eul_wid: wyo-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Little Etymological Work by Little Etymologicon

Ἐτυμολογίαι διάφοροι ἀπὸ διαφόρων ἐτυμολογικῶν ἐκλεγεῖσαι.

Ἄφρων · παρὰ τὸ φρῶ, τὸ προϊῶ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄφρων.

Ἀνάστηθι · προπαροξύνεται· πᾶν ῥῆμα, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται· οἷον ἓς ἄνες, ἓς ἄφες· εἰ δὲ δισύλλαβον εἴη, προπαροξύνεται· οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι.

Ἀστραπή · παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ βλάπτειν.

Ἄνοια · παρὰ τὸ νοῦς νοὸς νοιά· καὶ μετὰ τοῦ στερητικοῦ Α ἄνοια.

Ἄρουρα · παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν.

Ἀκρίς · παρὰ τὰς ἄκρας τῶν σταχύων ἐσθίειν.

Ἀχλύς · παρὰ τὸ τὰς ὄψεις ἡμῶν λυπεῖν καὶ ὀχλεῖν.

Αἶξ · αἶξ αἰγός· ὁ κανών· τὰ εἰς ᾀξ μονοσύλλαβα, ἔχοντα πρὸ τοῦ Ξ δίφθογγον ἀρχόμενα ἀπὸ συμφώνου διὰ τοῦ Κ κλίνονται, δὰξ δακός, Θρᾷξ Θρᾳκός· τὸ δὲ αἶξ, ἐπειδὴ μόνον ἀπὸ φωνήεντος ἤρξατο, διὰ τοῦ Γ κλίνεται· γίνεται δὲ παρὰ τὸ ἀΐσσω ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω καὶ ἐν συναιρέσει αἶξ.

Ἀσκητής · παρὰ τὸ ἀσκῶ ἀσκήσω ἀσκήσω ἀσκητής· σημαίνει δὲ τὸ πονῶ· ὁ τῆς ἀσκήσεως πόνος.

Ἀστεῖος · σημαίνει τρία· ἀστεῖος λέγεται κυρίως ὁ ἐν ἄστει διατρίβων· καὶ ὁ διʼ ἦθος χρηστὸν ἐπαινούμενος, ὡς «ἦν τὸ παιδίον ἀστεῖον τῷ Θεῷ». λέγεται δὲ καὶ ὁ γελωποιός.

Ἀπορῶ · παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος, ὃ σημαίνει τὸν ἀδιάβατον τόπον τοῦ ποταμοῦ.

Αὐθαίρετος · παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι, αἱρετός, καὶ ἐν συγκοπῇ αὐταίρετος, καὶ τροπῇ τοῦ Τ εἰς Θ αὐθαίρετος· σημαίνει δὲ τὸν αὐτοπροαίρετον.

Ἀνοεῖν · ἀνοεῖν καὶ ἀγνοεῖν διαφέρουσιν· ἀνοεῖν μέν ἐστι τὸ μηδʼ ὅλως αἰσθάνεσθαι, ἀγνοεῖν δὲ τὸ ἐπιλανθάνεσθαι.

Ἀμφιέννυται · σημαίνει τὸ ἐνδύεται· γίνεται δὲ παρὰ τὸ ἔω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ Ν ἔνω καὶ κατὰ παραγωγὴν ἐνύω καὶ εἰνύω· καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ Ϊ τρέπειν πρὸς τὸ ἐπιφερόμενον σύμφωνον, οἷον εἴρω ἔρρω, φθείρω φθέρρω, τὸν αὐτὸν τρόπον τρέπεται τὸ Ϊ εἰς τὸ Ν καὶ γίνεται ἐννύω καὶ μετὰ τῆς ΑΜΦΙ προθέσεως ἀμφιεννύω καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυται.

Ἀλαλάζω · παρὰ τὸ λῶ τὸ λαλῶ· οὗ παράγωγον λάζω καὶ κατὰ ἀναδιπλασιασμὸν λαλάζω καὶ μετὰ τοῦ στερητικοῦ Α ἀλαλάζω.

Ἄκρατος · ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω, ἐξ οὗ παράγωγον κρῶ κράσω κρατὸς καὶ μετὰ τοῦ στερητικοῦ Α ἄκρατος, κατὰ ἀνάδοσιν τοῦ τόνου, οἱονεὶ ὁ μὴ μεμιγμένος.

Ἀφή · παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγίζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ ἐξ αὐτοῦ ἀφή.

Ἀκροθίνιον · σημαίνει τὴν ἀπαρχήν· γέγονε δὲ παρὰ τὸ ἄκρον καὶ τὸ θίς, ὃ σημαίνει τὴν ἀπαρχὴν τὸν σωρόν.

Αἴλουρος · παρὰ τὸ αἰολεῖν καὶ κινεῖν τὴν οὐράν.

Ἀφίγμεθα · ἥκω ἥξω ἧχα ἷγμαι καὶ μετὰ τῆς ΑΠΟ προθέσεως ἀφίγμαι, καὶ τὸ πληθυντικὸν ἀφίγμεθα.

Ἀντιλάβοιτό σου · ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ὁ μέσος ἐλαβόμην καὶ τὸ εὐκτικὸν λαβοίμην, λάβοιο λάβοιτο καὶ μετὰ τῆς ἀντι ἀντιλάβοιτο.

Ἄρατε · παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν ἄρον, ἀράτω.

Ἄρτιον · σημαίνει τὸ σῶον καὶ ὑγιές· γίνεται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιον· τὸ δὲ ἀρτῶ παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω.

Ἀκμάζω · παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν ἡλικίαν· τὸ δὲ ἀκμὴ παρὰ τὸ ἄγω ἀγὴ καὶ πλεονασμῷ τοῦ Κ ἀγκὴ καὶ τροπῇ τοῦ Γ εἰς Μ ἀκμὴ καὶ μεταθέσει ἀκμή.

Ἀωρία · ἔστιν ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄωρος, καὶ τὸ θηλυκὸν ἀωρία, ἤγουν ἡ σκότωσις· τοῦτο δὲ παρὰ τὸ ὁρῶ, τὸ βλέπω.

Ἀπρόσιτος · ἔστιν εἶμι, τὸ πορεύομαι· ὅπερ ἐν τοῖς ἑνικοῖς, διὰ τοῦ ΕΙ διφθόγγου· ἐν δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ Ϊ. τὸ πρῶτον τῶν πληθυντικῶν ἶμεν, τὸ δεύτερον ἴτε· ἐξ αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται, καὶ μετὰ τοῦ στερητικοῦ Α καὶ τῆς ΠΡΟΣ προθέσεως ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆναι οὐ δύναται.

Ἀπηλεγέως · σημαίνει τὸ ἀποτόμως· ἐκ τοῦ ἀλέγω, τὸ βοηθῶ, γίνεται ἀλεγὴς καὶ μετὰ τῆς ἀπο προθέσεως ἀπηλεγής, καὶ ἐξ αὐτοῦ ἐπίρρημα ἀπηλεγέως.

Ἀνηλίων · ἔστι δῆλος, ὁ φανερός, καὶ ἐξ αὐτοῦ δήλιος, ἀποβολῇ τοῦ Δ ἥλιος καὶ ἀνήλιος, ἡ γενικὴ τῶν πληθυντικῶν ἀνηλίων.

Ἅτε · ἐπίρρημα παραβολικὸν ἀντὶ τοῦ ὥσπερ· «ἅ τε παρθένος ἠίθεός τε».

Ἄσεμνα · ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ σέβω, ἐξ οὗ καὶ τὰ εἰς ΜΝΟΣ δισύλλαβα μονογενῆ πρὸ τέλους φύσει μακρᾷ παραληγόμενα βαρύνονται ὕμνος, σκύμνος· τὸ μέντοι σεμνός, τριγενὲς ὄν, ὀξύνεται.

Ἀκίνδυνος · παρὰ τὸ κινεῖν τὰς ὀδύνας γίνεται κίνδυνος, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀκίνδυνος.

Ἄνες · παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἄνες, μετὰ τῆς ΑΝΑ προθέσεως.

Ἀπώλετο · ὄλω τὸ ἀπόλλω, τὸ παθητικὸν ὄλομαι, ὁ παρατατικὸς ὠλόμην ὤλου ὤλετο καὶ ἀπώλετο.

Ἀπαιωρημένος · ἐκ τοῦ αἴρω, τὸ κουφίζω· πλεονασμῷ τοῦ Ω αἰωρῶ, ὥσπερ καὶ τὸ εἴωθα.

Αἰγλῆντα · ὄνομα θηλυκόν· ἡ αἰγλῆντα, τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντα καὶ αἰγλῆντα κατὰ κρᾶσιν.

Ἀπέδου · δίδωμι, ὁ μέλλων δώσω, ὁ παθητικὸς μέσος δεύτερος ἀόριστος ἐδόμην ἔδου καὶ ἀπέδου.

Ἀκουτιεῖς · ἔστιν ἀκούω· ὁ παθητικὸς παρακείμενος ἤκουσμαι, ἤκουσται· ἐξ αὐτοῦ ἀκουστὸς καὶ ἀκουτίζω, ὁ μέλλων ἀκουτίσω, ὁ Ἀττικὸς μέλλων ἀκουτιῶ· σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι.

Ἄττειν · τὸ ἅλλεσθαι καὶ πηδᾶν· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, γίνεται ἄσσω καὶ τροπῇ τῶν δύο ΣΣ εἰς ΤΤ ἄττω.

Αἰτιᾶται · παρὰ τὸ ἴω, τὸ ἔρχομαι, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἀΐω, τὸ πάνυ ἔρχομαι, ἐξ αὐτοῦ αἰτία, καὶ αἰτιῶ αἰτιᾷς αἰτιᾶται.

Ἀκλόνητον · παρὰ τὸ κλάνω.

Ἄβαλ · παρὰ τὸ βάλλω, βάλ, κατʼ ἀφαίρεσιν τοῦ Λ καὶ τοῦ Ω· καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἄβαλ ἐπίρρημα.

Ἀμπλάκημα · παρὰ τὸ ἀναπλέκεσθαι τῷ ἀνδρί.

Ἀνάγκη · παρὰ τὸ ἀνάγω, ἀνάγη, καὶ πλεονασμῷ τοῦ Κ ἀνάγκη.

Ἀθύρματα · ἀθρήματά τινα ὄντα· παρὰ τὸ ἀθρεῖν θεάματα.

Ἀκήρατος · παρὰ τὸ κηραίνω, καὶ ὤφειλεν εἶναι ἀκήραντος, ἀλλὰ πεποίηται ἡ λέξις.

Ἀχλάς · ἡ ἀγρία ἀπιδέα· παρὰ τὸ ὄχλησιν ἐμποιεῖν ἐν τῷ ἐσθίεσθαι, ἢ ἡ μηδέπω ἐν χρείᾳ γεγονυῖα.

Ἁρμός · παρὰ τὸ ἁρῶ, τὸ ἁρμόζω.

Ἀνενδοίαστος · ἔστιν ἐνδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται δὲ διὰ τοῦ ΟΙ διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὅ ἐστι τὸ συναλίζομαι· τὸ δὲ ἀνενδοιάζω, ἔστι ῥῆμα δοάζω, τὸ ἀμφιβάλλω· καὶ Ὅμηρος «δοάσσατο κέρδιον εἶναι» ἀντὶ τοῦ ἔδοξε. ἀπὸ τοῦ δοάσσω, τὸ δοκῶ, κατὰ παραγωγὴν Δωρικὴν τῶν δύο ΣΣ εἰς Ζ δοάζω, καὶ πλεονασμῷ τοῦ Ϊ δοιάζω καὶ ἀνενδοιάστως ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβόλως.

Ἄμητος · ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω, καὶ ἐξ αὐτοῦ ἄμητος· διαφέρει δὲ ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους, ἀμητὸς δὲ ὁ θερισμός, οἱονεὶ αὐτὸς ὁ ἀμώμενος καρπός.

Ἀνασφῆλαι · ἀνορθωθῆναι· σφηλὸν γὰρ τὸ ἰσχυρόν. Στησίχορος «ἐρίσφηλον» ἔφη τὸν Ἡρακλέα, ἴσον τῷ ἐρισθενεῖ.

Αὐστηρός · παρὰ τὸ ἀΰω, τὸ ξηραίνω, ὁ μέλλων αὔσω, ἐξ αὐτοῦ αὐστηρός· ὅπερ παρὰ τὸ ὕω, τὸ βρέχω.

Ἀκόλουθος · σημαίνει τὸν ὄπισθεν τὴν κέλευθον ποιούμενον· τὸ γὰρ Α τὸ ὀπίσω σημαίνει, καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέλευθος.

Ἀνιμῶ · ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ ἰμῶ, τὸ ἀναλέγομαι· τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει τὸν λῶρον. οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατακεκλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων αὐτὰ ἐποίουν· ἐξ οὗ ἱμονιά, τὸ ἀντλητήριον.

Ἀντλῶ · παρὰ τὸ ἄντλον· τοῦτο παρὰ τὸ τλῶ, τὸ καρτερῶ· διὰ τὸ ἀνατλᾶν καὶ καρτερεῖν ἐκεῖσε τὸ ὕδωρ, τὸ διὰ τῶν ἐσφιγμένων τόπων εἰσερχόμενον.

Ἀκεσώδυνος · παρὰ τὸ ἀκῶ ἀκέσω· ἐξ οὗ καὶ ἀκέστωρ, ὁ ἰατρός.

Ἀμβλυωπία · ἐκ τοῦ ἀμβλυωπός· τοῦτο παρὰ τὸ ἄμβλυον ὃ σημαίνει τὸ ἀσθενές, καὶ τὸ ὢψ ὠπός, οἱονεὶ ὁ μὴ καθαρὸν πρόσωπον ἔχων, ἀλλʼ ἀσθενές.

Ἀφυής · ἐκ τοῦ φυή, ὃ σημαίνει τὸν τρόπον καὶ τὴν θέσιν· «ἀμφοτέρων δὲ φυὴν ἐδάην», καὶ μετὰ τοῦ στερητικοῦ Α ἀφυής.

Ἀστάρτη · ἔστιν εἶδος εἰδώλου ἢ ὄνομα· λέγεται δὲ καὶ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου· ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα, ἀφʼ οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου. λοιπὸν παρὰ τὸ ἄστρον Ἀστράτη καὶ ἐν ὑπερβιβασμῷ Ἀστάρτη.

Ἀναδενδράς · ἡ ἄμπελος· ἣ πρὸς δένδρον ἀνερχομένη. δένδρον δενδρὰς καὶ ἀναδενδράς.

Ἀμνίον · αἱμοδόχον ἀγγεῖον· «Περσεὺς δʼ ἀμνίον εἶχε». αἱμνίον, τὸ τοῦ αἵματος δεκτικόν, καὶ ἀποβολῇ τοῦ Ϊ ἀμνίον.

Ἄλλως · τὸ ματαίως· ἠλεὸς ὁ μάταιος· ἠλός, κατὰ συγκοπήν, ἠλοῖ τὸ πληθυντικόν, ἡ γενικὴ ἠλῶν· ἠλῶς τὸ ματαίως καὶ Αἰολεῖς μετὰ διπλασιασμοῦ τοῦ Λ καὶ συστολῇ ἄλλως. εἰώθασι γὰρ τὸ ἀμετάβολον ἀναδιπλάσιασθαι καὶ συστέλλουσι τὰς ὑποκειμένας συλλαβὰς εἴτε φωνῆεν εἴτε καὶ δίφθογγον.

Ἀναλίσκω · οἱ μὲν ὅτι οὐδέποτε πρὸ τοῦ Σ εὑρίσκεται δίφθογγον, οἱ δὲ ὅτι τὰ διὰ τοῦ ίσκω παρὰ τοῦ μέλλοντος παρηγμένα διὰ τοῦ Ϊ γράφονται, οἷον εὑρίσκω, πλὴν τοῦ θνήσκω καὶ μιμνήσκω καὶ κικλήσκω· γίνεται ἐκ τοῦ ἀλῶ ἀλίσκω καὶ ἀναλίσκω, καὶ σημαίνει τὸ δαπανῶ· ἀπὸ τοῦ ἀλῶ τὸ συναθροίζω· ἐξ οὗ καὶ τὸ «χειμέριον ὕδωρ ἀλὲν» καὶ μετὰ τοῦ στερητικοῦ Α ἀναλῶ· τὸ τὰ ἠθροισμένα συναθροίζω καὶ διαφθείρω· τοῦτο παρὰ τὸ ἁλὸς ἐκταθέντος τοῦ ΑΝ· ἐνταῦτα γὰρ ἅπαντα ἀθροίζεται.

Ἀθρεῖ · ἐκ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἀδρῶ, τὸ βλέπω, καὶ τροπῇ τοῦ Δ εἰς Θ ἀθρῶ.

Ἀποβουκολῶ · σημαίνει τὸ ἀπατῶ.

Ἀμφιλαφές · τὸ ἀμφοτέρωθεν ληπτόν, κατὰ συγγένειαν τοῦ Β εἰς Φ, δοκεῖ δέ μοι παρὰ τὸ ἁφή, οἱονεὶ τὸ ἀμφοτέρωθεν τῇ ἁφῇ ὑποπίπτον.

