ΥΠΕΡ ΤΩΝ ΓΕΩΡΓΩΝ ΠΕΡΙ ΤΩΝ ΑΓΓΑΡΕΙΩΝ.
Εἰ καὶ περὶ μικρῶν δόξω τισίν, ὦ βασιλεῦ, ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ σοί γε οὐ περὶ μικρῶν οἶμαι δόξειν λέγειν διὰ τὸ πᾶν ὅτιπερ ἂν ᾖ δίκαιον μέγα κεκρίσθαι παρὰ σοί. συμβαίνει δὲ ταῦτα ὑπὲρ ὧν ἀκούσῃ σήμερον, ὃ εἰκότως σε καὶ μόνον ἔπειθεν ἄν πως. οὗ μείζω μοι τὴν ἐλπίδα ποιεῖ τὸ ταὐτὸ καὶ λυσιτελεῖν. ὅτι δὲ ἀληθῆ λέγω, παρʼ αὐτῶν ὑπάρξει σοι τῶν πραττομένων, ὦ φιλανθρωπότατε βασιλεῦ, μαθεῖν.
Πολλὰ ποιεῖ χοῦν ἐν ταῖς πόλεσιν, ὦ θεία κεφαλή, πίπτουσαι οἰκίαι σαθραί, αἱ δὲ τεκτόνων τέχνῃ λυόμεναι, θεμέλιοι νέαις τιθέμενοι, περὶ οἰκοδομήματα δημόσια τὰ αὐτὰ ταῦτα γιγνόμενα. τοῦτον δὴ τὸν ἀπὸ τούτων χοῦν δεῖ μὲν ἔξω φέρεσθαι τειχῶν, ὅπως ἐφʼ ὅτουπερ ἔκειτο τοῦτο δέξαιτό τι ἴδιον ἢ δημόσιον. καὶ τὸ μὲν δίκαιον ἦν ἀφʼ ἧς οἰκοδομεῖται τὰ δημόσια δαπάνης, ἀπὸ ταύτης καὶ τοῦτο πράττεσθαι τὸ μέρος. εἰ γὰρ τὰ ξύλα καὶ τοὺς λίθους καὶ κεραμίδας καὶ ἐργάτας καὶ τέκτονας καὶ πάντα ἁπλῶς διʼ ὧν ἄν τις ἢ κατασκευάσαιτό τι τῶν οὐκ ὄντων ἢ ἐπισκευάσειε τῶν καμόντων, εἰ τούτων καὶ τῶν τοιούτων δίκαιον μὴ φεύγειν τὴν δαπάνην τὴν πόλιν, ταὐτὸ κρατείτω δίκαιον καὶ περὶ τὸν χοῦν. εἰ δὲ καλῶς τὰ νῦν γιγνόμενα γίγνεται περὶ τὸν χοῦν, τί μὴ διὰ πάντων τοῦτο ἔρχεται τῶν ποιούντων δημόσιον οἰκοδόμημα; εἰ μὲν γὰρ ὠμὸν τοῦτο, κἀκεῖνο· εἰ δʼ οὐ δεινόν, οὐδʼ ἐκεῖνο. ἀλλὰ δεινόν τε, ὦ βασιλεῦ, καὶ ἄδικον καὶ κακὸν καὶ λόγου παντὸς ἐπιεικοῦς ἐστερημένον. τί λέγεις; ἔθηκα τιμὴν ὀρέων ἢ ὄνων ἢ καμήλων, ἐμισθωσάμην τοὺς ἐπιμελησομένους τούτων ἑκάστου, καὶ γέγονεν ἐντεῦθεν ἐμοί τε καὶ γυναικὶ καὶ παισὶν ἡ τροφή. σὺ δʼ ἅπτῃ καὶ ἕλκεις καὶ τὸ ἐμὸν σὸν ποιεῖς, καὶ δεῖ τὸ μὲν ἐργάζεσθαι σοί, βλέποντα δὲ ἐμὲ σιωπᾶν. ὅρα, ὦ βασιλεῦ, μὴ οὐ σφόδρα βασιλείας τοῦτο ᾖ ἐπὶ τὸ κτηθὲν ἐμοὶ τὸν ἄρχοντα βαδίζειν. εἰ μὲν γὰρ ψῆφος ἀφαιρεῖταί με τὴν οὐσίαν καὶ τοῦτʼ ἔστιν ἀδικημάτων δίκη, πάντα ἔστω τἀμὰ τῆς πόλεως· εἰ δʼ οὐδὲν τούτων ἔγνωσται, πῶς ἃ παρὰ τῶν νόμων ἔχω, ταῦτά με οὐκ ἐᾷς ἔχειν;
