ΠΡΕΣΒΕΥΤΙΚΟΣ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ.
Ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. μέχρι τούτου μοι τῷ ἔπει χρηστέον, τὰ δὲ ἐφεξῆς Εὐμαίῳ μὲν ἥρμοττεν εἰπεῖν, ἐμοὶ δὲ οὐκέτι, ἐπεὶ καὶ ὄψεσθαί σε ἐφάμην καὶ νενικηκότα καὶ ταῦτα ἃ πάντες ᾄδουσι δεδυνημένον. εὖ γὰρ ἴσθι πᾶσαν μὲν γνώμην, πᾶσαν δὲ γλῶτταν ἐπὶ σαυτὸν ἀπὸ τῶν πρὶν ὑμνουμένων μεταστήσας, καὶ οὔτε τὰ πρὸ τῶν Τρωικῶν οὔτʼ αὐτὸς οὗτος ὁ δεκέτης πόλεμος οὔτε τὸ γενόμενον ἐν τῇ θαλάττῃ πρὸς τὸν τοῦ νῦν Πέρσου πρόγονον τοῖς Ἕλλησιν ἔργον οὔτε ἃ Ἀλέξανδρος ἐκλελυμένοις προσπεσὼν ἔπραξε, τούτων οὐδὲν οὐδενὸς ἀνθρώπων κατέχει τὴν ψυχὴν οὐδὲ τὴν φωνήν, ἀλλὰ πάντες πάντων ὡς μικρῶν ἀφέμενοι τῶν παρόντων ἔχονται καὶ χαίρουσιν ἀκούοντές τε καὶ λέγοντες ὁ μὲν τόλμαν, ὁ δὲ εἰσβολήν, ὁ δὲ διάπλουν, ὁ δὲ τοὺς ἐν χερσὶ πεσόντας, ὁ δὲ καθέδρας, σοφίσματα, ἀγῶνας.
Ὑπὲρ μὲν οὖν τούτων μεγάλη τοῖς θεοῖς ἡ χάρις, οἵ σε ἐπόρευσάν τε πρὸς τὸν βάρβαρον καὶ κρείττω τῶν ἐναντίων ἔδειξαν καὶ πάλιν ἀπέσωσαν, εὔχομαι δὲ τοῖς αὐτοῖς θεοῖς καὶ ἐμοὶ δοῦναι κρατῆσαι τήμερον καὶ μὴ καταγέλαστον ἐνθένδε ἀπελθεῖν. κρατήσαιμι δʼ ἄν, εἰ πείσαιμί σε, μᾶλλον δέ, εἰ πείσαιμι, σὸν ἔσται τὸ κράτος τοῦ παύσαντος τὸν θυμόν. καὶ οὕτω δὴ νίκην νίκῃ συνάψεις τῇ διὰ τῶν ὅπλων τὴν ἀπὸ τῆς ἡμερότητος, ἣν ἔπεμψέ με νῦν αἰτήσοντα πόλις ἀτυχής, εἰ δὲ βούλει, προπετής, πόλις ἐπὶ μὲν τοῖς σοῖς τροπαίοις ἡδομένη, ταῖς δʼ αὑτῆς αἰτίαις αἰσχυνομένη. πεποίηκε δέ μοι τὴν χειροτονίαν οὔτε τὸ γένει τῶν ἄλλων διαφέρειν οὔτε τὸ χρόνῳ προήκειν οὐδὲ πλῆθος λειτουργιῶν οὐδὲ τὸ μὴ δύνασθαι τοὺς ἄλλους λέγειν· εἰσὶ γάρ, εἰσὶν ἡμῖν ἄνδρες ἐν παιδεύσει καὶ λόγοις τεθραμμένοι καὶ περὶ πραγμάτων ἱκανοὶ διαλεχθῆναι. ἀλλʼ ἐπὶ ταύτην με τὴν πρεσβείαν κατέστησε πρῶτον μὲν τὰ τοῖς διδασκάλοις ὑπὸ τῶν ὡμιληκότων ὀφειλόμενα χρέα· πεπείκασι γὰρ αὑτούς, ὡς ἐμὸς σὺ μαθητής, οὐκ ἐμοῦ ταῦτα ἀλαζονευσαμένου πρὸς τὴν πόλιν, ἀλλʼ ἡ τῶν λόγων ὁμοιότης τὴν δόξαν ταύτην εἰσήγαγε καὶ οὐδʼ ἂν οἱ χρησμοὶ μεταβάλοιεν, ὡς οὐ πρὸς ἐμὲ σὺ βλέπων τοιαῦτα δημιουργεῖς. ἓν μὲν τοῦτο τοὺς ἀνθρώπους περιέστησέ μοι καὶ παρέστησεν ἐλπίδας, ὡς αἰδεσθήσῃ τὴν συγγένειαν τῶν λόγων, ἕτερον δὲ ἃ τιμῶν διατετέλεκας θέρος ὅλον καὶ χειμῶνα καλῶν, μεταπεμπόμενος, ἐπιστέλλων, λέγοντος ἡδόμενος, ἀχθόμενος σιγῶντος. οὐδὲ τὴν ἀγρυπνίαν ἠγνόησαν ἣν ἐρεῖν ποτέ μου μέλλοντος ἠγρύπνεις διὰ τὰς ἐν ταῖς τοιαύταις ἐπιδείξεσι τύχας. τά γε μὴν περὶ τοῦ σίτου, διʼ ὃν ἔστιν ἡμῖν ἡ πόλις, εἰ γὰρ μὴ τότε ἐκεῖνον ἔδωκας ἐγκαλῶν ὁμοῦ καὶ σώζων, νῦν ἂν κενὴ σωμάτων ἡ πόλις εἱστήκει, ταύτης τοίνυν τηλικαύτης εὐεργεσίας ἐμοὶ τὴν χάριν ἐκέλευες ἀπελθόντας ἔχειν, ὃ καὶ ἐποίουν ἥκοντες μακαρίζοντες ἐμὲ καὶ σφᾶς αὐτούς, τῶν μὲν τιμῶν ἐμέ, τῆς δὲ βοηθείας αὑτούς. οὐ τοίνυν ἔμελλον ταῦτα εἰδότες ἑτέρωθεν μεταπέμψεσθαι τὸν πρεσβευτὴν οὐδʼ ἀμνημονήσειν τοῦ δακρύσαντος παρʼ Ἀχιλλεῖ γέροντος, ὃν πρὸ τῶν ἄλλων ἐπιτήδειον ἡγεῖτο διαλλάττειν ἕτερος γέρων. οἱ μὲν οὖν εἰκότως ᾑροῦντο ἐμὲ νομίζοντες οὕτως ἢ τεύξεσθαι τούτων ἐφʼ ἃ πέμπουσιν ἤ, τό γε δεύτερον, οὐ δώσειν αἰτίᾳ χώραν, ὡς οὐ καλῶς εἶδον, ὃν ἑλέσθαι χρῆν. ἐγὼ δὲ εὐθὺς μὲν ἐξωμοσάμην, ὦ βασιλεῦ, καὶ πᾶν ποιήσειν πρότερον ἔφην ἢ τοῦτο, μεμνημένος, ὅτι μʼ ἐκέλευες φεύγειν τὸν ὑπὲρ τῆς πόλεως λόγον ὡς οὔτʼ αὐτὸς ἐνδώσων οὔτʼ ἐμοὶ καλῶς ἔχον ἄπρακτον ἀπελθεῖν. προσκαθημένων δὲ ἀνθρώπων πολιτῶν καὶ συμφοιτητῶν καὶ συγγενῶν καὶ στενόντων καὶ θρηνούντων καὶ διεξιόντων ἄθλους τῶν ἐμῶν ὑπὲρ τῆς πόλεως προγόνων καὶ δεικνύντων τάφους μητρός, πατρὸς καὶ ἔτι τῶν ἀνωτέρω καὶ τῶν πάλαι καὶ τῶν πρῴην οἰχομένων νομίσας, ὦ βασιλεῦ, μετὰ τούτων ἐκείνους παρεστάναι καὶ τὰ μὲν ἱκετεύειν, τὰ δὲ τῇ μελλήσει μέμφεσθαι, τὰ μὲν αἰσχυνθείς, τὰ δὲ δείσας Ἐριννῦς, ἃς ἀγανακτεῖν δεῖ νομίζειν πατρίδος ἀμελουμένης, ὥσπερ ἀμέλει τοκέων, καὶ πρὸ τούτων τὴν σὴν γνώμην φοβηθείς, μή με ἡγήσῃ θηριώδη καὶ δυσσεβῆ καὶ τῶν τιμιωτάτων προδότην, ὑπὸ τούτων ἁπάντων ἐπείσθην ἤ, τό γε ἀληθέστερον, ἠναγκάσθην ὑπακοῦσαι κλάουσιν. ἀλλὰ τί με ποιεῖν ἐχρῆν; ἀπελαύνειν δεομένους; μὴ δοκεῖν ἀκούειν λεγόντων; μὴ δοκεῖν ὁρᾶν παρόντας; περιχυθέντων ἀποπηδᾶν; εἰς ἀγρὸν ἐλαύνειν; ἐρήμους ἐᾶν ἄνωθέν τε ταῦτα ἐφορῶντος ἡλίου καὶ γῆς διαστῆναι δυναμένης; καὶ τίς ἂν ἦν εὐπρόσωπος λόγος τοσαύτῃ κακίᾳ; ὅτι τραχὺς ὁ βασιλεὺς καὶ δυσχερὴς τὸν τρόπον καὶ δίκας εἰδὼς λαμβάνειν παρρησίας; ἀλλʼ ᾔδεσάν μου τὴν ὑπὲρ αὐτῶν τούτων πρὸς σὲ παρρησίαν ἀπὸ δείλης πρωίας μέχρι μέσων πολλάκις προελθοῦσαν νυκτῶν, ἐφʼ ᾗ τῶν μὲν φίλων τινὲς δείσαντες ὡς ἂν ἐκβαινούσῃ τὸ μέτρον ἐπεῖχον, σὺ δὲ ἐκείνους ἐπεῖχες μὴ ταῦτα ποιεῖν νομίζων εἶναι βασιλικὸν καὶ τῆς σῆς αὐλῆς ἄξιον οὐ τὸ σιγώντων κρατεῖν, ἀλλὰ τὸ φερόντων εἰς μέσον ἃ φρονοῦσι περιεῖναι. τοσαύτης τοίνυν ἀδείας ἀνεῳγμένης τῇ παρρησίᾳ τῷ σιγᾶν οὐδαμόθεν ἀπολογία. ἄνδρα δὲ ᾧ χαίρεις καὶ ὃν ἐν τοῖς ἑταίροις ἠρίθμηκας, ἐξελεγχθῆναι πονηρὸν καὶ μιαρὸν καὶ ὠμὸν καὶ βάρβαρον οὐδʼ ἂν σοὶ καλῶς εἶχεν, ὦ βασιλεῦ.
