eul_wid: vng-aa

Προλεγόμενα εἰς Προγυμνάσματα ὑπὸ Ἀδήλου
Prolegomena to Progymnasmata by an Uncertain Author

Anonymous Commentary on Aphthonius Prolegomena to Progymnasmata by an Uncertain Author PDF

14.158.(8t) INCERTI AUCTORIS PROLEGOMENA IN PROGYMNASMATA Ἅπασα ζήτησις εἰς ταῦτα καὶ μόνα τὰ τέσσαρα περιίσταται, τὸ εἰ ἔστι, τὸ τί ἐστι, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστιν. ἅπας γὰρ ὁ ζητῶν ἢ τὸ εἰ ἔστι ζητεῖ, οἷον εἰ σφαιροειδὴς ὁ οὐρανὸς ἢ οὔ, εἰ πολλοὶ κόσμοι, ὡς ἔλεγεν ὁ Δημόκριτος, ἢ εἷς, καθὰ τοῖς ἐκ τοῦ Περιπάτου δοκεῖ. ἢ περὶ τοῦ τί ἐστιν ἡ ζήτησις γίνεται, ὡς ὅτε ζητοῦμεν, τί ἐστιν ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἤ τι ἕτερον. ἄλλοτε τὸ ὁποῖόν τί ἐστι ζητεῖ ὁ ζητῶν, οἷον εἰ πολυπραγμονεῖ, ὁποῖόν τι ζῷον ὁ ἄνθρωπος, ὅτι λογικόν, καὶ ὁποῖον ὁ κόραξ, ὅτι μέλαν. ἢ περὶ τοῦ διὰ τί ἐστιν ἡ ζήτησις γίνεται, οἷον διὰ τί ἡ μαγνῆτις ἕλκει τὸν σίδηρον ἢ διὰ τί τῶν ἡμερῶν αἳ μὲν μείζους εἰσίν, αἳ δὲ ἐλάττους. Ἐπὶ μὲν οὖν τῆς ῥητορικῆς οὐ χρὴ τὸ εἰ ἔστι ζητεῖν ὁμολογουμένην ἐχούσης τὴν ὕπαρξιν· ἐπεὶ δέ τινες σοφιζόμενοι ταύτην ἀνατρέπειν πειρῶνται καὶ τῶν μὴ ὄντων ἀποδεικνύναι, φέρε προθέντες εἰς μέσον τοὺς ἐκείνων λόγους ἐλέγξωμεν.
14.159 Πρῶτος μὲν οὖν λόγος τῶν ἀνατρεπόντων αὐτὴν τοιοῦτός ἐστιν· ‘ἦν ὅτε οὐδ’ ὅλως ἦν ἡ ῥητορική· εἰ δὲ μὴ ἦν, οὐδὲ γέγονεν, ἐπεὶ οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς γένοιτο ἄν‘. καὶ οὗτος μὲν ὁ παραλογισμὸς καὶ τὸ σόφισμα· ἐλέγχουσι δὲ αὐτὸν οὑτωσί· τοῦ ὄντος διπλοῦν ὑπάρχει τὸ σημαινόμενον, τὸ μὲν γὰρ ἐπὶ τοῦ δυνάμει λέγεται, ὡς τὸ παιδίον δυνάμει λέγομεν εἶναι γραμματικόν, τὸ δὲ ἐπὶ τοῦ ἐνεργείᾳ, ὥσπερ φαμὲν γραμματικὸν τὸν ἤδη μετασχόντα τῆς τέχνης. ὅταν οὖν οἱ σοφιζόμενοι λέγωσιν ‘ἦν ὅτε οὐκ ἦν ἡ ῥητορική‘, ἐρωτῶμεν αὐτούς, πῶς οὐκ ἦν ἡ ῥητορικὴ πρότερον, δυνάμει ἢ ἐνεργείᾳ. εἰ μὲν οὖν λέγουσιν ἐνεργείᾳ πρότερον μὴ εἶναι αὐτήν, καὶ ἡμεῖς αὐτοῖς συνομολογήσομεν· καὶ γὰρ δυνάμει οὖσα πρότερον ἡ ῥητορικὴ ὕστερον ἐκβέβηκεν εἰς ἐνέργειαν· πᾶσαι γὰρ καὶ αἱ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι οὕτω γεγόνασι, δυνάμει μὲν οὖσαι πρότερον, ὕστερον δὲ προκόψασαι εἰς ἐνέργειαν· ὥστε οὐ γέγονε κατ’ αὐτοὺς ἐκ τοῦ μηδαμῇ μηδαμῶς, ἀλλ’ ἐκ τοῦ δυνάμει προελήλυθεν εἰς ἐνέργειαν. εἰ δέ φασι μηδὲ δυνάμει αὐτὴν εἶναι πρότερον, ἐλέγξομεν αὐτοὺς ψευδομένους ἐκ τοῦ ὁρᾶν αὐτὴν προχωρήσασαν εἰς ἐνέργειαν· εἰ γὰρ μὴ ἦν πρότερον δυνάμει, οὐκ ἂν ὕστερον προέκοψεν εἰς ἐνέργειαν· ὁρᾶται δὲ νῦν προχωρήσασα καὶ τὰ ἔργα ταύτης ἐν ταῖς πολιτείαις ἀκμάζει· εἰ γὰρ ἔργα ῥητορικῆς προτρέπειν μὲν ἐπὶ τὸ καλόν, ἀποτρέπειν δὲ τοῦ κακοῦ, καὶ κατηγορεῖν μὲν τῶν ἀδικούντων, ὑπεραπολογεῖσθαι δὲ τῶν ἀδικουμένων, καὶ ψέγειν μὲν τοὺς φαύλους, τοὺς δὲ ἀγαθοὺς ἀξιοῦν ἐγκωμίων, ταῦτα δὲ πάντα πολιτεύεται σήμερον καὶ τοῖς ἀνθρώποις εἰσὶ περισπούδαστα, φανερόν, ὅτι καὶ ἡ ῥητορικὴ ἐνεργείᾳ τέ ἐστι καὶ ὑφέστηκε.
