ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΤΑ ΤΩΝ ΠΡΟΣΕΔΡΕΥΟΝΤΩΝ ΤΟΙΣ ΑΡΧΟΥΣΙΝ.
Πολλῶν, ὦ βασιλεῦ, γεγενημένων μοι πρὸς σὲ λόγων ὑπὲρ μεγάλων τε καὶ σπουδαίων πραγμάτων πανταχοῦ σε καὶ προσέχοντα λαβὼν καὶ πρὸς τὰς παραινέσεις ἡδέως ἐσχηκότα καὶ νῦν εἰσῆλθον ὑπὲρ ἀξίων φροντίδος καὶ οὐδὲν ἐλαττόνων ἢ ʼκεῖνα ποιησόμενος τοὺς λόγους. αἰτῶ δὴ παρὰ τῶν θεῶν ἱκανῶς τε δυνηθῆναι διδάξαι καὶ πεπεικότα σε καὶ δόξαντα εὖ φρονεῖν ἐνθένδε ἀπελθεῖν.
Οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι δύο ταῦτα τῶν τὴν ἀρχὴν ὑμῖν συνεχόντων εἶναι τὰ μέγιστα, τήν τε τῶν ὅπλων ἰσχὺν καὶ τὴν τῶν νόμων. ὧν ἡ μὲν τῶν πολεμίων περιεῖναι ποιεῖ, παρὰ δὲ τῶν ἔστι τῶν δικαίων τυγχάνειν. αὐτοῖς δέ γε τοῖς νόμοις δεῖ δικαστῶν τῶν ἃ λέγουσιν ἐκεῖνοι ποιησόντων. οὐ γὰρ δὴ χεῖρες οὐδὲ πόδες εἰσὶ τοῖς νόμοις, οὐδʼ εἴ τις αὐτοὺς καλέσειεν, οὔτʼ ἀκούσονται βοῶντος οὔτʼ ἀφίξονται βοηθοῦντες. βοηθοῦσι δέ γε διὰ τῶν δικαζόντων. τῶν δʼ ἀνθρώπων τοὺς μὲν ποιεῖ δικαίους ὁ φόβος, τοὺς δὲ τὸ δοῦναι δίκην βελτίονας. κρατουμένων μὲν οὖν τῶν πολεμίων καὶ τῶν νόμων κρατούντων εὐδαίμοσιν ἔστιν εἶναι· εἰ δὲ ἐπτηχότων ἐκείνων ἐν τοῖς νενικηκόσι τοὺς πολεμίους ἡττῷτο τῶν ἀδίκων τὰ δίκαια, πόλεμός τις οὗτος ἐν τοῖς ὁμοφύλοις ἕτερος, ὡς μικρὸν εἶναι κέρδος τὰ ἀπὸ τῶν ὅπλων. εἰ μὲν οὖν οἷόν τʼ ἦν εἶναι πανταχοῦ τὰ ὑμέτερα σώματα, τῶν ἀρχόντων οὐδὲν ἂν τούτων ἔδει τῶν ἐπὶ τὰ ἔθνη παρʼ ὑμῶν πεμπομένων ἅπασιν ὑμῶν τοῖς δικαζομένοις ἀποχρώντων, ὥσπερ αὐτῆς τῆς τοῦ ἡλίου λαμπάδος. ἐπεὶ δὲ τοῦτο οὐχ οἷόν τε, διʼ ἑτέρων αὐτοῖς ἐφεστήκατε καὶ διὰ τῆς ἐκείνων γνώμης ὑμεῖς τὰς ψήφους τίθεσθε. τούτους τοίνυν, εἰ καὶ λίαν εἶεν βέλτιστοι καὶ βούλοιντʼ ἂν ἀμύνειν τοῖς δικαίοις, ἔστι τὸ κωλύον καὶ τὴν ἀκρίβειαν ἀφαιρούμενον. τί τοῦτο;
Πολλοὶ τὰς τῶν ἀρχόντων καταγωγὰς ἀξιοῦσιν αὑτοῖς ἀνεῷχθαι καὶ τὰς αὑτῶν οἰκίας ἀφέντες ἐν ἐκείναις διατρίβουσιν εὐθὺς ἠριστηκότες ἐκεῖσε χωροῦντες ἀποσειόμενοι τὸν ὕπνον ὃν τὸ ἠριστηκέναι ποιεῖ. καὶ οἱ μὲν ἔτʼ ἀριστώντων ἥκοντες κάθηνται κάτω λαλοῦντες οὕτως, ὥστε ἐκείνους αἰσθάνεσθαι. τοῦτο δέ ἐστιν ἢ προεξαναστῆναι τοῦ τέλους ἢ σὺν ἀηδίᾳ μέχρι τοῦ τέλους ἐλθεῖν. καὶ πρόσεστιν ὕπνου στέρησις. οἷς δʼ ὑπῆρξε καὶ ὕπνου τι δέξασθαι, βοαῖς ταῖς τῶν ἡκόντων ἀφυπνίζονται μᾶλλον ἢ ταῖς παρὰ τῶν παιδαγωγῶν οἱ παῖδες. οὕτως ἀνέστραπται τὸ πρᾶγμα καὶ τὸ ἄρχειν τῶν ἀρχομένων ἐστίν. ἑσπέρα καὶ λύχνος, καὶ οὐδὲν μᾶλλον ἀπέρχονται. ἀλλὰ καὶ λουτρὸν τὸ τῶν ἀρχόντων αὐτοῖς, ὥστʼ ἐκείνοις μηδὲ πρᾶξαί τι τῶν ἀναγκαίων ἐνεῖναι. ἔπειτα ἕωθεν ἧκον πρόφασιν μὲν ἐπὶ προσρήσει, τῇ δʼ ἀληθείᾳ τὰ συμφέροντα σφίσι τῶν δικαίων δυνατώτερα ποιήσοντες. ὑπὲρ γὰρ ὧν τῇ προτεραίᾳ δείλης ἦσαν διειλεγμένοι, ταῦθʼ ἧκον ἀπαιτήσοντες.
