eul_wid: swk-er
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 61 (Monody on Nicomedia) by Libanius of Antioch

Nicomedia, where Libanius had made his name as a teacher, lies in ruins after the earthquake of 358, and this monody mourns it. He calls Poseidon to account, recalls the eagle and serpent that marked the city's founding, and describes walls, columns and roofs collapsing on a crowded morning. The lament ends with the empty harbour that ships now avoid, and with his wish for wings to carry him to the site.

Part of Orations 1–64

ΜΟΝΩΙΔΙΑ ΕΠΙ ΝΙΚΟΜΗΔΕΙΑΙ.

Εἶτα Ὅμηρος μὲν οὐδὲ τὴν τοῦ φυτοῦ φθορὰν ἄνευ τοῦ ἐλεῆσαι παρέδραμεν, ἀλλʼ ὥσπερ αὐτὸς ὢν ὁ φυτευσάμενος καὶ καμών, εἶτα ὁρῶν ἐπὶ γῆς ἐκτεταμένον οἱονεὶ θρῆνον εἰς τὸ ἔρνος ᾄδει· ἐγὼ δὲ τὴν Νικομήδους πόλιν, ἐν ᾗ λόγους μὲν οὓς εἶχον ἐπηύξησα, φήμην δὲ ἣν οὐκ εἶχον ἐπεκτησάμην, ταύτην δὴ τὴν ἔναγχος μὲν πόλιν, νυνὶ δὲ κόνιν σιγῇ δακρύσω, τοῦτο δὴ τὸ τῶν πολλῶν, ἢ καὶ λόγων αὐτῇ μεταληπτέον, οὓς ἐξέθρεψε; πάντως, εἰ καὶ αὐλητὴς ἐτύγχανον ὤν, νίκας αὐτόθι πολλὰς ἀνῃρημένος ἐπʼ αὐλήσει τοὺς ἄλλους ἂν ἀφεὶς ὅπως ἐδύναντο στένειν γοερῷ μέλει τὸν θρῆνον ἐπλήρουν. ἐξέστω δή μοι καθάπερ παροῦσι τοῖς θεοῖς διαλεχθῆναι καὶ εἰς εὐθύνας ἀγαγεῖν τῆς συμφορᾶς τὸν λόγον.

Οὐ σύ ποτε, ὦ Πόσειδον, ἐν Διὸς μετὰ τῶν ἄλλων συγκαθήμενος δαιμόνων δυσχεραίνων τὸ τεῖχος τῶν Ἑλλήνων ὃ προὐβάλοντο τῶν νεῶν ἐν Ἰλίῳ τοῦτο μέγιστον αὐτῶν κατηγόρεις, ὅτι θεῶν ἀμελήσαντες ἐβάλοντο κρηπῖδα, καὶ διὰ τοῦτό γε εὖ ποιῶν, ἐπειδὴ ἥλω τὸ Ἴλιον, ᾠήθης χρῆναι καὶ τὸ τεῖχος ἀνελεῖν, καὶ ῥᾳδίως τοῦτο ἔπραττες κελεύσας εἰς αὐτὸ τοὺς ποταμοὺς ἐμβαλεῖν, οἳ ἀπὸ τῆς Ἴδης ὥρμων; τί δὴ τῷ ταύτης οἰκισμῷ μεμφόμενος παραπλήσιον βουλὴν ἐβούλευσας; οὐχ ὁ μὲν πρῶτος οἰκιστὴς ἑτέρωθι πολίζειν ἐπιχειρῶν ἀπαντικρὺ τῆς νῦν οὔσης, μᾶλλον δὲ τῆς οὐκέτʼ οὔσης, ἀφʼ ὑμῶν ἤρχετο τοῦ ἔργου, καὶ ἦν ἱερεῖά τε ἐπὶ βωμοῖς καὶ περὶ τοῖς βωμοῖς ὅμιλος, ὑμεῖς δὲ μετεστήσατε τὴν σπουδὴν ἐπὶ τὸν ὄχθον ἀετῷ τε καὶ δράκοντι; ὧν ὁ μὲν ἱερείου κεφαλὴν ἐκ τοῦ πυρὸς τοῖς ποσὶν ἁρπάσας, ὁ δὲ ἐκ γῆς ἀναδὺς μέγας τε καὶ ὁπόσον ἡ Ἰνδῶν λέγεται βόσκειν, ὁ μὲν τὸν ἀέρα τεμών, ὁ δὲ τὴν θάλατταν, συγκαταίρουσιν εἰς τὸν λόφον, οἱ δὲ εἵποντο θεοῖς ἕπεσθαι χειραγωγοῖς ἡγούμενοι. τὰ δὲ ἦν ἄρα πάντα ἀπάτη. κατακλύζεται δὴ τὸ πρῶτον πολέμου κύματι. ἔστω τοῦτο, καὶ γὰρ Κόρινθος ἣν ἔσχες καὶ γῆ Κέκροπος ἧς ἠράσθης. ἀφικνεῖται δεύτερος οἰκιστὴς μάλιστα δὴ βασιλέων θεοὺς ἡγεμόνας ποιούμενος, ὃς μεγέθει θυσίας ὑπερβαλόμενος Κροῖσον ὑμῶν νευσάντων ἐπηνώρθου τὸ ἄστυ. τῆς ποίας δὴ δίκην ὀλιγωρίας ὦφλεν, ὥσπερ ἡ Αἰτωλῶν γῆ τῆς Οἰνέως; καλὸν οὖν ἢ κατὰ θεῶν τρόπον ὧν συνεφάπτεσθε ποιημάτων ἀνθρώποις, ταῦτα ταῖς ὑμετέραις χερσὶ διαχεῖν καὶ μιμεῖσθαι τὰ παίδων οἷς ἄθυρμα τοῦτο εὕρηται τὸ διαφθείρειν ἃ πεποιήκασιν; ἐκεῖνο δὲ καλόν, ὦ Πόσειδον, ὑπὲρ μὲν τῆς Ἀττικῆς οὔπω πόλεως αὐτόθι ἰσχυούσης διʼ ἔριδος ἐλθεῖν πρὸς τὸ γένος καὶ ἐν ἀκροπόλει τοσοῦτον ἀπεχούσῃ θαλάττης ῥόθιον δεῖξαι, πόλεως δὲ τοσαύτης τε καὶ τοιαύτης μὴ ὅπως ἔρωτα λαβεῖν, ἀλλὰ καὶ ὑποσπάσαι τὸ βάθρον;