Ἀντίστοιχον · τὸ ΣΤΟΙ δίφθογγον· ὅσα ῥήματα ἐν κινήσεσιν· τὸ ῥῆμα στείχω δευτέρας συζυγίας τῶν βαρυτόνων ἀπὸ τοῦ στὶξ στιχὸς στιχῶ στοίχω καὶ ἀντίστοιχον.

Ἀνώγεον · ἐκ τοῦ ἄνω καὶ τοῦ γαῖα· τὸ ἄνω ὂν τῆς γῆς.

Ἀγαπῴην · ἀγαπάω ἀγαπῶ· ἡ μετοχὴ ἀγαπάων ἀγαπῶν· ἀγαπάοντος ἀγαπῶντος ἀγαπόοιμι ἀγαπῷμι· τὸ τρίτον ἀγαπάοι ἀγαπῷ, καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ Ν, ἀγαπῴην ἀναλόγως τὸ τρίτον. κανὼν γάρ ἐστιν ὁ λέγων· πᾶν πρῶτον πρόσωπον εἰς Ν λῆγον τροπῇ τοῦ Ν εἰς Σ τὸ δεύτερον ποιεῖ, καὶ ἐκβολῇ τοῦ Σ τὸ τρίτον.

Ἀλκή · ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθητική· ἀλκεῖν γὰρ τὸ βοηθεῖν.

Ἀλλόκοτον · ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεστώς· ἐκ τοῦ ἄλλο καὶ τοῦ τόκος ἀλλότοκος καὶ καθʼ ὑπερβιβασμὸν ἀλλόκοτος.

Αἴτιος · παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην, ἄτιος καὶ πλεονασμῷ τοῦ Ϊ αἴτιος.

Ἄγαν · τὸ γαν μακρόν· τὰ εἰς ΑΝ λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσι τὸ Α, οἷον πέραν λίαν ἄγαν εὐάν· πλὴν τοῦ ὅταν πάμπαν.

Ἀρχιτέκτων · παρὰ τὸ ἀρχὴ καὶ τὸ τέκτω· τοῦτο παρὰ τὸ ἄρχω· τὰ δὲ παρὰ τὸ ἄρχω σύνθετα διὰ τοῦ Ϊ γράφονται· ἀρχιστράτηγος ἀρχιτέκτων καὶ εἴ τι ὅμοιον. τὸ τέκτων παρὰ τὸ τεύχω, τὸ κατασκευάζω.

Αὐτάρκης · παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἀρκῶν καὶ βοηθῶν.

Ἅλωσις · παρὰ τὸ ἅλωμι, τὸ πορθῶ· τοῦτο παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν ἅλωνα, εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συντρίβονται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἁλῶ, τὸ συναθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ τοῦ ἃλς ἁλός.

Ἄμμε · οὐ πληθυντικοῦ ἐστι, ἀλλὰ δυϊκοῦ ἀριθμοῦ. καί τινες μὲν ἀπὸ τοῦ ἄμμες Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ Σ γενέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς δὲ ἄλλως λέγουσι τὸ ἄμμες καὶ ἄμμε.

Ἅλμη · ὥσπερ παρὰ τρύγος γίνεται τρύγη, οὕτως καὶ παρὰ τὸ ἁλὸς ἁλὴ καὶ παρεμπτώσει τοῦ Μ ἅλμη· ἢ παρὰ τὸ ἁλὸς ἁλίμη καὶ ἅλμη.

Ἀνεξικακία · παρὰ τὸ ἀνέχεσθαι τῆς κακίας.

Ἀλαβής · ὁ ἰχθῦς· ὁ ἐστερημένος τοῦ λήβεσθαι, ἤγουν διὰ χειρὸς κρατεῖσθαι.

Ἄλυσσον · παρὰ τὸ λυσσῶντας ὀνεῖσθαι· ἔστι δὲ εἶδος βοτάνης, ἐν ταῖς ὁδοῖς φυομένης, πορφυρᾶς ἐχούσης φύλλα.

Ἀλφός · ἀλλοφανής τις ὤν· σημαίνει δὲ τὸν λεπρόν.

Ἀνάθεμα · παρὰ τὸ ἐν τῇ στήλῃ ἀνατίθεσθαι.

Ἀμνός · ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ μὴ ἔχειν μένος.

Ἄσχετος · παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαιρέσει τοῦ Ε καὶ πλεονασμῷ τοῦ Σ σχετός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄσχετος.

Ἀντισηκῶ · τὸ ΣΗ, Η διὰ τί; οἱ μὲν λέγουσιν ἀπὸ τοῦ ἴσος ἴσου γίνεται ἰσῶ ἰσώσω καὶ ἀντισηκῶ τὸ ἐξισάζω· οἱ δὲ παρὰ τὸ σωκῶ τὸ βοηθῶ μετὰ τῆς ἀντι προθέσεως ἀντισωκῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρόν· τὸ δὲ σωκῶ παρὰ τὸ σῶκος ὃ σημαίνει τὸν βοηθόν· «σῶκος ἐριούνιος» τοῦτο παρὰ τὸ σώζω σῶκος.

Ἀφηνιάζω · εἴρηται ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων σκληρυνομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώτων· ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ ἄποθεν τῆς εὐθείας ὁδοῦ εἶναι· ἔστιν οὖν ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιάζω καὶ ἀφηνιάζω.

Ἀκρωτηριάζω · ἱστόρηται ὅτι οἱ παλαιοὶ τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· τὸ οὖν ΚΡΩ μέγα.

Ἀσπίς · παρὰ τὸ ἀσπαστὴν αὐτὴν εἶναι.

Ἀλλόθρους · παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν ἔχων.

Ἀκούω · ἔστι κοῶ, τὸ νοῶ, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α καὶ πλεονασμῷ τοῦ Ϋ ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσιν.

Ἀφέρτεροι · ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι, τουτέστι ταχύτεροι.

Ἁβρός · ἐκ τοῦ βορὰ βορὸς καὶ ἁβρός.

Ἀπροσεξία · ῥαθυμία· παρὰ τὸ μὴ προσέχειν.

Ἁψίκορον · παρὰ τὸ ἂψ, ὃ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως.

Ἄνευ · ἐπίρρημα χωρισμοῦ.

Ἀτέραμνος · παρὰ τὸ τείρω τεραμνὸς καὶ ἀτέραμνος, ὡς πλέκω πλόκαμος.

Ἀμαμαξύς · ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμαξὺς καὶ πλεονασμῷ τοῦ ΑΜ ἀμαμαξύς.

Ἄβελ · παρὰ τὸ ἀβάλε ἐπίρρημα.

Ἀρθρέμβολα · ὄργανα τιμωρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον.

Ἄλφα · διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου τὸ Α; ἐπειδὴ δεῖξίς ἐστι πρώτη καὶ ἀντὶ ἄρθρου ἐστίν.

Ἀτμίς · παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἄσω ἀσμὶς καὶ ἀτμίς.

Ἁλιζώνων · Παφλαγόνων· παρὰ τὸ ἐξῶσθαι τῇ ἁλί.

Ἀρχὴ τοῦ Β

Βλέφαρον · παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν.

Βίβλος βιβλίον · παρὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ· τὸ ΒΙ, Ϊ διὰ τί; τὰ διὰ τοῦ ίον οὐδέτερα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχοντα, ὑποκοριστικὰ μὴ ἀπὸ τῶν διὰ τοῦ εύω ῥημάτων γινόμενα, διὰ τοῦ Ϊ γράφονται, ἐρίον τειχίον βιβλίον καὶ εἴ τι ὅμοιον. παροξύνονται τὰ διὰ τοῦ ίον ὑποκοριστικά, εἰ μέν ἐστι διβράχεα πρὸ μιᾶς τὸν τόνον ἔχουσι, οἷον χρυσίον παιδίον σκαμνίον· εἰ δὲ τριβράχεα, προπαροξύνονται, οἷον θρόνιον μόδιον.

Βάσανος · παρὰ τὸ βιάζω, βιάσω· βιάσανος καὶ βάσανος.

Βία · παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἴνα καὶ βία.

Βάρεις · τί λέγεται καὶ πόσα σημαίνει; πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι· ἡ εὐθεῖα, ἡ βάρεις· ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας ἀρηρέναι.

Βραχύς · σημαίνει τὸν μικρὸν καὶ γίνεται παρὰ τὸ ῥᾷον ὀχεῖσθαι.

Βαβαί · τὸ ΒΑΙ δίφθογγον· τὰ εἰς ΑΙ λήγοντα ἐπιρρήματα, ὧν σχετλιαστικά εἰσι τὰ πλείω, διὰ τοῦ ΑΙ διφθόγγου γράφονται· βαβαί, παπαί· τὸ πάλαι, χρόνου δηλωτικόν, ὅπερ καὶ βαρύνεται καὶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον πρόπαλαι.

Βουνός · παρὰ τὸ βαίνειν ἄνωθεν.

Βλέπω · παρὰ τὸ λεύσσω, τὸ βλέπω, πλεονασμῷ τοῦ Β καὶ ἐκβολῇ τοῦ Υ βλέσσω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς Π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω, ῥίπτω λέγουσιν.

Βύσσος · εἶδός ἐστι βοτάνης, ἐξ οὗ βάπτομεν τὰ ἱμάτια.

Βενιαμίν · ἔστι μεῖον, ὃ σημαίνει τὸ μικρόν· ἐξ αὐτοῦ καὶ τοῦ μόνος Βενιαμίν· ὁ τῶν λοιπῶν ἀδελφῶν ἐσχατώτερος.

Βροτοσώων · σημαίνει τῶν βροτοσώστων· παρὰ τὸ βροτὸς καὶ τὸ σῶος, ὃ σημαίνει τὸν ὑγιῆ, βροτοσῶος, βροτοσώων.

Βλαγχέρνα · οἱ μὲν λέγουσιν ὅτι ἀπὸ τοῦ βλάγχειν Βλαγχέρνα, ἐπειδὴ βλάγχα ἦσαν ἐκεῖ, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθησαν· ὁ δὲ ἀντιγραφεὺς Θεόκτιστος λέγει αὐτὰ Λακέρναι, ἐπειδὴ λέγονται Ῥωμαϊστὶ αἱ θύνναι, καὶ ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσθησαν πολλαὶ θύνναι.

Βδελλύσσω · παρὰ τὸ βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω· βδέλλειν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀμέλγειν, ἡ γὰρ βδέλλα ἀμελγούσῃ ἔοικεν.

Βούπληξ · βούπληξ καὶ βουπλήξ· διφορεῖται κατὰ τὴν τάσιν πρὸς διάφορον σημαινόμενον· ὀξυτόνως μὲν παρὰ τὸ ἐνεργοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπʼ αὐτοῦ πλησσόμενον.

Βαΐον · παρὰ τὸ βίᾳ τίλλεσθαι.

Βωμός · παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ.

Βοτάνη · παρὰ τὸ βίᾳ τείνεσθαι ἤγουν αὔξειν.

Βόλος · ὅτι βαλλόμενος λύεται.

Βρέχει · πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος καὶ ῥήματος συνίσταται· οἷον, λέγει ὁ Θεόδωρος, ἀναγινώσκει ὁ Πλάτων. χωρὶς τούτων οὐδὲν τέλειον. ἐὰν γὰρ εἶπω ἀναγινώσκει, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, οἷον Θεόδωρος, ἢ ἄλλος τις· πολλοὶ γάρ εἰσιν οἱ ἀναγινώσκοντες. ὅταν δὲ ἐρωτηματικῶς εἴπωμεν ὅτι βρέχει ἢ βροντᾷ ἢ ἀστράπτει, διὰ τί οὐ προστίθεμεν καὶ τὸ ἐπαγόμενον; διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν· θεός· ὡς καὶ ἐπὶ τοῦ βασιλέως· ἔδωκεν ἀξίας, ἐποίησε σπαθαρίους, καὶ οὐ λέγομεν ὁ δεῖνα, διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν.

Βλοσυρός · μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ τὸ σύρω βλεσυρὸς καὶ βλοσυρός.

Βυούσης · καμνούσης· μύω, τὸ καμμύω· μυῶ καὶ τροπῇ τοῦ Μ εἰς Β βυῶ, καὶ ἡ μετοχὴ ὁ βυῶν, ἡ βυοῦσα, τῆς βυούσης.

Ἀρχὴ τοῦ Γ

Γρηγορῶ · παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ Ε εἰς Ο ἐγορῶ, καὶ πλεονασμῷ τοῦ Γ καὶ τοῦ Ρ γρεγορῶ, καὶ τροπῇ τοῦ Ε εἰς Η γρηγορῶ.

Γέρα · εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γὰρ τὸ γέρας ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τιμήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ γέραα Ἰωνικῶς, καὶ γέρα κατὰ συγκοπήν.

Γοερός · ἐκ τοῦ γέω, τὸ χωρῶ γίνεται γόος, ὁ θρῆνος καὶ ἐξ αὐτοῦ γοερός.

Γαστρίμαργος · οὐδεὶς οὐδὲ γραμματικῶν οὐδὲ ῥητόρων ἐμνημόνευσε. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων ἐμνημόνευσε ζῴου μάργου λεγομένου, καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ ὅτε γεννηθῇ οὐ παύεται γηιφαγοῦν, ἕως ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθὸν ἀποθνήσκει τρίτῃ ἡμέρᾳ. ἔρχεται δὲ νέφος, καὶ βρέχει, καὶ ἀναζῇ μηκέτι γηιφαγοῦν. ἐκ τούτου οἱ μετὰ τοὺς ἀρχαίους φιλοσόφους ὁρμήσαντες, τοὺς πολυφάγους γαστριμάργους ἐκάλεσαν.

Γραμματείας · σημαίνει τὴν γνῶσιν· ἔστι γράμμα, ἐξ αὐτοῦ γραμματεὺς γραμματεύω γραμματεία.

Γύναιξ · γύναιξ γυναικός· διὰ τί ἀποβάλλει ἐν τῇ γενικῇ τὸ Ξ; ἐπειδὴ τὰ εἰς ΑιΞ λήγοντα ἀρσενικά εἰσι τῷ γένει· οἷον ὁ Θρᾷξ· ἐὰν δὲ ὦσι θηλυκοῦ γένους ἀρσενικά εἰσι πάντως· οἷον ὁ γραῒξ καὶ ἡ γραΐξ· ὁ αἲξ καὶ ἡ αἴξ· λοιπὸν διὰ τὸ μὴ δύνασθαι τὸ γύναιξ ἀρσενικὸν λέγεσθαι, ἡ γὰρ σημασία κωλύει, διὰ τοῦτο ἀπέβαλε τὸ Ξ κατὰ τὴν κλίσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῷ κλητικῷ ὦ γῦναι.

Γράφω · ἐὰν μὲν εἴπω γράφω σοι, δοτική, ἀντὶ τοῦ γράφω σοι καὶ ἐπιστέλλω σοι· εἰ δὲ μετὰ αἰτιατικῆς, γράφω σε, τὸ ἐκτύπωμά σου ποιῶ· ἐὰν εἴπῃ γράφω σου, σημαίνει τὸ ἐγγράφω κατὰ σοῦ, εἰς δικαστήριον ἀποτίθημι.

Γογγύζω · ἐκ τοῦ γρύζω τὸ σημαίνων τὴν φωνὴν ὑποκλαίω καὶ παραλαλῶ· καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω καὶ ἐκβολῇ τοῦ Ρ γογγύζω.

Γενήσεται · γενῶ, τὸ πράττω, ὁ μέλλων γενήσω, ὁ μέσος μέλλων γενήσομαι.

Γόνος · παρὰ τὸ γεννῶ γόνος.

Γεγῶσα · ἀπὸ τοῦ γενῶ, τὸ γίνομαι, οὗ ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμενος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ Ν γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ Η εἰς Α γεγαώς· καί ἐστι σεσημειωμένον τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γεγὼς γεγῶτος, καὶ τὸ θηλυκὸν γεγῶσα.

Γεγωνέμεν · ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ Φ εἰς Γ γίνεται γωνῶ γωνεῖν καὶ γεγωνεῖν καὶ ποιητικῶς γεγωνέμεν.

Ἀρχὴ τοῦ Δ

Δεξιῶ · ἐκ τοῦ δέχω, δέξω, δεξιῶ πλεονασμῷ τοῦ Ϊ· καὶ «ἐδεξιοῦτο τὸ λυτήριον» ὅ ἐστι φιλοφρόνως ὑπεδέχετο.

Δυάς · παρὰ τὸ διιέναι· μόνη ἡ δυὰς πρώτη διίσταται ἀπὸ τῆς μονάδος· ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον.

Δισταγμός · ἐκ τοῦ διστάζω· τοῦτο παρὰ τὸ δυστάζω καὶ τοῦτο παρὰ τὸ δύο καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι.

Δαψιλής · παρὰ τὸ δάπτω, τὸ ἐσθίω, ὁ μέλλων δάψω, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν δαψιλής.

Δαψιλῶς · ψιλὸν λέγεται τὸ μικρὸν καὶ ταπεινὸν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ μὴ ἔχων ὅπλα· καὶ μετὰ τοῦ ΔΑ ἐπιτατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ ἐξ αὐτοῦ ἐπίρρημα.

Διασκεδάζω · ἔστι ῥῆμα χέω ὃ σημαίνει τὸ σκορπίζω, ἐξ αὐτοῦ γίνεται σχέδω, πλεονασμῷ τοῦ Δ, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν κεδῶ κεδάζω καὶ διασκεδάζω.

