eul_wid: oug-aa
Ἐπιστολαὶ πρὸς ΦιλόξενονLetters to Philoxenus
Dionysius of Antioch Letters to Philoxenus PDF
| 1 (t) [5] | Φιλοξένῳ ἐπισκόπῳ. Πρᾶγμα ἐμοὶ ποθεινὸν ἐπιστολὴ παρ’ ὑμῶν, καὶ εἴθε μὲν ἐξεγένετό μοι καὶ αὐτῆς συνιέναι τῆς φωνῆς· οὕτω γὰρ ἂν ἥδιον ἔσχον ὥσπερ τις ἐραστὴς αὐτὴν ὁρῶν τοῦ ποθουμένου τὴν ὄψιν. οὐ μὴν ἀλλὰ καὶ τὰς εἰκόνας εἰώθαμεν ἀγαπᾶν τῶν ἐρωμένων, ὅταν αὐτοὺς μὴ δυνηθῶμεν ἰδεῖν. τὰ σύμβολα δέ, ὅτι μὲν τῆς ἑορτῆς ἐστιν, ἀγαθά μοι δοκεῖ· διότι δὲ παρ’ ὑμῶν, διπλάσια δικαίως νομισθήσεται. Διονυσίῳ. |
| 2 (t) [5] | Αὐτὴν ἐδάκρυσα τὴν γῆν, ἐπειδὴ τὴν σὴν ἤκουσα σιωπήν· εἰ γὰρ ὁ κύκνος σιγᾷ, τίς ᾄσεται μουσικήν, εἰ ὁ μεγαλόφωνος Διονύσιος μικρὰ φθέγγεται, τίς οὐ σιωπήσεται; ὡς ἔδει τὴν ψυχὴν πολλοῖς σώμασιν ἐνηχεῖν, ὅπως ἂν ᾖ τοῦτο κἀμοὶ πρὸς ὑπηρεσίαν τῆς τέχνης· δεινὸν γὰρ εἴ τις ἄριστος αὐλητὴς κατεαγότων αὐτῷ τῶν αὐλῶν δι’ ἀπορίαν ὀργάνων εἰς θέατρον μὴ καταβαίνει. Στεφάνῳ. |
| 3 (t) [1] | Ὄτι γραμμάτων ἐμῶν ἐπιθυμεῖς ἠγνόουν· ὡς δὲ ᾐσθόμην ἀφ’ ὧν ὁ γραμματικὸς Βερονικιανός μοι διελέχθη, γράφων μὲν οὐ παύσομαι, φιλῶν δὲ οὐκ ἐπαυσάμην. Εὐσεβίῳ. |
| 4 (t) [1] | Ποιήσαντες ὑμῶν ἐραστὴν ἐποιήσατέ με καὶ τολμηρόν, ὥστε οὐ παύσομαι γράφων, κἂν πολλάκις αἰτιάσησθέ με θρασύτητος. τί γὰρ ἂν καὶ ποιήσειεν ἄνθρωπος ἐρῶν καὶ παύσασθαι μὴ δυνάμενος; Τῷ τὰ ὀξίδια πέμψαντι. |
| 5 (t) [5] | Τοὺς κεράμους ὅτι μὲν πρωτείους ἐπέγραψας εἶδον, ὄτι δὲ μὴ προσέθηκας ὄξους ἐπελαβόμην· τοῦτο γὰρ ἐπιγράφων κἂν ἀληθεύειν ἐδόκεις καὶ ἀσφαλεστέρους ἐποίεις τοὺς πειρωμένους. νῦν δὲ ὑπὸ τῆς ἀγνοίας ὡς οἶνον ἁρπάζοντες λανθάνουσι κινδυνεύοντες. Τῷ αὐτῷ. |
| 6 (t) [5] | Ἡ φιλότιμος καὶ δικαία σου δωρεὰ μέχρι μὲν πρῴην ἀνέπαφος ἦν, ἐπεὶ μηδὲ ἰδεῖν αὐτὴν ἠνειχόμην, οὕτω μεγάλην οὖσαν ἐρυθριῶν. ὡς δὲ ἔδει τῶν κεράμων ἕνα πέμψαι φίλῳ γνησίῳ κατὰ χρείαν ἐπιδημοῦντι, τότε ᾐσθόμην ὅτι καὶ δόλον εἶχεν ἐν ἀπορρήτῳ καὶ τὸν πέμψαντα ὡς ἀληθῶς ἐμιμεῖτο. γελοῖον δὲ ὅτι καὶ σημεῖον ἐπέθηκας αὐτοῖς οἷον εὐφρᾶναι τὸν ἀπατώμενον. οὐδὲν δὲ ἀπεικὸς ἐπεπόνθειν πολλάκις ἐφ’ οἷς ἐπείσθην διαμαρτών. Τῷ αὐτῷ. |
| 7 (t) [1] | Οἱ κέραμοί σου κενοὶ μὲν ἦσαν ἀρθέντες, λυπηροὶ δὲ ἀνοιχθέντες· οὕτω καὶ ὀλίγον ἐν αὐτοῖς ὑπῆρχε καὶ πονηρόν. ὥστε, εἰ τοιαῦτα τιμᾷς, ἀμείνων ἂν εἴης ἀγνωμονῶν. Τῷ ἄρχοντι Ἱεραπόλεως. |
| 8 (t) [5] | Οἱ τὰς ἀρχὰς ἐνδόξως μετιόντες, ὥσπερ ὑμεῖς, πλέον τούτου ἐπιτηδεύουσι τοὺς φίλους πλείους ποιεῖσθαι ἐν ταῖς ἀρχαῖς. γινώμεθα τοίνυν φίλοι τῆς μεγαλοπρεπείας τῆς σῆς ἐγώ τε καὶ ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδούς, ἐγὼ μὲν ὡς γεγραφώς, ὁ δὲ ἑταῖρος Μόδεστος ὧν βούλεται ῥᾳδίως ἐπιτυχών. Εὐσταθίῳ. |
| 9 (t) [1] | Ἆρα μὴ φαίνομαι βραδὺς εἰς ἐπιστολὴν ἢ τοὐναντίον καὶ ὀχληρός; ἀλλ’ εἰ καὶ τὸ δεύτερον δοκοίην, αὐτὸς αἴτιος ἐπιστέλλων ὅτι μετέωρος ἡ χάρις ἐστὶ τὴν ἐμὴν ἀπόκρισιν περιμένουσα. Θεοδώρῳ. |
| 10 (t) [10] | Εἴθε ἦν καὶ πυθέσθαι ὅπως ἡμῖν τοῦ σώματος ἔχεις, ἐπειδή σοι τοῦτο καὶ μόνον ἐνοχλεῖ· τὰ γὰρ τῆς ψυχῆς ἀμείνω καὶ θειότερα πέφυκε. κἂν εὐξαίμην οὕτως ἔχειν ἑτέρους, ὥστε εὐδαιμονέστερον ἐντεῦθεν εἶναι τὸν χρόνον. γράφε οὖν ὁσάκις ἐνδιδῷ σοι τὸ νόσημα, καὶ πότε καὶ πόσον νενίκηται καὶ ὅπως παρεχώρησε ταῖς ἡμετέραις εὐχαῖς. τὸν δὲ ἑταῖρον Ἀρχέλαον ἐκ τῶν ὑμετέρων γραμμάτων ἔχω δι’ εὐνοίας, ἀεὶ μεγάλην σύστασιν ἡγησάμενος ἐπιστολὴν ἀνδρὸς ἀγαθοῦ. Ἱλαρίῳ. |
| 11 (t) [10] | Ἆρα μὴ λέληθα ἐμαυτὸν εἰς παροιμίαν ἐλθών, καὶ γέγονα λύκος χανὼν διὰ κενῆς; καὶ τίς ἂν πιστεύσειε ταύτην ἐπ’ ἐμὲ τὴν παροιμίαν ἰσχύειν, ὅτε ὑμεῖς τὴν προσδοκίαν ἐποιήσατε, συζεύξαντες τὰ ἆθλα τοῖς ἐπιτάγμασιν; εἰ μὲν οὖν ὡς ἐχρῆν ἠγωνίσμεθα, καὶ λαμπρὰν αἰτοῦμεν τὴν δωρεάν· εἰ δὲ ἧττον ἐξελέξαμεν ἢ νομίζομεν, ἀλλ’ οὐ χεῖρον ἠβουλήθημεν ἤπερ ἐφάνημεν. βουλήσει δὲ ἴσως ἅπαντα κρίνεται. ἀπόδοτε τὴν σύνταξιν ἀνθρώποις ἢ δυναμένοις ἢ βουλομένοις, καὶ δότε πρόφασιν ὑμνῆσαι τὴν φιλότιμον καὶ σοφωτάτην ἀρχήν, αὐτοὶ πρὸς ἕκαστον ὑφηγούμενοι τῶν πεπραγμένων. Ἀζυγίῳ. |