Ἔστι τῇ πόλει χωρία παρὰ παλαιῶν ἀνδρῶν ἐν διαθήκαις δεδομένα τῇ πόλει. ταῦτα γεωργεῖται τῇ πόλει καὶ τούτων ἐστὶν ἡ πρόσοδος τῆς κεκτημένης. ἐν τούτοις τοῖς χωρίοις ἔστι ταῦτα ἃ νῦν ἔφην, ὀρεῖς, ὄνοι, κάμηλοι. τί ταῦτα ὑπερβαίνοντες οἱ τὴν ἀρχὴν ἔχοντες ἐπὶ τοὺς ἄλλους χωροῦσι καὶ ποιοῦντες ἀτελὲς πᾶν ἐκείνοις ὧν ἐστιν ὁ πόνος, τούτων ποιοῦσι τὸ ἔργον οἷς ἄδικον ἐνοχλεῖν; εἰ γὰρ ἐκείνοις ἔξω τοῦτο τῶν τεταγμένων, καὶ ἡμῖν. οὔκουν ἔχοι τις ἂν δεῖξαι νόμον οὔτε σὸν οὔτε ἄλλου βασιλέως οὐδενός, καθʼ ὃν καὶ τοῦτʼ ἔστιν ἐν λειτουργίαις. οὐδέ γε ἐν τοῖς καθʼ ἕκαστον ἔτος γράμμασιν ἐν οἷς ἃ δεῖ φέρειν ἔστιν, οὐδαμοῦ προσγέγραπται· τοῖς δὲ ἄρχουσι καὶ τοῦτο περὶ ὅτουπερ ὁ νῦν λόγος ἐξέστω ποιεῖν καὶ τοὺς ὄνους τοὺς οὐ τῆς πόλεως ποιεῖν τῆς πόλεως. καίτοι καὶ εἰ νόμῳ τοῦτο διώριστο, κατὰ μὲν τὴν ἐντεῦθεν ἀνάγκην ἐγίγνετʼ ἄν, οὐ μὴν ἄνευ γε τοῦ χαλεπῶς φέρειν, ἦν δʼ ἂν ἴσως τι καὶ παραμυθίας ἐξ αὐτοῦ τοῦ κεῖσθαι νόμον. νῦν δὲ νόμος μὲν οὐδαμοῦ, τοῦτο δὲ πολὺ τὸ ἔργον. τοῦτο δὲ ὅταν εἴπω, τὸ ἀδίκημα λέγω. ἡδέως δʼ ἂν αὐτοὺς ἐροίμην, διὰ τί μὴ καὶ οἰκέτας καὶ θεραπαίνας καὶ στρώματα καὶ σκεύη καὶ ἁμάξας ἄγουσιν ἐκ τῶν οἰκιῶν ἐπὶ τὴν τῆς πόλεως χρείαν. εἰ γὰρ ὅτι οὐκ ἔξεστι φήσουσιν, οὐδὲ ταῦτα ἔξεστι. πῶς οὖν τὸ μὴ ἐξεῖναι τιμῶντες οἷς τούτων ἀπέχονται, τὸ αὐτὸ τοῦτο διʼ ὧν ποιοῦσιν ὑβρίζουσι; καὶ μὴν ὑπὲρ πολλῶν αὐτοὺς οἶδα διὰ γραμμάτων ὑμᾶς ἐρομένους, εἰ ποιητέον, ὡς οὐκ ὂν θέμις ποιεῖν ὃ μὴ τῆς τοιαύτης ἐξουσίας ἔτυχε. πῶς οὖν οὐ καὶ περὶ τούτων ἤροντο καὶ τὰ παρʼ ὑμῶν ἀναμείναντες οὕτως ἢ ἔδρων ἢ οὔ; νῦν δʼ αὐτῷ τῷ φυγεῖν τὸ ἐρωτῆσαι τὸ μὴ τῶν δικαίων εἶναι τοὖργον δεδηλώκασιν.
Ἔτι τοίνυν, εἰ μὲν τῶν ὑφʼ ὑμῶν τοῦτο ἦν ἐγνωσμένων, κοινὸν ἂν ἦν τοῦτο τῶν ὑφʼ ὑμῖν πόλεων, ὥσπερ αὖ καὶ τὰ ἄλλα. νῦν δʼ ἀπιστία τοὺς ἄλλοθεν ὡς ἡμᾶς ἐρχομένους ἔχει πρᾶγμα τοιοῦτο καὶ ἀκούοντας καὶ ὁρῶντας. ἔρχονται γὰρ ἐκ πόλεων ἐν αἷς τοῦτο οὐκ ἔστι, καὶ οὐχ ἡγοῦνται τὰς αὑτῶν ὃ χρῆν ἔχειν οὐκ ἔχειν, ἀλλʼ εἶναι παρʼ ἡμῖν ὃ μὴ εἶναι βέλτιον.
Ἴδοις δʼ ἄν, ὦ βασιλεῦ, καὶ αὐτοὺς τοὺς ἄρχοντας οἷς οὐ ποιοῦσιν ὧν δρῶσι κατηγοροῦντας. οὗτοι γὰρ τῶν μὲν ἐν δυνάμει γεγενημένων καὶ στρατοπέδων ἡγησαμένων αἰδοῦνται τούς τε ὄνους καὶ τἄλλα, καὶ παρέρχονται τὸν χοῦν οἱ ταῦτα ἐλαύνοντες ἀνεσπασμέναις ταῖς ὀφρύσι καὶ ὀρθοῖς τοῖς αὐχέσι, κἄν τις λάβηταί τινος παριόντος, παρανενόμηκε. τῶν ἄλλων δὲ οἱ μὲν μετὰ πόνου τὰ σφῶν αὐτῶν ῥύονται, οἳ δʼ ἂν ἀντιβλέψαι τολμήσωσι, τυπτόμενοι μανθάνουσιν, ὅτι κρεῖττον ἦν σιωπῇ πάσχειν κακῶς. τοῦ τοίνυν μὴ δικαίως τούσδε πιέζεσθαι τὸ μὴ καὶ πάντας τὰ τοιαῦτα πονεῖν σημεῖον. εἰ γὰρ οὐδεὶς ὑπʼ ἐκείνων οὐ πονούντων παραβαίνεται νόμος, οὐδʼ οἵδε νόμῳ πρὸς τοῦτʼ ἄγονται.
