ΥΠΕΡ ΘΑΛΑΣΣΙΟΥ.
Ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων, ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ κεχρημένος. ὡς μὲν οὖν οὐκ ἴσον εἷς ἀνὴρ ἐν τῷ συνεῖναι νέοις εἰς γῆρας ἥκων καὶ συνέδριον ἀγανακτοῦν εἰ μὴ δόξει βέλτιον εἶναι τοῦ παραδείγματος, αὐτός τε ἐπίσταμαι καὶ τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ· ἀλλʼ εἰ μὲν ἄλλος βασιλεὺς ἔμελλε τῶν τε λόγων ἀκούσεσθαι καὶ τὸ δίκαιον ἐξετάσειν, ἔδεισα ἂν μὴ τοῦ τῆς βουλῆς ὀνόματος ὁ τὰ δικαιότερα λέγων ἀπολειφθῶ καὶ τὸ πλέον γένηται τοῦ πλείονος· ἐπεὶ δὲ ὁ τὴν τῶν θεῶν εὔνοιαν κτησάμενος τῇ περὶ τὴν ἀλήθειαν τιμῇ καὶ τῷ τὰ μὲν ἄλλα ἀφαιρεῖν ἐν ταῖς δίκαις, εἰς ἓν δὲ τοῦτο μόνον ὁρᾶν, διαγνώσεται τήμερον, πολλὰς ἐλπίδας ἔχω τὸν αὐτὸν καὶ νῦν ἔσεσθαι τὸν δικαστὴν κἂν λάβῃ τὸ συνέδριον ἠδικηκός, οὐκ ὀκνήσειν αὐτὸ τοῦτο εἰπεῖν, ὡς ἠδίκηκε.
Μικρὸν δὲ ἄνωθεν, ἵνʼ εἰδῇς, ὡς εὐλόγως τε ἐγὼ φίλον τὸν Θαλάσσιον ἐποιησάμην τούτοις τε οὐδεμίαν ἐπιεικῆ πρόφασιν ἔχει τὸ πεπραγμένον.
Ἐμὲ λόγων ἔσχεν ἐξ ἀρχῆς ἔρως, ὦ βασιλεῦ, διατρίψας δὲ ἐν τῷ φοιτᾶν οὐκ ὀλίγον χρόνον ἀγόμενος ὑπʼ ἀνδρῶν εὐδοκίμων ἐπὶ τὸ τῶν ὄντων μοι μεταδιδόναι πείθομαι καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσας, ὡς καὶ τῶν πατρῴων ἐκπεσεῖν, δόξας τε ποιεῖν λόγους οὐ φαύλους εἰχόμην δεινῶς τοῦ πράγματος ἔχων φύλακα τῶν δεικνυμένων ἡμῖν Μάξιμον. τελευτήσαντος δὲ ἐκείνου καὶ τῶν λόγων ζητούντων τὸν ἀντʼ ἐκείνου δίδωσιν ἡ Τύχη τὸν ἠδικημένον ὑπὸ τοῦ συνεδρίου τουτονὶ Θαλάσσιον πολὺ βελτίω τοῖς ὅλοις ἐκείνου τοῦ προτέρου φροντίδι τε τῇ περὶ τὴν φυλακὴν φίλτρῳ τε τῷ περὶ τοὺς λόγους εὐνοίᾳ τε τῇ πρὸς ἐμὲ καὶ προσέτι γε σωφροσύνῃ καὶ γαστρὸς καὶ αἰδοίων. μισθὸς δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ δέ γε διὰ χρημάτων οὔτε δεῖται οὔτʼ ἐπιθυμεῖ γῆς τινος ἀποχρώσης αὐτῷ. πολλοὺς δέ γε πλούτου μέγεθος οὐδὲν ἵστησι, τῷ δὲ καὶ ἀνάλωμα γίνεται πολὺ περὶ τούσδε τοὺς λόγους πολλάκις ταὐτὰ κτωμένῳ. τὰ δὲ τοῦτο ποιοῦντα πολλά. ἀλλʼ, ὅπερ ἔφην, δῶρον ὤν μοι τῆς Τύχης Θαλάσσιος καὶ τὸν ἀπὸ τῆς Μαξίμου τελευτῆς λύσας φόβον τοὺς φθονοῦντας τοῖς τῶν πέλας ἀγαθοῖς ἐφʼ ἑαυτὸν ἐκίνει διὰ τὸ πειρᾶσθαι δυσκολιῶν ἀπαλλάττειν μοι τὸν βίον. καὶ παρακαλοῦντες ἀλλήλους ἐφλυάρουν καὶ πρὸς τοὺς εὐχερεστέρους τῶν ἀρχόντων ἔλεγον κακῶς δῆλοί τε ἦσαν, εἰ δυνηθεῖεν, καὶ ποιήσοντες, ἑκάτερον ἀδίκως. ἐνταῦθα δὴ παραινεῖ τις τῶν δοκούντων νοῦν ἔχειν ἕνα αὐτὸν γενέσθαι τοῦ συνεδρίου καὶ ταύτῃ τοὺς συκοφάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δʼ ὑπάρχειν τισὶ ῥᾳδίως ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ ταῦτα νόμῳ Θαλάσσιος, καθʼ ὃν γράμματα τῆς σῆς δεξιᾶς λαβὼν ταῦτʼ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρʼ ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος, ὦ Γῆ καὶ Ἥλιε, μετὰ τοῦ τὴν χεῖρα πρὸς τὸν οὐρανὸν αἴρειν ἐβόα, Θαλάσσιος τῆς ἡμετέρας βουλῆς;
