eul_wid: qng-ae

Περὶ εὑρέσεως
On Discovery

Hermogenes of Tarsus On Discovery PDF

1 1 (t) [45] Περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων. Ἡ πρώτη καὶ καλλίστη τῶν προοιμίων εὕρεσις καλλίστης καὶ πραγματικωτάτης εὑρέσεως τετύχηκε τῆς ἐκ τῶν ὑπολήψεων καλουμένης τῶν τε προσώπων καὶ τῶν πραγμάτων· ὅπως δὲ ταῦτα ἔχει, διελὼν ἐκθήσομαι καθ’ ἕκαστον ἐν μέρει. τεθείσης γάρτοι πάσης ὑποθέσεως ἀνασκοπεῖν ἄξιον πρῶτον τὸ πρᾶγμα τὸ γεγενημένον ὁποῖόν ἐστι, καὶ περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευτήριον συνέστηκεν· ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα. δεῖ τοίνυν σκοπεῖν τὸ πρᾶγμα εἴτε καλόν ἐστιν εἴτε φαῦλον, εἶτα ἑξῆς τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις ἑκάστου, τῶν δικαζόντων, τῶν κατηγορούντων, τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα, τῶν ἔξωθεν ἐμφαινομένων· ἐμφαίνεται δὲ πολλάκις μὲν ἕν, πολλάκις δὲ πλείονα. τούτων ἕκαστον ὁποίας ὑπολήψεις ἔχει καὶ ὅπως εἰς τὰ προοίμια παραληφθήσεται, τρανῶς διηγήσομαι. Πρῶτον μὲν οὖν σκοπητέον τὸ πρᾶγμα ποταπόν ἐστι καὶ ποταπὸν ὑπείληπται, χρηστὸν ἢ φαῦλον, καὶ τίνα γνώμην ἔχουσιν οἱ δικασταὶ περὶ αὐτοῦ, καὶ ὅπως διετέθησαν ἐπὶ τῷ πεπραγμένῳ. εἰ μὲν οὖν χρηστὸν εἴη, χαίρειν αὐτοὺς εἰκὸς καὶ γεγηθέναι· καὶ τὸ προοίμιον οὖν ἔσται τὸν τρόπον τοῦτον ‘ὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, χαίροντας ἐπὶ τοῖς πεπραγμένοις καὶ χάριν γινώσκοντας τῷ θεῷ‘, ὡς ἐπ’ ἐκείνου τοῦ προβλήματος· ἐβοήθησάν ποτε φυγάδες πολεμουμένῃ τῇ πατρίδι καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ‘τῷ μὲν θεῷ, ὦ ἄνδρες πολῖται, χάρις πολλὴ τῷ τὴν νίκην ἡμῖν κατὰ τῶν πολεμίων παρεσκευακότι καὶ τῆς παρούσης ἡδονῆς τὰς ἀφορμὰς ἐνδόντι· ἐπεὶ δὲ καὶ οἱ πολῖται μετά γε θεῶν γεγόνασιν ἡμῖν τῆς παρούσης θυμηδίας αἴτιοι, συμβουλεύσων παρελήλυθα κατάγειν αὐτοὺς καὶ ἀποδιδόναι τῇ πόλει, ἣν ἔσωσαν αὐτοί‘. τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς τὰ νοήματα, ὡς εἶναι κατάδηλα μᾶλλον. —Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα τὸ γεγενημένον, ἀνάγκη τοὺς δικάζοντας ἢ χαλεπαίνειν ἢ οἰκτείρειν ἢ ἑκάτερα πάσχειν ἐπὶ τοῖς αὐτοῖς, καὶ ὀργὴν καὶ λύπην· λέξομεν οὖν τὸ προοίμιον οὕτω λαμβάνοντες ‘ἐπειδὴ καὶ ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν τετολμημένων ἕνεκεν ὁρῶ καὶ ἀχθομένους καὶ λελυπημένους, διὰ τοῦτο τὴν γραφὴν ἐνεστησάμην‘· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται αἰτίας θανάτου· ‘ἄχθεσθαι μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ δυσχεραίνειν ἐπὶ τοῖς γεγενημένοις οὐδὲν ἀπεικός ἐστι, καὶ τούτῳ χαλεπαίνοντας ὑπὲρ ὧν ἐτόλμησε, καὶ ἐκείνους οἰκτείροντας ὑπὲρ ὧν ἔπαθον‘. αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου αἱ ἀξιώσεις εἰσίν.
1 1 (50) [95] ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις γίνονται, καὶ προοιμίου δριμύτης πρότασις. Ἑξῆς τρεπτέον ἐπὶ τοὺς κατηγόρους καὶ τίνα τρόπον ἀπὸ τούτων εὑρίσκεται τὰ προοίμια· οἱ γὰρ κατηγοροῦντές τινος ὑπολήψεις ἔχουσι πολλάκις ἢ ἔχθρας ἢ φθόνου. τὸν μὲν οὖν φθόνον, εἴ τις ἐμφαίνοιτο τῷ προβλήματι, διακρουσόμεθα· δεινὸν γὰρ βασκανίαν ὁμολογεῖν καὶ ἐπίφθονον ἀεί. ἐμφαίνεται δὲ πολλάκις, ὅταν ἢ δόξῃ βασκαίνωμεν ἢ πλούτῳ, οἷον πρεσβεύων Αἰσχίνης παρὰ τὸν Φίλιππον ἐτραγῴδησε, νενίκηκεν, ἐστεφάνωται, καὶ κρίνεται παραπρεσβείας ὑπὸ Δημοσθένους· ὀρθῶς ἐρεῖ τὸ προοίμιον ‘μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ βασκαίνοντά με τοῦ στεφάνου καὶ τῆς νίκης Αἰσχίνῃ τὴν κατηγορίαν ἐνστήσασθαι κατ’ αὐτοῦ‘. ἢ πλούτῳ, οἷον ἀποκήρυκτος ᾔτησε τὸν πατέρα τροφάς, ὃ δὲ αὐτῷ ξίφος ἔδωκεν, ἐμισθοφόρησεν, ἐπανῆκε πλούσιος, ὁ πατὴρ δεόμενος τροφῶν προσῆλθε τῷ παιδί, ὃ δὲ αὐτῷ τὸ αὐτὸ ξίφος ἔδωκεν, ἀπέκτεινεν ἑαυτὸν ὁ πατήρ, καὶ κρίνεται ὁ παῖς αἰτίας θανάτου· ὕπεστι πλούτου τις πρόφασις, καλὸν οὖν διακρούσασθαι καὶ λέγειν ὅτι ‘οὐ τῆς περιουσίας αὐτῷ βασκαίνων τὸν ἀγῶνα ἐνεστησάμην‘. —Τὰς δὲ ἔχθρας ποτὲ μὲν ὁμολογήσομεν, ποτὲ δὲ ἀρνησόμεθα, τοῦτο ποιοῦντες οὐχ ὅταν βουλώμεθα, ἀλλ’ ὅτε δεῖ ὁμόσε χωρεῖν ταῖς ἀρνήσεσι καὶ ταῖς ὁμολογίαις. ἔσται δὲ οὕτως· ἂν ἔχωμεν πρὸς ἔνδοξον πρόσωπον καὶ ὑπερέχον καὶ ἐπαινούμενον οἷον στρατηγὸν ἢ Περικλέα ἢ νομοθέτην, τότε ἀρνησόμεθα, ἢ πρὸς κοινὸν εὐεργέτην ἢ πρός τινα δι’ ἐξουσίαν ὠμὸν καὶ ἀπάνθρωπον. πρὸς νομοθέτην μὲν λέξομεν, ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐεργέτῃ, ὡς ὁ Δημοσθένης «μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτε ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεκα ἄλλης ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί». πρὸς δὲ ὑπερέχον πρόσωπον, ὅτι δέος τοῖς εὐδοκιμοῦσι προσκρούειν, οἷον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν Περικλέους εἰκόνα, καὶ συμβουλεύει τις μηκέτι αὐτὸν Ὀλύμπιον καλεῖν, οἷον ‘οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πρὸς Περικλέα τὴν συμβουλὴν ταύτην ἐνεστησάμην, ἀλλ’ εὐνοίας πλέον, δεδοικώς, μή τι παρὰ τῶν θεῶν ἄνθρωπος ὢν πάθῃ‘. ἐξ ἀπονοίας δὲ ὠμὸν δι’ ἐξουσίαν, οἷον πένης καὶ πλούσιος ἐχθροί, ὑπέσχετο ὁ πλούσιος θρέψειν τοὺς πολίτας, εἰ λάβοι τὸν πένητα πρὸς ἀναίρεσιν, ἔδωκεν ὁ δῆμος, οὐκ ἔθρεψεν ὁ πλούσιος τοὺς τοῦ πένητος υἱεῖς, ἀπέθανον λιμῷ, καὶ κρίνεται φόνου· ‘οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ τὴν ὑπὲρ τῶν πολιτῶν ἐνεστησάμην γραφήν, ἀλλ’ ἀγανακτῶν ἐπὶ τοῖς νόμοις καὶ τῇ πόλει‘. καὶ μυρίους τις ἂν εὕροι ἀριστεῖς ἢ πλουσίους ἢ στρατηγοὺς ἢ δημαγωγούς, οἷς ἀντιλέγοντας ἢ κατηγοροῦντας ἀναγκαῖόν ἐστι τὰς ἔχθρας τὰς ἰδίας παραιτεῖσθαι, καταφεύγειν δὲ ἐπὶ τὴν πόλιν καὶ τοὺς νόμους καὶ τοῦ κοινῇ τῇ πόλει συμφέροντος ἕνεκεν λέγειν ἐνίστασθαι τὸν ἀγῶνα.
1 1 (100) [145] —Ὁμολογεῖν δὲ δεῖ τὰς ἔχθρας, ἐὰν προαδικηθέντες ἀμυνώμεθα· ἀνεπίφθονον γὰρ τιμωρίαν κατὰ τῶν ἠδικηκότων λαμβάνειν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Κατ’ Ἀνδροτίωνος ἐποίησε λόγῳ «ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ’ Ἀνδροτίωνος κακῶς ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρα οἷός τε ὦ»· καὶ ἐν τῷ Κατὰ Νεαίρας πάλιν ὁμοίως. Καὶ περὶ τοὺς ἀπολογουμένους ὑπέρ τινος ὑπόληψις εὑρίσκεται πολλάκις εὐνοίας ἢ κέρδους. τὸ μὲν οὖν κέρδος ἀεὶ παραιτητέον καὶ τὸν μισθόν, πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν μισθὸν ἔχειν [παρὰ] τῶν βοηθουμένων τὴν σωτηρίαν, οἷον ἐὰν ὑπὲρ ἀριστέων λέγωμεν ἢ ὑπὲρ τυραννοκτόνων ἢ καθάπαξ δημοσίᾳ τὴν πόλιν εὖ ποιησάντων· οἷον ἐπὶ τῶν τριάκοντα τυράννων ἐξετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον, παυσαμένης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ γράφει τις τὸ κατὰ Μεγαρέων ἀνῃρῆσθαι πινάκιον· ἄριστον γὰρ ἐνταῦθα διομολογήσασθαι μισθὸν ἔχειν τὴν τῶν φιλτάτων σωτηρίαν λέγοντα οὕτως ‘μισθὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ Μεγαρέων αὐτός τε ὁμολογῶ μέγιστον εἰληφέναι τῶν παρόντων λόγων καὶ ὑμεῖς δ’ ἂν ὁμολογήσαιτε, τὴν σωτηρίαν τῶν φιλτάτων‘. —Τὴν δὲ εὔνοιαν φανερῶς ἔστιν ὁμολογεῖν ἄνευ κέρδους, ὅταν ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων λέγωμεν, οἷον μελλόντων μονομαχεῖν ἀδελφῶν δύο κατὰ τὸν νόμον τὸν περὶ τῶν ἀριστέων περὶ τοῦ γέρως ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν νόμον· οἷον ‘φιλεῖν μὲν τοὺς ἀδελφοὺς οὐκ ἂν ἀρνηθείην ἔγωγε κοινοὺς σωτῆρας τῆς πόλεως γεγενημένουσ‘. ἢ ἂν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους· ἀνεπίφθονος γὰρ ὁ ὑπὲρ τῶν προσηκόντων λόγος· ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην εἶπεν «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν». Οὕτω περὶ τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων. Περὶ δὲ τοὺς τὰ ἐγκλήματα ἔχοντας ἢ χρησταὶ ὑπολήψεις συνίστανται ἢ πονηραί. ἐὰν μὲν οὖν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας βεβαιώσομεν, οἷον «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθ’ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· τὰς δὲ χρηστὰς προσούσας ὑπολήψεις διαλύσομεν, οἷον «οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὸν Χαρίδημόν τινες εὐεργέτην οἴονται· ἐγὼ δὲ ἐάνπερ ἃ βούλομαί τε καὶ οἶδα τούτῳ πεπραγμένα δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον καὶ πολὺ τἀναντία ἢ προσῆκεν ὑπειλημμένον».
1 1 (150) [180] —Ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες, οἷον δέκα νέοι τὴν τάξιν λιπόντες ἔφυγον, τῷ ἑνὶ ἀπαντήσασα ἡ μήτηρ ἀπέκτεινεν αὐτόν, οἱ ἐννέα στραφέντες ἠρίστευσαν, καὶ κρίνεται ἡ γυνὴ φόνου· ἐνταῦθα γὰρ μία μὲν ὑπόληψις περὶ τὴν γυναῖκα χρηστή, ὅτι τῆς νίκης αἰτία, ἣν χρὴ βεβαιῶσαι κατὰ τὰ προοίμια λέγοντα οὕτως ‘ὅτι μὲν οὐκ ἄλλος τις ἡμῖν τῆς νίκης αἴτιος μᾶλλον τῆς γυναικὸς ἐγένετο, πάντας ὑμᾶς ἐλπίζομεν ἐγνωκέναι‘· μία δὲ φαύλη, ἡ τοῦ δοκεῖν παιδοκτόνον αὐτὴν εἶναι, ἣν χρὴ θεραπεῦσαι λέγοντα οὕτως ‘εἰ μὲν οὖν τοῖς κατηγόροις πειθόμενοι τὴν γυναῖκα ταύτην παιδοκτόνον ὑπολήψεσθε, οὐκ ὀρθῶς ποιήσετε· εἰ δὲ τὰ πεπραγμένα σκοπήσετε καὶ τὰ τοῦ τετελευτηκότος δίκαια ἐγκλήματα, φανεῖται ἡ γυνὴ οὐκ ἀγαθὸν υἱὸν ἀλλὰ προδότην πονηρὸν ἀποκτείνασα‘. Ἐμφαίνεται δὲ καὶ ἔξωθεν πρόσωπα, ὡς ἔφαμεν, πολεμίων μάλιστα πολλάκις, ἀφ’ ὧν οὕτω ληψόμεθα τὰ προοίμια ζητοῦντες ἐπὶ τῇ παρούσῃ κρίσει, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι γενέσθαι, λέγοντες οὕτως ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· φυγάδες πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ‘τοῖς μὲν οὖν πολεμίοις δι’ εὐχῆς ἐστι μὴ καταδέξασθαι τοὺς πολίτας ἡμᾶς ἐνθάδε, ἵνα ὦμεν αὐτοῖς ληφθῆναι ῥᾴδιοι· ἡμᾶς δὲ οὐκ ἄξιον ποιεῖν, ἃ δοκεῖ τοῖς πολεμίοισ‘. Ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται, τοῦτον εὑρισκόμενα τὸν τρόπον ἁπανταχῇ. Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων.
1 2 (t) [45] Ἑξῆς λεκτέον περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων πάνυ παγκάλην καὶ ποικίλην ἐχόντων τὴν τέχνην. εὑρίσκεται δὲ καὶ ταῦτα ἀπὸ τῶν ἑξῆς μαθημάτων, οὐκ ἐν πᾶσι δὲ προβλήμασιν οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα, πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή, διότι πανταχῇ φαίνεται. Ἔστι δὲ τῶν ἐξ ὑποδιαιρέσεως εἴδη τρία, ὧν καὶ τὰ παραδείγματα θήσομεν. καὶ πρῶτον ἔστιν ὅτε δύο πεπραγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, ὑποδιαιροῦντες ποιήσομεν προοίμιον οὕτως· οἷον κατέσκαψάν τινες πόλιν ἐν πολέμῳ καὶ ἐγεώργησαν αὐτήν, οὐκ ἀνῆκεν ἡ γῆ καρπούς, καὶ κρίνονται ἀσεβείας· ἐνταῦθα δύο ὄντων ἀδικημάτων ἰσοστασίων, τοῦ τε κατασκάψαι τὴν πόλιν καὶ τοῦ γεωργῆσαι, ποιήσομεν ἐξ ὑποδιαιρέσεως προοίμιον οὕτως ‘εἰ μὲν οὖν καὶ διὰ τὸ κατασκάψαι τὴν πόλιν ἔδοσαν αὐτοὶ δίκην, ὀρθῶς ἂν ἐγένετο· νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ γεωργῆσαι διέγνωσαν ἣν κατέσκαψαν πόλιν‘. οὐ μέντοι ἡ ἑνὸς πράγματος εἰς λεπτὸν τομὴ προοίμιόν ἐστιν ἐξ ὑποδιαιρέσεως, ἀλλὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξ ὑποδιαιρέσεως κατασκευή· οἷον ἔπεισεν ἐν λιμῷ καὶ πολιορκίᾳ ῥήτωρ τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι, γέρων λαθὼν ἠρίστευσεν, αἰτεῖ εἰς τὸ γέρας τὸν ῥήτορα· ἐνταῦθα τὸ ἀδίκημα ἕν, τὸ τὰ γένη διαφθαρῆναι, ἐξ ὑποδιαιρέσεως δὲ εἰ λέγοι ‘εἰ γὰρ μόνους τοὺς πατέρας ἔπεισεν ἀποκτεῖναι ἢ μόνας τὰς γυναῖκας, ἄξιος ἦν θανάτου‘, οὐ προοίμιον λέγει, ἀλλὰ κατασκευάζει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Δεύτερον ἐξ ὑποδιαιρέσεως μάθημα οὕτως εὑρίσκεται, ἐν ᾧ ποιοῦμεν προοίμιον. ἐνίοτε τοῖς προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις, οἷον Αἰσχίνῃ, Δημοσθένει, δεύτεραι δὲ αἱ ἐπισυμβαίνουσαι ἀπὸ τῶν πραγμάτων. ὅταν οὖν εὕρωμεν ἐν προβλήματι τὰς ὑπολήψεις ἑκατέρας περὶ τὸ ἓν πρόσωπον, τήν τε φύσει προσοῦσαν καὶ τὴν ἐπιγενομένην, ὑποδιαιροῦντες λέγομεν ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἷον ‘καὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλει‘. γίνεται δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν τοῦτο πολλάκις, ἂν ἔχωμεν ἢ μάγον ἢ τελώνην ἢ πορνοβοσκόν· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόματα ταῖς ἑταίραις τίθεται καὶ κρίνεται ἀσεβείας· λέγομεν γὰρ οὕτως ‘ἄξιον μὲν ἦν τὸν πορνοβοσκὸν καὶ διὰ τὸν ἄλλον μισεῖσθαι βίον πονηρὸν ὄντα καὶ δὴ καὶ τιμωρίας ἄξιον, οὐχ ἥκιστα δὲ νῦν, ὅτε καὶ ἠσέβησεν εἰς τὰς θεάσ‘.
1 2 (50) [70] Τρίτον ἐξ ὑποδιαιρέσεως μάθημα εἰς προοιμίων εὕρεσιν, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον [ὑποδιαίρεσις]· γίνεται δέ, ὅταν κακοῦ τινος τολμηθέντος λέγῃς δεῖν τὸν εἰργασμένον δοῦναι τιμωρίαν καὶ διὰ τὸ τετολμημένον καὶ ἵνα μὴ πάλιν τολμηθῇ. δεῖ δὲ τὸ τοῦ ἀθρόου πρὸς τὸ μέλλον ποιεῖν τότε, ὅταν ἢ τὸ μηδεπώποτε γεγονὸς τοῦτο συμβὰν παθεῖν πάλιν φυλαττώμεθα ἢ ὅταν τὸ αὐτὸ πράττηται πολλάκις. τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην· πολλοὶ τυραννοῦσιν ἐκ τοῦ αὐτοῦ γένους, καὶ γράφει τις ἐλαύνειν τὸ γένος· ἐνταῦθα καλλίστην χώραν ἔχει τὸ προοίμιον, ἐὰν λέγωμεν οὕτω ‘καὶ τῶν γεγενημένων μὲν εἵνεκα τυραννίδων καλῶς ἂν ἔχοι μισοῦντας τὸ γένος τῆς πόλεως ἐκβάλλειν τιμωροῦντας αὐτοὺς ὑπὲρ ὧν ἐπάθομεν, οὐχ ἥκιστα δὲ καὶ τοῦ μέλλοντος πρόνοιαν ποιουμένους, ἵνα μὴ τοῖς ὁμοίοις περιπίπτωμεν ἀεί‘. καὶ πάλιν· ἐμίχθη τις ταριχευομένῳ σώματι, καὶ γράφει τις λελύσθαι τὸν τῆς ταριχείας νόμον· καὶ γὰρ ἐκεῖ δυνάμεθα λέγειν ‘ἵνα μὴ πάλιν γένηται‘. Περὶ τῶν ἐκ περιουσίας προοιμίων.
1 3 (t) [32] Τὰ ἐκ περιουσίας καλούμενα προοίμια ἰδίαν εὕρεσιν ἔχει ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις, σαφῆ δὲ αὐτὰ ἐν ἑκατέροις ποιήσω. ἐὰν γὰρ κατηγοροῦντές τινος φόνου δυνώμεθα λέγειν ὅτι ‘ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων κρίνειν‘, ἐκ περιουσίας ποιοῦμεν τὸ προοίμιον, κἂν δημοσίων ἀδικημάτων κρίνοντες δυνώμεθα λέγειν ὅτι ‘ἠδυνάμην αὐτὸν καὶ ἀσεβείας κρίνειν‘, ἐκ περιουσίας προοιμιαζόμεθα· οἷον ἀριστεὺς ἄχειρ προσῆλθε στρατηγῷ δεόμενος τροφῶν, ὃ δὲ εἶπεν ‘ἀχρήστους ἡ πόλις οὐ τρέφει‘, κατὰ κρημνοῦ ὦσεν ἑαυτὸν ὁ ἀριστεύς, καὶ κρίνεται ὁ στρατηγὸς αἰτίας θανάτου· λέγομεν γὰρ ἐκ περιουσίας ὅτι ‘ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων εἰσαγαγεῖν γραψάμενος, ὅτι κοινὸν εὐεργέτην τῆς πόλεως ἀπώλεσεν‘. ἢ ἐκεῖνο τὸ πρόβλημα· ἡ Φύη μετὰ τὴν κατάλυσιν τοῦ Πεισιστράτου κρίνεται δημοσίων ἀδικημάτων· λέγομεν γὰρ ‘ἠδυνάμην μὲν οὖν καὶ ἀσεβείας αὐτὴν γραψάμενος εἰς ὑμᾶς ἀγαγεῖν, ὅτι τὸ σχῆμα τῆς Ἀθηνᾶς ἀσεβῶς ὑπεκρίνατο‘. —Ἰστέον δέ, ὅτι μικροτέρου κρίνοντας δεῖ λέγειν ὅτι ‘καὶ μείζονος ἠδυνάμην‘, μὴ μέντοι μείζονος κρίνοντας λέγειν ὅτι ‘καὶ τοῦ μικροτέρου ἠδυνάμην‘· ἄτεχνον γὰρ τὸ τοιοῦτον. Ἐν δὲ ταῖς ἀπολογίαις εὐκαταληπτότερον τὸ ἐκ περιουσίας μάθημα· πᾶς γὰρ ὁστισοῦν μετὰ τὴν εὐεργεσίαν κρινόμενος ἄριστα ποιήσει προοίμιον ἐκ περιουσίας λέγων ‘ἐγὼ μὲν καὶ γέρας ὑπελάμβανον ἐπὶ τοῖς πεπραγμένοις λήψεσθαι, μή τί γε δὴ καὶ κρίσεις ὑπομενεῖν‘, οἷον ὁ στρατηγὸς ὁ τὰς τριήρεις νικώμενος καταφλέξας καὶ νικήσας καὶ κρινόμενος δημοσίων ἀδικημάτων, ἢ ὁ ῥίψας ἀπὸ τοῦ τείχους τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν πολέμιον. καὶ καθάπαξ ῥᾳδίου τοῦ μαθήματος ὄντος χρειώδους δὲ ἀνθεκτέον. Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων.
1 4 (t) [t2] Τὸ δὲ ἀπὸ καιροῦ καλούμενον προοίμιον ἄφατόν τινα τὴν ὑπερβολὴν τῆς δυνάμεως ἔχει, ἐὰν εὑρεθῇ. ἔστι δὲ τοιοῦτον τῇ δυνάμει, ἐὰν δυνώμεθα τὴν ἀξίωσιν, ἣν εἰσφέρομεν, τρόπον τινὰ ἤδη δεῖξαι καὶ γεγενημένην. ἔστι δὲ αὐτοῦ τὸ τῆς ἰσχύος τοιοῦτον· οἷον ἐφυγαδεύθησάν τινες καὶ ἔκτισαν ἐπὶ τοῖς ὁρίοις τῆς πατρίδος ἑτέραν πόλιν, ἐν ᾗ ᾤκουν, πολέμου ἐνστάντος ἐκείνοις, ὅθεν ἐξεβλήθησαν, ἐπανελθόντες ἐβοήθησαν αὐτοῖς, καὶ γράφει τις αὐτοὺς καταδέχεσθαι· λέγομεν γὰρ ‘τὸ μὲν δοκεῖν ἐγὼ γράφω τὸ ψήφισμα τήμερον τοὺς πολίτας καταδέχεσθαι, τὸ δὲ ἀληθὲς ἤδη τούτους δεδέγμεθα, ὅτε συμμάχους ὄντας αὐτοὺς κατελθεῖν εἰάσαμεν‘. ἀλλὰ καὶ Μεγαρεῖς ἐπὶ τῶν τριάκοντα τυράννων ἐκτιθέντων Ἀθηναίων τὰ γένη ἀναιρούμενοι ἔτρεφον αὐτά, καταλυθείσης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ ἀξιοῖ τις καθαιρεῖν τὸ περὶ τῶν Μεγαρέων πινάκιον. καὶ ἔτι ἐν τοῖς τὴν πόλιν κατασκάψασι καὶ σπείρασιν αὐτήν· θέλοντες γὰρ αὐτοὺς ἀσεβεῖς ἀποδεῖξαι φαμὲν ὑπὸ τῶν θεῶν ἐληλέγχθαι καὶ πρὸ τῶν ἡμετέρων λόγων, ὅτι εἰσὶν ἀσεβεῖς, ἐξ ὧν ὡς ἐναγεστάτοις οὐδὲ τοὺς καρποὺς ἀνῆκεν ἡ γῆ. καλεῖται δὲ τοῦτο καὶ ἀγχίστροφον ἐπιχείρημα. Τὸ δὲ ἐπὶ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προσθεῖναι μάθημα· ἢ γὰρ καλόν ἐστι καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται, ἢ προκατάστασις ὂν διηγηματικόν, οὐ προοίμιον εὑρίσκεται. Περὶ παντὸς προοιμίου, καὶ ἐκ πόσων μερῶν συνέστηκεν.