Ἐρεῖ τοίνυν τις, ὡς εἰ καὶ μὴ γεγραμμένον τοῦτʼ ἔστιν, ἀλλʼ εἰς ἔθος ἥκει. ἔθη δὲ εἰ μὲν ἀκίνητα πάντα ἔμεινεν, εἰκός τι καὶ οἵδε πεπόνθασι δεδουλευκότες τοῖς ἔθεσιν· εἰ δὲ λέλυται πολλὰ διὰ παντὸς τοῦ χρόνου τοῖς κρείττοσιν εἰξάντων τῶν χειρόνων, μὴ τὸ περὶ τῆς τοῦ πράγματος φύσεως διαλέγεσθαι φεύγοντες ἐπὶ τὸ πεπρᾶχθαι πολλάκις καταφευγόντων. ἄχθεσθαι γὰρ ἄξιον, ὅτι γέγονε πολλάκις, ἀλλʼ οὐκ ἐπὶ τῶν αὐτῶν διὰ τοῦτο μένειν. ἦσάν τινες οἳ πονηρὰν ἑορτὴν εἰσήγαγον εἰς τὴν Δάφνην. ἦν δὲ τὸ πάντα τρόπον ἀσχημονεῖν ἑορτὴν ποιεῖν. τοῦτό τις κατιδὼν βασιλεὺς ἐπιεικὴς καὶ σώφρων αἰσχυνθεὶς μὲν τοῖς πραττομένοις, ἀλγήσας δʼ ὑπὲρ τοῦ χωρίου παύει τὴν ἐπὶ τοιούτοις σύνοδον καὶ παύσας εὐδοκιμεῖ. καὶ οὐδεὶς πρὸς αὐτὸν τὰ τῆς ἑορτῆς ἔλεγεν ἔτη οὐδʼ ὡς τὰ κεκρατηκότα δεῖ κρατεῖν διὰ τέλους. ἀλλʼ ἐξεβέβλητο τοῦτο τῆς Δάφνης τὸ νόσημα χρόνον πολύν, ἕως αὐτὸ πάλιν ἄνδρες ἀξίως τοιούτων ἑορτῶν βεβιωκότες εἰσήγαγον. αἱ κατὰ τῶν βουλευόντων πληγαὶ διὰ κακίαν ἀρχόντων εἰς ἔθος ἧκον. τοῦτʼ αὐτὸς ἀνῄρηκας νόμῳ, κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ τῶν μεγάλων καὶ τοῦτο ἔστιν. ἐπὶ τὰς διὰ τῶν θηρίων λειτουργίας ἀνάγκαις ἤγετό τις πρότερον. σὺ γνώμης τοῦτο ἐποίησας οὔτε κωλύων βουλομένους οὔτε ἕλκων ἄκοντας. καὶ οὔτε ἐνόμιζες ἀδικεῖν ἔθει μαχόμενος οὔτε ἠδίκεις. μηδὲ ἔστωσαν ἀνεψιῶν γάμοι γέγραφας ἐν ἐξουσίᾳ πολλῇ τοῦ πράγματος ὄντος. καὶ τῶν φαινομένων σοι δικαίων οὐκ ἦν ὁ τοῦ ἔργου χρόνος δυνατώτερος. πρὸς ταῦτα ἔδει βλέψαι τοὺς τῆσδε τῆς πόλεως ἄρχοντας καὶ μὴ μᾶλλον αἰδεσθῆναι τὸν τῶν ἀδικημάτων χρόνον ἢ τὸ δίκαιον εἶναι ταῦτα πεπαῦσθαι.
Καίτοι πόσους ἐποιησάμην, ὦ βασιλεῦ, περὶ τούτου λόγους πρὸς ἕκαστον. οὓς μέμφεσθαι μὲν ὡς οὐκ ὄντας δικαίους οὐκ εἶχον, ἄγειν δὲ εἰς ἔργον οὐκ ἐβούλοντο, οὐχ ἵνʼ ὁ σὸς οἶκός τι κερδάνειε, κέρδος μὲν γὰρ οὐδʼ εἴ τι χρυσίον ἐντεῦθεν ἐγίνετό σοι, ὅτου γὰρ οὐχ ἡγεῖται τὸ καλόν, τοῦτο ἅπαν ζημία, οὐ μὴν οὐδʼ αὐτὸ τοῦτο ἐντεῦθεν ἐγίγνετο, ἀλλʼ ὁ μὲν πόνος ἑτέρων, ὁ δὲ μισθὸς ὧν εἰπεῖν οὐ βούλομαι. ἀλλʼ ὅπερ ἔφην, πολλάκις μὲν ἐμεμφόμην τὸ τὰ τοιαῦτα περιορᾶν, ἤνυον δὲ οὐδέν. καὶ ἦν λοιπὸν σοί τε, ὦ βασιλεῦ, διαλέγεσθαι καὶ διὰ τῆς σῆς ψήφου βοηθεῖν τοῖς ἀδικουμένοις, πρὸς ὃν ἢ οὐδεὶς τολμήσει μεμνῆσθαι τοῦ ἔθους ἢ μάτην. ἐλαύνων γὰρ δὴ σὺ τοὺς πολεμίους καὶ νόμοις καινοῖς εὖ ποιεῖς τοὺς ἀρχομένους. ὧν ἕκαστος λύει τὸν πάλαι κείμενον εἰκότως ἀμείνων δήπου δεικνύμενος. εἰ δὲ γεγραμμένους λύεις λογισμοῦ πείθοντος, πῶς τοῦτο ἐν ἀγράφοις ὀκνήσεις τῆς αὐτῆς ἐνούσης αἰτίας; ὁρῶμεν δήπου καὶ τοὺς ἰατροὺς τοῦτο ἔργον ἔχοντας ἐκβάλλοντας τὰ τοῖς σώμασιν ἐνοικοῦντα κακὰ καὶ μᾶλλόν γε εὐδοκιμοῦντας τοὺς τοῦτο δυνηθέντας κατὰ τῶν πολὺν ἐν τοῖς σώμασι δυναστευσάντων χρόνον. καὶ νῦν ὅσῳπερ ἄν τις ἐτῶν μνημονεύσῃ πλειόνων, τοσούτῳ μείζων ἀπὸ τῆς θεραπείας ἡ δόξα.