Τὰς τοίνυν εἰσόδους ταύτας ἁπάσας, ὦ βασιλεῦ, νόμιζε κατὰ τῶν νόμων εἶναι καὶ διὰ ταύτας πολλοὺς μὲν δικαίως διώκοντας ἡττῆσθαι, πολλοὺς δὲ ἀδίκως κεκρατηκέναι. ἐν δὲ τούτοις βοσκήματα, ἀνδράποδα, γῆ, δανείσματα, δεσμοί, δεσμῶν λύσεις. καὶ γὰρ εἴ τίς ἐστιν ἄρχων οἷος αἰδεῖσθαι τὸ δίκαιον, πολλὰ ἂν ποιήσειεν ἄνθρωπος πολὺν χρόνον προσκαθήμενος καὶ μακρὰς ἐπῳδὰς ἐπᾴδων καὶ χειρῶν καὶ γονάτων ἁπτόμενος καὶ ἐπαίνους ὑπισχνούμενος καὶ κακῶς ἐρεῖν ἀπειλῶν. εἶθʼ ὁ μὲν ἐν μέσῳ κάθηται κατὰ τὸν νόμον, οἱ δὲ ἔνθεν καὶ ἔνθεν οὐκ ἐῶσιν εἶναι δικαστήν. πῶς γὰρ ἂν εἴη δικαστὴς νυττόμενος ἔνθεν καὶ ἔνθεν, ὅπως ἡ χάρις ἔχοι πλέον τοῦ νόμου;
Γίγνεται δέ τι καὶ τοιοῦτον ἐν τοιούτοις, ὦ βασιλεῦ. λέγουσι μέν τινες οὐδὲν τοιοῦτον πρὸς τὸν δικαστήν, φασὶ δὲ εἰρηκέναι, καὶ ὁ μισθὸς ὡμολόγηται. εἶτʼ ἐλθὼν φήσας εἰρηκέναι τι παρακάθηται τῷ δικαστῇ τὴν ψῆφον ἀναμένων, κατὰ δὲ τὸ δίκαιον ἐκείνης ἐνεχθείσης μισθὸν ἀπαιτεῖ ψήφου δικαίας πεπονηκὼς οὐδὲν οὐδέ γε φθεγξάμενος.
Καὶ τοῦτο δεινὸν μέν, ἀλλʼ οὐχ οἷον ἐκεῖνο τὸ καὶ παρὰ τὸ δίκαιον νικᾶν ἀξιοῦν οἷς συναγωνίζονται. ἢν γὰρ μὴ δῷς, φησί, τὴν χάριν, οὐκ οἴσεις τὰ βέλη τὰ ἀπὸ τοῦ στόματος. πάντως δὲ ἐπιτήδειον ἡ ἀγορὰ χωρίον τοῖς τὰ τοιαῦτα τοξεύουσιν. εἶτʼ ἀπὸ τῶν τοιούτων ἀπειλῶν χάριτες πονηραὶ καὶ ψῆφοι τράπεζαί τε λαμπραὶ τοῖς παρὰ τῶν κεκρατηκότων πεμπομένοις· οὐ γὰρ αὐτῶν γε τῶν τρυφώντων ἀναλισκόντων. καὶ ἔστιν αὐτοῖς τὸ μετὰ τὰς πρώτας θύρας ἀεὶ μεστὸν ἰχθύων, κεραμίων, ὀρνίθων, τῶν ἄλλων ὅσα δαῖτα δύναται ποιεῖν. κομίζεται δὲ πολλὰ πολλαχόθεν, τὰ μὲν ἐκ τῆς αὐτῆς πόλεως, τὰ δὲ ἐξ ἄλλων ὧν αἱ μὲν ἐν ἠπείροις, αἱ δὲ ἐν νήσοις. καὶ αἱ κάμηλοι πρὸς τὰς ὁλκάδας ἁμιλλῶνται. καὶ ἔδει μὲν ἐν πυροῖς καὶ κριθαῖς καὶ ἐσθῆτι καὶ οἴνῳ τὰ τοιαῦτα ἑστάναι, νῦν δὲ πολὺς μὲν ἄργυρος, πολὺς δὲ χρυσός. ὧν εἵνεκα τὰ τῶν ἀρχόντων βαλανεῖα προκέκριται τῶν κοινῶν τούτων καὶ μεγάλων. πολλὰ γὰρ ἂν αἰτηθείη καὶ παρὰ γυμνῶν καὶ παρʼ ἀποψωμένων καὶ ἐν ἑκατέρᾳ γε δεξαμενῇ θερμοῦ τε ὕδατος καὶ ψυχροῦ. οἱ δὲ δεόμενοι τῶν οὕτω λουμένων τάς τε ἐξόδους αὐτῶν ἀναμένουσι καὶ παρακολουθοῦσιν ἀκοῦσαί τι τῶν αὑτοῖς συμφερόντων εὐχόμενοι. οἱ δὲ τῷ προσώπῳ δηλώσαντες, ὡς οὐκ ὀλίγου πόνου τὸ πεπραγμένον, ἔδοσαν ἐλπίσαι, καὶ τὰ ὀνείρατα ἀμφοτέροις ἡδέα, τοῖς μὲν τὸ κράτος, τοῖς δὲ ὁ μισθός.
Ἀγανακτήσαι δʼ ἄν τις, ὦ βασιλεῦ, καὶ πρὸς ἐκεῖνο τὸ ἕωθεν ἀνισταμένους ὑπερβάντας τὰς ἄλλας φροντίδας οὔτε ὀλίγας καὶ προσηκούσας βαδίζειν εὐθὺς εἰς τὸ δικαστήριον. κουρεῖα δὲ οὐκ ἔστιν, ἰατρεῖα δέ, μυροπώλια δὲ δέξασθαι δυνάμενα καὶ λόγους καὶ συνουσίας; τί οὖν ταῦτα παρορῶντες ἐκεῖσε φέρεσθε καὶ τῆς ἐνταῦθα ἀπραγμοσύνης τὴν ἀηδίαν προτιμᾶτε τὴν ἐν τοῖς δικαστηρίοις; ἀλλʼ οὗτοι μὲν οὐκ ἐροῦσιν, ἐγὼ δέ, ὦ βασιλεῦ· ὅτι τῆς τοῦ κήρυκος δέονται φωνῆς, ἣν εἰσιόντων ἀφίησιν ἐκεῖνος πρὸ τῶν θυρῶν. οἱ γὰρ ἀκούσαντες ἅπαντες ἐπὶ τὴν ἐκείνων καταφεύγουσιν ἰσχύν. λυσιτελεῖ δὲ αὐτοῖς εἶναι τοὺς δεομένους αὐτῶν.
Βλαβεραὶ μὲν οὖν ταῖς πόλεσιν αἱ τούτων εἴσοδοι, βλαβεραὶ δὲ καὶ αἱ τῶν οὐκ ἀφικνουμένων ἐπιστολαί. καί, νὴ Δία γε, καὶ μειζόνως. ᾧ γὰρ οὐκ ἀφικνοῦνται, τοῦτο δέ ἐστι μέγεθος σχήματος, τούτῳ τὸ μηδενὸς ἀτυχεῖν ἔχουσι. πλέον γὰρ ἐνίοτε δύναται γραμματεῖον δίθυρον πολλῶν καὶ μακρῶν λόγων ἐγγύθεν λεγομένων. οὗτοι δὲ καὶ ἔρχονταί ποτε καὶ οὐδέποτε, τὸ πρότερον μὲν παρὰ τοὺς ἐν λαμπροτέρᾳ τάξει, τὸ δεύτερον δὲ παρὰ τοὺς ἐν ἐλάττονι.
Τούτων τοίνυν τῶν τηλικούτων ἄμφω κεκωλύσθαι φημὶ δεῖν, τά τε γράμματα καὶ τὰς ὁδούς. διʼ ἅπερ οὐδὲν ἐᾶται τῶν ἐγνωσμένων μένειν. δρόμος γὰρ εὐθὺς παρὰ τούτους, εἰ μὲν ἐξείη, καὶ αὐτῶν καθʼ ὧν ἡ ψῆφος, εἰ δὲ μή, τῶν οἰκείων, καὶ τὰ μὲν λέλυται, τοῖς δὲ ἔστι λαβεῖν. ὁ δʼ ἄρχων ὑπὸ τῶν οὐκ ἀρχόντων ἄρχεται. ὅταν γὰρ ὧν ἐψήφισται δυνατώτερον ᾖ τι, πῶς οὐ τοῦτο συμβαίνει; γίγνονται τοίνυν οἱ ταῦτα κεκελευκότες τῶν ἀφειμένων δεσπόται, καὶ ταῖς ἐκείνων ἐπιθυμίαις ἀντειπεῖν οὐκ ἔνι τούτοις.
