eul_wid: uxc-an

Περὶ τῆς τοῦ κόσμου ἀϊδιότητος
On the Eternity of the World

John Philoponus of Alexandria On the Eternity of the World PDF

Aet Mund.1.(1t) 〈ΙΩΑΝΝΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΚΑΤΑ ΤΩΝ ΠΡΟΚΛΟΥ ΠΕΡΙ ΑΙΔΙΟΤΗΤΟΣ ΚΟΣΜΟΥ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ〉 〈Προοίμιον.〉 ............ 〈Πρόκλου διαδόχου λόγος πρῶτος.〉 ............ 〈Κεφάλαια τῆς λύσεως τοῦ πρώτου λόγου.〉 〈αʹ .. βʹ .. γʹ .. δʹ .. εʹ .. ϛʹ .. ζʹ .. ηʹ ..〉 〈Λύσις τοῦ πρώτου λόγου.〉 〈αʹ. .....................................〉 〈βʹ. .................................. αἰω‐〉 νίως ὂν εἰς ταὐτὸν ἄγειν καὶ τὸ ἐπ’ ἄπειρον χρονικῶς· οὐδὲ γὰρ αἰῶνα καὶ χρόνον τὸν αὐτὸν λέγει‘. λάβωμεν οὖν ἐκ τούτου προαποδεδειγμένον, ὅτι καὶ κατ’ αὐτὸν δύναμις ἄπειρός ἐστιν ὁ αἰών. εἰ οὖν κατὰ Πρόκλον τε καὶ Ἀριστοτέλην δύναμις ἄπειρος ὁ αἰών ἐστιν καὶ ἁπλῶς εἰπεῖν εἰ τὸ αἰώνιον πάντως καὶ ἀπειροδύναμον, ὅπερ ἄρα μὴ μετέχῃ δυνάμεως ἀπείρου, τοῦτο αἰῶνος οὐ μετέχει, ὅπερ δὲ οὐδὲ μετέχει αἰῶνος, τοῦτο αἰώνιον οὐκ ἔστιν.
Aet Mund.2 εἰ οὖν κατ’ οὐδεμίαν τῶν δύο τῶν εἰρημένων ὑποθέσεων ἀπείρου μετέχει δυνάμεως τὸ θεῖον, κατ’ οὐδὲν ἔσται αἰώνιον, εἰ δὲ μή ἐστιν αἰώνιον, ὑπὸ χρόνον ἐστὶν ἐξ ἀνάγκης· τῶν γὰρ ὄντων πάντων τὰ μέν ἐστιν αἰώνια τὰ δὲ ὑπὸ χρόνον ** χρόνου δημιουργὸς καὶ εἰ μή ἐστιν τὸ θεῖον αἰώνιον, ἐπεὶ μηδὲ ἀπειροδύναμον, οὐδὲ ἀίδιον ἔσται· εἰ γὰρ πεπερασμένη ἡ δύναμις, ἐξαρκεῖν ἀεὶ οὐ δύναται· οὐκοῦν ἢ καὶ ἀρχὴν ἕξει καὶ τέλος διὰ τὸ τῆς δυνάμεως πεπερασμένον καὶ οὐκ αἰώνιον ἢ ἄλλο τι αὐτῷ ἔσται τοῦ εἶναί τε καὶ τῆς ἀιδιότητος αἴτιον. πάλιν οὖν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσωμεν· ἐπεὶ γὰρ κἀκεῖνο τὴν δημιουργικὴν ἔχει δύναμιν, εἴπερ καὶ τοῦτον παρήγαγεν καὶ τὸ δύνασθαι αὐτῷ δημιουργεῖν δέδωκεν, ἀνάγκη καὶ περὶ ἐκείνου ζητεῖν, εἴτε δύναται κρείττονα παράγειν, ὧν παράγει, εἴτε μή· καὶ ** ἀνάγκη ἢ ἐπ’ ἄπειρον ἀνάγειν τὸ ἄτοπον ἢ ἄπειρον εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν ὑποτίθεσθαι, μᾶλλον δὲ κατὰ πάντα εἶναι τὸ θεῖον ἀπειροδύναμον.
Aet Mund.3 ἀλλὰ δὴ καὶ εἰ πάντων ἔχειν τὴν γνῶσιν τὸν θεὸν ὡμολόγηται, τῶν γεγενημένων, τῶν ὄντων, τῶν ἐσομένων, ἄναρχος δέ ἐστιν κατ’ αὐτοὺς ὁ κόσμος καὶ ἀτελεύτητος καὶ διὰ τοῦτο ἄπειρά ἐστιν τὰ γενόμενα καὶ τὰ ἐσόμενα, ** τέ ἐστιν τὸν θεὸν πεπερασμένης οὔσης καὶ μὴ ἀπείρου τῆς γνωστικῆς αὐτοῦ δυνάμεως ἢ τῆς τῶν γεγενημένων ἢ τῆς τῶν ἐσομένων γνώσεως περιδράξασθαι· τῇ γὰρ πεπερασμένῃ δυνάμει τῶν ἀπείρων περικρατεῖν ἀδύνατον. ὥστε οὔτε τῶν γεγενημένων πάντων οὔτε τῶν ἐσομένων ἕξει τὴν γνῶσιν ὁ θεός· εἰ γὰρ ἕξει, ἢ οὐκ ἔσται ὁ κόσμος ἀγένητός τε καὶ ἄφθαρτος, ἵνα μὴ ἄπειρα εἴη καὶ τὰ γεγενημένα καὶ τὰ ἐσόμενα, ἢ οὐ πεπερασμένῃ δυνάμει γινώσκει τὰ ὄντα ὁ θεός· εἰ δὲ τοῦτο, οὐδὲ δημιουργεῖ πεπερασμένῃ.
Aet Mund.4 εἰ τοίνυν τῶν δύο τῶν εἰρημένων ὑποτεθεισῶν ὑποθέσεων (τῆς τε λεγούσης μίαν μὲν εἶναι καὶ ἁπλῆν τὴν τοῦ θεοῦ δύναμιν, πεπερασμένῃ δὲ δυνάμει δημιουργεῖν τὸν θεὸν καὶ τῆς πολλὰς μὲν δυνάμεις ἔχειν τὸν θεὸν ὑποτιθεμένης, οὐδεμίαν δὲ ἄπειρον) τὰ ἀτοπώτατα ἠκολούθησεν (τό τε μὴ εἶναι τὸν θεὸν αἰώνιον ἀλλ’ ὑπὸ χρόνον καὶ τὸ ἄλλου δεῖσθαι τοῦ τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγοῦντος, οὐδὲ ἐκείνου τὴν αὐτὴν ἀτοπίαν ἐκφεύγοντος, καὶ ἔτι τὸ μήτε τῶν γενομένων μήτε τῶν ἐσομένων ἔχειν γνῶσιν τὸν θεόν, συγχωρουμένου τοῦ εἶναι τὸν κόσμον ἀγένητον κατ’ αὐτοὺς καὶ ἄφθαρτον), οὐδεμία ἄρα τούτων τῶν ὑποθέσεων ἀληθὴς ἔσται. ἔτι τρεῖς ὑπολείπονται ὑποθέσεις· ἢ γὰρ μία μέν ἐστιν ἡ τοῦ θεοῦ δύναμις, ἀπείρῳ δὲ δυνάμει πάντα ἐνεργεῖ τε καὶ ποιεῖ (εἴτε δημιουργεῖν λέγοιτο εἴτε προνοεῖν εἴτε γινώσκειν εἴθ’ ὅτι καὶ ἄλλο) ἢ πολλαί εἰσιν δυνάμεις καὶ ἑκάστη ἄπειρος ἢ πολλαὶ καὶ τούτων αἱ μὲν ἄπειροι αἱ δὲ πεπερασμέναι. εἰ μὲν οὖν αἱ μὲν εἶεν ἄπειροι αἱ δὲ πεπερασμέναι, ἀποκληρωτικὸς ἔσται ὁ λόγος καὶ πολλῇ τῇ αὐτονομίᾳ χρώμενος· τίς γὰρ ἡ ἐξουσία τήνδε μὲν τὴν τοῦ θεοῦ δύναμιν ἄπειρον εἶναι λέγειν, τήνδε δὲ πεπερασμένην; ἔσται γὰρ τὸ θεῖον κατὰ τὶ μὲν αἰώνιον κατὰ τὶ δὲ ὑπὸ χρόνον καὶ αὐτὴ ἡ τὸν χρόνον παράγουσα τοῦ θεοῦ δύναμις ὑπὸ χρόνον ἔσται.
Aet Mund.5 πῶς δὲ συνέξει ἐς ἀεὶ τὰ ὄντα, εἰ μὴ ἄπειρος; ᾗ γὰρ ἂν δυνάμει δημιουργεῖ τις, ταύτῃ που πάντως καὶ συνέχει τὸ δημιουργούμενον. καὶ ἡ τρίτη ἄρα ὑπόθεσις ἄτοπος οὖσα καὶ ἀδύνατος δέδεικται. λείπεται τοίνυν τῶν λοιπῶν δύο τὴν ἑτέραν εἶναι ἀληθῆ, λέγω δὴ ἢ πολλὰς μὲν εἶναι τὰς τοῦ θεοῦ δυνάμεις καὶ ἑκάστην ἄπειρον ἢ μίαν καὶ ἁπλῆν καὶ ἀπειροδυνάμως ἅπασαν τοῦ θεοῦ ἐνέργειαν γίνεσθαι· ὅπερ καὶ μᾶλλον ἀληθές τέ ἐστιν καὶ ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις ἀκόλουθον διὰ τὴν παντελῆ τοῦ θεοῦ ἁπλότητα. γʹ. Ὅτι μὲν οὖν ἀδύνατον πεπερασμένῃ δυνάμει δημιουργεῖν τὸν θεὸν τὰ ὄντα, δῆλον ἐκ τῶν εἰρημένων. εἰ δὲ ἀδύνατον πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ἄπειρος ἐξ ἀνάγκης ἔσται (ἄπειρον δὲ λέγω οὐ μόνον κατὰ τὸ ἀεὶ δύνασθαι παράγειν—τὴν γὰρ μὴ οὕτως ἄπειρον ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον—, ἀλλ’ ὅτι καὶ ἵν’ οὕτως εἴπω καθ’ ἕκαστον νῦν ἑκάστου τῶν ὄντων παραγωγὴ οἷον ἡλίου ψυχῆς οὐρανοῦ ὑπὸ ἀπείρου πάντως δυνάμεως γίνεται).
Aet Mund.6 τεκμήριον δ’ ἂν εἴη τούτου πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἀχρόνως καὶ ἅμα νοήματι πάντα τὸν θεὸν παράγειν· τοῦτο γὰρ περὶ θεοῦ πιστεύειν αἱ κοιναὶ πάντας διδάσκουσιν ἔννοιαι· ὅθεν καὶ τῶν παρ’ ἡμῖν θεολόγων ὁ μέν τίς φησιν ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν‘, ἕτερος δὲ ‘διενοήθης καὶ ἐγενήθησαν, ἐνενοήθης καὶ παρέστησαν‘· ὁ γὰρ καὶ τὸν χρόνον αὐτὸν παράγων οὐκ ἂν δήπου χρονικῆς παρατάσεως εἰς τὸ ποιεῖν τὰ ὄντα δέοιτο. τὸ δὲ ἐξαρκεῖν εἰς τὴν πάντων οὐσίωσιν μόνην τὴν τοῦ γενέσθαι θέλειν αὐτὰ τοῦ θεοῦ νόησιν πῶς οὐκ ἀπείρου δυνάμεώς ἐστιν ἀπόδειξις ἀναμφίλεκτος; ταύτῃ μέντοι τῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων καὶ τὰ ἐλάχιστα παράγεσθαι· εἰ γὰρ μιᾷ δυνάμει πάντα ὑφίστησιν, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ—ἐν γὰρ τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων φησὶν ὅτι ‘ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν‘, φησίν, ‘ἕκαστον κατὰ τὸ ἕν, οὕτως γινώσκει ἕκαστον κατὰ τὸ ἕν‘ —, εἰ οὖν κατὰ τὸ ἓν πάντα ὑφίστησιν, οὐ συμμεριζομένης οὐδὲ συμπληρουμένης τοῖς γινομένοις δυνάμεως, διάφορα δὲ τὰ γενόμενα τὰ μὲν κρείττονα τὰ δὲ ἐλάττονα, ἀπείρῳ δὲ δυνάμει πάντα ὑφίστησιν, ὡς δέδεικται, μιᾷ ἄρα καὶ τῇ αὐτῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων καὶ τὰ ἐλάχιστα πεποίηκεν.
Aet Mund.7 δεδειγμένου τοίνυν, ὅτι τε ἀδύνατον πεπερασμένην εἶναι τὴν τοῦ θεοῦ δημιουργικὴν δύναμιν καὶ ὅτι ἄπειρον αὐτὴν εἶναι ἀνάγκη, οὐκ ἄρα ἀληθὲς οὔτε διὰ τὸ ποιητικὸν μόνον αἴτιον οὔτε δι’ ἄμφω, τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, μήτε πλείονα τῶν ὄντων μήτε κρείττονα γενέσθαι· ταύταις γὰρ ταῖς ὑποθέσεσιν εἵπετο πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ὅπερ ὡς ἄτοπόν τέ ἐστιν καὶ ἀδύνατον δέδεικται. λείπεται ἄρα τὴν λοιπὴν μόνην τῶν ὑποθέσεων εἶναι ἀληθῆ τὴν λέγουσαν μόνην τὴν τῶν γενητῶν φύσιν αἰτίαν εἶναι τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι. εἰ δέ τις καὶ συγχωρήσει ἀμφότερα εἶναι αἴτια, τό τε ποιοῦν φημι καὶ τὸ γινόμενον, τοῦ μὴ δύνασθαι πλείονα ἢ κρείττονα δημιουργεῖσθαι, ἀνάγκη πάντως διὰ μίαν καὶ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν οὐ δύναται τὸ γινόμενον γίνεσθαι, διὰ τὴν αὐτὴν καὶ τὸ ποιοῦν μὴ δύνασθαι ποιεῖν. ἣν ἂν οὖν τις αἰτίαν ἀποδῷ τοῦ μὴ δυνατὸν εἶναι πλείονα γενέσθαι τῶν γενομένων ἢ κρείττονα, ἀπείρου τε κατὰ πάντα τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως οὔσης, ὡς ἀποδέδεικται, ταύτην καὶ παρ’ ἡμῶν δεχέσθω τοῦ μὴ δύνασθαι ἐξ ἀιδίου τὸν κόσμον ὑφίστασθαι καίπερ ἀεὶ ἀγαθοῦ καὶ ἀεὶ δημιουργοῦ τοῦ θεοῦ ὑπάρχοντος. καὶ ἥν γε ἡμεῖς περὶ τούτων φυσικωτάτην αἰτίαν ἔχομεν ἀποδοῦναι, ἔστιν αὕτη. τὸ ἄπειρον κατὰ μηδένα τρόπον δύνασθαι ἐνεργείᾳ ὑποστῆναι διὰ πλειόνων Ἀριστοτέλης ἔν τε τῇ φυσικῇ ἀκροάσει καὶ ἐν τῇ περὶ οὐρανοῦ ἀποδέδειχεν (ἄπειρον δὲ νῦν λέγω τὸ ἐν μεγέθει κατὰ τὴν ἔκτασιν ἢ ἐν ἀριθμῷ· τὸ γὰρ ἐν δυνάμει ἄπειρον ἀνάγκη πᾶσα ἐν τοῖς κατὰ φύσιν ἀιδίοις εἶναι) καὶ ὑπὸ πάντων συμφώνως ὡμολόγηται.