Μάλιστα μὲν οὖν καὶ τὰ κοινὰ τῶν οἰκοδομημάτων σὺν τῷ δικαίῳ τὴν ἀρχὴν λαμβανέτω, τὸν κέραμον. εἰ δʼ οὖν δεῖ τι καὶ ἀδικεῖσθαι περὶ ταῦτα τοὺς ὄνους, περὶ ταῦτά γε ἀδικείσθωσαν μόνα. νῦν δέ, τίς ἄν, ὦ Γῆ καὶ Ἥλιε καὶ θεοὶ πάντες καὶ δαίμονες, ἐνέγκαι τὴν παρανομίαν; τοῖς ἰδιώταις, ὦ βασιλεῦ, ταῦτα καὶ δέδοται καὶ δίδοται. καὶ οἱ μὲν προσιόντες αἰτοῦσι πύλην ὀνομάζοντες, ὁ μὲν τήν, ὁ δὲ τήν, ὁ δὲ τὴν τρίτην, τῷ ῥήματι τούτῳ τὰ διʼ αὐτῶν ἐλαυνόμενα λαβεῖν ἀξιοῦντες, οἱ δʼ ὥσπερ ἁπάντων τούτων δεσπόται ταχέως ἐχαρίσαντο τὰ ὀλίγα γράμματα. ἐν δὲ τοῖς ὀλίγοις τούτοις πολλοὶ μὲν ὄνοι, πολλοὶ δὲ ὀρεῖς, πολλαὶ δὲ κάμηλοι. ὧν ἐπιλαμβάνονταί τε καὶ πρὸς τὸν χοῦν ἄγουσι παίοντες τοὺς ἐλαύνοντας οἰκέται τῶν λαμβανόντων τὴν χάριν πρὸς τοῖς ὑπηρέταις τῆς ἀρχῆς. εἰ δʼ οὐδὲ στρατηγοῖς οἰκοδομουμένοις ταῦτα δοτέον, πῶς οἷς φροντίδες ὑπὲρ ὧν αὐτοὶ κέκτηνται μόνων, ἄλλου δὲ οὐδενός; ὦ κάκιστε ἀνδρῶν, ἐπριάμην μὲν ἐγὼ καὶ τρέφω καὶ ἰατρὸν ἐπὶ τὰ χωλεύοντα καλῶ καὶ μισθὸν τούτου τελῶ, βαδιεῖται δὲ καὶ χρήσεται τοῖς ποσὶν οὐχ ὑπὲρ ἐμοῦ μᾶλλον ἢ σοῦ; τί τούτου παρανομώτερον; τί δεινότερον; τί δʼ ἄλλο τὸ τῶν τυράννων ἢ τοῦτο ἔστιν, ἀφελέσθαι τοῦτον, ἐκείνῳ δοῦναι, τὸν μὲν ἀδικῆσαι, τῷ δὲ διʼ αὐτοῦ τούτου χαρίσασθαι καὶ τὴν ἑτέρου βλάβην ἄλλου ποιῆσαι κέρδος. καὶ νῦν εἰ βουληθείην τὰ τῶν τοῦτο λαβόντων ὀνόματα πάντα διελθεῖν, πολύ τε τοῦτο ἔσται καὶ ἀποκναίσει.
Κωλύσεις οὖν, ἐροῦσι, τὸν ἄρχοντα διδόναι χάριν; πάνυ γε, τὴν ἄδικον. ὡς δὲ οὐκ ἔνι τὸ δίκαιον ἐν ταύτῃ, παντί που δῆλον καὶ αὐτοῖς τοῖς τε διδοῦσι τοῖς τε λαμβάνουσιν. ἢ πόθεν ἐφοβοῦντο καὶ οὗτοι κἀκεῖνοι πρὸς τὰς ἀπειλὰς ἃς ἐποιούμην, ὅτι ταῦτα οὐκ ἀγνοήσεις, ἀλλʼ ἔσται τις ὁ μηνύσων; ἀλλʼ ὅμως ἐρεῖ τις, ὅτι δεῖ τι τοῖς ἄρχουσιν ἐξεῖναι. ἐγὼ δὲ ἐρῶ ταὐτὸ πάλιν, ὅτι τὸ δίκαιόν σφισι μόνον ποιεῖ τὴν ἐξουσίαν, ἃ δέ ἐστιν ἔξω τούτου, κεκώλυται. καὶ τοῦτο τοίνυν, οὐ γὰρ ἐν τοῖς δικαίοις ἐστί, κεκωλυμένον ἐστίν. οἱ δὲ ὥσπερ ἀντὶ τῶν νόμων αὐτοὶ γεγενημένοι καὶ τὰς ἀκροπόλεις σὺν δορυφόροις κατειληφότες καὶ τῆς Ῥωμαίων πολιτείας κεκινημένης οὕτω μέμνηνται τῆς ἐξουσίας καὶ ταῦτα εἰδότες, ὡς οὐδὲ σοὶ πάντα ἔξεστιν, ὦ βασιλεῦ. αὐτὸ γὰρ τοῦτʼ ἔστι βασιλεία τὸ μὴ πάντα τοῖς ἐπʼ αὐτῆς ἐξεῖναι. εἰ δὲ τοῦτο εἰς ἐξουσίαν ἀνοίσομεν, οὐδʼ εἰ μάχοιντο τοῖς νόμοις αἱ γνώσεις, αἰτιασόμεθα οὐδὲ ἐγκαλέσομεν οὐδʼ εἰ τοὺς ὑστέρους τῷ σχήματι πρὸ τῶν προτέρων ἄγοιεν. τὸ γὰρ δὴ ἄρχειν ἀκουσόμεθα πανταχοῦ.