Καὶ τί δεινόν, ὦ Ὀπτάτε; ἐλευθέρα μὲν αὐτῷ μήτηρ, ἐλεύθερος δὲ ὁ πατήρ, τροφὴ δὲ ἐν πλούτῳ μὲν οὔ, ἐν τάξει δέ. νῦν δὲ δὴ καὶ οὐσία τῶν θεῶν βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλʼ εὖ ποιῶν τοὺς δεομένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ πᾶσιν ἀφροδισίοις παῖδα μὲν ἔχειν ἐν ἐμοὶ νομίζει τῷ γέροντι, τῶν δʼ ἐν ταῖς ἄλλαις μίξεσιν ἡδονῶν ἥδιον τὸ μὴ τούτοις ἥδεσθαι. ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις χαιρόντων, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδʼ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπʼ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα. αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παιδευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστηρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ καὶ τοῖς διʼ ἃς ἦρξαν ἀρχὰς ἀξιοῦσι τιμᾶσθαι. καὶ οὐδεὶς οὕτω τῶν πατέρων τὸν ἄνδρα ἠγνόηκεν, ὡς μὴ τοὺς παῖδας τοὺς αὑτοῦ Θαλασσίου μᾶλλον ἢ τοῦ γεγεννηκότος εὔξασθαι γενέσθαι μαθητάς. ἀλλὰ μὴν ὅτι μὲν φιλόσοφος κέκληται, γνοίης ἂν ῥᾳδίως, ὦ βασιλεῦ, διὰ ποίων δὲ πραγμάτων κτήσαιτʼ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς.
Τοῦτον οὖν οὐκ εἰσιόντα ἑκόντα χρῆν ἀπελαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε διδόναι τι μᾶλλον αὐτὸν ἢ λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλʼ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δημοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὃς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν τὸν υἱόν. οἳ καὶ τὸν γεωργὸν τὸν περιτυχόντα τε καὶ ἀνελόμενον καὶ κομίσαντα κεναῖς ταῖς χερσὶν ἀπέπεμψαν ἔργον ἐχθρὸν ἑαυτοῖς πεποιηκέναι νομίζοντες συμφορὰν ἐξελθοῦσαν αὖθις εἰσαγαγόντα. ὁ δʼ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσήκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτʼ ὢν ἐτόλμησε μάγοις διαλεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρʼ αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπανορθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβουλευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου διδόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουληθέντα καὶ οἱ γονεῖς. θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παιδείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτησάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς ἄλλοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς καταστρεψάμενος διʼ ὕβρεων γίγνεται φοβερός. καὶ δέον αὐτὸν ἐξωσθῆναι πάλαι τοῖς αὑτοῦ βελτίοσι κλείει τὰς θύρας γαυριῶν τῷ δύνασθαι δέον τῷ οὕτω καταδύεσθαι.
Πολλοῦ γὰρ ἄξιος ἐγένετο, νὴ Δία, τοῖς Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δʼ ἀδικουμένων προδιδομένων, τῆς δʼ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων. πῶς δʼ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφʼ ὧν τοῖς ὀφθαλμοῖς ἔζη διʼ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλʼ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. καίτοι συνδειπνῶν ἴσως τισίν, οὐ γὰρ δὴ φοιτῶν, οὐδὲ γὰρ ἐφοίτησεν, ἤκουσεν, ὡς Ἀχιλλεὺς δέξαιτο τὸν Πρίαμον πατέρα ὄντα τοῦ τὸν φίλτατον ἀποκτείναντος αὐτῷ. ὁ δὲ ἀπʼ αὐτοῦ τοῦ γήρως ὕβριζεν ἀγανακτῶν, ὅτι μὴ συκοφάντης ὁ φιλόσοφος ἦν. τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δʼ ἐν λόγοις ὁ βίος, καθʼ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλοσοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους, ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυπτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ νέοι τοὺς ἡγεμόνας ἐπόθουν.
Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πεποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων ἐξέτεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλʼ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καὶ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν πρὸς τοὺς ἄγοντας λόγων, οὐ χρηστὸν ἡγούμενος, ἀλλʼ οὐκ οἶδʼ ὅπως εἰς οἶκτον ταχὺ καταφέρομαι. ἐλθὼν τοίνυν εἰς τὴν μεγάλην πόλιν καὶ πανταχόθεν ἄξιος εἶναι δοκῶν τεθνάναι οἷς τε αὐτὸς ἐδεδράκει καὶ οἷς ἄλλων κατεψεύσατο, συμμάχων ὅμως εὐπόρησε τῶν Κλεάρχῳ μὲν ἐχθρῶς ἐχόντων, εἰδότων δὲ ὅτι τοῦτον ἐκεῖνος βούλοιτʼ ἂν ἀπολέσθαι. ἐσώζετʼ οὖν τῇ τινων δυνάμει ὁ τεθνάναι μὲν δίκαιος ὤν, ζῶν δέ, ὅπως ἀνιῷτο Κλέαρχος. διαφυγὼν τοίνυν ἐγγὺς ὂν τὸ ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσεσθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρʼ ἐλπίδα σεσῶσθαι μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἷόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.
Τί οὖν ἐστιν ὅ φημι; ὅτι τούτου τὴν βουλὴν ἐλευθεροῦν ἐχρῆν, ἀλλʼ οὐ δούλην ποιεῖν. οὐ γὰρ οἶδʼ ὅπως ἄν τις ἄλλως προσείποι τὸ νυνὶ γιγνόμενον. ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρʼ ἐκείνῃ νόμος ᾖ, πῶς οὐ τοιοῦτόν ἐστι; νῦν δʼ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν ἐκπηδῆσαι φάσκοντα ὀφθαλμὸν ἀντὶ Γοργόνος τοῖς εὐλαβεστέροις ἐπισείει.
Καὶ μαχαιρῶν δή τινων ἐμέμνητο κἀκ τούτων ὄνομα περιῆπτε καὶ τὴν ἐκβολὴν ἐντεῦθεν ἐποιεῖτο. ὁ δὲ μαχαίρας μὲν οὐδεπώποτε εἰργάσατο, οὐδʼ ἔμαθε τὴν τέχνην, οὐδʼ εἶχεν, ἀλλʼ οὐδὲ ὁ πατὴρ οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοι, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντιτάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτʼ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγμάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.
Ἀλλʼ ἀφῶμεν, εἰ δοκεῖ, τὸν Ἀθηναίων δῆμον καὶ τὴν πνύκα καὶ τὸ βῆμα καὶ τὸν Σόλωνα, τὰ νῦν δὲ ἐξεταζέσθω. τολμήσαι τις ἂν οὖν εἰπεῖν, ὡς ἅπαν τὸ συνέδριον εὐγενεῖς ἐκ τετραγονίας καὶ ἔτʼ ἀνωτέρω προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουργηκότων καὶ διὰ πάντων ἀφιγμένων ἃ φέρειν λαμπρότητα δύναται; πεισάτω τὴν βουλὴν Ὀπτάτος ταύτην δέξασθαι τὴν ἐξέτασιν. ἀλλʼ οὐ πείσει. ἥ τε γὰρ κρηπὶς τῷ συνεδρίῳ καὶ τοιαύτη παντὸς τοῦ παρέχοντος αὑτὸν εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον. καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτʼ ἐκείνου βέλτιον.
Εἰ δέ με δεῖ καὶ ὀνομαστὶ μεμνῆσθαί τινων, περὶ μὲν τῶν νῦν ἄλλος ἂν ἴσως ἄμεινον εἴποι, τοῦ παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν προτέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτʼ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης ἄρχοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότʼ εἰς τὸ βουλευτήριον εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν. τί δαὶ Φίλιππος; τί δαὶ Δατιανός; οὐ τοῦ μὲν ὁ πατὴρ ἐχόρδευεν, ὁ δὲ Δατιανοῦ λουμένοις ἀνθρώποις ἐσθῆτας ἐφύλαττε; Ταῦρος δὲ ἐκ τίνων; Ἐλπίδιος δέ; ὁ δὲ Δομετιανὸς ὁ κάλοις μὲν ἀποθανὼν ἀδίκοις καὶ ἕλξεσιν, ὢν δὲ καὶ αὐτὸς πατρὸς ἀπὸ τῶν χειρῶν ζῶντος; ἦν καὶ Δουλκίτιος ἐν τῇ βουλῇ τις χρυσοῦ μὲν ἐρῶν οὐχ ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους. οὗτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετασχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισέρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν βουλήν;