1 5 (t1) [48] Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, ἥτις ἐστὶν ἐκ τῶν μαθημάτων εὑρισκομένη τῶν προκειμένων, ἐξ ὧν δή τοι καὶ γίνεται, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἥτις ἐστὶν ἀξίωσις, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόδοσιν. Ἐὰν μὲν οὖν θελήσωμεν πολιτικώτερον στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ στήσομεν. ἐὰν δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως ἁπτόμενοι τοῦ πράγματος αὐτοῦ, πανηγυρικωτέρα γίνεται ἡ βάσις, καὶ μάλιστα, ἂν μὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἁπλῶς εἴπωμεν ἀλλ’ ἐπιφωνηματικῶς. ποιεῖ δὲ πανηγυρικὴν τὴν βάσιν καὶ ἡ εὐρυθμία, ἵνα τὸ πανηγυρικὸν ᾖ διπλοῦν, ἢ ἐν τῷ λόγῳ διὰ τὴν εὐρυθμίαν ἢ ἐν τῷ νῷ διὰ τὴν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους φιλοτιμίαν. —Δεῖ δὲ τὸ προοίμιον ἐν μὲν τοῖς πολιτικοῖς ἡρμηνεῦσθαι μακροτέροις τοῖς κώλοις καὶ σχοινοτενέσιν, ἐν δὲ τοῖς παθητικοῖς συνεστραμμένοις καὶ εὐκόλοις μᾶλλον. —Περιβολὴ δὲ αὐτάρκης προοιμίων διπλασιάσαι ὄνομα καὶ διπλασιάσαι κῶλον καὶ προτάσεως ἀπὸ αἰτίας κατασκευή. καὶ ὄνομα μέν, ἂν λέγωμεν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν» καὶ «ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ δόξης». κῶλον δὲ ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους «ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς». προτάσεως δὲ ἐξ αἰτίας κατασκευή, ἂν λέγωμεν—πολλαχῇ δὲ δυνάμεθα εἰπεῖν—‘τὰ μὲν τούτῳ τετολμημένα λέληθεν ὑμῶν οὐδένα‘ τοῦτο ἡ πρότασις, ἡ δὲ κατασκευὴ ἐξ αἰτίας ‘ἐπεὶ μηδὲ οὕτως ἐστὶ μικρὰ τὰ τετολμημένα, ὡς δύνασθαι καὶ λαθεῖν‘. λεκτέον δὲ καὶ ἐπὶ παραδείγματος· πωλοῦσι τὰ τέκνα οἱ νησιῶται, καὶ γράφει τις παρὰ Ἀθηναίοις ἐπανεῖναι τὸν φόρον· ‘οἷα μὲν οὖν, ὦ Ἀθηναῖοι, πάσχουσιν οἱ νησιῶται κακὰ προφάσει τῶν φόρων, λέληθεν οὔτε ὑμᾶς οὔτε τῶν ἄλλων Ἑλλήνων οὐδένα‘ τοῦτο ἡ πρότασις· ‘καὶ γὰρ οὐδὲ οὕτως ἐστὶ μέτριον, ὃ τολμῶσι περὶ τὰ φίλτατα, ὥστε λαθεῖν ἐνεῖναι δύνασθαι‘ τοῦτο ἡ κατασκευὴ τῆς προτάσεως· εἶτα ἡ ἀπόδοσις ‘ὑμᾶς δὲ προσήκει πρόνοιαν ποιουμένους τῆς ὑμετέρας εὐδοξίας ἐπανεῖναι τοῖς ἀθλίοις τὸν φόρον καὶ μηκέθ’ οὕτως ὀχληροὺς καθίστασθαι‘. ἐὰν μὲν οὖν πολιτικῶς ἐθελήσῃς στῆσαι, οὕτω στήσεις τὴν ἀξίωσιν· εἰ δὲ βούλει, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, αὐτὸ λέγω τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους γυμνόν· καὶ ἐὰν θελήσωμεν εἰπεῖν τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους τολμῶντες ἐπιφωνηματικώτερον, ἔσται καὶ οὕτως πανηγυρικὴ ἡ βάσις ‘δι’ ὃν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοι‘. Περὶ καταστάσεως ἤγουν διηγήσεως.
2 1 (t) [21] Διήγησίς ἐστι παντὸς μὲν προβλήματος αὐτὸ τὸ πρᾶγμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. καὶ διὰ τοῦτο διήγησιν μὲν εὑρεῖν οὐ δύσκολον· φαίνεται γὰρ τοῦ πράγματος πλατυνομένου τοῖς τρόποις, οἷς ἐκθήσομαι· τὴν δὲ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν καλουμένην ἄξιον ἐξετάσαι, πόθεν ληφθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ ἢ καθ’ ἕκαστον εἶδος ζητήματος ἰδία τις εὕρεσις προκαταστάσεως γίνεται. Ὡς ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν πάσης διηγήσεως ἐν παντὶ προβλήματι ζητητέον τὰ πρεσβύτερα μέν, χρήσιμα δὲ τῇ ὑποκειμένῃ ἀξιώσει ἢ κρίσει, κἀκεῖθεν λαμβάνειν ἄξιον, καὶ προκαταστήσαντας ὡς προσήκει τὴν προδιήγησιν οὕτως εἰς αὐτὴν χωρῆσαι τὴν ἐμφαινομένην ἐν αὐτῷ τῷ προβλήματι διήγησιν· ἄτεχνον γὰρ καὶ ἰδιωτικὸν τὸ τῆς διηγήσεως αὐτόθεν ἄρχεσθαι, ὅθεν καὶ τὸ πρόβλημα λέγει. ἀλλ’ ἐπεὶ τῶν προβλημάτων εἴδη ποικίλα καὶ τῶν πραγμάτων αἱ ζητήσεις διάφοροι, ποικίλας καὶ τὰς εὑρέσεις παραδώσομεν, ὥστε τεθείσης ὑποθέσεως αὐτίκα εἰδέναι, ἐφ’ ὃ τρεπτέον ἐστὶν εἰς εὕρεσιν τῆς προκαταστάσεως τεχνικόν. Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως.
2 2 (t) [45] Οἱ περὶ μετοικίας βουλευόμενοι δυοῖν τούτοιν ἕνεκεν θατέρου τὴν βουλὴν ἔχουσιν· ἢ γὰρ προσόντος ἀγαθοῦ καὶ ἀφανισθέντος λύπῃ τῶν ἀπολωλότων βουλεύονται μετοικεῖν, οἷον Λυδοὶ μὴ ῥέοντος τοῦ Πακτωλοῦ τὸν χρυσὸν ἢ Αἰγύπτιοι μὴ ὑπερβαίνοντος τοῦ Νείλου καὶ ἄρδοντος τὴν γῆν· ἢ προσεπιγενομένου κακοῦ ἀπροσδοκήτου, οἷον σείεται Σικελία συνεχῶς καὶ βουλεύονται μετοικεῖν, ἢ πάλιν ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ καὶ βουλεύονται μετοικεῖν. Εἰ μὲν οὖν ἀγαθοῦ τινος ἐπιλείποντος βουλευόμεθα μετοικεῖν, τὴν προκατάστασιν λέξομεν λαβόντες ἐντεῦθεν ‘οἱ πρόγονοι τὰς πόλεις ἔκτισαν ἢ τὴν πόλιν ἐνταῦθα οὐδενὶ τῶν ἄλλων ἐπαρθέντες ἢ τούτῳ τῷ ἀγαθῷ. μέχρι μὲν οὖν πάγιον ἦν καὶ βέβαιον, εἰκότως ἐμένομεν· καὶ γὰρ ἀπελαύομεν τῶν ἀγαθῶν· ἐπεὶ δὲ οἴχεται, μετοικισθῆναι δίκαιον‘. εἰ δὲ κακὸν ἐπιγένηταί τι, λέξομεν τὴν προκατάστασιν ὡς ‘οἱ πρόγονοι μηδεμιᾶς ἐλπίδος ἐμφαινομένης τοιούτου κακοῦ ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν· εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν ἔκτισαν‘. ὁ δὲ ἀξιῶν μένειν ὁμοίως καὶ αὐτὸς ἀναβήσεται ἐπὶ τὰς κτίσεις τῶν προγόνων, ὧν πρεσβύτερον οὐδέν, λέξει δὲ ἀγαθοῦ μέν τινος λείποντος ὡς ‘οὐ διὰ τοῦτο ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν οἱ πρόγονοι οὐδὲ τούτῳ μόνῳ ἐπαρθέντες, ἀλλὰ καὶ ἄλλοις πολλοῖς, ὧν προσόντων οὐ δεῖ τὴν ἀπουσίαν τοῦ ἑνὸς ὀδύρεσθαι‘. ἐὰν δὲ κακοῦ ἐπιγενομένου, λέξει ὅτι ‘οὐχ ὡς ἀπαθῆ καὶ ἀθάνατον ἔκτισαν οἱ πρόγονοι τὴν πόλιν, ἀλλ’ ὡς ὑποκειμένην καὶ αὐτὴν πάθεσιν ἀνθρωπίνοισ‘. Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος· βουλεύονται Αἰγύπτιοι μετοικεῖν τοῦ Νείλου μὴ ἐπαναβαίνοντος ἔτι· ἐρεῖς οὕτω ‘δοκῶ τοι καὶ τοὺς προγόνους οὐδενὶ τῶν ἄλλων ἐπαρθέντας τὴν Αἴγυπτον οἰκῆσαι, ἐπεὶ μήτε ὀρῶν ἀσφάλεια μήτε ποταμῶν ἄλλων κάλλος ἐν Αἰγύπτῳ φαίνεται μήτε πρὸς φυτείαν ἐπιτήδειος—οὔτε γάρ εἰσιν ἐλαῖαι παρ’ ἡμῖν οὔτε ἄμπελοι—, τῇ δὲ τοῦ ποταμοῦ χαίροντας φορᾷ καὶ τῇ παραδόξῳ γεωργίᾳ‘. ὁ δὲ ἀξιῶν μένειν ἐρεῖ ὡς ‘οὐ διὰ τὸν ποταμὸν μόνον οἱ πρόγονοι τὸν οἰκισμὸν ἐποιήσαντο τῆς Αἰγύπτου, ἀλλὰ πολλὰ αὐτῆς καὶ ἄλλα θαυμάσαντες, τὴν κρᾶσιν τὴν τῶν ἀέρων, τὸ τῶν πεδίων εὐήλατον, τὸ εἰς τὰ ἄλλα τῆς γῆς εὔφορον, τὴν τῆς θαλάσσης γειτνίασιν καὶ τὴν τοῦ ποταμοῦ πρὸς τὰ ἄλλα χρείαν, καὶ οὐ διὰ τὴν ἀρδείαν μόνον, ἣν καὶ αὐτὴν ἔχειν ἔστιν ἀνθρώποις γε οὖσι καὶ παρὰ τοῦ θεοῦ· οὐ γὰρ ἔξω που τῶν ὅρων οὐρανοῦ τὰς πόλεις ὑπετίθεσαν‘. — Καὶ πάλιν· ῥεῖ τὸ πῦρ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης καὶ βουλεύονται μετοικεῖν· ὁ μὲν ἀξιῶν μετοικεῖν ἐρεῖ τὸν τρόπον τοῦτον ‘οὐδὲ γὰρ τοὺς προγόνους μοι δοκῶ κτίσαι τὴν Κατάνην ὑπὸ τὴν Αἴτνην φέροντας, εἰ τοιαύτας ἔσεσθαι συμφορὰς προσεδόκησαν, ἀλλὰ νομίζοντας ἐν ὁρίοις στήσεσθαι τὸ πῦρ.
2 2 (50) [62] μέχρι μὲν οὖν ἐφύλαττε τοὺς ὅρους, καὶ ἡμεῖς ἐμένομεν· ἐπεὶ δὲ ὑπερβαίνει καὶ κατατρέχει τὴν πόλιν, μετοικιζώμεθα‘. ὁ δὲ ἀξιῶν μένειν οὕτως ‘οὐδὲ γὰρ τοὺς προγόνους τοὺς κτίσαντας τὴν Κατάνην ἐνταῦθα ἔλαθε πλησίον οὖσα ἡ Αἴτνη, καὶ ὡς πυρὸς ἔχει ῥύακας, καὶ ὡς φύσις αὕτη πυρὸς ὑπερβαίνειν τε τοὺς ὅρους, ἐν οἷς ἂν ἑστήκῃ, καὶ ῥεῖν· ἀλλ’ οὐχ ὡς ἀθάνατον οὐδ’ ὡς ἀπαθῆ κακῶν ἐσομένην καὶ ἀπείρατον πυρὸς ἔκτιζον τὴν Κατάνην· πολλοῖς γάρτοι καὶ μὴ Κατάνην οἰκοῦσιν ἠνώχλησε πῦρ τοῖς μὲν αὐτόματον, τοῖς δὲ ἐξ ἐπιβουλῆς, τοῖς δὲ καὶ ἐξ οὐρανοῦ‘. Περὶ νόμων εἰσφορᾶς.
2 3 (t) [40] Αἱ δὲ τῶν νόμων εἰσφοραὶ μετὰ περιστάσεως καὶ αἱ λύσεις τῶν νόμων μετὰ περιστάσεως προδιηγήσεις ἕξουσι τοιαύτας καὶ λαμβανομένας οὕτως· ἐὰν μὲν λύωμεν τὸν νόμον, λέγοντες ὅτι ‘τοῦτον ἐχρῆν μηδὲ γεγράφθαι τὸν νόμον τὴν ἀρχήν‘· οὐδὲ γὰρ ἔστι τούτου τι πρεσβύτερον οὐδὲ τῇ ἀξιώσει μᾶλλον ἁρμόδιον τοῦ φάσκειν λελύσθαι τὸν νόμον τοῦ μηδὲ τὴν ἀρχὴν αὐτὸν γεγράφθαι. κατασκευασθήσεται δὲ προχωρῶν ὁ λόγος ἐκ τῶν συμβάντων ‘οὐ γὰρ ἂν τοιῶνδε καὶ τοιῶνδε ἐπειράθημεν κακῶν· ἐπεὶ δὲ ἐτέθη καὶ ἐπάθομεν τὰ καὶ τά, λῦσαι δίκαιον‘. δῆλον γάρ, ὡς λύσει τις νόμον ἐν προβλήματι κακοῦ τινος ἀπαντήσαντος ἐξ αὐτοῦ τοῦ νόμου, καὶ ὡς ἂν μηκέτι τοῦτο γίγνοιτο σκοπούντων τινῶν· οἷον Λακεδαιμόνιοι μετὰ τὰ ἐν Μαραθῶνι βουλεύονται λύειν τὸν τῆς πανσελήνου νόμον, οἷον ‘ἔδει μηδὲ κεῖσθαι τοῦτον τὴν ἀρχὴν ἐν Λακεδαίμονι τὸν νόμον· οὐ γὰρ ἂν δόξης ἀπεστερήμεθα τοιαύτης καὶ τροπαίων καὶ κατορθωμάτων καὶ τῶν συμβεβηκότων‘. δεῖ γάρ, ὡς ἔφην, περίστασιν ἔχειν τὰς λύσεις τῶν νόμων ἢ τὰς εἰσφοράς· αἱ γὰρ ἄνευ αἰτίας καὶ περιστάσεως εἰσφοραὶ νόμων ἢ λύσεις γυμνάσματά ἐστι μόνα, ὅθεν οὐδὲ διηγήσεις ἔχει. Ἐὰν δὲ γράφωμεν νόμον καὶ εἰσφέρωμεν, ἡ προκατάστασις τῆς διηγήσεως γενήσεται ἡ αὐτή, οἷον ‘τοῦτον ἐχρῆν πάλαι κεῖσθαι τὸν νόμον, ἐξ ἀρχῆς. οὐ γὰρ ἂν τούτου κειμένου ταῦτα ἡμᾶς συνέβη παθεῖν, ἃ πεπόνθαμεν μὴ κειμένου τοῦ νόμου‘· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον εἰσφέρει νόμον μηδένα στρατηγὸν ἀπὸ στρατοπέδου ἀνακαλεῖσθαι· φήσει γὰρ ‘τὸν νόμον τοῦτον ἐχρῆν πάλαι γεγράφθαι καὶ γεγενῆσθαι κύριον· οὐ γὰρ ἂν ἔβλαψε μὴ ἀνακαλουμένους ὑμᾶς Ἀλκιβιάδην ἐκ Σικελίασ‘. ἢ ὡς ἐκεῖνο τὸ πρόβλημα· τοὺς μοιχοὺς χρήματα ἐκτιννύναι, πολλοὶ μοιχεύουσι καὶ καταβάλλουσι χρήματα, καὶ γράφει τις κτείνειν τοὺς μοιχούς· ἐνταῦθα γὰρ καὶ εἰσφορὰ νόμου καὶ λύσις ἐστί· καὶ προκατάστασις γενήσεται τῆς διηγήσεως, ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον τὸν περὶ τῶν χρημάτων καὶ ὅτι τοῦτον ἐχρῆν γεγράφθαι τὸν νόμον ἀρχῆθεν τὸν ἀξιοῦντα κτείνειν τοὺς μοιχούς. Περὶ πολέμου καὶ εἰρήνης.
2 4 (t) [55] Ὁμοίως κἂν πολεμεῖν γράφωμέν τισιν ἢ καταλύειν πόλεμον, χρησόμεθα ταῖς προκαταστάσεσιν οὕτως· ἂν μὲν γράφωμεν πολεμεῖν τισιν, εἰς τὰ πρεσβύτερα τῶν ἐγκλημάτων ἀνατρέχοντες καὶ λέγοντες ὅτι ‘τούτοις πάλαι ἐχρῆν πολεμεῖν· ἐχθροὶ γὰρ καὶ πρὸ τούτων τῶν ἀδικημάτων ἄλλα εἰς ἡμᾶς πολλὰ εἰργασμένοι‘, εἶτα καταβαίνοντες εἰς τὰ νῦν γεγενημένα. τὰ μὲν γὰρ πρεσβύτερα τῶν ἀδικημάτων προκατάστασίς ἐστι τῆς διηγήσεως, ἃ δὲ νῦν διὰ τὸν πόλεμον γράφεις, ἡ διήγησις· οἷον ἔχρησεν ὁ θεὸς τῷ Κροίσῳ τοὺς ἀρίστους ἑλέσθαι τῶν Ἑλλήνων συμμάχους, εἵλετο Λακεδαιμονίους, καὶ συμβουλεύει τις Ἀθηναίοις Κύρῳ συμμαχεῖν ‘ἔδει Κροίσῳ καὶ πάλαι πολεμεῖν· ἐξ οὗ γὰρ τὴν ἀρχὴν διεδέξατο παρὰ Ἀλυάττου τοῦ πατρός, καὶ τοῖς Ἕλλησιν ἐπεβούλευε, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Δωριεῦσι καὶ Ἴωσι καὶ Αἰολεῦσι· πρὸ γὰρ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι‘, καὶ τοῦτο πλατυνόμενον προκατάστασις ἔσται καὶ προδιήγησις· εἶτα ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν, χρήσαντος αὐτῷ τοῦ θεοῦ τοὺς ἀρίστους τῶν Ἑλλήνων ἑλέσθαι συμμάχους, εἵλετο Λακεδαιμονίους καὶ τὴν πόλιν ἡμῶν ὕβρισε, πολεμῶμεν αὐτῷ συμμαχοῦντες Κύρῳ‘. —Καὶ πάλιν ἅρματι νικήσας Ἀλκιβιάδης Ὀλύμπια, ἐρομένων Ἠλείων ὅθεν εἴη, ‘τῆς ἀρίστησ‘ ἔφη ‘πόλεωσ‘, ἐμαστίγωσαν αὐτόν, ἐπανελθὼν γράφει στρατεύεσθαι ἐπὶ τοὺς Ἠλείους· ἡ προκατάστασις τῆς διηγήσεως ‘ἐχρῆν Ἠλείοις πάλαι πολεμεῖν· ἐχθροὶ γὰρ ἡμῶν εἰσι καὶ βοηθοῦντες ἀεὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, καὶ ναῦς διδόντες καὶ χρήματα εἰς τὸν καθ’ ἡμῶν πόλεμον‘. [ὅθεν καὶ Θουκυδίδης εἴρηκεν «Ἠλείους δὲ ναῦς ᾔτησαν κενὰς καὶ χρήματα».] εἶτα ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν ἐνίκησα τὸν ἀγῶνα καὶ ἠρώτησαν ὅθεν εἴην, ἐγὼ δὲ τὰ βέλτιστα ἀπεκρινάμην, οἳ δὲ ἐμαστίγωσάν με τὴν πόλιν ὑβρίζοντες, στρατεύειν ἐπ’ αὐτοὺς ἄξιον‘. Ἐὰν δὲ καταλύωμεν πόλεμον, ἡ προκατάστασις γενήσεται τῆς διηγήσεως ὅτι ‘μηδὲ τὴν ἀρχὴν ἐχρῆν κεκινῆσθαι τοῦτον τὸν πόλεμον‘, καὶ προσχρησόμεθα ταῖς ἀπὸ τῆς ἱστορίας αἰτίαις, ἐὰν ἔχωμεν· οἷον σείεται ἐν τῷ πολέμῳ τῷ Πελοποννησιακῷ Δῆλος, καὶ γράφει τις καταλύειν τὸν πόλεμον ἐν τοῖς Ἕλλησι λέγων ὅτι ‘μηδὲ τὴν ἀρχὴν ἐχρῆν κεκινῆσθαι τοῦτον τὸν πόλεμον ἐν ἡμῖν συμμάχους γε ὄντας καὶ φίλους καὶ τοῖς βαρβάροις ἀεὶ μαχομένους πρότερον, ἀφ’ οὗ καὶ ἐνδοξότεροι διατελοῦμεν ὄντες πολέμου‘, τοῦτο ἡ προκατάστασις· εἶτα ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν Δῆλος σείεται χαλεπαίνοντος τοῦ θεοῦ ἐπὶ ταῖς ἡμετέραις διαφοραῖς, καταλύσωμεν τὸν πόλεμον‘. —Ἐὰν δὲ μὴ βοηθώμεθα ἀπὸ τῆς ἱστορίας, ἡ προκατάστασις διαβολὴν ἕξει τοῦ πολέμου ὅτι ‘οὐκ ἐχρῆν οὐδὲ τὴν ἀρχὴν τὸν πόλεμον τοῦτον ἄρασθαι καταλιπόντας εἰρήνην· χαλεπὸν γὰρ πρᾶγμα πόλεμος καὶ δύσκολον‘ καὶ ὅσα ἔχει ἐν αὑτῷ κακά, ‘ἡ δὲ εἰρήνη καλόν‘ καὶ ὅσα ἔχει ἐν αὑτῇ καλά· οἷον πολεμούντων τινῶν ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν πόλεμον· ἐνταῦθα γὰρ ὃν ὑπεθέμην τρόπον προδιηγούμενοι κακίσομεν τὸν πόλεμον καὶ τὴν εἰρήνην ἐπαινεσόμεθα, εἶτα χωρήσομεν εἰς τὴν διήγησιν, τὴν ἔκλειψιν διηγούμενοι τοῦ ἡλίου καὶ ὅτι διὰ τοῦτο προσήκει καταλῦσαι τὸν πόλεμον.
2 5 (t) [40] Περὶ ἀσεβείας ἢ φόνου. Ἐὰν δὲ ἀσεβείας κατηγορῶμέν τινος, πρὸ τοῦ κατηγορουμένου ἐγκλήματος τὰ πρεσβύτερα ζητοῦντες ἀδικήματα προδιηγησόμεθα, καὶ εἴ τι ἀσεβὲς φθάνοι ἄλλο προειργασμένος. κἂν μὲν ἱστορίαν ἔχωμεν, ἀπ’ ἐκείνης ζητήσομεν· ἂν δὲ ἰδιωτικὸν ᾖ τὸ πρόβλημα, κατὰ παράλειψιν διασύροντες φήσομεν ‘ἐγὼ τὸν μὲν ἄλλον βίον παραλιμπάνω λέγειν ὡς ἀσεβὴς καὶ ἐναγὴς καὶ κατὰ πάντα ἀποτρόπαιος, ὡς ἂν μὴ δοκοίην ἐνοχλεῖν ὑμᾶς μάτην, περὶ ὧν νῦν οὐ δικάζετε, περὶ τούτων ἀκούοντας, ἀλλὰ τὸ τελευταῖον αὐτῷ τολμηθὲν ἀσέβημα διέξειμι πρὸς ὑμᾶσ‘· οἷον μυούμενός τις ἐμάνη καὶ ἀσεβείας κρίνεται· ἡ αὐτὴ γὰρ προδιήγησις ἁρμόσει τῷ προβλήματι, εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν ‘ἐπειδὴ γὰρ ὁ καιρὸς ἐνέστη τῶν μυστηρίων καὶ ἔδει μυεῖσθαι καθαροὺς εἰσιόντας εἰς τὸ ἀνάκτορον, τηνικάδε καὶ οὗτος οὔτε καθηράμενος ἀπὸ τῶν ἀσεβημάτων οὔτε ἁγνεύσας οὕτω‘ καὶ τὰ ἑξῆς. ἐν δὲ τοῖς ἀπὸ ἱστορίας οὕτω· κρίνονται Ἀθηναῖοι ἀσεβείας ἐπὶ Ποτιδαίᾳ· ὅτι Ἀθηναῖοι ἀρχῆθεν ἀσεβεῖς, καὶ ὅτι Λακεδαιμόνιοι διὰ τοῦτο πρὸς αὐτοὺς τὸν πόλεμον ἐξενηνόχασι, καὶ ὅτι πρῶτον μὲν τὸ Κυλώνειον ἄγος οὐκ ἠθέλησαν ἐλάσαι, εἶθ’ ὅτι τὰς τριακοντούτεις σπονδὰς ἔλυσαν, εἶθ’ ὅτι πόλεις ἀσεβῶς Ἑλληνίδας τὰς μὲν ἀνέστησαν τὰς δὲ ἐξώρισαν. εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν ‘καὶ νῦν Ποτίδαιαν ἄποικον Κορινθίων οὖσαν‘ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα, ἀνάπαλιν ποιήσομεν, εἴ τι πρεσβύτερον ἔχοιμεν τῆς κρίσεως βοηθοῦν ἡμῖν ἀπὸ ἱστορίας εὐσεβῶς πεπραγμένον, λέγοντες, εἰ δὲ ἰδιωτικὸν εἴη τὸ πρόβλημα, κατὰ παράλειψιν εἰσάγοντες, ὥσπερ ἐν ταῖς κατηγορίαις ἔφαμεν. Ὁμοίως κἂν φόνου κατηγορῶμεν ἢ βίας ἢ τοιούτων ἀδικημάτων, τὸν αὐτὸν τρόπον τὰ πρεσβύτερα βίαια ζητήσομεν, εἰ ἔχοιμεν, ἀπὸ ἱστορίας, εἰ δὲ μή, κατὰ παράλειψιν τιθέντες· καὶ ἐν ταῖς ἀπολογίαις ὁμοίως τὰς ἐπιεικείας ἢ ἀπὸ ἱστορίας βοηθούμενοι τιθέντες ἢ κατὰ παράλειψιν εἰσάγοντες. ποιοῦσι δὲ τὰς τοιαύτας προδιηγήσεις ἐπὶ μὲν τῶν πόλεων αἱ πράξεις, ἐπὶ δὲ τῶν ἀνδρῶν οἱ βίοι προχωροῦντες εἰς τὰς τῆς διηγήσεως χρείας. Περὶ δημοσίων ἀδικημάτων.
2 6 (t) [24] Κἂν δημοσίων ἀδικημάτων κατηγορῶμεν, ἀπὸ τῶν πρεσβυτέρων ληψόμεθα· οἷον τριακόσιοι νύκτωρ τὰ δεσμὰ ῥήξαντες αἰχμάλωτοι ἀπὸ τῶν πολεμίων φυγόντες ἦλθον εἰς τὴν πατρίδα, νόμου κελεύοντος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας οὐκ ἀνέῳξεν αὐτοῖς ὁ στρατηγὸς καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ‘ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ ἧτταν βαρεῖαν, ἐν ᾗ τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνον‘· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ‘ἀλλ’ ἐπειδὴ ἡ τύχη παρέσχε τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖν‘ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα· ‘οὕτως ἐγὼ περὶ τὴν πόλιν εὔνους ἀρχῆθεν ἐγενόμην, ὥστε καὶ τοῦ πολέμου καταλαβόντος ὑμᾶς τῆς ἐμῆς εὐνοίας ἔχοντες δείγματα πάντας παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχειροτονήσατε‘. Τυραννοκτόνοι δὲ πάντες καὶ ἀριστεῖς ὁμοίως προδιηγήσεις ἕξουσι τοὺς βίους, ἀφ’ ὧν χωροῦμεν ἐπὶ τὰς διηγήσεις τῶν πραγμάτων, ἐφ’ οἷς αἱ κρίσεις. Περὶ διηγήσεως.