| 12 (t) [5] | Δός μοι τὰς ὑποσχέσεις ἢ μᾶλλον ἀπόδος. λέγω δὲ ἀπόδος οὐ κατὰ τὸν τῶν ὑποσχέσεων νόμον, ἀλλ’ ὅτι τὸ θεραπεύειν ἡμᾶς ὡς ὄφλημα σαυτὸν ἀπαιτεῖς. καὶ περὶ ὧν ἤδη τυγχάνω δεηθεὶς ἐπίστειλον ἀκριβῶς, ὅτι τὸ θέρος ἐνδίδωσιν ἢ θαρρεῖν δι’ ἡμᾶς ἢ δραμεῖν ὡς ἡμᾶς. Ῥωμύλῳ. |
| 13 (t) [5] | Ἐκ μὲν τῆς ἤδη γραφείσης ἐπιστολῆς καὶ πτερωτὸν εἶναί σε διὰ τῆς προθυμίας ἐνόμισα, χρόνου δὲ ἐγγενομένου καὶ πεμφθέντος οὐδενὸς ὧν προσεδόκησα, γράφειν εὐθὺς ἐγκλήματα πικρὸν ἡγησάμην· παρακαλῶ δὲ ἔτι, σπεῦσον ἢ πάντως ἔλπισον τὰ ἐγκλήματα. Φιλοξένῳ. |
| 14 (t) [5] | Τοῦτ ἐστὶ παλαιὸς ἐραστής, τοῦτο ῥήτωρ δεξιός; οὔτε πρότερος οὔτε δεύτερος ἐπιστέλλεις. καίτοι φιλοῦντός γε ἦν καὶ ἱκανοῦ λέγειν. μαρτυρῶ γὰρ ἡμῖν τὸ πέμπειν ἐπιστολάς. τί οὐ τοῦτο ποιεῖς; ἀπόκριναι γράφων, εἰ μὴ καὶ τοῦτό με ζημιοῖς. ἀλλ’ ἐνταῦθα καὶ σεαυτὸν ἀδικεῖς καὶ ἐμέ, σεαυτὸν μὲν κυρίαν ἐῶν κατὰ σοῦ τὴν αἰτίαν, ἐμὲ δὲ μηδὲ ὑπὲρ ὧν ᾐτιασάμην ἀπολογίας ἀξιῶν. Πλακιδιανῷ. |
| 15 (t) [5] | Ἤδη σοι γράψας ἐπιθυμοῦντι τὸ μὲν ἡδέως δεχθῆναι τὴν ἐπιστολὴν παρὰ τοῦ κομίσαντος ἔμαθον, παρὰ σοῦ δὲ οὐδέν. ὥστε ἐξ ὧν μὲν οὐκ ἀπεκρίνω, συμβουλεύεις ἔτι μὴ γράφειν· ἐπεὶ δὲ καὶ ὁ νῦν αἰτήσας ἀπὸ τῶν ὁμοίων ὧνπερ καὶ ὁ πρότερος ᾔτει, πάλιν σοι γράφω, τὴν δὲ ἐγκαλοῦσαν οὐ πέμψω. Εὐτοκίῳ. |
| 16 (t) [5] | Πρὸς σαυτοῦ καὶ τῆς παλαιᾶς φιλίας ἡμῶν, οὐ δοκῶ σοι γράφων ἀναισχυντεῖν, ἀνδρὶ μηδὲ εἰδέναι μου βουλομένῳ τὰ γράμματα; ἀλλ’ ἔτι μὲν ἐλπίζων μεταθήσειν ὑμᾶς καὶ ἐπὶ τοῦ παρόντος ἐπέσταλκα, ἀποτυχὼν δὲ νῦν αὖθις, ἀναιδὴς οὐ κληθήσομαι. τοῦ Μοδέστου δὲ πολύν τινα ἔπαινον ὑπὲρ σοῦ κινοῦντος παρὰ πολλοῖς ἀναγκαῖον ἡγησάμην καὶ δι’ αὐτοῦ καθάπερ διὰ τῆς ἐπιστολῆς ὑμῖν ὁμιλῆσαι. Λεοντίῳ. |
| 17 (t) [5] | Εἶχον μέν τινα λύπην ἄχρι τοῦ παρόντος καὶ δικαίαν πρὸς σέ, τὴν δὲ αἰτίαν οὐκ ἀγνοεῖς· εἰ δὲ ἀγνοεῖς, ἀναμνήσω. γεωργοῖς ἐμοῖς ἐβοήθεις ἀδικοῦσιν ἐμέ. παυσάμενος οὖν τοῦ λυπεῖν ἐπανήγαγες αὖθις εἰς τὸ φιλεῖν. φιλήσω δὲ ἔτι μᾶλλον κἀγώ, εἰ μελήσει σοι τῶν ἐμῶν, ἀλλὰ μὴ τῶν ἀδικούντων ἐμέ. Δημοφίλῳ. |
| 18 (t) [5] | Ἄρχε μὲν εὐτυχῶς, εὐτυχήσεις δὲ ὢν ἀγαθός, ἐπεὶ καὶ φιλεῖ τὸ θεῖον τοὺς ἀγαθούς. τὸ δὲ μεμνῆσθαι τῶν φίλων, εἴπερ ἄλλο τι, καὶ τοῦτο βέβαιον παρὰ σοί. ἀλλὰ τῶν πραγμάτων ἀφελκόντων εἰς λήθην ἔδωκα διπλῆν ἀνάμνησιν ὧν παρεκάλεσα, καὶ τὸν ἐπιδιδόντα καὶ τὸ διδόμενον. Ἀραβιανῷ. |
| 19 (t) [5] | Ἡ μὲν ἐπιστολὴ γέγραπται παρ’ ἐμοῦ, τὴν χάριν δὲ οὐκ αἰτῶ μόνος, ἀλλὰ πολλοὶ δέονται μετ’ ἐμοῦ. σκόπησον οὖν ὅπως μήτε τὴν ἐπιστολὴν τοῖς αἰτήσασι καταλίπωμεν, μήτε οἱ δεηθέντες ὑμῶν ἀποτύχωσι δι’ ἐμέ. Ἀμμωνίῳ. |
| 20 (t) [5] | Ἄνδρα ἐπιεικῆ καὶ παρὰ τῆς ὄψεως αὐτῆς μαρτυρούμενον τὸν ἀναγνώστην Οὐλπιανὸν εὖ ποιησάτω τὸ μέγεθος τὸ σόν, καὶ δι’ ὑμᾶς αὐτοὺς καὶ δι’ ἐμέ· δι’ ὑμᾶς μὲν ὡς ἡγουμένους δεξιῶς, δι’ ἐμὲ δὲ ὡς ἱκανὸν εἶναι νομίζοντα περὶ ὧν ἐπιστέλλω παρ’ ὑμῖν. ἡ δὲ τῆς εὐεργεσίας αἰτία, φιλοπράγμονος ἀντιδίκου καὶ σπουδάζοντος ἐπηρεάζειν ἐλευθερῶσαι. Ἀνθεμίῳ. |
| 21 (t) [1] | Οὐ παύσομαι γράφων, ἕως ἂν ἀπείπωμεν ἐγὼ μὲν γράφων, σὺ δὲ ἐνοχλούμενος, ὅπως ἂν καὶ μάθω βεβαίως, εἰ δεῖ με περὶ ὧν ἐδεήθην τὴν ἐλπίδα τηρεῖν ἢ μᾶλλον ἀποβαλεῖν. Νείλῳ. |
| 22 (t) [5] | Συνὼν μὲν ἐλύπεις, ἀποδημήσειν γὰρ ἠπείλεις· ἀποδημῶν δὲ νῦν ἀδικεῖς· τῶν γὰρ ἐν τῇ συνηθείᾳ τερπνῶν ἀποστερεῖς. ἀλλὰ μὴν καὶ γράφων ἐγένου βαρύτερος· τὸ γὰρ ἡδὺ τῆς ἐλπίδος ἀνῄρηκας. ὥστε οὐκ ἂν ἔχοις εἰπεῖν πότε ἡμᾶς οὐκ ἠνίασας. Καλλιοπίῳ. |