Καὶ τούτοις ἅπασιν οὓς κατέλεξα τὸ συνέδριον ἀνέῳξεν οὐδὲν ἕτερον ἢ τούτων δὴ τῶν σημείων ἡ τέχνη. τῷ δὲ τοῦτό τε ὑπάρχει καὶ τὸ διὰ τῆς πρὸς ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι. τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους ὁρᾶν. οὓς μέτεισιν ὁ κηδεμὼν τῆς βουλῆς οὐδὲ γρῦ. κατάστηθι δὴ εἰς ἔριν δεομένην λόγων πρὸς τὸν ἀνάξιον τοῦ συνεδρίου τοῦτον. οὕτω γὰρ εἴσῃ, τίς ὢν τίνα προὐπηλάκιζες, ἐπεὶ καὶ ὅσα νικᾷς ἐν τῇ βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν κύβων μαθήμασιν. αὐτὸς τοίνυν οὗτος τίνων ἐστίν; ἆρά γε τῶν τὴν Ῥώμην κτισάντων ἢ τῶν τοὺς νόμους θέντων ἢ τῶν ὑπηκόους κτησαμένων ἢ τῶν τὸ κτηθὲν φυλαξάντων; οὐ μὰ Δία, ἀλλʼ ἦν τις Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας γενομένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη, παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόντων εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ εὐδαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ διʼ αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώπους μετὰ τῶν ὀρνίθων πέτεσθαι. τῇ γυναικὶ δὲ ἄρα ἤστην ἀδελφὼ δύο χρηστὼ μέν, τὸ γὰρ ἀληθὲς εἰρήσθω, πατρὸς δὲ οὗπερ ἔφην. οὗτοι τῆς αὑτῶν ἐξαναστάντες τρέχουσι μεθέξοντες τῆς τοῦ κηδεστοῦ τύχης. καὶ μετέσχον οὐδενὸς αὐτοῖς τὸν πατέρα προφέροντος οὐδὲ τὸ καπηλεῖον. ἦσαν γὰρ ἐπιεικεῖς τε καὶ μέτριοι καὶ εἰδότες εὐτυχεῖν. ὧν ἐκ θατέρου γεγονὼς οὗτος οὐκ ἠξίωσεν οὗπέρ ἐστιν, εἶναι, ἀλλʼ ἀντὶ μετρίου κύων. ἦν δέ γε, οἶμαι, πολὺ βέλτιον τοῖς αὑτοῦ παρέχειν πολλοῖς λέγειν, ὅτι ὄντως οὗτος ἐκείνου.
Ἵνα δὲ καὶ ὅθεν ταῦτα ἐπράχθη, μάθῃς καὶ μηδὲ τῷ δοκεῖν τῇ βουλῇ βοηθεῖν σεμνύνηται, μικρά τινα καὶ περὶ τούτου δίειμι.
Σαβινιανός τίς ἐστι μαστροπὸς νέων καλῶν ὑπὸ τοῦ χρόνου πρὸς τοῦτο μετενεχθείς, ἕως δὲ ἀγένειος ἦν, μαστροπῶν αὐτὸς ἐδεῖτο. οὗτος πολλοῖς ἐν πολλαῖς πόλεσι ταῦτα ὑπηρετηκὼς οὐδενὶ τοσαῦτα ἔκαμεν ὁπόσα Ὀπτάτῳ τούτῳ ἀθλίους μὲν ποιῶν πατέρας, ἀθλίους δὲ παῖδας, ἀθλίας δὲ μητέρας. τοῦτο τοίνυν τὸ ἔργον αὐτὸν καὶ διὰ τῆς ἡμετέρας ἤγαγε καὶ τολμήσας εἰσελθεῖν εἰς τὴν τῶν παιδευομένων ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων καὶ πρὸς κίονί τινι λαλῶν καί τι καὶ θρασύτερον ποιῶν ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ δύναιτο, παρʼ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν οὖν οὐδὲ παρʼ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ ὡς τοῦτον καὶ μέγα μὲν οὐδὲν πεπονθώς, αἴρων δὲ τὸ πραχθὲν τῷ λόγῳ δυσμενῆ ποιεῖ τὸν χρῄζοντα αὐτοῦ τῆς τέχνης τούτῳ μάλιστα τῷ Θαλασσίῳ, διʼ ὅτου καὶ τὴν ὑπὲρ τῶν νέων ἐπιτίμησιν ἐποιησάμην. καὶ διετέλει δὴ ζητῶν, ὅτῳ τὸν ἄνθρωπον ἀμυνεῖται τρόπῳ καὶ λαβὼν καιρὸν ἠμύνατο τῶν τε καλῶν ἐκείνων χαρίτων ἀποδιδοὺς ἀμοιβὰς καὶ ἅμα αὐτὸν θερμότερον πρὸς τὰ δεύτερα ποιῶν εἰδότα, ὡς οὐ περὶ ἀχάριστον ἔσται προθυμότερος.
Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μάρτυρας οἷς οὐκ ἂν ἀπιστήσαις, παρέξομαι τοὺς μὲν τῶν πρὸ τῆς ὕβρεως, τοὺς δὲ τῶν ἐπʼ ἐκείνῃ ῥημάτων, τοὺς μὲν εἰδότας τὸ γενησόμενον, τοὺς δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἡδονήν. ποῖος γὰρ Ἕκτωρ ἀποκτείνας Πάτροκλον ἢ ποῖος Ἀχιλλεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς οὗτος, ὃν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο, ἐβόα· τὸ γὰρ διʼ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν καὶ δοκοῖ καὶ λέγοιτο. τίνος οὖν ἡ βουλὴ τούτῳ χάριν ἂν ἔχοι τῶν ἐφʼ ἡμᾶς Ὀπτάτῳ πρόφασιν ἑτέραν ἐχόντων; οὐδὲ γὰρ ὁ Πάτροκλος τοῦ θρήνου ταῖς αἰχμαλώτοις, αἳ τῶν αὑτῶν εἵνεκα κακῶν τοῦτʼ ἐποίουν. εἰ γὰρ δή τις ἦν ὡς ἀληθῶς Ὀπτάτῳ τοῦ συνεδρίου λόγος, Σαβινιανὸν ἐξαλείφων ἐφαίνετʼ ἄν. μεῖζον γὰρ δὴ τῇ βουλῇ πρὸς αἰσχύνην εἷς τοιοῦτος ἢ πάντες οἱ τῇ φωνῇ τῇ Σύρων καλοῦντες τοὺς δεομένους αὑτοῖς ἰαθῆναί τι τῶν ξυλίνων ἀγγείων.