Διαμπάξ · ἔστι ῥῆμα καιροῦ παραστατικὸν καὶ γίνεται ἐκ τοῦ πᾶς, κατὰ τροπὴν Δωρικὴν τοῦ Σ εἰς Ξ, πὰξ καὶ διαμπάξ.

Δύνωνται · ἀπὸ τοῦ δύνημι, καὶ τὸ παθητικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν δύνωμαι. καὶ ἐὰν ὤφειλεν εἶναι ἐὰν δυνῶμαι ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν εἰς ΜΙ ἐν χρήσει τότε προπερισπᾶται τὸ ὑποτακτικόν, οἷον τίθημι ἐὰν τιθῶμαι· ἡνίκα δὲ οὐχ εὑρίσκεται ἐν χρήσει προπαροξύνεται· δύνημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πληθυντικὸν δυνώμεθα, τὸ τρίτον δύνωνται.

Δᾳδοῦχος · προπερισπᾶται· τὰ παρὰ τὸ ἔχω συντιθέμενα ὀνόματα, εἰ μὲν διφθόγγῳ παραλήγουσι, προπερισπῶνται, δᾳδοῦχος, κλειδοῦχος· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγουσι προπαροξύνονται, γαιήοχος, αἰγίοχος.

Δράκων · παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δορκάς, ὁ δεύτερος ἀόριστος ἔδρακον. οὕτως ἔχει καὶ τὸ ἔπραθον ἐκ τοῦ πέρθω καὶ τὸ ἔτραπον ἐκ τοῦ τρέπω καὶ ὤφειλεν ἔδρακον· ἀλλὰ διὰ τὸν κανόνα τὸν λέγοντα «ἔτι δὲ καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων ἀεί ...».

Δυσμῶν · παρὰ τὸ δῦμι· τοῦτο παρὰ τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυμαι, δυσμὴ ὄνομα ῥηματικὸν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν δυσμῶν.

Δηλαδή · ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν.

Διείς · σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος καὶ μετὰ τῆς διὰ προθέσεως διείς.

Δεύτερον αὖ θώρηκα · ἐπίρρημα χρόνου δηλωτικόν.

Διαγγελλήσονται · ἐκ τοῦ διαγγέλλω, ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀόριστος διήγγελλον, ὁ παθητικὸς διηγγέλην, καὶ τὸ τρίτον διηγγέλη, καὶ ὁ μέλλων δεύτερος διαγγελήσομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν διαγγελλήσονται.

Δυσκάθεκτον · παρὰ τὸ ἔχω τὸ κρατῶ, ὁ μέλλων ἔξω, ὁ παθητικὸς παρακείμενος εἶγμαι, εἶξαι· ἐξ αὐτοῦ ἑκτὸς καὶ μετὰ τῆς κατὰ προθέσεως καθεκτὸς καὶ μετὰ τοῦ ΔΥΣ μορίου δυσκάθεκτος, ὁ ἀκράτητος.

Δένδρον · παρὰ τὸ δέρω, τὸ ἐκδέρω.

Διάθωμαι · διὰ τί ἀνεβίβασε τὸν τόνον; πᾶν ὑποτακτικὸν δισύλλαβον εἰς μαι λῆγον ἐπὶ μέσου ἀορίστου δευτέρου ἀναβιβάζει τὸν τόνον· σχῶμαι ἐπίσχωμαι, θῶμαι ἐπίθωμαι καὶ διάθωμαι.

Διηνεκής · ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ μετὰ τῆς διὰ προθέσεως διενεκὴς καὶ μεταθέσει διηνεκής. ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκὴς καὶ μετὰ τῆς ΝΕ συλλαβῆς διηνεκής.

Δεισιδαιμονία · ἡ πρὸς τοὺς πονεροὺς δαίμονας ἐπιμέλεια καὶ φροντὶς καὶ φόβος· γίνεται δὲ παρὰ τὸ δείδω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν.

Δυσαλθές · τὸ δυσίατον· ὄνομα οὐδέτερον. ἀρσενικὸν ὁ δυσαλθής· γίνεται δὲ ἐκ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦτο ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ ὑγιὲς αὔξεται.

Δειμάμενος · «μέσου» ἀορίστου πρώτου μετοχή· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ, ὁ μέσος ἀόριστος ἐδειμάμην· καὶ ἡ μετοχὴ ὁ δειμάμενος.

Δραμεῖν · δραίμω δραμῶ ἔδραμον δραμεῖν.

Δίσκος · παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ βαλλόμενος πλεονασμῷ τοῦ Σ.

Διδάσκαλος · παρὰ τὸ διδόναι τὸ καλόν.

Διπλόη · σημαίνει τὴν πανουργίαν, καὶ γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τὸ πέλω δυοπελόος καὶ δυπλόος καὶ τροπῇ τοῦ Υ εἰς Ϊ διπλόος διπλόη.

Δεκάχορδον · παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή· τοῦτο παρὰ τὸ χέω, χεορδή, καὶ χορδή, τὸ χέον ὠδήν.

Δυνάστης · παρὰ τὸ δυνάζω, ὁ μέλλων δυνάσω· ὁ παθητικὸς «παρακείμενος» δεδύνασμαι δεδύνασται καὶ ἐξ αὐτοῦ δυνάστης.

Δηλονότι · παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τὸ ὅτι, τὸ σημαῖνον τὸ πάνυ· δῆλον ὅτι γάρ ἐστι πάνυ φανερόν· ἐπίρρημα δὲ ἐπιτάσεως.

Δροσούμενοι · ἔστι δρόσος καὶ ἐξ αὐτοῦ δροσίζω καὶ δροσῶ δροσήσω καὶ τὸ παθητικὸν δροσοῦμαι, ἡ μετοχὴ δροσούμενοι.

Δεύω · παρὰ τὸ Ζεύς, Διὸς διεύω καὶ δεύω.

Δεῦρο · παρακελευστικὸν ἐπίρρημα. οὐδὲν δὲ ἐπίρρημα εἰς Ο λήγει πλὴν τοῦ δεῦρο καὶ ἄπο· τὸ γὰρ ψὸν ποιμενικὸν ἐπίφθεγμα.

Δῖε · δίω· ὁ δεύτερος ἀόριστος ἔδιον, ἔδιες, δῖε.

Ἀρχὴ τοῦ Ε

Ἕκαστον · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἐπιμεριζόμενον δέ ἐστι τὸ γινόμενον ἐκ δύο ἢ καὶ πλειόνων κατὰ τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος. ἡ κλητική; οὐκ ἔχουσι. τὰ γὰρ ἐπιμεριζόμενα κλητικὴν οὐκ ἔχουσι· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις, τὰ δὲ ἐπιμεριζόμενα πρὸς ἀπόν. ποσαχῶς ἐπιμερίζονται τὰ ἐπιμεριζόμενα; τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθʼ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθʼ ἕνα, ὡς ἕκαστος.

Ἔτος · παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται ἔος καὶ πλεονασμῷ τοῦ Τ ἔτος.

Ἑταῖρος · τὸ ΤΑΙ δίφθογγον· τὰ διὰ τοῦ αιος ὀνόματα καθαρὰ ἀπὸ πρωτοτύπων τῶν εἰς ΟΣ γινόμενα διὰ τοῦ ΑΙ διφθόγγου γράφονται· ληνὸς ληναῖος, δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ Ρ ἐθαῖρος καὶ τροπῇ τοῦ Θ εἰς Τ ἑταῖρος.

Ἑτοιμάσατε · ἐκ τοῦ ἕτοιμος· τοῦτο παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ παρὰ τὴν ΕΠΙ πρόθεσιν ἐπίοιμος, καὶ ἐν συγκοπῇ ἔποιμος καὶ τροπῇ τοῦ Π εἰς Τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος· σημαίνει δὲ δύο, τὸν πρόχειρον καὶ τὸν ἀληθῆ, καὶ εἰ μὲν σημαίνει τὸν πρόχειρον, γίνεται παρὰ τὸ οἶμος, ὃ σημαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τροπῇ τοῦ δασέως εἰς ψιλὸν γίνεται ἕτοιμος. οἱονεὶ ὁ εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι πρόχειρος ὤν.

Ἔτι · τὸ ΤΙ, Ϊ διὰ τί; τὰ εἰς Ϊ λήγοντα ἐπιρρήματα δισύλλαβα συνεσταλμένα ὄντα βαρύνονται, καὶ διὰ τοῦ Ϊ γράφονται ἶφι, νόσφι, μέχρι, ἄχρι, ἧχι, ἄρτι, ἔτι.

Ἐκίσσησεν · τὸ θέμα κισσῶ πρώτης συζυγίας τῶν περισπωμένων· σημαίνει δὲ τὸ μεθʼ ἡδονῆς συλλαμβάνω. γίνεται δὲ παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον λίχνόν ἐστι καὶ πρὸς τὰς συνουσίας κατωφερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κύειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν.

Ἐρυθραῖος · παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, γίνεται ἐρευθός, καὶ ἀποβολῇ τοῦ Ε καὶ πλεονασμῷ τοῦ Ρ ἐρυθρός· πόθεν ἐκλήθη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρύθρου τινὸς βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως· «ἐνθάδε τύμβος ἁλὸς παμμεδέοντος Ἐρύθρου».

Ἔδεσσα · παρὰ τὸ ἔδαφος· ἡ πολλάκις ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα.

Εὔριζον · παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα.

Ἐρωτήσατε · παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρωτῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος ἠρώτησα, καὶ προστακτικὸν ἐρώτησον· περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου καὶ ἐρωτᾷ.

Ἐγκάθηται · ἕω, τὸ καθέζομαι, τὸ παθητικὸν ἕεμαι ἧμαι, ἕεσαι ἧσαι, ἕεται ἧται, καὶ μετὰ τῆς κατὰ προθέσεως καταῆται, καὶ ἐν συγκοπῇ κατῆται, καὶ τροπῇ τοῦ Τ εἰς Θ κάθηται, καὶ μετὰ τῆς ἐν προθέσεως ἐγκάθηται. διὰ τί ἐπὶ μὲν τοῦ καθέζομαι τὰ δύο ΕΕ εἰς Η κίρνανται, ἐπὶ δὲ τοῦ κεῖμαι εἰς τὴν ΕΙ δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώνου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεντος. προπαροξύνεται· πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους δίδωσι τὴν ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι ἀποκάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρίτον κάθηται καὶ μετὰ τῆς ἐν προθέσεως ἐγκάθηται.

Ἐνέδρα · παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ καθέζονται μέχρις ἂν ἕλωσιν οἷς ἐπιβουλεύονται.

Ἐξίλασμα · παρὰ τὸ ἱλάω ἱλῶ ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι ἐξίλασμα.

Εὖγε · ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ καλῶς.

Ἐκσπάσας · τὸ ῥῆμα σπάω σπῶ, ὁ μέλλων σπάσω, ὁ ἀόριστος ἔσπασα, ἡ μετοχὴ σπάσας καὶ ἐκσπάσας.

Ἔρευνα · παρὰ τὸ ἐρῶ ἐρέσω, καὶ ἐξ αὐτοῦ ἐρεύω, καὶ πλεονασμῷ τοῦ Ν ἐρευνῶ, καὶ ἐξ αὐτοῦ ἔρευνα.

Ἐξεστηκώς · διχῶς λέγεται περὶ Θουκυδίδου καὶ περὶ Πινδάρου· ὁτὲ μὲν τὸ μαίνεσθαι καὶ ἔκφρονα εἶναι, ὁτὲ δὲ τὸ ὑπαναχωρεῖν καὶ ὑπεξέρχεσθαι δηλοῖ.

Ἑξάς · παρὰ τὸ ἐξισοῦσθαι τοῖς ἑαυτοῦ μέρεσι.

Ἐπισκέπτω · ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ Τ σκέπτω· τοῦτο παρὰ τὸ σχέθω, τὸ κωλύω, σχέπτω καὶ σκέπτω.

μέλλων βήσω καὶ ἐξ αὐτοῦ ὄνομα τόπου Βασᾶν.

Εὐδίνητον · σημαίνει τὸ εὔστροφον· παρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαίνει τὴν συστροφήν· ἐξ αὐτοῦ εὔδινος· τὸ θέμα εὐδινῶ, ὁ παθητικὸς παρακείμενος εὐδίνημαι, καὶ ἐξ αὐτοῦ εὐδίνητος.

Εὐώνυμος · ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς καὶ ἀριστερά.

Εὐκτός · ἀπὸ τοῦ εὐχή, τοῦτο παρὰ τὸ εὔχω, εὔξω, ὁ παρακείμενος ηὖχα, ὁ παθητικὸς ηὖγμαι, ηὖκται καὶ ἐξ αὐτοῦ εὐκτός.

Ἐδήδοκα · ἔστιν ἔδω, τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ καὶ τὸ «λέων κατὰ ταῦρον ἐδηδώς»· τούτου ὁ παρακείμενος ἦκα, ὁ Ἀττικὸς ἔδηκα· ἐπεὶ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ ΔΟ συλλαβὴ καὶ ἐγένετο ἐδήδοκα.

Ἐξουσία · παρὰ τὸ ἔχω ἕξω, ἡ μετοχὴ ἕξων ἕξοντος, τὸ θηλυκὸν ἕξουσα καὶ ἐξ αὐτοῦ ἐξουσία, ἡ ὑπό τινος κατεχομένη.

Ἐμβρόντητος · μαινόμενος, ἔκφρων, ἀνόητος· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ βροντῆς ἑστηκότων.

Ἐκστῶσαν · ἐκ τοῦ στῶ στᾶς ἡ μετοχὴ στῶν καὶ τὸ θηλυκὸν στῶσα καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξστῶσαν, ἤγουν ἔξω στάσαν ἢ καταπλήττουσαν.

Ἐκτίλαι · ἐπειδὴ κτίλος λέγεται ὁ κριός· ἐξ αὐτοῦ ῥῆμα κτίλλω καὶ τίλλω ἐκ μεταφορᾶς τοῦ κριοῦ· σημαίνει δὲ τὸ ξαίνω. ἢ ἐκ τοῦ τείνω, τὸ τανύω· ὁ γὰρ ξαίνων τείνει.

Ἐβραγχίασεν · ἀπὸ τοῦ βρέχω γίνεται βρόχος βρόχιον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βρόχος, τὸ τῆς θαλάσσης. πλεονασμῷ τοῦ Γ γίνεται ῥῆμα βρογχιάζω καὶ τροπῇ τοῦ Ο εἰς Α βραγχιάζω βραγχιάσω ἐβραγχίασα.

Ἔσκαλεν · σημαίνει τὸ ἠρεύνα καὶ ἐζήτει· γέγονε δὲ ἀπὸ τοῦ σκάλλω σκαλῶ, ὁ δεύτερος ἀόριστος ἔσκαλον, τὸ τρίτον ἔσκαλε καὶ ἐξ αὐτοῦ γίνεται τὸ σκαλεύω καὶ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ τοῦ καλῶ ἢ τοῦ λῶ ὃ σημαίνει τὸ θέλω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ Σ σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέλει, ἐκεῖνο ζητεῖ. τὸ δʼ ἐπὶ τῆς λύπης, ἔστιν ἄχος, ἡ λύπη· ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ Σ σχάλλω καὶ ἀσχάλλω.

Ἐλυμήνατο · ἀπὸ τοῦ λύμη λυμαίνω λυμεών.

Ἐξεῖρψεν · ἔστιν ἔρα, ἡ γῆ, ἐξ αὐτοῦ ἕρπω, τὸ σύρω, ἐξ οὗ καὶ ἑρπετόν, τὸ συρόμενον ἐπὶ τὴν γῆν, ὁ μέλλων ἕρψω, ὁ ἀόριστος εἷρψα, καὶ τὸ τρίτον εἷρψε καὶ ἐξεῖρψε.

Εὐπορεῖν · ἀπὸ τοῦ πείρω γέγονε περῶ καὶ ἐξ αὐτοῦ πορίζω καὶ εὐπορεῖν.

Ἐνανθρωπήσας · ἐκ τοῦ ἀνθρωπῶ ἀνθρωπήσω, ὁ ἀόριστος ἐνηνθρώπησα· τοῦτο παρὰ τὸ ἄνθρωπος· ὅταν δʼ ἔστιν ἁπλοῦν ἄνθρωπος ἀνθρωπίζω.

Εὐθηνία · ἐκ τοῦ θάλλω θαλῶ καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται θαλῶ, καὶ τροπῇ τοῦ Α εἰς Η καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θηνῶ καὶ ἐξ αὐτοῦ εὐθηνία.

Ἔρις · σημαίνει δύο τὴν θεὸν καὶ τὴν φιλονεικίαν, καὶ γίνεται παρὰ τὸ εἴρω, τὸ λέγω· εἴωθε γὰρ ἡ φιλονεικία διὰ λόγων γίνεσθαι.

Ἑορτάζω · ὁ παρατατικὸς διὰ τί μὴ ἦν ἡόρταζον; ἐπειδὴ οὐδέποτε λέξις ἑλληνικὴ ἀπὸ τοῦ Η ἀρχομένη ἔχει τὸ Ο ἐπιφερόμενον, χωρὶς εἰ μὴ ἐν διφθόγγῳ.

Ἑρπηστικόν · ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλλων περιττοσύλλαβος ἑρπήσω, ἐξ αὐτοῦ ἑρπηστικὸς πλεονασμῷ τοῦ Σ, ὡς χειρώσω χειρωστὴς πλεονασμῷ τοῦ Σ.