14.160 Τοιοῦτον μὲν τὸ πρῶτον σόφισμα τῶν τὴν ῥητορικὴν ἀνατρεπόντων καὶ τῶν μὴ ὄντων δεικνυόντων αὐτήν, τοιοῦτος δὲ καὶ ὁ τοῦ σοφίσματος αὐτῶν καθέστηκεν ἔλεγχος. Δεύτερος πάλιν λόγος ἀνατρεπτικὸς τῆς ῥητορικῆς τοιοῦτός ἐστιν· ‘εἰ ἔστιν ἡ ῥητορική, ἢ περὶ τὰ ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινά. εἰ μὲν οὖν περὶ τὰ ἰδικά, οὐκέτι περὶ τὰ πολιτικά· κοινὰ γὰρ τὰ τῆς πολιτείας καὶ οὐχὶ μερικά. εἰ δὲ περὶ τὰ κοινὰ καταγίνεται, ἢ περὶ ἓν ἢ περὶ πάντα. ἀλλ’ οὐδεμία τις ἄλλη τέχνη περὶ ἕν τι πρᾶγμα ἀεὶ καταγινομένη εὑρίσκεται, οἷον ὁ τέκτων οὐ πάντοτε κλίνην δημιουργεῖ, ἀλλὰ καὶ θρόνον καὶ τράπεζαν· ὥστε καὶ ἡ ῥητορικὴ οὐκ ἂν περὶ ἕν τι πρᾶγμα καταγινομένη λεχθήσεται. εἰ οὖν περὶ πάντα τὰ κοινὰ καταγίνεται καὶ τὰ τῆς πολιτείας συνεκτικά, εἰ μὲν ὡς ἀγνοοῦσα, οὐδεὶς αὐτῇ προσέξει. εἰ δὲ ὡς ἐπισταμένη, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, τῷ μὲν περιττῷ, ὅτι ἢ αὕτη περιττὴ ἢ αἱ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι· ἀλλὰ μὴν ἐκεῖναι οὐ περιτταί, καὶ τοῦτο δῆλον, ὅτι, ἐὰν ἐκεῖναι ἀναιρεθῶσιν, οὐ δυνήσεται ἡ ῥητορικὴ τὰ ἐκείνων διαπράξασθαι ἔργα, ὥστε αὐτὴ μᾶλλόν ἐστι περιττή· τῷ δὲ ἀδυνάτῳ πάλιν ἐκβάλλεται, ὅτι ἀδύνατόν ἐστι τὴν ῥητορικὴν μίαν οὖσαν τὰς ἁπασῶν τῶν τεχνῶν καὶ [τῶν] ἐπιστημῶν εἰδέναι μεθόδουσ‘. Ἡ δὲ διαίρεσις τοῦ ῥηθέντος λόγου καὶ ἡ καταγραφὴ τοιαύτη ἐστίν· [Start of a diagram][Start of a diagram section] ἡ ῥητορική [End of a diagram section] [Logical Relationship in a Diagram start mark] ἢ περὶ τὰ ἰδικὰ καταγίνεται, καὶ λοιπὸν οὐκ ἔστι τέχνη πολιτική· κοινὰ γὰρ τὰ τῆς πολιτείας [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ἢ περὶ τὰ κοινά [Logical Relationship in a Diagram end mark] [Third Level in a Diagram start mark] ἢ περὶ ἕν· ἀλλ’ οὐδὲ ἄλλη τις τέχνη περὶ ἕν τι πρᾶγμα ἀεὶ καταγίνεται [Third Level in a Diagram end mark] [Third Level in a Diagram start mark] ἢ περὶ πάντα [Third Level in a Diagram end mark] [Fourth Level in a Diagram start mark] ἢ ὡς ἀγνοοῦσα, καὶ οὐδεὶς αὐτῇ προσέξει [Fourth Level in a Diagram end mark] [Fourth Level in a Diagram start mark] ἢ ὡς ἐπισταμένη, καὶ τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβάλλεται [Fourth Level in a Diagram end mark][End of a diagram] Τοιοῦτόν ἐστι καὶ τὸ δεύτερον σόφισμα.