2 7 (t) [45] Ταυτὶ μὲν οὖν περὶ τῶν προκαταστάσεων τῶν ἐν ταῖς διηγήσεσι καὶ ὅθεν δεῖ ἀρχομένους μὴ ἀκεφάλως ἐμβάλλειν τοῖς πράγμασι. Ῥητέον δὲ ἑξῆς, τίσι πλατύνεται ἡ διήγησις τρόποις. ἡμεῖς μὲν οὖν φαμεν πρῶτον χρῆναι τῶν λεγομένων ἕκαστον καὶ τρισὶ καὶ τέτρασι κώλοις πλατύνεσθαι ἢ καὶ πλείοσιν ἐκφέρεσθαι πολλάκις· οὐ γὰρ ἐστενοχώρηται τῆς διηγήσεως ἡ δύναμις ῥητῷ μέτρῳ, καθάπερ καὶ τὸ προοίμιον, ἀλλ’ ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν τοῦ λέγοντος οἷον ‘ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τήμερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενήνοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνασκοπῶ, μυριάκις δηλῶσαί μοι δοκῶ‘· τὸ γὰρ αὐτὸ πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μάλιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγκης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦμεν ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνόμασι μεταποιεῖν τὰ κῶλα. Πρῶτον μὲν οὕτω μηκύνεται ἐξ ἑρμηνείας. ἔπειτα δὲ καὶ τὸ παραλειφθὲν ζητήσαντες λέξομεν κἀκεῖνο ἐν κώλοις ὅσοις ἂν δυνώμεθα, οἷον ‘τόδε μὲν οὐκ ἐποίησα οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμην‘. Ἔπειτα μέντοι καὶ τοῦ πεπραγμένου τὴν αἰτίαν ζητήσομεν, καὶ ὅταν εὕρωμεν, ὅσοις ἂν δυνώμεθα κώλοις ἕκαστα ἀφηγησόμεθα· οὐδεὶς γὰρ νοῦς οὕτω καλὸς εἰς κατασκευὴν διηγήσεως ὡς αἰτία. Πλατύνουσι δὲ διήγησιν καὶ οἱ λογισμοί, εἰ πρὸ τῶν πράξεων λέγοιμεν βεβουλεῦσθαι, ὡς, εἰ μὲν τόδε ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰτίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται. Καὶ παραδείγματος ἕνεκεν καὶ σαφηνείας τῶν θεωρημάτων καὶ ἐπὶ προβλήματος λέξομεν· ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας. ἀπὸ τοῦ παραλειφθέντος πρῶτον ‘ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμεν‘, εἶτα τὸ πραχθὲν ‘τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμεν‘, εἶθ’ ἡ αἰτία ‘οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὃ δὲ ταῦτα πιστευθεὶσ‘ πάλιν ἐκ τῶν παραλειφθέντων ‘οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶσ‘· εἶθ’ ἡ αἰτία τοῦ παραλειφθέντος ‘δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο.
2 7 (50) [95] ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶσ‘, εἶτα ἀπὸ τῶν λογισμῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τοὺς τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα—τοῦτο, ὃ καὶ πράττειν προείλετο‘. καὶ παρατηρητέον, ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολλοῖς κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα. Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύνοιτο, διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει. τρόποι δὲ διηγήσεως τρεῖς, ἁπλοῦς, ἐγκατάσκευος, ἐνδιάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ σύντομος ᾖ καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐὰν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ἤδη φθάσαντες, ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ διασκευάζει. Ἁπλῆ μὲν οὖν διήγησις παρὰ Δημοσθένει ἐν τῷ Κατὰ Κόνωνος αἰκίας «ἐξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον. καὶ μεθ’ ἡμῶν ἐσκήνωσαν οἱ Κόνωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον»· οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἃ ἔπραττον ἐκεῖνοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὺν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις. Ἐγκατάσκευος δέ ἐστιν ἡ Κατὰ Ἀριστοκράτους. φάσκων γὰρ Χερρόνησον κινδυνεύειν τῇ πόλει τὰς αἰτίας λέγει, δι’ ἃς ἐσῴζετο, καὶ τὰς αἰτίας, ἐξ ὧν ἀπολεῖται· «ἔστι γὰρ τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ’ ἑνὸς Θρᾴκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν».
2 7 (100) [10] καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης. Ἐνδιάσκευον δὲ ἐκεῖνο τὸ μέρος τῆς διηγήσεως ἐν τῷ Περὶ τῆς παραπρεσβείας παρὰ τῷ Δημοσθένει «θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς». Τὸ δὲ ἄριστον καὶ ἀναγκαιότατον εἰδέναι, ὅτι τῶν διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἁπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ‘ὑμεῖς τοῦτον ἐχειροτονήσατε πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλουσ‘ τῆς ἐγκατασκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ Φιλοκράτους, τῇ δ’ ὑστεραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναι‘ ἁπλῶς λέγει καὶ ἁπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Φωκέας διηγεῖται. Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται, ἤτοι τοῦ πράγματος αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἢ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υἱὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονότασ‘ τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίαν‘, εἶτα ἡ αἰτία ‘δι’ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, δι’ ὃν ἄθεσμοι φόνοι, δι’ ὃν ἀσεβεῖς σφαγαί, δι’ ὃν γένος ὅλον ἔρριπται πεφονευμένον, παρ’ οὗ ἥκιστά τις ἂν προσεδόκησεν;‘ Τὸ τρίτον μοι σύνταγμα τουτὶ γέγονεν, ὦ κράτιστε Ἰούλιε Μᾶρκε, περὶ ὧν ἤδη σοι φθάνω καὶ δι’ ἐμαυτοῦ πολλάκις τεχνολογήσας, τοῦ κορυφαίου τῆς ῥητορικῆς μέρους· ἔστι δὲ ἥ τε τῶν κεφαλαίων εἰσαγωγὴ καὶ οἱ τρόποι τούτων καὶ δι’ ὅσων γίνονται, εἶτα περὶ τῶν λύσεων καὶ ἐξ ὅσων συνίστανται, εἶτα ἐπιχειρημάτων καὶ τῶν τόπων, ἐξ ὧν λαμβάνονται, εἶτα ἐργασιῶν, αἳ καθ’ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκλαμβάνουσαι ἐργάζονται, καὶ μὴν καὶ τῶν ἐπὶ τούτοις ἐνθυμημάτων ἐμοὶ παρευρεθέντων, ἀφ’ ὧν τὸ ἀκρότατον τῆς δριμύτητος καὶ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται· περαιτέρω δὲ τούτων προβαίνουσαν τὴν ῥητορικὴν οὐχ εὑρήκαμεν, ἀνακυκλουμένην δέ γε.
3 1 [14] πρὸ δὲ τούτων βραχέα μοι περὶ προκατασκευῆς εἰπεῖν ἔδοξεν. Περὶ προκατασκευῆς.
3 2 (t) [55] Ἡ προκατασκευὴ πρεσβύτερόν ἐστι μέρος λόγου τῆς κατασκευῆς, ὡς δηλοῖ καὶ τοὔνομα. ἔργον δὲ αὐτῆς τὸ προεκτίθεσθαι τὰ κεφάλαια καὶ τὰ ζητήματα, οἷς περιπλακεὶς ὁ λόγος συμπληρώσει τὴν ὑπόθεσιν, οἷόν ἐστιν ἐκεῖνο παρὰ τῷ Δημοσθένει «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑμῖν ὑπεσχημένον, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τοῦτο τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι τούτων τυχεῖν Χαρίδημος, ἁπάντων τούτων ὑμῖν αἵρεσιν δοῦναι, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ὑμῖν ἐστιν ἀκοῦσαι»· ταῦτα γάρτοι προειπὼν πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίου τὴν τομὴν ἐσήμανε τοῦ λόγου, εἶτα καθ’ ἕκαστον αὐτῶν λαβὼν διεπεράνατο ταῖς κατασκευαῖς τὰς ἁρμοττούσας ἑκάστῳ τῶν ἐπιχειρήσεων προσαγαγὼν δυνάμεις. καὶ μὴν καὶ ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ προκατασκευῆς ἔχει χώραν καὶ δύναμιν τὸ λέγειν αὐτὸν «σκέψασθε παρ’ ὑμῖν αὐτοῖς, τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν· πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων· ἐφ’ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακται»· καὶ γὰρ ἐνταῦθα ἐπὶ κεφαλαίων τὰ ἐγκλήματα προὔθηκεν, ὧν καθ’ ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει. εἰ δὲ ζητοίης, εἰ τούτοις τέτμηκε τοῖς κεφαλαίοις τὸν λόγον ἢ εἰ τούτοις μόνοις ἢ εἰ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας ἐν τῇ κατασκευῇ, λόγον ἴδιον ζητεῖς θεωρίας καὶ τέχνην τοῦ τῆς Παραπρεσβείας καὶ οἰκονομίαν, οὐκ ἀναιρεῖς τὸ μὴ οὐ προεκτίθεσθαι τὰ κεφάλαια τὸν ῥήτορα, ὃ τῆς προκατασκευῆς ἐστιν ἴδιον· πολὺ δὲ δήπουθεν διενήνοχε τεχνολογῆσαι διδασκαλικὴν θεωρίαν ἢ θεωρῆσαι δικανικὴν ἀνάγκην λόγου· πρὸς τὸ χρήσιμον τῶν ζητουμένων διοικονομουμένου· ἐπεὶ κἀκεῖνό σοι ἀστεῖον καὶ χάριεν προειρῆσθαι, ὡς τετηρήκαμεν τὴν προκατασκευὴν ταύτην οὐ μιᾷ χώρᾳ συνεζευγμένην ἀλλὰ διπλῇ· ποτὲ μὲν γὰρ μετὰ τὰ προοίμια τάττει τὴν προκατασκευήν, ὡς ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ, ποτὲ δὲ μετὰ τὴν διήγησιν, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους λόγῳ. Καὶ τοῦτο μὲν ἐξήρκεσεν ἂν εἰπεῖν ἄλλῳ, ὅτι διττὴν ἔχει χώραν, σοὶ δὲ οὐκ ἀποκρύψομαι παραστῆσαι, τί ποτε τῷ ῥήτορι ἐνενόησα. καὶ γὰρ οὖν καὶ αὐτῷ διαπορῆσαί μοι παρέστη γενομένῳ τοῦ πράγματος ἐν ἐπιστάσει καὶ εὗρον τὸν ῥήτορα, εἰ μὲν ἀπατήσειν μὴ μέλλοι τοὺς δικαστάς, ἀλλὰ πληρώσειν τὴν ἐπαγγελίαν καθαρῶς, μετὰ τὴν διήγησιν τιθέντα τὴν προκατασκευὴν καὶ ἅμα συνάπτοντα καὶ ἐπάγοντα τὴν κατασκευήν, ὥστε ἔτι τῆς μνήμης οὔσης ἐναύλου τῆς κατὰ τὴν ἐπαγγελίαν μηδὲν ψεύδεσθαι δοκεῖν, ἀλλ’ ὡς ἐπηγγείλατο τιθέντα τὴν κατασκευὴν οὕτως· ὅταν δὲ μέλλῃ δικαίως μὲν δοκεῖν ἐπαγγέλλεσθαι, τὴν ἐπαγγελίαν δὲ παρ’ οὐδὲν τίθεσθαι, τηνικαῦτα μετὰ τὰ προοίμια προκατασκευάζοντα καὶ μεταξὺ τὴν διήγησιν τάττοντα, εἶθ’ οὕτω τῆς μνήμης διὰ τῆς διηγήσεως ἐξελόντα τὴν ἐπαγγελίαν κατασκευάζοντα ὕστερον, ὡς βούλεται· καθάπερ οὖν ἐν τῷ τῆς Παραπρεσβείας ἑάλωκε λόγῳ· καὶ γὰρ ἐνταῦθα φήσας δεῖν πρῶτον εὐθύνας ἀπαιτεῖν ὧν ἀπήγγειλε, τὸ ‘ἀνεύθυνος ἐπὶ λόγοισ‘ μετὰ πολλὰ τέθεικε κεφάλαια, καὶ ὅλως τὴν τάξιν τῆς ἐπαγγελίας συγχέας οὐχ ὡς ἐπηγγείλατο κατεσκεύασεν.
3 2 (50) [105] εἰ δὲ εἰς τὸν λόγον αὐτὸν δέοι λέγειν, καθ’ ἕκαστον τῶν μερῶν ἰδίας ἔχει τέχνας καὶ ἀπορρήτους, οὐ μέντοι τὰ τῆς οἰκονομίας ἐκείνης ἴδια κοινὰ διδασκαλίας τεχνῶν τοιούτων δύναται γενέσθαι. Εὗρον καὶ ἄλλο προκατασκευῆς εἶδος παρευρεθὲν τοῖς ἀρχαίοις, ὃ κεφαλαίων μὲν ἐπαγγελίαν οὐκ ἔχει, ἀπόδειξιν δὲ παρίστησι τοῦ κατὰ τοὺς νόμους δοκεῖν εἰσέρχεσθαι τὴν κρίσιν. προκατασκευὴ δ’ ἂν καλοῖτο καὶ τοῦτο εἰκότως, ὅτι λόγος ἐστὶ πρὸ τῶν κεφαλαίων λεγόμενος εἰκόσι λογισμοῖς πᾶσαν τὴν κατασκευὴν προκαλούμενος. καὶ τούτῳ κέχρηνται πολλοὶ τῶν ἀρχαίων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου. τῆς γὰρ στάσεως οὔσης ὁρικῆς, καὶ τεμνομένων τῶν ὅρων οἷς ἴσμεν τόποις, κέχρηται νοήμασι τοῖς διδοῦσι κατὰ τῶν οὕτως ἀδικησάντων περὶ τὴν ἑορτὴν ἐξουσίαν εἶναι προβολῆς τοῖς κατηγορεῖν ἐσπουδακόσιν, εἰ παρὰ τὰ διωρισμένα τις ἐκ τῶν νόμων ἐν τοῖς Διονυσίοις ποιεῖ, καὶ τοῦτο ἀποδείξας καὶ ἀναγνοὺς ἐκ νόμων οὕτως ἐχώρησεν εἰς τὴν μελέτην τοῦ ὅρου· καίτοι τό γε τὴν κατηγορίαν ἐκ νόμων εἰσιέναι ταύτην οὐδὲν ἔμελλε διοίσειν οὔτε τῇ κατασκευῇ τοῦ ὅρου οὔτε τῇ νίκῃ τοῦ τὸ πραχθὲν ἀσέβειαν εἶναι δοκεῖν, οὐχ ὕβριν. — Καὶ μέντοι καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου λόγῳ τῷ αὐτῷ τρόπῳ τῆς προκατασκευῆς ἐχρήσατο. καὶ γὰρ ἐκεῖνος πορνείας γραφὴν ἐνστησάμενος καὶ τοῦ τὰ πατρῷα κατεδηδοκέναι τὸν Τίμαρχον προκατασκευῇ κέχρηται τῇ διδούσῃ κατὰ τῶν ἀσελγῶς ζησάντων ἐξουσίαν εἶναι κατηγορίας καὶ γραφῆς· καίτοι τοῦτο οὔτε τοῦ στοχασμοῦ τῶν κεφαλαίων ἅπτεται οὔτε πρὸς τὴν νίκην αὐτῷ τοῦ τὸν κρινόμενον αἱρήσειν συναγωνίζεται· καὶ γὰρ εἰ τὰ μάλιστα διδόασιν οἱ νόμοι τὴν ἐξουσίαν τοῖς βουλομένοις κατηγορεῖν κατὰ τῶν οὕτω ζησάντων, οὐδέν τι παρὰ τοῦτο μᾶλλον ὁ Τίμαρχος ἐλήλεγκται τοιοῦτος ὢν ἐκ τούτων τῶν νοημάτων, οἷον αὐτὸν ἐν τοῖς κεφαλαίοις ἀποδείξει, ἀλλ’ ἔστιν ἀπηλλοτριωμένη τῶν ζητημάτων ἡ τοιάδε προκατασκευή. — Εἰ δέ μοι λέγοι τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους λόγῳ μεταξὺ τῶν δύο νομίμων, τοῦ τε παρανόμως εἰσενηνοχέναι τὸν νόμον 〈Τιμοκράτην δεικνύντος καὶ τοῦ τὸν εἰσενηνεγμένον εἶναι παράνομον〉 τὸν ὑπὸ Τιμοκράτους γραφέντα, μέσῳ κέχρηται τούτῳ τῷ νοήματι ἐν τοῖς κεφαλαίοις, ὅτι κατὰ τῶν μὴ ποιησάντων, ἃ προστάττουσιν οἱ νόμοι, νομοθετοῦντες καὶ τὸ πῶς, διδόασιν ἐξουσίαν κατηγορίας τοῖς βουλομένοις, ἐρῶ τὰς αἰτίας, καθ’ ἃς ἐκεῖ μὲν κεφαλαίων μέρος ἐγένετο, προκατασκευῆς δὲ ἐνταῦθα.
3 2 (100) [125] ὅταν μὲν γὰρ ἄλλης στάσεως ὁ λόγος ᾖ κεφαλαίοις ἄλλοις διαιρουμένης, τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατασκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ Κατὰ Τιμάρχου στοχασμοῦ τῆς στάσεως οὔσης προκατασκευὴ τὸ νόμιμον ἐγένετο καὶ ἐν τῷ Κατὰ Μειδίου ὅρου οὔσης τῆς στάσεως ἀπὸ τῆς προκατασκευῆς τὸ νόμιμον ἐγένετο· οὔτε γὰρ ὅρος οὔτε στοχασμὸς τούτῳ τῷ κεφαλαίῳ τέμνονται. ὁ δὲ Κατὰ Τιμοκράτους λόγος πραγματικῆς ὢν τῆς κατὰ νόμου εἰσφορᾶς ὀφείλων τῷ νομίμῳ κατασκευασθῆναι τὸ ἐκ τοῦ νόμου βοηθοῦν μέρος αὐτῷ τετήρηκε τῷ νομίμῳ. ἄξιον δὲ κἀκεῖνο τηρῆσαι τῶν ῥητόρων ἐν τούτοις, ὅτι καινοὺς ἀγῶνας εἰσιόντες ὃ μὲν πορνείας, ὃ δὲ τῆς περὶ τὰ Διονύσια προβολῆς, οἷς οὐκ ἦσαν Ἀθηναῖοι συνειθισμένοι τῷ μηδένα τοιοῦτον πρότερον εἰσελθεῖν, ἀναγκαίως ἐχρήσαντο ταύτῃ τῇ προκατασκευῇ, ὡς ἂν μὴ προσκρούοιεν τοῖς δικασταῖς ἐκ τοῦ τὰ πρὸς μηδενὸς ἄλλου γενόμενα τολμᾶν εἰσάγειν, ἀλλὰ προσεκτικὸς καὶ διδασκαλικὸς τῆς κατηγορίας ὁ λόγος γένοιτο τοῖς δικασταῖς μαθοῦσιν, ὅτι, περὶ ὧν πρῶτον δικάζουσιν, ἐκ νόμων ὥρμηνται καὶ ἀπὸ τῆς τῶν νόμων βουλήσεως. Περὶ κεφαλαίων.
3 4 (t) [55] Περὶ μὲν τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμεθα τέχνην, καὶ ὅσα ἑκάστης τῶν στάσεων ἴδια καὶ ὅσα κοινὰ καὶ τὰ τούτων διάφορα· νυνὶ δὲ πρόκειται δεῖξαι, πῶς τῆς διαιρετικῆς τέχνης ὑποβαλλομένης τῶν κεφαλαίων ἕκαστον ἡμεῖς ἐκλαβόντες αὐτὸ κατασκευάσομεν· τὸ γὰρ πᾶν τῆς ῥητορικῆς ἰσχυρὸν ἐν τούτοις ἵσταται καὶ τὸ τῆς νίκης κράτος ἐν τῇ κατασκευῇ τῶν κεφαλαίων διαφαίνεται. Κεφάλαιον τοίνυν ἤτοι παρ’ ἡμῶν αὐτῶν εἰσάγομεν, ὃ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐχθρῶν τίθεται, ὃ δεῖται λύσεως. οἷον ἐὰν μὲν ἀπολογώμεθα ἐν τοῖς στοχασμοῖς, τὴν τῶν ἐλέγχων ἀπαίτησιν ἡμεῖς εἰσάγομεν λέγοντες ‘ἐλέγχους πάρασχε‘, εἶτα κατασκευάζομεν ἐκ τῶν ἐπιχειρημάτων συνιστάντες ὅτι ‘δεῖ παντὸς πράγματος ἐλέγχους παρέχεσθαι καὶ παντὸς ἐγκλήματοσ‘. ἐὰν δὲ κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τιθέντος καὶ λέγοντος ‘ἐλέγχους πάρασχε‘ ἡμᾶς λύειν λέγοντας ‘οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματοσ‘ καὶ εἰς τοῦτο κατασκευῆς εὐπορῆσαι τῆς ἀπὸ τῶν ἐπιχειρημάτων, ἵνα δείξωμεν, ὅτι μὴ δεῖ τοὺς ἐλέγχους ἀπαιτεῖν. καὶ ἐν ταῖς πραγματικαῖς, εἰ τύχοι, ἢ τιθέμεθα κεφάλαιον λέγοντες ‘οὐ δεῖ καινοτομεῖν‘ ἢ ‘οὐ δεῖ παρὰ τὰ δόξαντα λέγειν‘ ἢ ‘οὐ δεῖ ἔθος καταλύειν‘, καὶ ὅ τι ἂν τούτων εἰσάγωμεν, ἐκ τῶν ἐπιχειρημάτων εἰς τὰς κατασκευὰς βοηθούμεθα δεικνύντες, ὅτι μηδὲν τούτων δεῖ ποιεῖν, ἢ καινοτομεῖν ἢ τὰ δόξαντα λύειν ἢ ἔθος παραβαίνειν· ἢ τεθὲν παρὰ τῶν ἀντιδίκων λεγόντων, ὅτι οὐ δεῖ ταῦτα ποιεῖν, ἡμεῖς αὖθις δεόμεθα λύσεως, ἵνα δείξωμεν, ὅτι δεῖ καινοτομεῖν καὶ τὰ δόξαντα λύειν καὶ ἔθος παραβαίνειν, καὶ εἰς τὴν τούτων κατασκευὴν βοηθούμεθα τοῖς ἐπιχειρήμασι. Πολλῶν δὲ πολλὰ ἐκθεμένων περὶ ἐπιχειρήματος καὶ πολὺν ἀναλωσάντων λόγον καὶ μηδενὸς δυνηθέντος σαφῶς παραστῆσαι, πειράσομαι ὅτι μάλιστα σαφέστατα διακρῖναι, τίς εὕρεσις ἐπιχειρήματος, ὃ κατασκευάζει τὸ κεφάλαιον ἢ τὴν λύσιν, καὶ τίς εὕρεσις ἐργασίας, ἣ κατασκευάζει τὸ ἐπιχείρημα, καὶ τίς εὕρεσις ἐνθυμήματος, ὃ κατασκευάζει τὴν ἐργασίαν. ἐὰν μὲν οὖν ἡμεῖς εἰσάγωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως καὶ τῆς εἰς τοῦτο κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων μετὰ προτάσεως. τὸ δὲ ἐντελέστερον, ἐὰν τιθῆται ἀπὸ τῶν ἐχθρῶν καὶ εἰσάγηται· τότε γὰρ δεῖ κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, λύσει τῇ καὶ ἀνθυποφορᾷ καλουμένῃ. ὃ δὲ τούτων ἕκαστόν ἐστι, σαφῶς παραστήσω· πρότασις μὲν γάρ ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος, ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία, εἶτα ἡ λύσις, ἣν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχειρημάτων κατασκευῆς. οἷον εἰ τύχοι κατατρέχει Χερρόνησον Φίλιππος, γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν· ‘τάχα τοίνυν καὶ τοιοῦτος ἥξει λόγος παρὰ τῶν ἀντιδίκων‘ τοῦτο ἡ πρότασις, ‘ὡς χαλεπὸν διορύξαι Χερρόνησον‘ τοῦτο ἡ ὑποφορά, ‘ἔστι δὲ τοῦτον αὐτῶν οὐ χαλεπὸν διαλῦσαι τὸν λόγον‘ τοῦτο ἡ ἀντιπρότασις, ‘τὸ γὰρ διορύσσειν πρᾶγμα ῥᾴδιον‘ τοῦτο ἡ λύσις, ἥτις δεῖται ἐπιχειρημάτων.
3 4 (50) [105] Τὸ μὲν οὖν πλῆρες κεφάλαιον οὕτω. —Λείπει δὲ πολλάκις ἡ πρότασις οὐδὲν βλάπτουσα τὴν ὑποφοράν—κόσμος γάρ ἐστι τοῦ λόγου καὶ πλέον οὐδὲν πολλάκις· ἔσθ’ ὅτε γὰρ καὶ θεωρίας ἐνδείγματα καλλίστης ἐμφανίζουσιν ἥ τε πρότασις καὶ ἡ ἀντιπρότασις, εἰ τῆς ἑρμηνείας τοῖς ὀνόμασι προσέχοιμεν, ἐξ ὧν τὸ εἶδος τῆς ὑποφορᾶς ὅπως διασύρεται καὶ διαδείκνυται θεωροῦμεν—, οἷον «ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει». εἰ μὲν γὰρ ἔλεγε ‘πυνθάνομαι τοίνυν αὐτὸν περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἃ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει‘, μετὰ προτάσεως ἔκειτο· ἐν οἷς γὰρ λόγοις ἐλπίζεται ἡ ὑποφορά, τοῦτό ἐστιν ἡ πρότασις· τὸ δὲ λέγειν «ἀγανακτήσει τοίνυν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει» τοῦτό ἐστιν ἡ ὑποφορά. —Ποτὲ δὲ ἡ ἀντιπρότασις λείπει, τουτέστιν ἡ τῆς λύσεως ἐπαγγελία, οἷον «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθ’, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ» μέχρι τούτου ἡ πρότασις· «φήσει δὲ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας» τοῦτο ἡ ὑποφορά· «ἐγὼ δὲ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω» τοῦτο εὐθέως ἡ λύσις. λείπει δὲ ἡ ἀντιπρότασις· ἦν δὲ ἂν πλῆρες, εἰ ἔλεγε ‘χρὴ δὲ ὑμᾶς, ὦ Ἀθηναῖοι, μηδαμῶς ἀποδέχεσθαι τοῦτον τὸν λόγον· τὸ γὰρ τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν ἄδικον‘. — Καὶ ἡ ἀντιπρότασις μέντοι λείπουσα οὐδὲν τῷ νοήματι λυμαίνεται, ἀλλὰ τὴν αὐτὴν ἔχει δύναμιν τῇ προτάσει, ἥτις μόνον κόσμος ἐστὶ τῷ λόγῳ· ἐπεὶ πολλάκις καὶ χωρὶς προτάσεως καὶ ἀντιπροτάσεως εὑρίσκομεν παρὰ τοῖς ἀρχαίοις, οἷον «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας» ἡ ὑποφορὰ χωρὶς προτάσεως· «εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις;» ἡ λύσις χωρὶς ἀντιπροτάσεως. —Τὸ δὲ πλῆρες ἀπὸ τῶν ἀρχαίων οὕτω «Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν. ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύομεν» τοῦτο ὅλον πρότασις· εἶτα ἡ ὑποφορὰ «ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι», τοῦτο ἡ ὑποφορά· «τοῦτον δὲ τὸν λόγον, ὡς οὐκ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι» τοῦτο ἡ ἀντιπρότασις· «ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν.
3 4 (100) [111] ὃ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἶχον, ταῦτα ἐᾶν ἑαυτοῦ γίνεσθαι» τοῦτο ἡ λύσις· καὶ ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεττάρων πεπλήρωται, προτάσεως, ὑποφορᾶς, ἀντιπροτάσεως, λύσεως. Περὶ ἐνστάσεως καὶ ἀντιπαραστάσεως.