| 23 (t) [10] | Μεῖζόν με λυπεῖς ὧν ὠφέλησας, οὐ γράφων ἐξ ὅτου ὠφέλησας. ὥστ’ εἰ τὸ τυχεῖν ἀγαθῶν τοὺς ποθουμένους παρασκευάζει σιγᾶν, κινδυνεύω μᾶλλον ἀγαπᾶν τὴν βραδυτῆτα τοῦ τάχους, εἰ μέλλοιεν οἱ γνησιώτατοι φοιτηταί, διότι μὴ ταχὺ χαρίζονται, συχνότερον ἐπιστέλλειν. τοῦτο μὲν οὖν, ὦ μουσικώτατε, μὴ παύσῃ ποιῶν, μηδὲ ἀφαιροῦ με τοῖς ἐμοῖς καρποῖς ἐντυγχάνειν, ὑμετέραις ἐπιστολαῖς. ἃ δὲ ὑπὲρ ἐμοῦ πρακτέον, ἀφίημι τῷ θεῷ καὶ ὑμῖν, ὡς ἂν μὴ δοκοίην ἀπειρόκαλος εἶναι περὶ τῶν αὐτῶν πλειστάκις διαλεγόμενος. Σεβήρῳ. |
| 24 (t) [5] | Οὔτε πατὴρ οἷός τε εἴη μισῆσαι τοὺς ἐξ αὐτοῦ φύντας οὐδέποτε, καὶ παιδευτὴς ἀμείνων. ἔοικεν εἶναι πατρός· ὃ μὲν γὰρ ἐν ἡδονῆς τύχῃ παιδοποιεῖται, ὃ δὲ ἐν προαιρέσει τέχνης ἀγαθοὺς εἶναι παρασκευάζει. μένε οὖν θαρρῶν ὡς ἀγαπῶ σε κατὰ τὸν ἀμείνω πατέρα τὸν τῆς τέχνης, καὶ μηδέποτε μικροψυχίας ἁλῷς, εἴ τις ἄρα καὶ γέγονεν, ἐπεὶ καὶ πατέρες οἱ τῆς φύσεως ἐνίοτε παραλυποῦσι τοὺς παῖδας, ἀλλ’ οὐκέτι καὶ πολεμοῦσιν ἀλλήλοις. Φιλοξένῳ. |
| 25 (t) [5] | Εὖ πρᾶττε, φίλων ἄριστε καὶ ῥητόρων· οὕτω γὰρ ἐγὼ διατελῶ περὶ σοῦ τὰ μὲν εὐχόμενος, τὰ δὲ προσδοκῶν. καὶ σὺ μὲν ὅτι μέμνησαι φίλων καὶ σπεύδεις ὑπὲρ ἡμῶν, εἰσὶν οἱ δεῦρο ταῦτα συνεχῶς ἀπαγγέλλοντες· προστίθει δὲ τούτοις τὸ λειπόμενον καὶ δίδου συνεχῶς ὑμετέραις ἐντυγχάνειν ἐπιστολαῖς. Εὐσταθίῳ. |
| 26 (t) [5] | Ὁ γράφων ἐγὼ τὴν ἐπιστολὴν φίλος ὑμῖν, ὁ κομίζων φίλος ἐμοί, γένοιτο τοίνυν καὶ σοὶ δι’ ἐμέ. καὶ γνῶθι κἀνταῦθα ποδαπός τίς εἰμι φίλους εἰσάγων τοῖς φίλοις, ἐφ’ οἷς δὲ ἥκει καὶ ὅπως αὐτὰ χρὴ διαθεῖναι, τὰς μὲν αἰτίας αὐτὸς διηγήσεται, πρὸς δὲ τὸ δεύτερον ὑμεῖς ὑφηγήσασθε καὶ φιλοῦντες ἄγαν καὶ φρονοῦντες ἱκανῶς. Ἰωάννῃ. |
| 27 (t) [5] | Ἀεὶ μὲν φόβος ἡγεῖταί μοι τῆς πρὸς ὑμᾶς ἐπιστολῆς, θεραπεύει δὲ αὐτὸν ἡ πραότης ἡ παρ’ ὑμῖν. γράφω τοιγαροῦν τῆς εἰς ὑμᾶς ἐλπίδος ἀντεχόμενος, ὥσπερ οἱ κυβερνῆται βλέποντες εἰς τὸν ἀπευθύνοντα τῶν ἀστέρων. ἐπεὶ οὖν καὶ ὑμεῖς οὕτω καταλάμπετε, μείνατε καὶ οὕτως εὐεργετοῦντες. Εὐσταθίῳ κοιαίστορι. |
| 28 (t) [5] | Καὶ προθυμία καὶ προσδοκία οὐ μικρὰ παρ’ ἡμῖν, πρῶτον μὲν ἰδεῖν ὑμᾶς, ἔπειτα δὲ καὶ εἰπεῖν εἰς ὑμᾶς. ἀλλὰ τὸ μὲν πρότερον ἐν ὑμῖν, τὸ δὲ δεύτερον ἐν τῇ πόλει κἀμοί, μᾶλλον δὲ καὶ τοῦτο ἐν ὑμῖν· οὐ γὰρ δὴ μικρὸν κώλυμα εἰς πανήγυριν πόλις ἀθυμοῦσα καὶ παιδευταὶ μετριάζειν οὐκ ἀνεχόμενοι. Ἐλισσαίῳ. |
| 29 (t) [1] | Μία πρὸς ἡμᾶς ἐπιστολὴ παρὰ σοῦ, παρ’ ἐμοῦ δέ, εἴ τις ὑμῖν ἀποδέδωκεν, αὕτη τετάρτη. πρᾶττε τοίνυν καλῶς καὶ μέμνησο τῶν φίλων, κἄν τί σε δεξιὸν περιστῇ, γράφε πρὸς ἐρῶντα μαθεῖν. Πλακιδιανῷ. |
| 30 (t) [1] | Ὁ πρότερον πιστεύσας σοὶ δι’ ἐμὲ νῦν ἐμὲ μέμφεται διὰ σέ. λῦσον οὖν τὸ χρέος, ἵνα μὴ κἀγὼ μέμψωμαι δι’ ἐκεῖ Σαλβιανῷ. |
| 31 (t) [5] | Τὰς ἐπιστολὰς οἱ τὴν ἀρχὴν εὑρόντες δοκῶ μοι διὰ πρόσρησιν εὗρον, πραγμάτων δ’ ἴσως ἐγγινομένων παρηκολούθηκέ τι καὶ νεώτερον ὑπὲρ αὐτῶν ἐν ταῖς ἐπιστολαῖς διαλέγεσθαι. οὐκοῦν εἰ μὲν ἐμπέσοι πράγματα, καὶ μακρολογεῖν ἀνάγκη, τούτων δὲ ἀπόντων πῶς ἄν τις χαρίσαιτό σοι μακροτέρας ὁμιλίας ἐρῶντι; καλῶ γὰρ ὁμιλίαν καὶ τὴν ἐν τοῖς γράμμασιν οὐδὲν πολὺ τῶν συνουσιῶν διαφέρουσαν. Ἱερίῳ. |
| 32 (t) [5] | Εἶτα, ὦ σοφώτατοι τῶν ἐν τῇ γῇ, χρήματα μὲν αἰτήσας ἔλαβον ἂν καὶ ῥᾳδίως, ἐπιστολὴν δὲ ὑμετέραν ἰδεῖν πολλάκις μὲν εὐξάμενος πολλάκις δὲ ἱκετεύσας, ἀνάξιος εἶναι τοῦ τυχεῖν ὑποπτεύομαι; καίτοι φιλῶ μὲν ὡς ὀλίγοι, τιμῶ δὲ ὑπὲρ τοὺς ὀλίγους. Ἡσυχίῳ. |
| 33 (t) [5] | Ἐγὼ καὶ σοῦ κήδομαι καὶ Τιμοθέου, σοῦ μὲν ὡς μὴ ἀδικοίης, Τιμοθέου δὲ ὡς μὴ ἀδικοῖτο. εἰ δὲ καὶ σοὶ δοκεῖ μετὰ Πλάτωνος τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι μεῖζον εἶναι κακόν, ἔοικα σοὶ μᾶλλον ἢ τούτῳ χαρίζεσθαι, δεόμενος ὑπὲρ αὐτοῦ πραττομένου δίκας ὑπὲρ ὧν οὐκ ἐξήμαρτε. Σεργίῳ. |