14.161 εὐδιάλυτον δὲ καὶ αὐτό, καὶ σχεδὸν ἡ προγεγονυῖα πᾶσα διαίρεσις κακῶς ἔχει καὶ διὰ τοῦτο ἀνατρεπομένη εὑρίσκεται. αὐτίκα τὸ λέγειν, ὅτι ἡ ῥητορικὴ ἢ περὶ τὰ ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινά, ψεῦδός ἐστιν· οὐδὲ γὰρ περὶ ἓν τούτων ἀλλὰ περὶ ἀμφότερα καταγίνεται· καὶ γὰρ ὁ ῥήτωρ ποτὲ μὲν περὶ ἰδικῶν διαλαμβάνει, ὅταν τῷδέ τινι συνηγορήσῃ τῶν πολιτῶν ἢ συμβουλεύσηται, ποτὲ δὲ διαλαμβάνει καὶ περὶ τῶν κοινῶν, ὅταν ὑπὲρ ἁπάσης λέγῃ τῆς πολιτείας. ἀλλ’ οὐδὲ τὸ ἐφεξῆς τῆς διαιρέσεως ἄπταιστον τὸ λέγειν ‘εἰ δὲ περὶ τὰ κοινὰ καταγίνεται ἡ ῥητορική, ἢ περὶ ἓν ἢ περὶ πάντα‘, διότι τῷ ἑνὶ οὐχὶ τὰ πάντα, ἀλλὰ τὰ πολλά εἰσιν ἀντιδιαιρούμενα. ὥστε οὕτως ὤφειλεν εἰπεῖν ὁ τὴν διαίρεσιν ἐργαζόμενος ὅτι ‘εἰ περὶ τὰ κοινὰ καταγίνεται ἡ ῥητορική, ἢ περὶ ἓν ἢ περὶ πολλὰ καταγινομένη ἐστί‘. καὶ ἡμεῖς οὖν οὕτω φαμέν, ὅτι περὶ πολλὰ ἡ ῥητορικὴ καταγίνεται· οὐδὲ γὰρ περὶ μιᾶς καὶ τῆς αὐτῆς ὑποθέσεως ἀεὶ διαλήψεται ὁ ῥήτωρ, ἀλλὰ ἄλλοτε ἄλλου πράγματος εὑρίσκεται προϊστάμενος.
14.162 Πρὸς δὲ τὸ ἔσχατον μέρος τῆς διαιρέσεως τὸ λέγον ‘εἰ δὲ περὶ πάντα καταγίνεται ἡ ῥητορική, ἢ ὡς ἀγνοοῦσα ἢ ὡς ἐπισταμένη περὶ αὐτῶν διαλήψεται, καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐδεὶς ἔσται ταύτῃ προσέχων, εἰ δὲ ὡς γινώσκουσα, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται‘ τοιαῦτά φαμεν, ὅτι ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης δύο τεθεώρηνται λόγοι, ὃ μὲν προτρεπτικός, ὃ δὲ μεθοδικός τε καὶ τεχνικός. τῷ μὲν οὖν προτρεπτικῷ ἐν ἁπάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις κέχρηται ἡ ῥητορικὴ προτρέπουσα τούτων ἀντέχεσθαι· εἰ μὴ γὰρ εἴη προτροπή τις καὶ συμβουλή, οὐκ ἂν ὃ μὲν τήνδε τὴν ἐπιστήμην, ὃ δὲ τήνδε προέλοιτο. ὥστε ἡ ῥητορικὴ ὡς μὲν προτρέπουσα ἢ ἀποτρέπουσα περὶ πάσας τὰς τέχνας τῆς πολιτείας θεωρηθήσεται, οὐ μὴν καὶ ὡς τὰς μεθόδους ἐκείνων διδάσκουσα· καὶ διὰ τοῦτο ἀναγκαία μᾶλλον καὶ οὐχὶ περιττὴ καὶ ἀδύνατος εὑρεθήσεται. Οἱ μὲν οὖν λόγοι τῶν ἀνατρεπόντων τὴν ῥητορικὴν οὕτως ἀνεσκευάσθησαν. Ὅτι δὲ τῶν ὄντων ἐστὶν ἡ ῥητορικὴ καὶ ἐνύπαρκτος, οἱ μὲν ἀπὸ μυθικῆς ἱστορίας κατασκευάζουσιν, οἳ δὲ ἀπὸ τῆς μαρτυρίας τῶν ποιητῶν. καὶ οἱ μὲν ἀπὸ μυθικῆς ἱστορίας κατασκευάζοντες οὕτω φασίν, ὅτι βουληθεὶς ὁ δημιουργὸς ἐξ ἀρχῆς τὸν κόσμον παραγαγεῖν πάσαις ταῖς ὑπ’ αὐτὸν προσέταξε δυνάμεσιν, ὃ ἂν ἑκάστη κάλλιστον ἔχῃ συμβαλλόμενον εἰς τὴν τοῦ κόσμου σύστασιν ἀγαγεῖν. Ἀθηνᾶ μὲν οὖν ἐκόμισε τὴν ὑφαντικήν, Ποσειδῶν δὲ τὸ σκάφος ἐπενοήσατο πρὸς ἐμπορίαν τὸν ἄνθρωπον προτρεπόμενος, καὶ Ἥφαιστος τὰς βαναύσους τέχνας [καὶ] ὅσαι διὰ πυρός, καὶ ἄλλος τῶν θεῶν ἄλλο τι προσεπενοήσατο.