Φίλοις οὖσιν ἔδει τι παρὰ τοῦ φιλοῦντος εἶναι. καλῶς. ἔστιν ἄργυρός σοι καὶ ἐσθὴς καὶ χρυσίον καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ γῆ. τούτων εἴ τι βούλει, δὸς καὶ εἰ βούλει γε, πάντα. τὸ γὰρ δὴ κωλύον οὐκ ἔσται. τῶν ἐμῶν δὲ ἕτερον μὴ ποίει δεσπότην. ἀλλʼ ὅταν τις ἐλθὼν ἢ παρακαθήμενος ἢ καὶ παρεστὼς μνημονεύῃ τῆς τοιαύτης χάριτος καὶ χοῦ καὶ ὄνων, λέγειν πρὸς αὐτόν, ὅτι, ὦ ἄριστε, ἐγώ σε πάνυ μὲν φιλῶ καὶ βουλοίμην ἄν σοι πολλήν τε καὶ καλὴν γενέσθαι τὴν οἰκίαν, ἃ δὲ οὐ καλὸν δοῦναι, μὴ δοῦναι καλόν. οὔπω μέν τις τῶν τοῦτο πεπονθότων ἐπὶ τὰς τῶν κρατούντων εἰκόνας κατέφυγε, δεῖσαι δὲ ἄξιον μὴ γένηται. τί οὖν χρή σε ποιεῖν; σοὶ μὲν ἔστι χρυσίον, ὄνους δὲ ὁρῶμεν πωλουμένους καὶ πρίασθαι ῥᾴδιον. οὕτω σοι βέλτιον οἰκοδομεῖσθαι. τὸ δὲ σὺν ἀραῖς, τοῦτο δὴ τὸ νῦν, παραινῶ σοι φυγεῖν. οὕτως ἂν ἦσαν ἄρχοντες ὡς ἀληθῶς, τοὺς μὲν οὐκ ἐπιτρίβοντες, τοὺς δὲ νουθετοῦντες καὶ τοὺς μὲν τοῦ κακῶς πάσχειν, τοὺς δὲ τοῦ ποιεῖν ῥυόμενοι. κέρδος δὲ δήπου καὶ τοῦτο τὸ κωλυθῆναι ποιῆσαι κακῶς.
Ὡς δʼ οὐκ ἐν ἐξουσίᾳ τοῖς ἄρχουσι τὰ τοιαῦτα διδόναι, δῆλον ἐξ ὧν ἤδη τις ὃς παρὰ βασιλέως τοῦτο εὕρηται γεγένηται. τί γὰρ ἐνοχλεῖν ἔδει τῷ βασιλεῖ δοθέντος ἂν δικαίως καὶ παρὰ τοῦ δικάζειν τεταγμένου; ἀλλʼ, οἶμαι, ληψόμενος μὲν καὶ παρʼ ἐκείνων ᾔδει τὴν χάριν, οὐ μὴν μετά γε τῆς τοῦ δικαίου μερίδος. τοῦτο δὴ δεδιὼς καὶ θαρρεῖν οὐκ ἔχων, ὡς οὐκ ἔσονταί ποτε τῶν τοιούτων εὐθύναι, βασιλέως ἧκε κομίζων ἐπιστολήν. ἣν ἐπαινεῖν μὲν οὐκ ἔχω, φημὶ δὲ πίστιν εἶναι τοῦ μὴ τοῖς ἄρχουσι τούτοις τὰ τοιαῦτα ἐξεῖναι.