Τίς γὰρ ἐκείνης, μείζων μὲν οὐκ ἂν εἴποιμι, καλλίων δέ; μέτρῳ μὲν γὰρ τεττάρων ἐλείπετο τοσοῦτον ἀτιμάσασα τοῦ μεγέθους ὅσον ἔμελλε λυπήσειν τῶν οἰκητόρων τοὺς πόδας, εἰς δὲ κάλλους λόγον τὰς μὲν ἀπέλειπε, ταῖς δὲ ἐξισοῦτο, πάντως δὲ οὐκ ἐκρατεῖτο δεχομένη μὲν ταῖς ἀγκάλαις τὴν θάλατταν, εἰσιοῦσα δὲ εἰς τὴν θάλατταν ταῖς ἄκραις, ἐπιβαίνουσα μὲν τῆς χηλῆς, ἀναβαίνουσα δὲ ἐπὶ τὸν λόφον, στοῶν δύο δυάσι διειλημμένη διηκούσαις τοῦ παντός, λάμπουσα μὲν δημοσίοις κατασκευάσμασι, τοῖς δὲ ἰδίοις συνεχὴς ἐκ τῶν ὑπτίων ἐπὶ τὴν ἄκραν οἷον κυπαρίττου κλάδοι ἄλλος ἐπʼ ἄλλῳ, νάμασι διαρρεομένη, κήποις δορυφορουμένη. βουλευτήρια δὲ καὶ χωρία λόγων καὶ ἱερῶν πλῆθος καὶ λουτρῶν μεγέθη καὶ λιμένος καιρὸν εἶδον μέν, δηλῶσαι δὲ οὐκ ἂν δυναίμην. πλὴν τοσοῦτόν γε ἐρῶ, ὅτι φοιτῶντες ἐκ Νικαίας ἐκεῖσε διὰ μὲν τῆς ἄλλης ἰόντες ὑπέρ τε τῶν δένδρων ἐποιούμεθα λόγους καὶ τῆς γῆς πρὸς ὅτου φορὰν ἀγαθὴ οἰκείων τε πέρι καὶ φίλων καὶ παλαιᾶς σοφίας, παραμείψαντες δὲ τῶν ὀρῶν τοὺς ἑλιγμούς, ἐπεὶ φανείη τὸ ἄστυ, τοῦτο δὲ ἐγίγνετο τῆς ἀποστάσεως ἐν πεντήκοντα σταδίοις οὔσης καὶ ἑκατόν, ὁπότʼ οὖν ἐκλάμψειε, περὶ μὲν τῶν ἄλλων σιγὴ ἦν, ὁ λόγος δὲ ἅπας ἡ πόλις. καὶ οὔτε καρποὶ πρὸς αὑτοὺς εἷλκον αἰωρούμενοι τοῖς κλάδοις, οὐ νῶτα ληΐων, οὐ θαλάττης ἐργάται, καίτοι πέφυκέ πως ὁδοιπόρων ὀφθαλμὸν ἐπισπάσασθαι θαλαττουργὸς καὶ κώπην ἀναφέρων καὶ δίκτυον ἀφιεὶς καὶ διʼ ἀγκίστρων ἐπιβουλεύων ἰχθύσιν, ἀλλʼ ἦν δεινοτέρα γοητεῦσαι τῆς πόλεως ἡ μορφή. καὶ τυραννεύουσα τῷ κάλλει τῶν ὀμμάτων μίαν αὐτοῖς εἰργάζετο τάσιν τὴν πρὸς αὑτήν. ἴσον δὲ τὸ πάθος τῷ τε πρῶτον ὁρῶντι καὶ ὅστις ἐνεγήρα τῇ πόλει. ἐδείκνυ δʼ ἂν οὑτωσὶ τῷ πέλας ὁ μὲν βασίλειον ἐπαστράπτον τῷ κόλπῳ, ὁ δὲ θέατρον ὑπερλάμπον τῆς ὅλης, ἄλλος δὲ ἄλλας ἀλλαχόθεν ἐκπεμπομένας αὐγάς. ὃ δὲ ἐνίκα, χαλεπὸν ἦν εὑρεῖν. ὥστε ὥσπερ ἄγαλμα σεβόμενοι προσηλαύνομεν. χωροῦντι δὲ ἐπὶ Χαλκηδόνος μεταστρέφεσθαί τε ἦν ἀνάγκη, μέχρι τὴν θέαν ἡ φύσις ἀφῃρεῖτο τῆς ὁδοῦ, καὶ ἐοικέναι τοῖς ἑορτῆς πεπαυμένοις.