Aet Mund.8 τοῦ δὲ ἀπείρου κατὰ μέγεθος ἢ κατὰ ἀριθμὸν ὑποστῆναι κατ’ ἐνέργειαν φύσιν οὐκ ἔχοντος ἀνάγκη πάντως πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. τούτου δὲ οὕτως ἔχοντος γελοῖον τὸ ζητεῖν, διὰ τί μὴ πλείονα ὑπέστη· ὅσῳ γὰρ πλείονα τῶν ὄντων ὑποστῆναί τις ὑπόθοιτο, τοῦ ἀπείρου κατ’ ἐνέργειαν ἐκβῆναι μὴ δυναμένου οὐδὲν ἧττον ἡ αὐτὴ μενεῖ ἀπορία. ταύτῃ οὖν ἀνάγκη πεπερασμένον εἶναι τὸν τῶν ὄντων ἀριθμόν. κρείττονα δὲ πάλιν τῶν ὄντων οὐ γέγονεν διὰ τὸ δεῖν πάντως ὑφεῖσθαι τοῦ δημιουργοῦ τὰ ὑπ’ αὐτοῦ παρηγμένα· ὅσῳ ἂν οὖν τις ὑπόθοιτο κρείττονα ὧν εἰσιν τὰ ὄντα ὑφίστασθαι, τοσούτῳ μᾶλλον λειπομένων αὐτῶν τῆς ὑπὲρ νοῦν τοῦ θεοῦ δυνάμεως οὐδὲν ἧττον τὴν αὐτὴν καταλείπει ἀπορίαν. ὥστε πάλιν ἀνάγκη καὶ τὸ ποιὸν τῶν γενομένων ὥσπερ καὶ τὸν ἀριθμὸν περιγεγράφθαι. εἰ οὖν τὸ μὴ πλείονα ἢ κρείττονα δεδημιουργῆσθαι περὶ τὴν φύσιν τῶν γινομένων ἔχει τὸ αἴτιον καὶ οὐδὲν τοῦτο μειοῖ ἢ τὴν δύναμιν τοῦ θεοῦ ἢ τὴν ἀγαθότητα, ἀκολούθως ἄρα καὶ ἡμεῖς μὴ εἶναι τὸν κόσμον ἀγένητον ὑποτιθέμενοι οὔτε ἀσθένειαν τοῦ δημιουργοῦ οὔτε τὸ μὴ βούλεσθαι ἀεὶ αὐτὸν τὰ ἀγαθὰ παράγειν κατηγοροῦμεν, ἀλλὰ τὴν τῶν γινομένων φύσιν αἰτιώμεθα· ὥσπερ γὰρ τὸ μὴ πλείονα ἢ ἄπειρα δημιουργεῖσθαι διὰ τὸ μὴ δύνασθαι κατ’ ἐνέργειαν ὑποστῆναι τὸ ἄπειρον συμβαίνει, οὕτω φημὶ καὶ τὸν κόσμον μὴ δύνασθαι ἐξ ἀιδίου τῷ θεῷ συνυπάρχειν, ἵνα μὴ πάλιν κατ’ ἐνέργειαν δῶμεν τὸ ἄπειρον ὑφίστασθαι καὶ διεξιτητὸν ποιήσωμεν τὸ ἄπειρον· ἐξ ἀιδίου γὰρ τοῦ κόσμου ὑπάρχοντος ἀνάγκη που πάντως ἦν καὶ τῶν ἄνωθεν ἕως νῦν ἐν τῷ κόσμῳ γενομένων τὸν ἀριθμὸν—ἀνθρώπων φημὶ ἢ φυτῶν ἢ τῶν λοιπῶν ἑκάστου εἴδους ἀτόμων—ἄπειρον γεγονέναι κατ’ ἐνέργειαν· εἰ γὰρ πεπερασμένον τις ὑπόθοιτο τῶν γενομένων ἀνθρώπων ἢ φυτῶν ἤ τινων ἄλλων ἀτόμων τὸν ἀριθμόν, ἐπειδὴ ἕκαστον αὐτῶν ἐν πεπερασμένῳ χρόνῳ τὸ εἶναι ἔσχεν, καὶ τὸν ἅπαντα χρόνον πεπεράσθαι ἀνάγκη· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν.
Aet Mund.9 ἐπεὶ οὖν ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ὁ γενόμενος χρόνος ἄπειρός ἐστιν κατ’ ἐνέργειαν, ἀνάγκη δήπου καὶ τὰ ἐν τῷ ἀπείρῳ χρόνῳ γενόμενα ἄτομα ἐνεργείᾳ ἄπειρα εἶναι κατ’ ἀριθμόν· ὥστε συμβήσεται ἄπειρον ἀριθμὸν ἐνεργείᾳ ὑποστῆναί τε καὶ συμβεβηκέναι τοῦ κόσμου ἀγενήτου ὄντος. ὅτι δὲ κατ’ οὐδένα τρόπον ἐνεργείᾳ ὑποστῆναι τὸ ἄπειρον ἐνδέχεται οὔτε ἀθρόον ὑφιστάμενον οὔτε κατὰ μέρος γινόμενον, ἐν ἑτέρῳ μὲν προϊόντες θεοῦ διδόντος ἐντελέστερον δείξομεν, ἐπειδὰν πάσας τὰς περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον ἀπορίας ἐλέγξαντες αὐτοὶ λοιπὸν ἐφ’ ἑαυτῶν κατασκευάζομεν, ὡς οὐκ ἐνδέχεται αὐτὸν εἶναι ἀίδιον, παραθήσομαι δὲ καὶ αὐτὸν τὸν Ἀριστοτέλη ἐπὶ λέξεως αὐτὸ τοῦτο κατασκευάζοντα, λέγω δὲ τὸ κατὰ μηδένα τρόπον ἐνεργείᾳ δύνασθαι τὸ ἄπειρον ὑφίστασθαι.
Aet Mund.10 καὶ αὐτόθεν δὲ οἶμαι τοῦτο δῆλον εἶναι· δι’ ἣν γὰρ αἰτίαν ἀθρόον καὶ ἅμα εἶναι τὸ ἄπειρον οὐ δύναται, διὰ τὴν αὐτὴν ταύτην οὐδὲ κατὰ μέρος ὑφιστάμενον εἰς ἐνέργειαν ἐκβῆναι δύναται· εἰ γὰρ ὅλως δυνατὸν ἦν κατὰ μέρος ὑφιστάμενον κατ’ ἐνέργειαν ἐκβεβηκέναι τὸ ἄπειρον, τίς ἂν ἦν ἔτι λόγος ὁ κωλύων καὶ ἅμα αὐτὸ κατ’ ἐνέργειαν ὑφίστασθαι; καὶ γὰρ πολλῷ ἀδυνατώτερον φανείη τοῦ ἀθρόον καὶ ἅμα τὸ ἄπειρον ὑφίστασθαι λέγειν τὸ κατὰ μέρος καὶ οἱονεὶ κατὰ μονάδα ἄλλην μετ’ ἄλλην ἐξαριθμούμενον εἰς γένεσιν ἄγεσθαι τὴν κατ’ ἐνέργειαν· ἀθρόον μὲν γὰρ ὑφιστάμενον ἴσως οὐκ ἀνάγκη ἔσται κατὰ μονάδα διεξιέναι αὐτὸ καὶ οἱονεὶ ἐξαριθμεῖσθαι, κατὰ μέρος δὲ γινόμενον καὶ ἄλλης ἀεὶ μετ’ ἄλλην μονάδος ὑφισταμένης, ὡς λοιπὸν κατ’ ἐνέργειαν ἀπείρους γεγονέναι μονάδας, κἂν μὴ ἀθρόον ἅμα ὑφεστήκῃ, διὰ τὸ τὰ μὲν ἐφθάρθαι αὐτοῦ τὰ δὲ εἶναι, διεξιτητὸν ὅμως γέγονεν· ὅπερ ἐστὶν ἀδύνατον, τὸ οἱονεὶ ἀπαριθμούμενον κατὰ μονάδα διεξελθεῖν τὸ ἄπειρον, κἂν ἀίδιον ᾖ τὸ ἀριθμοῦν· φύσει γὰρ τὸ ἄπειρον ἀδιεξίτητόν ἐστιν· ἐπεὶ οὐδ’ ἂν ἄπειρον ἦν. εἰ οὖν τὸ ἄπειρον ἀδιεξίτητον, καθ’ ἕκαστον δὲ ἄτομον προϊοῦσα ἡ τοῦ γένους διαδοχὴ διὰ ἀπείρων ἀτόμων μέχρι τῶν νῦν ὄντων κατήντησεν, διεξιτητὸν ἄρα τὸ ἄπειρον γέγονεν· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἄπειρος ὁ τῶν ἄνω ἀτόμων ἀριθμός· οὐ γὰρ ἂν ἡ τοῦ γένους διαδοχὴ μέχρις ἑκάστου ἡμῶν κατήντησεν· τὸ γὰρ ἄπειρον διεξελθεῖν ἀδύνατον.
Aet Mund.11 καὶ εἰ ἀνάρχου ὄντος τοῦ κόσμου ὁ γενόμενος τῶν ἀριθμὸς μέχρι Σωκράτους εἰ τύχοι ἄπειρος ἦν, ἐκείνῳ δὲ προσετέθησαν οἱ ἀπὸ Σωκράτους μέχρι τοῦ νῦν γινόμενοι, ἔσται τι τοῦ ἀπείρου μεῖζον· ὅπερ ἀδύνατον. καὶ ὁ τῶν ἀνθρώπων τῶν γενομένων ἀριθμὸς ἄπειρος, ἀλλὰ μὴν καὶ ὁ τῶν γενομένων ἵππων ἀριθμὸς ἄπειρος· διπλασιάσεις ἔτι τὸ ἄπειρον. τούτοις εἰ προσθήσεις καὶ τὸν τῶν κυνῶν ἀριθμόν, τριπλασιάσεις τὸ ἄπειρον, καὶ τῶν ἄλλων ἑκάστου προστιθεμένου πολυπλασιασθήσεται· ὅπερ τῶν ἀδυνατωτάτων ἐστίν· οὐ γὰρ μεῖζον εἶναι τοῦ ἀπείρου ἐνδέχεται, ἵνα καὶ πολλαπλάσιον συγχωρήσωμεν. εἰ τοίνυν ἀγενήτου ὄντος τοῦ κόσμου ταῦτα ἄτοπα συμβαίνειν ἀνάγκη καὶ ἕτερα πλείονα, ὡς ἐν ἑτέροις δείξωμεν, ἀδύνατον ἄρα ἀγένητον εἶναι καὶ ἄναρχον τὸν κόσμον· οὕτω γὰρ διεξιτητόν τε ἔσται τὸ ἄπειρον καὶ ἐνεργείᾳ ὑφεστὸς καὶ ἀεὶ αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μὴ παύεσθαι αὐτὸ ἑαυτοῦ μεῖζον γινόμενον καὶ πολλάκις ἵνα μὴ λέγω ἀπειράκις τὸ ἄπειρον ἔσται. δι’ ἣν ἄρα αἰτίαν οὐ πλείονα δημιουργεῖ ὁ θεός, διὰ τὴν αὐτὴν οὐδὲ ἐξ ἀιδίου τὸν κόσμον ἐδημιούργησεν. εἰ δὲ ἀδύνατον ἦν ἐξ ἀιδίου δημιουργεῖσθαι τὸν κόσμον, δῆλον ἄρα, ὡς οὐδεμία καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον ὑπέστη· ὅσῳ γὰρ ἂν τῷ λογισμῷ ἐπὶ τὸ πρόσω χωρήσωμεν, τοσούτῳ μᾶλλον παραθεῖ τοῦ νοῦ τὴν ἐπίνοιαν τὸ ἄναρχον τῆς τοῦ θεοῦ ὑποστάσεως καὶ διὰ τοῦτο πάλιν οὐδὲν ἧττον ἡ αὐτὴ καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον.
Aet Mund.12 εἰ δέ τις προσφιλονεικῶν τῷ λόγῳ μὴ τὸ ἄπειρον αἰτιάσηται τοῦ μὴ πλείονα δεδημιουργῆσθαι, ἣν μάλιστα ἀνάγκη φυσικωτάτην εἶναι αἰτίαν, ἀλλ’ ἁπλῶς οὕτω λέγοι μὴ μόνον ἄπειρα μὴ δύνασθαι γενέσθαι ἀλλὰ μηδὲ πλείονα ὅλως τῶν ὄντων τῆς φύσεως τῶν γενητῶν τοσοῦτον ἐπιδεχομένης ἀριθμόν, ὅσος καὶ γέγονεν, οὐχ ἕξει μὲν τούτου λέγειν αἰτίαν οὐδεμίαν· εἰ γὰρ τοσαῦτα γεγένηται, τί ἐκώλυεν φέρε εἰπεῖν καὶ ἄλλα δύο ἢ τρία εἴδη ἐν τῷ κόσμῳ ὑποστῆναι; εἰ γὰρ ἄνθρωποι ὄνον ἵππῳ μίξαντες ἐτεχνήσαντο ἡμίονον ποιῆσαι καὶ ἐπὶ πτηνῶν πλεῖστα εἴδη σύμμικτα πεποιήκασιν, πῶς οὐκ ἄτοπον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν φυσικὰ τοιαῦτα ὑποστῆσαι ζῷα; φυσικὰ δὲ λέγω, ὥστε καθ’ ὁμοιότητα τοῦ λοιποῦ μὴ δεῖσθαι τοὺς ἀνθρώπους διάφορα συνάγειν ζῷα εἰς τὴν τούτων γένεσιν, ἀλλὰ φυσικὴν τὴν διαδοχὴν καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν διασῴζεσθαι· τί γὰρ ἦν ἀδύνατον τὸν θεὸν ὑφισταμένων ἀνθρωπίνῃ μεθόδῳ τῶν τοιούτων ζῴων αὐτὸν φυσικῶς τοὺς σπερματικοὺς λόγους τῆς διαδοχῆς αὐτῶν καταβαλέσθαι; καὶ γὰρ ἐπὶ τῶν ἄλλων, ὥς φησιν Ἀριστοτέλης, τὸ τῆς διαδοχῆς ἄπαυστον σῶσαι θέλων ὁ θεὸς τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ἐντελεχῆ ποιήσας τὴν γένεσιν· τί οὖν ἐκώλυεν καὶ τοῖς τοιούτοις ζῴοις (λέγω δὴ τοῖς ἐξ ἐπιτηδεύσεως ἀνθρώπων γενομένοις) τὸν τῆς διαδοχῆς λόγον φυσικῶς ἐγκατασπεῖραι; πλὴν εἰ καὶ τοῦτο συγχωρήσωμεν, ἡμᾶς γοῦν οὐδὲν τὸ κωλῦον ἔστιν τῇ αὐτῇ ἀπολογίᾳ χρήσασθαι τοῦ μὴ ἐξ ἀιδίου τὸν κόσμον ὑποστῆναι, ἵνα μὴ κατ’ ἐνέργειαν τὸ ἄπειρον ὑποστῇ καὶ τοῦ ἀπείρου ᾖ τι μεῖζον καὶ πολλαπλάσιον καὶ διεξιτητὸν τὸ ἄπειρον γένηται· ταῦτα γὰρ τῶν ἀδυνάτων ἐστίν.
Aet Mund.13 εἴρηται ἄρα καὶ ἡ αἰτία, δι’ ἣν ἀεὶ ὢν ὁ θεὸς ἀγαθὸς οὐκ ἐξ ἀιδίου τὸν κόσμον ἐδημιούργησεν. δʹ. Καὶ ἄλλως. εἰ ὁ θεὸς ἀγαθός, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται ὁ φθόνος, ὡς ὁ σοφός φησι Πλάτων, καὶ διὰ τοῦτο εἰς τὸ εἶναι πάντα παρήγαγεν, διὰ τί μηδὲν τῶν γενητῶν ἑαυτῷ κατὰ πάντα ταὐτὸν ὑπέστησεν ὥστε τῆς αὐτῆς αὐτῷ κοινωνεῖν οὐσίας τε καὶ δυνάμεως; ἢ γὰρ δυνάμενος οὐκ ἠθέλησεν, καὶ τὸ ἑπόμενον διὰ τὸ βλάσφημον σιωπῶ (οὐ γὰρ τὸν φθόνον ἐκφεύξεται), ἢ πάντως διὰ τὸ μὴ δύνασθαι οὐδὲ ἠθέλησεν· ἀλλὰ τοῦτο ἀσθένειαν τοῦ θεοῦ κατηγορήσει· ἀμήχανον γὰρ ἦν τῶν γενητῶν τι ταὐτὸν εἶναι τῇ ἀγενήτῳ καὶ δημιουργικῇ αὐτοῦ αἰτίᾳ· οὕτω γὰρ ἂν αὐτὸς ἑαυτὸν ὁ θεὸς ἐδημιούργει καὶ τὸ ἀγένητον γενητὸν εἶναι συνέβαινεν, εἴπερ ἀγένητος μὲν φύσει ἐκείνη ἡ οὐσία, γίνοιτο δ’ αὖ πάλιν, εἴ τι τῶν γεγονότων τῆς αὐτῆς αὐτῷ εἴη οὐσίας. εἰ οὖν τὸ μὴ δύνασθαί τι τῶν δημιουργηθέντων ταὐτὸν εἶναι τῷ δημιουργήσαντι οὔτε τὸ εἶναι τὸν θεὸν ἀγαθὸν ἀφαιρεῖται οὔτε τὸ μὴ βούλεσθαι ἑαυτῷ πάντα ποιῆσαι παραπλήσια εἰσάγει οὔτε τινὰ ἀσθένειαν αὐτῷ καὶ ἀδυναμίαν προστρίβεται, καὶ ἡμεῖς ἄρα μὴ εἶναι τὸν κόσμον ἀίδιον ὑποτιθέμενοι οὔτε τὸ εἶναι τὸν θεὸν ἀεὶ ἀγαθὸν ἀφαιρούμεθα οὔτε ἀσθένειαν τῆς δημιουργικῆς αὐτοῦ κατηγοροῦμεν δυνάμεως, ἀλλὰ τὸ μὴ δύνασθαι ἀεὶ εἶναι τὸν κόσμον δι’ αὐτὴν τὴν τοῦ γινομένου φύσιν ὑποτιθέμεθα, ὅτι τε τὸ ἄπειρον κατ’ ἐνέργειαν ὑποστῆναι ἢ διεξιτητὸν εἶναι ἀδύνατον ἦν καὶ ὅτι συναΐδιον εἶναι τῷ ποιοῦντι τὸ γινόμενον φύσιν οὐκ ἔχει· εἰ γὰρ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν δημιουργικῶς παρὰ τοῦ θεοῦ εἴληφεν ὁ κόσμος οὐδὲν αὐτῷ κατ’ οὐσίαν κοινωνῶν, πῶς οἷόν τε ἦν ἐξ ἀιδίου αὐτὸν τῷ θεῷ συνυπάρχειν; τὸ γὰρ ἀεὶ ὂν πῶς ἂν εἰς τὸ εἶναι παράγοιτο; καὶ εἰ κατὰ πάντα ὑφεῖται τοῦ δημιουργοῦ τὸ δημιουργούμενον, καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἀνάγκη πάντως κατὰ τὸ ἀκόλουθον καὶ κατ’ αὐτὴν ὑφεῖσθαι τὴν ὕπαρξιν.