Κύων, φησίν, εἰμὶ τῆς βουλῆς. πῶς οὖν οὐ δάκνεις οὓς ἄξιον; οὗτοι δʼ ἂν εἶεν οἱ κακοί. κακίας δὲ εἴδη μυρία. ἐν οἷς οὐδεὶς ἂν θείη δεσποτείαν ἀνδραπόδων εἰδότων ἐργάζεσθαι ξίφη, διʼ ὧν ἔστι καὶ σώζειν τὴν αὑτῶν καὶ προστιθέναι τοῖς οὖσι.
Καὶ πρὸς μὲν Ὀπτάτον ταῦτα· Πρόκλον δὲ ἐβουλόμην μὲν καὶ νῦν ἐπαινεῖν, ὑβρίσαντα δὲ καὶ αὐτὸν καὶ ἐμὲ μειζόνως καὶ σφοδρότερον, οὐδʼ εἰ σφόδρα βουλοίμην, δυναίμην ἂν μὴ φάσκειν ἠδικηκέναι. ὃς ἐν δικαστοῦ τάξει καθήμενος καὶ δέον μὴ κραυγῇ τινων καὶ ταραχῇ καὶ συστάσει κρίνειν τὰς δίκας, ἀλλʼ ἀπὸ τῆς ἀληθείας, ἀπέκλινέ τε εὐθὺς ἐπὶ ταῦτα καὶ μέρος ὁ δικαστὴς ἐγένετο τῶν ἐπηρεαζόντων οὐκ ἐθελήσας ἀκούειν τῶν νόμων οἳ τὸν οἴσοντα τὴν ψῆφον ἴσον ἀμφοτέροις καθίζουσιν. εἶπεν Ὀπτάτος μὴ χρῆναι Θαλάσσιον ἐγγράφεσθαι καὶ προσέθηκε λοιδορίας. ἀνάμεινον τὸν τῶν ὑπὲρ ἐκείνου λεξόντων λόγον, μᾶλλον δὲ αὐτὸς οὗτος γενοῦ τὸ ταῖς αἰτίαις φέρον τὴν ἰσχὺν ἀπαιτῶν, τὰς ἀποδείξεις. ἀλλʼ οὐδέτερον βούλει· σιώπησον. νῦν δʼ εἰς μοῖραν μαρτύρων ἦγεν αὑτὸν καί, τὸ δεινότερον, ἀπέκρυψε τοῖς παρʼ αὑτοῦ τὸν Ὀπτάτον. ὁ μὲν γὰρ πλὴν μαχαιρῶν εἶπεν οὐδέν, ὁ δʼ ἔνοχόν τε εἶναι θανάτῳ καὶ αὑτῷ πολλὴν ἐπὶ τῆς τρίτης ἀρχῆς γενέσθαι σπουδὴν καὶ ἑλεῖν καὶ ἀποκτεῖναι δρασμῷ τε σωθέντα ἀλγῆσαι. καὶ τίς ταῦτα τόπος ἢ χρόνος οἶδεν, ὦ Πρόκλε; ποῖον ἔθνος; τίς πόλις; τίς οἶκος; τίς ἀνήρ; τίς παῖς; τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δʼ οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ γραφή; τίς δʼ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον; ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπένθησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τί διὰ τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν; ἔχεις ἐν τῇ σιγῇ τὴν ὁμολογίαν, ὦ βασιλεῦ, τοῦ κόμπον εἶναι τὰ ῥήματα τοῦδε μόλις δέ μευ ἔκφυγεν ὁρμήν, οἴεται γὰρ αὑτῷ πρέπειν τὰ Ἀχιλλέως. ποίαν; τὴν πότε, τὴν ποῦ γεγενημένην; οὐ συνῆν μοι πάντα τὸν χρόνον ἄνθρωπος, νύκτα καὶ ἡμέραν; οὐ λέγοντι παρῆν; οὐ μέλλοντι; οὐ πεπαυμένῳ; οὐχ ὅτῳ τῶν ἡμετέρων λόγων ἔρως καὶ λαβὼν ἔχειν