Ἐξορία · παρὰ τὴν ἐξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. τί ἐστιν ὅρος; λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἔξορος τοίνυν ὁ ἔξωθεν τοῦ ὡρισμένου τόπου ὤν.

Ἐξίτηλον · ἀμαυρόν· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις, ὅταν μὴ ἔχῃ τὸ βάμμα δευσοποιόν, τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. τὸ δὲ δευσοποιὸν τίθεται ἡ λέξις κυρίως ἐπὶ τῶν βαπτομένων ἐρίων· δευσοποιὸς δὲ λέγεται βαφὴ ἡ ἔμμονον καὶ δυσέκλυτον ἔχουσα τὸ ἄνθος· καὶ Πλάτων δὲ «δόξαν δευσοποιὸν» εἴρηκεν ἔμμονον, καὶ «δευσοποιὸς πονηρία» ἀντὶ τοῦ δυσέκλυτος καὶ ἔμμονος.

Εὐεργεσία · ἐκ τοῦ εὐεργέτης εὐεργετεία, ὡς ἱκετεία τροπῇ τοῦ Τ εἰς Σ.

Ἔμβολος · παρὰ τὸ λαὸν ἐμβαίνειν.

Εἰδωλολατρία · ἐκ τοῦ εἴδωλον καὶ τοῦ λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο ἐκ τοῦ λάτρις, ὃ σημαίνει τὸν μίσθιον· τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ βλέπω, λατήριον καὶ λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. τὸ Α μακρόν· τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ϊα γινόμενα θηλυκὰ ἐκτείνει τὸ Α.

Εὐτελής · παρὰ τὸ εὖ μόριον καὶ τὸ τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ τοῦ στερητικοῦ Α τίθεται.

Ἐνοχλῶ · ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς· τοῦτο παρὰ τὸ ἄγαν καὶ τὸ εἰλῶ, τουτέστιν ἡ ἄγαν ἀποκλέπτουσα καὶ συγκλείουσα.

Ἐξουρίας · «Ἐξουρίας πλεῖς»· ἀντὶ τοῦ καλῶς· ἔστι δὲ ἐπίρρημα μεσότητος, γίνεται δὲ παρὰ τὸ οὖρος, ὃ σημαίνει τὸν ἄνεμον.

Ἐντόσθια · παρὰ τὸ ἐντὸς ἐπίρρημα, ὃ σημαίνει τὸ ἔξω, ἔσω, ἐντόσθια, τὰ ἔσω τοῦ σώματος κυρίως. οἱ δὲ λέγουσιν ἐνδόσθια.

Ἐτησίας · τοὺς κατὰ καιρὸν ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεόντας ἀνέμους. ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, οἱ ἐτησίαι τῶν ἐτησίων· ὁ τόνος σεσημείωται οἷον· τὸ χλούνων, χρήστων, ἐτησίων. γίνεται δὲ ἐκ τοῦ ἔθος ἐθησίας καὶ ἐτησίας, οἱ ἔθος ἔχοντες κατὰ ἓν ἕτος ἐν τῷ καιρῷ τῆς ὀπώρας.

Ἐκεῖ · ἐκ τοῦ ἐκεῖνος κατὰ ἀποβολήν· τὸ ΚΕΙ δίφθογγον. ἐκεῖνος καὶ κατὰ συγκοπὴν ἐκεῖ· διὰ τί περισπᾶται; αἱ συγκοπαὶ γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας καὶ ἡνίκα φυλάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν τόνον φυλάττουσι, οἷον δῶμα δῶ, ἐκεῖνος ἐκεῖ.

Εἰκοστός · ὀξύνεται. τὰ εἰς ΤΟΣ λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα, ἔχοντα πρὸ τοῦ Τ τὸ Σ, τήν τε γενικὴν εἰς ΟΥ περατουμένην, ἐπὶ ποσότητος τασσόμενα, ὀξύνονται· οἷον εἰκοστός, πολλοστός.

Ἐπικυνεῖν · τῷ στόματι φιλεῖν. κύλλοι γὰρ τὰ βλέφαρα, ἐξ οὗ καὶ «κυλλήνιος ὁ Ἑρμῆς», ἡ γὰρ ῥάβδος αὐτοῦ «ἀνδρῶν ὄμματα θέλγει»· ἀπὸ τοῦ τοὺς ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἐσπέρας οὐ διὰ τὸ καθεύδειν, ὡς Ὅμηρος «ὅτε δὲ μνήσατο κοίτου», οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλʼ ὅτι ὕπνου αἴτιος. ὅθεν ἐπισκύνιον τὸ περὶ τοὺς κοίλους τόπους καλοῦμεν.

Ἑσπερία · ἡ θάλασσα, καὶ τὸ Ἀτλαντικὸν πέλαγος· ἐβασίλευσε γὰρ αὐτῆς ὁ Ἄτλας καὶ Ἕσπερος.

Ἐνέχυρον · τὸ εἰς ἀσφάλειαν ἀντάλλαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυρον καὶ ἐνέχυρον.

Ἐγκέλαδος · ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ποιοῦσα, ἡ ἐγκελευομένη, ἢ ἀπὸ Κελάδου τοῦ γίγαντος.

Ἐγρεκύδοιμος · ἡ ἐγείρουσα κυδοιμὸν τοῖς ἐναντίοις.

Ἑπτά · ἀπὸ τοῦ ἐπιέναι πρὸς τὸν δέκα ἀριθμόν.

Ἑκατόν · ὡσανεὶ δέκατον εἴκειν ἀριθμόν, ἢ παρὰ ἑκάς.

Ἐκγέγατον · «ἄμφω δʼ ἐκγέγατον φαεσιμβρότου Ἠελίοιο». μέσου παρακειμένου τρίτου προσώπου τῶν δυϊκῶν ἐστι· ἀπὸ τοῦ γείνω ὁ μέσος παρακείμενος γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊκὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον καὶ μετὰ τῆς ΕΚ προθέσεως ἐκγέγατον.

Εὐκτήριον · παρὰ τὸ εὐχῆς οἰκητήριον εἶναι.

Ἐξόδιον · παρὰ τὸ ἔξω τῆς ὁδοῦ ἰέναι· ὁδὸς γὰρ ὁ βίος.

Ἐριώλη · παρὰ τὸ ἐρι ἐπιτατικὸν μόριον καὶ τὸ ἄω, τὸ πνέω· ἡ μεγάλως πνέουσα.

Ἐγγίζω · ἐκ τοῦ ἐγγὺς ἐγγίζω. τοῦτο παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸ γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρχων.

Ἐπισκέπτω · ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ Τ· τοῦτο παρὰ τὸ σχέθω, τὸ κρύπτω.

Εὐφυΐα · ὤφειλε διὰ διφθόγγου, ὡς γινόμενον ἀπὸ τῶν εἰς ΗΣ, ὡς εὐσέβεια· ἀλλὰ τὰ παρὰ τὸ φύω καὶ δύω συγκείμενα διὰ τοῦ Ϊ γράφονται· εὐφυΐα, δυσωδία, εὐωδία.

Ἑρμηνεύς · παρὰ τὸ ἑρμῆς, ὁ τοῦ λόγου ἔφορος· τοῦτο παρὰ τὸ ἐρῶ τὸ λέγω.

Ἕλκος · παρὰ τὸ συνέλκεσθαι τῷ δέρματι.

Ἐκχεῶ · τὸ θέμα ἐκχέω, ὁ μέλλων χεύσω, ὁ δεύτερος ἀόριστος ἐξέχεον, καὶ ὁ δεύτερος μέλλων ἐκχεῶ.

Εὐδοκῶ · παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω· ἀπεργάζεται δὲ ὁ νοῦς ταῦτα καὶ δοκεῖ.

Εὐθές · οὐδέτερον· τὸ ἀρσενικὸν ὁ εὐθής· παρὰ τὸ εὖ μόριον καὶ τὸ θέω, τὸ τρέχω· εὐθὴς γάρ ἐστιν ὁ καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ μόριον καὶ τὸ θήσω, ὁ καλῶς διακείμενος πρὸς πάντας.

Ἐμφοροῦν · παρὰ τὸ ἐμφέρω ἔμφορος, ὁ ἐν ἑαυτῷ φέρων τι· καὶ ἐξ αὐτοῦ ἔφορος, καὶ ἐμφορῶ, ἡ μετοχὴ ἐμφορῶν ἐμφοροῦντος· πρώτης συζυγίας τῶν περισπωμένων καὶ τὸ οὐδέτερον ἐμφοροῦν.

Ἔχιδνα · παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν καὶ τὸν ἰὸν γίνεται ἔχια καὶ πλεονασμῷ δύο συμφώνων ἔχιδνα.

Ἐργᾷ · ἔστιν ἐργάζω ἐργάσω· ἐπεὶ πᾶς μέλλων βραχείᾳ παραληγόμενος περισπᾶσθαι θέλει, περῶ κερῶ ἐργάω ἐργῶ ἀποβολῇ τοῦ Σ· τὸ δεύτερον ἐργάεις ἐργᾷς, τὸ τρίτον ἐργᾷ καὶ ὁ παθητικὸς ἐργῶμαι ἐργᾷ.

Ἐξώκειλα · παρὰ τὸ κέλλω, κελῶ· ὁ ἀόριστος ἔκειλα καὶ τροπῇ καὶ ἐκτάσει τοῦ Ε εἰς Ω ὤκειλα.

Ἔδεσμα · παρὰ τὸ ἔδω, τὸ ἐσθίω· καὶ ὀδοὺς ὀδόντος· ὁ παθητικὸς ἔδομαι, καὶ ἐξ αὐτοῦ ἐδῶ· περισπᾶται· ὁ μέλλων ἐδήσω καὶ ἐδέσω, ὁ παρακείμενος ἤδεκα ἤδεσμαι· ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον.

Εὐρωτιῶντα · ἔστιν αὖρα, ἡ νοτίς, ἐκ τοῦ αὐρῶς καὶ τροπῇ τοῦ Α εἰς Ε εὐρὼς εὐρῶτος εὐρωτιῶ καὶ τὸν εὐρωτιῶντα σίτον.

Ἐπαυτοφώρῳ · παρὰ τὸ φῶρ ὃ σημαίνει τὸν κλέπτην, καὶ τὴν αὐτὸς ἀντωνυμίαν· σημαίνει δὲ τὸν ἐπʼ αὐτῇ τῇ κλοπῇ ληφθέντα.

Ἐνεῖκα · ἀπὸ τοῦ ἐνέκω ἐνέξω ἤνεκα· πλεονασμῷ τοῦ Ϊ ἤνεικα καὶ τὸ ἀπαρέμφατον ἐνεῖκαι πλεονασμῷ τοῦ Ϊ· διότι πᾶς ἀόριστος μὴ ἔχων Σ ἢ Ξ μακρᾷ θέλει παραλήγειν.

Ἐγενέσθην · γείνω, γενῶ, γέγονα· ὁ δεύτερος ἀόριστος ἔγενον· ὁ μέσος ἐγενόμην· τὸ τρίτον τῶν δυϊκῶν ἐγενέσθην.

Ἀρχὴ τοῦ Ζ

Ζωννύω · τὰ ἀπὸ μονοσυλλάβων ῥημάτων κατὰ παραγωγὴν γινόμενα βαρύτονα διὰ τοῦ ὕω, διὰ δύο ΝΝ γράφονται, ζῷ ζωννύω, ῥῶ ῥωννύω, χῶ χωννύω· ὁ μέλλων οὐκ ἔχει· τὰ γὰρ διὰ τοῦ ὕω ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύνονται, ποιοῦντα παραγωγὴν εἰς ΜΙ, ἄχρι τοῦ παρατατικοῦ κλίνονται.

Ζῶον · παρὰ τὸ ζῶ, ὃ σημαίνει τὸ πνέω. ζῶν καὶ πλεονασμῷ τοῦ Ο ζῶον· τὸ Ω μέγα· τὰ διὰ τοῦ ῳον οὐδέτερα μονογενῆ προπερισπώμενα διφθόγγῳ τῇ διὰ τοῦ ῼ παραλήγουσι· ζῷον, ὑπερῷον, πῷον.

Ζαβουλῶν · ὁ πάνυ βουλευτικώτατος· παρὰ τὸ ΖΑ ἐπιτατικὸν μόριον καὶ τὸ βουλή· τὸ δὲ βουλὴ παρὰ βάλλω.

Ζῆθι · ἔστιν ἄω τὸ πνέω, καὶ μετὰ τοῦ Ζ ζάω ζάεις ζεῖ, καὶ κράσει Δωρικῇ τοῦ Α εἰς Η ζῆ· ὡς τὸ τῆς τῇ· καὶ τὸ τρίτον πρόσωπον τοῦ παρατατικοῦ ἔζαε ἔζη καὶ τὸ προστακτικὸν ζῆ καὶ ἐπεκτάσει τῆς ΘΙ συλλαβῆς ζῆθι.

Ἀρχὴ τοῦ Η

Ἠχῇ · ἐπίρρημα μεσότητος· ὥσπερ τὸ σιωπῇ τριπλῇ τετραπλῇ κλαγγῇ καὶ ἀκῇ· ἔχουσι δὲ τὸ Ϊ προσγεγραμμένον· τὰ γὰρ παρὰ δοτικῆς πτώσεως γινόμενα ἐπιρρήματα ἔχουσι τὸ Ϊ προσγεγραμμένον.

Ἡμίν · ἀντωνυμία· ἔστι δὲ διαλέκτου ἴδιον Δωρικῆς· συστέλλουσι γὰρ αὐτὴν καὶ ὀξύνουσιν ἡμίν· αἱ ἀντωνυμίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόπῳ· οἷον «ἡμὶν μὲν τόδʼ ἔφηνε», καὶ «ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι». ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον, ἐγκλίνονται· «εἰ δʼ ὕμιν δοκέει λωίτερον», «σὺν δʼ ἥμιν δαῖτα ταράξει».

Ἡγεμών · τὰ διὰ τοῦ εμων ὀξύτονα διὰ τοῦ Ε ψιλοῦ γράφονται· ἡγεμών, κηδεμών· ἡ κλητικὴ ὦ ἡγεμών.

Ἠρετίσατο · ἐκ τοῦ αἰρετίζω, τοῦτο παρὰ τὸ αἰρετός· τοῦτο παρὰ τὸ αἰρῶ, τὸ προκρίνω· αἰρετὸς οὖν ἐστιν ὁ ἐκλελεγμένος καὶ πρόκριτος.

Ἤτω · ἐκ τοῦ εἰμὶ ὃ σημαίνει τὸ ὑπάρχω, ὁ παρατατικὸς εἶν διὰ διφθόγγου καὶ οἱ Ἀττικοὶ τὸ Ε τῶν παρῳχημένων εἰς Η τρέπουσι· ὁ δεύτερος ἀόριστος ἦν, ἡ μετοχὴ εἲς ἔντος καὶ τὸ προστακτικὸν ἔς· σεσημείωται τὸ θὲς δὸς ἒς καὶ τὸ τρίτον ἔτω καὶ τροπῇ τοῦ Ε εἰς Η ἤτω.

Ἠλλοιωμένοι · παρὰ τὸ ἀλλοιῶ ἀλλοιώσω· τοῦτο παρὰ τὸ ἄλλος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐτοῦ ἀλλοιῶ, ἀλλοιώσω, καὶ ἀλλοίωσις, σημαίνει τὴν ἐναλλαγήν.

Ἡλίας ἡλίου · ὥσπερ κοχλίας κοχλίου. τὸ δὲ ἡλιοῦ ἀπὸ εὐθείας ἀκλίτου· οἷον ἡλιοῦ τοῦ ἡλιοῦ· περισπᾶται.

Ἧττον · ἔστι τῶ, τὸ λαμβάνω, οὗ τὸ δεύτερον τᾶς, τὸ τρίτον τᾷ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἆτον, ὃ οὐδεὶς δύναται λαβεῖν, καὶ τροπῇ τοῦ Α εἰς Η ἧττον.

Ἥσυχος · παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι· ὁ μέλλων ἥσω· ἐξ αὐτοῦ ἥσυχος. ἥδονται γὰρ τῇ ἡσυχίᾳ οἱ ἀσκηταί.

ᾜεσαν · ᾔεσαν καὶ προῄεσαν· εἴω διὰ τοῦ ΕΙ διφθόγγου, καὶ γίνεται ἐκ τοῦ ἔω πλεονασμῷ τοῦ Ϊ· ὁ παρακείμενος εἶκα· ὁ μέσος εἶα καὶ ᾖα· καὶ οἱ Ἀττικοὶ τὸ Ε τῶν παρῳχημένων εἰς Η τρέπουσι· οἷον εἶα καὶ ᾖα μετὰ τοῦ Ϊ καὶ ὁ ὑπερσυντελικὸς ᾔειν· τὸ πληθυντικὸν τὸ τρίτον ᾔεισαν καὶ ἀποβολῇ τοῦ Ϊ ᾔεσαν.