Aet Mund.14 οὐδεμίαν γοῦν ὁρῶμεν οὔτε φυσικὴν οὔτε τεχνικὴν γένεσιν, ἐν ᾗ μὴ τὸ αἴτιον τοῦ αἰτιατοῦ προϋπάρχον· ἃς γὰρ ἡμῖν τοῦ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον εἰκόνας παράγουσιν δεικνύντες, ὡς οἴονται, ὅτι ἔστιν τινὰ αἰτιατὰ ἅμα τοῖς αἰτίοις ἑαυτῶν συνυπάρχοντα, οὐδὲν ὁρῶ κοινὸν ἐχούσας πρὸς τὸ ζητούμενον· ὁ γὰρ ἥλιος, φασίν, αἴτιος ὢν τοῦ φωτὸς αὐτῷ τῷ εἶναι δημιουργεῖ αὐτὸ καὶ οὔτε τοῦ ἡλίου τὸ φῶς οὔτε τοῦ φωτὸς ὁ ἥλιος οὔτε πρότερός ἐστιν οὔθ’ ὕστερος· καὶ τὰ ἐν φωτὶ δὲ ὄντα σώματα αἴτιά ἐστιν τῆς ἐξ αὐτῶν γινομένης σκιᾶς συνυπαρχούσης ἀεί. εʹ.
Aet Mund.15 Ἐγὼ δὲ τὸ μὲν δεύτερον τῶν ὑποδειγμάτων οὐδὲ λόγου δεῖν οἶμαι ἀξιῶσαι· τίς γὰρ οὐκ οἶδεν, ὡς ἡ σκιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ φωτὸς στέρησις; ἡ δὲ στέρησις καθ’ αὑτὸ μὴ ὄν ἐστιν, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν. πῶς ἂν οὖν τις νοῦν ἔχων εἴποι τὸ ἐν φωτὶ σῶμα τοῦ καθ’ αὑτὸ μὴ ὄντος αἴτιόν τε καὶ παρακτικὸν εἶναι; τὸ γὰρ μὴ ὂν οὐ γίνεται, ἡ γὰρ γένεσις τοῦ ὄντος· οὐ γάρ, ἐπειδὴ ὀνόματι διασημαίνεται ἡ τοῦ φωτὸς στέρησις σκιὰ καὶ σκότος καλουμένη, ἤδη διὰ τοῦτο καὶ ὕπαρξίν τινα καὶ εἶδος αὐτὴν ὑποληπτέον· καὶ γὰρ ἡ τῆς ὄψεως στέρησις ὀνόματι διασημαίνεται τυφλότης καλουμένη καὶ τὸ τοὺς πόδας βεβλαμμένον καὶ τῆς δι’ αὐτῶν κινήσεως ἐστερημένον χωλὸν καλεῖται, καὶ οὐδεὶς ἂν εἴποι εἶδός τι καὶ ὕπαρξιν εἶναι τὴν τυφλότητα ἢ τὴν χωλότητα. οὐδ’ ἄρα τὴν τοῦ φωτὸς στέρησιν, εἴτε σκότος εἴτε σκιὰ καλοῖτο, εἶδός τι ὑποληπτέον. τὸ δὲ ζητούμενον ἡμῖν ἦν, εἰ ἔστιν τι τῶν ὄντων παρ’ ἑτέρου τὸ εἶναι καὶ τὴν ὑπόστασιν δημιουργικῶς εἰληφὸς μὴ ὕστερον τοῦ παραγαγόντος. ἡ δὲ σκιὰ στέρησίς ἐστιν φωτὸς οὐ καθ’ αὑτὸ ὄν. ὅμοιον οὖν ἐστιν τὸ λέγειν τὸ σῶμα σκιᾶς εἶναι ποιητικὸν αἴτιον καὶ τὸν θάνατον τοῦ μὴ ὄντος· ὥσπερ οὖν τὸ μὴ ὂν οὐχ ὕπαρξιν εἶναί τινα ἀλλὰ μόνον τοῦ ὄντος στέρησιν νοοῦμεν, οὕτω καὶ τὴν σκιὰν στέρησιν φωτὸς εἶναι μόνην καὶ οὐχ ὑπόστασίν τινα εἰδοπεποιημένην ὑπὸ τῶν σωμάτων δημιουργουμένην ἐπιστωσάμεθα. πῶς οὖν ἄν τις τὴν τοῦ φωτὸς φθορὰν ἐκ τῆς τῶν σωμάτων ἀντιφράξεως γινομένην εἰκόνα τῆς ἀπὸ τοῦ θεοῦ τοῦ κόσμου γενέσεώς τε καὶ ὑπάρξεως λήψεται; δῆλον δέ που πάντως καὶ τοῦτο τοῖς περὶ τὰ μαθήματα δεινοῖς, ὡς οὐδὲ ἐν τῷ καθόλου ἀληθές ἐστιν τὸ τῷ ἐν φωτὶ σώματι εὐθὺς καὶ σκιὰν παρέπεσθαι· εἰ γὰρ τύχοι ἐν αὐτῷ τῷ κατὰ κορυφὴν ὑπάρχων ὁ ἥλιος, ὥσπερ ἐν τοῖς ὑπὸ τὸν ἰσημερινόν τε καὶ μέχρι τοῦ θερινοῦ τροπικοῦ τὴν οἴκησιν ἔχουσιν συμβαίνει ποτὲ γίνεσθαι, πρόδηλον, ὡς ἄσκια τότε τὰ ὑποκείμενα σώματα γίνεται τὰ κατὰ συνέχειαν τῆς γῆς ἁπτόμενα, ὡς μὴ εἶναί τινα μεταξὺ ἀέρα, ἐν ᾧ πέφυκεν ἡ σκιὰ καὶ τὸ σκότος ὑφίστασθαι ὥσπερ καὶ τὸ φῶς (ἐν ᾧ γὰρ τὸ φῶς ὑφίσταται, ἐν τούτῳ καὶ τὸ σκότος, ὡς καὶ Ἀριστοτέλει ἐν τοῖς περὶ ψυχῆς δοκεῖ)· ὅθεν καὶ δεῖ χρόνου τινός, ἕως ἂν τὸ κατὰ κορυφὴν ὁ ἥλιος παραλλάξας χώραν ἐπὶ τὰ πλάγια τῇ σκιᾷ παράσχοι, ἐν ᾧ αἱ ἀκτῖνες οὐχ ὑποβάλλουσιν.
Aet Mund.16 καὶ ἡ γῆ γοῦν ἀεὶ ἄσκιος κατὰ τὸ ἐπιβάλλον τῶν ἀκτίνων γινομένη ἐξ ἐκείνων κατὰ βραχὺ τὴν σκιὰν ἐκδίδωσιν, ἐξ οὗ κατὰ μέρος αἱ ἀκτῖνες αἱ ἡλιακαὶ ὑπεξίστανται. ὥστε, εἰ καὶ τῶν καθ’ αὑτὸ ὄντων ἦν ἡ σκιά, οὐδ’ οὕτω τὸ ζητούμενον εἰκονίζειν ἠδύνατο· οὐ γὰρ πάντως ἅμα τῷ ἐν φωτὶ σώματι καὶ σκιὰ συνυφέστηκεν. ϛʹ. Πρὸς δὲ τὸ ἀπὸ τοῦ ἡλίου ὑπόδειγμα ἐκεῖνό φαμεν· ἐπειδὴ τὸ φῶς διττόν ἐστιν, τὸ μὲν ἐν αὐτῇ συνυποστὰν τῇ τοῦ ἡλίου σφαίρᾳ οὐσιωμένον φῶς εἰδοποιόν τέ ἐστιν καὶ συμπληρωτικὸν τῆς τοῦ ἡλίου φύσεως, 〈ὡσ〉 παντί τῳ δῆλον· ἑκάστου δὲ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδός ἐστιν· οὐδὲν δὲ αὐτὸ ἑαυτοῦ ἐστιν δημιουργικὸν αἴτιον· οὐδ’ ὁ ἥλιος ἄρα δημιουργός ἐστιν τοῦ ἰδίου φωτὸς κατ’ αὐτὸ εἰδοποιούμενος καὶ τὸ εἶναι ἔχων.
Aet Mund.17 ὥστε, εἰ μέν τις καὶ τὸν κόσμον συμπληρωτικὸν εἶναι λέγοι τῆς τοῦ δημιουργοῦ οὐσίας, συγχωρήσωμεν οὕτως ἔχειν πρὸς τὸν θεὸν τὸν κόσμον, ὡς ἔχει πρὸς τὸν ἥλιον τὸ ἐν αὐτῷ φῶς· οὕτω δὲ οὐ δημιουργὸς ἂν εἴη τοῦ κόσμου ὁ θεός, ἐπεὶ μηδὲ ὁ ἥλιος τοῦ εἰδοποιοῦντος τὴν οὐσίαν αὐτοῦ φωτός, εἴπερ μὴ αὐτὸς ἑαυτὸν ὁ ἥλιος ἐδημιούργησεν· εἰ δὲ ξένα καὶ ἀλλότρια τῆς θείας οὐσίας πάντα τὰ ὑπ’ αὐτῆς δημιουργικῶς παρηγμένα, οὐκ ἄρα, ὡς ἔχει τὸ ἐν ἡλίῳ φῶς πρὸς αὐτὸν τὸν ἥλιον, οὕτως ἔχει πρὸς τὸν δημιουργὸν ὁ κόσμος. ζʹ. Τὸ δὲ ἐν ἀέρι χεόμενον φῶς οὐκ ἀεὶ τὸ αὐτὸ ὑπάρχει· φθαρτὸν γὰρ εἶναι ὡμολόγηται· διαδέχεται γὰρ αὐτὸ σκότος· οὐδὲ γὰρ ὑπομένει ἀεὶ τὸ αὐτό, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὥσπερ καὶ ἡ κίνησις καὶ ὁ χρόνος· ὅθεν ἅμα τῷ ἀποστῆναι τὸ φωτίζον εὐθὺς καὶ τὸ ἐν τῷ ἀέρι φῶς εἰς τὸ μὴ ὂν μεθίσταται, ὥσπερ ἀμέλει μὴ ὄντος τοῦ κινουμένου οὐδὲ κίνησίς ἐστιν οὐδὲ χρόνος. ὥστε οὐδὲ ἐκεῖνο ἀληθές, οὗ χάριν τὴν τοῦ φωτός τε καὶ τοῦ ἡλίου εἰκόνα παρειλήφασιν, λέγω δὴ τὸ εἶναί τι παρ’ ἑτέρου γινόμενον μὴ ὕστερον τοῦ ποιοῦντος· εἰ γὰρ μὴ τὸ αὐτὸ διαμένει φῶς, δηλονότι ἀεὶ τοῦ νῦν ἐν τῷ ἀέρι γινομένου φωτὸς προϋπάρχειν τὸ φωτίζον ἀνάγκη· ἄλλοτε γὰρ ἄλλο κατὰ συνέχειαν ἀπὸ τοῦ φωτίζοντος ἀπορρεῖ φῶς ὡς ἀπὸ πηγῆς ὕδωρ.
Aet Mund.18 ὁ δὲ θεὸς ἕνα μονογενῆ κόσμον ὑπέστησεν, ὥς φησιν ὁ Πλάτων· ὥστε ὅτι ποτ’ ἂν εἴη τὸ ἐν ἀέρι φῶς—πολλὴ γὰρ ἡ περὶ τῆς ὑπάρξεως αὐτοῦ ζήτησις, εἴτε ἐνέργεια τοῦ φωτίζοντος εἴτε εἶδος εἴτε πάθος τοῦ ἀέρος—, ἐπεὶ μὴ ἓν καὶ ταὐτόν ἐστιν τῷ ἀριθμῷ ἀεὶ ἀλλ’ ἄλλοτε ἄλλο, τοῦ μὲν εἶναί τινα ἀθρόαν γένεσιν καὶ μὴ ἐν παρατάσει γινομένην χρόνου (ὥσπερ τυχὸν ἐν τοσῷδε χρόνῳ δημιουργεῖ ἡ φύσις τὸν ἄνθρωπον) εἴη ἂν ἀπόδειξις ἡ ἐκ τοῦ ἡλίου τοῦ φωτὸς τοῦ ἐν ἀέρι γένεσις καὶ εἰκονίζοι ἂν τὴν ἀθρόαν ὑπὸ θεοῦ τῶν ὄντων ὑπόστασιν ἅμα γενομένην νοήματι, τοῦ μέντοι συναΐδιον εἶναι τὸ γινόμενον τῷ ποιοῦντι οὐκέτ’ ἂν εἴη εἰκών, διότι ἑνὸς ὄντος τοῦ φωτίζοντος ἄλλοτε ἄλλο κατ’ ἀριθμὸν γίνεται φῶς. ὅτι δὲ φθαρτὸν τὸ ἐν ἀέρι φῶς καὶ ἄλλοτε ἄλλο κατ’ ἀριθμόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια πιστοῦται καὶ ὁ Πρόκλος δὲ σαφῶς ἐν τῷ περὶ φωτὸς ἐδίδαξεν λόγῳ· φησὶν γὰρ οὕτως ‘εἰ δὲ τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον φῶς κατὰ τὴν τῶν φωτιζόντων πυρός τε καὶ ἡλίου διαφοράν, τὸ μὲν ἄυλον πῶς φθείρεται, τὸ δὲ ἔνυλον πῶς διὰ τῶν ἐνύλων δίεισιν; οὐδὲν γὰρ μᾶλλον ὅλος ὁ ἀὴρ ἡμῖν φωτιζόμενος φαίνεται καὶ ἀφ’ ἡλίου καὶ ἐκ τοῦ παρ’ ἡμῖν φωτὸς τοῦ ἐκ τοῦ πυρός· καὶ μὴν καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον ὑπὸ θάτερα τέτμηται τὸ φῶς καὶ οὐκ ἔστιν ὅλωσ‘. ταῦτα μὲν ὁ Πρόκλος.
Aet Mund.19 σκόπει δέ, ὅτι οὐχ ὡς ἀπορῶν τὸ φθείρεσθαι τὸ φῶς τέθεικεν, ἀλλ’ ὡμολογημένον τοῦτο λαβὼν ἐκ τούτου ἀπορεῖ, πῶς, εἴπερ ἄυλόν ἐστιν τὸ ἐξ ἡλίου φῶς, φθείρεται καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον οὐκ ἔστιν ὅλως ἐπὶ θάτερα. πάλιν δὲ ὁ αὐτὸς μετ’ ὀλίγα φησὶν ‘πῶς γὰρ ἂν εἴη συνεχὲς τὸ ἐν οὐρανῷ τῷ 〈ἐν〉 ἀέρι; τὸ μὲν γὰρ φθαρτόν, τὸ δὲ οὔ, καὶ τὸ μὲν τῆς οἰκείας ἀρχῆς ἐξήρτηται, τὸ δὲ ἀποτέτμηται εἰ τύχοι καὶ οὐκ ἔστιν ποτέ· τῷ δὲ ἀφθάρτῳ τὸ φθαρτὸν οὐ συνεχές· δύο γὰρ τὰ τοιαῦτα καὶ εἴδει διαφέροντά ἐστιν‘. ὅτι μὲν οὖν τὸ ἐν ἀέρι φῶς φθαρτόν, σαφῶς καὶ ὁ Πρόκλος ἐδίδαξεν· ὅτι δὲ ὁμοίως τῷ ἐν ἀέρι φωτὶ καὶ τὸ ἐν τῷ χύματι τῶν οὐρανίων σφαιρῶν φθείρεται καὶ οὐκ ἔστιν ἄφθαρτον, ὥς φησιν ὁ Πρόκλος, δῆλον οἶμαι ἐκ τῶν ἐν ἀστρονομίᾳ δεδειγμένων· εἰ γὰρ ὁ κῶνος τῆς σκιᾶς τῆς ἀπὸ τῆς γῆς ἐφάπτεται μέρους τῆς σεληνιακῆς σφαίρας καὶ ὑπερβαίνει ταύτην, ὡς ἐναργῶς αἱ ἐκλείψεις πιστοῦνται πάσης ἐμπιπτούσης τῆς σελήνης εἰς τὸν τῆς σκιᾶς τῆς γῆς κῶνον, πρόδηλόν που πάντως, ὡς καὶ τὸ ἐν ταῖς οὐρανίαις σφαίραις κεχυμένον φῶς φθαρτόν ἐστιν· εἰ γὰρ περιιὼν ὁ τῆς σκιᾶς κῶνος ἄλλοτε ἄλλο μέρος τῆς σεληνιακῆς σφαίρας ἐπέχει καὶ οὐκ ἐᾷ ἐν τούτῳ τὸ ἡλιακὸν γενέσθαι φῶς (ὅθεν καὶ τὴν τῆς σελήνης ἐπιπρόσθησίν τε καὶ ἔκλειψιν συμβαίνει γίνεσθαι), σαφές, ὡς καὶ τὸ ἐκεῖσε κεχυμένον φῶς οὐκ ἄφθαρτόν ἐστιν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ φθαρτόν· εἰ γὰρ τῆς αὐτῆς οὐσίας ἐστὶν ὅλος ὁ οὐρανός, φθαρτὸν δὲ τὸ ἐν μιᾷ τε καὶ δευτέρᾳ σφαίρᾳ χεόμενον φῶς δέδεικται, ἔτι δὲ καὶ τὸ σεληνιακὸν φῶς ἐκ τοῦ ἡλίου τὴν ὕπαρξιν ἔχον γίνεται ἐναργῶς τε καὶ φθείρεται ἀθρόον μὲν ἐν ταῖς ἐκλείψεσιν τῆς σελήνης κατὰ βραχὺ δὲ τὸν λοιπὸν ἅπαντα χρόνον, σαφὲς δήπου, ὡς καὶ ἐν παντὶ τῷ οὐρανῷ φθαρτὸν ἂν εἴη, εἰ καὶ διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ταῖς ἀνωτέραις σφαίραις μηδενὸς αὐτὰς ἐπισκιάζοντος τῇ συνεχείᾳ δοκεῖ ἀεὶ τὸ αὐτὸ καὶ ἓν εἶναι φῶς, ὥσπερ ἂν εἰ καὶ πυρὸς ἀεὶ τὰ παρακείμενα θερμαίνοντος ἢ φωτίζοντος δόξῃ διὰ τὸ συνεχὲς τῆς ἀλλοιώσεως ἀπαθὴς εἶναι ἡ ἐγγινομένη τῷ ἀέρι θερμότης ἐκ τοῦ πυρὸς ἢ τὸ φῶς.