3 6 (t) [40] Ἰστέον, ὅτι τὴν ἔνστασιν καὶ ἀντιπαράστασιν ἐναντία κεφάλαια τῆς ἀντιλήψεως ἡ διαιρετικὴ παρέδωκε τέχνη· οἷον ‘ἐξῆν μοι κτεῖναι τὸν υἱόν‘ τὸ κεφάλαιον, εἶτα ἡ ἔνστασις ‘οὐκ ἐξῆν‘, εἶτα ἡ ἀντιπαράστασις ‘εἰ δὲ καὶ ἐξῆν, ἀλλ’ οὐκ ἐνώπιον τῆς μητρόσ‘. καὶ πάλιν ‘ἀνεύθυνος ἐπὶ λόγοισ‘ τὸ κεφάλαιον, ‘ἀλλ’ οὐκ ἀνεύθυνοσ‘ ἡ ἔνστασις, ‘εἰ δὲ καὶ ἀνεύθυνος, οὐχ ἵνα ὑβρίζῃς τὴν πόλιν‘ ἡ ἀντιπαράστασις. Χρὴ δὲ ἡμᾶς καθ’ ἕκαστον τῶν κεφαλαίων ἐν πάσῃ στάσει πειρᾶσθαι τὰς μάχας καὶ τὰς κατασκευὰς κατ’ εἰκόνα τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως εἰσάγειν· πάντως γὰρ δυοῖν θάτερον, ἢ τὸ τῆς ἐνστάσεως ἢ τὸ τῆς ἀντιπαραστάσεως, βιαιότατον τὸν ῥήτορα ἀποδείξει, οἷον ἐὰν λέγωμεν ὅτι ‘δεῖ καινοτομεῖν‘, κεφάλαιον, εἶτα λέγωμεν ὅτι ‘καινοτομεῖν προσήκει ἐπὶ τῷ συμφέροντι‘· τοῦτο γὰρ ἀντιπαραστατικῶς εἰσάξομεν· εἶτα ὅτι ‘μηδὲ καινόν‘, τοῦτο ἐνστατικῶς. καὶ πάλιν ὅτι ‘δύσκολον τόδε ποιῆσαι‘, κεφάλαιον· ‘ἀλλ’ οὐ δύσκολον‘, ἐνστατικῶς· ‘εἰ δὲ καὶ δύσκολον, ποιητέον‘, ἀντιπαραστατικῶς. Ἅμα γάρτοι καὶ ἡ εὐπορία τῶν νοημάτων καὶ τῶν ἐπιχειρημάτων ἀμύθητος καὶ πολλὴ γίνεται ζητούντων ἡμῶν, εἴτε τὴν ἔνστασιν πρώτην θείημεν εἴτε τὴν ἀντιπαράστασιν, καὶ εἰς ἐκείνην πρῶτον τὴν προκειμένην ἀπὸ τῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, εἶτα εἰσαγόντων τὴν ἑτέραν καὶ πάλιν εἰς ἐκείνην ἀπὸ τῆς αὐτῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, καὶ εἰς ἄπειρον οὗτος ὁ λογισμὸς τὰ νοήματα ἐξάγει· εἰ γὰρ ἡ ἔνστασις εὕροι δύο ἐπιχειρημάτων πίστεις καὶ ἡ ἀντιπαράστασις δύο καὶ εἰς ἕκαστον ἐπιχείρημα ἐργασίαν δῶμεν καὶ καθ’ ἑκάστην ἐργασίαν αὖθις ἐνθύμημα, τῷ ὄντι εἰς ἄπειρον ὁ τοιοῦτος λογισμὸς τὰ νοήματα ἐξάγει. τοῦτο δὲ ἀπορήσασα ὀλιγάκις ἡ τέχνη πάσχει. ἤδη δὲ ἠρκέσθησαν οἱ παλαιοὶ πολλάκις καὶ δίχα τῶν ἐπιχειρημάτων ἐν ταῖς λύσεσιν αὐτῷ τῷ ἐνστατικῷ καὶ ἀντιπαραστατικῷ χρήσασθαι μόνοις, ὡς μυριάκις ἐν τοῖς ἀρχαίοις ἐπιδείξομεν. τάξιν δὲ οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει, τί πρῶτον θετέον, ἔνστασιν ἢ ἀντιπαράστασιν, ἀλλὰ τὸ παραδοξότερον αὐτῶν καὶ βιαιότερον δεύτερον τάττεται, πάσχει δὲ τοῦτο ποτὲ μὲν ἡ ἔνστασις, ποτὲ δὲ ἡ ἀντιπαράστασις. Περὶ βιαίου.
3 3 (t) [41] Ἔστι καὶ τρίτον εἶδος λύσεως, τὸ παραδοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὃ καὶ βίαιον κέκληται· γίνεται δέ, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δυνώμεθα τὸν λόγον ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται, ὡς ὁ Δημοσθένης «ἀλλὰ ἀγανακτήσει Φίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφίσησθε». δι’ ἃ γὰρ ἐκεῖνος οἴεται σωθήσεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὃ μὲν γὰρ φήσει δεῖν φυλάττεσθαι τοὺς Ἀθηναίους, μὴ εἰς ὀργὴν προκαλέσωνται Φίλιππον, ὃ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, δι’ ἃ μὴ χαλεπαίνει Φίλιππος· ἐπιφέρει γὰρ οὕτως «ἐγὼ δέ, εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας ὥστε τυχεῖν αὐτῆς, οὗτος οὕτω νῦν γέγονε φοβερὸς καὶ μέγας, ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;» ἢ ὅταν ἐναντία δείξῃ ποιοῦντα τὸν ἀντίδικον, ὧν φησὶν εἰργάσθαι, ὡς ἐπ’ ἐκείνης τῆς ὑποφορᾶς «ἂν τοίνυν ἀντὶ Πυλῶν καὶ Φωκέων ὡς Χερρόνησος περίεστι τῇ πόλει λέγῃ, μὴ ἀποδέξησθε, ὦ Ἀθηναῖοι, μηδὲ πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει»· καὶ γὰρ ἐκεῖ κεχρημένος τῇ ἐνστάσει φανερῶς, ὅτι μὴ διὰ Φωκέας Χερρόνησος σῴζεται ἡ πρὸ τεττάρων μηνῶν σῳζομένη, μέτεισιν ἐπὶ τὸ βίαιον δεικνὺς τὸ ἐναντίον, οὗ φησιν ὁ ἀντίδικος, ὅτι μὴ μόνον αὐτὴν οὐκ ἔσῳζε διὰ Φωκέας, ἀλλ’ ὅτι καὶ κινδυνεύειν αὐτὴν ἐποίησε διὰ Φωκέας ἀπολωλότας «εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν Χερρόνησον εὑρήσετε ἢ τότε· πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτήν» καὶ τὰ ἑξῆς· πλὴν ὅτι τῆς ἐνστάσεως πολὺ διαφέρει τὸ βίαιον· ἡ μὲν γὰρ ἔνστασις ἀναιρεῖ τὸ λεγόμενον ὡς οὐκ ὄν, τὸ βίαιον δὲ παρίστησι τοῦ λεγομένου τὸ ἐναντίον. ἐναργῶς δὲ ἐμήνυσεν ἐνταῦθα ἑκάτερα, τῷ μὲν εἰπεῖν, 〈ὅτι〉 οὐ διὰ Φωκέας Χερρόνησος σῴζεται τὴν ἔνστασιν πληρώσας, τῷ δὲ εἰπεῖν, ὅτι καὶ κινδυνεύει διὰ Φωκέας Χερρόνησος, τὸ βίαιον παραστήσας. Περὶ ἐπιχειρημάτων.
3 5 (t) [60] Εἴτε οὖν εἰσάγοιμεν ἡμεῖς κεφάλαιον εἴτε τεθὲν λύοιμεν, δεῖ ζητεῖν τὰ ἐπιχειρήματα ὅθεν εὑρεθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων. εἴτε γὰρ κατασκευάζοιμεν εἴτε λύοιμεν, ἀπὸ τῶν αὐτῶν αἱ γενέσεις τῶν νοημάτων τοῖς ἐπιχειρήμασι καὶ παρὰ ταῦτα οὐδεὶς ἂν εὑρεῖν ἕτερον δύναιτο. εὑρίσκεται τοίνυν πᾶν ἐπιχείρημα γινόμενον ἀπὸ τῆς περιστάσεως· περίστασις δέ ἐστι τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμασι καὶ δίκαις καὶ ὑποθέσεσι καὶ βίῳ, τόπος, χρόνος, τρόπος, πρόσωπον, αἰτία, πρᾶγμα· προστιθέασι δὲ οἱ φιλόσοφοι καὶ ἕβδομόν τι, τὴν ὕλην, ἣν ὁ ῥήτωρ οὐκ ἰδίᾳ χωρίσας ἔχει, πιθανῶς δὲ ἐπιμερίζει τῶν ἄλλων ἑκάστῳ, ὅτῳ ἂν καὶ δύνηται. εἴτε οὖν ἀξιοῖμεν γενέσθαι τι, φήσομεν ἐπιχειροῦντες δεῖν αὐτὸ γενέσθαι, καλὸν γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἀντιλέγοιμεν ἀξιοῦντες μὴ δεῖν γενέσθαι, φήσομεν μὴ δεῖν αὐτὸ πραχθῆναι, φαῦλον γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἐπὶ τοῦ παρελθόντος εἴτε ἐπὶ τοῦ μέλλοντος· ‘πραχθήσεται τόδε διὰ τὸν τόπον ἢ χρόνον‘ καὶ τὰ ἑξῆς ἢ ‘οὐ πραχθήσεται διὰ τὸν τόπον ἢ χρόνον‘ καὶ τὰ ἑξῆς. — Καταμάθωμεν δὲ καὶ ἐπὶ παραδειγμάτων, ἀφ’ ὧν πάντα σαφῆ γίνεται. οἷον ἐπὶ τοῦ στοχασμοῦ πρῶτον ἐμπίπτει κεφάλαιον παραγραφικόν, εἶτα ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ μή τι πρὸ αὐτοῦ παραδόξως ἕτερον εὑρεθείη, καθὰ συμβαίνει πολλάκις· ἔστω δὲ πρόβλημα ὁ Περικλῆς ὁ κρινόμενος προδοσίας, ὅτι μὴ ἐδῄωσεν αὐτοῦ τοὺς καρποὺς Ἀρχίδαμος. εἴτε γὰρ ἀπαιτοίη τοὺς μάρτυρας ὁ Περικλῆς, ἐπιχειρήσει λέγων τῇ τῶν ἐλέγχων ἀπαιτήσει πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘δεῖ ἐλέγχους παρέχεσθαι προδοσίασ‘ τὸ κεφάλαιον ὁρίσας, εἶτα ἐπιφέρων ἐπιχείρημα ‘παντὸς γὰρ πράγματος κρινομένου δεῖ τοὺς ἐλέγχους παρέχεσθαι· δίκαιον γὰρ τοῦτό γε‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ δεῖ Περικλέα μὴ ἄνευ μαρτύρων κρίνεσθαι προδοσίασ‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μὴ δεῖ ἐν δημοκρατίᾳ ἄνευ μαρτύρων τὰς κρίσεις γίνεσθαι‘· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι ‘καὶ διὰ τοῦτο δεῖ μάρτυρας παρέχεσθαι τοῦ Περικλέους τῆς προδοσίας καὶ ἀπαιτεῖν, ἵνα τοῦτο προεγνωκότες οἱ κατήγοροι μὴ συκοφαντῶσι προπετῶς, γινώσκοντες ὅτι συκοφαντίας ἁλώσονται προπετῶς κατηγοροῦντες, ἐὰν μὴ παρέχωσι μάρτυρασ‘. εἰ δὲ ἀντιλέγοιμεν μὴ δεῖν μάρτυρας παρέχεσθαι, καὶ τότε ὁμοίως ἐπὶ τὴν περίστασιν βαδιούμεθα λέγοντες καὶ πρῶτον μὲν τὸ κεφάλαιον ὁρίζοντες ‘οὐ δεῖ μάρτυρας παρέχεσθαι τῆς προδοσίας τῆς Περικλέουσ‘, εἶτα 〈ἐπιφέροντεσ〉 ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘πᾶν γὰρ πρᾶγμα, ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πονηρῶν, ἵνα μὴ κατάφωροι γινόμενοι διδῶσι τιμωρίασ‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μαρτυρεῖν οὐδεὶς ἐθελήσει κατὰ Περικλέους φοβούμενος τὸ ἀξίωμα τοῦ ἀνδρόσ‘· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι ‘καὶ μὴ δεῖ μάρτυρας ζητεῖν πάντων τῶν ἀδικημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν εἰκότων κρίνειν· εἰ δὲ μή, πειράσονται πάντες ἄνευ μαρτύρων ἐπιτίθεσθαι τοῖς ἀδικήμασιν ὡς ἐξ οὐδενὸς ἄλλου ἁλωσόμενοι πλὴν τούτου‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν Ἀθήναις, ὅπου καὶ ἡ ἀλήθεια τῶν πραγμάτων πλέον ἰσχύει τῶν μαρτύρων‘.
3 5 (50) [95] [ὡς ἐν τῷ Κατὰ Τιμάρχου φησὶν Αἰσχίνης, ὅτι καὶ τοὺς ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλ’ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε.] καὶ ἐπὶ τῆς βουλήσεως ὁμοίως τὸ κεφάλαιον ὁρίσαντες ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα‘ τρεψόμεθα πάλιν ἐπὶ τὰ ἐπιχειρήματα ἀπὸ τοῦ πράγματος ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα· φαῦλον γὰρ πρᾶγμα ἡ προδοσία καὶ ὃ μηδεὶς ἂν ἡδέως ὑποσταίη νοῦν ἔχων‘, καὶ ὅτι ‘ἀντὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν οὐκ ἂν πονηρὸν πρᾶγμα εἱλόμην‘· εἶτα ἀπὸ τοῦ προσώπου ‘οὐκ ἂν ἠθέλησα προδοῦναι, Περικλῆς ὤν, φιλόπολις ἀεὶ καὶ φιλαθήναιος καὶ κρείττων χρημάτων‘· εἶτα ἀπὸ τῆς αἰτίας ‘οὐκ ἂν ὑμᾶς προὔδωκα· οὐ γὰρ ἐδεόμην χρημάτων πλούσιος ὤν, οὐδὲ ἐμισούμην παρ’ ὑμῶν ἀλλ’ ἐθαυμαζόμην‘· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι ‘μηδὲ προδοῦναι ἂν ἠθέλησα νῦν, ἔχων τηλικαύτην δόξαν καὶ τοσαύτην‘. καὶ ἡ δύναμις ὅτι ‘οὐκ ἂν ἠδυνήθην προδοῦναι‘, καὶ πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘προδοσία πρᾶγμα δύσκολον καὶ οὐ ῥᾳδίως πραχθῆναι δυνάμενον‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Περικλεῖ δύσκολον, ὃς ἐν προσχήματι τιμῆς ἀεὶ πρὸς Ἀθηναίων φυλάττεται, κρύφα μηδὲν πρᾶξαι δυνάμενοσ‘· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι ‘καὶ τότε δύσκολον, ὅτε ἡ πόλις ἐφυλάττετο, μήτε εἰσιόντος τινὸς μήτε ἐξιόντοσ‘. —Καὶ ὁ Δημοσθένης ἐν τῷ Περὶ παραπρεσβείας ‘ἀνεύθυνος, φησίν, ἐπὶ λόγοισ‘, εἶτα ‘οὐκ ἀνεύθυνοσ‘, καὶ πρῶτον ἔλαβεν ἀπὸ τοῦ πράγματος ‘οὐδὲν γὰρ πρᾶγμα ἀνεύθυνον, ᾧ πρόσεστιν ἀδίκημα‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ ῥήτωρ ἀνεύθυνος ἐν λόγοις οὐκ ἂν εἴη· ἕκαστος γὰρ ὧν ἐστι κύριος, τούτων τὰς εὐθύνας δίδωσιν‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν δημοκρατίᾳ οὐδεὶς ἀνεύθυνος ἐν λόγοισ‘, «οἷς γάρ ἐστιν ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ὦσιν ἀληθεῖς, ἀσφαλῶς ἔστι πολιτεύεσθαι;» καὶ καθάπαξ, ὡς ἔφαμεν, πάντα τὰ κεφάλαια οὕτω καὶ ἀνασκευασθήσεται καὶ κατασκευασθήσεται. οἷον συνεχῶς κατατρέχει Χερρόνησον Φίλιππος, καὶ γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν. κεφάλαιον ‘καινὰ γράφεις, καινοτομεῖν δὲ οὐ δεῖ‘· πρῶτον ἀπὸ τοῦ πράγματος ‘πονηρὸν γὰρ ἡ καινοτομία‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μὴ δεῖ καινοτομεῖν Ἀθηναίους, τοὺς συνετοὺς καὶ τοῖς ἀρχαίοις ἀεὶ καὶ νόμοις καὶ ἔθεσι χρωμένουσ‘· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ μὴ δεῖ ἐν πολέμῳ καινοτομεῖν· ἀγαπητὸν γάρ, εἰ καὶ τὰ συνήθη φυλάττων τις ἐν ἐκείνῳ σωθήσεται‘.
3 5 (100) [145] καὶ πάλιν ‘δεῖ καινοτομεῖν‘, ἡ λύσις ἀπὸ τοῦ πράγματος ‘καλὸν γὰρ τὸ καινοτομεῖν καὶ ὁ βίος ἀεὶ καινοτομεῖται τοῖς πράγμασι καὶ διὰ τοῦτο βελτίων γίνεται‘· εἶτα καὶ ἀπὸ τοῦ προσώπου ‘δεῖ καινοτομεῖν Ἀθηναίους· ὡς νεωτεροποιοὶ γὰρ καὶ παρὰ τοῖς ἐχθροῖς ἐπαινούμεθα‘· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ δεῖ ἐν πολέμῳ καινοτομεῖν· καινοτόμον γὰρ πρᾶγμα ὁ πόλεμος καὶ ἀφ’ ἑαυτοῦ τεχνᾶται τὰ πολλά‘. κεφάλαιον ἕτερον ἐμπίπτει πάλιν ὅτι ‘δύσκολον διορύξαι Χερρόνησον‘· ἀπὸ τοῦ πράγματος ‘αὐτὸ γὰρ τὸ διορύσσειν δύσκολον‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Ἀθηναίοις δύσκολον τοῖς ἀήθεσιν‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μακρὰν τῆς πατρίδος δύσκολον‘· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ ἐν πολέμῳ δύσκολον ταῦτα ποιεῖν‘. ἡ λύσις ‘οὐ δύσκολον· τό τε γὰρ πρᾶγμα ῥᾴδιον καὶ ἐν τῇ ἡμετέρᾳ χώρᾳ‘, εἶτα ὅτι ‘καὶ Ἀθηναίοις πάντα ῥᾴδια‘. Αἱ μὲν οὖν γενέσεις τῶν ἐπιχειρημάτων αὗται. Πολλάκις δὲ ἀπὸ μιᾶς γενέσεως καὶ δύο καὶ τρία εὑρίσκεται ἐπιχειρήματα, οἷον ἀπὸ τοῦ προσώπου, ὅτι μὴ ὁ δεῖνα τόδε ἐποίησεν· ἔστι γὰρ τοῦτο τοῦ ποιοῦντος. εἶτα, ὅτι μηδὲ κατὰ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου, καθ’ ὧν δοκεῖ πεποιηκέναι. εἶτα, ὅτι μηδὲ ὑπὲρ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου τῶν, δι’ οὓς κρίνεταί τις. οἷον ἐπὶ παραδειγμάτων ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα, τὸν συνετόν, τὸν οὕτω λαμπρὸν καὶ μέγαν καὶ στρατηγὸν ἔνδοξον‘, ἀπὸ τοῦ Περικλέους τοῦτο· ὅτι ‘μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Ἀθηναίους, τοὺς τιμῶντας αὐτόν‘ ἄλλο πρόσωπον· ὅτι ‘μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Λακεδαιμονίοις, τοῖς ἐχθροῖς, τοῖς ἐπιβουλεύσασιν αὐτῷ‘ καὶ τοῦτο ἄλλο πρόσωπον. καὶ πάλιν ‘δεῖ καινοτομεῖν Ἀθηναίουσ‘ ἀπὸ τοῦ προσώπου, ‘ἀεὶ γὰρ Ἀθηναῖοι καινοτόμοι‘, καὶ ‘δεῖ καινοτομεῖν κατὰ Φιλίππου τι ποιοῦντας· καινοτόμος γὰρ καὶ Φίλιππος, δεῖ δὲ μιμεῖσθαι τὰς τῶν πολεμίων ἐπιτηδεύσεις ἐν τῷ πολέμῳ‘ καὶ ταῦτα ἄλλα πρόσωπα. καὶ πάλιν ὅτι ‘χαλεπὸν διορύσσειν Χερρόνησον‘, καὶ λήψῃ ἀπὸ τοῦ τόπου ἐπιχείρημα ‘μακρὰν γὰρ Ἀθηναίων Χερρόνησοσ‘ καὶ πάλιν ‘χαλεπὸν διορύξαι Χερρόνησον· μέγας γὰρ ὁ τόπος, ὃν ἀξιοῦσι διορύξαι, πέντε καὶ τετταράκοντα σταδίων‘. εὑρίσκεται δὲ πολλάκις οὕτω καὶ ἐπὶ τῆς αἰτίας, οἷον συμβουλεύει ὁ Θεμιστοκλῆς ἐν τῇ θαλάττῃ μυεῖν, ‘ἀλλὰ δέος, μὴ ἐπιστήσηται βασιλεὺς μυοῦσιν ἡμῖν‘. ‘ἀλλ’ οὐκ ἐπιστήσεται‘, ἀπὸ τῆς αἰτίας, ‘ἵνα μὴ δόξῃ περὶ τοὺς θεοὺς ἀσεβὴς εἶναι, κωλύων γενέσθαι μυστήρια‘· καὶ πάλιν ‘οὐκ ἐπιστήσεται, ἵνα μὴ ἀσεβήσας ἡττηθῇ‘· ἔστι γὰρ ἴδιον μὲν τὸ ‘ἵνα μὴ δόξῃ ἀσεβὴς εἶναι‘, ἴδιον δὲ ‘ἵνα μὴ ἀσεβήσας ἡττηθῇ‘, ἐπεὶ καὶ ἐν εἰρήνῃ φυλάξεταί τις ἀσεβὴς εἶναι δοκεῖν, κἂν μηδὲν διὰ τοῦτο φανερὸν ἤδη φοβῆται κακόν.
3 5 (150) [191] καὶ ὅλως εὑρίσκεται ἐπὶ πάντων, πλὴν οὐκ ἀεί, σπανιάκις δέ γε. Ὥσπερ τοίνυν τοῦτο ἴσμεν, ὅτι πολλάκις ἡ μία γένεσις τοῦ ἐπιχειρήματος δύο καὶ τρία παρατυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως ἰστέον, ὅτι καὶ πολλάκις ἓν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων, ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἶναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας καὶ πράγματος ἢ προσώπου καὶ τόπου, οἷον ὅτι ‘μὴ δεῖ τῶν κρίσεων ἐλέγχους παρέχεσθαι παρ’ ὑμῖν τοῖς δημοκρατουμένοισ‘· τοῦτο γάρ ἐστι κοινὸν καὶ τοῦ προσώπου τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἐστὶν ἡ δημοκρατία· καὶ πάλιν ‘δεῖ λόγων εὐθύνας εἶναι παρ’ ὑμῖν τοῖς δημοκρατουμένοισ‘· κοινὸν γάρ ἐστιν, ὡς ἔφην, ἀμφοῖν. Ταῦτα δὲ πάντα ἐξεθέμην, ὅπως εἰδείημεν καὶ τὰς εὐπορίας μὴ περιττὰς εἶναι δοκεῖν, ἃς ὑποβάλλει τὰ ἐπιχειρήματα, ὅταν ἐξῇ πολλὰ λαβεῖν, καὶ τὰς ἀπορίας, καὶ ὅτι μὴ παρ’ ἡμᾶς ἀπαντᾶν τὰ νοήματα προσήκει νομίζειν, καὶ μάλιστα ὅταν ἓν νόημα καὶ ἓν ἐπιχείρημα ἐπικρατῇ πολλῶν γενέσεων. τὸ πρᾶγμα γάρ ἐστι τὸ πάσχον τὴν ἀπορίαν ἢ δεχόμενον τὴν εὐπορίαν, ὁ μέντοι τεχνίτης εἰς τὴν θεωρίαν ἀποβλέπων εἴσεται, περὶ τί συμβαίνει ἡ ἀνάγκη· ὥστε εἰδέναι τοῦτο καὶ μὴ λυπεῖσθαι αὐτὸν καθάπερ ἀνόητον, εἰ μὴ δυναμένης τῆς τέχνης ὑποβαλεῖν τῷ πράγματι ἐπιχειρήματα αὐτός ἐστιν ἐν στενῷ κομιδῇ τῆς εὐπορίας τῶν νοημάτων. ἔστι δὲ τῷ τρόπῳ τῆς μεταποιήσεως καὶ τὰ πλήθη συστεῖλαι τῶν νοημάτων καὶ τὰ ἄπορα ἐκτεῖναι καὶ πολλὰ ποιῆσαι ταῖς κατὰ τὴν ἑρμηνείαν θεωρίαις· ἐπεὶ μηδὲ Δημοσθένης ᾐδέσθη πολλάκις ἑνὶ χρησάμενος ἐπιχειρήματι καὶ ποτὲ μὲν αὐτὸ τρέψας καὶ μεταποιήσας, ὡς ἐν τῷ τῆς Παραπρεσβείας πρώτῳ μεταστατικῷ, ποτὲ δὲ μηδὲ ἐργασάμενος, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, διὰ τί οὐ κατηγόρεις;» ἠρκέσθη γὰρ τῷ ἀπὸ τοῦ χρόνου ἐπιχειρήματι νικῆσαι τὴν ὑποφορὰν ‘νῦν οὖν κατηγορεῖς, δέον ὅτε ἐκρινόμην καὶ τὰς εὐθύνας ἐδίδουν;‘ Περὶ ἐργασίας ἐπιχειρημάτων.
3 7 (t) [46] Ὥσπερ τοίνυν τῆς λύσεως εὑρεθείσης καθ’ ἕκαστον κεφάλαιον ἤτοι ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως δεόμεθα τῶν ἐπιχειρημάτων εἰς κατασκευὴν τῆς λύσεως, οὕτω δεησόμεθα πάλιν ἐργασίας εἰς τὴν κατασκευὴν τοῦ ἐπιχειρήματος. ἐργάζεται δὲ πᾶν ἐπιχείρημα ἀπὸ τούτων, ἃ δοκοῦσιν εἶναι τινὲς ἐπιχειρήματα, οἷον ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου. καὶ ἡ μὲν γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ περιστάσεως, ταῦτα δὲ οὐ καθ’ ἕκαστον κεφάλαιον ζητηθήσεται, ἀλλὰ καθ’ ἕκαστον ἐπιχείρημα. ὥσπερ δὲ κεφαλαίου τεθέντος εἰς τὴν λύσιν ἢ κατασκευὴν πολλάκις μὲν πολλῶν εὐποροῦμεν ἐπιχειρημάτων, πολλάκις δὲ ὀλίγων, οὕτω καὶ ἐπὶ τοῦ ἐπιχειρήματος πολλάκις μὲν ἀπὸ τῆς ἐργασίας εἰς κατασκευὴν εὑρέθη τοῦ ἐπιχειρήματος πλείονα, πολλάκις δὲ ἐλάττονα. οἷον τὸ ἐπιχείρημα ἔστω εἰ τύχοι ἀπὸ προσώπου· πολλάκις μὲν εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τοῦ ἀπὸ τοῦ προσώπου εὕρηται ἐργασία ἐκ παραδείγματος μόνον, πολλάκις δὲ καὶ ἐκ παραδείγματος καὶ ἐκ παραβολῆς, πολλάκις δὲ καὶ ἐκ τούτων καὶ ἐκ τοῦ ἐναντίου, πολλάκις δὲ καὶ ἐκ πλειόνων. —Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος. ‘οὐ δεῖ καινοτομεῖν‘, κεφάλαιον. ἡ λύσις ὅτι ‘δεῖ καινοτομεῖν, εἰ συμφέρει‘· ἐπιχείρημα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ δεῖ καινοτομεῖν Ἀθηναίους ὄντας· καινοτόμοι γάρ ἐσμεν‘· εἶτα ἐργασία ληφθεῖσα ἐκ παραδείγματος εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τούτου ὅτι Ἀθηναῖοι καινοτόμοι ‘καὶ οἱ πατέρες ἡμῶν ἐκαινοτόμησαν τόδε καὶ τόδε‘· καὶ πολλάκις οὐχ ἓν εὑρίσκεται παράδειγμα ἀλλὰ πλείονα, καὶ τοῖς μὲν ἀπείροις ἔδοξε πολλὰ εἶναι ἐπιχειρήματα, ἡμῖν δὲ οὐκ ἐπιχειρήματα ἀλλ’ ἐργασία, καὶ ἐργασία ἀπὸ παραδείγματος μία, κἂν ᾖ τὰ παραδείγματα πολλά. καὶ ὁ Δημοσθένης εἶπέ που λέγων «οὐ δὴ θαυμαστόν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφ’ ἅπασιν ἡμῶν μελλόντων καὶ ῥᾳθυμούντων περιγίνεται», τοῦτό ἐστιν ἐπιχείρημα ἀπὸ τοῦ πράγματος· εἶτα ἐργασίᾳ κέχρηται ἀπὸ τοῦ ἐναντίου «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ὧν δεῖ ποιοῦντες ἡμεῖς τοῦ πάντα ἃ προσήκει ποιοῦντος περιῆμεν». ἂν δὲ λέγῃς ‘καλὸν τὸ τιμᾶν γονέασ‘, ἐπιχείρημα ἀπὸ τοῦ πράγματος, ἐπιφέρῃς δὲ ‘καὶ γὰρ τὰ θηρία τοῦτο ποιεῖ‘, ἐκ παραβολῆς ἐργασίαν τῷ ἐπιχειρήματι δίδως. κἂν λέγῃς ἐπιχείρημα πάλιν ‘ἔξεστι τῇ πόλει παρ’ ἑαυτῇ ποιεῖν, ἃ βούλεται‘, εἶτα ἐπιφέρῃς ‘καὶ γὰρ ἐν ταῖς οἰκίαις ἔξεστιν ἑκάστῳ δεσπότῃ ποιεῖν, ἃ βούλεται‘, ἐργασίαν ἀπὸ τοῦ μικροτέρου λέγεις. Περὶ ἐνθυμήματος.