| 34 (t) [1] | Πολλῆς ἐνέπλησέ με φροντίδος κομίσας τις περὶ ὑμῶν ἀπαγγελίαν ἐπαχθῆ, καίτοι τὰ βελτίω προσεδεχόμην ἀκούειν. πέμψον οὖν θᾶττον ἐπιστολὴν περιμένοντί μοι συνδιατεθῆναι τοῖς γραφομένοις. Λεωνίδᾳ. |
| 35 (t) [1] | Ἔρρωσο. τοῦτο γὰρ ἐγὼ καὶ συνεύχομαί σοι καὶ ἀκοῦσαι ποθῶ περὶ σοῦ, κἂν ὅ τι τοῦτό ἐστι παρ’ ὑμῖν ἐπιστείλῃς, οὐ μικρὰν ἔχειν δωρεὰν ἡγοῦμαι παρὰ τῆς τύχης. Καλλιοπίῳ. |
| 36 (t) [1] | Τοῖς σοῖς ἀπαντῶν ἀεὶ καὶ ὅπως ἔχεις ἐρωτῶ καὶ εἴ του δέονται μὴ σιγᾶν ἀπαιτῶ, λεγόντων δ’ ἀμφότερα σὲ μὲν ὑγιαίνειν, αὐτοὺς δὲ χρῄζειν οὐδενός, χαίρων ἐγὼ δικαίως ἀπέρχομαι. Σεργίῳ. |
| 37 (t) [1] | Σφόδρα μέν σου περιεπτυξάμην τὰ γράμματα φιλοσοφοῦντα καὶ παραινοῦντα, γίνωσκε δὲ ὡς οὐδὲν οὔτε τῶν καιρῶν οὔτε τοῦ συμφέροντος ἰσχυρότερον. Ματέρνῳ. |
| 38 (t) [1] | Καὶ βραχέα τῷ μεγέθει σου γράφων ὅτι φιλῶ καὶ μέμνημαι δείκνυμι, ποιῶν δὲ καὶ αὐτὸς ὥσπερ ἐγὼ τοῦτο δείξεις ὅπερ ἐγώ. Αἰγυπτίῳ. |
| 39 (t) [5] | Οἶδα καὶ τὰς ὑπερηφάνους τῶν ἑταιρῶν οὕτω ποιούσας καὶ πάντα ἐπιτάττειν βουλομένας τοῖς ἐρασταῖς. ἀλλ’ ἐκεῖναι μὲν ἴσασι καὶ θεραπεύειν, ὅταν κελεύωσι, σὺ δὲ Λαΐδα τινὰ Κορινθίαν ἀπομιμῇ, κελεύων μὲν ἑτοίμως, ὑπακούων δὲ οὐδὲ μόλις. Ἰωάννῃ. |
| 40 (t) [5] | Τὸν οἶνον τὸν Κνίδιόν φασιν οὕτω πολὺν ἔχειν ὑμᾶς, ὥστε καὶ ἐπ’ ἀγορᾶς αὐτὸν διατίθεσθαι· ἡμεῖς δὲ οἱ τὴν Σῦρον οἰκοῦντες ἄλλας μὲν εὐτυχοῦμεν ἀμπέλους, τὰς δὲ παρ’ ὑμῖν μακαρίζομεν οὕτως εὐδαιμονέστερον, ὅτι καὶ ἀναγκαιότερον. πέμψατε οὖν μοι κεράμους ἀρκοῦντας εἰς ἔτος, ἢ ληψόμενοι τὴν τιμὴν ἢ χάριν ἀντὶ χάριτος ἀπαιτήσοντες. Ἀβραμίῳ ἐπισκόπῳ. |
| 41 (t) [10] | Ἔδει πρὸς ἀνδρὸς ἀρετὴν τοὺς μέλλοντας γράφειν καὶ χρόνου μῆκος ἐπιζητεῖν καὶ δύναμιν λόγου ἀξίαν εὑρεῖν· ἁμάρτημα γὰρ οὐ φορητόν, τοιούτοις πράγμασιν ἐγχειρεῖν, ἀφ’ ὧ καὶ τὰ τῆς προπετείας ἐλέγχεται καὶ τὰ τῆς ἀρετῆς ἐκ τῆς μικρολογίας ὑβρίζεται. τοῦτο τοίνυν ἡμῖν καὶ τὴν ἀναβολὴν πεποίηκε καὶ τὸ δοκοῦν ἔγκλημα περιέθηκε· φίλων γὰρ ἐδόξαμεν ἀμνημονεῖν πρὸς αὐτοὺς μηδὲ γράμμασι φανέντες. γνοὺς τοίνυν τὴν αἰτίαν καὶ σκοπῶν τὴν φιλίαν μὴ παντελῶς τὴν ἐμὴν ἀβέβαιον νομίσῃς διάνοιαν· οὐδὲ γὰρ οὐδὲ αὐτὸς οἶμαι τὴν τοιαύτην κακίζειν ἐπείγῃ προαίρεσιν, ἥτις μικρᾶς γοῦν ἀσφαλείας πεφρόντικεν. εὔχου τοίνυν περὶ ἡμῶν· τοῦτο γὰρ κἀμοὶ ποθεινὸν καὶ σωτήριον καὶ σοὶ προσφιλὲς ἅμα καὶ νόμιμον. Διονυσίῳ ἐπισκόπῳ. |
| 42 (t) [10] | Ἔλαβόν σου τὴν ἐπιστολὴν ὑγιαίνων, ἀντεπιστέλλω δέ σοι νοσῶν. νοσῶ δὲ ἐκεῖνα τὰ εἰωθότα, ἐν οἷς ἀλγήματά τε οὐ φορητὰ τῶν ποδῶν καὶ τὰ ἀπὸ τοῦ μὴ εἶναι καθεύδειν κακὰ καὶ τὸ ἐρᾶν θανάτου. πρὸς ταῦτα εὐχῶν δεῖ τῶν ὑμετέρων, εὐχῶν δὲ λέγω τῶν ἐθάδων τοῦ δυσωπεῖν τὸν θεόν· ὡς ἐγὼ πολλάκις ἤδη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια μάτην ηὐξάμην. τοιοῦτόν ἐστιν ἁμαρτίαι βαρεῖαί τε καὶ πολλαί. εἰ δέ τι παρ’ ὑμῖν εὕρηται τοιοῦτον, ὃ δύναιτο ἄν, εἰ καὶ μὴ τὸ πᾶν ἀνελεῖν τῶν πόνων, ἀλλ’ ἀφαιρεῖν μέρος, πέμπε τάχιστα καὶ βοήθει φίλου σώματι. Εὐσεβίῳ. |
| 43 (t) [5] | Καὶ τῶν ἵππων λέγουσι τοὺς ἀρίστους, ἐπειδὰν εἰς ἀγῶνα ἔλθωσιν, εἶναι τὰ τελευταῖα βελτίους ἢ τὰ πρῶτα τῶν δρόμων, καὶ ὁ καλὸς Ἀκυλῖνος φιλοτιμότερός ἐστιν ἐν τοῖς πόνοις νῦν μᾶλλον ἢ πάλαι, καὶ προθυμεῖται μὲν οὐδὲν εἶδος ἀγνοῆσαι παιδείας, τοὺς δὲ περὶ αὐτοῦ παλαιοὺς ἐπαίνους ἐπιδεῖξαι μικρούς. αἱ τοιαῦται δὲ τῶν νέων ἐπιθυμίαι βίβλων ἐπιδέονται πλήθους· τοῦτο δὲ οὐκ ἂν γένοιτο, εἰ μὴ παρείη χρυσός. Ἰουλιανῷ. |