Διὰ ταῦτα ἥκω πρεσβεύων καί σου δέομαι μὴ μεταξὺ λέγοντος ἀπαντᾶν μηδὲ τὴν ἄμαχον ἐκείνην τῶν λόγων ῥώμην ἀντεξάγειν τοῖς ἐμοῖς. δεῖ γάρ σε τήμερον χρηστὸν φανῆναι μᾶλλον ἢ ῥητορικόν· ἃ δὲ δέομαί τε καὶ ὧν ἀξιοῦμεν τυχεῖν, μίμησαι σαυτόν, ὦ βασιλεῦ, καὶ ποίησον τῇ προτέρᾳ καθέδρᾳ τὴν δευτέραν παραπλησίαν. ἔστης παρʼ ἡμῖν ἀπὸ τῆς ἑσπέρας ἐλαύνων· στῆθι καὶ νῦν ἀπὸ τῶν νενικημένων ἀναστρέφων. παλαιὸν βασιλέων χειμάδιον ἡ πόλις. μεινάτω τοίνυν ὁ περὶ τὸν χειμῶνα νόμος. κάλλη μὲν ἡμῖν οὐκ ἔστιν οἰκοδομημάτων, οὐ γὰρ εἴασεν ἡ πάλαι Περσῶν ὕβρις πῦρ ἐπιφέρουσα τοῖς ἀνθισταμένοις, ἔστι δὲ πολὺ τὸ οἰκούμενον ἀποχρῶν καὶ πολίταις καὶ μετοίκοις καὶ ξένοις καὶ βασιλεῖ καὶ στρατοπέδῳ, τέχναι δὲ παντοῖαι καὶ πλῆθος ἐμπόρων καὶ πηγαὶ καὶ ποταμὸς καὶ χειμὼν πρᾷος καὶ θέρος ἄλυπον καὶ γῆ πάντα πολλὰ φέρουσα τῶν παρὰ τοῦ Διός, εἰ τύχοι. εἰς ἅ μοι δοκεῖτε βλέψαντες ὑμεῖς οἱ βασιλεῖς ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις τῇδε χειμάζειν, ὡς ἀρκούσης τῆς πόλεως ἀνασχέσθαι τὸν ὄγκον τοῦ πράγματος, τὰς δʼ ἄλλας καὶ διατρέχοντες θορυβεῖτε μὴ δυναμένας ἐνεγκεῖν τὸ φορτίον. ἡ μὲν γὰρ ἔοικεν ὁλκάδι μυριοφόρῳ μεγάλῃ καὶ ἰσχυρᾷ, τὰς δʼ εἰκάσαις ἂν ἀκατίοις, οἷς πλέον ἄχθος εἰ φιλονεικήσαις ἐνθεῖναι, κατέδυσας. νῦν οὖν ἥκομεν ὡς χάριν αἰτοῦντες τὴν λειτουργίαν ζημίαν ἡγούμενοι τὴν περὶ ταῦτα ἀνάπαυσιν. ἐκ γὰρ τοῦ πάλαι μελέτην εἰληφέναι τοῦ πράγματος ποθοῦμεν βασιλέως καθέδραν, ὥσπερ αἱ τίτθαι τὸν περὶ τὰ παιδία πόνον τοῦ χρόνου προϊόντος ἐν ἡδονῇ τίθενται κἂν ἡ τιτθεία λάβῃ τέλος, δακρύουσιν. εἰ μὲν οὖν ἐξ οὐρίων ἡμῖν τὸ κλέος ἔτρεχεν, οὔτʼ ἂν ἕτερον εὐτρέπιστό σοι χωρίον οὔτʼ ἂν λόγων ἔδει τοῖς ἀφιγμένοις, ἀλλʼ ἃ τῶν συνηδομένων ἐστὶ φθεγξάμενοι καὶ τῇ τοῦ δήμου φωνῇ τὰ εἰωθότα χρησάμενοι σὺν χορείᾳ καὶ κρότῳ καὶ σκιρτήμασιν ἤγομεν ἄν σε πρὸς τὸ ἄστυ· ἐπειδὴ δὲ πέπτωκεν εἰς χείρω δόξαν τὰ ἡμέτερα καὶ δοκοῦμεν οὐ προθύμως ὑπουργηκέναι καὶ τὰ μὲν ἐρρᾳθυμηκέναι, τὰ δʼ ἐξεπίτηδες ἠναντιῶσθαι καί, τὸ πάντων δεινότατον, ὠρχῆσθαι κακῶς καὶ πανήγυρίν τινα πεποιῆσθαι πρόφασιν πονηροῦ δρόμου, λείπεται λόγῳ βοηθεῖν τοῖς εἰς τοιαύτας αἰτίας ἥκουσιν.
Ἐρῶ δʼ οὐχ ἃ λεγόντων ἀκήκοα προστιθέντων ὀδυρμοὺς τοῖς λόγοις. τίνα δὴ ταῦτα ἃ παραλείπω; τίς ἡμῖν ἀδίκημά τι σύνοιδε; παριὼν δεικνύτω καὶ τὸ διαβάλλειν ἀφεὶς ἐξελεγχέτω. τί μὲν ὠλιγωρήθη; τί δὲ ἐπεβουλεύθη; τί μὲν μαλακίᾳ προείθη; τί δὲ πονηρίᾳ διεφθάρη; βασιλεὺς μὲν εὖ ποιῶν ἐκόλασε τῶν ὠνίων τὰς τιμάς, ἡ γῆ δὲ περὶ τὰς γονὰς ὑπὸ τῶν αὐχμῶν ἠδικημένη μετὰ ἀφθονίας οὐκ ἔσχε βεβαιῶσαι τὸν νόμον, αἱ δὲ τῶν κερδῶν ὑπερβολαὶ κεκωλυμέναι τὰς ἐμπορίας κατέλυσαν. ἡμεῖς δὲ τῶν λειτουργούντων ἐσμέν, οὐχὶ τῶν καπηλευόντων. οὐ ταύτην ἐγὼ κομίζω τὴν ἀπολογίαν. ὅτου γὰρ ἂν καταγνῷς, ὦ βασιλεῦ, καὶ παρʼ ἐμοὶ τοῦτον ἡλωκέναι δεῖ, κἂν εἴπῃς· ὁ δεῖνα ἠδίκηκε, ταῦτα καὶ αὐτὸς ψηφίζομαι.