3 8 (t) [10] Τὸ δὲ ἐνθύμημα δόξαν δριμύτητος ἀποφέρεται μείζονα γνωσθέν, ὅ τί τέ ἐστι καὶ ὅπως εὑρίσκεται καὶ ὅπου. καὶ γὰρ ἡ τάξις αὐτὴ τὴν τῆς δριμύτητος δόξαν ἐξ ἀνάγκης αὐτῷ προστίθησι· δεῖ γὰρ τεθέντος κεφαλαίου λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφ’ ὧν τὴν ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑποκείσθω ‘χαλεπὸν διορύξαι Χερρόνησον‘, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι ‘οὐ χαλεπὸν τὸ διορύξαι‘, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὀρύσσειν‘, εἶτα ἐργασία ἐκ παραδείγματος ὅτι ‘καὶ βασιλεὺς Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθω‘, εἶτα ἐνθύμημα εἰς τοῦτο ‘καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὀρύξομεν‘· ὥσπερ γὰρ ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθ’ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθ’ ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπειρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις μὲν εὐπορήσειεν ἐνστάσεώς τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἴδιον ἐνθύμημα εὑρούσης πάλιν. Ἰστέον δέ, ὅτι καὶ πολλάκις ἐργασία μία πολλὰ εὑρίσκει ἐνθυμήματα, καὶ εἰ ζητοίη τις οὕτω καθ’ ἑκάστην ἐργασίαν τὸ ἐνθύμημα, ἀπὸ τῶν αὐτῶν περιστάσεων ζητήσει, ἀφ’ ὧν ἐζήτησεν ἂν τὰ ἐπιχειρήματα τοῦ τεθέντος κεφαλαίου. ἔτι ὃ λέγω σαφέστερον ἐκθήσομαι, ὅτι καθ’ ἑκάστην ἐργασίαν τὰ ἐνθυμήματα εὑρίσκεται σχῆμα μὲν ἔχοντα συγκριτικόν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τοῦ τόπου ἢ χρόνου ἢ τρόπου ἢ προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὕτως ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἅπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει. Ἐπενθύμημα γάρ ἐστι κυρίως ἐπὶ φθάνοντι ἐνθυμήματι ἕτερον ἐπεννοούμενον ἐνθύμημα· οἷον τὸ παράδειγμα ‘καὶ γὰρ βασιλεὺς διώρυξε τὸν Ἄθω‘, εἶτα τὸ ἐνθύμημα, ὃ ῥητέον ὅτι συγκριτικῶς πᾶν εὑρίσκεται συγκρινόμενον ἀπὸ τῆς ἐργασίας καὶ πρὸς αὐτὸ τεῖνον, οἷον ‘καίτοι ἐκεῖνος μὲν ὄρος διῄρει, δυσκολώτερον πρᾶγμα, ἡμεῖς δὲ γῆν διασκάψομεν, πρᾶγμα οὐ δυσχερέσ‘, εἶτα ἀπὸ τῆς αἰτίας ‘καίτοι ἐκεῖνος μὲν ἵνα πλεονεκτήσῃ, ἡμεῖς δὲ ἵνα μὴ πάσχωμεν κακῶς πλεονεκτούμενοι‘· τοῦτο ἐνθύμημα μέν ἐστιν ἀπὸ τῆς αἰτίας εὑρεθέν, ἐπιφερόμενον δὲ τῷ πρώτῳ ἐνθυμήματι τῷ ὅτι ‘ἐκείνῳ μὲν δυσχερέστερον, ἡμῖν δὲ ῥᾴδιον‘ ἐπενθυμήματος δόξαν ἤνεγκε.
3 9 [47] Καὶ μὴν ἔστι καὶ ἄλλο ἐνθύμημα εὑρεῖν εἰς τὴν αὐτὴν ἐργασίαν ἀπὸ τοῦ καιροῦ ‘καὶ ὃ μὲν ταῦτα ἐποίει ἐπείγοντος αὐτὸν τοῦ πολέμου παρέργῳ χρώμενος τῷ πράγματι, ἡμεῖς δὲ ἐν ἔργῳ τοῦτο θέσθαι δυνάμεθα‘. οὐκ ἀγνοητέον δέ, ὡς ἡ τοῦ λόγου μεταχείρισις τὸ ἐνθύμημα τὸ δεύτερον εὑρεθὲν ποιεῖ δοκεῖν ἐπενθύμημα εἶναι, εἴ τις τὸ πρῶτον εἰπὼν ἐνθύμημα καὶ παυσάμενος, εἶτα αὐτὸ ἐπαναλαβὼν πάλιν συνάψειε, καὶ τὸ δεύτερον προστιθεὶς τῷ πρώτῳ καθάπερ αὐτῷ λεῖπόν τι προσεξευρών, οὐκ ἄλλο εὑρών· οἷον ‘καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήσῃ διώρυξεν, ἡμεῖς δὲ ἵνα μὴ πλεονεκτώμεθα‘, εἶτα ἐπαναλαβόντες πάλιν φαμὲν ὥσπερ ἐπενθυμούμενοι ‘καὶ ὃ μὲν ἐπειγόντων αὐτὸν μειζόνων ὅμως τοῦ πλεονεκτεῖν ἕνεκεν ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἢ ἵνα μὴ ζημιωθῶμεν, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα;‘ Πολλάκις δὲ καὶ ἡ φύσις τῶν πραγμάτων ἐπενθυμήματος ἰδίαν εὕρεσιν κατασκευάζει, τοῦ ἐνθυμήματος καθ’ ἑαυτὸ μὲν οὐκ ἀπαρτίσαντος, προσθήκης δέ τινος ἄλλης περιττοτέραν δριμύτητα χαριζομένης αὐτῷ τῷ ἐνθυμήματι· οἷον εἰ λέγοι τις ‘δεινὸν τὸ ἀδικεῖν πατρίδα‘, εἶτα ἐργάσαιτο ἐκ τοῦ ἐναντίου ‘χρὴ γὰρ ἀδικεῖν πολεμίουσ‘, εἶτα ἐνθύμημα θείη ὅτι ‘χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου, ὅτι ὃ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει, ὃ δὲ ἐπιτείνει διὰ τὸ πολίτης εἶναι τὸ μισεῖσθαι‘, τούτῳ εἰ προσγένοιτο τῷ ἐνθυμήματι τὸ ‘καὶ μάλιστα ἐὰν ὁ πολίτης φαίνηται τούτους ἀδικῶν, οὓς ἐδόκει πρότερον εὖ πεποιηκέναι‘, λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς περιττοτέραν δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι· καὶ λοιπὸν οὕτω γίνεται καὶ καλεῖται ἐν ἑνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι. Περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους.
3 10 (t) [45] Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν τὸ συνεκτικώτατον πάντων τῶν κεφαλαίων—ἔνθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια—, ἔχει δὲ οὐ τὴν αὐτὴν κατασκευὴν τῶν ἐπιχειρημάτων, οἵαν καὶ τὰ λοιπά· οὐ γὰρ ἡ περίστασις κατασκευάζει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ὥσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἔστι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἡ ὑποδιαίρεσις καλουμένη. ἔστι δὲ ἡ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομὴ εὑρισκομένη πολλή, καὶ γίνεται οὕτως, εἴ τις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁρίσας ἑαυτῷ ὁλοσχερῶς καὶ ἀπαραλείπτως καθ’ ἕκαστον ὄνομα τῶν λεγομένων ἐν αὐτοῖς δύναιτο ὑποδιαιρεῖν οὕτω πλάττων ‘εἰ γὰρ μὴ τόδε ἐποίησας ἀλλὰ μετριώτερον‘, ‘εἰ γὰρ μὴ τοσαῦτα ἐποίησας ἀλλὰ ἐλάττονα‘. οἷον τρεῖς τις ἀπέκτεινε κατὰ τὸν τῶν ἀκρίτων νόμον υἱεῖς καὶ ἀξιοῖ δημοσίᾳ τρέφεσθαι νόμου κελεύοντος τὸν ἄπαιδα δημοσίᾳ τρέφεσθαι. γενόμενος ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕτω διασκοπήσεις· ὅπου τρεῖς ἀπέκτεινεν υἱεῖς, τὸ τρεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ ἕνα ἀπέκτεινε‘, τὸ υἱεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ μὴ αὑτοῦ παῖδα‘, τὸ ἀπέκτεινεν ὑποδιαιρήσεις ‘εἰ γὰρ ἀπεκήρυξεν‘. αὐτὰ δὲ ταῦτα νοεῖται μὲν οὕτως, ἰσχὺν δὲ λαμβάνει ἀπὸ τοῦ λόγου· ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα, δύναται δὲ καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦμα ἕκαστον αὐτῶν, εἰ θέλοις, καὶ κατὰ περίοδον ἀπολαμβάνειν. καὶ δύναται ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα οὕτως οἷον ‘εἰ γὰρ μηδὲν προσήκοντας ἀπέκτεινας, εἰ γὰρ ἀλλοτρίους, εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐκ ἂν ἠγανάκτησα καὶ τότε; οὐκ ἂν ἐδυσχέρανα; οὐκ ἂν ἀπῄτησα τιμωρίαν; νυνὶ δὲ φιλτάτους, οὓς ἐγέννησας, οὓς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι μή τις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας· ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην; οὐκ ἔστιν εἰπεῖν‘. εἰ δὲ βούλει, καὶ συνάγεται ὧδε ‘ἄλλος μὲν οὖν τις δικαίως ἂν ὑπόσχοι τιμωρίαν, εἰ καί τινα τῶν μὴ προσηκόντων ἀπέκτεινεν· οὗτος δὲ ἰδίους υἱεῖς τρεῖς ἀποκτείνας ἀφεθήσεται;‘ δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα χώραν προσωποποιίας ἀναδέξασθαι. ποίκιλλε δὲ τοῖς σχήμασιν οἷον ‘εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἶπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται;‘ Γίνεται δὲ ὑποδιαίρεσις ποτὲ μὲν αὐτοῦ τοῦ πράγματος εἰς λεπτὸν τεμνομένου, ποτὲ δὲ ἐκ τῶν ὁμοίων λαμβανομένη. καὶ ἀπ’ αὐτοῦ μὲν τοῦ πράγματος οὕτως, οἷον προσῆλθε μάγος πατρὶ αἰτῶν θυγατέρα πρὸς γάμον, οὐκ ἔδωκεν, ἐρᾷ εἰδώλου ἡ κόρη, καὶ κρίνεται ὁ μάγος φαρμάκων. ἐνταῦθα ὑποδιαιροῦντες τὸν τοῦ εἰδώλου ἔρωτα λέγομεν ‘ἐρᾷ εἰδώλου· εἰ γὰρ ἀνδρὸς ἤρα τινός, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν; εἰ γὰρ σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπήγαγον ἐπὶ σὲ τὴν αἰτίαν;‘ ταῦτα ὑποδιαίρεσίς ἐστιν ἐκ τῶν μικροτέρων· τὸν γὰρ τοῦ εἰδώλου ἔρωτα ὑποδιαιροῦμεν ἀπὸ τῶν μικροτέρων εἰς ἄλλους.
3 10 (50) [95] —Ἀπὸ δὲ τῶν ὁμοίων οὕτως ‘εἰ γὰρ μὴ ἤρα, ἀλλ’ ἐνόσει νόσον ἄλλην τῷ σώματι, οὐκ ἂν καὶ τότε σε ἔκρινα;‘ —Καθόλου δέ, ὡς ἔφαμεν, καὶ τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις ἀναδέξονται τὰς προσωποποιίας ἀναγκαίας οὔσας, ἅς, εἰ θέλοις, καὶ περιόδοις καὶ παντὶ τρόπῳ ἔξεστί σοι μηκύνειν. Ἔστι δὲ ὑποδιαίρεσις καὶ ἐκ τοῦ μείζονος ἐνίοτε λαμβανομένη, ἵνα μὴ ἀεὶ τοῖς λεπτοῖς προσέχωμεν· συμβαίνει δὲ τοῦτο, ὅταν ἀξιώμεθά τι παρασχεῖν ἐπὶ μισθῷ φαινομένῳ ἢ χάριτι λέγοντες ὅτι ‘οὐδ’ εἰ μείζονα ἐδίδου‘. οἷον πέπομφεν ἑκατὸν τάλαντα Φίλιππος πρίασθαι βουλόμενος τὸν Δημοσθένην· εἰς λεπτὸν ὑποτεμὼν ἐρεῖς ‘οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἄν, μή τί γε Δημοσθένην‘· τὰ δὲ ἑκατὸν τάλαντα ἐκ τοῦ μείζονος ‘οὐδὲ εἰ μύρια διδοίη τάλαντα οὐδ’ ἂν πόλεις οὐδ’ ἂν ἔθνη, ἀντὶ Δημοσθένους λήψομαι‘. Ἀλλ’ ἵνα μὴ προσκορὲς ᾖ τὸ ἐξ ὑποδιαιρέσεως ἀεὶ τῷ αὐτῷ σχήματι εἰσαγόμενον, ἀλλαττέσθω τὰ σχήματα ποτὲ μὲν οὕτω λεγόντων ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν;‘ ποτὲ δὲ οὕτως ‘ἐγὼ μὲν γὰρ καὶ ἐπ’ ἐκείνῳ σε τιμωρίαν ἀπῄτησα ἄν, καίτοι μικρὸν ἦν καὶ μετριώτερον ἦν‘, ποτὲ δὲ οὕτως ‘ἄλλος μὲν οὖν τις ἐμίσησεν ἂν καὶ διὰ τόδε‘. ἔστι δὲ τούτων καλλίων ἡ μεταχείρισις, εἰ ἀναστρέφοι τις καὶ ὅλον τὸ πρᾶγμα, οὐκ ἀπὸ τοῦ πράγματος εἰς τιμωρίαν ἕλκων, ἀλλ’ ἀναστρέφων τὴν τιμωρίαν, οἷον ‘εἰ καί τι τούτου μετριώτερον ἐποίησασ‘, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς ἀξίωσιν καταβαίνωμεν, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἀνερχώμεθα. Ὅταν δὲ αἱ ὑποδιαιρέσεις ἄλογοι γίγνωνται φασκόντων ἡμῶν ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἂν ἔκρινόν σε;‘, διὰ τὸ ἀλόγως ἂν κρῖναι δόξαι οὕτω σχηματίσεις ‘εἰ τόδε ἐποίεις, οὐκ ἂν ἔκρινον;‘ ὡς ὁ συνθάψας τὴν χλαμύδα τῷ ἐρωμένῳ καὶ μὴ κομίσας ἐκ τῆς ἀλλοδαπῆς ἐντειλαμένου ἐκείνου· ἐνταῦθα γάρ, ἐπεὶ μωρόν ἐστι τὸ λέγειν ‘ἔκρινα ἄν σε, εἰ καὶ ἐδάκρυες συνεχῶσ‘, ἐρεῖς ὅτι ‘εἰ ἐδάκρυες, οὐκ ἂν ἐφρόντισα; εἰ παρεκαθέζου τῷ τάφῳ, οὐκ ἂν ἐμήνιον;‘ καίτοι καὶ τότε, εἰ δύνασαι, βίασαι ἀναιρεῖν, ὃ ἔδωκας. καὶ καθόλου πᾶσαν ὑποδιαίρεσιν ἂν πειραθείης συγχωρήσας ἀνελεῖν, εἶτα ἀνελὼν ἐπενέγκοις, πολλαπλασιάσεις τὸν λόγον δριμέως λέγων οὕτως ‘εἰ μὲν τόδε ἐποίησας, συγγνώμης ἄξιος· ἐπεὶ δὲ τόδε, οὐκέτι· καίτοι οὐδὲ τότε‘· οὕτω γὰρ καὶ αἱ προσωποποιίαι χώραν ἕξουσι μυρίαν. ἵνα δὲ μὴ προσκορὴς εἶναι δόξῃς διὰ τῆς προσωποποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις ‘εἶπον ἄν‘, ἄλλο τι φαίνεται πρότερον ἢ προσωποποιία.
3 11 [60] Πρόσκειται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ὥσπερ ἴδιόν τι ἐπὶ τῷ τέλει καὶ τὸ πλαστὸν ἐπιχείρημα καλούμενον. τινὲς δὲ οὕτως αὐτὸ ἐκάλεσαν πλαστὸν οὐκ εἰδότες, ὅτι καὶ πᾶσα ὑποδιαίρεσις πλαστή ἐστι. τὸ γὰρ μὴ γενόμενον πλαττόμενον δὲ ὡς καὶ γενέσθαι δυνάμενον τῆς αὐτῆς ἂν εἴη δήπουθεν εὑρέσεως. καὶ τὸ μὲν κυρίως πλαττόμενον ἐπιφερόμενον δὲ πᾶσι τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕτως εὑρίσκεται καθολικῶς· εἰ μὲν ἐπ’ ἀγαθῷ τινι πραχθέντι δωρεὰν αἰτεῖς καὶ πλάττεις, οὕτως ‘εἶτα δὲ εἰ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ᾔτουν δωρεάν, οὐκ ἄν μοι ἔδοτε; οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελλομένῳ ποιήσειν;‘ καὶ ἐπὶ τούτῳ ἐρεῖς ‘δεινὸν δὲ ἐπαγγελλομένῳ μὲν ποιήσειν ψηφίσασθαι, μὴ δοῦναι δὲ πεποιηκότι‘· εἰ δὲ ἐπὶ κακῷ τινι πραχθέντι πάλιν τιμωρίαν ἀπαιτεῖς καὶ πλάττεις, ὁμοίως ‘εἰ δὲ πρὶν ἢ γενέσθαι τὸ κακὸν ἔγνωμεν, ὅτι ἔσται, οὐκ ἂν ἐφιλοτιμησάμεθα κωλῦσαι; δεινὸν δὲ μέλλον μὲν γίνεσθαι κωλύειν, γενόμενον δὲ μὴ τιμωρεῖσθαι‘. καὶ ἐφεξῆς τούτῳ τῷ σχήματι τῆς ζητήσεως χρώμενος πολυτρόπως εὑρήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καταστῆσαι. Τὰ δὲ πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβολὴν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, χώραν δὲ ἔχει καὶ ἐν ταῖς ἐργασίαις ταῖς ἀπὸ παραδείγματος, εἰ λέγοιμεν ἐπὶ τῷ πράγματι τῷ καλῶς πραχθέντι ἢ κακῶς τὸ πλαστὸν ἐπιφέροντες· οἷον ‘οὐ δεῖ ἐχθρῷ ἐπιτάττοντι πείθεσθαι‘, τοῦτο τὸ ἐπιχείρημά ἐστιν· ἡ ἐργασία ἐκ παραδείγματος ‘οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν ἐπείσθησαν τῷ Ξέρξῃ γῆν αἰτοῦντι καὶ ὕδωρ, ἀλλ’ ἐξελθόντες πολλὰ καὶ καλὰ ἔπραξαν‘· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε συνεβούλευέ τις δοῦναι γῆν καὶ ὕδωρ, οὐκ ἂν κατελεύσθη; ἐγὼ μὲν οἶμαι‘. ἐπὶ δὲ τῷ κακῶς οἷον ‘οὐ δεῖ πιστεύειν Φιλίππῳ χαριζομένῳ· ἀπατεὼν γάρ ἐστιν‘· εἶτα ἐργασία ἐκ παραδείγματος ‘οὐδὲ γὰρ τοῖς Ὀλυνθίοις συνήνεγκε πεισθεῖσιν αὐτῷ, ἀλλὰ Ποτίδαιαν λαβόντες ἅπαντα προσαπώλεσαν‘· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε, ὅτε τὴν Ποτίδαιαν ἐλάμβανον, εἶπέ τις αὐτοῖς θεόθεν, ὅτι προσαπολοῦσι καὶ τὴν Ὄλυνθον, ἆρα ἂν ἐδέξαντο; οὐκ ἔστιν εἰπεῖν‘. Ἔτι παραπειρᾶσθαι δεῖ τὰ πλαστὰ καὶ ἀπὸ τῶν ἐναντίων ζητεῖν πλάττειν, καὶ τοῦτο μυριάκις εὑρίσκεται· οἷον εἰ μὲν ἐπ’ ἀγαθῷ αἰτοίης γέρας, λέγε ‘εἰ δὲ κακόν τι ἐπεποιήκειν, οὐκ ἂν τιμωρίαν ἔδωκα;‘ ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην· διεξελθὼν γὰρ τὰς πράξεις τοῦ Χαβρίου λέγει ἐκ τοῦ ἐναντίου πλάττων ‘ἀλλ’ εἰ μὲν μίαν ἀπώλεσε ναῦν, περὶ θανάτου ἂν ἐκινδύνευσε‘· τοῦτο μέντοι καὶ διπλῆν ἔχει τὴν τῆς πλάσεως θεωρίαν, ἀπὸ γὰρ τοῦ ἐναντίου γενόμενον τῷ μικροτέρῳ συμπλέκεται. ἢ ἐάν τινα κελεύῃς δοῦναι τιμωρίαν ἐπ’ ἀδικήματι· ἔνεστι γὰρ λέγειν ‘εἰ ἃ ἔβλαψεν εὐηργέτησε, δωρεὰς ἂν ἔλαβε· δράσας δὲ κακῶς οὐ κολασθήσεται;‘ παντὸς δὲ τοῦ λεγομένου ζήτει τὸ ἐναντίον καὶ πολλάκις εὑρήσεις τοῦτο παρ’ ὅλον τοῦ πλαστοῦ τὸν λόγον, μεμνημένος ὅτι ὡς ἐπὶ τὸ πολὺ ἢ ἀθρόον τὸ πραχθὲν ὡς οὐ γενόμενον πλάττεται ἢ τὸ ἐναντίον αὐτοῦ· οἷον ἐπὶ τυραννοκτόνου ‘εἰ δὲ πρὶν ἢ ἀποκτεῖναι ἐπηγγελλόμην‘, τοῦτο τοῦ ἀθρόου πλάσμα ὡς μὴ γενομένου, καὶ ἄλλο ἐκ τοῦ ἐναντίου ‘εἰ δὲ μὴ κατώρθωσα ἀλλὰ ἐλήφθην, τί ἂν ἔπαθον;‘ καὶ εἰ Δημοσθένην αἰτοίη Φίλιππος ἤ τι τοιοῦτον, διάπλασον ἐκ τοῦ ἐναντίου ‘εἰ δὲ ὑμεῖς ἐβούλεσθε λαβεῖν τι τῶν Φιλίππου, πότε ἂν συνεχώρησεν ὑμῖν; Εἰ δὲ καὶ εὐτελέστερόν τι συνεχώρει ἡ φύσις, οὐκ ἂν ὤκνησα διὰ τὸ σαφέστερον.
3 11 (50) [68] σὺ δὲ παράπεμπε τῷ νῷ τὰς θεωρίας τῷ ῥητορικῷ σου κοσμῶν λόγῳ τὴν τέχνην. ἴσθι μέντοι, ὡς τοῖς ἀρχαίοις ἐντυγχάνοντες καὶ μάλιστα τῷ καθηγεμόνι μυρία καλὰ εὑρίσκομεν· ὅσα δὲ πρὸς τὸ κατεπεῖγον τῆς ὑπαγορεύσεως ἐπιτρέχει τῇ ψυχῇ, δίδωμι. Δυσχερῆ λύσιν ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῆς πραγματικῆς.
3 12 [21] εὕρηται οὖν καὶ μέθοδος πρὸς ταῦτα, ὥστε τῷ λύοντι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εὐπορίαν εἶναι, καὶ τοῦτο τὸ μάθημα σαφέστατα ἐκθήσομαι. ἐὰν μὲν τὸ πρᾶγμα παρ’ ἡμῶν ᾖ γεγονὸς καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν· ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν καὶ ἐν τῇ ἀντιλήψει, πολλάκις δὲ θήσομεν καὶ τῶν ἄλλων στάσεων τὰ συντελοῦντα εἰς τὴν ἡμετέραν ὠφέλειαν. καὶ μεταληπτικὰ δὲ ἐὰν ἔχῃ τὸ κεφάλαιον τοῦ πλαττομένου, θήσομεν ἔσθ’ ὅτε καὶ οὕτω λύσομεν ὅτι ‘οὐδὲν πρὸς ἡμᾶς τὸ γενόμενον‘. καὶ μάλιστα ἐὰν ἐκ φύσεως ᾖ τι γενόμενον καὶ διὰ τοῦτο ἀξιῶμέν τι γενέσθαι, ὁ ἐνιστάμενος ἐρεῖ ὅτι ‘οὐ δι’ ἡμᾶς γίγνεται ἀλλὰ διὰ τὴν αὑτοῦ φύσιν‘. οἷον ῥεῖ ἀπὸ τῆς Αἴτνης ἐπὶ τὴν Κατάνην συνεχῶς τὸ πῦρ, καὶ συμβουλεύει τις αὐτοῖς μετοικίζεσθαι· τοῦτο τοίνυν λέξει ὁ φεύγειν συμβουλεύων ὅτι ‘κινδυνεύομεν ἐπιόντος ἡμῖν τοῦ πυρὸς καὶ ἀπαίρωμεν ἐνθένδε‘· ἀπαντήσομεν οὖν οὕτως ‘οὐ δι’ ἡμᾶς ῥεῖ τὸ πῦρ ἀλλὰ διὰ τὴν αὑτοῦ φύσιν‘. Περὶ τάξεως ἐπιχειρημάτων.
3 13 (t) [35] Ἡ δὲ τάξις τῶν ἐπιχειρημάτων διπλῆ. εἰ γὰρ τύχοι τὰ μὲν αὐτῶν ἀποδεικτικὰ εἶναι πολιτικῆς ἑρμηνείας μόνης δεόμενα, τὰ δὲ πανηγυρικά, τηρήσεις τὰ πανηγυρικὰ τελευταῖα πρὸς τὸ δοκεῖν αὔξειν προχωροῦντα τὸν λόγον ἐπὶ τὸ ἀκμαιότερον, ἵνα τὰ τῆς τέχνης κατ’ οἰκείαν τάξιν προχωροῦντα δόξαν ἀκμῆς τῷ λέγοντι παράσχῃ ὡς ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος ἐπὶ τὸ ἀκμαιότερον προαγομένῳ· ἄλλως τε δὲ καὶ ἡδίων τοῖς ἀκούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικώτερα χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά. Αὕτη μὲν ἰδέα πρώτη. δευτέρα δὲ ἐκείνης σοφωτέρα ἰδόντα τὰ ἐπιχειρήματα, ὁπόσα ἐστὶ καὶ οἷα, τὸ προκλητικώτερον τοῦ ἑξῆς κεφαλαίου τελευταῖον τιθέναι, ἵνα, ἐκ τῆς ἀνάγκης τοῦ ἐπιχειρήματος ἀνισταμένου τοῦ κεφαλαίου τοῦ ἐφεξῆς, ὕφος ἓν ὁ λόγος γένηται καὶ σῶμα, μὴ διασπώμενος ἐν ταῖς ὑποφοραῖς, ἀλλὰ αὐτὸς αὑτοῦ δοκῶν ἔχεσθαι καὶ ἀνίστασθαι δι’ αὑτοῦ· ὥσπερ οὖν ἴσμεν καὶ ἐν ταῖς ἀντιλήψεσι τὸ ἀντιπαραστατικὸν μετὰ τὴν ἔνστασιν τελευταῖον τιθέμενον, ἐπειδὴ ἐγερτικόν ἐστι τοῦ ὅρου, οἷον ‘ἐξῆν ἀποκτεῖναι τὸν υἱόν‘, ἡ ἔνστασις ‘οὐκ ἐξῆν· εἰ δὲ καὶ ἐξῆν, οὐκ ἐπὶ τῷ αἴτιον γενέσθαι σε τῇ μητρὶ θανάτου‘, ἵνα εὐθέως ὁ ὅρος ἀπαντήσῃ, τί τὸ αἴτιόν ἐστι θανάτου γενέσθαι. εἰ γὰρ καὶ ἀντιπαράστασίς ἐστιν ἡ ἀπαντήσασα οὐκ ἐπιχείρημα, ὅμως εἰς παραδείγματος λόγον ἐθήκαμεν, ὅτι χρὴ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων οὕτω τιθέναι τελευταῖον τὸ τοῦ μέλλοντος κεφαλαίου προκλητικόν· ἐπεὶ καὶ ἡ ἔνστασις καὶ ἡ ἀντιπαράστασις τὸν αὐτὸν ἔχουσι λόγον, οὐκ ἀεὶ τῆς ἐνστάσεως ἢ τῆς ἀντιπαραστάσεως πρώτης τιθεμένης, ἀλλ’ ἐναλλὰξ τοῦτο πασχούσης ἑκάστης, ὃν τρόπον φαμὲν δεῖν ἀνασκοπεῖν καὶ ἐπὶ τῶν ἐπιχειρημάτων· καὶ γὰρ τούτων ἑκάστη ἢ διὰ τὸ ἀκμαιότερον δευτέρα τεθήσεται ἢ διὰ τὴν τοῦ μέλλοντος κεφαλαίου προσδοκίαν. Περὶ ὅρου.
