistic historiography.

ΕΛΛΗΝΙΚΑ.

Στέφανος ὁ Βυζάντιος Ταίναρος, πόλις ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. Ὃς πλέων σὺν Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον ... Εἰσὶ δὲ καὶ Ταινάριοι Θῆβαι, ὡς Χάραξ ἐν Ἑλληνικῶν δευτέρῳ.

Στέφανος ὁ Βυζάντιος Ἀδράστεια· Ἔστι δὲ καὶ Τρωάδος Ἀδράστεια τόπος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης, τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ.

Στέφανος ὁ Βυζάντιος Ἴδη, Τροίας ὄρος ... ἀπὸ Ἴδης βασιλίσσης, ὡς Χάραξ.

Στέφανος ὁ Βυζάντιος Νεάνδρεια, πόλις Τρωάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος Ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ· «Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλʼ ἀπὸ μέρους τῆς γῆς ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα καὶ ἀπʼ ἐκείνου ὀνομάζεται, τῆν πᾶσαν οὕτω καλοῦντες.» Ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Ἱσπανίαν.

Ἀριστοφάνους Σχόλια Οὕτως ὁ Χάραξ ἐν τῷ «δʹ· Ἀγαμήδης ἄρχων Στυμφήλου τῆς Ἀρκαδίας ἐγάμει Ἐπικάστην, ἧς παῖς ἦν Τροφώνιος σκότιος. Οὗτοι τοὺς τότε πάντας ὑπερεβάλλοντο εὐτεχνίᾳ, τόν τε ἐν Δελφοῖς Ἀπόλλωνος ναὸν ἠργολάβησαν· ἐν Ἤλιδι δὲ ταμιεῖον χρυσοῦν κατεσκεύασαν Αὐγείᾳ· ᾧ παραλείψαντες ἁρμὸν λίθινον, νυκτὸς εἰσιόντες ἔκλεπτον τῶν χρημάτων ἅμα Κερκυόνι, ὃς ἦν γνήσιος Ἀγαμήδους καὶ Ἐπικάστης υἱός. Ὡς δὲ ἠπόρει λίαν Αὐγείας, ἐπιδημήσαντα Δαίδαλον αὐτόσε κατὰ φυγὴν Μίνωος ἐλιτάνευσεν ἐξιχνεῦσαι τὸν φῶρα. Ὁ δὲ παγίδας ἔστησεν, αἷς περιπεσὼν Ἀγαμήδης ἀναιρεῖται. Τροφώνιος δὲ τὴν κεφαλὴν αὐτοῦ τεμὼν πρὸς τὸ μὴ γνωρισθῆναι, ἅμα Κερκυόνι φεύγει εἰς Ὀρχομενόν. Αὐγείου δὲ κατὰ κέλευσιν Δαιδάλου πρὸς τὴν τῶν αἱμάτων ἔκλυσιν ἐπιδιώκοντος, καταφεύγουσιν ὁ μὲν Κερκυὼν εἰς Ἀθήνας, ὡς Καλλίμαχος ὃς ἔφυγεν μὲν Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων· ὁ δὲ ἕτερος εἰς Λεβάδειαν τῆς Βοιωτίας, οὗ κατωρυχὴν ποιησάμενος οἴκησιν διετέλει. Τελευτήσαντος δὲ αὐτοῦ μαντεῖον ἀτρεκὲς ἐφάνη αὐτόσε. Καὶ θύουσιν αὐτῷ ὡς θεῷ. Παρέλιπε δὲ υἱὸν Ἄλκανδρον.»

Στέφανος ὁ Βυζάντιος Φήγεια, πόλις Ἀρκαδίας, ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ· «Φηγεὺς δʼ ὁ ἀδελφὸς τοῦ Φορωνέως ἔκτισε πόλιν Φήγειαν, ἣ πρὶν Ἐρύμανθος ἐκαλεῖτο.» Ὕστερον δὲ Ψωφὶς ὠνομάσθη, ὡς ἐροῦμεν, ἀπὸ τῆς μητρός.