Τὴν δὴ τοιάνδε πῶς οὐ πάντα τῶν θεῶν τὸν χορὸν ἐχρῆν περιστάντα φρουρεῖν παραγγέλλοντας ἀλλήλοις προσέχειν τὸν νοῦν ὅπως μηδενὶ γένοιτο παραδῦναι κακῷ; νῦν δὲ οἱ μὲν ἐπέθεντο, οἱ δὲ ὑπεχώρησαν, ἤμυνε δὲ οὐδείς. καὶ ταῦτα πάντα ἃ διῆλθον ἦν ποτε. νῦν δʼ οὐκ ἔστιν.

Ὢ δαίμονος, οἷον τῆς οἰκουμένης ἀπήνεγκε βόστρυχον. ὡς ἐξετύφλωσέ γε τὴν ἑτέραν ἤπειρον γενναῖον ἐκκόψας ὀφθαλμόν. ὡς δεινὴν κατέχεε τῆς Ἀσίας ἀμορφίαν οἷον ἄλσους τὸ μήκιστον ἐκτεμὼν ἢ οἷον μορφῆς τῆς καλλίστης ῥῖνα περιτεμών. ὢ σεισμῶν ἀδικώτατε, τί τοῦτο ἔδρασας; ὢ πόλεως ἀπελθούσης. ὢ προσηγορίας εἰκῆ μενούσης. ὢ διὰ γῆς καὶ θαλάττης ἀλγηδόνος δραμούσης. ὢ φήμης ἣ πάσης μὲν ἡλικίας, πάσης δὲ τύχης ἔσεισε τὴν καρδίαν. τίς οὕτω λίθινος, τίς ἀδαμάντινος ὅτῳ μὴ τὴν ψυχὴν ἔτρωσεν ὁ λόγος; τίς οὕτω κρείττων δακρύων ὃς οὐκ ἔπεσεν εἰς δάκρυα; ὢ παθήματος μυρία κάλλη τῆς πόλεως εἰς ἓν χῶμα κεράσαντος. ὢ δυστυχοῦς ἀκτῖνος, οἵαν μὲν προσέβαλε τὴν πόλιν ἀνασχοῦσα, οἵαν δὲ ἀφεῖσα κατέδυ;