Aet Mund.20 ηʹ. Εἰ δέ τις μὴ φθείρεσθαι λέγοι τὸ ἐν ἀέρι γινόμενον φῶς ἀλλὰ τῷ φωτίζοντι συμπεριπολεῖν, μάλιστα μὲν οὐκ ἀληθὴς ἡ τοιαύτη ὑπόνοια, ἐπεὶ καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον τὸ ἐντὸς ἅπαν ἐσκίασται τοῦ πρότερον ἐν τῷ ἀέρι γινομένου φωτὸς φθαρέντος, καίτοι τοῦ ἡλίου μὴ μεταστάντος· ὥστε καὶ ἐπειδὰν μεταστῇ οὐ συμπεριάγει ἑαυτῷ τὸ φῶς, ἀλλ’ ἀεὶ τὸ μὲν ἀφ’ ὧν ἀπέστη τόπων ἔφθαρται, ἄλλο δὲ ἐν οἷς ὁ ἥλιος γίνεται τόποις γεννᾶται φῶς. εἰ δ’ ὅλως καὶ συγχωρήσειέ τις συμπεριπολεῖν τῷ ἡλίῳ τὸ ἐν ἀέρι φῶς, δηλονότι ἀχώριστον ἔσται τοῦ φωτίζοντος· εἰ δὲ τοῦτο, εἶδος ἂν εἴη ἢ πάθος αὐτοῦ· καὶ γὰρ καὶ τῷ Πλάτωνι δοκεῖ εἶδος εἶναι τὸ φῶς τοῦ φωτίζοντος. τούτου δὲ συγχωρηθέντος ἔτι πορρωτέρω τοῦ ζητουμένου ἡ εἰκὼν πεσεῖται· ὁ μὲν γὰρ ἥλιος ἅτε εἰδοποιούμενος ἐξ αὐτοῦ εἰκότως ἀχώριστον ἔχει τὸ φῶς· ἀχώριστα γὰρ τὰ εἴδη τῶν ὑποκειμένων· τὰ δὲ δημιουργήματα οὐκ εἰδοποιεῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα ποιητὴς τοῦ φωτὸς ὁ ἥλιος· οὐδὲν γὰρ τῶν ὑποκειμένων δημιουργικὸν αἴτιόν ἐστιν τοῦ εἰδοποιοῦντος αὐτὸ εἴδους, ἀλλ’ οὐδὲ τοῦ ἰδίου πάθους τε καὶ συμβεβηκότος ποιητικὸν αἴτιόν ἐστιν τῶν ἐχόντων οὐδέν.
Aet Mund.21 τὸ αὐτὸ δ’ ἂν εἴποι τις καὶ κατὰ Πλωτῖνον ‘ἐνέργειά ἐστιν τοῦ φωτίζοντος τὸ φῶς εἰς ἄλλα προϊοῦσα‘. διό φησιν καὶ ‘παρόντος μὲν τοῦ ἐνεργοῦντος πάρεστιν ἡ ἐνέργεια, ἀπελθόντος δὲ συνάπεισιν‘· εἰ γὰρ ἐνέργεια τοῦ ἡλίου τὸ ἐν ἀέρι φῶς, ἤτοι συμπληρωτικόν ἐστιν τῆς οὐσίας αὐτοῦ ἢ οὔ. εἰ μὲν οὖν συμπληρωτικὸν εἴη, ἀναγκαίως σύνεστιν ἀεὶ τῷ ἡλίῳ· τὰ γὰρ συμπληρωτικὰ τῶν οὐσιῶν ἀεὶ σύνεστιν αὐταῖς· ὁ δὲ κόσμος οὐ συμπληροῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα οὕτως ἔχει πρὸς τὸν θεὸν ὁ κόσμος ὡς πρὸς τὸν ἥλιον τὸ φῶς. εἰ δὲ μὴ εἴη συμπληρωτικὴ τοῦ ἡλίου ἡ τοῦ φωτὸς ἐνέργεια, ἐνδέχεται κατ’ ἐπίνοιαν μὴ εἶναι ταύτην. ἀλλ’ ἀδύνατον· εἰ γὰρ ὑπάρχει τὰ διαφανῆ ἢ ἁπλῶς τὰ δεκτικὰ τοῦ φωτός, ἀδύνατον μὴ φωτίζεσθαι ταῦτα τοῦ 〈ἡλίου〉 παρόντος· εἰ γὰρ μὴ φωτίζοιτο παρόντος, οὐδὲ ἥλιος ἔστιν ἔτι. εἴπερ ἄρα ἐνέργεια τοῦ ἡλίου ἐστὶν τὸ ἐν ἀέρι φῶς, συμπληρωτικὴν εἶναι αὐτὴν τῷ ἡλίῳ ἀνάγκη. εἰ δὲ πάθος ἐστὶν τοῦ ἀέρος τὸ φῶς, ὅπερ ἔμοιγε τῶν ἄλλων ἁπασῶν περὶ τοῦ φωτὸς ὑπολήψεων ἀληθέστερον εἶναι δοκεῖ, ἀλλοίωσις ἂν εἴη τοῦ διαφανοῦς ἢ ἁπλῶς τοῦ δεκτικοῦ· οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἀπεφήνατο· ἔχει 〈δὲ〉 ἡ λέξις οὕτως ‘φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές.
Aet Mund.22 δυνάμει δὲ ἐν οἷς τοῦτό ἐστιν, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστιν τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα· καὶ γὰρ τούτοις τοῦτο ὑπάρχει ἓν καὶ ταὐτό. τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται‘. ταῦτα μὲν οὖν περὶ τοῦ φωτὸς ὁ Ἀριστοτέλης ἐναργῶς εἶδός τι καὶ τελειότητα τοῦ διαφανοῦς εἶναι λέγων τὸ φῶς. εἰ οὖν τὸ διαφανὲς ἐν ἀέρι ἐστὶν καὶ ὕδατι καὶ τοῖς παραπλησίοις, δηλονότι πάθος ἐστὶν ἀλλοιωτικὸν τῶν τοιούτων σωμάτων τὸ φῶς. τούτου δὲ οὕτως ἔχοντος οὐδὲν θαυμαστὸν τοῦ μὲν ἔχοντος ἐπιτηδείως πρὸς τὸ ποιεῖν τοῦ δὲ πρὸς τὸ πάσχειν ἅμα τῷ παρεῖναι ἀλλήλοις τό τε ποιοῦν καὶ τὸ πάσχον εὐθὺς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν· ἐπεὶ καὶ τὸ πῦρ παρακείμενον τῷ ἀέρι δυνάμει ὄντι θερμῷ ἀλλοιοῖ αὐτὸν καὶ ποιεῖ ἐνεργείᾳ θερμόν. εἰ δὲ ἀναχωροῦντος τοῦ φωτίζοντος ἀφανίζεται καὶ τὸ ἐν ἀέρι γινόμενον φῶς, οὐ ξένον· καὶ γὰρ καὶ τοῦ πυρὸς ἀποστάντος παύεται ἡ ἐν τῷ ἀέρι γινομένη θερμότης, πλὴν ὅτι ταχεῖα ἐπὶ φωτὸς ἢ καὶ ἄχρονος ἡ φθορὰ ὥσπερ καὶ ἡ γένεσις. εἰ οὖν ὁ μὲν ἥλιος κατὰ ἀλλοίωσιν μεταβάλλει τὸ διαφανές, ὁ θεὸς δὲ αὐτῶν τῶν οὐσιῶν ἐστιν παρακτικός, διαφέρει δὲ ἀλλοίωσις γενέσεώς τε καὶ οὐσιώσεως, ἢ δειξάτωσαν ἐπὶ τῆς ἁπλῶς γενέσεως (τουτέστιν τῆς τῶν οὐσιῶν) τῷ αἰτίῳ τὸ αἰτιατὸν συνυπάρχειν ἢ συγχωρείτωσαν καὶ τὸν θεὸν μὴ δημιουργὸν εἶναι τῶν πραγμάτων μηδὲ τὰς οὐσίας αὐτῶν ὑποστῆσαι ἀλλὰ συναΐδια ὄντα ἀλλοιῶσαι μόνον· ἄλλως τε οὐδὲ συναΐδιον τῷ αἰτιατῷ τὸ αἴτιον ἐκ τούτου δείξουσιν· εἰ γὰρ τὸ μὲν πάθος ἄλλοτε ἄλλο γίνεται ἐν ἀέρι καὶ τοῖς τοῦ φωτὸς δεκτικοῖς καὶ οὐχ ἓν κατ’ ἀριθμόν ἐστιν τὸ ἐν αὐτοῖς ἐγγινόμενον φῶς, εἴπερ φθαρτόν ἐστιν, ὡς δέδεικται καὶ τῷ Πρόκλῳ δοκεῖ, οὐκ ἄρα ἓν ὂν καὶ τὸ αὐτὸ φῶς συνυπάρχει τῷ ἡλίῳ, ὥσπερ οὐδὲ τῷ πυρὶ μία καὶ 〈ἡ〉 αὐτὴ ὑπομένουσα ἡ ἐν τῷ ἀέρι ἐξ αὐτοῦ γινομένη θερμότης, εἴπερ ὁ μὲν ἥλιος εἷς καὶ τὸ πῦρ ἕν, τὸ δὲ ἐν τῷ ἀέρι φῶς ἄλλοτε ἄλλο καὶ ἡ θερμότης ὁμοίως.
Aet Mund.23 τούτων οὕτως δεδειγμένων δῆλον, ὡς οὐδεμίαν εἰκόνα ἕξει τὸ φῶς καὶ ὁ ἥλιος τοῦ ἐξ ἀιδίου τῷ δημιουργικῷ αἰτίῳ τὸ δημιουργούμενον συνυπάρχειν δύνασθαι· οἴχεται ἄρα αὐτοῖς καὶ ἡ διὰ τῆς εἰκόνος τοῦ ψεύδους πιθανότης. ἢ οὖν δειξάτωσαν τῶν δημιουργουμένων τι ἅμα τῷ εἶναι τὸν δημιουργὸν αὐτοῦ καὶ αὐτὸ συνυπάρχειν ἤ, εἰ πάντα τὰ γινόμενα χρόνῳ δεύτερά ἐστιν τῶν ποιούντων, εἴτε τεχνητὰ εἴη εἴτε φυσικά, ἀναγκαῖον καὶ διὰ τοῦτο μὴ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον. Τέλος λύσεως τοῦ αʹ λόγου. Πρόκλου διαδόχου λόγος δεύτερος.
Aet Mund.24.(1n) “Δεύτερος· εἰ ἔστιν τὸ παράδειγμα τοῦ κόσμου αἰώνιον καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ τὸ παραδείγματι εἶναι καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ ταύτην ἔχει τὴν δύναμιν αὐτῷ τῷ εἶναι παράδειγμα ὄν, διότι αἰώνιόν ἐστιν τῷ εἶναι, αἰωνίως ἂν εἴη δήπου παράδειγμα. εἰ δὲ τὸ παραδείγματι αὐτῷ εἶναι αἰωνίως πάρεστιν, εἴη ἂν ἐξ ἀνάγκης καὶ εἰκὼν ἀεί· πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα. εἰ δὲ ἡ εἰκὼν οὐκ ἦν, ὅτε οὐκ ἦν, οὐδὲ ἔσται, ὅτε οὐκ ἔσται εἰκών, ἵνα μὴ καὶ τὸ παράδειγμα ἢ μηδὲ ᾖ παράδειγμα τῆς εἰκόνος οὐκ οὔσης ἢ μὴ εἰκόνος παράδειγμα· τῶν γοῦν πρὸς ἄλληλα λεγομένων οὐδὲν θάτερόν ἐστιν θατέρου μὴ ὄντος. εἰ ἄρα τὸ παράδειγμα αἰωνίως παράδειγμά ἐστιν, ἀεί ἐστιν ὁ κόσμος, εἰκὼν τοῦ αἰωνίως ὄντος ὢν παραδείγματος.” Κεφάλαια τῆς λύσεως τοῦ βʹ λόγου. αʹ. Ὅτι ἐκ δύο ὑποθέσεων τὸ δεύτερον τοῦ Πρόκλου συνέστηκεν ἐπιχείρημα, μιᾶς μὲν Πλατωνικῆς τῆς λεγούσης πρὸς παράδειγμα αἰώνιον γεγονέναι τὸν κόσμον, ἑτέρας δέ, ἣν αὐτὸς ὁ Πρόκλος ὡς Πλατωνικὴν ὑπέθετο οὐκ οὖσαν Πλάτωνος, τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι τὸ τοῦ κόσμου παράδειγμα ἐν τῷ εἶναι παράδειγμα. βʹ. Ὅτι ἐναργῶς διαπεφώνηται ἡ περὶ τῶν ἰδεῶν ὑπόθεσις Ἀριστοτέλει καὶ Πλάτωνι, Πλάτωνος μὲν τιθεμένου ἰδέας εἶναι τῶν ὄντων, Ἀριστοτέλους δὲ τὴν ὑπόθεσιν ἀνασκευάζοντος.
Aet Mund.25 γʹ. Ὅτι, κἂν συγχωρήσῃ τις ἀληθῆ εἶναι τὴν περὶ τῶν ἰδεῶν Πλάτωνος ὑπόθεσιν, οὐκέτι κἀκεῖνό ἐστιν ἀληθές, ὡς Πρόκλῳ δοκεῖ, τὸ ἐν τούτῳ ἔχειν αὐτὰς τὸ εἶναι ἐν τῷ εἶναι παραδείγματα, Πλάτωνος οὐσίας εἶναι αὐτὰς λέγοντος. δʹ. Ὅτι, εἰ μὴ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῇ τοῦ κόσμου ἰδέᾳ, πρὸς ἣν γέγονεν, τὸ εἶναι παραδείγματι, οὐδεμία ἔτι λείπεται ἀνάγκη αἰωνίου ὄντος τοῦ παραδείγματος, πρὸς ὃ γέγονεν ὁ κόσμος, καὶ τὸν κόσμον ἀεὶ εἶναι. εʹ. Ὅτι, εἰ καὶ μὴ οὐσίας εἶναί τις τὰς ἰδέας ὑπόθοιτο ἀλλὰ δημιουργικοὺς λόγους, καθ’ οὓς τὰ ὄντα γέγονεν, οὐδ’ οὕτως οὐδεμία ἐστὶν ἀνάγκη ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ δημιουργήματα, τοὐναντίον δὲ μᾶλλον τῶν πραγμάτων προϋπάρχειν τοὺς περὶ αὐτῶν λόγους ἀνάγκη. ἐν ᾧ, ὅτι καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ δημιουργία τε καὶ γνῶσις διήκει. Λύσις τοῦ βʹ λόγου. αʹ. Τοῦ Πλάτωνος ἰδέας εἶναι τῶν ὄντων καὶ παραδείγματα ὑποθεμένου, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα ἐργάζεσθαι ὡς ἀπό τινων ἀρχετύπων εἰκόνας, καὶ τοῦτο δὴ τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγοντος, τούτῳ τῷ Πλατωνικῷ χρησάμενος ὁ Πρόκλος ἀξιώματι, προσθεὶς δὲ αὐτὸς καὶ δευτέραν ὑπόθεσιν, ὡς ὅτι ἐν τούτῳ τὰ εἴδη οὐσίωται ἐν τῷ παραδείγματα εἶναι, ὅπερ οὐδαμοῦ ὁ Πλάτων λέγων φαίνεται, ἐκ τούτων τῶν δύο συνήγαγεν ὑποθέσεων, 〈ὡσ〉 ἀνάγκη τὸν κόσμον ἀεὶ εἶναι· τῶν πρός τι γὰρ ἡ εἰκὼν καὶ τὸ παράδειγμα, τὰ δὲ πρός τι συναναιρεῖται ἀλλήλοις καὶ συνυφίσταται.