Ἔστι τι καὶ ἕτερον ἔθνος, ὦ βασιλεῦ, τοῖς ἄρχουσιν ἐνοχλοῦν. ποῖον τοῦτο; οἱ τοῖς νέοις ἐφεστηκότες ἐπὶ βιβλίοις καὶ λόγοις. οἳ τὸ τῆς ἡμέρας ἥμισυ τὸ μετὰ μεσημβρίαν παρʼ ἐκείνοις διατρίβουσιν ὑπὲρ δικῶν τε καὶ μυρίων ἑτέρων δεήσεις ποιούμενοι. γνοίης δʼ ἂν αὐτοὺς πόρρωθεν τοῖς προσώποις πείσαντάς τε καὶ οὐ πείσαντας· ἐκ μὲν γὰρ ἐκείνου φαιδροί, τούτῳ δέ γε κατηφεῖς. δοκοῦσι μὲν γὰρ ἑτέρων κήδεσθαι, κήδονται δὲ σφῶν αὐτῶν. διὰ τοῦτο τῶν οὐκ εἰσιόντων ὁ εἰσιὼν εὐπορώτερος. οὐδὲ γὰρ πολλοστὸν μέρος τἀκ τοῦ διδασκαλείου τῶν ἐκ τῶν δικαστηρίων. κἂν ἐθελήσῃς τῶν διδασκάλων τοὺς ἐν πλούτῳ γεγενημένους ἐξετάσαι, τοῦτον εὑρήσεις τὸν πόρον, πλὴν εἴ τῳ κλήρους συγγενῶν ἡ Τύχη δέδωκεν, ἐπεὶ αὐτό γε τὸ παρὰ τῶν μαθητῶν πλοῦτον οὐκ οἶδε ποιεῖν, ἀλλʼ ἴσμεν καλῶς ὁπόσον. ταῖς δίκαις μὲν οὖν καὶ οἵδε λυμαίνονται, πρόσεστι δέ τι καὶ ἕτερον, τὸ τῶν διδασκαλείων αὐτῶν ἅπτεσθαι τὴν βλάβην. ποιεῖ γὰρ τὸν χείρω πολλάκις πράττειν ἄμεινον τοῦ βελτίονος. κρίνεται μὲν γὰρ ἡ εὐπραγία τῷ τῶν ὁμιλητῶν ἀριθμῷ, κτᾶται δὲ πλείους ὁ φίλην τὴν ἀρχὴν κεκτημένος παραδιδόντων τῶν πατέρων οὐ διὰ τοὺς λόγους, ἀλλὰ διὰ ταύτην τὴν δύναμιν. κἂν προσελθὼν αὐτοῖς εἴπῃς· ἄνθρωπε, προδίδως τὸν υἱόν. οὐχ ὁρᾷς τουτονὶ τὸν διδάσκαλον πλείω νέμοντα σπουδὴν τοῖς ἐν τοῖς δικαστηρίοις πράγμασιν, ἀφʼ ὅτου δὲ αὐτὸς προσαγορεύεται, πάρεργον τοῦτο πεποιημένον; οὐχ ὁρᾷς, ὡς αὐτῷ πλείων ἐκεῖθεν ἡ πρόσοδος; ὥστε μὴ δεῖν θαυμάζειν, εἰ τὸ πλέον μᾶλλον θεραπεύεται, ταῦτα ἀκούσας ἀποκρίναιτʼ ἂν ὁ πατὴρ τούτων μὲν μηδὲν ἀγνοεῖν, κερδαίνειν δὲ αὐτὸς τὰ μέγιστα διὰ τῆς τοῦ παιδὸς ζημίας πραττομένων αὐτῷ ῥᾳδίως ἁπάντων ἃ μόνης ἐστὶ δοῦναι τῆς ἀρχῆς. τοῦτο τούτοις μεῖζον ἀπεργάζεται τὸ ποίμνιον, οὐχ οἱ λόγοι. ἐπεὶ λόγους γε καὶ τοὺς ὄντας ἐκβάλοιεν ἂν αἱ περὶ ταῦτα ἀσχολίαι. οὐ γὰρ ἔστιν ὁμοῦ καὶ τούτων κἀκείνων ἐπιμέλειαν ἔχειν. ἀλλʼ ὅστις αὑτὸν διδάσκαλος τοῖς ἄρχουσι δέδωκεν, οὗτος αὑτὸν τῶν πόνων ὧν δεῖ τοῖς λόγοις ἀπέστησε. κακιόνων δέ σοι τῶν παιδεύειν ἀξιούντων γιγνομένων, ὦ βασιλεῦ, πῶς ἔνι βελτίους γενέσθαι τοὺς παιδευομένους; ὅταν γὰρ φαῦλον τὸ διδόμενον ᾖ, πῶς ἔνι καλὸν τὸ ληφθὲν εἶναι; δεῖ δή σοι μέλειν, ὦ βασιλεῦ, τοῦ πολλῶν δεξιῶν βασιλεύειν, τοῦτο δʼ ἂν ποιοῖς, εἰ τοὺς διδασκάλους τὰ αὑτῶν ποιεῖν ἀναγκάζοις. ἀναγκάσαις δʼ ἄν, εἰ τῶν ἀρχόντων σφίσιν ἀποκλείσαις νόμῳ τὰς θύρας.