Καὶ τί δεινόν, φησίν, ἐξιόντα τὸν ὄνον φορτίον ἕτερον οὐκ ἔχοντα τοῦτο φέροντα ἐξιέναι; τοῦτʼ αὐτό, φαίην ἄν, τὸ ἐξὸν μὴ φέρειν φορτίον ἀναγκάζεσθαι φέρειν. ὥσπερ γὰρ ἀνθρώπῳ τοῦ μὴ φέρειν τὸ φέρειν βαρύτερον, οὕτως, οἶμαι, καὶ ὄνῳ. καὶ διὰ τοῦτʼ αὐτοῖς τῆς ἐξ ἀγρῶν εἰς ἄστυ πορείας ἡ ἐξ ἄστεος ἐκεῖσε κουφοτέρα, ὅτι ἐν ἐκείνῃ μὲν φορτία, ἐν ταύτῃ δὲ τοῦτʼ οὐκ ἔστιν, ἀλλʼ ἐλευθερία βάρους. ὁ δὲ γεωργὸς ἐφιζάνων τε οὐχ οὕτω λυπηρὸς καὶ φειδοῖ πολλάκις ἀκολουθεῖ. ἀλλʼ οἱ κυρίους αὑτοὺς οὗτοι ποιοῦντες ὧν ἐκ τῶν νόμων οὔκ εἰσιν, ἀποστεροῦσι τοὺς ταλαιπώρους τούτους ὄνους ταυτησὶ τῆς παραμυθίας τὰ νῶτα αὐτῶν ὑποτιθέντες τοῖς ὑψηλοῖς τούτοις χώμασιν. ἐφʼ ἃ δεῖ χωρεῖν τοὺς γεωργούς, ὠθοῦντας ἐνίους τὸν ὄνον. καὶ πολλάκις ἧς δεῖται μὲν ἐπὶ τὸν ἀγρὸν πύλης, αὕτη πλησίον, δεῖ δὲ ἐκ μέσης τῆς πόλεως ἢ τέρματός γε ἑτέρου λαβόντα τοῦ χοῦ τὴν αὐτὴν ἐλθόντα πάλιν ὁδὸν οὕτως ἅψασθαι τῆς πύλης. καὶ τὸ ἔτι δεινότερον, τῶν ἀδικουμένων αὐτῶν ἀγὼν ὑπὲρ τοῦ φορτίου σπεύδοντος ἑκάστου πρὸ ἄλλου τυχεῖν τοῦ φορτίου. καὶ τοῦτο, ὦ Ζεῦ καὶ θεοί, πωλεῖται τὸ κακόν. καὶ ὁ μὲν οὗ τυρὸν ἔμελλεν ἕξειν ἀργυρίου, τοῦτο δοὺς ἀπῆλθεν, ὁ δʼ οὐ δυνηθεὶς ἕστηκε κλάων, ἐλεεῖ δὲ οὐδείς. καίτοι τί τούτων ἐλεεινότερον οἷς ἐκ τῆς ἀπορίας ἡ βραδυτής; ὧν οἱ μὲν τοῦ χοῦ μετέλαβον δείλης, οἱ δʼ ἡλίου μέλλοντος δύσεσθαι, οἱ δὲ δεδυκότος, οὓς εἶναι χρῆν οἴκοι πρὶν ἥκειν μεσημβρίαν. νυκτὸς τοίνυν ἐν ὁδῷ καταλαβούσης τοὺς ταῦτα πεπονθότας τί τούτοις ἢ πόθεν ᾖ συμφορᾶς ἴαμα μήτʼ εἰς πανδοκεῖον αὐτοὺς εἰσάγοντος μηδενὸς βαλλαντίου, πῶς γὰρ τοῦ γε οὐκ ὄντος; τήν τε ἐν νυκτὶ πορείαν σφαλερὰν τῶν κακούργων ποιούντων τροφῆς τε οὐδαμόθεν φαινομένης οὔτʼ αὐτοῖς οὔτε τοῖς ὄνοις. καὶ νόσους τοίνυν καὶ θανάτους εἰκὸς ἐκ τοῦ τοιούτου γεγενῆσθαι πολλάκις, εἰ δὲ καὶ μὴ ταῦτα, λύπην γε καὶ δάκρυα τούτων τε αὐτῶν καὶ τῶν τούτοις οἰκείων ἐν τῷ μὴ ἔχειν ἀλλήλους ὀδυρομένων. καίτοι ταῦτα δεινὰ μέν, εἰ καὶ παρὰ τῶν πολεμίων γίγνοιτο, δεινότερα δέ, ὅταν ὑπὸ τῶν ἐπὶ σωτηρίᾳ τε καὶ βοηθείᾳ παρʼ ὑμῶν πεμπομένων. καὶ πληγαὶ δέ, ὦ βασιλεῦ, γίγνονται παρὰ τῶν τούτοις ἐφεστηκότων στρατιωτῶν. καὶ ἡ μὲν πρόφασις· οὐκ ὀξέως ἅπαντα ποιεῖς, ἀλλʼ ὕπτιος εἶ καὶ βραδύς, τὸ δʼ ἀληθές· οὐκ ἔστιν ἀργύριόν σοι οὐδὲ ἔνι μοί τι παρὰ σοῦ λαβεῖν. δίδου τοίνυν ἀτυχίας δίκην. καὶ οἷς μὲν ἔστιν, ὦ βασιλεῦ, σακκία σῖτον ἢ κριθὰς ἤ τι τοιοῦτον ἀγρόθεν ἐνηνοχόσιν, ἧττον τὸ κακόν· νῦν δὲ καὶ τοῖς χιλὸν κεκομικόσιν ἴση τοῦ ταῦτα ὑπηρετεῖν ἀνάγκη, σακκίων δὲ οὐκ ὄντων τὸ τοῦ γεωργοῦντος ἱμάτιον ἀντʼ ἐκείνου γίγνεται χεῖρον αὐτῷ τούτῳ καθιστάμενον, τό τε σαπρὸν τό τε οὐ σαπρόν. καίτοι πῶς ἂν ταύτην ἐνέγκαι γεωργὸς τὴν ζημίαν, ᾧ μὴ ἔστιν ἕτερον αἰτῆσαι παρὰ τῆς γυναικός, ᾧ τὰ παιδία γυμνά; ἐκ μὲν οὖν τοῦ τοῦτον τὸν τρόπον ἐκφορεῖσθαί τι τοῦ χοῦ γηράσκει μὲν τῷ ἀνθρώπῳ θᾶττον ἢ δεῖ θοιμάτιον, μένει δὲ ὅμως αὐτῷ. αἱ δὲ τῶν πυλωρῶν ἁρπαγαί, μικρὸν εἰπεῖν χαλινοὺς ὄνων καὶ ἱμάντας ἑτέρους καὶ σχοινία καὶ ἄρτους κεκρυμμένους ἰχνευομένους, ἀλλʼ εἰ μὴ καὶ τὸν χιτῶνα αὐτὸν προσαφέλοιτο, φιλανθρωπότερος ἀξιοῖ νομίζεσθαι. περὶ μὲν γὰρ τὸν εἰσιόντα ταῦτα ποιοῦσιν, ὡς, εἰ φέρων ὀφθείη χοῦν, ἀποδώσοντες, ἀναστρέφοντος δὲ οἱ μὲν ἑαυτοὺς ἠφάνισαν, ὁ δʼ οἰμώξας καὶ πλήξας τῇ χειρὶ τὸ μέτωπον ἀπῆλθε. καὶ ἔστι τοῖς ἀθλίοις ἐν εἰρήνῃ πόλεμος χρῄζουσι μὲν τῆς πόλεως, ἀκούουσι δὲ παρὰ τῶν ἔργων, ὅτι χρὴ φεύγειν τὴν πόλιν.