ἐβούλετο, παρὰ τοῦτον ἤρχετο, τούτῳ διελέγετο καὶ κτησάμενος ᾔδει χάριν καὶ μὴ τυχὼν ἤχθετο; καὶ τὸ μέγιστον, εἵπετο μέν μοι παρὰ σὲ πορευομένῳ πολλάκις, παρελθόντος δὲ εἴσω πρὸς ταῖς κιγκλίσιν ἐκάθητο καὶ ἦν ἡμῶν τοῦτο μόνον ἐν μέσῳ. σὺ δʼ ἔχων τοὺς πάντα μηνύοντας τοσούτους ὥστε ἀλλήλους καταπατεῖν, καὶ ποῦ καθῆστο Θαλάσσιος, εἰδὼς οὔτε ἠγανάκτησας οὔτε ἐλάβου, ἀλλʼ οὐδὲ ἠπείλησας ποιήσειν ἃ μὴ πεποίηταί σοι. μετὰ ταῦτα τοίνυν σὺ μὲν ἐνταῦθα ἦσθα καὶ ἠσθένεις, ὁ δὲ ἐν Σαμοσάτοις καὶ τοῖς ἀγροῖς ὧν ἡ τῶν τρόπων ἀρετὴ δεσπότην αὐτὸν ἐποίησε. καλῶς δὲ αὐτῷ τῶν ἐκεῖ τεθέντων ἧκε δεῦρο πάλιν νοσοῦντος ἔτι, καὶ οὔτε ἐκεῖνος ἔδειξέ τινα ὑποψίαν οὔτʼ αὐτὸς ὑπώπτευσας. κἀνταῦθα ἐτίμας με τιμαῖς ὧν οὐκ ἦσαν μείζονες, τὸν τῷ πονηρῷ γόητι συζῶντα, καὶ οὐδείς σοι κατʼ αὐτοῦ πρὸς οὐδένα λόγος οὔτε μείζων οὔτε ἐλάττων. πῶς οὖν φῂς αὐτὸν διαπεφευγέναι σε, τὸν ἐν τῇ αὐτῇ πόλει, τὸν περὶ τὰς σὰς θύρας, τὸν οὐ πόρρω τοῦ ζεύγους. καὶ μὴν οὔτʼ ἂν ἡμεῖς ἠγνοήσαμεν ἃ διανοῇ, τῶν παρὰ σοὶ πιστευομένων καὶ ἡμῖν ὄντων φίλων, οὗτός τε μαθὼν αὑτὸν ἂν ἔξω θορύβων ἐποίει. εἰ δʼ οὐδαμοῦ φαίνεται μεταστὰς οὐδʼ ἀφανίσας αὑτόν, οἷς ἔπραττες ὕβριζες.
Ἔδεισα, φησί, τὴν βουλὴν μὴ δόξαιμι τῶν τἀναντία αὐτῇ πραττόντων εἶναι καὶ τῶν αὐτῇ πρεπόντων ὀλιγωρεῖν. ἐγὼ δʼ ὡς μὲν οὐδεὶς τούτῳ λόγος οὐδὲ σφόδρα τῆς βουλῆς ὀργιζομένης ἀγανακτοῦντι τῷ μὴ μετὰ τῶν θεῶν οἰκεῖν, ἐάσω· ἐκεῖνο δὲ ἡδέως ἂν εἰδείην, ὦ βασιλεῦ, τίς ἂν ἦν αἰτία κατʼ αὐτοῦ τῇ βουλῇ σεσιωπηκότος; ἢ κατὰ ποίαν ἀνάγκην εἶπεν ἃ νῦν εἴρηκε; τίς δʼ οὐκ ἂν αὐτὸν ὑπέλαβεν ἀγνοεῖν τὸν ἄνθρωπον; τί δʼ αὐτὸν ἐκώλυεν αὐτὸ τοῦτʼ εἰπεῖν, ὡς ἀγνοεῖ; τίς δʼ ἂν ἐξήλεγχεν εἰπόντα; πόσῳ δʼ ἂν ἦν ἐκεῖνο κάλλιον ἐπιστομίσαι τὸν Ὀπτάτον ἀνελόντα τὰς βλασφημίας τῇ πρὸς ἡμᾶς Θαλασσίου φιλίᾳ; εἰ δʼ οὖν καὶ σφόδρα ἐβούλετο Πρόκλος ταὐτὰ φρονῶν Ὀπτάτῳ περὶ τούτου φανῆναι, ταὐτὰ φθέγξασθαι χρῆν ἐκείνῳ κἀν ταῖς μαχαίραις στῆναι. ὕβριζε μὲν γὰρ ἂν καὶ οὕτω ψευδόμενος, οὐ μὴν ὡς νῦν γε. ὑβρίζων δὲ ἐκεῖνον οὐδʼ ἡμῶν ἀπείχετο τῶν περὶ πλείστου τὸν Θαλάσσιον ποιουμένων.