Τί δʼ οὐκ ἔνι, φήσαις ἄν, τοῖς ἄρχουσιν, εἰ βούλοιντο, καὶ ἄνευ νόμου τοῦτο ποιεῖν; ἔνι. καὶ εἰσί γέ τινες ὀλίγοι κομιδῆ τοῦτο πεποιηκότες, οἷς πολλὰ ἀγαθὰ γένοιτο παρὰ τῆς Δίκης ἣ τῷ Διῒ παρακάθηται. καὶ ἤκουσαν μὲν οἱ τοῦτο πεποιηκότες κακῶς ὑπὸ τῶν ἐστερημένων τῆς πρὸς ἐκείνους ὁμιλίας, ὁμιλίαν δὲ ὅταν εἴπω, πρόσοδον λέγω, τὴν μέντοι ψυχὴν οὐκ ἐπλήγησαν οὐδὲ ἔλυσαν τὸ δόγμα διὰ τοὺς τοιούτους τῶν λόγων. οὐ μέντοι παρʼ ἅπασί γε τὴν τοιαύτην ἀνδρίαν εὕροι τις ἄν. ἀλλʼ ἔνι τις κἀνταῦθα δειλός, ὥσπερ ἐν στρατοπέδῳ, καὶ φοβερὸς ἐκείνῳ μὲν ὁ σίδηρος, τούτῳ δὲ ἡ βλασφημία, καὶ τὸ μηδὲν ἑαυτῷ συνειδέναι κακὸν οὐκ ἀρκεῖ. ἵνʼ οὖν ἀντʼ ἐκείνων ὁ νόμος ἔχῃ τὴν ἀξίαν καὶ μήτε εἰσίωσιν οὗτοι μήτε ἐκεῖνοι κακῶς ἀκούωσι, κεκωλύσθω τὸ πρᾶγμα βασιλείοις γράμμασιν.
Ἔξεστι γάρ, νὴ Δία, καὶ παροῦσι καὶ δεομένοις μὴ διδόναι χάριτας. ἔξεστι μέν, ἀλλʼ οὐ ῥᾴδιον. μεγάλας γὰρ ἀνάγκας ἔχουσιν αἱ δεήσεις καὶ τὸ ἅψασθαι καὶ χειρὸς καὶ γενείου καὶ τὸ γενέσθαι κατηφῆ. καὶ δάκρυον δʼ ἂν ἀφείη τις. ὁ δὲ καὶ αὐτοῦ μενεῖν ἀπειλήσει. μὴ γὰρ εἶναι ἀπελθεῖν ἀτυχήσαντι. πρὸ θυρῶν γὰρ ἑστάναι τὸν αὐτοῦ δεδεημένον, οὗ τὰς ἐλπίδας αἰσχύνεσθαι. τούτων ἡττᾶται πολλάκις ὁ δικαστής. διὰ ταῦτα δίδωσιν ἃ μὴ βούλεται. μὴ τοίνυν εἰσίτω μηδεὶς μηδὲ συνέστω μηδὲ διαλεγέσθω μηδὲ ἱκετευέτω μηδʼ ἀξιούτω λαβεῖν. οὕτω γὰρ οὐδὲ ὁ δώσων ἔσται. οὐ γὰρ δὴ διὰ θυρίδων εἰσπέμψει γράμματα προσδήσας βέλεσιν. εἰ δʼ οὖν τις καὶ ἀπώσεται τὴν αἴτησιν, πόσων μὲν αὐτῷ δεήσει λόγων, πόσης δὲ μηχανῆς, πόσου δὲ χρόνου. ταυτὶ δὲ οὐ μικρὰ ζημία τοῖς πράγμασιν ἑλκομένης τοῦ δικαστοῦ τῆς γνώμης ἐπὶ ταῦτα ἐκεῖθεν.