Ἀρχὴ τοῦ Θ

Θυμός · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰ μὲν σημαίνει τὴν ψυχήν, γενικοῦ· εἰ δὲ τὴν ὀργήν, εἰδικοῦ. τί διαφέρει μῆνις, ὀργή, χόλος, κότος, θυμός; διαφέρουσι· μῆνις μέν ἐστιν ἡ ἐπίμονος ὀργή, ἀπὸ τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπʼ ὀλίγῳ χρόνῳ, παρὰ ὀργᾶν. χόλος δὲ οἱονεὶ κίνησις χολῆς, ἀπὸ τοῦ κεῖσθαι. κότος δὲ ἡ πολυχρόνιος μνησικακία. θυμὸς δὲ οἱονεὶ ζέσις χολῆς. ἣ ἀπὸ τοῦ θύειν ὅ ἐστι μανικῶς ὁρμᾶν.

Θοή · παρὰ τὸ θέω.

Θάμβος · σημαίνει τὴν ἔκπληξιν· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; γενική. γίνεται παρὰ τὸ θάπος πλεονασμῷ τοῦ Β, καὶ τροπῇ τοῦ Π εἰς Μ θάμβος.

Θύγατρα · ἐκ τοῦ θυγατέρα κατὰ συγκοπὴν καὶ ἀνάδοσιν τοῦ τόνου· ἀρμόσαντες ἄρσαντες, ὁμόπατρος ὅπατρος· γέγονε δὲ παρὰ τὸ θύω καὶ τὸ γαστήρ· τὸ γὰρ θήλεον τάχιόν φασιν κινεῖσθαι ἐν τῇ μήτρᾳ.

Θαιρός · σημαίνει τὸν στρόφιγγα τῆς θύρας· παρὰ τὸ διʼ αὐτῆς στρέφεσθαι τὰς θύρας.

Θνητός · παρὰ τὸ θανῶ θανήσω θανητὸς καὶ ἐν συγκοπῇ θνητός.

Θεμέλιον · παρὰ τὸ δεμῶ, τὸ οἰκοδομῶ δεμέλιον καὶ θεμέλιον.

Θάσσων · ἀπὸ τοῦ ταχὺς παρήχθη· ὁ πρωτότυπος ταχύτερος, ὁ δεύτερος κρείσσων· καὶ ὁ τρίτος ταχίων καὶ τάσσων· καὶ ἐπειδὴ ἀντιστοιχεῖ τὰ δασέα τοῖς ψιλοῖς γίνεται θάσσων.

Θήπω · τὸ ἐκπλήττομαι, ἀφʼ οὗ καὶ τάφος· ἐξ οὗ καὶ τὸ «ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς».

Θεσπίζω · τὸ ὁρίζω· ἀφʼ οὗ καὶ «θέσπισμα τὸ δόγμα».

Θεύω · τὸ τρέχω ἐξ οὗ καὶ θεός· ὡς φιλέος φωλεὸς παρὰ τὸ λελυκέναι τὸ φῶς.

Θύνω · τὸ ὁρμῶ· ἐξ οὗ καὶ θῦναι διὰ προμάχων.

Θέω · τὸ θάλλω καὶ αὐξῶ· ἐξ οὗ καὶ τὸ «τηλεθόωντας» καὶ θαλέθοντας.

Θρύπτω · τὸ κλάνω· ἐξ οὗ καὶ τὸ «τριχθά τε καὶ τετραχθά».

Θρῶ · ἐκ τοῦ θεωρῶ, καὶ κατὰ συγκοπὴν θρῶ.

Θεσσαλονίκη · ἐτυμολογεῖται παρὰ τὸ θὲς ἄλλῳ τὴν νίκην.

Θωμᾶς · παρὰ τὸ θαῦμα θαυμᾶς, καὶ τροπῇ τῆς ΑΥ διφθόγγου εἰς Ω μέγα θωμᾶς.

Θετταλικός · ὄνομα ἐκ τοῦ Θετταλός· ἀποβολῇ Θεσσαλίας, Θεσσαλὸς ὁ πολίτης.

Θόρυβος · παρὰ τὸ θέω, τὸ τρέχω, θέρυβος καὶ θόρυβος.

Θῶμαι καὶ ἐπίθωμαι · πᾶν ῥῆμα ὑποτακτικὸν ὑπερδισύλλαβον εἰς ΜΑΙ λῆγον ἐπὶ μέσου ἀορίστου δευτέρου ἀναβιβάζει τὸν τόνον· δῶμαι, ἀπόδωμαι· σχῶμαι ἀπόσχωμαι· «ἦν καί τι ἀπόσχωνται Τρῶες».

Θηρίον · παρὰ τὸ φθερῶ φθερίον, καὶ θηρίον· παροξύνεται· τὰ διὰ τοῦ ἴον οὐδέτερα μονογενῆ, εἰ μὲν ὧσι δακτυλικά, πρὸ μιᾶς «ἔχουσι τὸν τόνον· κλειδίον, θηρίον, τειχίον· εἰ δὲ τὰ» τριβράχεα, προπαροξύνονται· φλέβιον, τόπιον.

Θριδακίνη · θρίδαξ· τὰ ἀπὸ τῶν τριῶν φύλλων· τρίφυλλος γὰρ κατʼ ἀρχάς, ὡς καὶ θρίναξ· τὰ φύλλα τῆς συκῆς θρία λέγονται, τὰ εἰς τρία διῃρημένα· τινὲς δὲ ὅτι τρίζει δακνομένη. ἢ ὅτι τῷ θέρει γίνεται, θεριδακίνη τις οὖσα.

Θυηλάς · θυλάκους· κυρίως εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται· καταχρηστικῶς δὲ καὶ πᾶσα θυσία.

Θειλόπεδον · περισσὸν τὸ Θ. εἰλόπεδον γὰρ παρὰ τὴν τοῦ ἡλίου αὐγήν· εἰώθασι δὲ καὶ τὴν ἕλην σὺν τῷ Ϊ λέγειν εἵλην. τὴν τῶν σύκων φῦξιν τρασιὰν λέγουσι.

Θεσμός · ὁ νόμος, ἀπὸ τῆς θέσεως. ἔκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει νόμους.

Θρίναξ · σημαίνει τὸ τριαινοειδὲς ἐργαλεῖον, παρὰ τὸ τρία τρίναξ καὶ θρίναξ.

Θυμοβαρείω · ἀπὸ τοῦ θυμοβαρεύω.

Θρόνος · παρὰ τὸ θροσμόν, ὃ σημαίνει τὸν ὑψηλὸν τόπον· ὁ ἐφʼ ὑψηλοῦ τόπου ἱστῶν ἡμᾶς.

Θεαρχικώτατος · θεὸς καὶ ἄρχων· ἐκ τοῦ θέαρχος καὶ κτητικὸν θεαρχικὸς καὶ τὸ ὑποθετικὸν θεαρχικώτατος.

Θανατῶ · ὅτε μέν ἐστιν ἁπλοῦν, τρίτης συζυγίας τῶν περισπωμένων· οἷον θανατῶ θανατοῖς. ὅτε δʼ ἔστι σύνθετον, δευτέρας τῶν αὐτῶν· οἷον δυσθανατῶ δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ ἁπλοῦν πρώτης τῶν περισπωμένων· σύνθετον δὲ δευτέρας· οἷον προσδοκᾷς. τὸ δὲ θανατῶ ὅτʼ ἐστι δευτέρας συζυγίας, σημαίνει τὸ ἐπιθυμοῦντι ἀποθανεῖν, ἤγουν προαιρουμένῳ· ὅτε δὲ τρίτης σημαίνει τὸ φονεύειν.

Ἀρχὴ τοῦ Ϊ

Ἴνδαλμα · ἐκ τοῦ ἰνδάλλω ὅπερ ἐκ τοῦ εἴδω τὸ ὁμοιῶ, κατὰ παραγωγὴν ἰδάλλω καὶ πλεονασμῷ τοῦ Ν καὶ συστολῇ ἰνδάλλω. τὸ ΪΝ, Ϊ διὰ τί; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἴωθε πολλάκις τὴν φύσει μακρὰν εἰς θέσει μεταβάλλειν, πένης πενιχρός· λήβω λαμβάνω· ἢ δήκω δαγκάνω, οὕτως εἴδω ἰνδάλλω.

Ἰησοῦς · παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν.

Ἱλαρός · παρὰ τὸ ἵλαος ὃ σημαίνει τὸν ἀσθενῆ.

Ἱκόνιον · παρὰ τὸ ἐκεῖσε ἀφικόμενον τὸν Περσέα κτίσαι κατʼ αὐτόν.

Ἰουδαῖος · ἀπὸ τοῦ Ἰοῦδα τοῦ φυλάρχου.

Ἴχνος · παρὰ τὸ ἴσχειν ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα· ἢ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς· ἢ παρὰ τὸ κινῶ κίχνος πλεονασμῷ τοῦ Χ, καὶ ἀφαιρέσει τοῦ Κ ἴχνος.

Ἰξός · παρὰ τὸ ἄγειν τὰ ὄρνεα ἐν ἑαυτῷ, ἢ παρὰ τὸ ἥκω ἥξω ἰξός.

Ἰσχάς · παρὰ τὸ ἴσχω, τὸ ξηραίνω· τὸ παράγωγον ἰσχνῶ ἰσχνάδες καὶ ἰσχνάδες.

Ἴσος · παρὰ τὸ ἵημι τὸ πορεύομαι· ὁ μέλλων ἥσω καὶ ἐξ αὐτοῦ ἴσος, ὁ τοῖς λοιποῖς ἀκολουθῶν. ἢ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ· ὁ μέλλων εἴσω καὶ ἐξ αὐτοῦ ἴσος.

Ἴς · σημαίνει τὸ νεῦρον· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων ἔσω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἴς.

Ἵκω · τὸ δέομαι· ἐξ οὗ καὶ ἱκέτης· ἐκ τοῦ κῶ τὸ κεῖμαι, πλεονασμῷ τοῦ Ϊ· εἴωθε γὰρ τοῖς ἱκέταις ἐν τοῖς ποσὶ τῶν παρακαλουμένων κεῖσθαι.

Ἱζάνω · τὸ κατέζομαι, καὶ ἱζάνω, τὸ πίπτω· ἀμφότερον ἐκ τοῦ ἵζω, τὸ κάθημαι καὶ Ὅμηρος «ἷζον δʼ εὐρὺν ἀγῶνα».

Ἴλλω · τὸ δεσμεύω· ἐξ οὗ καὶ ἰλλὰς ὁ δεσμός· «περὶ δὲ χερσὶ δεσμὸν ἴαλλε».

Ἰός · σημαίνει τὸ βέλος· παρὰ τὸ ἵημι τὸ πέμπω· τὸ προσβάλλειν τὸ πεμπόμενον.

Ἰού · ἔστιν οὒ ἀναφορικόν, καὶ πλεονασμῷ τοῦ Ϊ ἰού.

Ἱδρυμένος · παρὰ τὸ ἱδρύω ἱδρύσω ἵδρυκα ἵδρυμαι ἱδρυμένος· τοῦτο παρὰ τὸ ἕζω ἕδω καὶ πλεονασμῷ τοῦ Ρ ἕδρω καὶ ἱδρῶ καὶ ἱδρύω.

Ἰδουμαῖος · ἐκλήθη ἀπόγονος τοῦ Ἠσαῦ. ἰδοῦμα γὰρ λέγεται εἶδος ξανθῆς «φακῆς», ἧς, λέγεται, ἐπιθυμήσας φαγεῖν, ἀπέδοτο τὰ πρωτοτόκια. ἐκ τούτου οὖν ἐπωνομάσθησαν οἱ ἀπόγονοι Ἰδουμαῖοι.

Ἰατρική · ἰατρική τις οὖσα· ὡς κεντῶ κέντον καὶ κέντρον.

Ἰφιγένεια · Εὐφορίων αὐτὴν ἐτυμολογεῖ Ἑλένης καὶ Θησέως· ὑποβλητὴν δὲ δοθῆναι Κλυταιμνήστρᾳ.

Ἰάμβη · τινὲς ὅτι ἡ Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ· τὴν Δήμητραν δὲ λυπουμένην παίζουσα καὶ ἀχρηστολογοῦσα καὶ σχήματα ἄχρηστα ποιοῦσα, ἐποίησε γελάσαι.

Ἰλλεύς · ὁ Αἴαντος πατήρ.

Ἴψ · σημαίνει τὸν σκώληκα, καὶ γίνεται παρὰ τὸ ἴπτω, τὸ βλάπτω. ἴπες δέ εἰσιν οἱ σκώληκες, οἱ ἐσθίοντες τὰ κρέα· σῆτες οἱ τρώγοντες σκώληκες τὰ ἱμάτια· θρίπες οἱ τὰ ξύλα· ἴκες οἱ τὰς ἀμπέλους.

Ἵλαος · παρὰ τὸ ἱλαρός· οἱ γὰρ Αἰολεῖς ἴλλαος λέγουσι καὶ οὐχ ἕλλαος.

Ἴσαν · σημαίνει τὸ ἐπορεύοντο· ἔστιν εἶμι τὸ πορεύομαι, τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν, τὸ τρίτον ἴσαν· ἐξ οὗ καὶ τὸ ἴθι.

Ἱλασμός · ἔστιν ἱλῶ, ἱλᾷς· ὁ μέλλων ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι ἱλασμός· ἐκ δὲ τούτου γίνεται ἵλαος καὶ ἵλεως Ἀττικῶς, τὸ δὲ ἵλεως ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν τοῦ Ε εἰς Ϊ. ἐκ δὲ τοῦ ἵλεως γίνεται ἱλεῶ ἱλεώσω ἱλέωσα ἱλεωσάμην καὶ ἐξϊλεωσάμην· ἐκ δὲ τοῦ ἱλεῶ πάλιν γίνεται κατὰ συγκοπὴν ἱλῶ ἱλᾷς· ἐξ οὗ καὶ τὸ ἵλαθι καὶ τὸ ἱλασάμην· ἐκ δὲ τοῦ ἱλῶ ἱλᾷς γίνεται ἱλάσκω, ὥσπερ φῶ φάσκω καὶ βῶ βάσκω.

Ἴλιγγος · ἀπὸ τοῦ εἰλιγγιᾶν καὶ στρέφεσθαι· τὸ ῥῆμα διὰ τοῦ ΕΙ διφθόγγου, τὸ δὲ ὄνομα διὰ τοῦ Ϊ.

Ἀρχὴ τοῦ Κ

Καπνίζω · παρὰ τὸ καπνός· τοῦτο παρὰ τὸ κάπος ὃ σημαίνει τὸν ἄνεμον.

Κύκνος · εἰδικόν ἐστιν ὄνομα· εἰδικὸν δʼ ἔστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι· ὁ γὰρ ποιητὴς πάντοτε γενικὰ προτάσσει, καὶ οὕτως τὰ εἰδικά· γίνεται δὲ παρὰ τὸ καλῶ τὸ φωνῶ ἐξ οὗ καὶ κλός, καὶ πλεονασμῷ τοῦ Ο κολός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται κατὰ παραγωγὴν κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ Λ εἰς Ν κύκνος· κρακτικὸν γὰρ τὸ ζῷον.

Κάθου · ἕω τὸ καθέζομαι· ὁ μέλλων ἕσω· ὁ ἀόριστος δεύτερος ἕον, καὶ ὁ μέσος ἑόμην ἑόυ καὶ κράσει οὗ, καὶ τὸ προστακτικὸν οὗ καὶ «μετὰ τῆς κατὰ προθέσεως καάτου» καὶ κάθου.

Κολάζω · παρὰ τὸ κολαφίζω, καὶ κατὰ συγκοπὴν κολάζω.

Κοῦφος · παρὰ τὸ κάφος, ὃ σημαίνει τὸ πνεῦμα· τροπῇ τοῦ Α εἰς Ο καὶ πλεονασμῷ τοῦ Υ κοῦφος.

Κύβερνος · παρὰ τὸ τὰ κύματα ἐρευνᾶν, κυμέρευμνός τις ὤν, ὁ τῶν κυμάτων ἐρευνήτης.

Κάρα · παρὰ τὸ κέρα, ὃ σημαίνει τὴν τρίχα· ἡ οὖσα τετριχωμένη· τοῦτο δὲ παρὰ τὸ κείρω, τὸ κόπτω.

Κόσμος · παρὰ τὸ «κάζω, τὸ» κοσμῶ· ὁ μέλλων κάσω· ἐξ αὐτοῦ κάσος καὶ κάσμος πλεονασμῷ τοῦ Μ, καὶ τροπῇ τοῦ Α εἰς Ο κόσμος.

Κλῆμα · παρὰ τὸ κλάνω, ὁ μέλλων κλάσω, ὁ παρακείμενος κέκλασμαι· κλῆμα.

Κλίβανος · παρὰ τὸ κρι ἐπιτατικὸν μόριον καὶ τὸ βαῦνος, ὃ σημαίνει τὴν κάμινον. γίνεται κρίβανος καὶ τροπῇ τοῦ Ρ εἰς Λ κλίβανος.

Καίριον · τὸ ΡΙ, Ϊ διὰ τί; τὰ ἀπὸ τῶν εἰς ΟΣ ὀξυτόνων διὰ τοῦ ιον γινόμενα διὰ τοῦ Ϊ γράφονται· βωμός, βώμιον, καὶ ἐπιβώμιον αἷμα. καιρὸς καίριον· σημαίνει δὲ τὸ μέγα καὶ ἐπωφελὲς πρᾶγμα.

Κατέλευσαν · ὅ ἐστιν ἔχωσαν λίθοις, τὸ θέμα λεύσω· σημαίνει δὲ τὸ καταλεύσω, τὸ λίθοις κατά τινος βάλλω. γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ λᾶας, ὃ σημαίνει τὸν λίθον.