3 14 (t) [47] Ὅρος καὶ ἀνθορισμὸς καὶ συλλογισμὸς καὶ λύσις τοῦ συλλογισμοῦ τέσσαρα μέν ἐστιν ὀνόματα, τῇ δὲ δυνάμει δύο· ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται, ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται. τέχνη δὲ θαυμασία παρ’ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρημένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων, ἵνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ ‘τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέγονεν‘, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω λέγῃ ‘ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονε‘. ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἷον μαινόμενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονία‘. ὃ δέ φησι ‘τοῦτό ἐστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκα‘, ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἐρεῖ οὕτως ‘ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύσω· σωφρονούντων γὰρ ἔργον ἐστίν‘, ὥστε τῶν ὀφειλόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυραννοκτόνου λείπει· ‘ἔδει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾔδεισ‘. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται, οἷον ‘οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν· ἃ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνῄρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέγονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστιν‘. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι ‘πολὺ διαφέρει· ἃ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦτα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἷον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοισ‘, ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων 〈διαφέρειν. ἐξ οὗ συμβαίνει〉 μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα. Περὶ διασκευῆς.
3 15 (t) [45] Διασκευὴ δὲ τοῦ προβλήματος ἡ διατύπωσίς ἐστι τοῦ πράγματος, ὥσπερ ἐν ποιητικῇ ἡ καθ’ ἕκαστον τῶν γενομένων ἀφήγησίς τε καὶ διατύπωσις, διὰ μὲν τῶν πεπραγμένων τοῦ διασκευάζοντος ὀφείλοντος πλατῦναι τὸ πρᾶγμα μόνον, οὐ μέντοι γε οὔτε αἰτίαις οὔτε λογισμοῖς τοσοῦτον οὔτε ἄλλῳ τινὶ ἐπιχειρήματι, ἀλλὰ μόνῳ τῷ τρόπῳ. διασκευάζεται μὲν γὰρ πάντως ἕν τι τῶν τῆς περιστάσεως, καὶ ὅ τι δἂν ἐκείνων ᾖ, τῷ τρόπῳ πάντως πλατύνεται, καὶ μετὰ τοῦ τρόπου καὶ προσωποποιίαις καὶ οἷα εἰκὸς ἦν τελεῖσθαι ἐφ’ ἑκάστου τῶν πραττομένων καὶ λεχθῆναι δυναμένων παρὰ τῶν ἐμφαινομένων προσώπων ἐν τῇ διατυπώσει. ἔξεστι δὲ τὸν διασκευάζοντα πιθανῶς τολμᾶν καὶ λέγειν, ὅσα εἰκὸς ἐπισυμβαίνειν εἴωθε τοῖς πράγμασι παράδοξα ἢ θαυμαστά, καὶ ταῦτα λαμβάνοντα ἐκ τοῦ εἰκότος· ὃ γὰρ ἂν δυνηθῇ ποτε ἐπισυμβῆναι τοιούτῳ πράγματι, λέγειν ἔξεστιν, ὡς ἐπισυνέβη καὶ τότε, πᾶν δὲ τὸ παρὰ τὸ εἰκὸς ἢ λεχθῆναι ἢ πραχθῆναι λεγόμενον εἰς κακόζηλον ἐξάγει τὴν διασκευήν. Γίνεται δὲ ἡ διατύπωσις τοῦ πράγματος ἢ ἐκ τῶν παρελθόντων ἢ ἐκ τῶν παρόντων ἢ ἀπὸ τῶν μελλόντων, ἢ οἷα πάλαι ἐγένετο ἢ ὁποῖα νυνὶ γίνεται ἢ ὁποῖα κατὰ τὸ μέλλον γενήσεται, ἡμῶν καὶ ταῦτα διατυπούντων. συνελόντι δὲ εἰπεῖν ἡ διασκευὴ ποιητικῆς ἔχει φιλοτιμίαν· οὐδὲν γὰρ ἕτερον ἡ ποιητικὴ ἔχει πλὴν ἑκάστου τῶν γενομένων ἀφήγησίν τινα καὶ διατύπωσιν. Χρὴ δὲ τὸν μέλλοντα μελετᾶν οἰκονομεῖν εἰδέναι. εἰ μὲν γὰρ εὑρίσκοιτο διήγησις καὶ ἐκ τῶν παρελθόντων καὶ ἐκ τῶν μελλόντων ἢ ἀπὸ τῶν παρόντων μόνων ἢ καὶ τῶν δύο καιρῶν ἢ καὶ τῶν τριῶν, ἔξεστι τὸν παρελθόντα ἀπολαβόντα ἐν τῇ διηγήσει ἐνδιασκεύως ἀποπληρῶσαι τὸ ἄνω μέρος, οὐ μέλλοντα ἐνοχλήσειν τοῖς κάτω μέρεσι τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων διατύπωσιν. εἰ δὲ εἴη τὸ πρᾶγμα ὀφεῖλον διασκευασθῆναι καὶ ἄνω καὶ κάτω ἐν ταῖς διηγήσεσι, μνήμην αὐτοῦ ποιησόμεθα κατασκευάζοντες ταῖς αἰτίας, αἷς ἔφαμεν τὴν διήγησιν κατασκευάζεσθαι, τοὺς δὲ τρόπους αὐτοὺς τῇ διασκευῇ φυλάξομεν. ἐὰν δὲ παντάπασιν ᾖ ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, τότε μεταχείρισίς ἐστιν οἰκονομίας ἀρίστη τὸ μηδὲ ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους γενομένους ἀποχρήσασθαι ταῖς ὑποδιαιρέσεσιν, ἀλλ’ ἀθρόως εἰπόντες τὸ πρᾶγμα ἐκεῖ καὶ πλάσαντές τινα πλαστὰ καὶ ἐπὶ ἀθρόῳ τῷ πράγματι ἐπειπόντες τὰς καθ’ ἕκαστον ὑποδιαιρέσεις τοῖς ἐπιοῦσι φυλάξομεν τῇ κατασκευῇ χρώμενοι ἐνταῦθα ἀντὶ τῆς διασκευῆς, καὶ τοὺς ὑπομερισμούς, οὓς ἐμέλλομεν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ποιεῖν ὡς κατασκευάζοντες, τούτους φυλάξομεν τῇ διασκευῇ ὡς διατυποῦντες, μόνῃ τῇ τῶν κώλων ἁρμονίᾳ χρώμενοι διαφερούσῃ—ἄλλα γάρ ἐστι κατασκευαζόντων κῶλα καὶ ἄλλα διασκευαζόντων—, προσέτι δὲ καὶ τὰς περὶ τὴν κατασκευὴν περιόδους ἀφαιροῦντες· ἀλλότριον γὰρ περίοδος διασκευῆς.
3 15 (50) [89] ὅθεν γίνεται καὶ ἡ τῶν προσωποποιιῶν εὐπορία· εἰ γὰρ καὶ ἀποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς προσωποποιίας οὐκ ἀπορεῖ. —Χρὴ δὲ εἰδέναι, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ ἀνεμποδίστως· δεῖ γὰρ πάντως ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, ἀλλὰ καὶ καθ’ ἑκάστην ὑποδιαίρεσιν τοῦτο ποιεῖν ἀνεπαχθές ἐστιν ἀεί. Ταυτολογεῖ δὲ διασκευῇ καὶ ἡ τῶν καλουμένων χωρίων ἀγωγή, καὶ ἐκείνη ἀνεπιλήπτως. ἀνάγκη γὰρ ἀπὸ τοῦ παραδείγματος ἢ τοῦ μυθικοῦ ἢ τοῦ ἱστορικοῦ μεταβαίνοντα εἰς τὸ ἴδιον πρᾶγμα τὸ αὐτὸ λέγειν πολλάκις· οἷον ὡς ἐπὶ παραδείγματος τοῦτο ἐπιδεῖν τινα σαφέστερον, ἐπίπρασκεν Ἀλέξανδρος τοὺς Θηβαίων αἰχμαλώτους, πριάμενοι Λακεδαιμόνιοι τριακοσίους κατέσφαξαν ἐπὶ τὸ ἐν Λεύκτροις τρόπαιον καὶ κρίνονται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. ἐὰν γὰρ διασκευάζοντες λέγωμεν ‘τριακοσίους ἐθύσατε ὡς ἱερεῖα ὠμῶς καὶ ἀνηλεῶς τοῖς βωμοῖς ὡς σφάγια‘, ταῦτα πάλιν διασκευάσομεν, καὶ ἐν ταῖς διατυπώσεσιν αὐταῖς ὡς ἔφαμεν λέγοντες ὡς προσῆκον δεδακρυμένους, θρηνοῦντας, ἐστεφανωμένους, καὶ οἷα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους καὶ οἷα ἔλεγον ἱκετεύοντες καὶ ὀδυρόμενοι· μέχρι τούτων ἡ διατύπωσις ἡ ἀπὸ τοῦ πράγματος. ἐὰν δὲ ἐπεισάγειν ἐθέλῃς χωρίον ἀπὸ ἑνὸς ὀνόματος, λήψῃ πρόφασιν ἱστοριῶν, ὡς ἐνταῦθα ‘τριακοσίους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον τῶν τριακοσίων τῇ τούτων τελευτῇ‘· μετὰ γὰρ τὸ εἰπεῖν ὡς ‘ἀνηλεῶς ἀπεκτείνατε‘ καὶ διασκευάσαι δύνασαι εἰπεῖν ὅτι ‘ἀπέθανον ὑμῶν καὶ ἐν Θυραίᾳ τριακόσιοι, ἀλλὰ πολέμου νόμῳ· ὑμεῖς δὲ ἱερείων νόμῳ τούτους κατεσφάξατε‘ καὶ πάλιν ἄλλο χωρίον ‘ἀπέκτεινεν ὑμῶν καὶ βασιλεὺς τριακοσίους ἐν Πύλαις, ἀλλ’ οὐκ ἔθυσεν· ὑμεῖς δὲ παρεστήσασθε τριακοσίους ἱερεῖα τοῖς βωμοῖσ‘ καὶ πάλιν ἐπὶ τὴν διασκευὴν χωρήσομεν, εἰ τύχοι παράδειγμα, κἂν Κλέωνος μνημονεύσῃς τὸ περὶ Πύλον καὶ Σφακτηρίαν χωρίον ἐπεισάγων, κἀκεῖθεν ἐπαναδραμεῖν εἰς τὴν διασκευὴν δύνασαι πάλιν ἀνεμποδίστως. Περὶ λόγου σχημάτων.
4 1 (t) [45] Ἐπειδὴ οὖν καὶ περὶ τῶν ἐπιχειρημάτων καὶ περὶ τῶν ἐργασιῶν καὶ περὶ τῶν ἐνθυμημάτων τῆς εὑρέσεως πάντα εἰς τέλος πεπλήρωται, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῶν τοῦ λόγου σχημάτων, καθ’ ἃ προσήκει ἕκαστον αὐτῶν ἐκφέρεσθαι. ὅσα μὲν γὰρ τῶν ἐπιχειρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικά, προσήκει ταῦτα στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι, ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἤτοι παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνεσθαι καὶ ἀκμαίως· τὰ γὰρ ἐνθυμήματα πάντα στρογγύλως κατὰ τὴν σύγκρισιν ἐκφερόμενα δριμύτητος δόξαν πλείονα ἀποφέρεται, ἢ εἴ τις αὐτὰ ἁπλῶσαι θελήσειε τῷ λόγῳ. καίτοι καὶ τούτῳ τῷ σχήματι ὁ Δημοσθένης ἐκαλλωπίσατο πολλάκις, ὡς ἐν τοῖς βιβλίοις εὑρίσκομεν· ὡς ἐκεῖνο ἐν τῷ Περὶ τοῦ στεφάνου «ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνάς, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης, ἐξήλθετε εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Κόρινθον, τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλ’ οὐκ ἐποίουν ταῦτα, οὐδ’ ἐγγὺς τούτων. καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὔθ’ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτ’ ἀκίνδυνα ἑώρων· ἀλλ’ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐπ’ αὐτούς, ἀλλ’ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι». καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἐπιχείρημα ἦν ‘καλὸν τὸ μὴ μνησικακεῖν τοῖς ἀδικήσασιν, ἐὰν κινδυνεύωσιν‘, ἡ ἐργασία δὲ αὐτοῦ ‘οὐδὲ γὰρ Θηβαίοις οὐδὲ Κορινθίοις ἐμνησικακήσατε, ἀλλὰ κἀκείνοις ἐβοηθήσατε‘. τὸ δὲ ἐνθύμημα ‘καίτοι Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ φοβερῶν ὑμῖν ὄντων τῶν πραγμάτων‘, ἔλαθε δὲ ἁπλώσας αὐτὸ ἀπὸ τοῦ καὶ τὴν τάξιν ὑπαλλάξαι· δεινὸς γὰρ ἀεὶ σοφίσασθαι τὰς τέχνας καὶ ἀποκρύπτειν ὁ ῥήτωρ, καὶ ἄλλοτε μὲν ἄλλως ἐποίει, τῇ τάξει δὲ ἐνταῦθα· ὅθεν καὶ τολμήσας ἁπλῶσαι τὸν λόγον τοῦ ἐνθυμήματος, εἶτα προσελθὼν τῇ ἐργασίᾳ καὶ πάλιν ἀναγκασθεὶς ἐκ τῆς τέχνης μνησθῆναι τοῦ ἐνθυμήματος τῷ νῷ συνέστρεψεν αὐτὸ τῷ εἰπεῖν «καίτοι τότε ταῦτα ἀμφότερα οὔθ’ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτ’ ἀκίνδυνα ἑώρων» καὶ προσήγαγε τὴν ἐπίτασιν τῷ ἐπιχειρήματι· τὸ δὲ «οὐδὲ ἀκίνδυνα ἑώρων» τὸ ἐνθύμημά ἐστιν, ὃ φθάσας ἥπλωσεν ἤδη. Περὶ ἀντιθέτου.
4 2 (t) [45] Ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον· οἷον ‘ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε‘, τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν‘, εἶτα καταβαίνει εἰς τὸ ἴδιον ‘ἐπειδὴ δὲ ἡμέρα ἐστί, ποιῆσαι προσήκει‘. οἷον καὶ ἐν τοῖς προβλήμασι ‘δεῖ καινοτομεῖν· πόλεμος γάρ ἐστι‘, τοῦτο τὸ κατὰ φύσιν· τὸ δὲ ἀντικείμενον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν πόλεμος ἀλλ’ εἰρήνη καὶ ἡσυχία, ἔδει μὴ καινοτομεῖν‘. Ἀρετὴ δὲ τοῦ ἀντιθέτου, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται καὶ συστρεφόμενον τῇ ἑρμηνείᾳ περιόδου τάξιν ἐπέχει, οἷον ‘εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμᾶς καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρακινεῖν μηδὲ ἓν μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπεὶ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι καὶ ἐφέστηκε τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύσιν, ἀφ’ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλὰ καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ καινότερον βίον;‘ τοῦτο ἐκταθὲν τοῖς κώλοις ἐγένετο πνεῦμα, δύναται δὲ συστραφὲν εὐρύθμως γενέσθαι περίοδος, οἷον ‘ἃ γὰρ ἐφυλαξάμεθα ἂν ποιεῖν εἰκότως εἰρήνης ὑπαρχούσης, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότοσ‘. —Καὶ οὔτε ἰσχυρότερον οὔτε ἀναγκαιότερον εὑρίσκεται σχῆμα τοῦ ἀντιθέτου παρὰ τοῖς ἀρχαίοις ῥᾳδίως οὐδέν. καίτοι γε παντὸς ἀντιθέτου τῆς μιᾶς προτάσεως περιττῆς οὔσης τῇ ἀληθείᾳ τοῖς ἀκούουσιν ὅμως τὸ λεγόμενον οὐκ ἔξω τοῦ εἰκότος δοκεῖ λέγεσθαι, ποιεῖ δὲ αὐτὸ δοκεῖν ἀναγκαῖον εἶναι ἡ τοῦ κατὰ φύσιν προσδοκία· ἐν ᾧ γὰρ τὴν πρότασιν ὁ ῥήτωρ λέγει τοῦ ἀντιθέτου, ἐν τούτῳ τὸ κατὰ φύσιν ἤδη τοῖς ἀκούουσι νοεῖται τῷ τῆς ἀποδόσεως νοήματι. —Τὸ δὲ σχῆμα οὕτως ἐστὶν ἀξιέραστον, ὡς μὴ περίοδον ποιεῖν μόνον καὶ πνεῦμα, ἀλλὰ καὶ καθάπαξ πάντα νοῦν κοσμεῖν. κοσμεῖ δὲ καὶ προοίμιον πολλάκις, εἴ τις τούτῳ τῷ σχήματι τὸ προοίμιον ἐξενέγκοι, ὡς ὁ Δημοσθένης «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν»· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν», τὸ δὲ ἀντίθετον ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωροῦντα πρῶτον εἰπεῖν‘.
4 2 (50) [74] Ἰστέον δέ, ὅτι περὶ ῥητορικοῦ ἀντιθέτου διελέχθημεν· ἐπεὶ οἱ φιλόσοφοι ἐναντίον καὶ ἀντίθετον οὐ διαιροῦσι, παρ’ ἡμῖν δὲ τὸ ἀντίθετον σχῆμά ἐστι τοῦ λόγου, τὸ δὲ ἐναντίον δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη οἷον «οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφ’ ἅπασι καὶ μηδένα καιρὸν μηδ’ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων περιγίνεται»· τοῦτο γάρ, εἰ μὲν ἀντίθετον ἐβούλετο ποιῆσαι, οὕτως ἂν μετεχειρίσατο ‘εἰ μὲν γὰρ μήτε πονῶν μήτε παρὼν τοῖς πράγμασι περιεγένετο ἡμῶν, θαυμαστὸν ἦν‘. τὸ γὰρ ἀντίθετον ταύτην ἔχει τὴν δύναμιν τοῦ λέγειν ‘εἰ μὲν γὰρ μὴ ἐγίγνετο, ὃ ἐγίγνετο‘· τὸ δὲ ἐναντίον ἀναστρέφει τὸ πρᾶγμα ἀπὸ τῶν δρώντων εἰς τοὺς πάσχοντας καὶ ἀπὸ τῶν πασχόντων εἰς τοὺς δρῶντας, ὃ πεποίηκεν ἐνταῦθα ὁ ῥήτωρ «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ἃ δεῖ ποιοῦντος περιῆμεν»· πολὺ γὰρ διενήνοχε λέγειν ὅτι ‘θαυμαστὸν ἦν, εἰ Φίλιππος μὴ πονῶν ἡμῶν περιῆν‘, ὃ τοῦ ἀντιθέτου ἐστὶν ἰσχύς, ἢ λέγειν πάλιν ‘εἰ μηδὲν ποιοῦντες ἡμεῖς Φιλίππου περιῆμεν‘, ὅ ἐστιν ἐνάργεια τοῦ ἐναντίου. Καὶ περὶ μὲν ἀντιθέτου τοσαῦτα εἰρήσθω. Περὶ περιόδου.
4 3 (t) [45] Ἡ δὲ περίοδος οὐχ ἑνὶ ὑποπίπτει σχήματι, ὥστε αὐτὸ παραδοῦναι, ἀλλὰ πολλοῖς καὶ ποικίλοις, ἃ παρὰ τῶν ἀρχαίων λαμβάνοντες ἐν τηρήσει πεποιήκαμεν. ἔστι μὲν οὖν περίοδος κυρίως ἡ τοῦ ὅλου ἐπιχειρήματος ἀναγκαστικὴ σύνοδος καὶ κλεὶς τρόπον τινά, καὶ ἀληθινὴ περίοδος τοῦτό ἐστιν ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα καὶ συνάγουσα, ὡς τό γε ἑτέρωθι λέγειν περιοδικῶς ἐστι λέγειν, οὐ περίοδον ποιεῖν, ἀλλὰ ἑρμηνεύειν περιοδικῶς καὶ σχῆμα περιόδου λαμβάνειν. ἡ δὲ ἀληθινὴ περίοδος οὐ τῷ σχήματι μόνον ἀλλὰ καὶ τῷ νῷ συνάγει τὸ ἐπιχείρημα, ὃ τινὲς καὶ ἐνθύμημα καλοῦσιν· οὐ πᾶσα δὲ δύναιτ’ ἂν ἐνθυμηματικὴ περίοδος εἶναι, εἰ μὴ καὶ γνωμικὴ ἡ τὸ καθόλου εἰς τὸ ἴδιον κατάγουσα καὶ τὸ ἴδιον εἰς τὸ καθόλου ἀνάγουσα. Τηρήσαντες οὖν εὕρομεν παρὰ τοῖς ἀρχαίοις τὰς μεταβολὰς τῶν πτώσεων ὀνομαστικῆς καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς ποιούσας περιόδους οἷον «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ», τοῦτο κατὰ τὴν ὀνομαστικήν· κατὰ δὲ τὴν γενικὴν «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν»· καὶ κατὰ τὴν δοτικὴν «οἷς γὰρ οὖσιν ἡμετέροις ἔχει χρῆσθαι, τούτοις πάντα τὰ ἄλλα ἀσφαλῶς κέκτηται»· κατὰ δὲ τὴν αἰτιατικὴν «εἶθ’ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δ’ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβούμεθα;» τὸ γὰρ κλητικὸν σχῆμα πνεύματός ἐστι μέρος ἀποστροφὴν ἐργαζόμενον καὶ καταδρομὴν «εἶτα, ὦ— τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» καὶ πάλιν «ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. οὐ γὰρ δὴ δι’ ἀπειρίαν οὐ φήσεις ἔχειν, ὅ τι εἴπῃς.» Εἰσὶ δὲ καὶ ἀποδεικτικαὶ τοῖς σχήμασιν οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.» ταύτης τὸ σχῆμα καλὸν μὲν ζηλοῦν καὶ ἀπὸ τῆς ἑρμηνείας, κρεῖττον δέ, εἰ τὸ ἐλλεῖπον ἀπὸ κοινοῦ ποιεῖ τις ἐν ταῖς μεταποιήσεσιν, ἵνα τὸ ἐν τῇ προτάσει εἰρημένον ἐν τῇ ἀποδόσει λείπῃ μὲν μὴ λεγόμενον, φαίνηται δὲ ὡς λεγόμενον, ὡς καὶ ἐνταῦθα τὸ ‘ἀφείλετο‘ ἐν τῇ προτάσει λέλεκται, ἐν δὲ τῇ ἀποδόσει συνυπακούεται. Ἔστι καὶ ἐπιτιμητικὴ περίοδος τῷ σχήματι, ὅταν λέγωμεν «εἶθ’, ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθ’ ὑμῶν τινες ἐνθάδε ποιοῦσιν;» κἀκεῖ πάλιν «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» γίνεται δὲ καὶ ἐκ συμπλοκῆς δύο ἀδικημάτων οἷον «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δ’ εἰποῦσι τἀληθῆ, ψευδόμενος».
4 3 (50) [95] Καθόλου δὲ περὶ σχήματος περιόδου λεκτέον. περίοδός ἐστι σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ἐν ἑρμηνείας ῥυθμῷ συντόμως ἀπηρτισμένον, τὰ δὲ ἐν αὐτῇ συντόμως ὑπερβατὰ καλῶς σχηματίζει τὰς περιόδους· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην», ἔστι γὰρ τὸ ἑξῆς ‘ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ληφθείην ἐγώ‘. Ἰστέον δέ, ὡς τὴν περίοδον ἤτοι ἰσοσκελῆ καὶ ἰσόπλευρον ἀπὸ τῶν κώλων εἶναι δεῖ κατὰ τὴν ἑρμηνείαν ἢ συντομωτέραν ἐν τῇ ἀποδόσει· ἀτονία δὲ ῥήτορος τὴν ἀπόδοσιν τῆς περιόδου μακροτέραν ποιῆσαι τῆς προτάσεως. καὶ καθάπαξ εἴ τις ἐκλεξάμενος τὰ παρὰ τῶν ἀρχαίων σχήματα τῶν περιόδων μιμοῖτο, ἐν ταῖς μεταποιήσεσι πλῆθος ἂν εὕροι περιόδων. καὶ γὰρ τὸ ἐκ παραβολῆς σχῆμα ἄριστον «ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ ἔγραψας ἄν, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει». καὶ διαπορητικῶς ἔστι περιοδεῦσαι, ἂν ἄρξηταί τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους· ‘διὰ τί ἄρα, νὴ Δία, διὰ τί τοῦτο οὐχὶ καλῶς ἔχειν δόξαι τισὶ τὸ ψήφισμα; πότερον, ὅτι παρὰ τοὺς νόμους; καὶ μὴν μόνον ἐστὶ κατὰ τοὺς νόμους. ἀλλ’ ὅτι τάξεως λύσις; καὶ μὴν τοῦτο, ὡς οὐκ ἄλλο, θεμέλιος εὐταξίας. ἀλλ’ ὅτι τόδε‘ καὶ ἀποδώσεις αὐτό. γίνεται δέ, ὅταν καὶ δύο καὶ τρία νοήματα ἔχῃς, οἷον εἴ τις ἐκείνην θελήσειε μεταποιῆσαι τὴν περίοδον, περιοδικὴν μᾶλλον οὖσαν ἢ περίοδον, «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δ’ εἰποῦσι τἀληθῆ, ψευδόμενος», καὶ πάλιν ‘διὰ τί γὰρ ἄν, νὴ Δία, διὰ τί φείσαιτό τις Αἰσχίνου; πότερον ὅτι τὴν ἔξοδον ἐπετάχυνε; καὶ μὴν πλεῖν ἔδει καὶ μὴ βαδίζειν. ἀλλ’ ὅτι τἀληθῆ πρὸς ὑμᾶς ἔφησε; καὶ μὴν ψευσάμενος πάντα ἀπολώλεκεν‘. —Ἡ δὲ τῆς μεταποιήσεως ἀρετὴ τοῦ ὑποτεθέντος νοήματος πᾶν σχῆμα οὕτως ἐφαρμόσαι δύναται· ὃ μᾶλλον ἐκπλήττει γινόμενον ἐξ αὐτοσχεδίου ἢ γραφῇ παραδιδόμενον. Γίνεται δὲ καὶ μονόκωλος περίοδος, γίνεται δὲ καὶ δίκωλος καὶ τρίκωλος ἡ ἐκ τριῶν κώλων συνεστηκυῖα καὶ τετράκωλος ἡ ἐκ τεττάρων. κῶλον δέ ἐστιν ἡ ἀπηρτισμένη διάνοια. ἡ μὲν γὰρ μονόκωλος ἐκείνη, ἐπειδὴ κρέμαται ἡ διάνοια αὐτῆς μέχρι τοῦ τέλους τῷ ὑπερβατῷ οὕτω σχηματισθεῖσα σχοινοτενῶς διείληπται «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» δίκωλος δὲ ἐκείνη ἡ προτάσεως μονοκώλου κειμένης ἀπόδοσιν ἀπαιτοῦσα μονόκωλον· μάλιστα δὲ αἱ γνωμικαὶ πάσχουσιν αὐτό· ἔστι δὲ γνωμικὴ περίοδος αὕτη «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται». τρίκωλος δὲ ἐκείνη, ὅταν δύο κώλων διαφόρων προταθέντων ἀρκῇ μονόκωλος ἑκατέροις ἀπόδοσις, οἷον «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὑτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν», μέχρι τούτου ἡ πρότασις, εἶτα ἐπήρκεσεν ἑκατέροις τοῖς κώλοις ἡ ἀπόδοσις μονόκωλος «τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν».