Πόθεν οὖν ἐξαιροῦμαι τῆς ὀργῆς καὶ τοῦ κινδύνου τὴν πόλιν, ἣν οὐκ ἂν καλέσαιμι δικαίαν; ἔστι τι παλαιὸν νόμιμον ὑπὸ θεῶν μὲν καταπεμφθέν, ὑφʼ Ἑλλήνων δὲ τιμηθέν, πολλοὺς δʼ ἐν δικαστηρίοις σεσωκός, ὃ μυριάκις αὐτὸς πεποίηκας κύριον. ἔφθης εἰπὼν τὴν συγγνώμην καὶ ῥῆμα μέλλον ἐγνώρισας, οὗ τὸ ἔργον οὐκ ὀλιγάκις ἔπραξας. ἡμάρτομεν, ὁμολογοῦμεν, καὶ γεγόναμεν τῆς σῆς βουλήσεως βραδύτεροι. οἱ μὲν ἡμῶν ἀμβλύτερον τοὺς σιτοποιοὺς ἐφύλαξαν, οἱ δὲ ὅλως ἐκαθεύδησαν, οἱ δὲ ἐπεθύμησαν ἀργυρίου πλείονος. ἔστω γάρ· τί οὖν; αἴτιον δεῖ διὰ τοῦτο γενέσθαι τὴν πόλιν; καὶ τὸ τῆς συγγνώμης μέρος οὐδὲν ὀνήσει τοὺς ὃ τῆς ἀνθρωπείας ἐστὶ φύσεως πεπονθότας, ἐξενεχθέντας τοῦ δέοντος; καὶ ποῦ τὸ θεοὺς ἀνθρώπων εἶναι κρείττονας, εἰ τὸ μηδὲν ἁμαρτάνειν καὶ παρὰ τούτοις ἀξιώσομεν εἶναι; τίς δὲ πόλις ἢ ποῖον ἔθνος ἢ τίς ἀνὴρ ἕξει σωθῆναι διὰ πάντων τοιαύτης ἀκριβείας τεταμένης; εἰ μὲν ἐξῃρῆσθαι δεῖ τοῦ βίου τὴν συγγνώμην καὶ πάντα ἐξετάζεσθαι πικρῶς καὶ τὸν ἐφʼ ὁτῳοῦν ἁλόντα κολάζεσθαι, μενέτω τὸ μῖσος, καὶ κάλει τὴν πόλιν ἐχθράν· εἰ δὲ νῦν, εἴπερ ποτέ, προσήκει ταύτην ἀνθεῖν τὴν καταφυγήν, διὰ τί μόνοι τῶν τοῦ καιροῦ καλῶν ἐξειργόμεθα;
Ἐνθυμοῦμαι δέ, ὅσα σε ποιεῖ φιλάνθρωπον· πρῶτον μὲν Ἕλλην τις εἶ καὶ κρατεῖς Ἑλλήνων· οὕτω γὰρ ἥδιόν μοι καλεῖν τὸ τοῖς βαρβάροις ἀντίπαλον, καὶ οὐδέν μοι μέμψεται τὸ γένος Αἰνείου. φρονεῖ δʼ ὁ μὲν βάρβαρος μέγα λυττῶν καὶ ἀγριαίνων καὶ τὰ τῶν θηρίων μιμούμενος καὶ σφάττων ἐν δείπνῳ τὸν ὁμόφυλον καὶ πίνων ἐπὶ τοῦ νεκροῦ, κἂν ἱκετεύῃ τις, ὁ μὲν οὐδὲν ἤνυσεν, ὁ δὲ καὶ προσπαρώξυνεν. ἀλλʼ ἡμῖν ἡ μεγίστη σπουδὴ τῶν θηρίων ὅτι πλεῖστον διεστάναι καὶ θυμὸς ἐξελύθη δάκρυσι καὶ τὸ τῆς ὀργῆς ζέον ἐσβέσθη κλαυθμῷ καὶ τὴν ὧν ἔπαθε μνήμην ἐξέβαλέ τις ἰδὼν αἰσχυνόμενον τὸν ἠδικηκότα. οὕτω δὲ ἡμῖν ἡρμοσμένου τοῦ γένους ἴσῳ μέτρῳ δεῖ τῶν μὲν βαρβάρων ἡμᾶς ἡμερωτέρους εἶναι, τῶν δʼ ἄλλων ἡμῶν τὴν σὴν ψυχήν. διὰ τί; ὅτι σε οὐ κυνηγέται πρόσηβον ὄντα παραλαβόντες θηρία βάλλειν ἐδίδαξαν τὸ πολὺ τοῦ χρόνου περὶ νάπας καὶ ὄρη καὶ κρημνοὺς ἐν λεόντων καὶ κάπρων διατρίβοντα μάχαις, ἀλλʼ ἀνὴρ Λακεδαιμόνιος, ἱερεὺς δικαιοσύνης, ἡγεμὼν παιδείας, εἰδώς, εἴπερ τις, τῆς Ὁμήρου γνώμης τὰ ἀπόρρητα καὶ σύμπαντός γε τοῦ περὶ τὸν Ὅμηρον χοροῦ, ὃν ἐδέξω μὲν νέος ὤν, ὡς εἰκὸς τὸν τηλικοῦτον, ἐπίστασαι δὲ νῦν, ὡς εἰκὸς τὸν φιλοσοφοῦντα. καὶ μὴν καὶ ῥήτορας ἅπαντας καὶ συγγραφέας, πολλῶν πραγμάτων διδασκάλους, ὧν ὁ πόνος οὐδὲν τῶν ἀρχαίων ἀφῆκεν ἀγνοηθῆναι, προσπεριείληφας τοῖς ἀπὸ τῶν μέτρων χρησίμοις. ὅ γε μὴν κολοφών, τὰ θεῶν θρέμματα, Σωκράτης, Πυθαγόρας, Πλάτων καὶ ὅσοι ῥύακες ἀπʼ ἐκείνων ἐρρύησαν, τούτων οὐδεὶς ἔξω τῆς σῆς διανοίας, ἣν εἰσελθόντες ἐξειργάσαντο καλὴν καὶ γενναίαν, ὥσπερ οἱ παιδοτρίβαι τὰ σώματα. παρὰ τούτων ἀπαιτῇ τήμερον τὴν πρὸς ἡμᾶς ἡμερότητα, καθάπερ γῆ παρὰ τῶν γεωργῶν τοὺς καρπούς.
Εἰσὶ δὲ καὶ τούτων τινὲς αἰδεσιμώτεροι πράκτορες. τίνες οὗτοι; οἱ τὸν Ὄλυμπον οἰκοῦντες, μᾶλλον δὲ σοὶ συνοικοῦντες θεοὶ καὶ δαίμονες, ὧν τὸν φίλον εἰς φιλανθρωπίαν ἀνάγκη καθέλκεσθαι. καὶ γὰρ οὐχ ὅσον δέξασθαι θυσίαν καὶ διʼ ὀρνίθων πετομένων ἢ ἀρνῶν σφαττομένων μηνύσαι τι τῶν κρυπτομένων οὐδὲ μέχρι μαντικῆς ἡ μετʼ ἐκείνων σοι συνήθεια, καίτοι καὶ τοῦτο λαμπρόν, ἀλλʼ ὅσαπερ ἡμῖν παρʼ ἀλλήλων, τοσαῦτα σοὶ πρὸς ἐκείνους. οἳ καὶ καθεύδοντά σε ἀνήγειραν χειρὶ κινήσαντες καὶ λόχους ἔφρασαν καὶ στρατείας καιρὸν καὶ παρατάξεως τόπον καὶ ποῖ δεῖ προελθεῖν καὶ πόθεν ἀπελθεῖν. καὶ μόνος σὺ τὰς ἐκείνων ἑώρακας μορφὰς εὐδαίμων εὐδαιμόνων θεωρός, καὶ μόνῳ σοὶ φωνῆς θεῶν ὑπῆρξεν ἀκοῦσαι καὶ διανισταμένῳ πρὸς ἕκαστον τὸ Σοφοκλέους λέγειν, νῦν μέν, ὦ φθέγμʼ Ἀθάνας, νῦν δέ, ὦ φθέγμα Διός, νῦν δὲ Ἀπόλλωνος, Ἡρακλέους, Πανός, πάντων θεῶν καὶ πασῶν. τοιαύτης οὖν ἑταιρίας καὶ συνουσίας ἠξιωμένος καὶ τοιούτους ἔνδον ἔχων, οἷς συμβουλεύῃ περὶ τῶν πραγμάτων, οὐκ ἄδηλον ὡς ὁμοιότητι τρόπων ἐπεσπάσω τοὺς αὐτοὺς καὶ προστάτας καὶ φίλους. ἀπὸ τοίνυν τούτων ἦν ἡ κατέχουσα τὸν Ἀχιλλέα θυμούμενον, ὅτε λανθάνουσα τοὺς ἄλλους ἑωρᾶτο μόνῳ διʼ ὃν ἀφῖκτο. καὶ μὴν ὁ Ζεὺς οὐ καταιβάτης μόνον, ἀλλὰ καὶ ἱκέσιος καὶ μειλίχιος. ποιήσας τοίνυν τὸ τοῦ καταιβάτου πρὸς τοὺς βαρβάρους, ὅπερ ἦν δίκαιον, μειλίχιος ἡμῖν γενοῦ, καὶ δέξαι τὰς ἱκετείας, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις ἑκατέραν ἐμιμήσω τοῦ θεοῦ τὴν δύναμιν ἐμπίπτων μέν, ὥσπερ τις κεραυνός, τοῖς ἀντιβλέπουσιν, οὐκ ἐπάγων δὲ τὸν σίδηρον τοῖς ἱκετεύουσιν· οἳ τοσοῦτον ἑτέρως τὰ νῦν πράττουσιν, ὅσον γῆν ἀντὶ γῆς μετειλήφασιν. ὡς τἄλλα τε καὶ φόβος καὶ ὕβρις ἄπεστι καὶ τρέφονται καὶ θεραπεύονται τῶν φρουρίων ἐγγύς, ἃ κατεσκάφασι. πρὸς θεῶν, ὅταν Ἀχιλλεὺς ἀκούων περὶ τῆς φύσεως τῶν Λιτῶν καὶ ὡς στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, μένῃ φυλάττων τὴν ὀργήν, οὐκ ἀγανακτεῖς πρὸς αὐτόν, καὶ ταῦτα ἐρῶν τοῦ στρατιώτου, εἰ τοῖς θεοῖς κατὰ γένος προσήκων οὐ μιμεῖται τούτους ἐξ ὧν ἐγένετο, ἀλλʼ αὐτὸς μὲν ἔργον Ἀπόλλωνος τὸν λοιμὸν εἰδὼς ἐπὶ θυσίας προτρέπει τὸν Ἀγαμέμνονα πιστεύων ἀρκέσειν τὰ τοιαῦτα πρὸς μεταβολήν, αὑτὸν δʼ οὐκ ἀξιοῖ τοσούτοις καὶ τηλικούτοις δώροις ἀφεῖναι τὴν ὀργήν, καὶ ταῦτα ἐγγύθεν ἔχων τὸ παράδειγμα τοῦτον τὸν ἄρτι μὲν ἀναλίσκοντα τῇ νόσῳ τὸν στρατόν, μικρὸν δʼ ὕστερον διηλλαγμένον τῶν θεωρῶν ἡκόντων καὶ τεθυκότων; ὃ δʼ αὖ τότε ἐποίησεν ὁ θεὸς περὶ Ἴλιον, αὐτός τε καὶ οἱ λοιποὶ καθʼ ἡμέραν ἔτι καὶ νῦν πράττουσι τῶν ἁμαρτανόντων μέν, εἰς εὐχὰς δὲ καταφευγόντων φειδόμενοι. εἰ δὲ ἐφʼ ἑκάστῳ τῶν εὐήθως ὑπὸ τῶν ἀνθρώπων πραττομένων βέβαιον εἶχον τὴν ὀργὴν καὶ μηδὲν ἦν ἱκανὸν πρὸς διαλλαγήν, ἠρήμωντʼ ἂν αἱ πόλεις ὀλίγων κομιδῆ διαφευγόντων τὰ παρʼ ἐκείνων βέλη. ἀλλʼ οἶμαι καὶ πλημμελοῦμεν καὶ ἱκετεύομεν καὶ σωζόμεθα. καὶ ὁ θεοείκελος ἀκριβῶς τοῦτο ἔστιν οὐχ ὁ τοῖς θεοῖς τὴν μορφὴν ἐοικώς, οὐ γὰρ οἷόν τε, ἀλλʼ ὅστις ἑτοίμως ἔχων εὖ ποιεῖν οὐκ ἐπιθυμεῖ πανταχοῦ τιμωριῶν. διὰ τοῦτο τηροῦντος μὲν τὴν μῆνιν Ἀχιλλέως ἀχθόμεθα καὶ μετὰ τῶν πρέσβεων τῶν οὐχὶ πεπεικότων ἀδικεῖσθαι νομίζομεν, χαίρομεν δὲ τὸν Πρίαμον ὁρῶντες ἔνδον ὄντα παρʼ αὐτῷ καὶ συνδειπνοῦντα καὶ οὐδενὸς ὧν ἐσπούδαζεν ἀτυχοῦντα. καὶ τοῦτον νομίζομεν ὡς ἀληθῶς ἐκ Θέτιδος καὶ τῆς οἰκίας Αἰακοῦ, τὸν δὲ ἡδέως ἐκεῖνον χαλεπαίνοντα καὶ ὁ σφόδρα αὐτὸν ἀγαπῶν Πάτροκλος οἶσθα ὧν ἔφησεν εἶναι παῖδα. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι φησὶν Ὅμηρος, σοὶ δʼ ἔσται μὲν ὅτε θύσουσιν ἄνθρωποι καὶ βωμοὺς ἱδρύσονται καὶ προσεύξονται, καθάπερ Ἡρακλεῖ, τὸν γὰρ ἔργων τῶν ἐκείνου ζηλωτὴν εἰκός τοι καὶ τιμῶν τῶν ἐκείνου τεύξεσθαι, νῦν δέ σοι παρʼ ἡμῶν ἀνθʼ ἱερείων καὶ καπνοῦ καὶ κνίσσης σχῆμα ταπεινὸν καὶ ἀντιβόλησις καὶ δάκρυα. νεῦσον δή, πρὸς τῆς Ἀθηνᾶς, ἧς τὴν πόλιν ὥσπερ Ῥώμην ἑκατέραν ἐπιθυμεῖς ἰδεῖν, μετὰ τῆς σαυτοῦ πατρίδος καὶ τῆς τὰ πολλὰ ταῦτα κτησαμένης πόλεως τὰς Ἀθήνας θαυμάζων. ἐνθυμοῦ τοίνυν, ὅτι τούτων τῶν Ἀθηναίων καλὰ μὲν κἀκεῖνα, ναυμαχίαι μετὰ χρησμῶν κατορθούμεναι καὶ πείθουσαι τοὺς βαρβάρους ἀγαπᾶν τοὺς ἀρχαίους ὅρους, μᾶλλον δὲ συστέλλειν εἰς ἔλαττον ἀναγκάζουσαι τοὺς ὅρους, κάλλιστον δὲ ἁπάντων ἡ πρὸς τοὺς ἀτυχοῦντας φιλανθρωπία, διʼ ἣν πρὸς οὓς ἄρτι παρετάττοντο, ὑπὲρ τούτων πρὸς ἑτέρους ἠγωνίζοντο. ἔπασχον ὑπὸ Θηβαίων κακῶς· εἶτʼ ἔτρεχον εἰς Ἁλίαρτον ἐλευθερώσοντες Θηβαίους. οὐδὲν μετριωτέρων ἐπειρῶντο Κορινθίων καὶ Κορινθίοις ἠδικημένοις ἐβοήθουν. ἔσωζον καὶ τὴν Σπάρτην μετὰ Κριτίαν καὶ Δρακοντίδην καὶ τὸ καθῃρημένον τεῖχος καὶ τὰς ἀφειλκυσμένας τριήρεις καὶ τὸ πολὺ κώνειον καὶ τὰς φυγὰς καὶ τὸν λιμὸν ἐκεῖνον καὶ τὸν φόνον. διʼ Ἐλευσῖνος τῆς τετμημένης ἦλθον εἰς Πελοπόννησον οὐκ ἐπιτρέψοντες ἀπολέσθαι τὴν Λακεδαίμονα. τῶν γὰρ οἴκοι τὸν ἔλεον ἡγουμένων θεόν, οὗ τὸν βωμὸν ἑώρακας Ἀθήνησιν, ὦ βασιλεῦ, μεμνῆσθαι τῶν τοῖς καλοῦσι καὶ δεομένοις ἡμαρτημένων οὐκ ἦν, ἀλλʼ ἢ τὸν βωμὸν ἀνατρέπειν ἐχρῆν ἢ διηλλάχθαι. μίμησαι δὴ πόλιν, ἣν τὸ οἰκτείρειν τοὺς εἰς αὐτὴν ἀδικήσαντας ἐποίησεν ἔνδοξον· μᾶλλον δὲ ἀκολούθησον σαυτοῦ φιλανθρωπίαις, τούτου γὰρ οὐδὲν ἂν εἶχον μεῖζον εἰπεῖν. εἰ μὲν γὰρ μήπω μανίαν ὑπηκόων πρᾴως ἐτύγχανες ἐνεγκών, εἶπον ἄν σοι Ξέρξην ἀφέντα μὲν τοὺς κατασκόπους, ἀφέντα δὲ τοὺς ἀντὶ τῶν κηρύκων, ἰδόντα δὲ Θεμιστοκλέα τὸν ἔχθιστον ὡς φίλον καὶ τῷ μὴ λαβεῖν δίκην προσθέντα τὸ καὶ δοῦναι δωρεάς, Λάμψακον, Μυοῦντα, Μαγνησίαν, μετὰ τὰς περιβοήτους ἐκείνας ναυμαχίας τὰς μὲν ἥττους, τὴν δὲ ᾗ προσόμοιον οὐδέν, διʼ ἣν ἡ Σαλαμὶς ὑπὸ τοῦ Πυθίου θεία προσείρητο. καὶ ταῦτα ἦν μεγαλοψυχίας, ἐμοὶ δοκεῖν, οὐκ ἐλπίδων μισθός, ἃς ὑπετίθετο δουλώσειν αὐτῷ τοὺς Ἕλληνας. τὸν γὰρ τῆς οἰκείας προδότην οὐκ ἂν ἡγεῖτο περὶ τὸν βάρβαρον ἔσεσθαι χρηστόν. εἶπον ἄν σοι μετὰ Ξέρξου καὶ τὸν Μολοττὸν Ἄδμητον, ὃς ἥδιστʼ ἂν τὸν αὐτὸν τοῦτον ἄνθρωπον λαβὼν ὥστε ἀποκτεῖναι, λαβὼν καὶ ἔχων οὔτε τοῖς ἐξαιτοῦσιν ἔδωκε καὶ ὅπως ἔλθοι παρʼ οὓς ἐβούλετο, ἔπραξε. διεξῆλθον ἂν καὶ περὶ Φιλίππου τοῦ Ἀμύντου καὶ περὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, ὧν ὁ μὲν Ἀθηναίων τοὺς Ἀργαῖον κατάγοντας κεκρατηκὼς ὥσπερ εὐεργέτας ἀπέπεμψεν οὐδὲν ἀξιώσας κατασχεῖν λάφυρον τῶν ἐκ τῆς νίκης αὐτῷ γεγενημένων, Ἀλέξανδρος δὲ πολλὰ παρὰ τῶν Ἀθήνησι ῥητόρων ἠδικημένος τά τε πράγματα ταραττόντων καὶ τοὺς δήμους κινούντων καὶ μαργίτην αὐτὸν ἀποκαλούντων καὶ ὑβριζόντων καὶ καταφρονούντων τῷ μὲν εἶναι πάντων κύριος ἀπέσφαξεν ἄν, εἴπερ ἤθελε, δεξάμενος δὲ πρεσβείαν εἴασε καὶ τηλικαύτην χάριν ἔδωκε Δημάδῃ τῷ Δημέου.
Τούτων ἂν καὶ πολλῶν ἑτέρων ἐμνήσθην, εἰ μὴ τούτων ἐπεποιήκεις λαμπρότερα. νῦν δέ με τοῦ τὰ παλαιὰ παραδείγματα συλλέγειν ἀπήλλαξας ἤδη τούτων ὑπαρξάμενος, ἐφʼ ἃ νῦν ἥκομεν. ἦ γὰρ οὐχ οὗτος ἐκεῖνος ὁ τοὺς θήξαντας ἐπʼ αὐτὸν τὰ ξίφη καὶ βεβουλευμένους, ποῦ καὶ πότε δεῖ τὴν κοινὴν εὐτυχίαν ἐκτεμεῖν, ἐλέγξας μὲν καὶ μεμψάμενος, τῶν ψυχῶν δὲ οὐκ ἀποστερήσας, ἐφʼ ᾧ καὶ μᾶλλον τὴν οἰκουμένην ἢ τοῖς τροπαίοις ἐξέπληξε; νόμος ἦν τῇ τότε φιλανθρωπίᾳ φέρειν τῶν ἀρχομένων τὰς πλημμελείας. τήρει δή μοι τὸν νόμον ἀκίνητον καὶ τοῖς ἐνεγκοῦσιν ἔπαινον ἕτερα προστίθει. καὶ γὰρ οὐδὲ τὰ πάντα πονηρᾷ σπείσῃ πόλει οὐδὲ ἐξ ἀπονοίας καὶ θρασύτητος καὶ ὕβρεως καὶ τῶν χειρίστων γιγνωσκομένῃ, ἀλλʼ εἰ δίδως εἰπεῖν, τοῦτο πρῶτον ἐγκεκλημένῃ. διὸ καὶ συνειπεῖν ἐπείσθην νομίζων ἔσεσθαι τὰ πρόσθεν τῶν τελευταίων παραίτησιν, ἐπεὶ καὶ τῶν ἀνθρώπων τὸν μὲν παμπόνηρον καὶ λυσιτελεστέραν ἡγούμενον τῆς ἐπιεικείας τὴν κακίαν μισεῖν δεῖ καὶ ἀπολλύναι παντὸς εἵνεκα βίου, τῷ δὲ ὅλως μὲν μετρίῳ, δεξαμένῳ δὲ αἰτίαν πᾶς ἂν εἰκότως καὶ συνάχθοιτο καὶ βοηθοίη.