Οἷον ἄνθρωπον εἰς ἀρχὰς ἄγεις, ὦ βασιλεῦ, λόγων μὲν ἄμοιρον ἀμφοτέρων, νόμους δὲ ἀντὶ λόγων εἰπεῖν οὐκ ἔχοντα, οὐδὲ γὰρ τοῦτʼ ἔνι αὐτῷ, διʼ ἡδονῶν δὲ καὶ τρυφῆς καὶ μέθης εἰς ἀνδρὸς ἡλικίαν ἥκοντα οὐ δυνηθέντα πεισθῆναι νομίζειν τὸ σολοικίζειν κακόν. καὶ οὐκ ἂν ἦν πάνυ δεινόν, εἰ τὴν φωνὴν ἀδικῶν ἐν τοῖς ἄλλοις ἐτίμα τὸ δίκαιον, ἀλλὰ τίς μὲν λοιμὸς ὅσους οὗτος Φοινίκων ἀπήνεγκε; τίνος δὲ οὐ λοιμοῦ δεινότερος τῇ Παλαιστίνῃ κατέστη; ἡ δὲ πλειόνων ἐθνῶν ἀρχὴ ποίων οὐκ ἐγένετο βαρυτέρα πολέμων; ὢ πόσον αἷμα τὴν γῆν ἔχρωσεν; ὢ πόσα ξίφη διʼ αὐχένων ἔδραμεν; ὢ πόσοι τάφοι τοῖς ἀρχαίοις προσετέθησαν; ὢ πληγῶν θανάτους τε ἐργαζομένων καὶ οὐδὲ παυομένων. ὢ πληγῶν ἃς ἐπεῖδεν Ἥλιος διὰ παντὸς τοῦ τῆς ἡμέρας μέτρου. ὢ φυγῶν. ὢ δεσμῶν. ὢ παθημάτων τῶν μὲν παρόντων, τῶν δὲ ἐλπιζομένων, τῶν μὲν πιεζόντων, τῶν δὲ δειματούντων. ὢ λόγων ἀτιμίας. ὢ τιμωμένης ἀμαθίας. ὢ χαρίτων ἀδίκων. ὢ πόλεων εἰς οὐδὲν δέον μεταπεποιημένων. ὢ βλάβης μὲν τῆς ἐν τοῖς καθαιρουμένοις, βλάβης δὲ τῆς ἐν τοῖς ποιουμένοις. οὐδʼ ἂν εἷς δύναιτο, φησὶν ὁ Δημοσθένης, ἐφικέσθαι τῶν ἐν ταῖς ἀρχαῖς τούτου κακῶν. διὸ πεπαυμένου μὲν ἑορτάζοντας ἦν ἰδεῖν τοὺς ἀπηλλαγμένους, εἰσιόντος δὲ θρηνοῦντας τοὺς δεξομένους. καὶ τό γε τοῖς φάσκουσιν οὐκ εἶναι θεοὺς συναγωνιζόμενον τοῦτο ἔστιν. εἰ γὰρ ἦσαν, λέγουσι, κἂν ἐκήδοντο τῆς γῆς, κηδομένων δὲ τῆς γῆς οὐκ ἂν οὗτος ἦρχεν. ὃς ὅταν παρὰ σοῦ τοῦτο οὐκ ἔχῃ, δίδωσιν αὐτὸς αὑτῷ πλέον ἔχειν ἀξιῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων. καὶ ταῦτα οἶδε καλῶς ἡ Φοινίκη καὶ μαρτυρήσειεν ἄν, εἰ θεὸν ἐγγυητὴν ὑπὲρ τοῦ μέλλοντος λάβοι χρόνου.
Ἀρχέτω μὲν οὖν, εἰ βούλει, τῆς δὲ ὕβρεως δότω δίκην, ἣν ὕβρισε μὲν Θαλάσσιον, ὕβρισε δὲ ἐμὲ τὴν διὰ τῆς εἰκόνος τιμὴν ἐλέγχων δεικνὺς ἄλλο τι βουλομένην, ἀλλʼ οὐχ ὅπερ ἔφασκεν. ἐν γὰρ τοῖς δευτέροις ὁρᾶται τὰ πρότερα. τιμῆς μὲν γὰρ τὰ περὶ τὴν εἰκόνα πεποιηκυίας κατεῖχεν ἂν Ὀπτάτον, τῇ δὲ εἰκόνι ταύτης οὐκ οὔσης τῆς αἰτίας ἠκολούθησεν εἰκότως τοῖς Ὀπτάτου τὰ πολὺ τῶν Ὀπτάτου μείζονα. ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδʼ αὐτὸ καθʼ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ ἐμὲ πεποιημένος ἀρχήν, εἶθʼ ἥκων ἐπʼ ἐκείνας, οὐ σφόδρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετʼ ἐκείνας ἐπὶ τήνδε ἀφῖχθαι; ἀλλʼ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβριστὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον.
Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, βασιλεῦ, τὸν Γαίσωνος τὸν μετὰ τὴν Ἀρκαδίαν καὶ τὴν ἐν Ἀρκαδίᾳ πενίαν πλούσιον καὶ πρὸς τοσοῦτον ἥκοντα χρημάτων, ὥστʼ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτὰς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρʼ ἐμοῦ τιμηθεὶς μάτην, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν, ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι. τούτων δὲ ὁ μὲν ὑπʼ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκηδόνι, ὁ δʼ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης ἀνάγκης καὶ τούτῳ τινός. ὁ δὲ δὴ τρίτος ἔνδον ὢν ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη. νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦτον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς ὄντα χώρᾳ παρʼ ἀνδρὶ φεύγοντι τοὺς κακούς. τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας; εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ ἔστι λόγος τοῖς μάρτυσιν· εἰ δʼ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον δʼ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφημιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμενον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανάγειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπʼ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι πεποιήκασι τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων.
Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρωπον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν δυσμενῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως ἔρως αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερδαίνειν ἠξίου. ἀλλʼ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοιούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει τιμᾶσθαι κακίαν, ἐστεφανοῦτʼ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατʼ ἐκείνης παρʼ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος. αἱ δύο θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, διʼ οὓς οὐκ ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν χαμαί τε κειμένην καὶ ἐν λύπῃ μείζονι τῆς ἐπὶ παισὶν οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δίʼ, ἐπᾴσας λόγους οὐδʼ εἰπὼν σωφρονήσειν οὐδʼ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀποκτενεῖν ἑαυτόν, ἀλλʼ ἀκονήσας ξίφος ἐχώρησεν ἐπʼ αὐτήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέχειν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον.
Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δʼ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν, οἱ δʼ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δʼ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δʼ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετʼ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ. καὶ γὰρ ἐν τοῖς ἐμπρησμοῖς ὁ παρὸν σβεννύειν οὐκ ἐθέλων ἔκαυσε καὶ ὁ παρὸν κυνὸς ἐξαρπάσαι παιδίον οὐκ ἐξαρπάσας ἔδωκε, καὶ πόλις πόλει πολεμουμένῃ δυναμένη πέμψαι τὸ σῶσον οὐ πέμψασα συγκατεδουλώσατο. ἰατρὸς δὲ ἐπιτρέψας νοσήματι κρατῆσαι τοῦ νοσοῦντος δύναιτʼ ἄν, πρὸς Διός, διαφυγεῖν αἰτίαν; ὅλως ὅσοις εἰσὶ δυνάμεις εἰς τὸ κωλύσαι τι δυσχερὲς ἠρεμοῦσαι καὶ περιορῶσαι τὸ βλάψον, οὐκ ἀνείργουσαι, μετὰ τῶν εἰργασμένων εἰσίν. ἔγωγέ τοι τοὺς καθημένους Ἀργείους, ἡνίκα ὁ Πέρσης ᾕρει τε τὰς Ἀθήνας καὶ κατέσκαπτεν, οὐκ ἔξω τῶν κατεσκαφότων τίθημι. διὰ τί γὰρ οὐκ ἐμιμοῦντο τοὺς Λακεδαιμονίους;
Εἰκότως ἄρα, ὦ βασιλεῦ, παρὰ πάντων ὑβρισθῆναι νομίζομεν, κἄν τις ὀρθῶς ἐξετάζῃ, τιμὴν εὑρήσει καὶ τὴν κατηγορίαν. ἐν γὰρ αὐτῷ τῷ λυπεῖσθαι δείκνυμεν, ὁπόσον τι τὸ συνέδριον νομίζομεν. καταφρονούντων δὲ ἦν, οἶμαι, τὸν Ἱπποκλείδην εἰπόντας μηδὲν εἰπεῖν ὧν νῦν ἀκήκοας.
Παραμύθησαι τοίνυν τὸν ὑβρισμένον, ὦ βασιλεῦ, πρᾶγμα ὂν ἐν μελέτῃ σοι καὶ συνηθείᾳ, διʼ ἣν οὐκ ὀλίγοις μεταβέβληκας ὀδυρμοὺς εἰς ἑορτάς, καὶ πρὸς τὸ συνέδριον εἰπεῖν, ὡς ἀμείνους ἂν ἦσαν μὴ τοῦτον τῷ πράγματι τούτῳ κεχρημένοι τὸν τρόπον, ἀλλʼ ὀρθότερον καὶ δικαιότερον καὶ σωφρονέστερον καὶ ᾧ ἔμελλον οὐ περιβαλεῖν ἀτιμίᾳ τὸν τῆς βουλῆς ἐραστήν. ἐκεῖνοι μὲν οὖν ἴσως τὰ αὑτῶν ἰάσονται, σὺ δʼ, ὦ βασιλεῦ, χρῶ θαρρῶν εἰς ἀρχὰς τῇ τοῦδε φύσει, ἐάν τε τὴν ἔθνους ἐάν τε τὴν πλειόνων ἐθέλῃς παραδοῦναι. εὑρήσεις γὰρ αὐτὸν ἔν τε τοῖς ἐλάττοσιν ἔν τε τοῖς μείζοσι τοιοῦτον, ὡς τὸν παρελθόντα χρόνον ἐζημιῶσθαί σοι τὰ πράγματα νομίζειν.