Στέφανος ὁ Βυζάντιος Δώριον Μέμνηται τῆς Δωρίδος τῆς Θεσσαλικῆς Χάραξ ἐν ζʹ, τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς· «Ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλʼ Ἰστιαιῶτιν αὐτὴν, ὡς πρὶν, καλεῖσθαι εἴασε. Κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἴληχε τὰ πρῶτα καὶ Δωρὶς ἀπʼ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἰστιαιῶτις μετωνομάσθη.»

Στέφανος ὁ Βυζάντιος Ὑλλεῖς· Ἔστιν Ὕλλις καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ· «Καὶ Παμφύλιοι καὶ Ὑλλεῖς.»

Εὐστάθιος ὁ Θεσσαλονίκης Τὰς δὴ πόλεις ταύτας τὰς δύο, Ἀγαλλίας τις, Κερκυραῖος ἀνὴρ, Ἀθήνας φησὶν εἶναι καὶ Ἐλευσῖνα, προάγων οὕτω τὸ εἰκὸς τοῦ λόγου· γάμους γὰρ καὶ ὑμεναίους ἐν Ἀθήναις πρῶτον ἀχθῆναι ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυῆ τὸν Κέκροπα λέγεσθαι ὁ Χάραξ φησὶν, διότι τὸ νομίμως ἐκ δυοῖν φύεσθαι διʼ αὐτὸν ἐπέγνων οἱ ἄνθρωποι τῇ τοῦ γάμου εὑρέσει.

Τζέτζης Ἐλθὼν γὰρ ὁ Κέκροψ ἀπὸ Σάεως πόλεως Αἰγύπτου τὰς Ἀθήνας συνῴκισε. Σάϊς δὲ κατʼ Αἰγυπτίους ἡ Ἀθηνᾶ λέγεται, ὥς φησι Χάραξ.

Δεῖ δὲ γνῶναι ὅτι ὁ Χάραξ ἱστορεῖ τοὺς Ἀθναίους ἀποίκους εἶναι τῶν Σαϊτῶν. Ἔστι δὲ Σάϊς πόλις Αἰγυπτίων, καὶ οἰκιστῆρα ἔσχεν Ἐρεχθέα. Διὸ καὶ διφυῆ προσαγορεύεσθαί φησιν ὄντα δίγλωσσον· ἕτεροι δέ φασιν ὅτι πρῶτος ἐδόξαζεν ἔκ τε γυναικὸς καὶ ἀνδρὸς τοὺς γεννωμένους παράγεσθαι· καὶ διὰ τοῦτο διφυὴς ἐδοξάζετο. Περὶ μὲν οὖν τούτου πολλὴ διαφορά. Ἐκ δὲ τῆς ἀποικίας ὠνομάσθαι φησὶ πολιοῦχον τὴν Ἀθηνᾶν. ἔστι γὰρ ἡ Σάϊς Αἰγυπτίων φωνῇ παρʼ Ἕλλησιν Ἀθηνᾶ. Καὶ τούτου παράγει μάρτυρα τὸ τὴν Ἀθηνᾶν ἐποχεῖσθαι κροκοδείλῳ πρὸς τῇ ἀκροπόλει, δηλοῦσαν τὴν ἀποικίαν ἐκ τοῦ Νείλου τυγχάνουσαν.