Ἡ πόλις αὕτη, ἵνα τὰ παλαιότερα παρῶ, πυνθανομένη σου τὰς περὶ Ῥῆνον μάχας καὶ νίκας καὶ λόγων ἀπεργασίας καὶ τὴν ἄλλην ἀρετὴν δημοσίᾳ μὲν οὐκ ηὔξατο τοῖς θεοῖς σὴν γενέσθαι τὴν γῆν, οὐ γὰρ ἐξῆν, καθʼ αὑτὸν δὲ ἕκαστος ἢ κατὰ συμμορίας τῶν ταῦτα βουλομένων αἰτοῦντες οὐ διέλιπον τὸν Δία τὰ μὲν φθείροντα τὴν ἀρχὴν παῦσαι, δοῦναι δὲ τῷ σώσοντι τὸ κράτος. φοιτῶντος δὲ ἐκ Κιλικίας νῦν μὲν τούτου, νῦν δὲ ἐκείνου τοῦ λόγου πρὸς μὲν τὸν μεμνημένον ὑγείας ὠχρίων, ὁ δʼ ἕτερος ἦν ἑορτὴ νευόντων ἀλλήλοις ἀφανῶς τὰ τῆς ἡδονῆς νεύματα. οὐχ οὕτω πλέοντες ἄνθρωποι κακῶς ἐπεθύμησαν ἅψασθαι γῆς, ὡς οἵδε τῶν σῶν ἀπολαῦσαι φαρμάκων, οὐχ οὕτω γέρων πατὴρ υἱῶν ἰδεῖν γενεὰν ὅλην ἔκδημον γεγενημένην, ὡς ἡ δύστροπος αὕτη πόλις τὴν σὴν ἰδεῖν κεφαλήν, οὐχ οὕτως οἱ δουλεύοντες καὶ παρὰ σφᾶς ἐλθεῖν τὴν Ἡρακλέους συμμαχίαν, ὡς ἡμεῖς ἐπὶ πᾶν ἐκταθῆναι τὴν πρὶν ἐν μικρῷ βασιλείαν. ὡς δὲ τὰ μὲν εἶχε τελευτήν, τὰ σὰ δὲ ηὔξητο καὶ ὁ καιρὸς ἐδίδου δεῖξαι τὴν γνώμην, ἤκουσαν οἱ θεοὶ βοῆς ἡλίκης οὐ πρόσθεν, τῶν μὲν ἀνδρῶν ἐμπεπληκότων οὐ μόνον τὸ θέατρον, ἀλλὰ καὶ τὰς τοῦ ὄρους λαγόνας, γυναικῶν δὲ κατὰ τὸν αὑτῶν νόμον οἴκοθεν ἑκάστης συνεκπεμπούσης εὐφημίαν. ἀπὸ τῶν ἐνταῦθα πεπραγμένων, καὶ εἴ τις ἦν ὀνειροπολῶν τι νεώτερον, τῆς ἐλπίδος ἀπέστη καὶ παρὰ τὴν ὄχθην Ὀρόντου τὰ σὰ τιμήσειν ὀμώμοκεν, ὅ τε δὴ στρατὸς καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ, ποιητὴς ἂν ἔφησε, γαννύμενον ἐχώρει. τούτων τὰ μὲν ὡμολόγηται, περὶ δὲ τῶν ἐμοὶ πίστευσον. ἔμελλέ τις ἐν Ἐφέσῳ τοῦ περὶ σὲ φίλτρου δώσειν δίκην κἀνταῦθά τις ὑπωπτεύετο καὶ ἡ σύλληψις ἠλπίζετο. ἦσαν κἀνταῦθα τῆς σῆς φύσεως μηνυταὶ διδάσκοντες ἃ συνῄδεσαν, καὶ πολὺ τὸ πειθόμενον κηλούμενον ἔρωτι. βούλει με καλέσαι τούτου μάρτυρα τὸν ὑπὸ σοῦ πάλαι μὲν στέγῃ, μετὰ ταῦτα δὲ γράμμασι, τὰ τελευταῖα δὲ νῦν ἀρχῇ τετιμημένον; ἢ βλάπτει καὶ ἐμὲ καὶ τὸν μάρτυρα τὸ εἶναι πολίτας ἄμφω; τῶν γε πλειόνων ἡμεῖς, ὦ βασιλεῦ, καὶ συγγενεῖς, ἀλλʼ ὅμως μήποτε οὕτω θαυμάσαιμεν μὴ πατρίδα, μὴ γένος, ὥστʼ ἀληθείας τε καὶ σοῦ ποιήσασθαι πρότερα. καὶ τί δεῖ περὶ ταῦτα διατρίβειν, ᾧ μάρτυς ὑπάρχει πιστότατος, ὃν μόνον τῶν πάντων οὐκ ἂν ἐκβάλοις; τίνα δὴ λέγω τοῦτον; αὐτὸν σέ. σὺ γάρ τι τῇ πόλει πρῴην πρὸς ἐμὲ μεμφόμενος, ἐγὼ δέ, ἔφης, αὐτὴν διενοούμην ποιῆσαι μαρμαρίνην. οὕτω γὰρ εἶπες τῷ ῥήματι. οὐκοῦν ἀφίκου φιλῶν. εἰ δὲ ἐφίλεις, ἐπῄνεις. ἐπῄνεις δὲ οὐκ ἐχθράν, ἀλλʼ ἀμειβόμενος φίλτρον· οὐ γάρ σε ἐλάνθανε τὰ τῆς ἑῴας ἐπὶ τῆς ἑσπέρας καθήμενον οὐδὲ τίς μὲν ἠγάπα τὰ χείρω, τίς δὲ ἐπόθει τὰ βελτίω. ὃ τοίνυν τῇ πόλει παρεσκεύαζες κάλλος, τεκμήριον ἦν τοῦ τὰ σὰ τὴν πόλιν ᾑρῆσθαι. ἴσως τις ἀπήγγειλέ σοι μετὰ τῶν ἄλλων νεὼς ἔτι πολλούς τε καὶ μεγάλους παρʼ ἡμῖν ἑστηκότας, ὃ τῆς τῶν ἐνοικούντων εὐσεβείας ἐποιοῦ σημεῖον, ὡς τῶν μὲν βουλομένων καθαιρεῖν ὄντων, σεσωσμένων δὲ τῶν οὐ κειμένων ταῖς τῶν ἀχθομένων τῇ καθαιρέσει μάχαις.
Τί οὖν; πάντα ἐκεῖνα ἐξαλείψομεν εἰς ἓν τοῦτο βλέποντες, καὶ περιέσται τῶν δεικνύντων ἀρετὴν τὸ πραχθὲν ἐκ ῥᾳθυμίας; δίκασον ἡμῖν, ὡς Λακεδαιμόνιοι· ἐφʼ ἑκάτερα τὴν ἐξέτασιν ἄγων δὸς τῷ πλείονι τὴν ῥοπήν. ἀναμνήσθητι τοῦ σαυτοῦ νόμου τοῦ περὶ τῶν ψευδομένων· ἂν ψεύσηται, φησίν, ἅπαξ τῶν ἐμοί τις ὁμιλούντων, οἴσω· κἂν δεύτερον ἴσα τολμήσῃ, καὶ τοῦτο ἀνέξομαι· κἂν ἁλῷ τρίτον οὐ τἀληθῆ λέγων, οὔπω μεμίσηται· προστιθεὶς δὲ τέταρτον ἐξελήλαται. ἀλλʼ ἡμῖν γε μὴ τρὶς νέμε συγγνώμην, ἀλλὰ νῦν μόνον. ἔπειτά σοι παρέξομεν ἡμᾶς αὐτοὺς ἀμέμπτους. ἡ γὰρ παροῦσα λύπη νήφειν παρακελεύσεται. εἶτα ἐρήσῃ· τί γὰρ δέδιτε; ποίαν δήμευσιν οὐσίας; ποίαν φυγήν; τίνας σφαγάς; παίζεις, ὦ βασιλεῦ, πρὸς ἄνδρας ἀτυχοῦντας. τί φής; οὐ δημεύεις οὐδὲ σφάττεις οὐδὲ φυγαδεύεις, ἀλλὰ μισεῖς καὶ δυσμενεῖς νομίζεις καὶ καταλείπεις. τοῦτο δέ ἐστιν ἡ μεγίστη δίκη· πολλὰ γὰρ ἐν ταὐτῷ κατὰ τῆς πόλεως βοᾷς, ὅτι φεύγω πόλιν μεστὴν ἁπάντων κακῶν, ὕβρεως, μέθης, ἀκρασίας, ἀσεβείας, φιλοχρηματίας, θράσους καὶ μεθίσταμαι πρὸς ἐλάττω πόλιν τοῦ τῆς δυνατωτέρας τρόπου κατεγνωκώς. οὕτως οὖν λαμπρῶς ἔτι ζῶντας ἡμᾶς καὶ στηλίτας ποιῶν, ἃ παραλείπεις λέγων, οἴει κρύψειν διʼ ὧν κολάζεις, ὥσπερ ἂν εἰ τήμερον ἐκθεὶς κατʼ ἐμοῦ λόγον, ὡς εἴην ἀνοσιώτατος καὶ σὸς ἐχθρός, ἔπειτα ἠξίους με εἰδέναι χάριν, ὅτι μὴ τέθνηκα; ἐγὼ δὲ εἶπον ἄν σοι· εἰρωνεύῃ, βασιλεῦ, καὶ μείζω θανάτου τιμωρίαν