| 44 (t) [5] | Ἐπεδήμησέ τις ἡμῖν ἐκ τῆς ὑμετέρας καὶ τὸν υἱὸν ἐπαγόμενος ἐπὶ λόγους. ἐγὼ δὲ ἰδὼν ἄνδρα λίαν εὐχερῆ καὶ ὡς ἂν τύχῃ ταῖς ἀπάταις ἀγόμενον, ἐμμένειν δὲ οἷς ἐπῄνεσεν οὐ δυνάμενον, ἠρώτων τί τοὔνομα εἴη τῷ ξένῳ. τῶν παρόντων δέ τις εἰδέναι δοκῶν «Μακάριος» ἔφησεν, ἐγὼ δὲ ὡς ἤκουσα τὸ Μακάριος, «πάνυ γε» ἔφην, «εἴπερ οὐκ ἐπεδήμησεν.» Τῷ αὐτῷ. |
| 45 (t) [1] | Ἐπέστειλά σοι γαμοῦντι, καὶ συγγνώμην ἔχω μετὰ τὸν γάμον σιγῶντι· οὐδὲ γάρ ἐστιν, ὡς ἔοικεν, οὐδενὶ παρρησία δεδεμένῳ γυναικείαις ἀπάταις? Ῥούφῳ σχολαστικῷ. |
| 46 (t) [5] | Λόγος ἐστὶ παλαιός, μὴ ῥᾳδίως Κίλικας ἀληθεύειν, καὶ δέδοικα μὴ Κιλικίαν ἰδὼν ἐκοινώνησας αὐτῇ καὶ τῶν τρόπων. ποῦ γὰρ τὰ γράμματα, ποῦ δὲ τὸ συνεχῶς ἐπιστέλλειν; ἢ οὐχ αὕτη μὲν ἦν ἡ ὑπόσχεσις, μεμένηκε δὲ λόγος ὑπόσχεσις, ἐμὲ μὲν λυπεῖσθαι ποιῶν, σὲ δὲ Κίλικα δεικνύων; Ἐγώ σε φιλῶ μὲν ὡς μαθητήν, συναλγῶ δ’ ὡς ὀρφανῷ καὶ ἀδικουμένῳ καὶ ἀμελοῦντι παιδείας. |
| 47 [10] | καὶ παραινῶ μὴ παντελῶς αὐτὴν καταλιπεῖν μηδὲ ἀπελπίσαι τοῦ δύνασθαι ταύτης ἐπιτυχεῖν· δυνήσεται γὰρ αὕτη καὶ φυλάττειν οὐσίαν καὶ προσθεῖναι πλούτῳ, καὶ ἀντιστῆναι τοῖς ἀδικοῦσι καὶ βοηθῆσαι τοῖς δεομένοις, καὶ οἶκον αὐξῆσαι καὶ δόξαν ἐνεγκεῖν καὶ τὴν μνήμην διατηρῆσαι τοῦ γένους. ἀλλὰ μὴ γένῃ τοσαύτης εὐτυχίας προδότης. ἐπάνελθε τοίνυν πρὸς τὸ παιδείας ἐπιθυμεῖν καὶ πονεῖν ἐλευθέρως καὶ ζῆν ἀσφαλεστέρως. Ἐπὶ μεγίστῳ κέρδει, ὡς ἔοικε, τὴν πρὸς ὑμᾶς ἐποιούμην ἐπιστολήν· ἀντὶ γὰρ τῆς παρ’ ἐμοῦ τῆς μικρᾶς καὶ φαύλης ἐκείνης ἦλθεν ὑμετέρα καὶ σοφὴ καὶ μεγάλη καὶ σεμνότατα φέρουσα τῷ κεκτημένῳ. |
| 48 [5] | τί γὰρ εὐτυχέστερον ἢ τὴν εὔνοιαν τὴν ἡμετέραν ἐν γράμμασιν ἀναγνῶναι καὶ θεωρῆσαι τοῖς ἔργοις; Ἐμοὶ πρὸς φίλους ἴστω θεὸς οἵα σπουδὴ καὶ προθυμία θεραπεύειν αὐτούς. |
| 49 [10] | ἀλλὰ συντρέχειν εὔχομαι τὴν τύχην, ὅπως αὐτοῖς μὴ δόξω ῥᾴθυμος εἶναι. ταῦτ’ ἔφην οὕτως ἔχων εὐημερίας, ὡς ὁ παρὰ σοῦ πεμφθεὶς ἀπαγγελεῖ. τὰ μέντοι περὶ τῶν φίλων ὁποῖά τινα πρὸς ἐμέ, θεῷ καὶ δίκῃ παρίημι κρίνειν. ἐνιαυτὸν γὰρ δὴ καὶ μῆνας τρεῖς ὁ λαβύρινθος ἡμᾶς οὗτος ἔχει τοῦ κακοῦ, καὶ δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καί σοι φανῶ δι’ ἀμφοτέρων ἄμορφος. Ἀδικεῖς καὶ σαυτὸν κἀμὲ σιωπῶν, ἐμὲ μὲν ὅτι φιλῶν σου ἀεὶ τὰ γράμματα ἀναγινώσκειν ἐπὶ τοῖς καιροῖς τούτοις οὐ δέχομαι, σαυτὸν δὲ ὅτι τὰς ἔμπροσθεν εὐεργεσίας ἀμαυροῖς τῇ μετὰ ταῦτα σιωπῇ. |
| 50 [10] | σπουδάζων δ’ ἀεὶ τοὺς φίλους ὠφελεῖν, ταὐτὸ ποιήσεις εἰ καὶ τοὺς φίλους τῶν φίλων εὐεργετοίης, ὥσπερ οἶμαι τουτονὶ τὸν Μόδεστον. οὗτος γάρ, ὦ γενναῖε, πρᾶγμα εἰς εὐγένειαν ὀφθεὶς παρ’ ἡμῖν καὶ τὴν στρατείαν ἧς εἴχετο διελθὼν ἀνεγκλήτως ἐπὶ τοῦ παρόντος ἀποδημεῖ. τί ἄρα βουληθεὶς ἀπεδήμησε; φιλεῖ τοὺς πόνους, μισεῖ τὴν ἀργίαν, οἴεται δὲ ἄμεινον οἰκήσειν τῇ δυναμένῃ παραμυθεῖσθαι πόνους. Οὐ γράφεις ἀπελθών. |
| 51 [5] | οὐκοῦν ὑπεκρίνω παρών· ἐγὼ δ’ εἰ καὶ μέχρι νῦν οὐκ ἔγραψα, τοῦτ’ αὐτὸ περιμένων οὐκ ἔγραψα. ἀλλ’ εἰ δοκεῖ, λῦσον καὶ σαυτῷ τὴν ὑπεροψίαν καὶ ἐμοὶ τὴν σιωπήν. ἢ μικρὰν οἴει γραφὴν ἐγκαλεῖσθαι περὶ ἐμοῦ τὸ φιλεῖν ὅτε παρῆσθα καὶ τιμᾶν, ἀμφοτέρων δὲ ἐπιλαθέσθαι μετὰ τὴν ἀρτίως ἐπάνοδον; Σπουδῇ τὴν ἐπιστολὴν ἐποίησα ταύτην, ἐπειδὴ κατεῖχε ἀσχολία περὶ τὸν λόγον τοὺς γράφοντας. |
| 52 [5] | τῷ μὲν οὖν τάχει σύγγνωτε τῶν γραμμάτων, τῷ λόγῳ δὲ συμπράξατε, τοῦτο μὲν ὅτι μακρὰν πορείαν ἔρχεται κελευσάντων ἡμῶν, τοῦτο δὲ ὅτι παῖς φιλοῦντός ἐστι. μεινάτω γοῦν παρ’ ὑμῖν. Οὐκ οἶδ’ ὁπόθεν νόμος ἀγνώμων εἰσῆλθεν ἐν τοῖς παροῦσι καιροῖς, κἂν μή τις αἰτία χάριν αἰτεῖν ἐμπέσῃ, οἱ φίλοι τοῖς φίλοις οὐ γράφομεν. |
| 53 [5] | τοιγαροῦν πρότερον σιωπῶν, ἐπειδή τις ἐδεήθη, νῦν γράφω, ᾧ πάρεστιν ἀεὶ σιγᾶν, εἰ μηδεὶς δεηθείη μου γράψαι. ἀλλὰ ταῦτα μὲν πειράσομαι διορθοῦσθαι πέμπων ἐπιστολὰς αὐτῶν ἕνεκα τῶν δεομένων, καὶ νῦν δὲ εἴ τις ὑμῖν λόγος ἐμοῦ, Παύλῳ συμπρᾶξαι καταξιώσατε. Τρόπος ἀγαθὸς οὔτε μεταβάλλεται ταῖς εὐτυχίαις οὔτ’ ἐπιλανθάνεται φιλίας, βελτίων δὲ τύχης ἁπάσης καθέστηκε. |