4 3 (100) [155] τετράκωλος δὲ ἐκείνη ἡ ἐν τῇ πρώτῃ προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα καὶ ἐν τῇ δευτέρᾳ προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». τῆς τετρακώλου δὲ ταύτης καὶ ἡ χρεία καλλίστη ἐν ταῖς μεταποιήσεσιν, ὅτι καὶ δύναται στρέφεσθαι· τετράκις γὰρ μετασχηματιζομένη ἐκ τῶν προτάσεων καὶ τῶν ἀποδόσεων ἀλύπως δύναται λεχθῆναι τετράκις· εἰ δὲ δεῖ καὶ χιασθῆναι αὐτήν, τότε δὴ τότε δύναιτο ἄν τις αὐτὴν ἐκ τῆς τῶν νοημάτων ἀνάγκης καὶ πλεονάκις στρέφειν· οὐ πᾶσα δὲ χιασθῆναι δύναται τετράγωνος περίοδος. ἔστω δὲ πρῶτον αὕτη ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». δύναται δὲ αὕτη ἀθρόως ἀναστραφεῖσα καὶ ἄλλως γενέσθαι· ἡ γὰρ δευτέρα πρότασις καὶ ἀπόδοσις γίνονται πρῶται οἷον ‘ἐν μὲν γὰρ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἀφείλετο, ἐν δὲ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τὴν ἀτέλειαν τοὺς ἔχοντασ‘· ἢ τὰς δύο προτάσεις ἐκλαβὼν συντίθημι ‘ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι‘· ἢ τὰς ἀποδόσεις ποιῶ προτάσεις ‘καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἐν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμῖν‘. —Καὶ αὕτη ἐστὶ καὶ οὕτως γίνεται ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη. ἐκείνη δὲ ἡ παρὰ τῷ Δημοσθένει καὶ χιασθῆναι δύναται «ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε», καὶ μυριάκις ἔστι μεταποιεῖν τὴν ἀναδεχομένην τοῦτο τὸ σχῆμα. πῶς δὲ ἀναδέχεται τὸν χιασμόν; ὅταν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἀμφότεραι ἁρμόζωσιν αἱ ἀποδόσεις καὶ ἐναλλάξ, οἷον «ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ», τοῦτο ἡ πρότασις, ἁρμόζει δὲ αὐτῇ ἑκατέρα ἀπόδοσις, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται» εἴτε βούλοιτο λέγειν «τοσούτῳ πλείονα ὑμεῖς αἰσχύνην ὠφλήκατε»· καὶ πάλιν «ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασιν» ἡ πρότασις ἡ δευτέρα πρὸς ἀμφότερα ἁρμόσει, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε» εἴτε βούλοιτο λέγειν «τοσούτῳ θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται».
4 3 (150) [156] καὶ ὅλως ἄπειρος ὁ περὶ τούτου λόγος. Περὶ πνεύματος.
4 4 (t) [55] Δεῖ τοίνυν τὸν μέλλοντα λέγειν, τὰ ποῖα τῶν νοημάτων κατὰ πνεῦμα ἐξενεχθήσεται, πρῶτον εἰπεῖν, τί ἐστι πνεῦμα καὶ πόσα εἴδη αὐτοῦ καὶ πόθεν γίνεται καὶ πῶς συντίθεται. πνεῦμα μὲν οὖν ἐστι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι, μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος. Ἐπεὶ δὲ καὶ περὶ κώλου καὶ κόμματος ἔφαμεν, ἰστέον ἐν συντόμῳ, ὅτι δεῖ καὶ κόμμα καὶ κῶλον ἀπαρτίζειν τὴν διάνοιαν· διαφέρουσι δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν [ἐπῳδῷ μετρούμενον], τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ τριμέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταμένον. ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς περινενόηται ἤδη. τὸ δὲ ὑπὲρ τὸ ἡρωικὸν σχοινοτενὲς κέκληται, χρήσιμον προοιμίοις μάλιστα καὶ ταῖς τῶν προοιμίων περιβολαῖς. οἳ δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, τὸ δὲ ὑποκάτω κόμμα. ταῦτα μὲν οὖν κῶλά ἐστιν «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν», εἶτα ἐπιφέρει κόμματα «καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», εἶτα διαδέχεται καὶ κῶλον πάλιν «καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον», εἶτα κόμμα πάλιν «ἐν δ’ Ἐρετρίᾳ Κλείταρχον» ἢ κῶλον ἐπῳδῷ ἴσον. καὶ διόλου τὸ πνεῦμα τούτοις συνέχεται— οὔτε γὰρ ἀριθμῷ οὔτε ἕξει ὑποπίπτει, ἀλλὰ τὸ παρατυχὸν λέγεται—, δι’ ἄλλων μέντοι οὐ γίνεται. — Ἰστέον δέ, ὅτι καὶ ἀπὸ τῶν πέντε συλλαβῶν, ὡς ἔφαμεν, καὶ τεττάρων δέ γε καὶ ἡττόνων συνίσταται τὸ κόμμα· εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔστι—κόμμα δέ ἐστι σύνθεσις διανοίας μικροτέρα κώλου—· ἐπεὶ τὸ πνεῦμα αὐτὸ μετ’ ὀλίγον καὶ εἰς τοιαῦτα καταλήξει κόμματα, ὅταν λέγῃ «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ;» καὶ γὰρ αἱ ἐπὶ τέλει δύο συλλαβαὶ «ἢ οὔ» κόμμα ἐστίν, ἐρωτῶντος ὁλοκλήρως ἀνθρώπου τὴν διάνοιαν. Εἴδη δὲ πνευμάτων δύο· ἤτοι γὰρ ἓν νόημα λαβόντες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, οἷον «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ’ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκεύαζεν ἐκεῖνος, ἐπολεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος οὗτος λόγος, οὐ πρὸς ἐμέ», τοῦτο γὰρ σύμπαν ἑνός ἐστι νοήματος ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευεν· ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθ’ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, ὡς ἐν ἐκείνῳ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πράγματι καὶ κῶλον.
4 4 (50) [95] καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο εἶδος πνεύματος. Ἐλέγχεται δὲ τὸ πνεῦμα καὶ γίνεται τῇ ἐπιμονῇ τοῦ σχήματος· δεῖ γὰρ ἐπιμείναντα τῷ σχήματι τῇ ὁμοιότητι τοῦ σχήματος δεῖξαι τὴν τέχνην. συνδεῖται δὲ τὸ πνεῦμα καὶ συντίθεται μάλιστα καὶ εὔτονον γίνεται τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, καὶ πάσχει δέ γε κοσμούμενον ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ παράδειγμα οὐκ ἔθηκα· οὐδὲν γὰρ ἔστιν, ὅ τι μὴ οὕτως ἔχει. Σχήματα δὲ πνευμάτων, ὅσα καὶ λόγων· ἔξεστι γὰρ ὅθεν βούλει σοι τὸ πνεῦμα λαβόντι καὶ λέγοντι μόνον ἐπιμεῖναι, ὅτῳ δ’ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς. μετρίως δὲ ἀπὸ τῶν παραδειγμάτων τὰς τηρήσεις ἀναγκαῖον ἐκθεῖναι. ἔστι γὰρ αὐτῶν τὸ μὲν ἀποφαντικὸν κατὰ τὴν ὀρθὴν πτῶσιν οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος»· ἀπὸ γὰρ τοῦ ‘σφετεριζόμενοσ‘ ἡ ἐπιμονὴ γενομένη τὸ σχῆμα προήγαγεν. —Ἔστι καὶ κατ’ ἐρώτησιν, ἐάν τις λέγῃ ‘τίς γὰρ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τίς ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ καὶ διόλου ἀλλάξας τὸ σχῆμα σῷον ἐποίησας τὸ πνεῦμα, κἂν αὐτὰ λέγῃς τὰ ῥήματα, μόνον ἀντὶ τοῦ ἄρθρου τοῦ ὁ τὸ τίς παραλαβὼν διὰ τὸ σχῆμα μόριον. —Ἔστι καὶ ἐλεγκτικόν, ἐάν τις λέγῃ ‘οὐχ οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; οὐχ οὗτός ἐστιν ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ καὶ τὰ ἑξῆς ὁμοίως. —Καὶ δεικτικὸν γίνεται πάλιν τοῦ οὐχὶ ἀφαιρεθέντος οἷον ‘οὗτος ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν.‘ —Καὶ ἡ ἔνστασις μέντοι τοῦ πνεύματος ποιεῖ σχῆμα κάλλιστον, ἐὰν λέγωμεν ‘οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκεύαζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ — Καὶ καθόλου ἀποστροφὴ πᾶσα εἰς πρόσωπον ἐπιμείνασα πνεῦμα ἐγένετο, κἂν εἰς ἐμαυτὸν ἐπιστρέψας λέγω ‘ἐγὼ μὲν ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἐγὼ δὲ ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, ἐγὼ δὲ ὁ καταλαμβάνων Ὠρεόν, ἐγὼ δὲ ὁ κατασκάπτων Πορθμόν‘· δύναται γάρ που ἐν προβλήματι καὶ Φίλιππος λέγειν ταῦτα. — Ἢ ἀρνητικὸν πάλιν πνεῦμα, ἐάν τις λέγῃ ‘οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, οὐκ ἐγὼ κατεσκεύασα ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν‘. —Ἔστι καὶ ἀποτρεπτικὸν σχῆμα, ὃ ἐπιμεῖναν πνεῦμα γίνεται, ὅταν λέγῃ «μή μοι μυρίους μηδὲ δισμυρίους λόγους μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις πρόφερε».
4 4 (100) [145] Ἰστέον δέ, ὅτι ἐπὶ πάντων τούτων αἵ τε τῶν ἀριθμῶν ἀλλαγαὶ ἑνικῶν καὶ πληθυντικῶν ἀλλάσσουσι καὶ μετασχηματίζουσιν αἵ τε τῶν γενῶν καὶ τῶν πτώσεων καὶ αἱ τῶν ἐγκλίσεων. ἀριθμῶν μέν, ὁπόταν τις λέγῃ ‘οὗτός ἐστιν ὁ τόδε ποιῶν‘, ποτὲ δὲ λέγῃ ‘οὗτοί εἰσιν οἱ καταλαμβάνοντες Ὠρεόν, οὗτοί εἰσιν οἱ κατασκάψαντες Πορθμόν‘. γενῶν δέ, ἂν ποτὲ μὲν ἀρσενικὸν ὄνομα προθῇς, ποτὲ δὲ θηλυκόν, ποτὲ δὲ οὐδέτερον, εἶτα ἐπιμείνης· γένους γὰρ ἀλλαγὴ σχήματός ἐστιν ἐναλλαγή. πτώσεων δέ, ἐὰν ποτὲ μὲν ὀνομαστικῶς, ποτὲ δὲ γενικῶς, ποτὲ δὲ κατὰ τὴν δοτικήν, ποτὲ δὲ κατὰ τὴν αἰτιατικὴν ἐξενέγκῃς τὸ σχῆμα· καὶ τὰς πτώσεις ἑνικῶς μὲν ἐκφέρων ἄλλο πνεῦμα ποιεῖς, πληθυντικῶς δὲ ἄλλο. καὶ κατὰ τὰς ἐγκλίσεις ὁμοίως. —Ταῦτα μὲν οὖν φύσιν ἔχει τοιαύτην καὶ πάντα, ἵνα μὴ καθ’ ἕκαστον λέγωμεν· πᾶσα γὰρ πτῶσις, πᾶσα ἔγκλισις, πᾶς ἀριθμός, πᾶν γένος, πᾶσα μετοχή, πᾶσα ἀντωνυμία μεταποιούμεναι καὶ μεταλλαττόμεναι τὰ σχήματα ἀλλάττουσιν. Ἐκεῖνο δὲ ἄξιον εἰδέναι, ὅτι προχωροῦν τὸ πνεῦμα ἐν τῷ σχήματι εἰς συχνὰ κῶλα ὀφείλει καὶ μεταπεσεῖν εἰς ἄλλο σχῆμα λόγου προχωροῦν καὶ τῷ δευτέρῳ πάλιν ἐπιπίπτειν εἰ τύχοι τὸ τρίτον· ἡ γὰρ κοινωνία ἡ τοιαύτη καὶ ἡ διαδοχὴ ὡραῖον ποιεῖ τὸν λόγον ἐν τῷ πνεύματι, οἷον ἐὰν ἀπὸ τῆς ἀποφάνσεως εἰς τὴν πεῦσιν καταστῇς, ὡς ὁ Δημοσθένης τὰ πρῶτα κῶλα ἀπεφήνατο «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος», εἶτα κατέβη εἰς τὴν πεῦσιν «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει;» ἢ τὸ ἔμπαλιν, ἂν ἐρωτήσας εἰς τὸ δεικτικὸν μεταβάλῃς ἢ εἰς ἄλλο τι. πλὴν ἰστέον, ὅτι καλὸν ἐπιμείναντα τῷ πνεύματι ἐν τῷ ἑνὶ σχήματι καὶ εἰς διαδοχὴν ἄλλου προχωρῆσαι· πολλάκις γὰρ τοῦτο οὕτω περικαλλῆ τὸν λόγον ἐποίησεν, ὥστε καὶ εἰς τρίτον σχῆμα μεταβαίνοντας ἀναστῆσαι τοὺς ἀκούοντας, ὥσπερ ἀκμαζούσης τῆς τοῦ λέγοντος φορᾶς, ἣν παρίστησι τοῖς ἀκούουσιν ἡ τοῦ σχήματος μεταβολή. τοὺς πολλοὺς δὲ καὶ ἠπάτησεν ἡ θεωρία ὡς ἀκμὴ οὖσα. ὁ δὲ ἀκμαῖος λόγος οὐχ ὁ αὐτός ἐστιν ἐν λόγῳ καὶ νοήματι, ἀκμὴ δὲ ἄλλο τι διανοίας ἐστὶ καὶ ἄλλο λόγου· ἀκμὴ γάρ ἐστι λόγου τῶν κατὰ πνεῦμα σχημάτων μεταβολή, νοημάτων δέ, ὅταν πληρώσας τις ἓν νόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταβῇ κἀκεῖνο ποιῇ πνεῦμα, εἶτα ἀπ’ ἐκείνου εἰς ἄλλο πνεῦμα· καὶ οὕτως ἐκ τῶν ἀδήλως ἄλληλα διαδεχομένων ἡ ἀκμὴ γίνεται. ὡς δ’ ἐπὶ παραδείγματος τὸ Δημοσθενικὸν ῥητέον, ὅπως εἰδείημεν, ὅτι ἡ τῶν πνευμάτων συνθήκη ἀκμή ἐστιν· «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ’ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο.
4 4 (150) [189] εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ», μέχρι τούτου τὸ πνεῦμα· εἶτα τὸ «οὐ πρὸς ἐμέ» θελήσας ἐργάσασθαι ἄλλο πνεῦμα ἐποίησεν «ἐγὼ μὲν γὰρ καὶ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρ’ ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν», καὶ τοῦτο μέχρι τῶν προδοτῶν προχωροῦν ἓν πνεῦμά ἐστιν· εἶτα λέγει «καὶ τὰ ἄλλα πλὴν ἐκείνους ὅμως ἄλλους οἰομένους πωλεῖν πρώτους ἑαυτοὺς πεπρακότας ᾐσθῆσθαι», ἀπὸ γὰρ τούτου καταλιπὼν πάλιν τὸ ‘ἐγὼ οὐκ αἴτιοσ‘ ἐργάζεται πνεῦμά τι ἄλλο, ὅτι οἱ προδόται πρὸ τῶν ἄλλων ἑαυτοὺς πιπράσκουσιν «ἀντὶ γὰρ φίλων καὶ ξένων, ἃ τότε ὠνομάζοντο, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ πάντα ἃ προσῆκεν ἀκούουσι», καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τούτου, καὶ ἔστη ἐνταῦθα «ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλώλειτε»· ὥστε ἡ τῶν τριῶν πνευμάτων σύνθεσις ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. —Ἐπὶ τούτῳ προσθετέον ἐκεῖνο, ὅπερ ἐστὶ λαμπρὸν πάνυ καὶ ποιεῖν καὶ εἰδέναι, ὅτι ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον—δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν—, ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν. οὕτω γὰρ τῆς τέχνης τὴν τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατ’ ὀλίγον προαγομένης καὶ ἀναγούσης εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ, τῆς τέχνης δι’ ὧν προσῆκεν ὁδευούσης· καὶ γὰρ ὁ Δημοσθένης τὰ περὶ τοὺς προδότας παραδείγματα τελευταῖα ἐφύλαξε, καὶ Ὅμηρος τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἦλθεν «ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ· ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν», εἶθ’ ἡ παραβολὴ «ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων, ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.» Περὶ τάσεως.
4 5 (t) [7] Τάσις δέ ἐστι λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ πνεῦμα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ ληφθῆναι τοῦ λέγοντος πνεύματι. τοῦτο γάρ ἐστιν ἡ τάσις τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἢ χρὴ τὸ πνεῦμα. καταφορὰ δέ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ τάσις. τίνι δὲ διαλλάττει; ὅτι ἡ τάσις καὶ ἐν ἀπολογίαις εἶναι δύναται, ἡ καταφορὰ δὲ οὐκ ἂν γένοιτο ἐν ἀπολογίᾳ. Περὶ διλημμάτου.
4 6 (t) [38] Τὸ δὲ διλήμματόν ἐστι σχῆμα μὲν λόγου, δριμύτητος δὲ δόξαν ἔχον καὶ ἀληθείας. ἔστι δὲ τοιοῦτον, ὅταν δύο ἐρωτήσεις ἐρωτῶντες τὸν ἀντίδικον πρὸς ἑκατέραν ὦμεν εἰς λύσιν παρεσκευασμένοι. δεῖ δὲ τὰς ἐρωτήσεις ἐναντίας ἀλλήλαις εἶναι ὡς πάντως ἢ ταύτην ἢ ἐκείνην ἀποκριθησομένου τοῦ ἐχθροῦ· εἰ μὲν οὖν ἔχοιμεν ἀμφοτέρας λῦσαι, δεῖ ἐρωτᾶν κατὰ διλήμματον, εἰ δὲ μή, μὴ προτείνειν τὸ σχῆμα. ἐὰν γὰρ τῶν ἐρωτήσεων ἡ ἑτέρα ῥᾳδία ᾖ τῷ ἐχθρῷ πρὸς ἀπόκρισιν, σοὶ δὲ δύσλυτος, πάντως ἡττήσῃ· ἐρωτᾷς γὰρ ἢ ὡς οὐκ ἀποκριθησομένου ἢ ὡς, εἰ καὶ ἀποκρίναιτο, λῦσαι· εἰ δὲ ἀποκρινόμενός σε νικήσειεν, ἑαυτῷ αἴτιος ἐγένου τῆς ἥττης. οὐδὲ γὰρ ἐν ταῖς ἁπλαῖς ἐρωτήσεσι, μή τί γε κατὰ διλήμματα ἐρωτᾶν δεῖ, εἰ μὴ τότε, ὅταν ἢ μὴ ἔχῃ, τί ἀποκρίνηται, ἢ ὅταν μέλλῃ τοῦτο ἀποκρίνεσθαι, ὃ σοὶ συμφέρει· καθόλου γὰρ ὁ ἐρωτῶν ὡς εἰς νίκην τῇ ἐρωτήσει θαρρῶν ἐρωτᾷ. Τὸ δὲ διλήμματόν ἐστι τοιοῦτον οἷον ‘πότερον παρῆς τούτοις γινομένοις καὶ συνευφραίνου ἢ οὐ παρῆς;‘ ἐάν τε γὰρ εἴπῃ ‘παρήμην καὶ συνευφραινόμην‘, παρεσκεύασται ὁ ῥήτωρ εἰπεῖν ‘πῶς οὖν κατηγορεῖς τούτων, οἷς συνευφραίνου;‘ ἐὰν δὲ λέγῃ ‘οὐ παρήμην‘, ἀπαντήσεται αὐτῷ ὅτι ‘δίκης ἄξιος τοῖς ἀγαθοῖς τοῖς τῆς πόλεως μὴ συμπαρών‘. καὶ πάλιν ‘ᾔδεις τὰ μέλλοντα ἢ οὐκ ᾔδεις;‘ ἐάν τε γὰρ εἴπῃ ‘ᾔδειν‘, ἀπαντᾷ ‘τί οὖν οὐ προέλεγες;‘ ἐάν τε εἴπῃ ‘οὐκ ᾔδειν‘, ‘τί οὖν ἡμῶν ὡς μὴ εἰδότων κατηγορεῖς; εἰ μὲν γὰρ ᾔδεις, προειπεῖν ὤφειλες· εἰ δὲ οὐκ ᾔδεις, τί τῶν ἄλλων ὡς μὴ εἰδότων κατηγορεῖς, τῆς ἀγνοίας τῶν μελλόντων κοινῆς οὔσης πρὸς πάντας ἀνθρώπους;‘ Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων δι’ ἓν πέρας ἐρωτωμένων οἷον ‘εἴτε καλὴν ἔγημας εἴτε αἰσχράν, οὐκ ἔδει γῆμαι‘· ἓν γὰρ πέρας συνάγεται ἐξ ἀμφοτέρων, τὸ μὴ δεῖν γῆμαι, διὰ μὲν τὸ καλὴν κοινήν, διὰ δὲ τὸ αἰσχρὰν ποινήν· καὶ τὰ μὲν κοινὰ διλήμματα ταῦτά ἐστιν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκάστη ἰδίας ἀποδόσεως δέηται, τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ Δημοσθενικόν ἐστι σχῆμα. Περὶ παρηχήσεως.
4 7 (t) [19] Παρήχησις δέ ἐστι κάλλος ὁμοίων ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δέ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρας λέξεις ἢ ὀνόματα εἴπῃ τις ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, ὡς παρὰ τῷ Ξενοφῶντι «πείθει τὸν Πειθίαν» καὶ παρὰ τῷ Ὁμήρῳ «ἀλλ’ Εὐπείθει πείθοντο», κἀκεῖ μάλιστα ἐναργῶς «ἤτοι ὅ γ’ ἐς πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων». ἐνταῦθα γὰρ ὅμοια μὲν ἀλλήλοις ἠχεῖ τὸ ‘Ἀλήιον‘ καὶ τὸ ‘ἀλᾶτο‘ καὶ τὸ ‘ἀλεείνων‘, ἀλλὰ τὸ μέν ἐστι τόπου ὄνομα, τὸ ‘Ἀλήιον‘, τὸ δὲ ‘ἀλᾶτο‘ πρᾶγμα, τὸ δὲ ‘ἀλεείνων‘ πρᾶγμα μὲν καὶ αὐτό, ἄλλο δὲ παρὰ τὸ σεσημασμένον. καὶ ὁ Θουκυδίδης «καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἠδύναντο ἑλεῖν καὶ ἅμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι»· ἕλος μὲν γὰρ ὁ τόπος, ἑλεῖν δὲ τὸ πρᾶγμα, Ἕλειοι δὲ οἱ ἐνοικοῦντες. Περὶ κύκλου.
4 8 (t) [26] Κύκλος ἐστὶ σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον. γίνεται δέ, ὅταν, ἀφ’ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε πτῶσιν ἀλλάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθμὸν μήτε ἄλλο τι· οἷον «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί»· ἀπὸ γὰρ οὗ ἤρξατο μορίου, τῆς ἀντωνυμίας, εἰς 〈τὸ〉 αὐτὸ κατέληξεν. ἐγχωρεῖ δὲ καὶ περιοδικῶς αὐτὸ λεχθῆναι δύνασθαι, καὶ μὴν καὶ διηγηματικῶς, ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην «λέγεται τοίνυν τειχίζειν ἐκεῖνος εἰπὼν οἴχεσθαι πρεσβεύων εἰς Λακεδαίμονα», καὶ διελθὼν τὰ κατὰ τὸν Θεμιστοκλέα πάλιν ὁμοίως ἐπαύσατο «καὶ πάντες ἴστε, ὃν τρόπον ἐξαπατῆσαι λέγεται»· τὸν γάρτοι κύκλον οὐχ ὁ ῥυθμὸς ἐλέγχει ἀλλὰ ἡ ἀρχὴ καὶ ἡ τελευτή. Εἴρηται δὲ κύκλος ἀπὸ τῶν ἐν τῇ γῇ γραφομένων κύκλων· ὥσπερ γὰρ ἐκείνων διὰ τὸ ἐξ ἴσου πανταχόθεν περιφερὲς ἡ ἀρχὴ ἄδηλος, ὅθεν ἂν ἐθελήσωμεν τεκμήρασθαι οὐ δυναμένων τὴν ἀρχήν, οὕτω δὴ καὶ τούτων, ἐκ τῆς ὁμοιότητος τῶν ὀνομάτων ἀμφιβόλου τῆς ἀρχῆς καθισταμένης, ὅθεν εἶναι δύναται. διόπερ εἰ θέλοιμεν, αὐτὸ τοῦτο ἀφοριζόμενοι τὸ τί ἐστι κύκλος, ποιῆσαι τὸ σχῆμα τοῦ λόγου ἐν τῷ περὶ αὐτοῦ λέγειν τοῦ κύκλου, ἔσται δὴ οὕτω· κύκλος ἐστὶ τὸ ἀφ’ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων εἰς τὰ αὐτὰ καταλήγειν δύνασθαι πάλιν· τοῦτο γὰρ ἔστιν ὁ κύκλος. Περὶ ἐπιφωνήματος.
4 9 (t) [48] Τὸ ἐπιφώνημα λόγος ἐστὶν ἔξωθεν ἐπὶ τῷ πράγματι παρ’ ἡμῶν λεγόμενος. δεῖ δὲ αὐτὸν καὶ προσέχεσθαι τῷ ὑποκειμένῳ ὡς ἐκείνου μέρος ὄντα, ἵνα μὴ ἀπᾴδῃ, δεῖ δὲ αὐτὸν καὶ ἔξωθέν τι προσειληφέναι, ἵνα ᾖ καὶ ἡ τοῦ ἐπιφωνήματος φύσις φανερά. τὸ δὲ προσλαμβανόμενον ἔξωθεν τετολμῆσθαι δεῖ ἀσφαλῶς· διὰ τοῦτο γάρτοι καὶ ἐπιφώνημα λέγεται, οὐχ ὅτι αὐτὸ τὸ πεπραγμένον λέγεται, ἀλλ’ ὅτι τῷ γιγνομένῳ ἐπιφωνεῖται· μέχρι γὰρ ἄν τις κατὰ κῶλον μεμετρημένως διατυποῦν ἐθέλῃ τὸ γινόμενον, τὸ πρᾶγμα λέγει, ἐὰν δὲ παυσάμενος ἐπενέγκῃ τι τῷ παντὶ ὡς παρ’ αὑτοῦ ἔξωθεν, τοῦτο ἐπιφώνημα λοιπόν ἐστιν, οἷον «σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσε Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων» καὶ «σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον», μέχρι τούτων ἡ διατύπωσις, τὸ δὲ «ὀρώρει δ’ οὐρανόθεν νύξ» ἐπιφώνημα λοιπόν ἐστιν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἴδιον τοῦ πράγματος ἐγένετο, ᾗ δὲ ἐξ οὐρανοῦ λέγει τὴν νύκτα γεγονέναι, δὶς ἐτόλμησε, καὶ νύκτα εἰπὼν τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι, ὅθεν οὐδέποτε γίνεται σκότος οὐδὲ νύξ. Καὶ τὸ μὲν ἀληθινὸν ἐπιφώνημα τοῦτό ἐστιν. Ἔστι δὲ καὶ ἄλλο ἐπιφωνήματος εἶδος τρόπον τινὰ γινόμενον, ὃ καὶ ἀκμὴν ἐκάλεσαν τινές, οὐκ ὀρθῶς ὁρίζοντες ἐν ἑνὶ κώλῳ ἀκμήν, ἐπεὶ μηδέ, ὅθεν γίνεται, δύναταί τις εἰδέναι. ἔστι δὲ τοῦτο τοιοῦτον, ὅταν πνεύματος κατὰ μέρος ἀποταθέντος ἐν πολλοῖς κώλοις ἐπὶ τέλει πάλιν ἓν κῶλον τεθῇ, συλλήβδην ὡς εἰπεῖν πᾶν τὸ πνεῦμα δυνάμενον ἀφορίσασθαι καὶ ἔχειν ἐν ἑαυτῷ· οἷον «Αἴας δ’ οὐκέτ’ ἔμιμνε, βιάζετο γὰρ βελέεσσι» καὶ ὅλον τὸ παρ’ Ὁμήρῳ πνεῦμα· κατὰ μέρος γὰρ εἰπὼν τὰ συμβάντα τῷ Αἴαντι καὶ ἐπισυμβαίνοντα ἐπὶ τέλει πάλιν ὥσπερ ἐν ἑνὶ κώλῳ πάντα ἐπαλιλλόγησεν εἰπὼν «πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο». Ἔστιν ἐπιφωνηματικὰ καὶ τὰ ἀπὸ τῶν τροπῶν ὀνόματα ἑλκόμενα λοιπὸν εἰς τὸ πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζομένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν ὡς τὸ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι· οἷον ἐάν τις ναυάγιον ἐκ παραβολῆς εἰπὼν ἐν λόγῳ, εἶτα μεταβαίνων εἰς τὰ πράγματα ἐθελήσῃ λέγειν κατ’ ὄνομα ἕκαστον τῶν ἐκ τῆς ναυαγίας σημαίνων τὸ ὑποκείμενον, οἷον ‘ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος αὐτά‘. καὶ πάλιν αὐτοῦ μεμνησόμεθα τούτου ἑξῆς ἐν τῷ περὶ τροπῆς λόγῳ. Περὶ τροπῆς.