Ἀνώνυμοι Παραδοξογράφοι Περὶ Ἰοῦς καὶ Ἄργου. Ἰὼ ἡ Ἀρέστορος ἱερᾶτο τῇ Ἥρᾳ. Πρὸ γάμου δὲ κυήσασαν γνοὺς ὁ πατὴρ — οὐ γὰρ ἔτι αὐτῇ ἡ ὄψις παρθένιος ἦν, ἀλλʼ ὑπὸ τῆς ἀφροδισίου ἀκμῆς μείζων καὶ καλλίων αὐτῆς ἐφαίνετο, ὡς καὶ βοῦς ὑπὸ τῶν Ἀργείων ἐπονομάζεσθαι —, ἐχαλέπαινέ τε καὶ ἐν φρουρᾷ εἶχεν αὐτὴν, φύλακα ἐπιστήσας αὐτῇ τὸν τῆς μητρὸς ἀδελφὸν Ἄργον. Καὶ ὁ μὲν Ἄργος ἄϋπνος ὢν καὶ πάντη ἄφυκτος οὐδαμῶς αὐτὴν ἀνίει, ὅθεν καὶ Πανόπτης ἔσχεν ἐπίκλησιν. Τῶν δὲ ἐπιχωρίων Ἑρμάων, βουλομένης Ἰοῦς, λαθὼν κτείνει τὸν Ἄργον, ἡ δὲ Ἰὼ ἐλευθερωθεῖσα φεύγει σὺν τοῖς πράξασιν ἐπιβᾶσα νεὼς φορτίδος, ὑπὸ δὲ χειμῶνος φορηθεῖσα ἀνὰ τὸ πέλαγος, ὃ καλεῖται Ἰόνιον, καὶ πολλαχοῦ προσπελασθεῖσα εἰς Ἀερίαν ἐκομίσθη καὶ θεὸς ἐνομίσθη διὰ τὸ κάλλος. Οὕτω Χάραξ ἐν Ἑλληνικοῖς.

Ἀνώνυμοι Παραδοξογράφοι Περὶ Διονύσου. Ὁ Χάραξ οὕτω φησὶν, ὅτι Σεμέλη ἡ Κάδμου θυγάτηρ λέγεται κυῆσαι πρὸ γάμου· ἐν δὲ ταῖς γοναῖς κεραυνοῦ κατασκήψαντος, αὐτὴ μὲν ἠφανίσθη, τὸ δὲ βρέφος περιεγένετο. Ἐκείνην μὲν οὖν, ὁποῖα ἐπὶ τοῖς διοβλήτοις λέγεται, θείας μοίρας λαχεῖν ᾠήθησαν καὶ Θυώνην ὠνόμασαν, τὸν δὲ παῖδα θειότατον ὄντα ὁ Κάδμος, διότι ἐκ πυρὸς ἐσώθη, περιεῖπε, καὶ τίθεται αὐτῷ Αἰγυπτίου Διονύσου πάτριον ὄνομα.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ Χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμβράναις ἐμπεριειλημμένην, διʼ ἣν, ὡς λόγου ἀξίαν, τὸν τῆς Ἀργοῦς καταρτισθῆναι στόλον φησί.

Χάραξ δέ φησι πολλαῖς ναυσὶν ἐκπλεῦσαι τοὺς Ἀργοναύτας, ὧν ἀποπλανηθεῖσα μία ναῦς προσηράχθη τῇ Μαιώτιδι. Οἱ δὲ ἐμπλέοντες Τέλχις καὶ Ἄμφιτος ἡνίοχοι τῶν Διοσκούρων ὄντες αὐτόθι μείναντες ἦρξαν, ἀφʼ ὧν συνέβη τοὺς ἐνοικοῦντας ἐκεῖσε Ἡνιόχου καλεῖσθαι. Ὅθεν καὶ Διοσκουριὰς ἦν ἐκεῖσε λεγομένη ἡ πόλις.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ νηῒ κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον. Καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφʼ ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους καὶ τοὺς Τυνδαρίδας· ναὶ μὴν καὶ τὴν Διοσκουρίδα χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν.

Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβάρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη· τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους Ἄβεννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ὁρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ. Δεύτερον δὲ ἐλέχθησαν Βριάρεω, ὥς φησιν Εὐφορίων, τρίτον δὲ Ἡρακλέους.

Ἰωάννης ὁ Λυδός Καὶ βασιλεῦσαι δὲ αὐτὸν ἡ ἱστορία παραδίδωσι ... κατά τε τὴν Λιβύην καὶ Σικελίαν, οἰκίσαι τε τοὺς τόπους καὶ πόλιν κτίσαι, ὡς ὁ Χάραξ φησὶ, τὴν τότε μὲν λεγομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡς Ἰσίγονος περὶ Ἑλληνικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν Αἰτναίαις παραδιδόασιν.

Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς Μετὰ δὲ Τρῶον ἐβασίλευσε τῶν Φρυγῶν ὁ Ἴλιος· ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλαλεῖτο ἡ νίκη τοῦ ἀγῶνος Πέλοπος τοῦ Λυδοῦ καὶ Οἰνομάου τοῦ Πισαίου, ἐπιτελεσθεῖσα ἐν τῇ Ἠλιακῇ ἑορτῇ. Ἅτινα συνεγράψατο Χάραξ ὁ ἱστορικός.

Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς Μετʼ αὐτὸν ὁ Ἐριχθόνιος ἐπετέλεσε τὸν αὐτὸν ἀγῶνα ἅρμασι τετραπώλοις· διὸ καὶ περιβόητος ἐγένετο, καθὰ ἐν ταῖς Χάρακος ἐμφέρεται ἱστορίαις· ὃς συνεγράψατο καὶ ταῦτα, ὅτι τοῦ ἱπποδρομίου τὸ κτίσμα εἰς τὴν τοῦ κόσμου διοίκησιν ᾠκοδομήθη, τοῦτʼ ἐστὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης· τὰς δὲ δεκαδύο θύρας τοὺς δώδεκα οἴκους ἱστόρησε τοῦ ζωδιακοῦ τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τῶν ἀνθρώπων τὸν παροδικὸν τοῦ βίου δρόμον. Τὸ δὲ πέλμα τοῦ ἱππικοῦ τὴν γῆν πᾶσαν εἶναι, τὸν δὲ εὔριπον τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολὴν, τὸν δὲ ἐπὶ τὴν σφενδόνην τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον καὶ τὴν κίνησιν τῶν ἑπτὰ ἀστέρων.

Σοῦδα Ὅμηρος· Ὅμηρος ὁ ποιητὴς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος, ὡς δὲ ἄλλοι, Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης, ὡς δὲ Χάραξ ὁ ἱστορικὸς, Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρὸς, κατὰ δʼ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. Ἔστι δʼ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δʼ Οἴαγρος, τοῦ δʼ Ὀρφεὺς, τοῦ δὲ Δρὴς, τοῦ δὲ Εὐκλέης, τοῦ δʼ Ἰδμονίδης, τοῦ δὲ Φιλοτέρπης, τοῦ δʼ Εὔφημος, τοῦ δʼ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δʼ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ, καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον.

ΙΤΑΛΙΚΑ

Εὐστάθιος ὁ Θεσσαλονίκης Κατὰ γὰρ τὸν Ἀλεξανδρέα Ἡρακλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτως ἐλεύθω ἔλευθος, καὶ πλεονασμῷ τοῦ κ κέλευθος, ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυλωνίαν φησὶν ἐν Ἰταλικοῖς· «Οὕτω δὲ, φησὶ, καὶ τὰ ἀνθήλια κανθήλια.»

Ἐτυμολογικὸν τὸ Μέγα Φασὶ γάρ ποτε τὸν Διόνυσον ἐπὶ τὸν πρὸς Τυρσηνοὺς ἀπιόντα πόλεμον τοὺς γεγηρακότας τῶν Σειληνῶν μετὰ τῆς ἀχρήστου ἡλικίας ἐν Ἰταλίᾳ καταλιπεῖν· τοὺς δὲ τραπῆναι ἐπὶ ἀμπέλων ἐπιμέλειαν, καὶ εὔοινον γενέσθαι τὴν Ἰταλίαν· τοὺς δὲ γεωργοὺς οἱ Ἰταλοὶ κολώνους ἐκάλουν· ὡς καὶ ἱδρύσασθαι τοιαῦτα ἀγάλματα οἰνοφοροῦντα ἐν ἀσκοῖς. Ἐσπούδαζον δὲ, καὶ ἃς ᾤκουν πόλεις οἱ Ἰταλοὶ, τιμὴν ταύταις παρέχειν, ἀνιστάντες δαίμονά τινα ὡς πρεσβύτην ὅμοιον Σειληνῷ, ἵνα καὶ τῇ κοινωνίᾳ τῶν ἱερῶν συγκραθῶσιν. Αἱ δὲ πέδαι περιτιθέμεναι δηλοῦσι τὸ ὑπήκοον, τῷ συνδεδέσθαι αὐτοῖς τὰς πόλεις τὰς ἐχούσας τὰ τοιαῦτα ἀγάλματα. Ταῦτα εἴρηται Χάρακι ἱστοριογράφῳ.