14.163 Ἑρμῆς δὲ τὴν ῥητορικὴν ἐφεῦρε, τῷ καλλίστῳ τῶν ζῴων τὴν καλλίονα τῶν τεχνῶν χαριζόμενος, καὶ ἵνα μὲν τὰ ἀγαθὰ ἐπαινῶσιν οἱ ἄνθρωποι, ψέγωσι δὲ τὰ φαῦλα, τὸ πανηγυρικὸν ἐδωρήσατο, ἵνα δὲ πάλιν τοῖς μὲν λυσιτελοῦσι καὶ ὠφελίμοις προσέχωσι, τῶν δὲ βλαβερῶν ἀποτρέχωσι, τὸ συμβουλευτικὸν παραδέδωκε, καὶ ἵνα πάλιν τὰς πρὸς ἀλλήλους φιλονεικίας διαλύωνται, τὸ δικανικὸν ἐτεχνήσατο. Ταῦτα μὲν Ἕλληνες φληναφοῦσιν, ἐκ μυθικῆς ἱστορίας τὴν ῥητορικὴν τῶν ὄντων ἀποδεικνύοντες· ἀπὸ δὲ τῆς τῶν ποιητῶν μαρτυρίας, ὅτι παράγουσι τοὺς θεοὺς αὐτῶν ποτὲ μὲν μαχομένους, ποτὲ δὲ συμβουλευομένους καὶ ἄλλοτε ἐπαινοῦντάς τι ἢ ψέγοντας. Οἱ δὲ ἀληθῶς λέγοντες οὐ μόνον ἐν ἀνθρώποις εἶναι λέγουσι τὴν ῥητορικήν, ἀλλὰ καὶ αὐτόν φασι τὸν θεὸν ταύτῃ χρήσασθαι. Ὅτι μὲν οὖν ἐν ἀνθρώποις ἐστὶν ἡ ῥητορική, οὐδεμίαν ἔχει τοῦτο ἀμφιβολίαν· ὁρῶμεν γὰρ προτροπὴν καὶ ἀποτροπὴν καὶ κατηγορίαν καὶ ἀπολογίαν καὶ ἐγκώμιον καὶ ψόγον ἐν τοῖς ἀνθρώποις πολιτευόμενα, ταῦτα δὲ τῆς ῥητορικῆς πάντως εἰσίν· ἥ τε γὰρ προτροπὴ καὶ ἀποτροπὴ τοῦ συμβουλευτικοῦ εἴδους ἐστὶ τῆς ῥητορικῆς καὶ ἡ κατηγορία καὶ ἀπολογία τοῦ δικανικοῦ καὶ τὸ ἐγκώμιον καὶ ὁ ψόγος τοῦ πανηγυρικοῦ· ὥστε τούτων ἐν ἀνθρώποις ὄντων ἔστι πάντως καὶ ἡ ῥητορική. Ὅτι δὲ καὶ θεὸς αὐτὸς ἐχρήσατο τῇ ῥητορικῇ, δεικνύουσιν οὕτω· τῷ μὲν οὖν συμβουλευτικῷ φασι χρήσασθαι ὅτε ἔφη «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», τῷ δὲ δικανικῷ, δι’ ὧν παραβάντι τῷ Ἀδὰμ ἐδικάσατο εἰπὼν «τίς σοι ἀνήγγειλεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἔφαγες;» τῷ δὲ πανηγυρικῷ, ὅτε ἰδὼν τὰ ὑπ’ αὐτοῦ δημιουργηθέντα, ὅτι καλά, ταῦτα ἐπῄνεσεν, ὡς ἡ γραφὴ λέγει «καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν».
14.164 Οὕτω μὲν οὖν ἐδείχθη, ὅτι ἔστιν ἡ ῥητορική. Δευτέρα ζήτησις ἦν ἡ τοῦ τί ἐστι· ζητητέον οὖν ταύτην καὶ ἐπὶ τῆς ῥητορικῆς. πολλῶν δὲ ὄντων τῶν ὁρισμῶν αὐτῆς ἡμεῖς τοὺς ἄλλους ἀφέντες τὸν ἀκριβέστερον εἴπωμεν· ἔστιν οὖν ἡ ῥητορικὴ τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. ἐπεὶ δὲ πᾶς ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν, ῥητέον καὶ ἐν τούτῳ τῷ ὁρισμῷ, ποῖον μὲν τὸ γένος, ποῖαι δὲ αἱ διαφοραί. ἔστι τοίνυν τὸ μὲν ‘τέχνη‘ ὄνομα ὡς γένος ἐνταῦθα κείμενον, τὸ δὲ ‘περὶ λόγου δύναμιν‘ διαφορὰ χωρίζουσα τὴν ῥητορικὴν ἀπὸ τῶν ἄλλων τεχνῶν τῶν μὴ λογικῶν, οἷον τῆς τεκτονικῆς, τῆς οἰκοδομικῆς, τῆς λιθοξοϊκῆς καὶ τῶν τοιούτων· αὗται γὰρ οὔκ εἰσι περὶ δύναμιν λόγου καταγινόμεναι, τέχναι γάρ εἰσιν ἄλογοι. ἔτι τὸ ‘περὶ λόγου δύναμιν‘ δείκνυσι τὴν ῥητορικήν, ὅτι πρᾶγμά ἐστιν ἐν μεσότητι θεωρούμενον, ᾧ ἔξεστι χρήσασθαι καὶ καλῶς καὶ κακῶς· δυνάμεις γὰρ τὰ τοιαῦτα κατονομάζουσιν οἱ παλαιοί, ἃ οὔτε ἀγαθὰ οὔτε φαῦλά εἰσι κατὰ τὴν ἑαυτῶν φύσιν, ἀλλὰ μέσα· οἷον ὁ πλοῦτος κατὰ τὴν ἰδίαν φύσιν οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν, ἀλλὰ διὰ τὸν χρώμενον ἀγαθὸς ἢ κακὸς ὁ πλοῦτος δοκεῖ· εἰ μὲν γὰρ εἰς ἀγαθὰς πράξεις αὐτῷ τις χρήσαιτο, ἀγαθὸν κἀκεῖνος δοκεῖ, εἰ δὲ εἰς φαύλας καὶ πονηράς, καὶ ὁ πλοῦτος φαῦλον δοκεῖ.