| 54 [10] | ταῦτα μάλιστα ἡ σὴ φύσις λογιζομένη καὶ καλῶς διὰ τούτων εὐδοκιμοῦσα τῶν λογισμῶν ἐπιδείξει μήτ’ ἐπιλελησμένη φιλοῦντος μήτ’ ἀμελοῦσα γράφοντος. αἰτῶ δὲ τὸν Ἰωάννην ὄντα μοι φίλον ἰδεῖν ἡδέως ὑμᾶς καὶ δεῖξαι προθυμίαν ἐφ’ οἷς δεῖται βοηθείας ἑταιρίας ἐπιδεομένην. ὡς ἐγὼ ἀπὸ τούτων καὶ θαυμάσομαί σε καὶ τὴν παροῦσαν συνεύξομαι τύχην μηδέποτε παύσασθαι. Ἠπιστάμην ὡς ἀεὶ δαιμόνιον ἐπιβουλεύει ταῖς ἀρεταῖς, ὥσπερ δὲ τοῦτο κἀκεῖνο ἐγίνωσκον. |
| 55 [5] | οὕτω τοίνυν ὦ πάντ’ ἀγαθοὶ καὶ ἐφ’ ὑμῶν ἐπέθετο μὲν ἀδίκως ὁ φθόνος, ἐλήλεγκται δὲ δικαίως. καὶ ὥσπερ ἡμᾶς ἐτάραξαν οἱ τὸ πάθος εἰπόντες, οὕτως ἐπανήγαγον οἱ τὰ βελτίω κομίσαντες, ὅτι δὴ καὶ βαδίζεις καὶ τῶν συνήθων ἔχῃ καὶ ἐν τῷ λόγῳ εὐδοκιμεῖς καὶ τῶν δυσχερῶν περιγέγονας. Τὴν θεοφίλειαν ἐγὼ τὴν σὴν καὶ γράφουσαν φιλῶ καὶ μὴ γράφουσαν, καὶ τὴν ταύτης οὐ μιμήσομαι σιωπήν. |
| 56 [5] | τοσούτῳ δὲ μᾶλλον πειράσομαι γράφειν, ὅσῳ ἐφυλασσόμην παθεῖν ἃ τοὺς λοιποὺς καταμέμφομαι. Πάνυ μοι τὴν φιλίαν βεβαιοῖς ἣν Ἰσοκράτης ἐπῄνεσε, καί σου τὴν παλαιὰν εὔνοιαν ἀνεῖλεν οὐκ εὐπορία πραγμάτων, οὐ μῆκος χρόνου, οὐ τόπου μετάστασις, οὐκ εὐτυχία. |
| 57 [5] | ἀλλὰ ταῦτα μὲν ὡς ἂν εἴη συμφέρον ἐχέτω, τὸν δὲ μεγαλοπρεπέστατον καὶ λογιώτατον Λέοντα προσείρησο. Οὐ πρὸς ἅπαντας ἡ σιωπὴ καλόν, οὐδ’ εἰ σφόδρα παρ’ ἐνίοις εὐδοκιμεῖ, ἀλλὰ γίνοιτ’ ἂν καὶ σιωπὴ λόγου χαλεπωτέρα πολλάκις, οἷον ἀμέλει καὶ τὸ νῦν. |
| 58 [5] | διὰ φροντίδος μὲν γὰρ ἡμεῖς τὸ σὸν μέγεθος ἔχομεν, ὑμεῖς δ’ ἴσως οὐδὲ γινώσκετε. καὶ μὴ θαυμάσῃς εἰ πρὸς ἄδικον σιωπὴν δοκῶ τραχύτερον ἐπιστέλλειν· εὔνοια γὰρ ἀμεληθεῖσα τῷ σχήματι τῆς ἐπιεικείας ἐμμένειν οὐ πέφυκεν. Ἡ ἀφωνία μὲν ἴσως ἥρμοττε τοῖς παροῦσι δυσκόλοις, καὶ καιρὸν ἴσως ἄδικον σιωπὴ θεραπεύει δικαίως· ἀλλ’ ἐπεὶ τὰ παρόντα λυπηρὰ δεῖται φαρμάκων, δοίη δ’ ἂν ἱκανὸν εἰς θεραπείαν ἡμῖν ὁ σὸς ἄγγελος εὐξάμενός τε καὶ γράφειν ἑλόμενος, ἡμεῖς μὲν ἰδοὺ γεγράφαμεν, ἐπίστελλε δὲ καὶ αὐτὸς καὶ μήθ’ ἡμᾶς ἡ λήθη μήτε τὴν ἐπηγγελμένην εὔνοιαν μιμουμένη τὸν καιρὸν ἀδικείτω. |
| 60 [5] | Τῶν ἀρετῶν ἀεὶ πειρᾶσθαι μὲν εὐτυχές, μεμνῆσθαι δ’ ἀγαθόν, καὶ τοῦτο κέρδος ἐστὶν ἐπαινούμενον τοῖς ἀνθρώποις. ἐμοὶ δὲ περὶ τὴν ὑμετέραν λαμπρότητα πεῖρα μὲν ὀλίγη, μνήμη δὲ μείζων. αἱ γὰρ ἀληθεῖς ἀρεταὶ ἅμα τε εἰς πεῖραν ἔρχονται καὶ κινοῦσι τὴν εὔνοιαν καὶ λήθην ἐπεισελθεῖν οὐδέποτε συγχωροῦσιν. ἐντεῦθεν ἡ τῆς ἐπιστολῆς ἀφορμή, καὶ δέομαι τοῦτο πρόσθετε τοῖς ἄλλοις ἐπαίνοις ὑμῶν τὸ μὴ σιγῆσαι πρὸς τὸν γράφειν ἑλόμενον. Οὐδὲν ὑμᾶς ἀνέμνησε τῶν ἡμετέρων, οὐ χρόνος οὕτω μακρός, οὐ καιρὸς τῶν ἑορτῶν, οὐκ ἀνάγκη παλαιοτέρας εὐνοίας, οὐ ξένοι πολλάκις ἡμῖν ὅτι μὴ πάρεστε συναλγοῦντες. |
| 61 [5] | πράττετε δὲ μετὰ τοῦ συμφέροντος τὸ δοκοῦν. ἐγὼ γὰρ ὑμῖν μὲν συνεύχομαι, ἐμαυτὸν δ’ ὀδύρομαι καὶ μισῶ τὰ ἀνθρώπινα, τῶν μὲν λυπηρῶν ἐπιρρεόντων ἀεί, τῶν βελτιόνων δὲ βεβαίως ἔχειν οὐδαμοῦ πεφυκότων. Τὸ μὲν εἶναι παρ’ ἑτέροις ὑμᾶς τύχης ὑποληπτέον ἡμᾶς ἀδικούσης, τὸ δὲ ἐκεῖθεν ἀδικούμενον οὐ παραμυθεῖσθαι μνήμῃ καὶ γράμμασι, τοῦτ’ ἐγὼ μὲν οὐκ ἂν τολμήσαιμι λέγειν, εἴποι δ’ ἄν τις οἶμαι γνώμης εἶναι τῶν οἰκείων ἀμνημονούσης. |
| 62 | ἀλλὰ ὅπως μὴ τοῦτο γένηται καὶ ἡμᾶς σεμνοτέρους ἐπιδείξητε, δότε αὖθις ἡμῖν πανηγυρίσαι γράμμασιν ὑμετέροις καὶ πάλιν θαυμάσαι τὸν τρόπον ὑμῶν οὐδενὶ τρόπῳ καταβληθῆναι δυνάμενον. Μόλις μέν, πάρεστι δ’ ὅμως ὅπερ ἐβουλόμην εὐτύχημα, καὶ σεμνύνομαι γράμμασιν ὑμετέροις, καὶ τὴν ἐπὶ τῷ πρότερον ἀμεληθῆναι λύπην ἡ τῶν νῦν γραμμάτων ἀπελήλακεν ἡδονή. |