Τοῦτο δὲ τὸ χαλεπόν, ὦ βασιλεῦ, γίγνεται χαλεπώτερον προσθήκην ὑπὸ τοῦ καιροῦ λαβὸν ἐπὶ τὸν χειμῶνα παρὰ τῶν ἀρχόντων ἐκταθέν. ὃς ἵστη πρότερον ἐπελθὼν τοῦτο τὸ ἀδίκημα. ἀλλὰ νῦν ψῦχος μὲν καὶ πηλὸς καὶ ὄμβρος, πολὺ τούτων ἕκαστον, ἀναπνοὴ δὲ οὐδαμόθεν. οὐδὲ ἔστι σπονδῶν τυχεῖν, ἀλλὰ λέγεται μὲν ὑπὸ τῶν ὁρώντων τοὺς πόνους, ὅτι ταῦτα οὐ κατὰ τὴν πολιτείαν, ἐκφέρεται δὲ ὅμως ὁ χοῦς, μᾶλλον δὲ ὁ πηλός, ἔστι δʼ οὗ καὶ βόρβορος. ὑφʼ ὧν ἀμφοτέρων ἄχρηστα τοῖς σιτηγοῦσι τὰ σακκία, κἂν ἐμβαλὼν εἰς οὕτω διακείμενα σῖτον ἄγῃς, διέφθειρας. τῆς δʼ ἐντεῦθεν βλάβης ἐπὶ τὸν ἄρτον ἐρχομένης εἰς τὴν τοῦ σίτου τιμὴν ὁ κομίσας ἐζημίωται. ταυτὶ δὲ τὰ πάθη καὶ τῇ πόλει τὴν περὶ τὴν τροφὴν συμφορὰν ἐπέτεινε, καὶ τέταρτον προσετέθη κακόν. καὶ νῦν ἀριθμοῦμεν τὰ τῶν μυῶν ἔθνη, τοὺς ὄφεις, τὰς ἀκρίδας, τὸν χοῦν. παιδεύονται γὰρ οἷς ζημιοῦνται φεύγειν, ὥσπερ τι βάραθρον, τήνδε τὴν πόλιν καὶ ζητεῖν οὗ ταῦτα οὐ πείσονται. ὥστε οἷς οὐ πᾶσα ἀνάγκη δεῦρʼ ἰέναι, βαδίζουσιν ἄλλοσε παραινοῦντες οἷς συντυγχάνοιεν ἀναστρέφειν.
Καὶ τῆς περὶ ταῦτα ἐνδείας αἰτιάσαιτο μὲν ἄν τις καὶ ἄλλο τι, μέμψαιτο δʼ ἂν εἰκότως καὶ τὰς τῶν ἀρχόντων χάριτας. παρʼ ὧν εἰ μὴ λάβοις δίκην, δόξεις οὐ σφόδρα κήδεσθαι τῶν πόλεων, εἰ ἃς ὅπλοις σώζεις, ἐκδίδως ἀρχόντων κακίᾳ. οἷς οὐκ ἂν μὲν ἦν λόγος οὐδʼ εἰ τοῖς πενεστέροις ταῦτα ἐχαρίζοντο, ἥττων δʼ ἂν ἦν ἡ κατηγορία τῆς τῶν τὴν χάριν λαμβανόντων ἐνδείας ἀφαιρούσης τι τοῦ μύσους; νῦν δὲ ἐκείνους μὲν οὐδʼ ἴσασιν, ἀλλʼ ἐκ τῶν ὄντων αὐτοῖς τῶν ὀλίγων ἐπανορθοῦσι τὰς οἰκίας, οἷς δὲ πάντα πολλὰ καὶ γέλως τὰ τοῦ Γύγου, τούτοις οὕτω συνοικοδομοῦσιν, οἷς μυρίαι μὲν κάμηλοι, πολλοὶ δὲ ὀρεῖς καὶ ζεύγη, πλῆθος δὲ ἵππων ταῖς τῶν ἱπποκόμων χερσὶ κοσμουμένων, οἳ δικαιότερον ἂν τοῖς δεσπόταις τὰ τοιαῦτα ὑπούργουν ἢ οἱ μικρὸν τῶν τεθνεώτων διαφέροντες ὄνοι. νῦν δʼ ἐκεῖνα μὲν ἐν τρυφῇ τε καὶ φάτναις καὶ ὕβρει καὶ θεραπείᾳ, οἷς δʼ ἀπὸ τῶν ὄνων ὁ βίος, τούτοις ὃ μόνον ἔστιν αὐτοῖς ἀπόλλυται. ἡμεῖς δὲ τοῖς αὐτοῖς ὀφθαλμοῖς ὁρῶντες τήν τε ἐν τούτοις ταλαιπωρίαν τήν τε ἐν ἐκείνοις ἀσέλγειαν σχετλιάζομεν