εὑρὼν ὑποκορίζῃ τὸ πρᾶγμα. μή μοι χαρίζου τὰ τοιαῦτα μηδʼ ἐπονείδιστόν μοι ποιῶν τὸν βίον ἐπίτρεπε ζῆν, ἀλλʼ ἀνασταύρωσον, καταπόντισον. λεγέτω μέ τις κακῶς οὐκ αἰσθανόμενον, νῦν δὲ οὐκ ἀποκτενεῖς, ὅπως μειζόνως ἀνιάσῃς; ἔστιν, ὦ βασιλεῦ, καὶ ζωὴ πολλάκις πικροτέρα τελευτῆς. τάχα σοι καὶ ἡ πόλις λέγει· δήμευσον, ἀπόκτεινον· εἰ βούλει, κατάσκαψον. μιᾶς ἡμέρας ἡ λύπη, τὸ δὲ νῦν κακὸν πῶς οἴσω μακρὸν γιγνόμενον; ἐξάγιστος ἡ πόλις, ὡς ὁ Κιρραίων λιμήν, ἐπάρατος, ὡς τὸ Πελασγικὸν ἐκεῖνο, καὶ κινδυνεύομεν τήμερον περὶ τῆς παρρησίας. ὡς γὰρ εἷς ἀνὴρ ἁλοὺς ἑταιρήσεως ἄτιμος, οὕτως ἡ πόλις ἡμῖν, εἰ μείναις ὀργιζόμενος, ἄφωνος. ποῦ γὰρ ἔτι καὶ πρὸς τίνας σεμνυνούμεθα ἢ παρʼ ἡμᾶς ἰόντας ἢ παρʼ ἑτέρους ἰόντες; κεκλείσεται πᾶς μὲν ἡμῖν λιμήν, πᾶσα δὲ ἤπειρος, πᾶν δὲ γένος, καὶ δεήσει τοὺς ἀποδημοῦντας κρύπτειν, ὅθεν εἰσί, καὶ πλάττειν ἑαυτοῖς πατρίδας. τοῖς μὲν ἀνδροφόνοις εὕρηται καθάρσια τὸ μῦσος λύοντα, κἂν ἀφείς τις τὴν τοῦ παθόντος χώραν ἑτέρωσε δράμῃ, τὸν βοηθήσοντα καὶ παραμυθησόμενον εὗρε, τὸ δὲ ἡμέτερον κακὸν πανταχοῦ πολεμίους εὑρήσει, καὶ τὴν σὴν ἔχθραν ἡ οἰκουμένη μιμήσεται, κἂν ἔλθῃ τις ὡς ἡμᾶς ξένος, διαδραμεῖται τὸ ἄστυ, καθάπερ οἱ τὰς νοσούσας. λήσει δὲ τοῦτο οὐκ Αἰθίοπας ἀμφοτέρους, οὐ Κελτούς, οὐ Σκύθας, οὐ Περσῶν τοὺς λειπομένους. ἡ γὰρ τοῦ θυμουμένου λαμπρότης οὐκ ἐᾷ λαθεῖν τοὺς μισουμένους, πρὸς δὲ καὶ τὸ μέγεθος τῆς μισουμένης πολὺν ποιεῖ τὸν λόγον. καὶ γὰρ εἰ προσεπταίκαμεν, καὶ κατεγνώσμεθα. ἀλλʼ ἐν ταῖς μετὰ δύο τὰς πρώτας τετάγμεθα, καὶ γίνεται τῇ πόλει ζημία τὸ βεβοῆσθαι, ὥσθʼ ὃ τὸν Καλλίξενον περιστῆναί φασιν, ἀποθανεῖν λιμῷ μισούμενον, τοῦθʼ ἡμῶν τοῖς ἄλλοθι φανεῖσι συμβήσεται παντὸς ὠθοῦντος, ἐκβάλλοντος, ἐξελαύνοντος. καὶ οὔπω τοσοῦτον τὸ κατʼ ὀλίγων τῶν ἑτέρωσε ἰόντων γενησόμενον, ἀλλʼ ὅλῃ γε ἀνάγκη τῇ πόλει τὴν ἀσφάλειαν ἀπολωλέναι. εὐτυχεῖν μὲν γὰρ διηνεκῶς ὄντας ἀνθρώπους ἀμήχανον, ἀλλὰ καὶ λιμὸς καὶ λοιμὸς καὶ τὰ ἔτι δεινότερα, τὰ ἀπὸ τῶν σεισμῶν λυμαίνεται τὰς πόλεις. ἐν δὲ τοῖς τοιούτοις καιροῖς ἓν φάρμακον τοῖς πληγεῖσιν, ἡ παρὰ τῶν προσχώρων προθυμία. ἣν ἐὰν ἀφέλῃς, τὴν μόνην ἐλπίδα ἀνῄρηκας. ἀναιρεῖται δὲ πῶς; ἐὰν οἱ παθόντες πονηροὶ δοκῶσι. τοῖς γὰρ τοιούτοις ἐπιχαίρειν, οὐκ ἐπαμύνειν εἰώθασιν ἅπαντες. μικράς γε ἡμᾶς καὶ οἵας ἐνέγκαι ῥᾴδιον εἰσπράξῃ δίκας κοινὸν ἡμῖν ἁπάντων ἀνθρώπων ἐπάγων πόλεμον, διʼ ὃν ὀρθῆς μὲν μενούσης τῆς πόλεως τεταπεινῶσθαι συμβήσεται, συμφορᾷ δὲ χρησαμένης τῶν βοηθησόντων ἀπορεῖν. εἶεν· τὰ μὲν παρὰ τῶν ἀστυγειτόνων καὶ τῶν ἄλλων ἀνθρώπων πρὸς ἡμᾶς τοιαῦτα· παῖδες δὲ σοὶ καὶ παίδων παῖδες οὐ δοκοῦσί σοι τὸ μῖσος μετὰ τῆς ἀρχῆς ἐκδέξεσθαι περὶ τὴν ἡμετέραν καὶ τιμήσειν ἑτέρας καὶ ταύτην ἀτιμάσειν καὶ πάντα τρόπον κακώσειν; ἐγὼ μὲν γὰρ ἕως ὁ παρὼν τῶν πραγμάτων ἑστήξει κόσμος, καὶ τὴν τῶν ἀεὶ κρατούντων ἔχθραν ἀθάνατον ἑστήξειν ἡγοῦμαι τῇ πόλει, κἂν ταλαιπωρούμενοι φθεγξώμεθα τὰ τῶν ἀλγούντων, εὐθὺς ἥξειν ἡμῖν τὰ νῦν· οὐ γὰρ οἵδε εἰσὶν οἱ τὸν πρᾳότατον ἐξοργίσαντες καὶ πικρὰν αὐτῷ καταστήσαντες τὴν ἑαυτῶν καὶ ποιήσαντες ζητεῖν τόπους ἑτέρους εἰς χειμερινὴν καθέδραν; εἶθʼ οὓς ἀπολωλέναι πάλαι προσῆκεν, εἰ μὴ τρυφᾶν ἐξέσται, δεινὰ πεπόνθασιν; οὐ ποιήσει τις μικρὰν ἐκ μεγάλης τὴν τύραννον, οὐ πένητας ἐξ εὐπόρων; δυσμένειαν οὖν, ὦ βασιλεῦ, φυτεύων ἡμῖν ἄπαυστον, διʼ ἣν πάντας μὲν ὑπάρχους, πάντας δὲ ἡγεμόνας πολεμίους ἕξομεν, ὡς ἐκ τῶν ἡμετέρων κακῶν τοῖς βασιλεῦσι χαριουμένους, πείθειν ἐπιχειρεῖς, ὅτι οὐ ταῦτα τιμωρία; τί γὰρ φήσομεν ἐρωτώμενοι· πόθεν μεμίσησθε; μεταστήσομεν ἐπὶ σὲ τὴν αἰτίαν; ἀλλʼ οὐ δέχεται μέμψιν ἡ σὴ φύσις, καὶ γίγνεται κατὰ τῶν ἐγκαλουμένων ἡ τοῦ κατεγνωκότος ἀρετή. ὥσπερ γὰρ οἱ τῶν ἱερῶν ὑπὸ τῶν θεῶν διὰ τῶν χρησμῶν ἐκβαλλόμενοι σιγῶσιν, ὡς ἂν ὑπὸ τῶν ἅπαντα εἰδότων ἐξεληλεγμένοι, οὕτως ὧν ἂν ὡς κακῶν μνησθῇς, οὐκ ἔχουσιν, ὡς συκοφαντοῦνται, λέγειν. τοῖς σοῖς οὖν, ὦ βασιλεῦ, καλοῖς ἑαλώκαμεν. σὺ δʼ ἀποκτείναις μὲν ἡμῶν μηδένα μηδέ γε στερήσαις μήτε οὐσίας μήτε πατρίδος μηδέ γʼ ἕτερος ἀνθʼ ἑτέρου γένοιο. ὁρῶ δέ, ὡς ἐν μὲν τοῖς τοιούτοις πάθεσι τὸ κοινὸν ἐκφεύγει τὰς αἰτίας τῶν ἐγκλημάτων ἐν τοῖς παθοῦσιν ἱσταμένων, ἃ δὲ σὺ βούλει ποιεῖν, ὅλην τὴν πόλιν περιβάλλει τῇ δίκῃ. τὸ μὲν γάρ ἐστιν ἐν χρηστῇ πονηρούς τινας πεφηνέναι, τὸ δὲ διὰ πάσης ἥκειν τὴν μοχθηρίαν.