Aet Mund.26 εἰ οὖν αἰώνιόν ἐστιν, φησίν, τὸ τοῦ κόσμου παράδειγμα καὶ τοῦτό ἐστιν τὸ τί ἦν εἶναι αὐτῷ καὶ ἡ οὐσία τὸ παραδείγματι εἶναι καὶ οὐ κατ’ ἄλλο μὲν τὸ εἶναι ἔχει κατ’ ἄλλο δὲ τὸ παράδειγμα εἶναι, τὸ δὲ παράδειγμα εἰκόνος ἐστὶν παράδειγμα, ἀνάγκη πᾶσα καὶ τὴν εἰκόνα, ἧς ἐστιν παράδειγμα, τουτέστιν τὸν κόσμον ἀεὶ εἶναι· εἰ γὰρ ἡ εἰκὼν μὴ ἀεὶ ὑπάρχῃ, οὐδὲ τὸ παράδειγμα αἰώνιον ἔσται. εἰ οὖν τὸ ἕτερον σαφῶς ὁ Πλάτων εἴρηκεν, τὸ εἶναι αἰώνιον τὸ τοῦ κόσμου παράδειγμα, καὶ τὸ ἕτερον δίδωσιν ἐξ ἀνάγκης, τὸ ἀεὶ εἶναι τὸν κόσμον, τὴν εἰκόνα τοῦ αἰωνίου παραδείγματος. τὸ μὲν οὖν δεύτερον τῶν τοῦ Πρόκλου ἐπιχειρημάτων τοιοῦτόν ἐστιν. βʹ. Ἔδει δὲ ἴσως ἡμᾶς τῶν πραγμάτων μᾶλλον καὶ οὐχ ἁπλῶς τῶν Πλάτωνος ὑποθέσεων ποιουμένους λόγον μὴ πρότερον πρὸς τοῦτον ὑπαντῆσαι τὸν λόγον, πρὶν ἂν τὰ πρὸς ἀλλήλους περὶ τῶν ἰδεῶν οἱ φιλόσοφοι διάφορα διαλύσωνται· τίς γὰρ οὐκ οἶδεν, ὅση κἀν τούτῳ παρὰ τοῖς κορυφαίοις τῶν φιλοσόφων ἡ μάχη καὶ διαφωνία συνέστηκεν; πανταχοῦ μὲν γὰρ τῶν ἑαυτοῦ συγγραμμάτων ὅπῃ καὶ τύχοι ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης τὴν περὶ τῶν ἰδεῶν τοῦ διδασκάλου κατὰ τὸ καρτερὸν ἀπελέγχει ὑπόθεσιν, διαφερόντως δὲ ἐν τῇ μετὰ τὰ φυσικὰ πραγματείᾳ τὸ μεῖζον ἄλφα καλούμενον συνεπέρανεν τὴν περὶ αὐτῶν εὐθύνων δόξαν, ἐν ᾧ τὴν Πλάτωνος περὶ τῶν ὄντων ἱστορῶν φιλοσοφίαν τῆς Σωκράτους φησὶν διδασκαλίας παρακούσαντα Πλάτωνα εἰς τὴν περὶ τῶν ἰδεῶν ὑπόληψιν ἐκπεσεῖν.
Aet Mund.27 ἔχει δὲ ἡ λέξις οὕτως ‘μετὰ δὲ τὰς εἰρημένας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία, τὰ μὲν πολλὰ τούτοις ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συγγενόμενος πρῶτον μὲν Κρατύλῳ καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου, περὶ δὲ τῆς ὅλης φύσεως οὐθέν, ἐν μέντοι τούτοις τὸ καθόλου ζητοῦντος καὶ περὶ ὁρισμῶν ἐπιστήσαντος πρώτου τὴν διάνοιαν, ἐκεῖνον ἀποδεξάμενος διὰ τὸ τοιοῦτον ὑπέλαβεν ὡς περὶ ἑτέρων τοῦτο γινόμενον καὶ οὐ τῶν αἰσθητῶν τινος ἀεί· ἀδύνατον γὰρ εἶναι τὸν κοινὸν ὅρον τῶν αἰσθητῶν τινος ἀεὶ μεταβαλλόντων. οὕτως οὖν τὰ μὲν τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσεν, τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι πάντα· κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν‘.
Aet Mund.28 σαφῶς ἄρα διὰ τούτων Ἀριστοτέλους ἠκούσαμεν λέγοντος, ὡς Σωκράτους πρώτου τῇ μεθόδῳ τῇ περὶ τῶν ὁρισμῶν ἐπιστήσαντος καὶ τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ζητοῦντός τε καὶ ὁριζομένου (οἷον τίς ἐστιν ἡ ἁπλῶς ἐπιστήμη, ἥτις κοινῶς ἐν ταῖς μερικαῖς ἐπιστήμαις θεωρεῖται, ἀστρονομίᾳ εἰ τύχοι καὶ γεωμετρίᾳ καὶ ταῖς λοιπαῖς, καὶ τί τὸ ἁπλῶς καλὸν καὶ τί τὸ δίκαιον καὶ ἐπὶ πάντων ὡσαύτως) τὴν τοιαύτην Σωκράτους ὁ Πλάτων ἀποδεξάμενος μέθοδον ὑπέλαβεν, ὡς περὶ ἑτέρων τινῶν καὶ κεχωρισμένων παρὰ τὰ αἰσθητὰ τὸν λόγον ὁ Σωκράτης ποιοῖτο καὶ οὐχὶ περὶ αὐτῶν τῶν αἰσθητῶν καὶ τῶν ἐν τούτοις κοινοτήτων· Ἡρακλείτειος γὰρ ὤν, φησίν, τὴν δόξαν οὐδενὸς εἶναι τῶν αἰσθητῶν ὁρισμὸν ἐπεὶ μηδὲ ἐπιστήμην ἐνόμιζεν διὰ τὸ πάντα ἐν ῥύσει τε καὶ μεταβολῇ τὸ εἶναι ἔχειν καὶ στάσιν καὶ ὅρον εἶναι τῶν αἰσθητῶν οὐδενός· ἔνθεν γοῦν ἐν Τιμαίῳ γενόμενά φησιν καὶ ἀπολλύμενα πάντα τὰ αἰσθητά, ὄντως δὲ μηδέποτε ὄντα δόξῃ τε μετ’ αἰσθήσεως ἀλόγου καὶ οὐκ ἐπιστήμῃ περιληπτά. διά τοι τοῦτο τοὺς τῶν κοινοτήτων ὁρισμοὺς περί τινων χωριστῶν παρὰ τὰ αἰσθητὰ ποιεῖσθαι Σωκράτην νενομικὼς ἰδέας εἶναι ταύτας τῶν αἰσθητῶν καὶ παραδείγματα προσηγόρευσεν, ὧν κατὰ μέθεξιν εἶναι τὰ αἰσθητὰ συνωνύμως ἐκείνοις προσαγορευόμενα· ζῷον γὰρ καὶ ἡ ἰδέα τοῦ ζῴου καὶ αὐτὸ τὸ αἰσθητὸν λέγεται ζῷον καὶ ἄνθρωπος ὡσαύτως καὶ καλὸν καὶ δίκαιον καὶ τὰ λοιπά.
Aet Mund.29 ἐξ ὧν ἔστιν μάλιστα συνιδεῖν, ὡς οἱ κατὰ Πλάτωνος Ἀριστοτέλους ἔλεγχοι οὐ πρὸς τοὺς κακῶς τὰ Πλάτωνος ἐξειληφότας ἐνίστανται, ὥς τινες τῶν νεωτέρων ἐμυθολόγησαν τὴν τῶν φιλοσόφων διαφωνίαν αἰδεσθέντες, ἀλλὰ πρὸς τὰς Πλάτωνος αὐτοῦ ὑπονοίας τὴν ἀντιλογίαν πεποίηνται· εἰ γὰρ μὴ πρὸς αὐτὸ διεμάχετο τὸ περὶ τῶν ἰδεῶν Πλάτωνος Ἀριστοτέλης δόγμα, ἀλλὰ πρὸς τοὺς κακῶς τῶν Πλάτωνος, ὥς φασιν, παρακούσαντας, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο προσδιορίζεσθαι ἤμελλεν καὶ οὐχ ἁπλῶς καὶ ἀδιορίστως τὴν περὶ τῶν ἰδεῶν ἀπελέγχειν δόξαν, ὥσπερ ἀμέλει καὶ ἐν αἷς παρεθέμεθα ῥήσεσιν οὐ τὸν Σωκράτην ηὔθυνεν τὰς ἐν τοῖς αἰσθητοῖς κοινότητας ὁριζόμενον ἀλλὰ Πλάτωνα Σωκράτους οὐ καλῶς ἐπακούσαντα. εὕροι δ’ ἄν τις αὐτὸν καὶ πανταχοῦ τῶν οἰκείων λόγων τούτῳ τῷ τρόπῳ τῆς διδασκαλίας διαγινόμενον. ἐν γοῦν ταῖς φυσικαῖς πραγματείαις τοῖς πρὸ αὑτοῦ φυσικοῖς περὶ τῶν ἀρχῶν, ἐξ ὧν τὰ ὄντα συνέστηκεν, ἀντιλέγων οὐ τὸ εἶναι ἀρχὰς καὶ στοιχεῖα τῶν σωμάτων ἀνεῖλεν, ἀλλὰ τὰς τῶν παλαιοτέρων περὶ τῶν ἀρχῶν ὑποθέσεις ἐλέγξας οὕτω τὴν ἑαυτοῦ περὶ τούτων ὑπόληψιν ἡμᾶς ἐδίδαξεν. καὶ ἐν τοῖς περὶ ψυχῆς τοὺς κακῶς περὶ ψυχῆς ὑπειληφότας εὐθύνων οὐ καθόλου τὸ εἶναι ψυχὴν ἀνεῖλεν ἀλλὰ τὸ οὕτως εἶναι, ὡς ἐκεῖνοι ἐνόμιζον. ὁμοίως ἐν τοῖς περὶ αὐξήσεως καὶ γενέσεως λόγοις τόπου τε καὶ χρόνου καὶ τῶν λοιπῶν ἁπάντων τὰς ψευδεῖς πρῶτον περὶ ἑκάστου δόξας ἀναιρῶν οὕτω τὰς αὑτῷ δοκούσας εἶναι ἀληθεῖς ὑποτίθεται.
Aet Mund.30 ἔδει οὖν καὶ ἐν τῷ περὶ τῶν ἰδεῶν λόγῳ, εἴπερ εἶναι αὐτὰς ὑπελάμβανεν, ὡς Πλάτωνι δοκεῖ, μὴ καθόλου τὴν περὶ αὐτῶν ἀνασκευάζειν ὑπόθεσιν ἀλλὰ διδάξαι, πῶς μέν τινες ψευδῶς τῆς Πλάτωνος διδασκαλίας ἐπήκουσαν, πῶς δὲ ἡ περὶ αὐτῶν ἀληθὴς ἔχει ὑπόληψις· ὅπερ οὐδαμοῦ ποιήσας φαίνεται, τοὐναντίον δὲ πρὸς τοῖς ἐλέγχοις καὶ ἐπισκώπτει πολλαχοῦ τὴν περὶ αὐτῶν ὑπόνοιαν· ‘τὰ γὰρ εἴδη‘, φησίν, ‘χαιρέτω· τερετίσματα γάρ ἐστιν‘ ἐν τῷ δευτέρῳ λέγει τῶν περὶ ἀποδείξεως, τουτέστιν φωναὶ μόναι καὶ ῥημάτων ψόφοι σημασίας πραγμάτων ἐστερημένοι. καὶ ἐν τῷ μείζονι δὲ πάλιν ἄλφα τῆς μετὰ τὰ φυσικὰ πραγματείας κενολογίας εἶναι καὶ ποιητικὰς μεταφορὰς τοὺς περὶ αὐτῶν λόγους ἀπεφήνατο. ἀλλὰ δὴ καὶ ἐν τοῖς πρὸ τῶν ἠθικῶν μέλλων πάλιν εἰς τὸν περὶ αὐτῶν εἰσβάλλειν ἔλεγχον πρότερον διὰ τὴν αἰδῶ τὴν πρὸς τὸν διδάσκαλον ἀπελογήσατο προσάντη λέγων εἶναι τὴν περὶ τούτων ζήτησιν διὰ τὸ πρὸς ἄνδρα φίλον—φησὶν τὸν Πλάτωνα—τὴν ἀντιλογίαν ποιεῖν ἀναγκάζεσθαι· ἀλλ’ εἰ καὶ φίλος, φησίν, Πλάτων, ἀλλ’ ὅσιον προτιμᾶν τὴν ἀλήθειαν καὶ δίκαιόν γε, φησίν, φιλοσόφους ὄντας μὴ μόνον τὰς ἄλλων ὑποθέσεις ἐπὶ σωτηρίᾳ τῆς ἀληθείας ἐλέγχειν ἀλλὰ καὶ τὰς οἰκείας ἕκαστον, εἰ μὴ τῇ ἀληθείᾳ σύμφωνοι εὑρεθεῖεν. ἔχει δὲ ἡ λέξις οὕτως ‘τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ ἀπορῆσαι πῶς λέγεται, καίτοι προσάντους τῆς ζητήσεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσάγειν τὰ εἴδη.
Aet Mund.31 δόξειε δ’ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν‘. καὶ αὐτὸς δὲ ὁ Πρόκλος ἐν πολλοῖς τε ἄλλοις τὴν τῶν φιλοσόφων διαφωνίαν διαφερόντως τῇ περὶ τῶν ἰδεῶν ὑποθέσει φιλαλήθως ὡμολόγηκεν· ἐν γοῦν τῷ λόγῳ, ὃν ἐπέγραψεν ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘, ἐν τῷ πρώτῳ κεφαλαίῳ ταῦτά φησιν ἐπὶ λέξεως ‘ὁ δὲ Ἀριστοτέλης καὶ πρὸς αὐτὸ τὸ ὄνομα δυσχεραίνει τοῦ παραδείγματος μεταφορικὸν αὐτὸ λέγων καὶ πολλῷ μᾶλλον πρὸς τὸ δόγμα μάχεται καὶ ἁπλῶς τὸ τὰς ἰδέας εἰσάγον καὶ διαφερόντως πρὸς τὸ αὐτοζῷον, ὡς ἐν τῇ μετὰ τὰ φυσικὰ γέγραφεν· καὶ κινδυνεύει μηδὲν οὕτως ὁ ἀνὴρ ἐκεῖνος ἀποποιήσασθαι τῶν Πλάτωνος ὡς τὴν τῶν ἰδεῶν ὑπόθεσιν, οὐ μόνον ἐν λογικοῖς τερετίσματα τὰ εἴδη καλῶν ἀλλὰ καὶ ἐν ἠθικοῖς πρὸς τὸ αὐτοαγαθὸν διαμαχόμενος καὶ ἐν φυσικοῖς οὐκ ἀξιῶν τὰς γενέσεις εἰς τὰς ἰδέας ἀναφέρειν, ὡς ἐν τῷ περὶ γενέσεως λέγει καὶ φθορᾶς, καὶ ἐν τῇ μετὰ τὰ φυσικὰ πολλῷ πλέον ἅτε περὶ τῶν ἀρχῶν πραγματευόμενος καὶ κατατείνων μακρὰς κατηγορίας τῶν ἰδεῶν ἐν τοῖς πρώτοις, ἐν τοῖς μέσοις, ἐν τοῖς τελευταίοις τῆς πραγματείας ἐκείνης καὶ ἐν τοῖς διαλόγοις σαφέστατα κεκραγὼς μὴ δύνασθαι τῷ δόγματι τούτῳ συμπαθεῖν, κἄν τις αὐτὸν οἴηται διὰ φιλονεικίαν ἀντιλέγειν‘.
Aet Mund.32 οὕτω καὶ ὁ Πρόκλος λαμπρᾷ τῇ φωνῇ τὴν διαφωνίαν τῶν φιλοσόφων ὡμολόγηκεν, μᾶλλον δὲ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ἀποδέδειχεν· ἐξ ὧν θαυμάσειέ τις τὴν ὑπερβολὴν τῆς ἀναιδείας τῶν συμφώνους κἀν τούτῳ δεικνύναι πειραθέντων Ἀριστοτέλη καὶ Πλάτωνα. πῶς οὖν οὐκ ἂν εἴη περιττὸν ἀντιλέγειν ἡμᾶς ἐπιχειρήματι ἐξ ὑποθέσεως εἰλημμένῳ τοσαύτην καὶ παρ’ αὐτοῖς τοῖς κορυφαίοις τῶν φιλοσόφων ἐχούσης τὴν ἀμφισβήτησιν; ἀκολούθως γὰρ καὶ οἱ μετ’ ἐκείνους γενόμενοι τοῖς ἐξάρχοις τῆς οἰκείας αἱρέσεως ἠκολούθησαν. πλὴν ἵνα μὴ φεύγειν τοὺς ἐλέγχους δόξωμεν, ἄλλως τε καὶ Πλάτωνι συναίρειν περὶ τῆς τοῦ κόσμου γενέσεως ἐπαγγειλάμενοι, τῇ περὶ τῶν ἰδεῶν αὐτοῦ συγχωρήσαντες δόξῃ ἴδωμεν τὸ λοιπὸν εἰ καλῶς ὁ Πρόκλος εἴληφεν, ὡς τοῦτό ἐστιν τὸ τί ἦν εἶναι ταῖς ἰδέαις τὸ παραδείγμασιν εἶναι· εἰ γὰρ τοῦτο ψευδῶς εἰλημμένον ἐλεγχθείη, οὐκέτι συνάγειν ἐκ τῆς περὶ τῶν ἰδεῶν ὑποθέσεως ὁ Πρόκλος δυνήσεται, ὡς ὁ κόσμος ἐξ ἀιδίου τῷ οἰκείῳ ὑφέστηκεν παραδείγματι, οὐδ’ ὅτι Πλάτων διὰ τὸ τὰς ἰδέας ὑποτίθεσθαι καὶ ἀίδιον εἶναι τὸν κόσμον ᾤετο.