Ἀλλʼ εἰσὶν οἷς εἰσελθοῦσι προσειπεῖν ἀπόχρη. ἐγὼ δὲ οὐκ οἶδα μὲν τοῦτον τὸν ἄνθρωπον, ἔστω δὲ εἷς ἤ, εἰ βούλει γε, δύο, φαινέσθω καὶ τρίτος· πότερον οὖν κάλλιον μετὰ τῶν τοιούτων εἴργεσθαι καὶ τούτους ἢ τούτων εἵνεκα καὶ τοῖς τὰ δικαστήρια καρπουμένοις ἃ κεκλεῖσθαι χρῆν ἀνεῷχθαι, ἄλλως θʼ ὅτε τοῖς μὲν οὐκ εἰσιοῦσιν οὐδὲν βλάβος, οἱ δʼ ἂν εἰσιόντες βλάπτοιεν; εὑρήσεις δὲ ἐπὶ τῷ νόμῳ τούτῳ τοὺς μὲν οὐκ ἀχθομένους τοὺς ὀλίγους οὐδενὸς αὐτοῖς ἀπολλυμένου, τοὺς δʼ ἀποπνιγομένους τοὺς πολλοὺς πολλῶν αὐτοῖς ἀπολλυμένων. τί οὖν δεῖ τὴν πρὸς ἐνίους τιμὴν τοσούτοις ἀφορμὴν δοῦναι κατὰ τῆς τῶν δικαίων μερίδος;
Μάθοι γὰρ ἄν τι τῶν δεόντων παρὰ τῶν εἰσιόντων. μάθοι δʼ ἄν τι καὶ πονηρὸν παρὰ τῶν εἰσιόντων. ὅτι δὲ οἱ κακοὶ πλείους, ἀνδρὸς ἐπὶ σοφίᾳ δόξαν ἐσχηκότος ὁ λόγος. οὐκοῦν πλείους αἱ πονηραὶ γλῶτται τῶν χρηστῶν ἔσονται. οὐκοῦν πονηρότερος ἢ χρηστότερος ὁ ἄρχων ἡμῖν ἔσται. ἑωράκαμεν δὲ τοὺς κεκλεικότας τὰς θύρας εὐδοκιμηκότας αὑτοῖς συμβεβουλευκότας καὶ οὐδὲν τῶν χρησίμων αὐτοὺς ἐκφυγὸν παρὰ τὸ μὴ παιδαγωγεῖσθαι ταῖς τούτων γνώμαις. οἶμαι δὲ καὶ τὸ τὰς ἀρχὰς αὐτοὺς πεῖθον λαμβάνειν τοῦτʼ εἶναι τὸ δοκεῖν σοι νοῦν ἔχειν αὐτούς. πέμπεις γὰρ ὡς τὰ πρὸς εὐδαιμονίαν πόλεων πεπαιδευμένους, ἀλλʼ οὐχ ὡς παιδευθησομένους. εἰ δʼ ἑτέρων δεήσονται τῶν ἃ χρὴ ποιεῖν διδαξόντων, σέ τις ἂν αἰτιάσαιτο, βασιλεῦ, τὸν δέον ἀντὶ τούτων ἐκείνοις διδόναι τὰς ἀρχὰς τούτοις διδόντα.
Πολλὰ γὰρ ἄν, φησίν, ἁμαρτηθείη θυμῷ καὶ δεῖ παρεῖναι τοὺς καθέξοντας. πολλοὶ δέ γε λαβόντες θυμουμένους ἔτι μᾶλλον ἐξέμηναν ἄρχοντος ἀρετῇ προστιθέντες τὸν θυμὸν καὶ δεῖν μὲν εἶναι φοβερὸν τὸν ἄρχοντα τοῖς ἀρχομένοις λέγοντες, δεδιέναι δὲ μάλιστα τὸν ἀστράπτοντα θυμῷ. θυμὸν δὲ τὸν μὲν ἄλλοθεν ἐγγενόμενον ἐξερρίπισαν, τοῦ δʼ αὐτοὶ κατέστησαν ἀρχιτέκτονες ταύτῃ τοὺς ἅπαντά σφισιν εἴκοντας ἀναρπάζοντες. ὥστε τὸ πᾶσιν ἐξεῖναι παρʼ αὐτοὺς εἰσιέναι καὶ περὶ ὧν ἂν δοκῇ λέγειν οὐ μᾶλλον ὀργὰς δύναται καταπαύειν ἢ τὰς μὲν μείζους ποιεῖν, τὰς δὲ καὶ ἐντιθέναι. σὸν δή, βασιλεῦ, τοῖν δυοῖν τούτοιν ῥύσασθαι τοὺς ἄρχοντας. τὸν δʼ ἄνευ τούτων θυμὸν αὑτοῖς τε ἐπᾴδοντες σβέσουσι καὶ τῷ παρὰ τῶν παρέδρων χαλινῷ.