Κύπτω · παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος· καὶ γίνεται γύπτω καὶ κύπτω· καὶ τί μετέχει; οἱ γὰρ γυμνοί, κύπτοντες, τὰ ἑαυτῶν μόρια συγκαλύπτουσι.

Κάμπη · παρὰ τὸ ἑαυτὴν κάμπτειν ἐν τῷ ἕρπεσθαι. τὰ γὰρ ζῳδάρια, τὰ μὲν τελευταῖα μέρη ὑποτείνει· τὰ δὲ πρὸς τραχήλῳ κάμπτει, καὶ εἶθʼ οὕτως ἐπισύρει τὰ ὀπίσω, κάμπτουσα ἑαυτήν.

Κολλούρια · τὰ κολοβὰς ἔχοντα τὰς οὐράς· τοῦτο ἐπὶ τῶν ἀρρώστων, καὶ ἐπὶ τῶν ἰατρικῶν δύναται λέγεσθαι.

Κιχρῶ · παρὰ τὸ χρῶ, τὸ παρέχω γίνεται χιχρῶ καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δάσεων κιχρῶ· ἐξ οὗ καὶ «μακάριος, ὁ οἰκτίρων ...».

Κατάντημα · ἐκ τοῦ καταντῶ, καταντήσω, κατήντηκα, κατήντημαι, κατάντημα.

Κίσσα · παρὰ τὸ πρὸς τὸ κίειν σεύειν.

Κανδῆλα · παρὰ τὸ τὰ δῆλα φαίνειν.

Κρεμῶ · ἔστιν ἔρα ἡ γῆ, ἐξ αὐτοῦ ἔραμος καὶ κέραμος καὶ κεραμῶ καὶ συγκοπῇ κερμῶ, καὶ ὑπερθέσει τοῦ Ρ κρεμῶ, ἐκ μεταφορᾶς τῶν κεράμων.

Καθῆσθαι · ἧμαι, ἧσαι, τὸ ἀπαρέμφατον ἧσθαι, καὶ καθῆσθαι.

Κρύσταλλος · παρὰ τὸ κρύος, ἢ ἀπὸ τοῦ κρύος καὶ τοῦ σταλάσσω γίνεται κρύσταλλος·

Κρύος δὲ παρὰ τὸ κρατῶ, κρατύω· καὶ κατὰ συγκοπὴν κρύω· ἐξ οὗ κρύος.

Κεκρύφει · ἐκ τοῦ κρύβω, ὁ μέλλων κρύψω, ὁ παρακείμενος κέκρυφα, ὁ ὑπερσυντελικὸς κεκρύφει καὶ σὺν ἀρχούσῃ ἐκεκρύφει.

Κατάγαγε · ἔστι κατάγω, ὁ δεύτερος ἀόριστος κατήγαγον, καὶ διὰ τὸ μὴ εἶναι τὴν παραλήγουσαν φύσει μακρὰν γίνεται τὸ προστακτικὸν κατάγαγε.

Κωμῳδία · ἔστι κῶ καὶ σημαίνει τὸ κοιμῶμαι· ἐκ τούτου γίνεται κώμη· τὸ χωρίον, διὰ τοῦ Ω μεγάλου, εἰς ὃ κοιμῶνται πολλοί· ἐξ αὐτοῦ κωμῳδὸς καὶ κωμῳδία· ἔστι δὲ ποίημα σκωπτικόν, ἤγουν ἐμπαικτικόν.

Κροσσωτόν · παρὰ τὸ ἄκρον, ἀκροῶ, ἀκρόσσω· ἐκ τούτου γίνεται ἀκρόσσωτος, καὶ ἀποβολῇ τοῦ Α κροσσωτός· τὸ ἐν ἄκρῳ κρεμόμενον.

Κασία · τὸ μυρεψικὸν εἶδος· γίνεται δὲ παρὰ τὸ κάζω, τὸ κοσμῶ, οὗ ὁ μέλλων κάσω, ἐξ αὐτοῦ κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐωδίας τὰς αἰσθήσεις.

Κάθημαι · διὰ τί προπαροξύνεται; πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· κεῖμαι, ἀπόκειμαι, ἧμαι, κάθημαι.

Κουράτωρ · κουράτωρ κουράτωρος· ὁ κανών· τὰ Ῥωμαϊκὰ ὀνόματα φυλάσσουσι τὸ Ω ἐπὶ τῆς γενικῆς, οἷον κουράτωρος, ἐσκέπτωρος, πραίτωρος, μανδάτωρος, μαΐστωρος.

Κερδαλέος · παρὰ τὸ κέαρ ἡδύνειν, ἤγουν τὴν ψυχήν· παροξύνεται· τὰ διὰ τοῦ ΛΕΟΣ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον· γηραλέος, κερδαλέος, ἀργαλέος· πλὴν τοῦ κονισάλεος, δαιδάλεος.

Καλινδοῦμαι · κυλίω, καὶ τροπῇ τοῦ Υ εἰς Α Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς τὰς σάρκας σύρκας λέγουσι, ἐπεὶ οὖν τρέπουσι τὸ Α εἰς Υ, δῆλον ὅτι καὶ τὸ Υ εἰς Α, οὕτως γὰρ καλίω καὶ πλεονασμῷ συμφώνων καλινδῶ. καὶ τὸ παθητικὸν καλινδοῦμαι.

Κερκίς · παρὰ τὸ κρέκω, τὸ πλήττω, κρεκίς· καὶ τοῦ λέοντος ἡ οὐρὰ κρεκίς· πληκτικὴ γάρ, καὶ ἐκ τοῦ κρέκω γίνεται κέρκος.

Κροαίνω · τὸ κτυπῶ, καὶ ἠχῶ· ἐκ τούτου κρούω κατὰ παραγωγὴν κρούω καὶ ἐξ αὐτοῦ κρουαίνω καὶ κροαίνω, ἀποβολῇ τοῦ Ϋ.

Κουροσύνα · κοῦρος λέγεται παρὰ Ἀθηναίοις ἡλικία τις ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων· λέγεται δὲ ὁ ξυρίζων αὐτοῦ τὰ γένεια.

Κοινόν · σημαίνει δύο· τὸ μεμολυσμένον, ὡς «τὸ αἷμα τοῦ Χριστοῦ κοινὸν ἡγησάμενος», ὅπερ ἀπὸ τοῦ φοινὸς καὶ τροπῇ τοῦ δασέος εἰς ψιλόν· τοῦτο ἐκ τοῦ φονὸς φοινός· κυρίως δὲ λέγεται, τὸ ἀφʼ αἵματος μεμολυσμένον· καὶ κοινὸς ὁ ἀναμεμιγμένος.

Κένταυρος · παρὰ τὸ κέντω, κεντῶ καὶ τὸ αὔρα, ὅ ἐστι πνοὴ τοῦ ἀνέμου.

Κηδάρ · παρὰ τὸ κήδω, τὸ κοιμῶμαι· τὸ σκοτεινόν.

Κηρός · παρὰ τὸ καίω, καύσω, ἔκαυσα, ἀποβολῇ τοῦ Σ ἔκαα· ἐξ αὐτοῦ κηρὸς τροπῇ τοῦ Α εἰς Η· ἐτυμολογεῖται δὲ παρὰ τὸ καίεσθαι ῥᾳδίως.

Κιθάρα · παρὰ τὸ κινεῖν εἰς ἔρωτα· ἢ παρὰ τὸ κινεῖσθαι ῥᾳδίως· ἢ παρὰ τὸ κινεῖν τοὺς θαιρούς.

Κραιπαλῶ · παρὰ τὸ κάρα, καὶ τὸ πάλλω· δευτέρας συζυγίας.

Κλῆτος · σημαίνει τέτταρα· εἰ μὲν διὰ τοῦ Η σημαίνει τὴν ἔλευσιν καὶ τὴν συνάθροισιν. εἰ δὲ διὰ τοῦ Ϊ σημαίνει δύο, μέρος τι τῆς οἰκίας καλούμενον πρόσκλιτον· «ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου», καὶ τὸν εὐώνυμον τόπον «πεσεῖται ἐκ τοῦ κλίτους σου». ἔστι καὶ ἕτερον διὰ τοῦ ΕΙ διφθόγγου ὅπερ καὶ ὀξύνεται καὶ σημαίνει τὸν ἔνδοξον· ἐξ οὗ καὶ ἀγακλειτός.

Καλλιέρημα · καλλιερῶ καλλιερήσω καλλιέρημαι. καλλιέρημά ἐστι δὲ ἕκαστον τῷ θεῷ φίλον θῦμα· καὶ οἱ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι «πνεύμα καὶ σάρκα συντετριμμένην». Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζουσι, ὅταν δαίμονί τινι θύσαντες ἐπιτύχωσι σημείων ἐν τῷ ἥπατι τοῦ ἱερείου καὶ τοῦτο καλῶν· καλλιέρημα δὲ ὅταν τῷ δαίμονι φίλον φίλον τὸ θῦμα διὰ τῶν φαινομένων ἀπατηλῶν ὀφθῇ σημείων.

Κυνικοί · φιλόσοφοι· ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατοι ὑπῆρχον, ὥσπερ καὶ ὁ κύων· οὗτοι γὰρ ἤλεγχόν τινα δημοσίως, καὶ οὐ κατʼ ἰδίαν· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὰ ἐποίουν, ὡς οἱ κύνες.

Κριθή · παρὰ τὸ κριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ὕστερον ἤρξαντο ἀπὸ κριθῆς ἄρτον ἐσθίειν.

Κινησίας · ἀπὸ τοῦ κινῶ, κινήσω, κινησίας.

Κίων · παρὰ τὸ κίειν εἰς ὕψος· ἢ παρὰ τὴν ἰὼν μετοχὴν πλεονασμῷ τοῦ Κ κίων.

Κάμινος · παρὰ τὸ ὑπομένειν καιομένην.

Κυκλώπειον · ἔστιν ὄρος ἐν Λιβύῃ· γέγονε δὲ ἀπὸ τοῦ Κύκλωπος.

Κειρία · σημαίνει τὸ σχοινίον, τὸ δεσμεῦον τὴν κλίνην· καὶ θηλυκῶς λέγεται. γίνεται δὲ παρὰ τὸ κείρω, τὸ κόπτω· ἢ παρὰ τὸ εἰς λεπτὰ κείρεσθαι· ἢ παρὰ τὸ κείρας, ὃ σημαίνει τὴν τρίχα, κερία καὶ πλεονασμῷ τοῦ Ϊ κειρία.

Κεῖος · σημαίνει τὸν πολίτην· παρὰ τὸ Κέω Κέιος καὶ συναιρέσει Κεῖος.

Κοῖος · ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν· ὅτι συνετός.

Κατωκάρα · ἐν τῇ συνθέσει ἐκ τοῦ κάτω καὶ τοῦ κάρα.

Κόνδαξ · παρὰ τὸ κῶ, τὸ κεῖμαι, κόαξ· καὶ πλεονασμῷ συμφώνων, κόνδαξ.

Κάμηλος · ὅτι χαμαὶ καθημένη αἴρει τὸ φορτίον, χάμηλος καὶ κάμηλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κάμπτειν τοὺς μηρούς.

Κόσμος · παρὰ τὸ κεῖσθαι ἅμα.

Κηκάς · ἡ λοιδορία· παρὰ τὸ κακὸς καὶ τὸ «κακῶς ἀφίει».

Κόρη · παρὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ.

Κλάδος · παρὰ τὸ καλὸν εἶδος ἔχειν.

Κάμπτω · ἐκ τοῦ γόνυ γονάπτω καὶ κατὰ παραγωγήν, καὶ ἐν συγκοπῇ γνάπτω· καὶ τροπῇ τοῦ Γ εἰς Κ, καὶ ἐν ὑπερβιβασμῷ κάμπτω.

Κρεβάτιν · παρὰ τὸ κρεμᾶν τὰς βάσεις.

Καιριώτερον · σημαίνει τὸ ἀναγκαιότερον, ἐκ τοῦ καίριος, τοῦτο ἐκ τοῦ Κήρ, ὃ σημαίνει τὴν θανατηφόρον Μοῖραν, κλίνεται Κηρός, συστολῇ Καρός. «τίω δέ μιν ἐν καρὸς αἴσῃ». κατὰ παραγωγὴν κάριος, καὶ καίριος, ὁ ἐπικινδυνότερος.

Κόμανα · κόμη, Κομάνη καὶ τὸ οὐδέτερον Κόμανον καὶ τὸ πληθυντικὸν Κόμανα· λέγεται γὰρ τὸν Ὀρέστην, τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, φεύγοντα μετὰ τῆς ἀδελφῆς αὐτοῦ ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι.

Κυνίζω · παρὰ τὸ κινῶ, κινΐζω καὶ κυνίζω· τὸ δὲ παρὰ τὸ κίω, τὸ δὲ παρὰ τὸ ἴω, τὸ πορεύομαι.

Κασσίτερος · παρὰ τὸ θᾶσσον τείρεσθαι.

Κάμνειν · ἐπιπονεῖν καὶ ἐργάζεσθαι, ἐπὶ τῶν ἀσθενικώτων, καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαβὼν δὲ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπειπεῖν καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, ἀπέκαμνον νουθετῶν καὶ παραινῶν.

Καππάδοξ · ἐκ τῶν εἰς ΟΞ ἀρσενικῶν μόνον τὸ Καππάδοξ διὰ τοῦ Ο μικροῦ γράφεται.

Κημός · παρὰ τὸ κάμπτω καμὸς καὶ κημός, τῆς θέσει μακρᾶς εἰς τὴν φύσει μετακληθείσης μακράν.

Ἀρχὴ τοῦ Λ

Λευκός · παρὰ τὸ λεύσσω, τὸ βλέπω· ὁ εὐσύνοπτος καὶ εὐειδὴς καὶ λαμπρός, λέγεται καὶ χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ διαχέει τὴν ὄψιν· τὸ δὲ μέλαν συγκριτικόν ἐστι· συγκρίνει γάρ.

Λαοδίκη · ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη γίνεται Λαοδίκη.

Λιγύς · παρὰ τὸ λέγω λεγὺς καὶ λιγύς· ἢ παρὰ τὸ λίαν ἡδύς.

Λύπη · παρὰ τὸ λύειν τοῖς δάκρυσι τοὺς ὦπας· λύη τις οὖσα. καὶ τί μετέχει ἐκ τοῦ λύειν; λύσις γὰρ τῆς ψυχῆς τὸ πάθος.

Ληνός · παρὰ τὸ λεαίνεσθαι πατουμένην ἐν αὐτῇ τὴν σταφυλήν.

Λήγω · τὸ παύω· τὸ ΛΗ, Η διὰ τί; τὰ διὰ τοῦ ΗΓΩ ῥήματα εἴτε βαρύτονα εἴτε περισπώμενα διὰ τοῦ Η γράφονται· βαρύτονα μὲν οἷον θήγω τὸ ἀκονῶ, τμήγω τὸ διαχωρίζω, ἀρήγω τὸ βοηθῶ· περισπᾶται δὲ ληγῶ, ὁδηγῶ, φορτηγῶ, πλὴν τοῦ πνίγω καὶ θίγω τὸ προσεγγίζω, λίγω τὸ ὑμνῶ, καὶ χωρὶς τοῦ μίγω ὅπερ μετὰ τοῦ Σ λέγεται, καὶ γίνεται μίσγω.

Λόγος · διὰ τί βαρύνεται; τὰ εἰς ΓΟΣ δισύλλαβα διβράχεα, ἀπὸ ῥημάτων γινόμενα, βαρύνονται· ψόγος γόμος μόγος ὃ σημαίνει τὴν κακοπάθειαν, ἐξ οὗ καὶ τὸ μογεῖν τὸ κακοπαθεῖν.

Λίαν · τὸ ΑΝ μακρόν· τὰ εἰς ΑΝ λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν ἁπλὰ ἑνὶ φωνήεντι παραλήγοντα ἐκτείνει τὸ Α, οἷον, πέραν ἄγαν λίαν.

Λίθος · παρὰ τὸ λίαν θέειν κατʼ ἀντίφρασιν ὁ μὴ λίαν θέων, ἀλλʼ ἑδραῖος ὤν· τὸ ΛΙ, Ϊ διὰ τί; τὰ διὰ τοῦ ΗΘΟΣ ὀνόματα διὰ τοῦ Η γράφονται, πλὴν τοῦ λίθος καὶ πίθος.

Λεπρός · παρὰ τὸ λέπος, λεπηρὸς καὶ λεπρός· ἢ παρὰ τὸ λέπω τὸ λεπίζω, ὁ μέλλων λέψω, ὁ παρακείμενος λέλεφα λέλεμμαι λέλεψαι λέλεπται, καὶ ἐξ αὐτοῦ λεπτὸς καὶ τροπῇ τοῦ Τ εἰς Ρ λεπρός.

Λίπος · παρὰ τὸ λίαν ἐπίρρημα καὶ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· τὸ λίαν λιπαρὸν καὶ εὐδιάλυτον.

Λυσιτελής · σημαίνει τὸν εὔκολον ὄντα, καὶ μὴ στραγγαλιώδη· γίνεται δὲ παρὰ τὸ λύω λύσω καὶ τὸ τέλος λυσιτελής.

Λῆμνος · εἰ μὲν σημαίνει τὴν πόλιν κλίνεται ἡ Λῆμνος τῆς Λήμνου καὶ γράφεται διὰ τοῦ Η καὶ γίνεται παρὰ τὸ ΛΑ ἐπιτατικὸν μόριον καὶ τὸ ὕπνος καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ Α εἰς Η καὶ πλεονασμῷ τοῦ Μ Λῆμνος· εἰ δὲ τὴν ὑδατώδη λίμνην γράφεται διὰ τοῦ Ϊ καὶ κλίνεται ἡ λίμνη τῆς λίμνης.

Λαιστρυγών · ὁ ἀδηφάγος, παρὰ τὸ πάνυ στυγεῖν, ἤγουν μισεῖσθαι, ὁ ἀπάνθρωπος.

Λιπαρῶ · τὸ παρακαλῶ· παρὰ τὸ λίαν παρεῖναι τοὺς καλούντας.

Λάθρα · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ λαθραίως· γίνεται δὲ ἐκ τοῦ λήθω τὸ λανθάνω· ὁ γὰρ λάθρα ποιῶν τι λανθάνειν πολλοὺς οἴεται.

Λάσκω · παρὰ τὸ λαλῶ· ὡς καὶ Εὐριπίδης «τοιαῦτα λάσκει τοῖς ἀναγκαίοις φίλοις».

Λιτανεύω · παρὰ τὸ λιτή, τοῦτο παρὰ τὸ λίσσω τὸ ἱκετεύω, τοῦτο παρὰ τὸ λίαν καὶ τὸ ἵζω τὸ κάθημαι.

Λαξευτήριον · ἔστι ξέω, καὶ πλεονασμῷ τοῦ Υ ξεύω καὶ μετὰ τοῦ ΛΑ ἐπιτατικοῦ μορίου τὸ πάνυ ξέω, καὶ ἐξ αὐτοῦ λαξευτήριον.

Λευχειμονείτω · ἔστι λευκὸς καὶ ἕω τὸ ἐνδύομαι, οὗ ὁ παρατατικὸς εἷον, ὁ παθητικὸς εἷμαι· καὶ ἐξ αὐτοῦ εἷμα ἐξ οὗ καὶ ἱμάτιον· ἐκ τοῦ λευκὸς καὶ τοῦ εἷμα γίνεται λευκείμων, καὶ τροπῇ τοῦ Κ εἰς Χ λευχείμων, ὁ λευκὰ ἱμάτια ἔχων. ἐκ δὲ τοῦ λευχείμων γίνεται λευχειμονῶ, ὁ παρατατικὸς ἐλευχειμώνουν καὶ τὸ προστακτικὸν λευχειμώνεε λευχειμώνει· καὶ τὸ τρίτον λευχειμωνεέτω λευχειμωνείτω.

Λελουμένος · παρὰ τὸ λούω, τὸ καθαίρω, καὶ πλεονασμῷ τοῦ Ο λούω, ὁ μέλλων λούσω, ὁ παθητικὸς παρακείμενος λέλουμαι καὶ ἡ μετοχὴ λελουμένος.

Λουκᾶς · Ῥωμαῖόν ἐστι τὸ ὄνομα, οὐχ Ἑλληνικόν· ἄλλοι δὲ λέγουσιν ὅτι ἀπὸ τοῦ λευκὸς γέγονε, Λευκᾶς καὶ Λουκᾶς.

Λάμπω · παρὰ τὸ σέλας, ὃ σημαίνει τὸ φῶς, καὶ τὸ ἔμπω γίνεται σελάμπω «καὶ» κατʼ ἀφαίρεσιν τῆς ΣΕ συλλαβῆς λάμπω.

Λαβύρινθος · ἔστι σπήλαιον ἀντρῶδες παρὰ κάθοδον, δυσχερές, καὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι λαμβάνονται ἐπὶ τῶν ἀφύκτων λόγων, ὧν οὐδεὶς δύναται ἐκφυγεῖν.

Λεαίνω · ἐκ τοῦ λεῖος· τοῦτο ἐκ τοῦ λάω, τοῦτο παρὰ τὸ λῶ, καὶ ἐξ αὐτοῦ λαύω καὶ ὄνομα λαῦος, καὶ τροπῇ τοῦ Α εἰς Ε λεῦος, καὶ τοῦ Υ εἰς Ϊ λεῖος, καὶ ἐξ αὐτοῦ λειαίνω καὶ λεαίνω· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν.

Λέπρα · σημαίνει τὸν ἐλεφαντιασμόν, παρὰ τὸ λέπος. ἐλεφαντιασμὸς δέ ἐστιν ὁ, δίκην ἐλέφαντος, τινὰ μὲν μέρη τοῦ σώματος λευκά, τινὰ δὲ μελάντερα ἔχων· γίνεται δὲ παρὰ τὸ λέπος, ὃ σημαίνει τὸ δέρμα· εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος γίνεται ὁ ἐλεφαντιασμός.

Λοβός · τὰ κατώτερα μέρη τῶν ὤτων· «ἐϋτρήτοισι λοβοῖσι»· καὶ ἀγγεῖον ἐρεβΐνθης καὶ κυάμου· καὶ παρὰ τοῖς θητικοῖς τὰ κάτω μέρη τοῦ σώματος.

Λύρα · παρὰ τὸ λύω λύσω λύρα· λύσις γὰρ ἐδόθη τοῦ Ἑρμοῦ καὶ Ἀπόλλωνος, ὑπὲρ οὗ ἔκλεψεν τοὺς βοῦς ὁ Ἑρμῆς.

Λαῖλαψ · παρὰ τὸ λάπτω λάψω λάψ, καὶ κατὰ ἀναδιπλασιασμὸν λάλαψ καὶ πλεονασμῷ τοῦ Ϊ λαῖλαψ.

Λάβραξ · παρὰ τὸ βορά, καὶ τὸ ΛΑ ἐπιτατικὸν μόριον λάβραξ παρώνυμος, ὡς λίθος λίθαξ.

Λεῖκνον · διφορούμενον κατὰ τὴν γραφήν· παρὰ τὸ λείπω, καταλείπει γὰρ τὰ χρήσιμα καὶ τὰ ἄχυρα ἐκβάλλει.

Λειχήν · παρὰ τὸ λείχω, καὶ γάρ, φασίν, ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται· ἢ παρὰ τὸ λεῖον κατʼ ἀντίφρασιν, τὸ μὴ ὂν λεῖον.

Λειόβατος · παρὰ τὸ λεῖον.

Λείψανον · παρὰ τὸ λείβω λείψω· ἢ παρὰ τὸ λείπω λείψανον. λείψανα γάρ εἰσι τὰ καταλείμματα.

Λειτουργός · παρὰ τὸ λήιτον, ὃ σημαίνει τὸ δημόσιον καὶ τὸ ἔργον, γίνεται ληιτοεργὸς καὶ τροπῇ τοῦ Η εἰς Ε λειτουργός.

Λητώ · Ἀπολλώδορος «Ἐλεητώ»· ἐλεήμων γὰρ ἡ θεός· «κατὰ δέ τινας Λητώ».

Λιβρός · ὁ σκοτεινός· παρὰ τὸ λίαν ἔρεβος.

Λυγαῖον · τὸ σκοτεινόν, παρὰ τὸ λύειν τὸ αὖγος.

Λέληκα · οὐκ ἀπὸ τοῦ λέγω, ἀλλʼ ἀπὸ τοῦ λαλῶ, λαλήσω, λελάληκα, κατὰ συγκοπὴν λέληκα.

Λάμια · ἀπὸ τοῦ ἔχειν λαιμὸν μέγαν, Λαίμια καὶ Λάμια.

Λάτρον · ὁ μισθός, ἐκ τοῦ τηρῶ τοῦ σημαίνοντος τὸ βλέπω καὶ τοῦ ΛΑ ἐπιτατικοῦ γίνεται λατήριον καὶ λάτρον πρὸς ὃ βλέπει ὁ μισθωτός.

Λύθρον · ἡ ἀκαθαρσία· κυρίως τοῦ σημετὰ κόνεως αἷμα· παρὰ τὸ λύματα καὶ καθάρματα δεῖσθαι.

Ληιστοί · οἱ ἐκ λείας καὶ λῃστείας κτητοί, ἀπὸ τοῦ ληίζω.

Ἀρχὴ τοῦ Μ

Μακρά · ὄνομα ἐκ τοῦ μακρός, τοῦτο ἐκ τοῦ μῆκος· ὥσπερ παρὰ τὸ κύδος γίνεται κυδρός, ὡς καὶ τὸ «κυδρὴ παράκοιτις» οὕτως παρὰ τὸ μῆκος γίνεται μηκερὸς καὶ κατὰ συγκοπὴν μηκρός, καὶ τροπῇ τοῦ Η εἰς Α μακρός· ἠνίκα γὰρ πλεονάζει τὸ σύμφωνον, τρέπεται τὸ μακρὸν εἰς βραχύ· τὸ δὲ «μακρὰ βιβῶντα», ἔστιν ἐπίρρημα δισταγμοῦ μεσότητος ἀντὶ τοῦ μεγάλως.

Μάχη · παρὰ τὸ ἄχος, ὃ σημαίνει τὴν λύπην, ἄχη καὶ πλεονασμῷ τοῦ ΜΑ μάχη.

Μωϋσῆς · παρὰ τὸ μῶυ, ὃ σημαίνει τὸ ὕδωρ, καὶ τὸ ἔω, ὃ σημαίνει τὸ λαμβάνω, ὁ ἐκ τοῦ ὕδατος ληφθείς.

Μεθύω · παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μὴ θεῖν, ἤγουν τρέχειν· οἱ γὰρ μεθύοντες ἀκίνητοί εἰσι μέχρις ὅτε ἀπομεθύσουσιν· ἢ παρὰ τὸ μεθίω τὸ ἀμελῶ.

Μολῶ · παρὰ τὸ πολιῶ γίνεται πολῶ, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον γίνεται μολῶ.

Μῆκος · παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ γίνεται μῆγος καὶ μῆκος· τὸ τοῖς ἐν αὐτῷ ἐρχομένοις κόπον παρέχον.

Μύξα · παρὰ τὸ ἀπὸ μυκτήρων κρίνεσθαι.

Μασχάλη · παρὰ τὸ εἰς μάχας χαλᾶσθαι ἢ παρὰ τὸ σχῶ σχήσω σχάλη καὶ μασχάλη.

Μύσταξ · ἀπὸ τοῦ τοὺς μυκτῆρας στάζειν ἐν αὐτῷ.

Μάγκιπες · Ῥωμαϊστὶ οἱ τεχνῖται τοῦ ἄρτου.

Μᾶλλον · τὸ ΜΑ μακρόν. πᾶν δίχρονον, ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπαγομένου συστέλλεται, οἷον, ἀμνός, φαλκονίλλα· σεσημείωται τὸ μᾶλλον παρὰ Ἀττικοῖς ἐκτεινόμενον,

Μεγάλη · ἀπὸ τοῦ μέγας· τοῦτο δὲ εἴρηται ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου τόπου.

Μασθός · παρὰ τὸ μῶ τὸ ζητῶ, καὶ τὸ θῶ τὸ θηλάζω, κατʼ ἀντίφρασιν, ὁ μὴ πρὸς τὸ θηλάζειν ζητούμενος.

Μαστός · παρὰ τὸ μεστὸς εἶναι γάλακτος.

Μέλισσα · παρὰ τὸ ἐν τοῖς «μήλοις» ἱζάνειν· τὰ δὲ μῆλα σημαίνει τὰ ἄνθη αὐτοῖσι μήλοισι· καὶ τί μετέχει; εἰς τὰ ἄνθη· ἡ γὰρ μέλισσα τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγει καὶ ποιεῖ τὸ μέλι.

Μέτωπον · παρὰ τὸ ἐπάνω τῶν ὠπῶν ἵστασθαι.

Μέχρι · τὰ πεφυκότα ἐπιρρήματα, κἄν τε μετὰ τοῦ Σ, κἄν τε ἄνευ τοῦ Σ διὰ τοῦ Ϊ γράφονται, οἷον, πολλάκις, ὀλιγάκις, μέχρις, μέχρι.

Μάρτυς · παρὰ τὸ μαίρω τὸ λάμπω, ὁ εἰς φῶς ἄγων τὰ πράγματα.

Μόνος · παρὰ τὸ οἴω τὸ μονῶ, γίνεται οἶος, καὶ πλεονασμῷ τοῦ Μ μοῖνος καὶ ἐκβολῇ τοῦ Ϊ μόνος· ὁ μὴ μετὰ ἑτέρου ὤν. ἢ παρὰ τὸ εἷς ἑνὸς καὶ πλεονασμῷ τοῦ Μ μένος καὶ τροπῇ τοῦ Ε εἰς Ο μόνος.

Μαλάσσω · ἐκ τοῦ ἀλλάσσω· τὸ γὰρ μαλασσόμενον ἀλλάσσεται.

Μάνδρα · παρὰ τὸ μένειν ἐν αὐτῇ τὰ τετράποδα ἢ παρὰ τὸ ἄντρον, ὃ σημαίνει τὸ σπήλαιον, ἄντρα καὶ μάνδρα.

Μονιός · σημαίνει τὴν ἄρκον, καὶ γίνεται παρὰ τὸ μόνος μονιός, ἡ γὰρ ἄρκος οὐ προσκολλᾶται ἑτέρῳ τινί· καταχρηστικῶς δὲ σημαίνει δαίμονα.

Μαλάχη · παρὰ τὸ ἔκλυτον καὶ ἀκράτητον εἶναι. ἔστι δὲ εἶδος φυτοῦ λεγόμενον μῶλυ.

Μεμάσσειν · μαλάσσειν, ὡς οἶμαι, καὶ κατατήκειν καὶ δαπανᾶν καὶ καταναλίσκειν.

Μετάρσιος · παρὰ τὸ αἴρω ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἐξ αὐτοῦ ἄρσιος καὶ μετάρσιος, ὁ λίαν ὑψούμενος· ἡ γὰρ μετὰ ἐπίτασιν σημαίνει ἀρτίως.

Μέντοι γε · ἐπίρρημα μεσότητος· ἐκ τοῦ μὲν συνδέσμου, καὶ τοῦ ΓΕ παραπληρωματικοῦ.

Μονοκερώτων · ἔστι κείρω τὸ κουρεύω. ἐξ αὐτοῦ κέρας ἡ γενικὴ κέρατος· τὸ Ἰωνικὸν κέραος καὶ Ἀττικὸν κέρως, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· καὶ μετὰ τοῦ μόνος μονόκερως μονοκέρωτος.

Μαστίζω · παρὰ τὸ ἲς ἰνὸς γίνεται ἱνὰς καὶ ἱμάς, ἱμάντος· ἐξ αὐτοῦ κατὰ ἀποβολὴν τοῦ Ϊ μαστίζω, τὸ μετὰ δυνάμεως πλήσσω.

Μηθενός · τρία μέρη λόγου εἰσί· τὸ μὴ ἀπαγορευτικόν· τὸ ΤΕ συμπλεκτικὸν σύνδεσμον, καὶ τὸ ἑνὸς ὄνομα· ἀπὸ τοῦ εἷς ἑνός, κατὰ συγκοπὴν μηθενός.

Μεμυαλωμένα · παρὰ τὸ μύω τὸ σφαλίζω, γίνεται μυελὸς ὁ ἐσφαλισμένος ὑπὸ τοῦ ὀστέου· γίνεται δὲ καὶ μυαλός, ἐκ τοῦ μυαλῶ μυαλώσω, καὶ τὰ λοιπὰ δῆλα.

Μάννα · ὄνομα βάρβαρον, γίνεται δὲ παρὰ τὸ μῶ τὸ ζητῶ, θηλυκὸν ὄνομα, ἡ μάννα, τῆς μάννας, «ἣν πάντες ζητοῦμεν»· καὶ τὸ οὐδέτερον μάννα.

Μηνιεῖ · ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, οὗ ὁ μέλλων μανῶ, ὁ δεύτερος ἀόριστος ἔμανον καὶ ἔμηνα· ἐκ τούτου μῆνις, μηνίω μηνίσω, ὁ Ἀττικὸς μέλλων μηνιῶ.

Μεσούσης · ἔστιν ἴσος, καὶ τροπῇ τοῦ Ϊ εἰς Ε, καὶ πλεονασμῷ τοῦ Μ, μέσος, καὶ ἐξ αὐτοῦ μεσῶ, μεσώσω, συζυγίας τρίτης τῶν περισπωμένων· ἡ μετοχὴ μεσῶν μεσοῦντος, τὸ θηλυκὸν μεσοῦσα μεσούσης· καὶ ἀπὸ τοῦ μεσάζω μεσάζουσα καὶ μεσοῦσα καὶ κατὰ συγκοπήν.

Μύλος · παρὰ τὸ μειοῦν λίαν.

Μεταξύ · παρὰ τὸ μέσος, μεσασγὺ καὶ μεταξύ.

Μάγος · παρὰ τὸ μάσσω τὸ μαλάσσω, ὁ διὰ τῶν μαγικῶν ἐμπλάστρων τὰ μέλλοντα ἡμῖν προλέγων.

Μείζων · παρὰ τὸ μέγας, μεγάτερος, μεγίων, μέσσων, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς Ζ, καὶ πλεονασμῷ τοῦ Ϊ μείζων.

Μέτριον · τὸ ταπεινόν, παρὰ τὸ μετρῶ τὸ ὑποταπεινούμενον· τοῦτο παρὰ τὸ μέτριον, τοῦτο παρὰ τὸ μείρω τὸ μέτρον· «σημαίνει δύο», τὸ ταπεινὸν καὶ τὸ ὑποκοριστικὸν τοῦ μέτρου.