Aet Mund.33 ἀρχὴ δὲ ἡμῖν ἔστω τῶν ἐλέγχων ἥδε. γʹ. Τὰς ἰδέας τῶν αἰσθητῶν ἤτοι τὰ παραδείγματα ἢ οὐσίας εἶναι ἀνάγκη ἢ οὐκ οὐσίας. εἰ μὲν οὖν εἶεν οὐσίαι, ὡς Πλάτωνι δοκεῖ—οὐ γὰρ μόνον οὐσίας, ἀλλὰ καὶ πρώτας οὐσίας αὐτὰς εἶναί φησιν· αὐτὸ γὰρ ζῷον καὶ παντελὲς ζῷον καλεῖ τὸ τοῦ κόσμου παράδειγμα καὶ ὄντως ὂν καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον· καὶ ἄλλως· εἰ ἡ τοῦ παραδείγματος εἰκὼν αὐθυπόστατός τέ ἐστιν καὶ οὐσία, πολλῷ μᾶλλον αὐτὸ ἂν εἴη τὸ ἀρχέτυπον οὐσία τε καὶ αὐθυπόστατον—εἰ τοίνυν οὐσίαι εἶεν τὰ εἴδη, δῆλον, ὡς οὐκ ἐν σχέσει τῇ πρὸς 〈ἄλλο〉 ἄλλου δεόμενον εἰς ὕπαρξιν τὸ εἶναι ἔχει· αὐθυπόστατον γάρ τι χρῆμα ἡ οὐσία καὶ οὐδενὸς ἄλλου. εἰ οὖν αἱ αἰσθηταὶ οὐσίαι καὶ εἰκόνες ἐκείνων αὐταὶ καθ’ αὑτὰς ὑφεστήκασιν οὐκ ἐν σχέσει τῇ πρὸς ἄλλο τὸ εἶναι ἔχουσαι, ἥκιστά γε αἱ πρῶται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαι ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοιεν. εἰ ἄρα οὐσία ἐστὶν τὸ τοῦ κόσμου παράδειγμα, ὥστ’ ἂν καθ’ αὑτὸ καὶ οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχοι. εἰ δὲ μὴ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχῃ, οὐκ ἄρα τοῦτό ἐστιν αὐτῷ τὸ τί ἦν εἶναι τὸ παραδείγματι εἶναι· τὸ γὰρ παράδειγμα τῶν πρός τι, ὡς αὐτός φησιν ὁ Πρόκλος (πρὸς γὰρ εἰκόνα τὸ παράδειγμα), οὐδεμία δὲ οὐσία τῶν πρός τι.
Aet Mund.34 ἔτι δέ, εἰ τῶν πρός τι αἱ ἰδέαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, καὶ τοῦτό ἐστιν αὐταῖς τὸ τί ἦν εἶναι τὸ ἐν σχέσει εἶναι τῇ πρὸς τὰ αἰσθητά, ὧν εἰσιν παραδείγματα, ὡς δεξιῷ πρὸς ἀριστερὸν καὶ δεσπότῃ πρὸς δοῦλον, τὰ δὲ πρός τι οὐκ οὐσίαι (συμβεβηκότα γὰρ τὰ πρός τι, ᾗ πρός τί ἐστιν), οὐδὲ αἱ ἰδέαι ἄρα οὐσίαι εἰσὶν ἀλλὰ συμβεβηκότα. ἀλλ’ ὑπέκειτο οὐσίας αὐτὰς εἶναι· οὐκ ἄρα τῶν πρός τι. τὸ δὲ παράδειγμα τῶν πρός τι· οὐκ ἄρα τοῦτό ἐστιν τὸ τί ἦν εἶναι τῷ τοῦ κόσμου παραδείγματι τὸ παραδείγματι εἶναι καὶ πρὸς εἰκόνα τὸν κόσμον τὸ εἶναι ἔχειν. ἔτι, εἰ τῶν πρός τι αἱ ἰδέαι, τὰ δὲ πρός τι ἰδίαν ὑπόστασιν οὐκ ἔχει ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ὡς ἐν κατηγορίαις δέδεικται—ἢ γὰρ ἐν οὐσίᾳ, ὡς πατὴρ καὶ υἱός, δεσπότης καὶ δοῦλος (ἐν γὰρ τῇ τοῦ ἀνθρώπου οὐσίᾳ ἡ σχέσις τούτων συμβέβηκεν), ἢ ἐν ποσῷ, ὡς τὸ πολὺ καὶ ὀλίγον, τὸ μεῖζον καὶ ἔλαττον, τὸ διπλάσιον καὶ ἥμισυ, ἢ ἐν ποιῷ, ὡς τὸ λευκότερον καὶ γλυκύτερον καὶ σοφώτερον, ἢ ἔν τινι τῶν ἄλλων—, ἀνάγκη δήπου καὶ τὰς ἰδέας, εἴπερ τῶν πρός τί εἰσιν, ἐν ἑτέρῳ τινὶ ὑποκειμένῳ ὑφεστάναι. ὁμοίως δὲ καὶ τὸν κόσμον· τῶν πρός τι γὰρ καὶ αὐτός· ὡς γὰρ τὸ παράδειγμα τοῦ κόσμου ἐν τῷ εἶναι παράδειγμα οὐσίωται, οὕτω δήπου καὶ τὴν εἰκόνα τοῦ παραδείγματος ἀνάγκη τὸν κόσμον καθὸ εἰκών ἐστιν τὸ εἶναι ἔχειν· ἡ δὲ εἰκὼν τῶν πρός τι· καὶ ὁ κόσμος ἄρα κατ’ αὐτὸ τὸ εἶναι τῶν πρός τι ἔσται. τούτου δὲ οὕτως ἔχοντος συμβεβηκότα καὶ οὐκ οὐσίας τὰς ἰδέας καὶ τὸν κόσμον εἶναι ἀνάγκη.
Aet Mund.35 ἀλλ’ ὑπόκειται οὐσίας αὐτὰς εἶναι, καὶ ὁ κόσμος δὲ οὐσία ἐστίν· οὐκ ἄρα τῶν πρός τί εἰσιν. ἔτι τὰ πρός τι ὑπὸ τὰ ἀντικείμενα, οὐδεμία δὲ οὐσία ὑπὸ τὰ ἀντικείμενα· οὐκ ἄρα τῶν πρός τι αἱ οὐσίαι. τὰ δὲ εἴδη οὐσίαι· οὐκ ἄρα τῶν πρός τι τὰ εἴδη. τὸ δὲ παράδειγμα τῶν πρός τι, ὡς εἴρηται (πρὸς εἰκόνα γὰρ τὸ παράδειγμα)· οὐκ ἄρα ἐν τούτῳ τὸ εἶναι ἔχουσι τὰ εἴδη ἐν τῷ παραδείγματα εἶναι. οὐκοῦν ἀνάγκη, εἴπερ εἰσὶν οὐσίαι, κατ’ ἄλλο μέν τι αὐταῖς ὑπάρχειν τὸ εἶναι, κατ’ ἄλλο δὲ τὸ παραδείγμασιν εἶναι. δʹ. Εἰ δὲ μὴ ἐν τῷ εἶναι παραδείγματα τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἔχουσιν τὰ εἴδη, οὐκ ἄρα ἀνάγκη τῆς ἰδέας, πρὸς ἣν ὁ κόσμος γέγονεν, αἰωνίου οὔσης καὶ τὸν κόσμον ἀεὶ εἶναι· ὡς γὰρ τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα εἶναι τὸν οὐρανόν φησιν καὶ τὸν κόσμον ὁ Πλάτων καὶ πρὸς τὴν ἐν τούτῳ τάξιν τὸν ὄντως πολιτικὸν ἀποβλέποντα οὕτω τὰ τῆς πόλεως πράγματα διατάττεσθαι καί, ἐπειδὴ μὴ ἐν τούτῳ οὐσίωται ὁ οὐρανὸς ἐν τῷ εἶναι τῆς πολιτικῆς εὐδαιμονίας παράδειγμα, οὐκ ἀνάγκη οὔσης τῆς ἐν τῷ οὐρανῷ τάξεως εὐθὺς εἶναι καὶ τὴν ταύτης εἰκόνα, λέγω δὴ τὴν εὐδαίμονα πόλιν, οὕτω δήπου, εἰ καὶ αἰώνιοί εἰσιν αἱ ἰδέαι, ἐπεὶ μὴ ἐν τούτῳ ἐστὶν αὐταῖς τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴπερ μὴ τῶν πρός τί εἰσιν ἀλλ’ οὐσίαι, οὐκ ἀνάγκη πάντως καὶ τὰς τούτων εἰκόνας (τὰς αἰσθητὰς λέγω) ἀεὶ οὐσίας εἶναι· τὸ γὰρ ἀναγκαῖον ἐν τούτοις ἀντεστραμμένως ἔχει· οὔσης γὰρ τῆς εἰκόνος ἀνάγκη εἶναι καὶ τὸ παράδειγμα, οὐ μήν, εἰ καὶ τὸ παράδειγμα εἴη, μὴ ὡς παράδειγμα δέ, ἀλλ’ ὅτι καὶ οὐσία, καὶ τὴν εἰκόνα εἶναι ἀνάγκη· ἐπεὶ καὶ τῆς βασιλικῆς εἰκόνος αὐτὸς ὁ βασιλεύς ἐστιν παράδειγμα, ἀλλ’ οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὸν βασιλέα καὶ τὴν εἰκόνα αὐτοῦ εἶναι, ἐπεὶ κατ’ ἄλλο τί ἐστιν τῷ βασιλεῖ ᾗ βασιλεῖ ἀνθρώπῳ εἶναι, κατ’ ἄλλο δέ τι τὸ εἶναι εἰκόνος παραδείγματι· ὅταν γὰρ ᾖ παράδειγμα, τότε σύνεστιν πάντως καὶ ἡ εἰκών· ὥσπερ, ὅταν πατὴρ γένηται, συνεπινοεῖται πάντως καὶ ὁ υἱός, οὐ μὴν ἅμα τῷ εἶναι βασιλεὺς εὐθύς ἐστιν εἰκόνος παράδειγμα, ὥσπερ οὐδ’ ἅμα τῷ εἶναί τις ἄνθρωπος εὐθύς ἐστιν καὶ πατὴρ καὶ δεσπότης ἢ δεξιὸς ἤ τι τῶν ὑπὸ τὰ πρός τι.
Aet Mund.36 εʹ. Ταῦτα μὲν οὖν, εἰ οὐσίας εἶναι τὰς ἰδέας ὑποθῶνται, ὅπερ [οὐ] δοκεῖ Πλάτωνι. εἰ δὲ οὐκ οὐσίας αὐτὰς εἶναι φήσουσιν ἀλλά τινας δημιουργικοὺς λόγους καὶ νοήσεις, καθ’ ἃς ὁ δημιουργὸς τὰ ὄντα συνίστησιν (τί γὰρ ἂν καὶ εἶεν ἄλλο, εἰ μὴ οὐσίαι εἶεν;), οὐδ’ οὕτως οὐδεμία φαίνεται ἀνάγκη τοῦ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις συνυπάρχειν καὶ τὰ κατ’ αὐτοὺς γινόμενα ἀποτελέσματα· ἀντιστρόφως γὰρ ἔχει πάλιν τὸ ἀναγκαῖον· τῶν γὰρ ἀποτελεσμάτων ὄντων ἀνάγκη πάντως καὶ τοὺς λόγους εἶναι, καθ’ οὓς ταῦτα γέγονεν, οὐ μὴν τοῖς λόγοις τὰ πράγματα πάντως ἕψεται· ἐπεὶ καὶ ναυπηγὸν καὶ οἰκοδόμον ἐνδέχεται νεώς τινος ἢ οἰκίας τοὺς λόγους ἔχοντα μήπω δημιουργεῖν κατ’ αὐτούς· τὸ μὲν γὰρ εἶναι τοῖς τοιούτοις λόγοις ἐν τῷ νοήσεις τινὰς αὐτοὺς εἶναι ὑφέστηκεν, παρακολουθεῖ δὲ αὐτοῖς τὸ παραδείγμασιν εἶναι, ὅταν κατ’ αὐτοὺς ὁ δημιουργὸς ἐνεργήσῃ.
Aet Mund.37 εἰ οὖν μὴ πάντως ἅμα τοῖς δημιουργικοῖς λόγοις ἕπεται καὶ τὰ κατ’ αὐτοὺς γινόμενα ἀποτελέσματα, οὐδὲν κωλύει τῶν δημιουργικῶν τοῦ κόσμου λόγων αἰωνίων ὄντων μὴ ἀεὶ εἶναι τὸν κόσμον. ὅτι δὲ οὐκ ἀνάγκη συνυπάρχειν τοῖς λόγοις τὰ πράγματα, ὧν εἰσιν λόγοι, τοὐναντίον δὲ μᾶλλον προϋπάρχειν τῶν πραγμάτων τοὺς λόγους, μάθοις ἂν καὶ ἐντεῦθεν. τὴν τοῦ μέλλοντος ἀκριβῆ πρόγνωσιν εἰδέναι τὸν θεὸν πᾶς ἄν τις ὁμολογήσειεν. καὶ παρ’ Ἕλλησι δὲ πολλαχοῦ τῆς γῆς μαντεῖα καθίδρυτο καὶ χρηστήρια τὴν ἀληθῆ τοῦ θεοῦ πρόγνωσιν ὑποκρινομένου τοῦ πονηροῦ δαίμονος. ἀλλὰ δὴ καὶ τῆς ἐκ θεοῦ προνοίας ἀπολαύειν τὰ ὄντα πάντα καὶ μηδὲ τὸ τυχὸν ἐν παροράματι γίνεσθαι κοινὴ πάντων ἐστὶν ἔννοια τῶν ὁπωσοῦν τήν τε τοῦ θεοῦ ἀγαθότητα καὶ τὴν ἄρρητον ἐγνωκότων δύναμιν. αὐτὰ δὲ ταῦτα ἡμῖν καὶ ὁ Πρόκλος συνομολογῶν φαίνεται ἐν τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· λέγει γὰρ ἐν ἐκείνῳ ταῦτα ‘τῆς δὴ οὖν προνοίας, ὡς εἴρηται, κατὰ τὸ ἓν καὶ τὸ ἀγαθὸν ἀφωρισμένης καὶ τοῦ ἀγαθοῦ πρὸ τοῦ νοῦ ὄντος (νοῦς γὰρ ὀρέγεται τοῦ ἀγαθοῦ, καὶ γὰρ τὰ ὄντα πάντα, καὶ οὐχὶ τοῦ νοῦ τὸ ἀγαθόν), ἀνάγκη καὶ τὴν προνοητικὴν γνῶσιν ὑπὲρ τὴν νοερὰν εἶναι καὶ οὕτω δὴ πάντα τὴν πρόνοιαν γινώσκειν τῷ ἑνὶ τῷ ἑαυτῆς, καθὸ καὶ ἀγαθύνει πάντα τὰ νοῦντα καὶ τὰ μὴ 〈νοοῦντα καὶ τὰ ζῶντα καὶ τὰ μὴ〉 ζῶντα καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα πᾶσιν ἐπιβάλλουσα τὸ ἓν ἐμφάσει τοῦ ἑαυτῆς ἑνόσ‘· καὶ μετ’ ὀλίγα ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως.
Aet Mund.38 ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθ’ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς κἂν τῷ γινώσκεσθαι‘· καὶ μετ’ ὀλίγα ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν‘. ὅτι μὲν οὖν τὸ πρῶτον πάντων αἴτιον, ὅπερ ἐστὶν πᾶσιν ὀρεκτόν—τοῦτο δέ ἐστιν τὸ ἀγαθόν τε καὶ ἕν, τούτῳ γὰρ μόνῳ τὸ πρῶτον χαρακτηρίζουσιν, εἴπερ ὅλως δέοι τι καταφάσκειν ἐκείνου—, καὶ αὐτὰ τῶν ὄντων τὰ ἀτομώτατα παράγει τε καὶ γινώσκει καὶ ἐπὶ πάντα τὴν αὐτοῦ διατείνει πρόνοιαν, σαφῶς ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος.
Aet Mund.39 καὶ ὁ φιλόσοφος δὲ Πλωτῖνος ἐν τῷ περὶ νοητῶν ἢ περὶ ἀγαθοῦ τὰ παραπλήσια περὶ τῆς δημιουργικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως ἀπεφήνατο οὕτως λέγων ‘οὐ μὴν ἀλλ’ εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν ἓν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.‘ καὶ ὁ Πλωτῖνος ἄρα οὐ μόνον τὰ ὄντα ἀλλὰ καὶ τὰ μέλλοντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ φησιν· ὃ γὰρ ἐν τοῖς γινομένοις ὕστερον ὑφίσταται, τοῦτο ἐν ἐκείνῳ φησὶν παρεῖναι ἀεί. εἶτα καὶ τὸν τρόπον προσέθηκεν, πῶς τὸ μέλλον θεῷ πάρεστιν, ὅτι τῷ νοεῖν καὶ τὰ μήπω ὄντα· ‘ἀνάγκη‘ γάρ, φησίν, ‘οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον‘. εἰ οὖν πάντα τῷ θεῷ τῇ προγνώσει καὶ τὰ μήπω ὄντα ὡς ὄντα πάρεστιν, οἶδεν δήπου, καθ’ ὃν τρόπον ἕκαστον τῶν ἐσομένων καὶ καθ’ οὓς λόγους γενήσεται καὶ γενόμενον τίσι λόγοις καθ’ ἑκάστην βίου αἵρεσιν τὰ παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕξει ἑπόμενα· ‘πάντα‘ γάρ, φησὶν ὁ Πλωτῖνος, ‘ἤδη ἦν καὶ ἀεὶ ἦν‘· τὸ γὰρ ‘ἤδη‘ δηλοῖ τὸ πρὶν γενέσθαι παρεῖναι θεῷ τὰ ὕστερον ἐσόμενα.