Θαυμάζω δέ, εἰ θαυμαστόν σοι δοκεῖ τὸ μὴ καλῶς ἡρμόσθαι τὰς πόλεις τοιούτου διδασκάλου πολὺν δὴ χρόνον τυχούσας. οὐ πάντα ἦν ταραχῆς καὶ ῥᾳθυμίας καὶ ἀμελείας μεστά; οὐχ οἱ μὲν νόμοι γράμματα ἄλλως, ἀρχαὶ δʼ ἐπωλοῦντο, τοῖς δὲ ἀρχομένοις κρείττοσιν εἶναι τῶν ἀρχόντων ὑπῆρχε δείλης μὲν δῶρα πέμπουσιν, ἕωθεν δὲ μονονοὺ ῥαπίζουσιν; οὐ τὸ μὲν δικαίως ἄρχειν κατεγελᾶτο, τὸ δὲ μισθοφορεῖν ἐπῃνεῖτο; οὐ τὸ μὲν καλὸν ἀσθενὲς ἐγεγόνει, τὸ δὲ ἡδὺ τὴν ἰσχὺν εἶχεν; οὐχ ὁ πονηρευόμενος κύριος ἦν τοῦ μὴ δοῦναι δίκην; τί οὖν θαυμαστόν, εἰ τοσαύτης ἐξουσίας εἰς κακίαν δεδομένης ἐγένετό τις τοῖς τῶν πόλεων τρόποις ὑπὸ τοῦ καιροῦ λύμη; ἢ τοὺς μὲν τῶν φαύλων μαθητὰς σοφιστῶν οὐκ ἔνι γενέσθαι τεχνίτας ἀγαθοὺς λόγων, ὑπνηλοῦ δὲ ἀνδρὸς βασιλεύοντος σωφρονεῖν τὴν οἰκουμένην ἔστι; καὶ τῇ μὲν τῶν ποιμένων ἀμαθίᾳ τὰ ποίμνια διαφθείρεται, ταῖς δὲ τῶν βασιλέων ῥᾳθυμίαις αἱ πόλεις παιδεύονται; ὁποῖον ἂν ἐπιστήσῃς τοῖς ἵπποις ἡνίοχον, τοιοῦτον ἔλπιζέ σοι τὸ ἅρμα γενέσθαι. διὰ τί νῦν μακαρίζομεν τὴν γῆν; ὅτι παρῆλθεν ἐπὶ τὴν θεραπείαν αὐτῆς ἰατρὸς ἄκρος. οὐκοῦν ὡς μεταθήσοντος τῶν πόλεων τοὺς τρόπους καὶ δείξοντος ἀμείνους χαίρομεν. τί οὖν δεῖ θαυμάζειν, εἰ πλημμελείας εὗρες, ἃς ἐκ τοῦ παύειν εὐδοκιμεῖς; ἤδη τις ἵππον φαύλως ἠγμένον ἐπρίατο πιστεύων αὐτὸν ἐπανορθώσειν τῇ παρʼ ἑαυτοῦ τέχνῃ. οὗτος οὖν εἰ τὴν πρώτην ἐπʼ αὐτὸν ἀναβὰς εὐθὺς ἠγανάκτει μὴ πάντα ἄριστον ὁρῶν, οὔ σοι δοκεῖ δικαίως ἂν ἀκοῦσαι παρʼ αὐτοῦ λαβόντος φωνὴν ἐξ Ἥρας, ὡς εἰδὼς μέντοι ταῦτα ἐπρίω καὶ ὡς ἀπαλλάξων τῆς ἀταξίας διὰ τῆς ἐπιστήμης ἣν ἔχεις; δεῖ δὴ τῇ παιδείᾳ χρόνου καὶ μελέτης, ὧν προϊόντων ἴσως φανοῦμαι βελτίων. βεβιώκαμεν ἀνειμένως, ὦ βασιλεῦ, πάντες ἐπὶ τῆς ἔμπροσθεν ἐξουσίας. ἥκομεν ὑπὸ ζυγὸν ἀκριβέστερον. πειρασόμεθα φέρειν. σύγγνωθι μικρὰ καὶ ποιήσεις ἀμείνους ἢ δεῖσθαι συγγνώμης. καὶ ὅτι γε καινὸν οὐδὲν αἰτοῦμεν, ἀλλʼ ἤδη τοῦ συγγινώσκειν ὑπήρξω, τῆς ἡμέρας ἐκείνης ἀναμνήσθητι, ἐν ᾗ πονηρούς τε ἐκάλεις καὶ σώζειν ἠξίους. ἥμαρτον μέν, ἀλλὰ τρεφέσθων· ἐλύπησαν μέν, ἀλλὰ μὴ λιμωττόντων. δίδου μέτρα μύρια καὶ προστίθει τρισχίλια. ταῦτα χαλάσαντος ἦν, ταῦτα οὐ τελέως μισοῦντος, ταῦτα προσδοκῶντος μεταβολήν· οὐ γὰρ δὴ πόλιν ἀνιάτως ἔχουσαν ἔμελλες φιλοπόνως φρουρήσειν, εἰ μὴ κἀκεῖνα μισοῦντος ἦν ὄμβρων ἀμετρίαν ἐπιχειρεῖν ἀνείργειν καὶ ῥύεσθαι τὴν γῆν τῶν ἐκεῖθεν κινδύνων, ὅτε τὸν πολὺν ἐκεῖνον ὑετὸν ὑπαίθριος τῷ βωμῷ προσεστὼς ἐδέξω τῷ σώματι τῶν ἄλλων ὑπὸ τῷ νεουργῷ συνειλεγμένων ὀρόφῳ δεδιότων μὴ τοῖς καρποῖς βοηθῶν αὐτὸς ἰατροῦ δεηθῇς, ἀλλʼ οὐδὲν ἀπέστησέ σε τῆς βοηθείας. οὕτως ὠλιγώρεις τῆς πόλεως· ὑπὲρ ἧς κἀκεῖνο προσέθηκας, ᾐσθόμην γάρ· ἤρου τοὺς θεούς, εἰ πρὸς τὸ θέρος ἥξομεν ἀστασίαστοι, γνώμην ἔχων, εἰ προαίσθοιτό τις δεινόν, ἀπώσασθαι διʼ ὧν εἴωθας. εἶθʼ ὑπὲρ ὧν ὅπως μὴ ἀπολοῦνται πονεῖς, τούτους ὅπως ἀθυμοῦντας ἀπολεῖς σκοπεῖς καὶ λιμοῦ μὲν ἐξαιρεῖς, λύπαις δὲ ἐκδίδως; καὶ μένειν μὲν βούλει τὴν πόλιν, ὡς οὐκ ἄχρηστον, αἰσχύνῃ δὲ περιβάλλεις, ὡς οὐδενὸς ἀξίαν;
Ἀλλὰ πάντως ἡμᾶς δεῖ δοῦναι δίκην. δεδώκαμεν, ὦ βασιλεῦ, καὶ ταύτην μεγάλην καὶ μακράν, καὶ μὴν οὑτοσὶ πέμπτος τῇ τιμωρίᾳ. στένοντες καὶ σκυθρωποὶ καὶ κατηφεῖς διηγάγομεν οὐδὲν τῶν δεδεμένων ἄμεινον, πεπληγμένοι τὰς ψυχάς, νέφους τὰ πρόσωπα γέμοντες, ὅμοιοι τοῖς πενθοῦσι παίδων ἄωρον τελευτήν, δακρύοντες, ὀδυρόμενοι, μισοῦντες ἡμᾶς αὐτούς, τοὔδαφος, τὸν ἀέρα, τὸ ὕδωρ, τὰς οἰκίας, τοὺς ἐντυγχάνοντας, ἀλλήλους ἐκτρεπόμενοι, κεντούμενοι τῆς νυκτός, ὀδυνώμενοι μεθʼ ἡμέραν. ἔσωσε μὲν Ἀλέξανδρος τὴν πόλιν, ἔσωσεν, οὐκ ἂν ἄλλως φαίην, ἀλλὰ μετὰ πικρῶν ῥημάτων τῶν μὲν τὴν βουλὴν βαλλόντων, τῶν δὲ τὸν δῆμον τιτρωσκόντων οὐ διὰ τὸ καθʼ ἡμέραν ἐξαμαρτάνειν, πᾶς γὰρ αὑτῷ τὰ δίκαια παρῄνει φυλάττειν, ἀλλὰ διʼ ἓν ἐκεῖνο τὸ σὲ παροξύναν, καὶ ἀνθρώπων πάντων ἠθροισμένων τοῖς μὲν ἄλλοις ἦν πρᾷος, ἐφʼ ἡμᾶς δὲ χειμάρρου σφοδρότερος, ὥσθʼ ἡμῖν τὸν Κιμμερίων ἐκείνου τοῦ χρόνου γεγονέναι βίον ἐν σκότῳ καὶ νυκτὶ συνεχεῖ, τὸν δʼ ἥλιον ἡμῖν ἐνομίζομεν οὐκ ἀνίσχειν. τίνας ἔτι ζητεῖς δίκας παρʼ ἀνθρώπων ἀναλωμένων λύπῃ; δὸς δὴ συγγνώμην, δός, ὦ βασιλεῦ, μὴ πάντων ἐφεξῆς, ἀλλʼ ὅσα ἐκ τῶν ὠνίων ἔφυ. τῶν δὲ ἐν τῷ δρόμῳ τετολμημένων σὺ μὲν πάλαι κατεγέλασας, ἡμεῖς δὲ ἀπαιτήσομεν δίκας, ὡς ἀνιχνεύοντές γε τοὺς καταράτους οὐ πεπαύμεθα. καὶ τοῦ λαβεῖν ἐσμὲν οὐ πόρρω. σύγγνωθι δὴ πρὸς θεῶν, πρὸς δαιμόνων, πρὸς τῶν τροπαίων, πρὸς αὐτῆς φιλοσοφίας. ἀπὸ μεγάλων ἔργων ἥκεις. ἔστω σου καὶ τοῦτο μέγα. στεφάνωσον τὰς νίκας τῇ φιλανθρωπίᾳ καὶ μὴ μόνους ἡμᾶς ἐν κοινῇ πάντων ἀνθρώπων πομπῇ καθίσῃς κλάοντας.