14.165 τοιοῦτον καὶ ἡ ὑγεία καὶ ἡ ἰσχὺς καὶ τὸ κάλλος καὶ τὸ ξίφος καὶ τὰ τοιαῦτα, δυνάμεις ὀνομαζόμενα, διότι δύναταί τις αὐτοῖς χρήσασθαι καὶ εἰς τὸ εὖ καὶ εἰς τὸ μὴ εὖ. τοιοῦτον καὶ ἡ ῥητορική· δύναται γάρ τις αὐτῇ καὶ ἐν ἀγαθοῖς χρήσασθαι, ὅταν συνηγορῇ τοῖς ἀδικουμένοις καὶ τῶν ἀδικούντων κατηγορῇ, καὶ προτρέπῃ μὲν εἰς τὰ ἀγαθά, ἀποτρέπῃ δὲ τῶν κακῶν, καὶ τὰ μὲν ἀγαθὰ ἐγκωμιάζῃ, ψέγῃ δὲ τὰ φαῦλα καὶ πονηρά· δύναταί τις αὐτῇ χρήσασθαι καὶ κακῶς, συκοφαντῶν καὶ τοῖς συκοφάνταις συνηγορῶν καὶ ἐπὶ τὰ φαῦλα προτρεπόμενος καὶ ψέγων τὰ ἐπαίνων ἄξια καὶ τὰ πονηρὰ ἐπαινῶν. διὰ τοῦτο ‘δύναμισ‘ ἡ ῥητορικὴ καὶ ‘τέχνη περὶ λόγου δύναμιν‘ ὀνομάζεται. τὸ δὲ ‘ἐν πράγματι πολιτικῷ‘ ἑτέρα ἐστὶ διαφορὰ χωρίζουσα τὴν ῥητορικὴν ἀπὸ τῆς γραμματικῆς καὶ τῆς ἰατρικῆς καὶ τῶν λοιπῶν λογικῶν τεχνῶν· ἡ μὲν γὰρ γραμματικὴ καὶ ἡ ἰατρική, εἰ καὶ αὐταὶ τέχναι εἰσὶ περὶ λόγου δύναμιν, ἀλλ’ οὐχὶ καὶ περὶ πράγματα πολιτικὰ καταγίνονται· ἥ τε γὰρ γραμματικὴ περὶ τόνους καὶ χρόνους καὶ πνεύματα καὶ τὰ τοιαῦτα καταγινομένη ἐστίν, ἡ δὲ ἰατρικὴ περὶ τὰ ἀνθρώπινα σώματα· μόνη δὲ ἡ ῥητορικὴ περὶ τὰ συστατικὰ τῆς πολιτείας καταγίνεται πράγματα· τὸ δὲ ‘πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘ τὸ τέλος ἐστὶ τῆς ῥητορικῆς· δεῖ γὰρ τὸν ῥήτορα καὶ ἐν συμβουλαῖς καὶ ἐν δικαστηρίοις καὶ ὅταν ἐγκωμιάζῃ ἢ ψέγῃ μὴ ἀπίθανα λέγειν ἀλλ’ ἐοικότα καὶ ἐνδεχόμενα· ἂν γὰρ ἐρῇ πιθανῶς, κἂν οὐ πείσῃ τὸν ἀκροατήν, καὶ οὕτω ῥήτωρ ἐστίν. ὡς γὰρ ἰατρὸν ἐκεῖνόν φαμεν οὐ τὸν ἀεὶ θεραπεύοντα, ἀλλὰ καὶ τὸν ἰατρικῶς τὸν νοσοῦντα μεταχειριζόμενον καὶ κατὰ τὸ τῆς τέχνης ἐνεργοῦντα ἐπάγγελμα—καὶ γὰρ ἔστιν ὅτε οὐ θεραπεύσει, ὅταν τὸ πάθος ὑπέρτερον τῆς τέχνης ἐστὶ καὶ θεραπείαν οὐκ ἐπιδέχηται, ἀλλ’ ὅμως, κἂν μὴ θεραπεύσῃ, ἰατρικῶς δὲ τὴν νόσον μεταχειρίσαιτο, καὶ οὕτως ἰατρός ἐστί τε καὶ λέγεται—, οὕτως οὖν καὶ ὁ ῥήτωρ, κἂν μὴ πείσῃ, ὅμως δὲ πιθανῶς εἴπῃ, οὐδὲν ἧττον ῥήτωρ λεχθήσεται.