ΧΡΟΝΙΚΑ.

Στέφανος ὁ Βυζάντιος Ὠγυγία ... ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς Χρονικοῖς.

Στέφανος ὁ Βυζάντιος Αἴγυπτος καὶ ἡ χώρα καὶ ὁ ποταμὸς ἐκλήθη ἀπὸ Αἰγύπτου, ὡς Χάραξ· «Αἴγυπτος Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος, βασιλεύσας ἔτη τετταράκοντα τρία.»

Στέφανος ὁ Βυζάντιος Παρρασία, πόλις Ἀρκαδίας ... κέκληται ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ Χρονικῶν οὕτω· «Πελασγὸς Ἀρέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας ἐξ Ἄργους εἰς τὴν ἀπʼ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ πόλιν Παρρασίαν ἔκτισε.»

Στέφανος ὁ Βυζάντιος Ἄστυρα, πόλις Μυσίας ... Ἔστι καὶ πόλις Φοινίκης κατὰ Ῥόδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. Ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ.

Στέφανος ὁ Βυζάντιος Ἀθῆναι· Φησὶ Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο.

Στέφανος ὁ Βυζάντιος Λάρανδα, πόλις Λυκαονίας· ὁ πολίτης Λαρανδεύς. Χάραξ τρίτῳ Χρονικῶν.

Στέφανος ὁ Βυζάντιος Ἡφαιστία, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Χάραξ δʼ ἐν δεκάτῳ Χρονικῶν φησιν, ὅτι Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ περιεστήσατο αὐτούς. Ἕρμων δʼ Ἡφαιστιέων τύραννος ὢν, φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοι φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν.

Στέφανος ὁ Βυζάντιος Ὠρεὸς, πόλις Εὐβοίας ... Τούτου τὸ ἐθνικὸν διὰ τῆς ει διφθόγγου γράφεται Ὠρείτης ... Μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν Χρονικῶν ἑκκαιδεκάτῳ· «Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν.»

Στέφανος ὁ Βυζάντιος Φράδα, πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ Χρονικῶν.

Στέφανος ὁ Βυζάντιος Αὐταριᾶται, ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ Χρονικῶν καὶ Φαβωρῖνος ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης.

Στέφανος ὁ Βυζάντιος Ἀλαβούριον, πόλις Συρίας. Χάραξ ὀγδόῃ Χρονικῶν.

Στέφανος ὁ Βυζάντιος Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικὴν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. Ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ Χρονικῶν. Τὸ ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τὸ τινὰς καὶ Φιλωτερίαν αὐτὴν εἰρηκέναι. Τῆς δʼ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύνηθες τοῦ ἐπιχωρίου τύπου.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος Πόθεν εἴρηται Ἱσπανία; ἀπὸ Ἱσπάνου γίγαντος οὕτω καλουμένου, Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη, ἡ δὲ μικρά. Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ Χρονικῶν· «Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπʼ αὐτοὺς Κύϊντος». Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο· «Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος ὑπὸ Οὐριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο.»

Στέφανος ὁ Βυζάντιος Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ Χρονικῶν.

Στέφανος ὁ Βυζάντιος Σάλυες, ἔθνος Λιγυστικὸν, πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ Χρονικῶν.

Στέφανος ὁ Βυζάντιος Κοσίανα, φρούριον Παλαιστίνης. Χάραξ δεκάτῳ, ἐν τῇ παραλίᾳ τῆς Συρίας.

Στέφανος ὁ Βυζάντιος Δῶρος, πόλις Φοινίκης ... Χάραξ ιαʹ· «Τρύφων, ἐν Δώρῳ τῆς Κοίλης Συρίας πόλει πολιορκούμενος ὑπʼ Ἀντιόχου, ἔφυγεν εἰς Πτολεμαΐδα, τὴν Ἄκην λεγομένην.»