Ἡμεῖς οἱ μισοῦντες σὲ καὶ τὴν σὴν βασιλείαν. καὶ γὰρ ταῦτα ἀκηκόαμεν, Ἥλιε. τῶν μὲν ἔργων σοι χωρούντων κατὰ νοῦν, τοῦ δὲ τῶν ἔργων οὔπω φαινομένου λόγου πάντα ἀφέντες ἐν ἱκετείαις ἦμεν, παῖδες, γέροντες, γυναῖκες, εὐθὺς μὲν καθʼ ἑκάστην ἀγειρόμενοι φυλήν, ἔπειτα εἷς ὅμιλος τὰ μέρη γιγνόμενοι, πορευόμενοι μὲν διʼ ἀγορᾶς μετὰ λαμπρῶν τῶν εὐχῶν, ὑπερβαίνοντες δὲ τὰς πύλας μετὰ μειζόνων, κυλινδούμενοι δὲ ἐν τῷ πεδίῳ τῷ τὰς τοῦ πολέμου δεχομένῳ μελέτας μετὰ μεγίστων. ὅσοι δὲ ἡμῶν ἐν ἐπιστήμῃ τοῦ θείου, καὶ τούτων ἐκοινώνουν καὶ πρὸς βωμοὺς ᾔεσαν καὶ πάντα τρόπον θεραπεύοντες τοὺς δοῦναι νίκην κυρίους. εἰ οὖν ταῦτα τῶν μισούντων, τίς ἡ τοῦ φιλεῖν ἀπόδειξις; ἀλλʼ εἰσὶν οἳ δυσχεραίνουσί τι τῶν σῶν. καὶ γὰρ πατέρας τινές. γένοιτʼ ἂν οὖν τι πατέρων γλυκύτερον; περὶ δὲ Ταρσέων, ὦ βασιλεῦ, πῶς ἔχεις; οὐδεὶς ἐκείνων ἀγροικότερόν τι φθέγξεται; καὶ τίς ἐγγυᾶται χρησμός; τί οὖν, ἂν ἐκδράμῃ τι ῥῆμα χαλκοτύπον ἢ σκυτοτόμον, ὃ τοὺς τοιούτους εἰκός; ζητήσεις πόλιν ἑτέραν καὶ πάλιν ἄλλην; καὶ τὸ ποῦ δεῖ σε χειμάζειν ἐν τοῖς ὑπηκόοις κείσεται; μήποτε τοσοῦτον ἰσχύσαιεν. ἀλλʼ ἐγκάθιζε τοῖς μὲν βουλομένοις, ὡς εὐφραίνων, τοῖς δὲ οὐκ ἐθέλουσιν, ὅπως μάθωσιν ἐθέλειν. δεῖ γὰρ τοὺς μὲν ἑκόντας γνώμῃ, τοὺς δὲ ἄκοντας ἀνάγκῃ τὰ δέοντα ποιεῖν. εἰ δὲ σοφιστὴς ἡμῖν ἐτύγχανες ὤν, πάντως δʼ ἄν, εἰ μὴ τοῦτο ἦσθα τὸ μέγιστον καὶ θειότατον, ἀντηγωνίζου μοι νῦν, ἔπειτα τῶν σῶν τις ὁμιλητῶν ἐβλάκευεν, ἆρʼ ἂν ἐπέτρεπες; οὐκ ἔστιν· ἀλλʼ εἰσήγετʼ ἂν τὸ σκῦτος. οὕτω δὴ καὶ νῦν ἅπασα πόλις μαθέτω βασιλέως ἐπιδημίαν φέρειν. ἀλλὰ ταῦτα μὲν περὶ τῶν τοῖς τοιούτοις βαρυνομένων, ἡμεῖς δὲ πάλαι τε ἐθάδες τῆς σὺν βασιλεῖ διαίτης καὶ νῦν δεόμεθα μὴ στερηθῆναι τοῦ γέρως. ἱκετεύει σε πόλις Ἰνάχου γένος ἔχουσα κατὰ ζήτησιν τῆς Ἰοῦς πλανηθέν, ἱκετεύει σε πόλις μέρος Ἀθηναίων ἔχουσα, πόλις Μακεδόνων, πόλις Ἀλεξάνδρου τοῦ τὰ αὐτά σοι δραμόντος, ἧς τὴν πηγὴν ἐθαύμασεν, ἐξ ἧς ἡδέως ἔπιεν, ἱκετεύει σε πόλις πολλούς σοι θεοὺς παρασχομένη συμμάχους, οἷς ἔθυσας, οὓς ἐκάλεσας, μεθʼ ὧν ἐστρατεύου, τὸν Ἑρμῆν, τὸν Πᾶνα, τὴν Δήμητρα, τὸν Ἄρη, τὴν Καλλιόπην, τὸν Ἀπόλλω, τὸν Δία τόν τε ἐπὶ τῆς κορυφῆς καὶ τὸν ἐν ἄστει, παρʼ ὃν εἰσῆλθες ὕπατος, ὅθεν ἐξῆλθες θαρρῶν, ᾧ γέγονας ὀφειλέτης. ἔχω σου γράμματα παρὰ τῷ θεῷ κείμενα. ἧκε θύσων, ἀπόδος τὸ χρέος καὶ θύσας μένε κατὰ τὸ τεταγμένον. αὐτῶν ἐκείνων νόμιζε ταῦτα ἀκούειν, αὐτοὺς ὁρᾶν οἴου νῦν. ἴσως δὲ καὶ βλέπεις περιεστῶτας ἡγουμένου τοῦ Διός, ὃς λαβὼν ἡμᾶς ἤδη σου μαχομένου τρέμοντας ἐπέρρωσέ τε καὶ παρεθάρρυνεν ἐναργεῖ τεκμηρίῳ. τοῦτο δὲ ἦν, κύκνον τις ἑλὼν ἐν ταῖς ὄχθαις τῆς λίμνης φέρων ἀνέθηκε τῷ θεῷ. ὁ δὲ τῶν μὲν πτερῶν οὐ παρῄρητο, τὴν δὲ ἰσχὺν ἀποβεβλήκει τῶν πτερύγων, οἷόν τι συμβαίνει περὶ τοὺς κύκνους, ὅταν ἐκπεσόντες τῆς ἐν τοῖς ἕλεσιν ἐλευθερίας ἀνθρώποις ὑποχείριοι γένωνται. τὸν μὲν δὴ ἄλλον χρόνον ἐπὶ γῆς ἦν οὐκ ἐπιχειρῶν αἴρεσθαι. θυσίαν δέ τινα ποιουμένων ἑβδόμῃ ἱσταμένου ὡς προσῆλθε τῷ ἱερῷ τὸ πῦρ, ὁρμήσας ὁ κύκνος πρὸς τὸν ἀέρα τρὶς τὸν νεὼν ὑπʼ αὐτὰ τὰ γεῖσα τῷ πτερῷ περιδραμών, ἔπειτα μετεωριζόμενος ἀναβὰς ἀφῆκεν αὑτὸν πρὸς τὴν ἕω. καὶ αὐτίκα βοή τε ἦν χαιρόντων, ἐξαλλομένων, κυβιστώντων μνήμῃ τῆς τοῦ Διὸς μεταβολῆς, ἣν εἰς τοῦτον τὸν ὄρνιν μεταστήσας ἑαυτὸν τὴν Ἑλένην ἔσπειρεν, ἐδόκει τε πᾶσιν ἐπείγεσθαι συνεξαιρήσων τὸ Περσικόν. οὗτος μετʼ ἐμοῦ νῦν ἀγορεύει βουλόμενος τῇ μὲν πόλει γενέσθαι διαλλαγάς, ἐμοὶ δὲ τὴν ἐκ τοῦ δοκεῖν πεπεικέναι δόξαν. μὴ τοίνυν ἀτιμάσῃς μηδὲ ἐλέγξῃς ῥήτορα ψήφῳ σῇ κεκοσμημένον. ἔδωκας τοὺς πυροὺς ἐμοῦ δεηθέντος, λῦσον τὴν ὀργὴν ἐμοῦ δεομένου. μὴ κάμῃς σεμνύνων ἄνθρωπον ἐκκρουσθέντα πολλάκις ὕπνου ταῖς περὶ σοῦ φροντίσι μηδʼ ἀποπέμψῃς ἄπρακτον εἰς τὴν πατρίδα κύπτοντα, ἐρυθριῶντα, ἐγκεκαλυμμένον, αἰσχυνόμενον μὲν τῶν πολιτῶν τοὺς παρόντας, αἰσχυνόμενον δὲ τοὺς ἀπόντας. οἷς ἐπειδὰν προαπαντῶντες ἐρωτῶσι· πεπείκαμεν, ὦ πρεσβευτά; τί ἀποκρίνωμαι; προσωπείου μοι δεήσει τότε ἢ νὴ Δία γε, νυκτὸς εἰς τὴν εἴσοδον καιροῦ κρύπτοντος φοινισσομένην παρειάν. οἴκοι δὲ γενόμενον ἀνάγκη καθειργμένον μένειν, ὡς οὐκ οἴσω τοὺς εἰς ἐμὲ βλέποντας δεικνύντας τοῖς πέλας τὸν ἡττημένον. ἀλλὰ γὰρ ἔστιν ἡμῖν ὄρη μεγάλα καὶ ὑψηλὰ καὶ λάσια, ἀνθρακέων τινῶν δῆμοι καὶ ἄντρα καὶ καλύβαι. παρὰ τούτους ἥξω μεταθέμενος τοὔνομα καὶ στολὴν μεταλλάξας καὶ ὅσα ἂν ἐξῇ τῶν περὶ τὸ πρόσωπον. ἐνταῦθα ἐπʼ ἐρημίας κείσομαι πόρρω τῆς πόλεως, ἣν οὐκ ἔσχον ὀνῆσαι.
Χορηγῶν μὲν ἐγενόμην ἔκγονος, ὦ βασιλεῦ, χορηγεῖν δὲ αὐτὸς ὑπὸ τῆς Τύχης ἐκωλύθην. αἰσχρὸν δὲ ζῆν μηδὲν εὖ ποιεῖν τὴν αὑτοῦ δυνάμενον. ἐπειδὴ τοίνυν τῶν τερπουσῶν λειτουργιῶν ἀπολέλειμμαι, δεῖξόν με τῇ σωζούσῃ φιλοτιμούμενον. καὶ μή μοι λεγέτω τις τὴν ἐν Κιλικίᾳ παρασκευήν. βουλήθητι μόνον, καὶ πάντα ἕψεται. πέντε ἡμερῶν τὸ ἔργον καὶ καμήλων οὐ πολλῶν. εἶδες ἡμᾶς ἠσθενηκότας, ὅρα καὶ δύναμιν ἔχοντας. λάβε πεῖραν τοῦ τόκου τῆς γῆς, ἐπειδὴ καὶ τῶν ἐναντίων. νῦν εἴσῃ σαφῶς, εἴτε κακίας ἦν εἴτε δυστυχίας ἐκεῖνα.