Aet Mund.40 καὶ ἵνα μὴ τὸ ἤδη ἀρχῆς τινος εἶναι σημαντικὸν νομίσοι τις, ἐπήγαγεν ‘καὶ ἀεὶ ἦν‘. ‘καὶ οὕτωσ‘, φησίν, ‘ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε‘, τουτέστιν ὧν τὰς αἰτίας ἡμεῖς τῆς γενέσεως μετὰ τὴν ὕπαρξιν νοοῦμεν, ὅτι τυχὸν διὰ τὴν τοῦ λόγου ἐνέργειαν μόνον τῶν ἐνταῦθα ζῴων χερσὶ χρῆται ὁ ἄνθρωπος, ὄργανα τῷ λόγῳ τοῦ δημιουργοῦ τὰς χεῖρας πεποιηκότος· τοῦτο οὖν ἡμεῖς μετὰ τὴν ὕπαρξιν ἔγνωμεν, ὅτι τόδε διὰ τόδε, τοῦτο ἀεὶ ἐν τῇ γνώσει τοῦ θεοῦ προϋφέστηκεν. καὶ οὐ μόνον ἐφ’ ὅλων εἰδῶν ἀλλὰ καὶ ἐπὶ τῶν καθ’ ἕκαστον ἰδίᾳ συμβαινόντων ὁ αὐτὸς λόγος· ἐξηγούμενος γοῦν ἑαυτὸν ἐπήγαγεν ‘ἐκτεινόμενον γάρ‘, φησίν, ‘καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε‘, τουτέστιν εἰς γένεσιν ἀγόμενον, ὅτι τυχὸν μετὰ τὴν τῶν στοιχείων κρᾶσιν ἡ σύμπηξίς τε καὶ ἀλλοίωσις γίνεται, εἶτα ἡ διάπλασις, εἶτα ἡ ψύχωσις, καὶ ἐπὶ πάντων ὡσαύτως. ‘ὁμοῦ δὲ ὄν‘, φησίν, ‘πᾶν 〈ἓν〉 τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν αὑτῷ τὴν αἰτίαν‘. ‘ὁμοῦ‘ δέ φησιν ἀντὶ τοῦ ἐν τῇ τοῦ θεοῦ προγνώσει· ἀμερῶς γὰρ ἐν ἐκείνῃ πάντων οἱ λόγοι πάρεισιν. ταῦτα μὲν οὖν περὶ τῆς προγνωστικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως ἔκ τε τῶν κοινῶν ἐννοιῶν καὶ ἐκ τῶν μνημονευθέντων ἀποδέδεικται φιλοσόφων.
Aet Mund.41 ἀλλὰ δὴ καὶ ἡ περὶ τῆς εἱμαρμένης ὅπως ἂν ἔχοι ὑπόληψις (διάφοροι γὰρ αἱ περὶ ταύτης δόξαι) πάσας τῶν μελλόντων γίνεσθαι συνειλημμένως τὰς αἰτίας ὑφ’ ἕνα τὸν τῆς καταρχῆς χρόνον ἔχουσα προσημαίνειν ταῦτα ἢ καὶ ἀποτελεῖν παισὶν Ἑλλήνων πεπίστευται. τούτων οὖν ἡμῖν προωμολογημένων ἀνάγκη πᾶσα καθ’ ἑκατέραν δόξαν, τήν τε περὶ τῆς προνοίας φημὶ καὶ τὴν περὶ τῆς εἱμαρμένης, τῶν μελλόντων ἔσεσθαι προεγνῶσθαί τε καὶ προϋπάρχειν τοὺς λόγους. τούτου δὲ οὕτως ἔχοντος παντὶ δῆλον, ὡς οὐκ ἀνάγκη τοῖς τῶν γινομένων δημιουργικοῖς λόγοις τε καὶ αἰτίαις συνυπάρχειν τὰ πράγματα, τοὐναντίον δὲ πάντων τῶν γινομένων προϋπάρχειν τοὺς λόγους ἐκ τῶν δεδειγμένων ἀνάγκη. ὥστε, εἰ καὶ αἱ τῶν ὄντων ἰδέαι καὶ τὰ παραδείγματα νοήσεις τινὲς εἶεν τοῦ δημιουργοῦ καὶ λόγοι, καθ’ οὓς τὸν κόσμον παρήγαγεν, οὐκ ἀνάγκη πάντως συνυπάρχειν ἐξ ἀιδίου ἅμα τῇ γνώσει τοῦ θεοῦ τῇ περὶ τοῦ κόσμου αὐτὸν τὸν κόσμον. οὐδὲ Πλάτωνα ἄρα λόγος οὐδεὶς ἀναγκάσει διὰ τὸ αἰώνιον εἶναι λέγειν τὸ τοῦ κόσμου παράδειγμα καὶ τὸν κόσμον ἀεὶ εἶναι ὑποτίθεσθαι· δέδεικται γάρ, ὡς οὐκ ἐν τούτῳ ἐστὶν ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι. Τέλος λύσεως βʹ λόγου. Πρόκλου διαδόχου λόγος τρίτος.
Aet Mund.42.(1n) “Τρίτος· εἰ ὁ δημιουργὸς τινός ἐστιν δημιουργός, ἤτοι κατ’ ἐνέργειαν ἔσται δημιουργὸς ἀεὶ ἢ δυνάμει ποτὲ μὴ ἀεὶ δημιουργῶν. εἰ μὲν οὖν κατ’ ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ’ ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατ’ ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν ὡσαύτως κατ’ ἐνέργειαν, εἰ τὸ οἰκοδομοῦν, τὸ οἰκοδομούμενον, εἰ τὸ ὑγιάζον, τὸ ὑγιαζόμενον· καὶ Πλάτων ἐν Φιλήβῳ, ὅτι τὸ ποιοῦν γιγνομένου τινός ἐστιν ποιοῦν, ἀλλ’ οὐ γενητοῦ τὸ ποιοῦν οὐδὲ γιγνομένου 〈τὸ〉 ποιητικόν. εἰ δὲ τὸ δημιουργούμενον μὴ κατ’ ἐνέργειαν, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατ’ ἐνέργειαν. εἰ δὲ μὴ κατ’ ἐνέργειαν, δυνάμει ἔσται δημιουργικὸν πρὸ τοῦ δημιουργεῖν ὄν. πᾶν δὲ τὸ δυνάμει τι ὄν, φησὶν ὁ αὐτός, ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίγνεται κατ’ ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς 〈ἐνεργείᾳ δημιουργὸσ〉 δυνάμει πρότερον ὤν, ἄλλου τινὸς 〈ὄντοσ〉 ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον.
Aet Mund.43 καὶ εἰ μὲν ἐκεῖνος ἀεὶ ἐνεργείᾳ αἴτιος τοῦ εἶναι τοῦτον δημιουργόν, ἀεὶ καὶ οὗτος δημιουργὸς διὰ τὸ πρότερον ἀξίωμα τὸ λέγον, ὅταν ᾖ κατ’ ἐνέργειαν τὸ αἴτιον, καὶ τὸ αἰτιατὸν εἶναι κατ’ ἐνέργειαν· ὥστε τὸ δημιουργούμενον ἀεί ἐστιν. εἰ δὲ καὶ ἐκεῖνος δυνάμει ποτὲ αἴτιος τοῦ ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν, πάλιν αὐτὸς ἄλλου του δεήσεται τοῦ ποιοῦντος αὐτὸν κατ’ ἐνέργειαν ποιεῖν τὸν δημιουργὸν δημιουργεῖν διὰ τὸ δεύτερον ἀξίωμα τὸ λέγον τὸ δυνάμει πᾶν δεῖσθαι τοῦ ἐνεργείᾳ, ἵνα γένηται κατ’ ἐνέργειαν· καὶ πάλιν ὁ αὐτὸς ἐπὶ τούτου λόγος, καὶ ἢ εἰς ἄπειρον ἄνιμεν ἄλλο πρὸ ἄλλου ζητοῦντες αἴτιον τοῦ ἐνεργείᾳ τῷ προκειμένῳ δυνάμει αἰτίου ἢ ἥξομεν εἰς τὸ συγχωρῆσαι ἀεί τι εἶναι κατ’ ἐνέργειαν αἴτιον. τούτου δὲ συγχωρηθέντος ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατ’ ἐνέργειαν καὶ τὸν κόσμον ἀεὶ δημιουργούμενον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ δημιουργόν, διὰ δύο δειχθὲν ἀξιωμάτων, ἑνὸς μὲν ὡς ἂν ἔχῃ τῶν πρός τι θάτερον, οὕτω καὶ θάτερον ἔχειν, εἰ μὲν δυνάμει, δυνάμει, εἰ δὲ ἐνεργείᾳ, ἐνεργείᾳ, ἑτέρου δὲ πᾶν τὸ δυνάμει ὂν μεταβάλλειν εἰς τὸ ἕτερον ἐνεργείᾳ ὑπό τινος ἐνεργείᾳ ὄντος, ὃ αὐτὸ δυνάμει πρότερον, ἐνεργείᾳ δ’ ὕστερον.” Κεφάλαια τῆς λύσεως τοῦ τρίτου λόγου.
Aet Mund.44.(1n) αʹ. Ὅτι παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν ἐν τούτοις ὁ Πρόκλος συνέπλεξεν. βʹ. Ἔκθεσις τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων. γʹ. Ὅτι τῷ καθ’ ἕξιν αἰτίῳ, ὅπερ ἐστὶν τὸ πρῶτον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων, οὐ πάντως ἐξ ἀνάγκης καὶ τὸ αἰτιατὸν κατ’ ἐνέργειαν ἕπεται. ὅθεν ἐνδέχεται ἀεὶ μὲν καθ’ ἕξιν ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργόν, μὴ ἀεὶ δὲ τὸν κόσμον εἶναι. δʹ. Ὅτι ἐκ τοῦ δευτέρου δυνάμει τοῦ καθ’ ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν ἐνέργειαν προϊὸν οὐ δεῖται ἑτέρου τινὸς τοῦ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν αὐτὸ ἄγοντος. εʹ. Ἔκθεσις τῶν τοῦ Πρόκλου λέξεων καὶ ἀπόδειξις ἐξ αὐτῶν, ὅτι ἀδιορίστως λαβὼν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέπλεξεν. ἐν ᾧ, ὅτι ἐνεργείᾳ καθ’ ἕξιν δημιουργὸς ὢν ὁ θεὸς οὔτε ἐξ ἀνάγκης συνυπάρχοντα ἑαυτῷ τὸν κόσμον ἐξ ἀιδίου εἰσάγει οὔτε δὲ ἄλλου του δεήσεται δημιουργοῦ ἐνεργείᾳ τοῦ ἀπὸ τῆς ἕξεως αὐτὸν εἰς ἐνέργειαν ἄγοντος. ϛʹ. Ὅτι οὐδὲ ἐπὶ τοῦ προτέρου δυνάμει καθόλου ἐστὶν ἀληθὲς τὸ δεῖσθαι πάντως τὸν δυνάμει ἄλλου τινὸς ἐνεργείᾳ τοῦτο ὄντος, ὅπερ αὐτός ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ, ἀλλ’ ἁπλῶς ἐνεργείᾳ τινὸς ὄντος, οὐ μὴν πάντως καὶ τοιούτου. ζʹ.
Aet Mund.45 Ὅτι ἐνδέχεται καὶ αὐτὴν ὑφ’ ἑαυτῆς τὴν φύσιν ἀπὸ τῆς πρός τι ἐπιτηδειότητος εἰς τὴν κατ’ αὐτὸ ἕξιν τε καὶ ἐνέργειαν ἄγεσθαι καὶ μὴ δεῖσθαί τινος ἔξωθεν τοῦ τελειοῦντος. Λύσις τοῦ τρίτου λόγου. αʹ. Ὡς σοφιστικὸν τοῦ φιλοσόφου τὸ ἐπιχείρημα. καίτοι γε ἔδει τὸ τῆς φιλοσοφίας αἰδούμενον πρόσχημα καὶ τῆς διαλεκτικῆς ἀκριβείας εἰς ἄκρον ἥκοντα καὶ περὶ τηλικούτων τὴν σκέψιν ποιούμενον μὴ οὕτως ταῖς ὁμωνυμίαις ἡμᾶς καθάπερ οἱ σοφισταὶ τὰ μειράκια παρακρούεσθαι, ἀλλὰ τῆς ἀληθείας φροντίδα ποιούμενον ὁμωνύμους ὄντα φωνὰς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ διελέσθαι εἰς τὰ διάφορα σημαινόμενα καὶ διδάξαι, ἐπὶ ποίου μὲν τῶν τοῦ δυνάμει σημαινομένων τὸ ἕτερον τῶν παρ’ αὐτοῦ τεθέντων ἀξιωμάτων ὡμολόγηται, ἐπὶ ποίου δὲ πάλιν τῶν ἐνεργείᾳ θάτερον, εἶτα ἕκαστον τῶν σημαινομένων τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ ἐπὶ τοῦ δημιουργοῦ ὑποθέμενον τὰ ἑκάστῃ ὑποθέσει ἑπόμενα ἐπισκέψασθαι. ἡμεῖς οὖν ἕνα σκοπὸν ποιούμενοι τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τοῖς διαλεκτικοῖς κανόσιν ἑπόμενοι πρότερον εἰς τὰ διάφορα διέλωμεν σημαινόμενα τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ, εἶθ’ οὕτως ὅπως ἀληθείας ἔχῃ τὰ ἐπ’ αὐτῶν τεθέντα τοῦ φιλοσόφου κατανοήσωμεν ἀξιώματα, ἐξ ὧν τὸ τρίτον τῶν ἐπιχειρημάτων συνέπλεξεν. καὶ διά γε τοὺς ἀπείρους τῶν τοιούτων λόγων οὐδὲν οἷον δι’ ὀλίγων τὴν ἔννοιαν τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ παραθέσθαι.
Aet Mund.46 βʹ. Ἰστέον τοίνυν, ὡς διττὸν εἶναι τὸ δυνάμει καὶ διττὸν τὸ ἐνεργείᾳ ἀκριβῶς τε ὁ Ἀριστοτέλης ἐδίδαξεν καὶ παρὰ πάντων ὁμολογεῖται. λέγεται γὰρ καθ’ ἕνα μὲν τρόπον δυνάμει τι εἶναι τὸ φυσικήν τινα ἔχον εἴς τι ἐπιτηδειότητα, ὥς φαμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι· ἐπιτηδείως γὰρ ἔχει ἡ φύσις καιρῷ τῷ δέοντι τὰ γραμματικὰ θεωρήματα παραδέξασθαι. ἓν μὲν οὖν τοῦτο τῶν ἐπὶ τοῦ δυνάμει σημαινομένων, ὃ καὶ καλεῖται πρῶτον δυνάμει, τὸ κατὰ τὴν ἐπιτηδειότητα. ὅταν δέ τις ἐν ἕξει τῶν γραμματικῶν θεωρημάτων γενόμενος, ἔχῃ μὲν αὐτῶν ἐν τῇ ψυχῇ τὴν ἐπιστήμην, μὴ ἐνεργῇ δὲ κατ’ αὐτὰ μηδὲ προχειρίζοιτο τὴν τούτων θεωρίαν, ἢ ἐσθίων τυχὸν ἢ πρὸς ἑτέροις τὴν διάνοιαν ἀσχολούμενος ἢ μὴ βουλόμενος, λέγεται μὲν καὶ ὁ τοιοῦτος δυνάμει γραμματικὸς εἶναι, ἀλλ’ οὐχ ὡς ὁ πρότερος· οὐ γὰρ ἐν ἕξει τῶν θεωρημάτων ἐκεῖνος ἐγεγόνει, ἀλλὰ μόνον τῷ πεφυκέναι ἐλέγετο δυνάμει εἶναι γραμματικός. καλεῖται δὲ καὶ τὸ τοιοῦτον σημαινόμενον δεύτερον δυνάμει καὶ τὸ καθ’ ἕξιν δυνάμει. αὐτὸ δὲ δὴ τοῦτο τὸ δεύτερόν τε καὶ καθ’ ἕξιν δυνάμει καλούμενον καλεῖται καὶ πρῶτον ἐνεργείᾳ· ὡς γὰρ πρὸς τὸ πρῶτον δυνάμει τὸ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα, ἣν ὁ ἔχων τῷ πεφυκέναι δέχεσθαι τὰ θεωρήματα δυνάμει γραμματικὸς ἐλέγετο, ἢ ὁ ἤδη ἐν ἕξει τῶν θεωρημάτων γενόμενος εἴη ἂν ἐνεργείᾳ γραμματικὸς ἤδη κατ’ ἐνέργειαν τὴν ἕξιν κτησάμενος.