καὶ λέγοντες ἃ τοὺς ἀλγοῦντας εἰκός, ληροῦμεν. ὁ γὰρ προσέξων οὐκ ἔστιν οὐδὲ ὁ πεισόμενος. ἀλλὰ παρὰ σοῦ, φιλανθρωπότατε βασιλεῦ, ταῦτα ἡμῖν γενέσθω καὶ φαίνου κηδόμενος μὴ τῶν πόλεων μόνον, ἀλλὰ καὶ τῶν ἀγρῶν, μᾶλλον δὲ τῶν ἀγρῶν ἢ τῶν πόλεων πλέον. ἐκεῖνοι γὰρ τούτων ὁ θεμέλιος. καὶ φαίη τις ἂν ἐπὶ τῶν ἀγρῶν ἑστηκέναι τὰς πόλεις κἀκείνους εἶναι κρηπῖδα ταύταις, παρʼ ὧν πυροί, κριθαί, βότρυες, οἶνος, ἔλαιον, τροφὴ μὲν ἀνθρώποις, τροφὴ δὲ τοῖς ἄλλοις ζώοις. εἰ δὲ μὴ βόες ἦσαν μηδʼ ἄροτρον μηδὲ σπέρματα μηδὲ φυτὰ μηδὲ ἀγέλαι βοσκημάτων, οὐδʼ ἂν ἐγένοντο τὴν ἀρχὴν πόλεις. καὶ γενόμεναι δὲ τῆς ἐκείνων ἐξήρτηνται τύχης, καὶ τὸ εὖ τε καὶ χεῖρον πράττειν αὐταῖς ἐκεῖθεν ἔστι. καὶ τὴν παροῦσαν ταύτην ἀκαιρίαν τὴν κοινὴν ὁ κείνων τόκος ἀδικηθεὶς ἔτεκε. καὶ νῦν ἐν εὐχαῖς αἱ πόλεις ἅπασαι μείζονές τε καὶ ἐλάττονες εὐμενῶν τὴν γῆν ἀπολαῦσαι τῶν Ὡρῶν. ἣν δεομένην τῶν ἐργασομένων ἴσμεν, οὓς ἅπαντας τοῦ Κελεοῦ μαθητὰς χρὴ νομίζειν εἶναι. ὅστις οὖν τοῖς ἐκείνων πολεμεῖ πράγμασιν, ἐν οἷς εἶναι συμβαίνει καὶ τοὺς ὄνους, οὗτος τῇ γῇ πολεμεῖ, ὅστις δὲ τῇ γῇ, οὗτος καὶ ταῖς πόλεσι καί, νὴ Δία γε, καὶ τοῖς πλέουσιν αὐτοῖς, ἐπεὶ κἀκείνοις δεῖ τῶν παρὰ ταύτης. καὶ γὰρ εἰ τὸ πλείω τὰ ὄντα ποιεῖν ἀπὸ τῆς θαλάττης αὐτοῖς, ἀλλʼ αὐτό γε τὸ δύνασθαι ζῆν ἀπὸ τῆς γῆς.
Καὶ σοὶ δὲ ὁ φόρος ἐκεῖθεν, ὦ βασιλεῦ. διαλέγῃ μὲν γὰρ περὶ αὐτοῦ ταῖς πόλεσιν ἐν τοῖς γράμμασι, ταῖς δὲ ἐκεῖθεν τὸ δοῦναι. ὅστις τε οὖν βοηθεῖ τοῖς γεωργοῖς, οὗτος τὰ σὰ συνέχει, καὶ ὅστις ἐπηρεάζει, περὶ τὰ σὰ κακὸς γίνεται. ταύτην τε οὖν τὴν ἐπήρειαν ἐπισχετέον σοι, βασιλεῦ, νόμῳ καὶ τιμωρίᾳ καὶ γράμμασι, καὶ τῇ περὶ ὧν νῦν ἀκούεις σπουδῇ παρακλητέον ἅπαντας εἰς τοὺς ὑπὲρ τῶν γεωργῶν λόγους. οἶμαι δέ σοι προσήκειν μὴ νομίζειν ἱκανόν, εἰ μηδὲν ἔτι τοιοῦτον ἔσται, ἀλλὰ καὶ δίκην ἐθελῆσαι λαβεῖν. δίκη δὲ πρέπουσα τοὺς μὲν ἀρχιτέκτονας ὅσα τε χώματα καὶ ὅσων ἂν μετετέθη χρημάτων εἰπεῖν, ταυτὶ δὲ τὰ χρήματα γενέσθαι σοι μέρος τῆς ὑπὲρ τῶν ὅλων δαπάνης, τοὺς δὲ τιθέντας ἀμφοτέρους εἶναι, τούς τε δόντας τὴν χάριν τούς τε λαβόντας.