Καὶ χάριτας τοίνυν φήσουσιν εἶναί τινας οὐδὲν ἐχούσας ἐναντίον τοῖς νόμοις. εἰ δὲ ὁμολογοῦσι τοῖς νόμοις, ἄλλο τι ταῦτα κλητέον, οὐ χάριτας. εἰ γὰρ ἃ γένοιτʼ ἄν μοι παρὰ τῶν νόμων, ταῦτα λαμβάνω, πῶς ἔτι τοῦτο χάρις; ἢ πόθεν τουτωὶ τῷ πράγματι τοὔνομα; καὶ μὴν ὁ μὲν χάριν λαβὼν ἀμοιβὴν ὀφείλει τῷ δόντι, δικαστῇ δὲ ὑπηρετηκότι νόμοις οὐκ ἂν ὀφείλοιτο χάρις. ἃ γὰρ ἦν αὐτῷ κατʼ ἀνάγκην πράττειν, ἔπραξε. φημὶ τοίνυν κατʼ οὐδέτερον τῷ δικάζοντι δεῖν ὑπὲρ τοιούτων τινὰ διαλέγεσθαι οὔτε ἐπιτρεπόντων παρέχειν τοῖς αἰτοῦσι τῶν νόμων οὔτε μή. ἢ γὰρ ἃ δεῖ καὶ σιωπώντων ἔσται διὰ τοὺς νόμους ἢ χάριτας εἰ λέγοιεν οὐ συμβαινούσας τοῖς νόμοις, ταύτας λαβόντες ἔλαβον οὐ καλάς.
Εἰ δέ μοι λέγει τις δεσμωτήρια καὶ καταδίκας καὶ λύσιν ἑκατέρου διὰ τοὺς εἰσιόντας, ἴστω ὡς ἃ λυθῆναι μὲν προσῆκεν, ἐλύετʼ ἂν καὶ οὐκ εἰσιόντων, ὥσπερ ἐπʼ ἐκείνων ἐφʼ ὧν οὐκ ἦν εἴσοδος, ἃ δὲ ἐχρῆν ἢ ὅλως μένειν ἢ πλείω χρόνον, διὰ τοὺς εἰσιόντας ἢ ὅλως ἢ θᾶττον κινηθέντα κακῶς κεκινημένα. ἔκβαλε δὴ τὰς χάριτας ταυτασὶ τῶν δικαστηρίων, ὦ βασιλεῦ. καὶ μὴ πρὸς ἄνδρα, πρὸς δὲ τοὺς νόμους ὁ δικάζων βλέπων ἔν τε τοῖς μείζοσι καὶ ἐλάττοσιν οὕτω τὰ μὲν πραττέτω, τὰ δὲ μή.
Σὺ δὲ οὐκ εἶ, φησί, τῶν εἰσεληλυθότων; φημί, καὶ τῶν γε οὐκ εἰσεληλυθότων. ἐπεθύμουν μὲν γὰρ τούτου, ἠναγκαζόμην δὲ ἐκεῖνο, φεύγων μὲν εἰς ὅσον ἐξῆν, νικώμενος δὲ πλήθει τε καὶ πυκνότητι τῶν κλήσεων. οἱ δὲ ἀφικνούμενοι καὶ καλοῦντες νῦν μὲν ἰατροὺς ἑώρων περὶ τὸ σῶμα τοὐμόν, ὡς δὴ κάμνον, οὐ κάμνον, νῦν δὲ ἐπώλουν μοι τὸ δοκεῖν μὴ δεδυνῆσθαι μήτε ἔξω συντυχεῖν μήτε ἔνδον εὑρεῖν, ἀεὶ δὲ φεύγειν οὐκ ἦν. τοῦ δὲ δυσχεραίνειν με τὰς τοιαύτας εἰσόδους τεκμήριον τὸ καλεῖν εὐεργέτας ἐμαυτοῦ τοὺς οὐ καλοῦντάς με παρʼ αὑτούς. καὶ τοῖς μὲν ἄλλοις ἐδόκουν ἐκεῖνοι τῷ μὴ καλεῖν πλημμελεῖν, ἐμοὶ δὲ τὰ προσήκοντά τε ποιεῖν καὶ συμπράττειν εἰς τὸ χρῆμα τῶν λόγων. καὶ τῶν χρόνων μοι τούτους ἡδίστους γεγενῆσθαι νομίζω τοὺς ὅλως ἀκριβῶς περὶ τοὺς λόγους ἀνηλωμένους. καὶ ταῦτα λέγων οὐκ ἂν ἀπιστοίμην εἰκότως. οὔτε γὰρ Ἀριστείδῃ τῷ Λυσιμάχου γέγονεν ἀπὸ τῶν φόρων οὐδʼ ὀβολὸς οὔτʼ ἐμοὶ ἀπὸ τῶν παρὰ τὸν βασιλέα τὸν γενναῖον ἐκεῖνον καὶ λαμπρὸν καὶ τοῖς βεβιωμένοις καὶ τῇ τελευτῇ. καλὸν μὲν οὖν καὶ τὸ μὴ λαβεῖν, πολὺ δὲ κάλλιον τὸ μηδʼ ἀπολαβεῖν καὶ ταῦτα ἐκείνου προκαλουμένου τῆς τῷ πάππῳ συμβάσης τῶν ὄντων δημεύσεως οὐ πάσης λελυμένης. ἀλλʼ ὅμως καὶ τοῦτο ἔφυγον, ὅπως, ἔφην, μηδενὶ τρόπῳ μηδὲν τοιοῦτον κερδάναιμι. τοῦ χάριν δὴ ταῦτα διῆλθον; ἵνα πᾶσιν ᾖ πιστόν, ὡς ἡδόμην τῷ μὴ καλεῖσθαι μᾶλλον ἢ ταῖς τοιαύταις συνουσίαις. εἰ γὰρ μήτε χρήματα ἐποίουν διὰ τὸν οὐκ ἀξιοῦντα τὰ τοιαῦτα κερδαίνειν πράγματά τε καὶ πόνους ἀνθʼ ἡσυχίας παρεῖχον παρῃροῦντό τε τῆς περὶ τοὺς λόγους ἐπιμελείας, ὅπως ἡδοίμην ταῖς τούτων αἰτίαις;
Εὖ γάρ, φησί, πολλοὺς ἀπὸ τούτων ἐποίεις. πάλιν ἐνταῦθα μεμνήσομαι τῶν νόμων. ὧν ὑπὸ τῶν ἀρχόντων βεβαιουμένων, τοῦτο δʼ ἂν ἔχοιεν ὑπὸ τῶν ἀγαθῶν, οὐδὲν ἐμοῦ καὶ τοῦ δεῖνος δεήσει τοῖς ἀρχομένοις. εἰσῄειν, ὁμολογῶ. τοῦτο δʼ οὐκ ἂν ἦν, εἴ τις ἦν ὁ κωλύων νόμος. τεθήτω τοίνυν ὁ νόμος, ὅπως μηδὲ τοῖς πάνυ βουλομένοις εἰσελθεῖν ᾖ, καὶ διʼ οὗ γαλήνην αἱ ψυχαὶ τῶν ἀρχόντων ἕξουσιν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ἀξιώσαιμʼ ἂν ὑπὲρ τῶν σωμάτων αὐτοῖς διαλέγεσθαι μόνον.
Ἔτι κἀκεῖνο προσήκει καὶ ῥηθῆναι, βασιλεῦ, καὶ τοῦ νόμου γενέσθαι μέρος, ὃ παροφθὲν δώσει πράττεσθαι τῷ κεκωλύσθαι δοκοῦντι. βούλει μαθεῖν τοῦτο ἔτι; μηδεὶς ἄρχων μήθʼ ἑστιάτω μηδένα μήτʼ αὐτὸς ὡς ἄλλον ἑστιασόμενος ἐρχέσθω. πολὺ δὲ τοῦτο νυνί. καὶ τὴν μὲν ἄλλην αἰσχύνην ἐῶ τῶν νηφόντων ὁρώντων μὲν τὴν ἐν ἐκείνοις μέθην, μὴ γελᾶν δὲ οὐ δυναμένων. τοιαῦται μὲν αὐτοῖς αἱ παρειαί, τοιοῦτοι δὲ ὀφθαλμοί, τοιαῦται δὲ γλῶτται. τῶν δὲ ἐπὶ ζεύγους οἱ ἐπὶ τῶν ἵππων καταγελαστότεροι. ἀλλʼ ἐῶ ταῦτα νῦν, δεδιέναι δὲ αὐτῶν ἄξιον τὰ συμπόσια διὰ τοὺς ἐν συμποσίοις λόγους, ἐν οἷς ἔστι καὶ χάριτας ἐπαγγεῖλαι τοιαύτας ὁποίας ἄρτι διεξῄειν. τῷ δὲ ἑστιάτορι μέν, ἄρχοντι δὲ καὶ κατὰ τοῦτο δοῦναι δυναμένῳ, προπίνοντι δὲ τοῖς δαιτυμόσιν ἀνωμαλίας εἶναι δοκεῖ καὶ οὐ κατὰ τὴν κύλικα τὸ μὴ τῷ οἴνῳ προσθεῖναι καὶ τὴν χάριν. φύονται δὴ συμφοραὶ πολλοῖς ἀπὸ τῶν συμποσίων. εἶτα οἱ μηδὲν ἀδικοῦντες μήτε ἰδίᾳ μήτε κοινῇ οὐ θαυμάζουσιν, ὅθεν αὐτοῖς ἐν ταραχαῖς τε καὶ κακοῖς τὰ πράγματα.
Ἴσχε δή, βασιλεῦ, τοὺς τοιούτους πότους. ἐπισχήσεις γὰρ πολλῶν καὶ δεινῶν ἀρχάς, ὧν καὶ μήπω προσκειμένων μηδὲ ἁπτομένων ἀπὸ τῆς ἐλπίδος τραύματα. οὗτος ὁ νόμος τεθεὶς παρέξει καὶ τοῖς ἄλλοις ἰσχύειν οὐκέτʼ ἐπεισιόντων αὐτοῖς ἀφʼ ὧν ἀσθενεῖς γεγόνασιν.