14.166 διὰ τοῦτο οὐ κεῖται ἐν τῷ ὁρισμῷ ‘τέλος ἔχουσα τὸ πείθειν‘ ἀλλὰ τὸ ‘πιθανῶς εἰπεῖν‘. Οὕτω μὲν οὖν καὶ τὸ τί ἐστιν ἀποδεδώκαμεν ἐπὶ τῆς ῥητορικῆς. Ἀπὸ δὲ τῶν ἤδη ῥηθέντων δῆλον καὶ τὸ ποῖόν τί ἐστιν ἡ ῥητορική, ὅτι λογικὴ τέχνη καὶ τῆς πολιτείας συστατικὴ καὶ τοῖς ἀνθρώποις ὠφέλιμος ‘ἐν βουλαῖς καὶ δικαστηρίοις καὶ πανταχοῦ‘. Ζητητέον δὲ καὶ τὸ διὰ τί ἐστιν ἡ ῥητορική. φασὶν οὖν, ὅτι δι’ ἐκεῖνά ἐστι τὰ ὄντως θεῖα καὶ θαυμαστά, καὶ δι’ ὧν μιμηταὶ θεοῦ οἱ ταύτην καλῶς μετερχόμενοι γίνονται· ἐπενοήθη γὰρ ἡ ῥητορικὴ διὰ τὸ τῶν μὲν κακῶν ἀποτρέπειν, προτρέπειν δὲ εἰς τὸ ἀγαθόν, καὶ διὰ τὸ τοὺς μὲν φαύλους τιμωρεῖν, τοὺς δὲ ἀγαθοὺς στεφανοῦν, καὶ τοὺς μὲν πονηροὺς ψέγειν, τιμᾶν δὲ καὶ ἐγκωμιάζειν τοὺς ἀγαθούς. Ἀλλ’ ἐπεὶ τὰ τέσσαρα ταῦτα, τὸ εἰ ἔστι, τὸ τί ἐστι, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ἐζητήσαμεν ἐπὶ τῆς ῥητορικῆς, φέρε καὶ τὰ ὀκτὼ κεφάλαια ἐπὶ τοῦ προκειμένου βιβλίου τῶν Προγυμνασμάτων ζητήσωμεν, τὸν σκοπὸν λέγω, τὸ χρήσιμον, τὸ γνήσιον, τὴν τάξιν τῆς ἀναγνώσεως, τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τὴν εἰς τὰ κεφάλαια διαίρεσιν, τὸν διδασκαλικὸν τρόπον καὶ τὴν ὑπὸ τί μέρος ἀναφοράν. Ἔστι τοίνυν ὁ σκοπὸς τῷ Ἀφθονίῳ προασκῆσαι ἡμᾶς εἴς τε τὰ εἴδη τῆς ῥητορικῆς καὶ εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου.
14.167 καὶ εἴδη μὲν τῆς ῥητορικῆς τρία, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν· μέρη δὲ τοῦ πολιτικοῦ λόγου τέσσαρα, προοίμια, διηγήσεις, ἀγῶνες καὶ ἐπίλογοι. διαιρεῖται δὲ πάλιν ἕκαστον τῶν εἰδῶν τῆς ῥητορικῆς εἰς δύο, τὸ μὲν συμβουλευτικὸν εἰς προτροπὴν καὶ ἀποτροπήν, τέλος δὲ αὐτοῦ τὸ συμφέρον, τὸ δὲ δικανικὸν πάλιν διαιρεῖται εἰς κατηγορίαν καὶ ἀπολογίαν, τέλος δὲ αὐτοῦ τὸ δίκαιον, τὸ δὲ πανηγυρικὸν εἰς ἐγκώμιον καὶ ψόγον, τέλος δὲ αὐτοῦ τὸ καλόν. Τοιοῦτος μὲν ὁ σκοπὸς τῶν προγυμνασμάτων. Ἐκ δὲ τοῦ σκοποῦ δῆλον γέγονε καὶ τὸ χρήσιμον· χρησιμεύουσι γὰρ τὰ προγυμνάσματα εἰς τὰ τῆς ῥητορικῆς εἴδη καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. Ὅτι δὲ γνήσιον τοῦ Ἀφθονίου τὸ τῶν Προγυμνασμάτων βιβλίον, ἐκ τῆς τῶν ἐξηγησαμένων αὐτὸ συμφωνίας κατάδηλον· ἅπαντες γὰρ ἐδέξαντο τοῦ Ἀφθονίου εἶναι τὰ Προγυμνάσματα· διὸ καί τι ἐπίγραμμα τούτοις τοιοῦτόν ἐστιν ἐπιγραφόμενον «Εἴ σοι ῥητορικῆς φίλος πόθος ἔμπεσε θυμῷ, μή σέ γε γυμνασίη Ἀφθονίοιο λάθῃ.» Ἡ δὲ τάξις τῆς ἀναγνώσεως τοιαύτη. εἰκότως τὸ τῶν Προγυμνασμάτων βιβλίον τῆς ῥητορικῆς ἁπάσης προτέτακται, διότι εἰσαγωγή ἐστι πρὸς αὐτὴν καὶ προπαίδευσις· δεῖ δὲ ἀεὶ τὰς εἰσαγωγὰς τῶν ὑποθέσεων προμανθάνεσθαι, εἰς ἃς καὶ εἰσάγουσιν. Ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς τοιαύτη καὶ αὐτή ἐστιν. ἐπιγέγραπται τὸ παρὸν βιβλίον ‘Ἀφθονίου σοφιστοῦ Προγυμνάσματα‘, καὶ χρὴ ἡμᾶς σαφηνίσαι, τί ἐστι προγύμνασμα.