Μικρὸν μὲν ἀπεῖχεν ἡμέρα περὶ πλήθουσαν ἀγορὰν εἶναι, θεοὶ δὲ φύλακες τῆς πόλεως τοὺς νεὼς ἐξελελοίπεσαν, ἡ δὲ ἐφέρετο καθάπερ ναῦς ἐρήμη. τῆς τριαίνης δὲ ὁ δεσπότης κινεῖ μὲν τὴν γῆν, κυκᾷ δὲ τὴν θάλατταν. καὶ αἱ ῥίζαι τῇ πόλει οὐκέτι ἐπεπήγεσαν, ἀλλὰ τοῖχοί τε τοίχοις προσέπιπτον κίονές τε κίοσιν ὀροφαί τε κατέρρεον θεμέλιοί τε ἐξεπήδων. καὶ πάντα ἐταράττετο. ἀνεφαίνετο μὲν τὸ κρυπτόμενον, τὸ φαινόμενον δὲ ἀπεκρύπτετο. σχήματα δὲ ἐκεῖνα καὶ ἄρθρα καὶ τὸ διὰ τῶν μερῶν συμπληρούμενον εἶδος πάντα ἡ προσβολὴ πρὸς μίαν ἀνεμίγνυ σύγχυσιν. οἱ δὲ ἄνθρωποι πρὸς ἔργοις ὄντες ἐβάλλοντο κοινοῖς τε καὶ ἰδίοις οἰκοδομήμασιν. ἐπὶ μὲν τῷ λιμένι φόνος ἐγίνετο πολύς τε καὶ ἀγαθῶν περὶ τὸν ἄρχοντα δὴ τῶν λογάδων ἠθροισμένων. θέατρον δὲ ἀπορραγὲν ὅσον ἐπέσχε κατήνεγκε. τὸ δὲ ἀεὶ καταφεῦγον εἰς τὸ οὔπω πεπτωκὸς ἐπειδὴ εἴσω γένοιτο κατεχώννυτο. θάλαττα δὲ βιασθεῖσα τῆς γῆς ἐπελάβετο. πῦρ δὲ ὁπόσον ἦν ἑκασταχοῦ λαβόμενον τῆς ξυλώσεως προσέθηκεν ἐμπρησμὸν τῷ σεισμῷ, καὶ ἄνεμός τις, ὥς φασιν, ἔτρεφε τὴν φλόγα. καὶ νῦν ἡ πολλὴ πόλις κολωνὸς πολύς. οἱ δὲ διαδύντες ὀλίγοι δή τινες μετὰ τραυμάτων ἀλῶνται.

Ἥλιε πάντα ὁρῶν, τίς ποτε ἐγένου καὶ ταῦτα ὁρῶν; πῶς οὐ κατέσχες πόλιν τοσαύτην ἐξιοῦσαν τῆς γῆς; ἀλλʼ ὑπὲρ μὲν βοῶν ὧν ἥψαντο ναῦται πεινῶντες πάντα ποιεῖς καὶ ἀπειλεῖς τοῖς ἐν οὐρανῷ δώσειν σεαυτὸν τῷ Πλούτωνι, τὴν δὲ τῆς γῆς ἀγλαΐαν, πολλῶν μὲν βασιλέων πόνον, μακροῦ δὲ πόνου τέχνημα, μεθʼ ἡμέραν ἀναρπαζομένην οὐκ ᾤκτειρας;

Ὦ καλλίστη πόλεων, ὡς ἀπίστῳ γε λόφῳ παρεδόθης τὸ πρῶτον πονηρῷ τε καὶ πονηρὸν ἵππον μεμιμημένῳ καλὸν ἱππέα τῶν νώτων ἐκκεκρουκότι. ποῦ νῦν στενωποί; ποῦ στοαί; ποῦ δρόμοι; ποῦ κρῆναι; ποῦ δὲ ἀγοραί; ποῦ μουσεῖα; ποῦ τεμένη; ποῦ δὲ ὄλβος ἐκεῖνος; ποῦ νεότης; ποῦ γῆρας; ποῦ λουτρὰ Χαρίτων καὶ Νυμφῶν αὐτῶν, ὧν τὸ μέγιστον ὁμώνυμον βασιλεῖ τῷ ἐκπονήσαντι πόλεως ὅλης ἀντάξιον; ποῦ νῦν βουλή; ποῦ δῆμος; ποῦ γυναῖκες; ποῦ παῖδες; ποῦ βασίλειον; ποῦ δὲ ἱππόδρομος Βαβυλωνίων τειχῶν ἰσχυρότερος; οὐδὲν ἄσυλον, οὐδὲν ἀνάλωτον. πάντα εἴσω τῆς συμφορᾶς. ὦ πλήθη ναμάτων, ποῦ ῥεῖτε νῦν; ἐπὶ ποίας οἰκίας; ἐπὶ ποίας κρήνας; ἀπερρώγασι μὲν ὀχετοὶ καὶ πολυσχιδεῖς τῶν ὑδάτων ὁδοί. φέρεται δὲ τῶν πηγῶν χορηγία κατὰ τὸ εἶκον χαράδρας τε ἐργαζόμενον καὶ ἐν τοῖς κοίλοις λιμνάζον. ἀρύεται δὲ οὐδεὶς οὐδὲ πίνει οὔτε ἄνθρωπος οὔτε ὄρνιθες. καὶ γὰρ τούτοις φοβερὸν τὸ πῦρ, ὃ διὰ πάσης κάτωθεν ἕρπον, ᾗ ἂν ἐνδιδῷ τὰ ἄνω, πρὸς τὸν ἀέρα τοξεύει. τὴν δὲ δὴ πολυάνθρωπον ἔχει μεθʼ ἡμέραν μὲν οὐδείς, νυκτὸς δὲ δῆμος εἰδώλων, ἅ μοι δοκεῖ στενοχωρίαν τοῖς ὑπὸ γῆν ποιήσειν, ἐπειδὰν περάσῃ τὸν Ἀχέροντα.

Λήμνια μὲν ὑμνεῖτο κακὰ καὶ Ἰλιὰς κακῶν, στήσεται δὲ ἐκείνων ἡ μνήμη, τὰς δὲ ὑπερβολὰς τῶν δεινῶν ἐνθένδε ὁ βουλόμενος ἐνδείξεται. ἤδη που σεισμὸς τὸ μέν τι περιεῖλε, τοῦ δὲ ἀπέσχετο, ἀλλὰ ταύτην γε ἐστόρεσεν. ἤδη τινὰς ἐστόρεσεν, ἀλλʼ οὐ τοσαύτην γε ἔκλινεν. εἰ γὰρ τῶν σωμάτων ἐστέρητο μόνων λοιμῷ κατασυρέντων ἢ κατὰ νόμον ἔξω πανδημεὶ θυόντων καὶ μὴ ἐπεπτώκει, πόλιν ἅπασαν οὐ χρῆν ἀποκείρασθαι· νῦν τοίνυν ἄμφω κεῖται καὶ τὸ σχῆμα τοῦ ἄστεος εἰς τὸν τῶν οἰκητόρων ἐλύθη φόνον. ὀδυρέσθω δὴ πᾶσα μὲν νῆσος, πᾶσα δὲ ἤπειρος, καὶ γεωργοὶ καὶ ναυτίλοι, καὶ κῶμαι καὶ καλύβαι, καὶ πᾶν ὅ τι εἰς ἀνθρώπου φύσιν τελεῖ, καὶ κατεχέτω τὴν οἰκουμένην κωκυτὸς ὁποῖος τὴν Αἴγυπτον ἐπʼ οἰχομένῳ τῷ Ἄπιδι. νῦν ἔδει καὶ πέτραις δοθῆναι δάκρυα καὶ ὄρνισι νοῦν εἰς συναυλίαν τοῦ πένθους.

Ὢ λιμένος, ὃν φεύγουσαι νῆες ἀνήγοντο σπουδῇ τὰ ἀπόγεια κόπτοντες. ὁ πρὶν ὁλκάδων ἔμπλεως οὐδὲ λέμβον εἰσπλέοντα δείκνυσιν, ἀλλʼ ἔστι φοβερώτερος ἐμπόροις τοῦ τῆς Σκύλλης οἰκητηρίου. ὢ δυστυχίας ὁδοιπόρων, οἳ τὴν μηνοειδῆ μὲν καὶ σκιερὰν ὁδὸν ἣ περὶ τὸ τέρμα τοῦ κόλπου χαριέντως ἐλήλατο, ταύτην μὲν οὐκ ἴασιν, ἐμβάντες δὲ εἰς πλοῖον παραπλέουσι τὸν ὄχθον ἐφʼ ὃν ἠπείγοντο πρότερον, τρέμοντες ὥσπερ τὴν Χάρυβδιν, τεκμαιρόμενοι τῇ θαλάττῃ τὰ πάλαι ἑστηκότα.

Ὦ φιλτάτη πόλεων, σὺ μὲν κατέκλασας ἀνθρώπους τῷ πάθει, σὺ δὲ ἐξέπληξας τῷ πτώματι, καὶ γένος ἅπαν ἐν ἱκετηρίαις κάθηται δοκοῦντες τῶν ὅλων κατακεκρίσθαι τελευτήν. μὴ γὰρ ἂν ἔτι μηδενὸς εἶναι φειδὼ μετὰ τὸ κάλλιστον.

Τίς ἄν με πτερώσας ἐκεῖσε κομίσειε; τίς ἂν ἐπὶ τῆς ἄκρας στήσειε; πικρὸν μὲν ἰδεῖν, ἔχει δέ τινα παραμυθίαν ἐραστῇ παιδικοῖς περιχυθῆναι κειμένοις.