4 10 (t) [34] Τροπὴ δέ ἐστι τὸ μὴ ἐξ ὑποκειμένου πράγματος ἀλλοτρίου δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὸν εἶναι δυνάμενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομένου, ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς, οὐχ ὡς ἐκεῖνοι λέγουσι τὸ ἀπὸ τῶν ἀψύχων ἐπὶ τὰ ἔμψυχα καὶ τὸ ἀνάπαλιν· ἀλλὰ καθόλου ἡ ῥητορικὴ πολυπραγμονοῦσα μηδὲν μήτε ἐμψύχων μήτε ἀψύχων, οὕτω χρῆται τοῖς ἀλλοτρίοις ὀνόμασιν, οἷον «προπέποται τὰ τῆς πόλεως πράγματα», ἀντὶ τοῦ προδέδοται, καὶ ‘τιθασεύουσιν‘· ἐμφαίνεται γὰρ ἐκείνῳ τε τῷ ὀνόματι τὸ συμπόσιον μὴ ὑποκείμενον καὶ τούτῳ τὰ θηρία τιθασευόμενα τῷ λόγῳ μὴ ὑποκείμενα. τούτου δὲ τοῦ εἴδους εἴ τις ἐφαψάμενος πληρώσειε καὶ τὸ ἐφεξῆς τῆς τροπῆς ὄνομα, ὡς πᾶσαν ἐνθεῖναι τὴν παραβολήν, ἀρετὴν ἐποίησεν, εἰ δὲ ἐλλείψειε, κακοζηλότερόν ἐστιν· οἷον «ἐχθρὸν ἐφ’ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήσαμεν», εἰπὼν ὄνομα καὶ λαβὼν ἀπὸ τοῦ ἀγῶνος εὐθέως ἀπέδωκεν «ἢ φρασάτω τις ἐμοί, πόθεν ἄλλοθεν ἰσχυρὸς ἢ παρ’ ἡμῶν αὐτῶν γέγονε Φίλιππος» καὶ τὰ ἑξῆς ὁμοίως. —Δεῖ μέντοι εἰδέναι, ὅτι, ὅσα μέν ἐστι συντελικὰ τῆς τροπῆς, εὐθὺς ἀποδοθήσεται, ὅσα δὲ γελοιότερα, διὰ πολλοῦ, τῷ χρόνῳ λανθάνοντα καὶ τῷ μὲν τεχνίτῃ κατάδηλα ὄντα, τοῖς ἀτέχνοις δὲ μὴ φαινόμενα. τοῦτο μὲν οὖν σεμνὸν ὂν εὐθέως ἀπεδόθη· τὸ δὲ «προπέποται τὰ τῆς πόλεως πράγματα» εἰ μὲν εἶχεν ἐγγὺς παρακειμένην τὴν ἀπόδοσιν, γελοιότερον ἂν ἦν, διὰ πολλοῦ δὲ λανθάνον οὐ φαίνεται· ὑποβαίνων γὰρ ἐρεῖ ὧδέ που «μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος», ὥρμητο δὲ τὸ τοῦ μεθύειν ὄνομα ἀπ’ ἀρχῆς τοῦ ‘προπέποται‘, ἐδόκει δὲ εἶναι γελοιότερον εὐθὺς παρακείμενον τῷ ‘προπέποται‘ τὸ ‘μεθύει‘. τῷ μέντοι ‘μεθύει‘ παρακείμενον τὸ ‘ὀνειροπολεῖ‘ σεμνὸν ὂν ἐκόσμησε τὸν λόγον· κοινὸν γάρ ἐστι τῶν μεθυόντων τὸ ὀνειροπολεῖν. Περὶ σεμνοῦ λόγου.
4 11 (t) [30] Σεμνὸν δέ, εἴ τί πού ἐστιν ἐν τοῖς οὖσι, τί ἄλλο μᾶλλόν ἐστιν ἢ λόγος; καὶ τὸ μὲν σεμνὸν τοῦ νοῦ σεμνῶς οὐχ ἑρμηνεύεται ὑπὸ τῆς τοῦ ῥήτορος δυνάμεως ἀλλ’ ὑπὸ τῆς ἀνάγκης αὐτοῦ τοῦ πράγματος, οἷον «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων» καὶ ὅσα ἄλλα τοιαῦτα· ὅπου δ’ ἂν ὁ νοῦς αἰσχρὸς ᾖ, ἐκεῖ χρεία τῆς σεμνότητος τοῦ λόγου, ἵνα τὸ νοούμενον αἰσχρῶς οὕτως ἐξενέγκῃ τις τῷ λόγῳ εὐφυῶς, ὄνομα ἀντ’ ὀνόματος ἀμείβων, ὡς μὴ δόξαι τισὶν αἰσχρὸν εἶναι τὸ πρᾶγμα διὰ τὴν τοῦ λόγου σεμνότητα, ὡς παρὰ τῷ Μενάνδρῳ· πυθομένου γάρ τινος κόρης, πῶς εἴη διεφθαρμένη, σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνόμασι βελτίστοις ‘Διονυσίων ἦν πομπή, ὃ δέ μοι ἠκολούθησε μέχρι [τὰ] πρὸς τὴν θύραν, ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με‘· τὸ γὰρ ἐφθάρθαι καὶ ὑβρίσθαι σεμνῶς ‘ἔγνω με‘ εἰπὼν ἐκόσμησε πρᾶγμα αἰσχρὸν σεμνοτέρᾳ λόγου συνθέσει. γίνεται μὲν οὖν ἢ ὀνόματι ἡμῶν ἀντ’ ὀνόματος χρωμένων, ἢ πολλάκις οὐδὲ λέγεται τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν ᾖ πάνυ, ἀλλὰ τὰ πρὸ τοῦ πράγματος εἰωθότα γίνεσθαι λέγονται καὶ τὰ ἐπισυμβαίνοντα τῷ αἰσχρῷ πράγματι, ἅπερ ἐξ ἀνάγκης ἐναργῶς καὶ σεμνῶς δηλοῖ καὶ αὐτὰ τὰ σιγώμενα, σεμνῶς μὲν ὅτι μὴ λέγεται, ἐναργῶς δὲ ὅτι τοῖς ἑκατέρωθεν νοεῖται· ὡς παὶ παρ’ Ὁμήρῳ «λῦσε δὲ παρθενικὴν ζώνην, ἐπὶ δ’ ὕπνον ἔχευεν. ἣ δ’ ὑποκυσσαμένη» τέκετο, ὃν ἔφη τεκεῖν· ἐνταῦθα γὰρ τὴν συνουσίαν ἐδήλωσε τῷ καὶ τὰ γενόμενα πρὸ τῆς συνουσίας εἰπεῖν «λῦσε δὲ παρθενικὴν ζώνην» καὶ ἐπενεγκεῖν, ἃ μετὰ τὴν συνουσίαν γίνεται, «ἣ δ’ ὑποκυσσαμένη». Περὶ κακοζήλου.
4 12 (t) [55] Τὸ δὲ κακόζηλον γίνεται ἢ κατὰ τὸ ἀδύνατον ἢ κατὰ τὸ ἀνακόλουθον, ὃ καὶ ἐναντίωμά ἐστιν, ἢ κατὰ τὸ αἰσχρὸν ἢ κατὰ τὸ ἀσεβὲς ἢ κατὰ τὸ ἄδικον ἢ κατὰ τὸ τῇ φύσει πολέμιον, καθ’ οὓς τρόπους καὶ ἀνασκευάζομεν μάλιστα τὰ διηγήματα ἐκβάλλοντες ὡς ἄπιστα. διά τοι τοῦτό φαμεν καὶ τὰς διασκευὰς μέχρι τοῦ εἰκότος προχωρεῖν, ὡς, εἰ παρὰ τὸ εἰκὸς εὑρεθείη τι, πάντως καὶ κακόζηλον ἐσόμενον καὶ ἐμπεσούμενον τῇ ἀνασκευῇ· καὶ γὰρ ἐκεῖ λέγομεν ‘οὐκ εἰκὸς τόδε πραχθῆναι‘, ἢ ὅτι ἀδύνατον ἢ ὅτι αἰσχρὸν καὶ τὰ ἑξῆς. γίνεται δὲ τὸ κακόζηλον ὅμως καὶ τροπικῇ λέξει μιᾷ χρησαμένων, εἶτα τὸ πλῆρες τῆς τροπῆς ἀποδοῦναι μὴ δυναμένων. Ἰστέον μέντοι, ὅτι τὰ κακόζηλα ἔστι πολλάκις ἰᾶσθαι τῇ προκατασκευῇ καὶ προθεραπείᾳ· τὰ γὰρ προμαλαχθέντα τῇ ἑρμηνείᾳ νοῦν εἰσάγει, ὅθεν καὶ τὸ τόλμημα προσδοκᾶται τοῖς ἀκούουσιν, ὃ καὶ πρὶν λεχθῆναι ἀσφαλὲς εἶναι δοκεῖ, γυμνὸν δ’ ἂν τεθῇ πρὸ τῆς κατασκευῆς τοῦ λόγου, κακόζηλον ἔδοξεν ἢ τῷ νῷ ἢ τῷ λόγῳ. καὶ σκόπει, πῶς καὶ Ὅμηρος ἐποίησεν· ὡς γὰρ λέξειν ἔμελλεν «ἧκε δ’ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο», φοβούμενος τούτου τὸ ἀδύνατον προκατασκευάζει τοιοῦτον ἄνδρα τῷ λοιπῷ διηγήματι, ὡς μηδὲ τὸν περὶ τούτου λόγον ἄπιστον καταστῆναι λεχθέντα, τῷ τε τροφὰς αὐτῷ παραθεῖναι μείζονας ἢ κατὰ ἄνθρωπον τῷ τε ἀποδοῦναι αὐτῷ ῥόπαλον βαστάζειν, οἷον οὐκ ἄνθρωπος, καὶ λίθον καὶ τῷ τὴν ἰδέαν αὐτοῦ διελθεῖν ὡς μεγάλην καὶ φοβερὰν καὶ τῷ εἰπεῖν «οὐδὲ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι»· πάντες γὰρ οἱ περὶ τούτου προγυμνασθέντες λόγοι πιστὸν ἐποίησαν εἶναι δοκεῖν τὸ παράδοξον τὸ περὶ τοῦ Κύκλωπος ῥηθὲν τὸ «ἧκε δ’ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο»· εἰ γὰρ καὶ τοιοῦτος ἦν, οἷον αὐτὸν προκατεσκεύαζεν, οὐδὲν ἦν τὸ καὶ τοιοῦτον αὐτὸν ποιῆσαι δυνηθῆναι. Γίνεται δὲ τὸ κακόζηλον καὶ κατὰ τὸ εὐτελὲς πολλάκις, ὡς ἐκεῖνο «οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ». θεραπεύεται δὲ τὰ κακόζηλα οὐ τῇ προδιορθώσει μόνῃ ἢ τῇ προκατασκευῇ, ὡς ἐδείξαμεν, ἀλλὰ καὶ τῇ ἐπιδιορθώσει καλουμένῃ. δεῖ δὲ εἰδέναι, ὅτι τὰ εὐτελῶς εἰρημένα ἡ σεμνότης διορθοῦται, ὡς παρὰ τῷ Εὐριπίδῃ «οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ», τοῦτο γὰρ κοινῶς καὶ εὐτελῶς εἰπὼν ἐθεράπευσε τῇ ἐπιφορᾷ «τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί»· τοῦτο δὲ οὐ μόνον σεμνῶς εἴρηται, ἀλλὰ καὶ ἐπιφωνηματικῶς διὰ τὸ τετολμῆσθαι. οὗ τὸ ἐναντίον, ἐὰν συμβῇ τινι μετὰ σεμνότητα εἰς αἰσχρὸν κατενεχθῆναι, κακόζηλον ἐγένετο, ὡς ἑτέρωθι ὁ αὐτὸς «ἣ δὲ καὶ θνῄσκους’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν», τοῦτο σεμνῶς εἰπὼν ἐπήνεγκεν εὐτελὲς καὶ κοινὸν καὶ κακόζηλον «κρύπτους’, ἃ κρύπτειν ὄμματ’ ἀρσένων χρεών».
4 13 (t) [45] Περὶ ἐσχηματισμένων προβλημάτων. Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι κατὰ τὸ ἐναντίον, τὰ δὲ πλάγια, τὰ δὲ κατὰ ἔμφασιν. Ἐναντία μὲν οὖν ἐστιν, ὅταν τὸ ἐναντίον κατασκευάζωμεν, οὗ λέγομεν· οἷον ᾔτησαν Ἀθηναῖοι παρὰ Λακεδαιμονίων εἰρήνην, οἳ δὲ ἀντῄτησαν Περικλέα, βουλευομένων τῶν Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ὑβριοπαθῶν ἐπὶ τῇ βουλῇ ἀξιοῖ ἀπέρχεσθαι· ὁμολογουμένως γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει ‘πέμψατέ με‘, σχήματι μόνον λόγου λέγει, ἐπεὶ καὶ μεταχειρίσεσι χρῆται ταῖς κατασκευαζούσαις, ὅτι οὐ χρὴ πεμφθῆναι αὐτόν. Πλάγιον δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος· οἷον πλούσιος ἐν λιμῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι τὸν πένητα πρὸς σφαγήν, οὐκ ἔδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον βούλεται ὁ πένης, οὗπερ λέγει· ἀποθανεῖν γὰρ οὐ βούλεται, κατασκευάζει δὲ ἐκ πλαγίου καὶ τὸ μὴ εἶναι τὸν σῖτον καὶ τὸ εἰ ἔστιν ἁπλῶς λαβεῖν. Κατὰ ἔμφασιν δέ ἐστιν, ὅταν λέγειν μὴ δυνάμενοι διὰ τὸ κεκωλῦσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐπὶ σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου καὶ τὸ οὐκ ἐξὸν εἰρῆσθαι, ὡς εἶναί τε νοῆσαι τοῖς ἀκούουσι καὶ μὴ ἐπιλήψιμον εἶναι τῷ λέγοντι· οἷον τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέλευε, φήμης οὔσης, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τῆς φυγῆς διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται, διόλου δὲ ἐμφαίνει τὴν μοιχείαν τοῦ πατρὸς κατὰ τῆς γυναικός. Τὰ μὲν οὖν πλάγια καὶ τὰ ἐναντία ἐν τούτῳ διαλλάττει μόνον, ὅτι τὰ μὲν ἐναντία ἓν μελετᾶ, τὰ δὲ πλάγια καὶ διπλοῦν ἐκφέρει τὸν νοῦν, πολλάκις δὲ καὶ πλείονα. ἡ μέντοι μεταχείρισις ἡ αὐτή, ἀφ’ ἧς τὸ μελετᾶν εἰδέναι γίγνεται. μελετῶνται γὰρ τῶν τοιούτων προβλημάτων αἱ ὑποφοραὶ ἀπὸ τῆς κατασκευῆς ἐκφερόμεναι κἀκεῖθεν πάλιν ἐκ τῶν ἐπιχειρημάτων, ὅσα ἂν εὑρίσκηται. ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λόγος ἰσχυροποιούμενος, ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις, ἐκεῖ δείκνυσι βούλεσθαι πλέον τὸν σοφιστὴν ἢ κατὰ τὸ δοκοῦν εἰσάγεσθαι, οἷον ὁ Περικλῆς ἐν τῷ αὐτὸς ἀξιοῦν ἀπελθεῖν εἰς Λακεδαίμονα. ὁ γὰρ ὑπὲρ αὐτοῦ λέγων ταῦτα ἐκ τῆς ὑποφορᾶς κατασκευασθῆναι ποιήσει, ἃ Περικλῆς εἶπεν ἂν αὐτὸς ὑπὲρ αὑτοῦ πάντως ἢ εἴ τις αὐτὸν ἄλλος μὴ διδόναι Λακεδαιμονίοις ἠξίου· ‘φήσει τοίνυν ἴσως παρελθών, ὡς οὐ δεῖ τοῖς ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύουσιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθεσθαι καὶ οὐ πολεμίοισ‘, καὶ ὅτι ‘οὐδὲ οἱ πατέρες ὑμῶν ὑπήκουσαν μηδενί, μήτε Ξέρξῃ μήτε Μαρδονίῳ μήτε Δαρείῳ μήτε ἄλλῳ τινί‘, καὶ ὅτι ‘μηδὲ ὑμεῖς μήτε Λακεδαιμονίοις πολλὰ ἐπιτάττουσι περὶ Ποτιδαίας καὶ περὶ Αἰγινητῶν καὶ περὶ Μεγαρέων‘.
4 13 (50) [105] καὶ καθάπαξ μία μεταχείρισις ἐν τοῖς ἐσχηματισμένοις ἡ τῶν ὑποφορῶν κατασκευή. Ἔστι καὶ ἄλλη μεταχείρισις, τὸ περιτιθέντα ἑτέρῳ τὸν λόγον εἰσάγειν τὰ νοήματα, οἷον ‘ἄλλος μὲν οὖν ἂν εἶπέ τις μὴ πέμπεσθαι κελεύων αὐτὸν Λακεδαιμονίοις, ὡς οὐ χρὴ πολεμίοις ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον καὶ μήτε τοὺς πατέρας μήτε ὑμᾶς ποτε τοιοῦτόν τι πεπραχέναι‘, καὶ τὰ αὐτὰ νοήματα, ‘ἐγὼ δὲ οὔ φημι ταῦτα‘. ἔστι δὲ καὶ ἐν ἄλλῳ μεταβαλεῖν σχήματι, ἐάν τις λέγῃ ‘ἐγὼ δέ, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βιαζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἂν τάδε καὶ τάδε‘, καὶ τὰ αὐτὰ νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, ἐλέγομεν ἄν· διὰ τοῦτο γὰρ καὶ ἐσχηματισμένα καλεῖται τὰ τοιαῦτα προβλήματα, ἐπειδὴ τὰ αὐτὰ δεῖ λέγεσθαι νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, εἴπομεν ἄν. δεῖ δὲ μεταχειρίσεως καὶ τοιούτου σχήματος ἀσφαλοῦς εὐπορῆσαι, ἵνα μὴ λύοντες τὰς ἐμφάσεις γυμνοὺς εἰσάγωμεν τοὺς λόγους ὡς ἄντικρυς μὴ θέλοντες. Καὶ ταυτὶ μὲν περὶ πλαγίων καὶ ἐναντίων. Τὸ δὲ κατὰ ἔμφασιν σχῆμα τοιοῦτόν ἐστιν, οἷον καὶ προειρήκαμεν. μελετᾶται δὲ ἐνίοτε μὲν σχήματος εὑρέσει κἀκεῖνο τοιούτου, ἵνα τις ἄντικρυς λέγων τὸ πρᾶγμα μὴ δοκῇ λέγειν, ὃ δὴ καὶ εὕρημά ἐστιν ἐμὸν ἐν μελέτῃ γενόμενον ἐμῇ καὶ ἐκδέδοται· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τοῦ υἱοῦ τῇ γυναικί, ἔγκυος ἐγένετο ἡ γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φονέα ἔσεσθαι τοῦ πατρός, οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύσσεται. ἐνταῦθα γὰρ ὁ παῖς πρὸς τὴν ἀποκήρυξιν ἀπολογούμενος ὀφείλει τὴν ἐντρέχουσαν φήμην τῆς μοιχείας κατὰ ἔμφασιν δηλοῦν, ὡς ἀνεπιλήπτως ἐλέγχειν τὸν πατέρα καὶ εὐσχημόνως, φανερῶς δὲ μὴ λέγειν ὅτι ‘μοιχεύει τὴν γυναῖκα τὴν ἐμήν‘ καὶ δηλοῦν, ὅτι τοῦτο γίνεται. οὕτως οὖν εὐπορήσαμεν σχήματος τοιούτου καὶ ἄντικρυς εἰπόντες αὐτὸ λέγειν οὐκ ἐδόξαμεν· ἔστι δὲ τόδε ‘σὸν εἶναι λόγισαι, πάτερ, τὸ παιδίον, οὐκ ἐμόν· ἐκτίθης, ὃ ἐγέννησας, ῥίπτεις παιδίον, οὗ γέγονας πατήρ‘. —Δεῖ δὲ ἐν τοῖς τοιούτοις, τοῖς κατ’ ἔμφασιν λέγω, καὶ ὀνομάτων εὐπορῆσαι διττὰ δηλῶσαι δυναμένων, καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον· οἷον φήμη ἦν, ὅτι σύνεστι τῇ ἰδίᾳ θυγατρὶ ὁ πατήρ, ἀπόρρητόν τι ἡ μήτηρ εἰποῦσα τῷ υἱῷ ἀπήγξατο, πυνθάνεται ὁ πατὴρ τὸ ἀπόρρητον καὶ οὐ λέγοντα τὸν υἱὸν ἀποκηρύσσει, οἷον ἡμῖν ἐξενήνεκται καὶ περὶ τοῦδε προοίμιον δεύτερον τόδε ‘τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει· λυποῦμαι δὲ ὑπὲρ τοῦ πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους μόνῃ συνέσται τῇ θυγατρὶ καὶ συζήσεται‘· κοινὰ μὲν γάρ ἐστι καὶ τοῦ ἄλλου βίου τὰ τοιαῦτα ὀνόματα τοῖς ἀνθρώποις, δοκεῖ δὲ μάλιστα ἴδια εἶναι τῇ ὑποκειμένῃ ἐμφάσει ὡς δηλῶσαι δυνάμενα καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον, τό τε ‘συνέσται‘ φημὶ καὶ τὸ ‘συζήσεται‘.
4 13 (100) [117] —Ἀλλὰ καὶ ἡ τῆς συνθέσεως πάλιν ἀκολουθία συγκειμένη μὲν ἄλλο δηλοῖ, διαιρουμένη δὲ ἄλλο ἐμφαίνει· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, μοιχὸν καταλαβὼν ἐγκεκαλυμμένον ὁ υἱὸς ἀφῆκε καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός· ἐρεῖ γὰρ ‘ὅπου καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτερ‘‘· τὸ γὰρ ὄνομα τοῦ πατρὸς εὐθέως τῷ μοιχῷ παρακείμενον ἐν τῇ συνθέσει ἐποίησε τὴν ἔμφασιν. καὶ τὸ ἐπενηνεγμένον δὲ ὁμοίως ἔχει ‘καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτερ‘· σὺ δὲ ἦς οὐδαμοῦ‘· τῷ γὰρ μοιχῷ καὶ τῷ πατρὶ προστεθὲν εὐθέως τὸ ‘σὺ δὲ ἦσ‘ τῇ συνθέσει τὴν ἔμφασιν ἐδήλωσε, τὴν ἀσφάλειαν δὲ ἔχει ἑκάτερον ἀπὸ τοῦ ‘οὐδαμοῦ‘. Περὶ τῶν συγκριτικῶν προβλημάτων.
4 14 (t) [35] Τὰ συγκριτικὰ προβλήματα εἰ μὲν στοχασμῷ περιπέσοι ἢ ὅρῳ, ῥᾳδίαν ἔχει τὴν διαίρεσιν· διπλοῖς γὰρ τοῖς κεφαλαίοις καθ’ ἕκαστον χρώμεθα, ἐν μὲν τοῖς στοχασμοῖς ταῖς βουλήσεσι καὶ ταῖς δυνάμεσι, λέγοντες ‘ἐμὲ μὲν οὐκ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε‘, καὶ πάντα ἐκφέρειν εἰς δέον τὰ ἐπιχειρήματα· ‘εἶτα πάλιν ‘ἐμὲ μὲν οὐκ εἰκὸς δυνηθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς τόδε ποιῆσαι διὰ τόδε‘, καὶ τοῦτο κατασκευάζοντες καὶ τὸ χρῶμα τὸ μὲν ἡμέτερον τιθέντες καὶ κατασκευάζοντες, τὸ δὲ παρὰ τοῦ ἐχθροῦ τεθὲν λύοντες τοῖς ἐπιχειρήμασι, καὶ τὴν πιθανὴν ἀπολογίαν τὴν ἐκείνου μὲν λύοντες, κρατύνοντες δὲ τὴν ἡμετέραν. Καὶ μὴν καὶ τὰ ἐν τοῖς ὅροις ὁμοίως διπλῶς μελετῶντες λέγομεν, οἷον ‘τοῦτό ἐστι τὸ ἐργάσασθαί τι, ὃ πεποίηκα ἐγώ‘, εἶτα ἐνεγκεῖν, ἅπερ εἰργάσω, εἶτα ἐπενεγκεῖν ‘σὺ δὲ τούτων ἐποίησας οὐδέν‘, εἶτα ἀνθυπενεγκεῖν ἐκεῖθεν τὰ ἐκείνῳ πεπραγμένα καὶ λέγειν, ὡς ταῦτα οὐδέν ἐστι. Χρησόμεθα δὲ τοῖς ἐπιχειρήμασι καὶ ταῖς ἐφόδοις ταῖς μελετητικαῖς καὶ ἐν τοῖς διπλοῖς ὅροις, αἷς ἐδιδάξαμεν δεῖν χρῆσθαι, καὶ ἐν τοῖς ἁπλοῖς ἀπό τε τῶν πρὸ τοῦ πράγματος καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα συμβαινόντων· ἐκεῖθεν γὰρ ἡ ἁπλῆ εὐπορία ἐνταῦθα διπλῆ γίνεται. Εἰ δὲ πραγματικὴ ἀμφισβήτησις παρεμπέσοι, τότε δεῖ ζητεῖν, τίνα ἐστὶ τὰ συγκρινόμενα, δύο ἢ καὶ πλείονα, καὶ οὕτως ἐκ τῶν παρακολουθούντων ἑκάστῳ τὰς συγκρίσεις ποιήσεις. μάλιστα δέ, εἰ πρόσωπον συγκρίνοιτο, τότε ἔχειν δεῖ τὴν ἀπὸ τῶν ἐγκωμίων καὶ ψόγων σύγκρισιν, καὶ γένη καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τύχας καὶ ἅπαντα τὰ συγκρινόμενα. ὁμοίως δὲ ἔχει καὶ τὰ ἐκ τῆς ἄλλης περιστάσεως· ὅ τι ἂν εἰς σύγκρισιν ἐμπέσῃ, τὰ παρακολουθοῦντα ἑκάστοις συγκρίνομεν· παρακολουθεῖ δὲ ἄλλα μὲν τόποις, ἄλλα δὲ χρόνοις, ἄλλα δὲ ἑκάσταις τῶν ἄλλων περιστάσεων.