14.168 χρὴ τοίνυν εἰδέναι, ὅτι τὸ προγύμνασμα καθολικόν ἐστιν ὄνομα, διαιρούμενον εἰς τὰ καθ’ ἑκάστην ἐπιστήμην καὶ τέχνην προγυμνάσματα. ὁρίζονται οὖν τὸ μὲν καθολικὸν προγύμνασμα οὑτωσὶ ‘ἄσκησις μετρίων πρὸς μειζόνων ἐπίρρωσιν πραγμάτων·‘ ἅπασα γὰρ προγυμνασία ἀπὸ τῶν εὐχερῶν καὶ μετριωτέρων εἰς τὰ μείζω καὶ δυσχερῆ τὸν μανθάνοντα ἐπιρρώννυσιν. ῥητορικὸν δέ ἐστι προγύμνασμα εἰσαγωγικὴ τριβὴ διὰ λόγου τῶν κατὰ ῥητορικὴν μερῶν ἢ εἰδῶν χρήσιμά τινα προασκουμένη· τριβὴ γάρ ἐστι καὶ προπαίδευσις τὸ ῥητορικὸν προγύμνασμα, προπαιδεύουσα ἡμᾶς καὶ προασκοῦσα εἰς τὰ τῆς ῥητορικῆς εἴδη καὶ εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου. —Προγυμνάσματα δὲ ταῦτα λέγονται καὶ οὐχὶ γυμνάσματα, διότι κυρίως γυμνάσματά εἰσι τὰ τῆς Ῥητορικῆς βιβλία, ἃ συνεγράψατο Ἑρμογένης, ἤγουν αἱ Στάσεις, αἱ Εὑρέσεις, αἱ Ἰδέαι καὶ τὸ Περὶ μεθόδου δεινότητος· δι’ ἐκείνων γὰρ τὰς ῥητορικὰς μεθόδους διδασκόμεθα· τὰ δὲ τοῦ Ἀφθονίου ‘Προγυμνάσματα‘ ὠνομάσθησαν, ὡς πρὸ ἐκείνων τῶν γυμνασμάτων τασσόμενα καὶ προμανθανόμενα. —Τὸ δὲ σοφιστὴς ὄνομα ὁμώνυμόν ἐστι· λέγεται γὰρ σοφιστὴς καὶ ὁ διδάσκων τινὰ καὶ σοφίζων, λέγεται σοφιστὴς καὶ ὁ φιλόσοφος ὁ τὸ ἀληθὲς καὶ τὸ καλὸν ἐρευνῶν· λέγεται σοφιστὴς καὶ ὁ ψεύστης καὶ ἀπατεών· ἐπὶ τούτοις ὀνομάζεται σοφιστὴς καὶ ὁ πλασματογράφος καὶ μὴ ἐπὶ δικαστηρίου ἀγωνιζόμενος, οἷος ἦν καὶ Λιβάνιος· τοῦτο γὰρ διαφορὰ ῥήτορός τε καὶ σοφιστοῦ, ὅτι ῥήτωρ μέν ἐστιν ὁ τοῖς ἀληθινοῖς ἀγῶσιν ἐγγυμναζόμενος καὶ ἐν δικαστηρίοις ἀγωνιζόμενος, οἷος ἦν Αἰσχίνης καὶ Δημοσθένης, σοφιστὴς δὲ ὁ πλασματογράφος καὶ μὴ ἐπὶ δικαστηρίου ἀγωνιζόμενος.