| 63 [5] | τῷ δὲ τῆς ἐπιστολῆς αἰτίῳ νέῳ πειρασόμεθα τοσαύτην εἰσενεγκεῖν προθυμίαν, ὅσην αὐτὸς ἐκόμισεν εὐτυχίαν· οὕτω γὰρ τὰ ὑμέτερα γράμματα δίκαιον ὀνομάζεσθαι. Τὸ μὲν τῆς τύχης ἄνισον παρῄνει μοι δεδιέναι τὴν παρρησίαν, ἐνίκησε δὲ μᾶλλον ὑπὸ τῆς εὐνοίας ἡ θρασύτης ἢ διὰ τύχην ὁ φόβος, καὶ γίνεται κατηγορία μὲν ἐμή, πραότης δὲ ὑμετέρα τῆς ἐπιστολῆς ἡ προπέτεια. |
| 65 [5] | Ἀκούω σε φιλανθρώπου τῆς τύχης πειρᾶσθαι καὶ τῇ φήμῃ συνήδομαι καὶ τὰ βελτίω παραμεῖναι ἐπεύχομαι. μελέτω δέ σοι καὶ τῶν δικαίων ἅμα καὶ τῶν ἐν τοῖς τρόποις ἐπαίνων, ὡς ἂν ἐπιδειχθῇς ἔχων τὴν εὐτυχίαν ὀφειλομένην, οὐ πλανωμένην. Οὐ μετρία μὲν ἡ συμφορά. |
| 66 [10] | πῶς γὰρ ἄν; ὅτε καὶ πατρὸς ἀπεστέρημαι καὶ παιδευτοῦ καὶ φιλοῦντος, μία δὲ τῷ συμβάντι θεραπεία τοὺς ἐοικότας ἐκείνῳ τοὺς πάντας ὑμᾶς καὶ τηρῆσαί μοι τὴν αὐτὴν εὔνοιαν καὶ ἀπαιτῆσαι τὴν ἴσην. εὐνοίας δὲ τοιαύτης προοίμιον ἐποιησάμην μέτριον οἶμαι καὶ δίκαιον. τῶν γὰρ ὑμετέρων βίβλων μίαν ἐξελόμενος ἔχω τὸν μὲν ἀπελθόντα τῇ μνήμῃ τιμήσας, ὑμῶν δὲ τῇ φιλίᾳ θαρρήσας. εἰ μὲν οὖν καὶ ὑμῖν δόξω τεθαρρηκέναι καλῶς, ἱκανὸν καὶ τοῦτο δεῖγμα φιλίας· εἰ δὲ προπέτεια τὸ γινόμενον νομισθῇ, μικρὸν ἀργύριον διαλύει τὴν μέμψιν. Ὠφελεῖς ἅπαντας ἐν μὲν ταῖς συνουσίαις ἀπὸ τοῦ λέγειν, ἐν δὲ ταῖς ἀπουσίαις ἀπὸ τοῦ γράφειν. |
| 67 [5] | θεραπεύεις δὲ καὶ οἷς ἐπιστέλλεις· τοῖς γὰρ λαβοῦσι ταῦτα γίνεται μαρτυρία μὲν τῆς μνήμης, κοινωνία δὲ τῆς ἑορτῆς. ἔστι δ’ ἄμεινον μετέχειν ὁπωσοῦν ἑορτῶν ἢ μνήμης ἄξιον εἶναι δοκεῖν, ἣν ὑμεῖς οἷς ἀγαπᾶτε χαρίζεσθε. ὅτι δὲ πρὸς τούτοις καὶ τὸ τῶν ὑμετέρων εὐχῶν ὠφέλιμον ἀναμέμικται πρόδηλον, καὶ πανταχοῦ τὸ τοιοῦτο γνωρίζεται καὶ σιγώμενον. Εἶδον ὑμᾶς νῦν ἐν τοῖς γράμμασι, καὶ μάλα ἔγγυθεν ἔδοξα συνεῖναι τρόποις ἐκείνοις, ὧν τοσαῦται μὲν χάριτες, τοσαύτη δὲ τῶν πραγμάτων ὑπεροψία καὶ τὸ μεμαθηκέναι σαφῶς ὅτι δεῖ τὰ ἀνθρώπινα παίζειν πεφυκότα μὲν ἀθλίως, παυόμενα δὲ ῥᾳδίως. |
| 68 [5] | ἐντεῦθεν συναλγῶ μὲν ἐλάχιστα τοῖς ἀπελθοῦσιν, ὑμῶν δὲ παραμυθίαν ἀπειρόκαλον ἐπιστέλλειν οὐχ ᾕρημαι. ποῦ γὰρ δεῖται λόγων ἐπεισάκτων ἀνὴρ ἐν περιουσίᾳ τοσαύτῃ τῶν ἀρετῶν; Οὐδὲ ἐπιλελῆσθαι κἂν βουληθῶμεν ἔχομεν· τι γὰρ φιλίας ἰσχυρότερον, ἣν ἐποίησε μὲν ἡ κοινωνία τῶν λόγων, ἐβεβαίωσε δὲ μετὰ τῶν τρόπων ὁ χρόνος; ἐπεὶ καὶ νῦν ὅπου ποτ’ ἂν ὦ αὐτὸς πρὸς τὰς ἐνταῦθα συνουσίας ἐπανάγω ἐμαυτόν. |
| 69 | τοιοῦτος μὲν ἐγώ, καὶ οὐκ ἄν ποτε δυναίμην ἔχειν ἑτέρως· σὲ δὲ τὸν ἐν πλήθει πραγμάτων διοικείτω θεὸς καὶ συμφέρουσα τύχη, μεμνῆσθαι πείθουσα καὶ φιλίας ἀρχαίας καὶ παλαιᾶς συνηθείας. Ὁρᾷς ὁπόσα δύναται σωφροσύνη καὶ τῶν ἀρετῶν ἡ σπουδή. |
| 70 [5] | προσήγαγέ σε θεῷ, πεποίηκεν οἰκειότερον, τοῖς ἁγίοις παρέστησεν ἀπορρήτως. μένε τοίνυν ταῦτα ἀσκῶν, καὶ ἡμᾶς ποίει βελτίους ἐξ ὧν συνήγαγες ἀρετῶν καὶ ὧν ἐν παρρησίαις ἔχεις εὐχῶν. Εἰ καὶ ἄρχειν ἡμῶν ἐπὶ πλέον ὤκνησέ σου τὸ μέγεθος, ἀλλὰ τό γε φιλεῖν οὐκ ἀπέθετο, μένει δ’ ἔνδον τῇ γνώμῃ τὰ πρέποντα χαριζόμενον. |
| 71 [5] | Θεόπεμπτος τοίνυν ὁ εὐλαβέστατος πολλαχόθεν προσήκων ἐμοὶ δεῖται τοῦ μεγέθους τοῦ σοῦ· κἂν αὐτῷ συλλάβῃς τὰ δίκαια, ἐμοὶ τὴν χάριν ἐκτέθεικας. Ἂν γράφω σιγᾷς, ἂν μὴ γράφω κατηγορεῖς, ἐγὼ δὲ πρὸς ἑκάτερον οὐκ ὀκνῶ καὶ ἀθυμεῖν ὅτε σιγᾷς καὶ γεγραφέναι μὲν πολλάκις, εἶναι δὲ ἐν ταῖς τῶν μὴ γραφόντων αἰτίαις. |
| 72 [5] | ἢ τοίνυν μίμησαί μου τὸ γράφειν ἢ σύγγνωθι σιωπῶν. Τί δεῖ παρ’ ὑμῖν δικαιοσύνην ἐγκωμιάζειν ἢ τὰς λοιπὰς ἀρετάς, μεθ’ ὧν συνοικεῖτε καὶ ἃς πεποίησθε γνωρίμους; ἀρετὴ γὰρ φίλιος θεῷ· ἃ κέκτησθε μὲν καθαρῶς, παιδεύετε δὲ ἐπιμελῶς, καί που κἀμὲ τεταγμένον ἔχετε ταῖς ὑμετέραις εὐχαῖς· οὐ γὰρ ἂν τολμήσαιμι λέγειν ὡς ἀμνημονήσει ποτὲ περὶ τὰ τοιαῦτα ὧν πράττειν ὑπέσχετο. |
| 73 | ὑπέσχετο δὲ οἶμαι μεμνῆσθαι μὲν ἡδέως, εὔχεσθαι δὲ προθύμως, ὃ καὶ οἷς ὑπέσχετο τῇ τῶν τρόπων ἐπεικείᾳ χαρίζεται. Ἂν σιγῶμεν, οὐ γράφεις, ἂν ἐπιστέλλωμεν ἔτι σιγᾷς. |