Μηρυκισμός · ἐκ τοῦ μηρυκίζω, τοῦτο ἐκ τοῦ μηρύκω· μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύεσθαι τὴν τροφὴν καὶ εἰς μικρὰ κόπτειν. τοῦτο παρὰ τὸ μηρύω τὸ ἀναλέγομαι· τοῦτο παρὰ τὸ μέρος, μερύω, μηρύω τὸ εἰς μέλη κοπτόμενον.

Μεταμέλεια · σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταμέλομαι καὶ μετανοῶ καὶ μεταγιγνώσκω.

Μισθαρνία · παρὰ τὸ μισθὸς καὶ τὸ ἀρνῶ, τὸ ἀντικαταλλάσσω, ἐξ οὗ καὶ παράγωγον ἀρνύω καὶ ἄρνυμι καὶ ἀρνύμενος· τὸ δὲ ἀρνύω παρὰ τὸ ἀρνός· οἱ γὰρ ἀρχαῖοι διʼ ἀρνῶν ἐποιοῦντο τὰς ἀμοιβάς.

Μήνυμα · παρὰ τὸ μηνύω, τοῦτο παρὰ τὸ ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι, ἄνυμαι οὖν ἄνυμα καὶ μήνυμα· ἢ παρὰ τὸ μνῶ μνύω καὶ πλεονασμῷ τοῦ Η μηνύω.

Μαγγανεία · ἐκ τοῦ μαγγανεύω· τοῦτο παρὰ τὸ μάγγανον, τοῦτο παρὰ τὸ ἄγω, τὸ φέρω.

Μαλακισθέντες · ἀντὶ τοῦ χαυνωθέντες, τὸ θέμα μαλακίζω, γίνεται ἐκ τοῦ μαλακός.

Μοχθηρία · λέγεται ἡ κακία, ἀπὸ τοῦ μοχθηρός, ὃ σημαίνει τὸν κακόν· τοῦτο ἐκ τοῦ μόχθος, τοῦτο ἐκ τοῦ μόγος, ὃ σημαίνει τὸν κόπον, πλεονασμῷ τοῦ Θ καὶ τροπῇ τοῦ Γ εἰς Χ.

Μοιχός · σημαίνει δύο· τὸν ἐνδότατον τόπον, τὸ Ϋ ψιλόν· παρὰ τὸ νὺξ νυχὸς καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχός, οἱονεὶ ὁ ἐνδότατος καὶ σκοτεινότατος τόπος· μοιχὸς δὲ ὁ πόρνος, τὸ ΜΟΙ δίφθογγον, καὶ γίνεται παρὰ τὸ εἴκω, τὸ πρέπω, ὁ μέσος παρακείμενος εἶκα· λόγῳ παραληγούσης ΟΙ καὶ μετὰ τῆς μὴ μηοίκος, καὶ τροπῇ μοιχός, οἱονεὶ ὁ τὰ μὴ πρέποντα πράσσων.

Μείλινος · παρὰ τὸ μελέω μελείνος καὶ συγκοπῇ μέλινος καὶ πλεονασμῷ τοῦ Ϊ μείλινος.

Μειλίγματα · σημαίνει τὰ πραϋντικά, ἀπὸ μειλίσσω μείλιγμα.

Μείλια · σημαίνει τὰ ἐξώπροικα παρὰ τὸ μειλίσσω.

Μαντίνεια · ἔστιν ὄνομα πόλεως, ἀπὸ τοῦ Μαντινεύς, Μαντίνεια.

Μίνθη · ἥν τινες ἡδύοσμον καλοῦσιν. ἔστι δὲ καλαμίνθη, ἄγριον ἡδύοσμον, ἥντινα λυπηθεῖσα ἡ Δημήτηρ καὶ ἰδοῦσα, ἄκαρπον ἐποίησε· μήποτʼ οὖν ἡμεῖς μίνθον κατʼ ἀντίφρασιν τὴν δυσωδίαν καλοῦμεν;

Μύστρον · ἀπὸ τοῦ μιστύλλεσθαι, τουτέστιν εἰς μικρὰ κόπτειν, ἤγουν ἐπαίρειν.

Μήνη · ἀπὸ τοῦ μὴν μηνός, ἢ ἀπὸ τοῦ μήνις· αὕτη γὰρ τὸ πάθος αὐξάνουσα διὰ τῆς ὑποστακτικῆς ὑπάρξεως.

Μαῖρα · ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπʼ αὐτοῦ πάντα· λέγεται δὲ ὁ κατηστερισμένος κύων ἀπὸ τοῦ μαίρειν ὅ ἐστι λάμπειν.

Μιμαλλόνες · παρὰ τὸ μιμεῖσθαι ἄνδρας· ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν, ἥτις κεῖται παρὰ Καλλιμάχῳ.

Μαλακόν · παρὰ τὸ λίαν καλὸν εἶναι.

Μενδήσιος · Μένδης ἐλέγετο παρʼ Αἰγυπτίοις ὁ τράγος, ἐκ τοῦ Μένδης Μένδητος Μενδήτεος καὶ Μενδήσιος· ἢ τοπικόν ἐστι, ὡς θαλάσσιος, οὐράνιος.

Μελχισεδέκ · βασιλεὺς εἰρήνης· μελχὶ γὰρ λέγεται ὁ βασιλεὺς καὶ τὸ σεδὲκ ὄνομα εἰρήνης καὶ ἀνάγεται εἰς τὸν Χριστόν. τὸ ΧΙ, Ϊ ἐκ παραδόσεως.

Μέδων · σημαίνει τὸν βασιλέα· ὄνομα μετοχικόν· τὸ θέμα μέδω παρὰ τὸ ἕζω τὸ καθέζομαι· ἕζων καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος.

Μήτηρ · παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν γένωνται μητέρες φυλάττονται πρὸς τὸ μὴ μολυνθῆναι τὴν παρθενίαν αὐτῶν· ἡνίκα δὲ γένωνται μητέρες οὐ τηροῦνται.

Μαιμάσσει · σφύζει, προθυμεῖται, κυματοῦται· παρὰ τὸ αἷμα αἱμάσσω καὶ μαιμάσσω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ.

Μακκοᾷ · ἀνοηταίνει, παρὰ τὸ μὴ καὶ τὸ κοῶ τὸ νοῶ· μηκκοῶ καὶ τροπῇ καὶ ἐπεισόδῳ μακκοῶ ὡς ἥδω ἁνδάνω.

Ἀρχὴ τοῦ Ν

Νέκυς · παρὰ τὸ κῖκυς ὃ σημαίνει τὴν ἰσχύν, καὶ μετὰ τοῦ ΝΕ στερητικοῦ νέκικυς, καὶ ἐν συγκοπῇ νέκυς, ὁ ἐστερημένος τῆς ἰσχύος.

Νεκρός · παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ κὴρ κηρός, ὃ δηλοῖ τὴν ψυχήν, γίνεται νήκερος, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ Η εἰς Ε νεκρός.

Νῶτος · σημαίνει τὴν ψύαν· κατʼ ἐπαύξησιν· γίνεται δὲ παρὰ τὸ νοτίς, ὃ σημαίνει τὴν ὑγρότητα, ἐπαυξήσει τοῦ Ο εἰς Ω· ἢ παρὰ τὸ ὦ ῥῆμα, ὃ σημαίνει τὸ ὑπάρχω, ὦτος καὶ νῶτος.

Νάρθηξ · παρὰ τὸ νέρθεν τοῦ ἄμβωνος εἶναι.

Νεφέλη · παρὰ τὸ νίφω τὸ χιονίζω· τὸ ΦΕ, ψιλὸν διὰ τί; τὰ διὰ τοῦ ΕΛΗ θηλυκὰ τρισύλλαβα ἑνὶ φωνήεντι παραλήγονται· Σεμέλη, ἀγέλη, κυψέλη, νεφέλη.

Νεβρός · σημαίνει τῆς ἐλάφου «τὸ γέννημα»· παρὰ τὸ νεωστὶ πρὸς πορείαν ἰέναι· ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν· ὁ ἐστερημένος τῆς τροφῆς.

Νεφθαλείμ · ὄνομα ἄκλιτον· γέγονε δὲ παρὰ τὸ θάλλω τὸ αὔξω καὶ τὸ εὖ μόριον, εὐθαλὴς καὶ νεφθαλεὶμ πλεονασμῷ τοῦ Ν καὶ τροπῇ τοῦ Ϋ εἰς Φ· σημαίνει δὲ τὴν ἀντίληψιν.

Νεώτερος · παρὰ τὸ νέος· τοῦτο παρὰ τὸ νέω, τὸ πορεύομαι· συμπορευομένη γὰρ ἡ ἡλικία τῷ νεωτέρῳ.

Νομή · παρὰ τὸ νέμω νομή, σημαίνει δὲ τὴν τροφήν· ὀξύνεται· τὰ εἰς ΜΗ λήγοντα ἰαμβικὰ παραληγόμενα τῷ Ο ἔχοντα ῥήματα ἀντιπαρακείμενα διὰ τοῦ Ε ὀξύνονται· οἷον νομή, ἀνατολή, ἀνατομή· τὸ μέντοι Εὐνόμη καὶ Ἀμφινόμη βαρύνονται.

Νοσσιά · παρὰ τὸ νεοσσός· τοῦτο δὲ παρὰ τὸ ΝΕ στερητικόν, καὶ τὸ σεύω τὸ ὁρμῶ.

Ναί · ἀπὸ τοῦ νοῦς νοὸς νοῒ καὶ τροπῇ τοῦ Ο εἰς Α ναί· διὸ καὶ ὀξύνεται.

Νόμισμα · παρὰ τὸ νομίζω, νομίσω, νόμισμα· τὸ νομιζόμενα μηδὲν εἶναι.

Νίσομαι · τὸ πορεύομαι· ὤφειλε διὰ τοῦ ΕΙ· ἀνεφάνη γὰρ τὸ Ε ἐν τῷ νέομαι· ἀλλʼ ἡ παράδοσις ἔχει τὸ Ϊ θεματικόν. νίσω· τὸ ΝΙ μακρόν.

Ἀρχὴ τοῦ Ξ

Ξυνωρίς · σημαίνει τὴν δυάδα· γίνεται ἐκ τοῦ ξυνάορος, ὅ ἐστι μετὰ τινῶν συναρμοζόμενος· τοῦτο ἐκ τῆς ξὺν Ἀττικῆς προθέσεως, καὶ τοῦ ἄρω τὸ ἁρμόζω· ἐκ τοῦ οὗν ξυνάορος, τὸ θηλυκὸν ξυναορὶς καὶ κατὰ κρᾶσιν ξυνωρίς.

Ἀρχὴ τοῦ Ο

Ὀδυσσεύς · εἴρηται ἀπὸ ἱστορίας. Ἀντίκλειαν γάρ φησι τὴν Ὀδυσσέως μητέρα, ἐγκύμονα οὖσαν ὀδεύουσαν ἐν τῇ Ἰθάκῃ καὶ τοῦ Διὸς ὕσαντος, ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν, ἀποτεκεῖν τὸν Ὀδυσσέα, καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας ἐπέτυχεν.

Ὄρνις · παρὰ τὸ ὄρω τὸ διεγείρω, οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τούτου τοῦ ζώου. ὄρνις ὄρνιθος. ὁ κανών· τὰ εἰς ΙΣ λήγοντα ὀνόματα ἔχοντα πρὸ τοῦ Ϊ δύο ἀμετάβολά τινα διὰ τοῦ ΘΟΣ κλίνονται· δέλλις δέλλιθος, ἔστι δὲ εἶδος ζώου ὅμοιον μηλίσσῃ, μέρμις μέρμιθος, σημαίνει δὲ τὸ σχοινίον· οὕτως οὖν καὶ ὄρνις ὄρνιθος· πλὴν τοῦ Τράλλις Τράλλεως, τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ΩΣ κλίνεται.

Ὅστις · ὄνομα ἀναφορικόν. συνετέθη δὲ ἐκ τοῦ ΟΣ ἄρθρου ὑποτακτικοῦ καὶ τοῦ τὶς ὀνόματος ἀορίστου· τὸ γὰρ ἐρωτηματικὸν ἀεὶ τὸν οἰκεῖον τόνον φυλάσσει καὶ οὐδέποτε ἐγκλίνεται· ποίου εἴδους τῶν ὑποπεπτωκότων; ἀναφορικοῦ.

Οὗτος · ἀντωνυμία μονοπρόσωπος· τέσσαρες γάρ εἰσιν μονοπρόσωποι ἀντωνυμίαι, οὗτος, αὐτός, ἐκεῖνος καὶ ὅδε καὶ ὁ δεῖνα κατὰ παραγωγήν· τὸ δὲ δεικτικὸν οὑτοσί, ἐκεινοσί, ὁδὶ γίνεται κατʼ ἐπέκτασιν τοῦ Ϊ πρὸς ἐμφανισμὸν πλείονος δείξεως· ἐστερήθη καὶ τὴν διὰ τοῦ Ϊ ἐπέκτασιν ὁ οὗτος, ἡ κλητικὴ ὦ οὗτος Ἀττικῶς. ὁμοίως καὶ τὸ ἐκεῖνος, ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ γὰρ οὗτος καὶ ἡ ἐκεῖνος ἀντωνυμίαι δεικτικαί εἰσι, ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ.

Ὄλισθος · σημαίνει τὸν συμποδισμόν, καὶ γίνεται παρὰ τὸ ὅλως ἵεσθαι, ὅ ἐστι πορεύεσθαι, ἢ παρὰ τὸ ὅλως θέειν, κατʼ ἀντίφρασιν.

Ὀχυρός · παρὰ τὸ ἔχω ἐχυρὸς καὶ ὀχυρός.

Ὁμιλεῖν · παρὰ τὸ ὁμοῦ, καὶ τὸ εἵλω, τὸ συστρέφω· ὁ ὁμοῦ τὰς ἴλας, ἤγουν τοὺς λόχους, συστρέφων.

Ὄρχις · παρὰ τὸ πρὸς ἀφροδίσια παρέχειν ὄρεξιν.

Ὄσπριον · παρὰ τὸ σπέρω σπόριον σπείρω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ Ο ὄσπριον.

Ὀπώρα · παρὰ τὸ τῇ ὥρᾳ ἕπεσθαι ἤγουν ἐπακολουθεῖν.

Ὁποῖος · τὸ ΠΟΙ δίφθογγον· τὰ διὰ τοῦ ΟΙΟΣ θέματα, συλλαβῆς πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ διφθόγγου γράφονται· παντοῖος, ἀλλοῖος, ὁποῖος, ἐπαγοροῖος.

Οἴκαδε · τὸ οἴκοι τί διαφέρει; οἴκαδε, τὸ εἰς τὴν οἰκίαν τὴν ἱδίαν πορεύεσθαι· οἴκοι δὲ τὸ εἰς ἑτέρου τινός.

Οὐδέν · ὄνομα οὐδέτερον· οὐδείς, οὐδενός· ὁ κανών· τὰ εἰς ΕΙΣ μονοσύλλαβα ἀρσενικὰ διὰ τοῦ ΝΟΣ κλίνονται· οἷον κτεὶς κτενός, δεὶς δενός· λοιπὸν ἐν τῇ συνθέσει τὸν αὐτὸν κανόνα φυλάσσει τοῦ οὐδετέρου σχήματος συνθέτου· ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ εἷς ἀριθμοῦ γίνεται οὐεὶς καὶ πλεονασμῷ τοῦ Δ οὐδείς.

Οὔπω · σύνδεσμος· συντάσσεται δὲ τῇ οὐ ἀποφάσει, καὶ τῇ μὴ ἀπαγορεύσει, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται· οὐ δειπνῶ, ἀπόφασιν ποιεῖται τελείαν· τὸ δὲ μήπω περιπατεῖν τῶν προσκαίρων ἀπαγόρευσιν τοῦ πράγματος δηλοῖ· ὑπισχνεῖται δὲ μέλλων ἕπεσθαι· σεσημείωται παρέλκων ἐνταῦθα κείμενον· οἷον «σοι δʼ οὔπω πάγχυ μάκαρες θεοὶ λελάθοντο».

Οὐκ ἦν · ἔω, τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦον, τὸ δεύτερον ἦες, τὸ τρίτον ἦε· καὶ ἐν συναιρέσει τοῦ Η Ε εἰς Η μακρὸν καὶ πλεονασμῷ τοῦ Ν ἦν.

Ὄξος · παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι· σημαίνει καὶ ὄνομα ποταμοῦ, καὶ γράφεται διὰ τοῦ Ω μεγάλου.

Ὁρῶ · παρὰ τὸ χέω γίνεται χορῶ, καὶ ἀποβολῇ τοῦ Χ ὁρῶ· ὁ παρατατικὸς ὥραον, ὥραν, ὥραες, ὥρας, ὥραε, ὥρα καὶ τὸ προστακτικὸν ὅραε ὅρα ἐξ οὗ γίνεται κόρη τοῦ ὀφθαλμοῦ. καὶ τί μετέχει; χέω· χεόμενον γὰρ τὸ ὁρατικὸν πνεῦμα τὴν ὅρασιν ἀποτελεῖ· δασύνεται ... συστολῇ τοῦ Χ, ἔμεινεν ἡ ἀναλογοῦσα τοῦ Χ δασεῖα.