Στέφανος ὁ Βυζάντιος Φιδήνη, πόλις Ἀλβανῶν. Τὸ ἐθνικὸν Φιδηναῖος. Ἔοικε καὶ Φίδηνα λέγεσθαι, ὡς Ῥάβεννα, καὶ Φιδηνάτης, ὡς Ῥαβεννάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης.

Στέφανος ὁ Βυζάντιος Κούριοι, ἔθνος Σαβίνων, πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ.

Στέφανος ὁ Βυζάντιος Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν ... Χάραξ Ἀνθήνην αὐτήν φησιν.

Στέφανος ὁ Βυζάντιος Ἀμοργὸς, νῆσος μία τῶν Κυκλάδων. Λέγεται καὶ Ἀμόργιον, ὥς φησι Χάραξ.

Στέφανος ὁ Βυζάντιος Ἱερὰ, νῆσος ἐν τῷ Κρητικῷ πελάγει, ὡς Χάραξ.

Στέφανος ὁ Βυζάντιος Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι.

Στέφανος ὁ Βυζάντιος Ἴσαυρα, οὐδετέρως, πόλις Ἰσαυρίας μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Χάραξ δὲ θηλυκῶς.

Στέφανος ὁ Βυζάντιος Ἀλάβανδα, πόλις Καρίας, ἡ ποτὲ Ἀντιόχεια. Ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου τοῦ Εὐΐππου, ὡς Χάραξ. Ἔστι καὶ ἑτέρα πόλις Καρῶν εὐτυχεστάτη, ἀφʼ ἧς ἡ παροιμία, Ἀλάβανδα Καρῶν εὐτυχεστάτη. Κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικὴν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν Ἱππόνικος· ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν.

Στέφανος ὁ Βυζάντιος Ἑβραῖοι. Οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβραμῶμος, ὥς φησι χάραξ.

Στέφανος ὁ Βυζάντιος Ἀγβάτανα, πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ. Οἱ δὲ νῦν Βατάνειαν αὐτὴν καλοῦσι. Τὸ ἐθνικὸν Βατανεῶται, ὡς Ῥαφάνεια Ῥαφανεῶται. Δημήτριος δέ φησιν Ἀγβάτανα διττὰ, τὰ τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. Παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικὸν, ὡς δειχθήσεται. Παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι.

Στέφανος ὁ Βυζάντιος Ζαρίασπα ἢ Ζαριάσπη, πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Ἣ ἐκαλεῖτο καὶ Βάκτρα. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα.

Στέφανος ὁ Βυζάντιος Κάμικος, πόλις Σικελίας, ἐν ᾗ Κώλακος ἦρχεν ὁ Δαιδάλου … Χάραξ δὲ Ἴνυκον ταύτην φησίν.

Στέφανος ὁ Βυζάντιος Ἀχραδινὴ, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός· ἀλλὰ καὶ Ἀχραδινὴ μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον.

Στέφανος ὁ Βυζάντιος Ἄζιλις, πόλις Λιβύης. Οἱ δὲ περὶ Σαλούστιον οὐ πόλιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. Τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄξιρον λέγει αὐτήν.

Στέφανος ὁ Βυζάντιος Τροιζὴν, πόλις Πελοποννήσου. Ἔστι καὶ ἄλλη Τροιζὴν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησί.

Στέφανος ὁ Βυζάντιος Ἀβοριγῖνες, ἔθνος Ἰταλικὸν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῃ· «Μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος, οὕτω προσηγορεύθησαν.» Τὰ αὐτὰ καὶ Χάραξ.

Στέφανος ὁ Βυζάντιος Ἄλβα, πόλις Ἰταλίας. Κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ.

Στέφανος ὁ Βυζάντιος Ἄρδεα, κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. Ἐκλήθη ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Αὕτη Τροία ἐλέγετο, ὡς Χάραξ.

Στέφανος ὁ Βυζάντιος Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικὸν, ὡς Ἀπολλόδωρος. Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ ο μικροῦ Ἀλλόβρογας· οἱ πλείους δὲ διὰ τοῦ υ.