| 74 | πῶς οὖν ἔτι τῷ γράφειν ἕλξαι σε δυνησόμεθα, εἰ μήτε δεόμενοι πείθομεν μήτε γράφοντες ἀναγκάζομεν; Πολέμιος ὁ χειμών, ὑμῖν μὲν ἀμετρίᾳ νιφετῶν, ἡμῖν δὲ σπάνει γραμμάτων σῶν. |
| 75 [10] | ὁ βελτίων δὲ περιήκει καιρὸς καὶ μετὰ τῆς ἀηδόνος τὴν σὴν ἄγει φωνήν. κἀκείνη μὲν προλέγει τὰ τοῦ χειμῶνος οὐκέτι δεδιέναι δεινά, αὕτη δὲ μηκέτι τὴν σὴν ἀγανακτεῖν ἀπουσίαν. ἀλλ’ ὦ γενναία κεφαλή, καὶ φίλη μὲν ἐμοὶ φίλη δὲ τῶν ἑορτῶν, ἧκε τὸ θᾶττον ἡμῖν· καὶ γὰρ ἄτοπον τὴν ἀηδόνα μὲν πανταχοῦ φερομένην ὁρᾶν, τὴν δὲ σὴν εὐψυχίαν ἐπικαθειργμένην ἀκούειν καὶ τῇ πρὸς τοὺς φίλους εὐνοίᾳ μηδαμοῦ κινουμένην. Ἥμαρτον ἐπιστέλλων, ἀπολογήσομαι σιωπῶν· τὰς γὰρ θεραπείας φασὶν ἀπὸ τῶν ἐναντίων συμβαίνειν κἀν τοῖς νοσήμασι κἀν τοῖς πράγμασι. |
| 76 [5] | πάλαι σε ἐνίκησεν ὁ παῖς καὶ τῶ τρόπῳ καὶ ταῖς ἐλπίσι τῶν λόγων. Ὁ μὲν φθόνος οὐδὲν ἐπεχείρησε καινὸν ἀρετῇ πολεμῶν, τῷ δὲ κρείττονι χάρις ὅτι τοῦτον πανταχοῦ λελυπήκατε καὶ κρατεῖν οὐκ ἀφήκατε. |
| 77 [5] | ἂν μὲν οὖν αὖθις θρασύνηται καὶ μείνῃ φιλονεικῶν, τὴν περὶ ὑμᾶς ὄψεται δόξαν μετὰ ἀληθείας αὐτῷ μαχομένην καὶ νικηθῆναι μηδαμοῦ δυναμένην· εἰ δὲ ἄκων μέν, ἐθελήσει δ’ ὅμως παύσασθαι τῆς ἀναιδείας, τίς μαρτυρία μείζων ἂν εἴη τῶν ἐν ὑμῖν ἀρετῶν ἢ ὅτι καὶ τὸν φθόνον πεποιήκατε σωφρονέστερον; εἴη δὲ τὴν φίλην ὑμῶν ἀεὶ νίκην συμπαρεῖναι, κἂν συκοφάντης ἐπίῃ κἂν πολέμιος. Τί μοι σιγᾷς, ὦ φίλη κεφαλὴ καὶ κοσμεῖν ἱκανὴ τὴν βασιλείαν; εἰ μὲν γὰρ ἀμυνόμενος τοῦτο ποιεῖς, εἰπὲ καὶ τὴν ἀδικίαν, ὑπὲρ ἧς ἡμᾶς οὕτω λυπεῖς· εἰ δὲ οὐκ ἔχοι τις αἰτίαν μηδαμόθεν εἰπεῖν, μὴ σίγα πρὸς ἄνδρα τῇ περὶ σοῦ μνήμῃ κοσμούμενον. |
| 79 [10] | Τὸ μὲν ἐπιτιμᾶν ἢ λοιδορεῖν ῥᾴδιον εἶναι καὶ παντὸς ὁ Παιανιεὺς ἐκεῖνος ἔφη παιδευτής· ὁ Γλαυκίππου δὲ πάντων ἀπαιδευτότατον ἔφη τὸ λοιδορεῖν. Καὶ σιωπῶ κατάλογον τοσούτων ῥητόρων καὶ ποιητῶν τοῦτο ἀμαθίαν τιθέντων. ἐκεῖνοι μὲν οὖν τῷ τοιούτῳ νοσήματι κἂν ἐμμείνωσιν οὐ λυπήσουσιν· ἴσως γὰρ ὑπὸ τῆς τύχης ἐξηπάτηνται καὶ τῆς ἀπὸ τοῦ σωφρονεῖν ὁμιλίας οὐ μέμνηνται· σὺ δὲ ὁ σοφίαν μὲν ἀσκῶν ἐπιμελῶς, ἀμαθίᾳ δὲ πολεμεῖν ἱκανός, μένε προθύμως φιλῶν· κἂν περιτύχῃς ποτὲ γλώττῃ τοιαύτῃ, φαίνου γελῶν καὶ λογίζου τὸν Ἄνυτον, ἐννόει τὸν Θρασύμαχον, καὶ σκόπει πόθεν ἐπῄει τὸ λοιδορεῖν ἑτοιμότερον. Ἃ πάλαι συνεύχομαι, ταῦτα ἀσκεῖν σε πυνθάνομαι. |
| 80 [5] | τίνα δὲ ταῦτα; ἀγωνίζῃ πρὸς πονηρίαν δυνατῶς, παρατάττῃ γενναίως, καταλύεις ἀπόνοιαν ἐξ ἀμαθίας ἐπαιρομένην. μένε δὴ ταῦτα δυνάμενος καὶ δεικνὺς τὴν ἀλόγιστον εὐτυχίαν πρὸς ἀρετὴν οὐκ ἀντίσχουσαν. Ἅπας ἡμῖν ὁ χρόνος σύνοιδε τὴν ὑπὲρ φίλων μὲν ἐπιμέλειαν, κατὰ δὲ τὰς ὑποσχέσεις ἀλήθειαν. |
| 81 | ταῦτα καὶ ὁ νῦν μαρτυρησάτω καιρός, εἴπερ ἄξιος εἶναι δοκεῖ τὴν ἐμὴν ὑποδέξασθαι προθυμίαν. Ἐπὶ πολλά με περιήγαγε πάθη τὰ νῦν γράμματα τῆς ὑμῶν ἐξουσίας. |
| 82 [5] | ὅτε μὲν γὰρ τὴν ἐπιστολὴν ἐδεχόμην, ἦλθον εἰς ἡδονήν· νόσον δὲ ἀναγνοὺς ὑμετέραν ἀπηνέχθην εἰς ἀθυμίαν. ἀλλὰ πάλιν ἰδὼν τὸ νενικῆσθαι τὴν νόσον ἐγκείμενον, εἰς ἐλάττονα μὲν ἡδονὴν τῆς προτέρας, ὅμως δὲ εἰς ἡδονὴν ἐπανῆλθον. Ἐγὼ μὲν ἐπιστέλλω συχνότερον, ἠμέλημαι δέ, ὡς ἔοικεν, ὅσῳ καὶ γράφειν ἐπείγομαι· τίνα γὰρ ἂν ἔχοις αἰτίαν εὔλογον εἰπεῖν τῆς σιωπῆς, ὅτε λέγειν μὲν εἶ δυνατός, ἔχεις δὲ καὶ τῷ γράφειν ἀφορμάς, ἀφ’ ὧν εὖ ποιεῖς ἐν τοῖς ἔργοις ἡμᾶς; Σὺ μὲν διδοὺς ἐπιστέλλεις, ἐγὼ δὲ φιλῶν· καὶ σὺ μὲν ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης, ἐγὼ δὲ ὑπὸ τῆς ἀρχαιοτέρας εὐνοίας. |
| 85 | Ὡς μὲν παιδείας μεταλαβὼν μετάδος φιλῶν, ὡς δὲ χρυσίον ὀφείλων ἀπόδος ἑκών, ἀπολογούμενος ὡς ἀναβαλλόμενος καὶ ἐμοὶ καὶ τῷ χρόνῳ καὶ τῷ ψόγῳ τῆς ἀδικίας. |