14.169 ὁ τοίνυν Ἀφθόνιος σοφιστὴς ὀνομάζεται ἢ ὡς διδάσκων καὶ προβιβάζων τοὺς νέους εἰς τὰς ῥητορικὰς μεθόδους καὶ οὕτω σοφίζων αὐτούς, ἢ καὶ ὡς πλασματογράφος καὶ μὴ ἐν ἐπηκόῳ συγγυμναζόμενος. Ζητητέον δὲ καὶ τὴν εἰς τὰ κεφάλαια διαίρεσιν. διαιρεῖται τὸ παρὸν βιβλίον τῶν Προγυμνασμάτων εἰς τὰ γυμνάζοντα ἡμᾶς εἰς τὸ συμβουλευτικὸν εἶδος τῆς ῥητορικῆς καὶ εἰς τὰ γυμνάζοντα εἰς τὸ δικανικόν, ὁμοίως καὶ εἰς τὰ γυμνάζοντα εἰς τὸ πανηγυρικόν· ἔτι δὲ καὶ εἰς τὰ γυμνάζοντα εἰς προοίμιον ἢ διήγησιν ἢ ἀγῶνας ἢ ἐπιλόγους. ὁ μὲν γὰρ μῦθος καὶ ἡ χρεία καὶ ἡ γνώμη καὶ ἡ θέσις εἰς τὸ συμβουλευτικὸν προγυμνάζουσιν, ἡ δὲ ἀνασκευὴ καὶ κατασκευὴ καὶ ὁ κοινὸς τόπος εἰς τὸ δικανικόν, τὸ δὲ ἐγκώμιον καὶ ὁ ψόγος καὶ ἡ σύγκρισις εἰς τὸ πανηγυρικόν. πάλιν ὁ μὲν μῦθος προγυμνάζει ἡμᾶς εἰς προοίμιον, τὸ δὲ διήγημα εἰς διήγησιν, ἡ δὲ ἀνασκευὴ καὶ ἡ κατασκευὴ εἰς τοὺς ἀγῶνας, ὁ δὲ κοινὸς τόπος εἰς τὸν ἐπίλογον. Διδασκαλικοὶ δὲ τρόποι εἰσὶ τέσσαρες, διαιρετικός, ὁριστικός, ἀποδεικτικὸς καὶ ἀναλυτικός. χρῆται δὲ κυρίως τοῖς δυσὶν ὁ Ἀφθόνιος, τῷ μὲν διαιρετικῷ, ἡνίκα διαιρεῖ τῶν προγυμνασμάτων ἕκαστον λέγων «τοῦ μύθου τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ μικτόν», καὶ «τοῦ διηγήματος τὸ μὲν δραματικόν, τὸ δὲ ἱστορικόν, τὸ δὲ μικτόν» καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως· τῷ δὲ ὁριστικῷ πάλιν χρῆται, ἡνίκα ὁρίζεται τὰ προγυμνάσματα, οἷον «μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν» καὶ «διήγημά ἐστιν ἔκθεσις πράγματος γεγονότος ἢ ὡς γεγονότος» καὶ ἐπὶ τῶν ἄλλων προγυμνασμάτων ὁμοίως· Ἀναφέρεται δὲ καὶ τοῦτο τὸ βιβλίον ὑπὸ τὸ λογικὸν ὄργανον τῆς φιλοσοφίας, ὡς μεθόδους λογικὰς καὶ κανόνας διδάσκον.
14.170 Διαίρεσις τῆς ῥητορικῆς καὶ τῶν εἰδῶν αὐτῆς· [Start of a diagram][Start of a diagram section] ἡ ῥητορική [End of a diagram section] [Logical Relationship in a Diagram start mark] συμβουλευτικόν [Logical Relationship in a Diagram end mark] [Third Level in a Diagram start mark] προτροπήν [Third Level in a Diagram end mark] [Third Level in a Diagram start mark] ἀποτροπήν [Third Level in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] δικανικόν [Logical Relationship in a Diagram end mark] [Third Level in a Diagram start mark] κατηγορίαν [Third Level in a Diagram end mark] [Third Level in a Diagram start mark] ἀπολογίαν [Third Level in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] πανηγυρικόν [Logical Relationship in a Diagram end mark] [Third Level in a Diagram start mark] ἐγκώμιον [Third Level in a Diagram end mark] [Third Level in a Diagram start mark] ψόγον [Third Level in a Diagram end mark][End of a diagram] Τῆς ψυχῆς μέρη τρία, λογικόν, θυμικόν, ἐπιθυμητικόν· καὶ τῆς ῥητορικῆς εἴδη τρία, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν. ἀναλογεῖ οὖν τὸ μὲν συμβουλευτικὸν τῷ λογικῷ· ὡς γὰρ ὁ λόγος ἐστὶν ἐν ἡμῖν διὰ τὸ κυβερνᾶν ἡμᾶς ἐπὶ τὰ χρηστά, οὕτω καὶ τὸ συμβουλευτικὸν ἀπὸ μὲν τῶν ἀχρήστων ἀποτρέπει, προτρέπει δὲ ἐπὶ τὰ χρηστά. τὸ δὲ δικανικὸν ἀναλογεῖ τῷ θυμικῷ· θυμὸς γάρ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως· καὶ διὰ τοῦ δικανικοῦ πάλιν ἀμυνόμεθα καὶ ἀντιλυποῦμεν τοὺς προλυπήσαντας ἡμᾶς καὶ προαδικήσαντας. τὸ δὲ πανηγυρικὸν ἀναλογεῖ τῷ ἐπιθυμητικῷ· ὡς γὰρ ἡ ἐπιθυμία τέλος ἔχει τὸ καλόν, οὕτω καὶ τοῦ πανηγυρικοῦ τέλος ἐστὶ τὸ καλόν. ἵνα δὲ τὰ λεχθέντα εὐσύνοπτα ᾖ, ὑποκείσθω καὶ ἡ διαίρεσις· [Start of a diagram][Start of a diagram section] ἡ ψυχή [End of a diagram section] [Logical Relationship in a Diagram start mark] λογικόν [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] θυμικόν [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ἐπιθυμητικόν [Logical Relationship in a Diagram end mark] [Start of a diagram section] ἡ ῥητορική [End of a diagram section] [Logical Relationship in a Diagram start mark] συμβουλευτικόν [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] δικανικόν [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] πανηγυρικόν [Logical Relationship in a Diagram end mark][End of a diagram]