Aet Mund.47 ἀλλ’ ἐπειδὴ ἔστιν τις καὶ ἑτέρα ἐνέργεια, καθ’ ἣν ἤδη προχειρίζεται ὁ γραμματικὸς τὰ θεωρήματα ἢ ἑτέρῳ παραδιδοὺς ἢ καθ’ ἑαυτὸν γυμναζόμενος, ὡς πρὸς ταύτην ἤδη τὴν ἐνέργειαν λέγεται, ὅπερ εἶπον, ὁ κατὰ τὴν ἕξιν μόνον ἔχων τὰ θεωρήματα δυνάμει εἶναι γραμματικός, δυνάμει δὲ κατὰ τὸ δεύτερον. ὁ αὐτὸς οὖν οὕτως ὁ τὴν ἕξιν μόνην τὴν τῶν γραμματικῶν θεωρημάτων ἔχων μὴ ἐνεργῶν δὲ κατὰ αὐτὴν καὶ δυνάμει γραμματικὸς καλεῖται καὶ ἐνεργείᾳ, ἀλλὰ δυνάμει μὲν ὡς πρὸς τὴν δευτέραν ἐνέργειαν, καθ’ ἣν διδάσκων προχειρίζεται τὰ θεωρήματα, ἐνεργείᾳ δὲ ὡς πρὸς τὴν πρώτην ἐπιτηδειότητα, καθ’ ἣν οὔπω μὲν τὴν ἕξιν τῶν θεωρημάτων εἶχεν, ὡς δυνάμενος δὲ ταύτην ποτὲ κτήσασθαι δυνάμει γραμματικὸς εἶναι ἐλέγετο. γʹ. Τούτων οὕτως ἐχόντων καὶ διττοῦ ὄντος τοῦ δυνάμει, διττοῦ δὲ καὶ τοῦ ἐνεργείᾳ, καὶ τοῦ δευτέρου δυνάμει εἰς ταὐτὸ συντρέχοντος τῷ πρώτῳ ἐνεργείᾳ, τὸ μὲν πρότερον τῶν ἀξιωμάτων τὸ λέγον ‘ὅταν τὸ αἴτιον ᾖ κατ’ ἐνέργειαν, καὶ τὸ αἰτιατὸν ὡσαύτως κατ’ ἐνέργειαν ἔσται‘ ἐπὶ μόνου τοῦ δευτέρου ἐνεργείᾳ ἐστὶν ἀληθές, οὐκ ἐπὶ τοῦ προτέρου, ὅπερ καὶ δεύτερον 〈δυνάμει〉 καλεῖται· ὅταν γὰρ ὁ διδάσκαλος ἤδη διδάσκῃ, ἀνάγκη εἶναι καὶ τὸν διδασκόμενον, καὶ εἰ ἤδη ὁ οἰκοδόμος οἰκοδομεῖ, ἀνάγκη καὶ τὸ οἰκοδομούμενον εἶναι.
Aet Mund.48 ἐπὶ δὲ τοῦ προτέρου ἐνεργείᾳ οὐκέτι ἀληθὲς τὸ ἀξίωμα· ἐνδέχεται γὰρ οἰκοδόμον ἕξιν μὲν τοῦ οἰκοδομεῖν ἔχειν, μὴ οἰκοδομεῖν δέ, καὶ τὸν ἕξιν διδασκαλικὴν ἔχοντα μὴ διδάσκειν· ὥστε τοῦ οὕτως αἰτίου κατ’ ἐνέργειαν ὄντος, λέγω δὲ τοῦ καθ’ ἕξιν οἰκοδόμου ἢ τοῦ διδασκάλου, τὸ αἰτιατὸν οὐ πάντως ἔσται, τουτέστιν τὸ οἰκοδομούμενον ἢ διδασκόμενον. καὶ ἐνῆν γε καὶ τοὺς ἀρίστους τῶν φιλοσόφων τὰ αὐτὰ ἡμῖν σχεδὸν ἐπὶ λέξεως παραθέσθαι λέγοντας ἄλλους τε καὶ Ἀλέξανδρον τὸν Ἀριστοτέλους ἐξηγητὴν ἐν τοῖς εἰς τὴν ἀποδεικτικὴν ὑπομνήμασιν· ἐναργοῦς δὲ ὄντος τοῦ λόγου τὸ τοιοῦτο νῦν παραιτήσομαι. τὸ μὲν τῶν ἀξιωμάτων πρῶτον οὕτως ἀληθείας ἔχει. δʹ. Τὸ δὲ δεύτερον τὸ λέγον, ὅτι τὸ δυνάμει, ὁπηνίκα εἰς ἐνέργειαν ἄγεται, ἀνάγκη πάντως ὑπό τινος ἑτέρου ὄντος κατ’ ἐνέργειαν τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, μεταβάλλειν καὶ εἰς ἐνέργειαν ἄγεσθαι, ἐπὶ τοῦ προτέρου μόνον δυνάμει χώραν ἔχει· τὸ γὰρ παιδίον δυνάμει γραμματικὸν ὂν μεταβάλλει εἰς τὸ ἐνεργείᾳ εἶναι γραμματικὸν ὑπὸ τοῦ κατ’ ἐνέργειαν ὄντος γραμματικοῦ καὶ τὸ ὕδωρ δυνάμει θερμὸν ὑπάρχον μεταβάλλει καὶ γίνεται ἐνεργείᾳ θερμὸν ὑπὸ πυρὸς τυχὸν ἢ ἁπλῶς τοῦ κατ’ ἐνέργειαν θερμοῦ. οὐκέτι δὲ ἐπὶ τοῦ δευτέρου δυνάμει ἀληθὲς τοῦτο ὑπάρχει τὸ ἀξίωμα· ὁ γὰρ τὴν ἕξιν ἔχων τῶν γραμματικῶν θεωρημάτων καὶ ταύτῃ δυνάμει λεγόμενος εἶναι γραμματικός, ὁπηνίκα ἐκ ταύτης τῆς δυνάμεως μεταβάλλῃ εἰς τὴν δευτέραν καλουμένην ἐνέργειαν, καθ’ ἣν ἤδη προχειρίζεται τὰ θεωρήματα, οὐχ ὑφ’ ἑτέρου ἐνεργείᾳ ὄντος γραμματικοῦ μεταβάλλει, ἀλλ’ αὐτὸς ὑφ’ ἑαυτοῦ ἀμέσως ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος.
Aet Mund.49 τούτων οὖν ἡμῖν σαφῶς διευκρινημένων ἔλθωμεν ἐπὶ τὸ προκείμενον αὐτὴν πρῶτον τὴν λέξιν τοῦ φιλοσόφου ἐκθέμενοι. εʹ. ‘Εἰ κατ’ ἐνέργειαν‘, φησίν, ‘ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ’ ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατ’ ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν οὕτως κατ’ ἐνέργειαν‘. ὅρα, πῶς οὐ προσδιορίζεται, κατὰ ποῖον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων ὑποτίθεται τὸν δημιουργὸν ἐνεργείᾳ εἶναι δημιουργόν, ἀλλ’ ἁπλῶς καὶ ἀδιορίστως τῷ ἐνεργείᾳ αἰτίῳ ἕπεσθαί φησιν τὸ αἰτιατὸν κατ’ ἐνέργειαν, ἵνα τὸ ἐπὶ τινὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀληθεῦον ἀξίωμα πάντως τοῦ ἐνεργείᾳ κατηγορήσῃ, ὅπερ ἐδείξαμεν ὑπάρχον ψεῦδος, ἐπὶ μόνου δὲ τοῦ δευτέρου ἐνεργείᾳ χώραν ἔχον. εἰ οὖν ἡμεῖς ἀεὶ καθ’ ἕξιν ἐνεργείᾳ δημιουργὸν εἶναι τὸν θεὸν ὑποτιθέμεθα, ὅπερ ἐστὶν τὸ πρότερον ἐνεργείᾳ, ποία ἔτι ἀνάγκη οὕτως ὄντος ἀεὶ τοῦ θεοῦ ἐνεργείᾳ δημιουργοῦ καὶ τὸν κόσμον ἀεὶ εἶναι; τοῦτο δὲ ἐποίησεν σοφιστικῶς ὁ φιλόσοφος, ἵν’ ἡμῶν λεγόντων μὴ ἀεὶ εἶναι τὸν κόσμον εὐθὺς ἀνέλῃ καθόλου τὸ καὶ τὸν θεὸν ἀεὶ δημιουργὸν εἶναι, συγχωρηθέντος δὲ τοῦ πρὶν δημιουργῆσαι κατὰ μηδένα τρόπον ἐνεργείᾳ εἶναι τὸν θεὸν δημιουργὸν ἀκολούθως εἰσαγάγῃ τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον τοῦ δυνάμει σημαινόμενον.
Aet Mund.50 ἄκουε γοῦν, οἷα ἐπήγαγεν· ‘εἰ δὲ τὸ δημιουργούμενον‘, φησίν, ‘μὴ κατ’ ἐνέργειαν ᾖ, οὐδὲ τὸ δημιουργοῦν ἔσται κατ’ ἐνέργειαν‘. σκόπει πάλιν, πῶς ἀδιορίστως τῷ ἐνεργείᾳ χρῆται μὴ προστιθείς, ἐπὶ ποίου σημαινομένου τοῦ ἐνεργείᾳ τεθὲν ἀξίωμα ἀληθεύει. δῆλον δέ, ὡς ἐπὶ μὲν τοῦ δευτέρου ἐνεργείᾳ ἔστιν ἀληθές, ἐπὶ δὲ τοῦ προτέρου οὐκ ἔστιν· τῆς γὰρ οἰκίας μὴ οὔσης κατ’ ἐνέργειαν οὐδὲν κωλύει τὸν οἰκοδόμον εἶναι κατ’ ἐνέργειαν τὴν καθ’ ἕξιν· οἰκοδόμος μὲν γὰρ ἔστιν ὁ τὴν ἕξιν ἔχων, κἂν μὴ οἰκοδομῇ, καὶ ἰατρὸς ὁμοίως, κἂν μὴ ἰατρεύῃ, οὔτε δὲ οἰκοδομεῖν δύναται κατ’ ἐνέργειαν οὔτε ἰατρεύειν, εἰ μὴ πάντως καὶ τὸ οἰκοδομούμενον ἢ ἰατρευόμενον ὑπάρχῃ. ὅτι δὲ κατ’ ἀλήθειαν τῇ ὁμωνυμίᾳ παρακρούσασθαι βουλόμενος οὐ προσδιωρίσατο τὰ διάφορα σημαινόμενα τοῦ τε δυνάμει καὶ τοῦ ἐνεργείᾳ, ἵν’, ὡς εἶπον, λεγόντων ἡμῶν μὴ ἀεὶ εἶναι τὸν κόσμον εἰσαγάγῃ τὸ μηδ’ ὅλως εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργόν, πρὶν δημιουργῆσαι τὸν κόσμον, ἀλλὰ δυνάμει κατὰ τὸ πρότερον, δῆλον ἐξ ὧν ἐπήγαγεν· ‘εἰ γὰρ μὴ κατ’ ἐνέργειαν‘, φησίν, ‘δυνάμει ἔσται δημιουργικὸν πρὸ τοῦ ἐνεργεῖν.
Aet Mund.51 πᾶν δὲ τὸ δυνάμει τι ὂν ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίνεται κατ’ ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς ἐνεργείᾳ δημιουργὸς δυνάμει πρότερον ὤν, ἄλλου τινὸς ὄντος ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον‘. σκόπει δὴ οὖν, ὅπερ ἐλέγομεν, πῶς ἀνελὼν τὸ εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργὸν τῷ μηδὲ τὸν κόσμον ἐνεργείᾳ εἶναι εὐθὺς εἰσάγει τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει, ὡς παντὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀναιρεθέντος. ἄλλου γοῦν τινος δεῖσθαι 〈ἐνεργείᾳ〉 δημιουργοῦ φησιν τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον· ὅπερ οὐχὶ τῷ τὴν ἕξιν ἔχοντι ἀλλὰ τῷ τὴν ἐπιτηδειότητα μόνην συμβαῖνον ἐδείξαμεν. καίτοι μὴ ὄντος ἐνεργείᾳ τοῦ κόσμου οὐκ εὐθὺς εἰσάγεται τὸ καὶ τὸν δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει δημιουργὸν εἶναι· ἐνδέχεται γάρ, ὡς εἶπον, καὶ τὸ καθ’ ἕξιν εἰσάγεσθαι, τουτέστιν τὸ πρότερον ἐνεργείᾳ. ἀλλ’ ὁ φιλόσοφος σοφιστικῶς τὸ ἐπὶ τοῦ προτέρου δυνάμει λεγόμενον (λέγω δὴ τὸ δεῖσθαι τοῦ ἐνεργείᾳ τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ) αὐτὸς ἁπλῶς καὶ ἀδιορίστως τῷ δυνάμει ἕπεσθαί φησιν, εἶτα λοιπὸν κατὰ τὸ ἀκόλουθον ἐπισυνάπτει λήρους μακροὺς δημιουργὸν δημιουργῷ συνείρων καὶ τῇ πρώτῃ ἀτόπῳ ὑποθέσει τὰ ἀκόλουθα συμπεραινόμενος.
Aet Mund.52 ἀλλ’ ἐπεὶ οὐδεὶς καὶ τῶν τυχόντων νοῦν ἔχων κατὰ τὸ πρότερον δυνάμει φαίη ἂν εἶναι τὸν θεὸν δημιουργόν, πρὶν δημιουργῆσαι, ταύτης τῆς ἀτόπου ἀρχῆς ἀναιρεθείσης οἴχεται πᾶν τὸ ἐξ ἀραχνίων τοῦ φιλοσόφου τῶν συλλογισμῶν ὕφασμα· καθ’ ἕξιν γὰρ ὢν δημιουργὸς ὁ θεός, πρὶν δημιουργῆσαι, οὔτε ἑτέρου δεήσεται τοῦ εἰς ἐνέργειαν αὐτὸν ἄγοντος οὔτε, ἐπειδὴ οὗτός ἐστιν ἐνεργείᾳ δημιουργός, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον εἰσάγει ἐξ ἀιδίου ἑαυτῷ συνυπάρχοντα· τοῦ γὰρ καθ’ ἕξιν οἰκοδόμου ὄντος οὐ πάντως καὶ ὁ οἶκος ἔσται· ἀλλ’ οὐδ’ ὅταν ὁ οἰκοδόμος ἐκ τῆς ἕξεως μεταβαίνῃ εἰς τὸ ἐνεργεῖν, ἄλλου τινὸς δεήσεται ἐνεργείᾳ οἰκοδόμου τοῦ ἄγοντος αὐτὸν εἰς τοῦτο. ὅτι δὲ σοφιστικόν τε καὶ λίαν ἐπαχθὲς τοῖς νοῦν ἔχουσιν τὸ παρὰ τὴν ὁμωνυμίαν παραλογίζεσθαι, ἱκανῶς καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας ἐδήλωσεν ἐνόχλησιν κυρίως τὴν τοιαύτην τῶν παραλογισμῶν ἰδέαν καλέσας· ‘λέγω‘ γάρ, φησίν, ‘ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεισ‘· πῶς γὰρ οὐκ ὄχλος τῷ ὄντι περιττὸς τῶν λόγων ἐκεῖνοι, ὅσοι τῶν πραγμάτων ἀφέμενοι παρὰ τὰς λέξεις καὶ τὰς ὀνομασίας διελέγχειν τοὺς προσδιαλεγομένους σπουδάζουσιν; ὃ δὴ καὶ ἐν τούτοις ἡμῖν ὁ πολὺς Πρόκλος ποιεῖν οὐκ ἀπώκνησεν. ϛʹ.
Aet Mund.53 Ἐπισκοπεῖν δὲ ἄξιον, ὅπως καὶ ἐν αὐτῇ τῇ τοῦ ἀξιώματος λήψει ἱκανὰς ἑαυτῷ παραλογισμῶν ἀφορμὰς ὁ φιλόσοφος ὑποτίθεται. ἵνα γὰρ συνεῖραι τὸν πολὺν τῶν δημιουργῶν φλήναφον δυνηθείη τοῦ δυνάμει δημιουργοῦ δεομένου ἄλλου τινὸς ἐνεργείᾳ δημιουργοῦ τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν κἀκείνου πάλιν διὰ τὸ τὸν πρότερον δυνάμει εἶναι καὶ αὐτοῦ δυνάμει ὄντος καὶ δεομένου τρίτου τινὸς ἐνεργείᾳ ὄντος δημιουργοῦ καὶ τούτου πάλιν ἄλλου καὶ οὕτως ἐπ’ ἄπειρον ἀναγάγῃ τὸ ἄτοπον, εἰπὼν 〈πᾶν〉 τὸ δυνάμει δεῖσθαι ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος τοῦ ἄγοντος αὐτὸ εἰς ἐνέργειαν τοιοῦτόν φησιν εἶναι δεῖν τὸ ἐνεργείᾳ, ὁποῖον δυνάμει ἐστὶν ἐκεῖνο, οἷον, εἴ τι θερμὸν εἴη δυνάμει, καὶ τὸ τελειωτικὸν τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ εἶναι θερμόν. τοῦτο δὲ ἐπὶ τινῶν μὲν ἀληθές ἐστιν (τὸν γὰρ δυνάμει γραμματικὸν ὁ ἐνεργείᾳ γραμματικὸς ποιεῖ ἐνεργείᾳ γραμματικὸν καὶ τὸ πῦρ ἐνεργείᾳ ὂν θερμὸν μεταβάλλει τὸ ὕδωρ δυνάμει ὂν θερμὸν καὶ ποιεῖ ἐνεργείᾳ εἶναι θερμόν), οὐκ ἐπὶ πάντων δὲ ὁ λόγος οὗτός ἐστιν ἀληθής· ἀλλὰ δεῖ μὲν ἐνεργείᾳ τινὸς ἴσως τοῦ ἄγοντος τὸ δυνάμει εἰς τὴν οἰκείαν ἐνέργειαν, οὐ μὴν πάντως τὸ ἐνεργείᾳ ἀνάγκη εἶναι τοιοῦτον ἐνεργείᾳ, οἷον δυνάμει ἐστὶν τὸ ὑπ’ αὐτοῦ ἀγόμενον εἰς ἐνέργειαν. τὰ γὰρ ξύλα δυνάμει ναῦν ὄντα ποιεῖ ἐνεργείᾳ ναῦν οὐχ ἡ κατ’ ἐνέργειαν ναῦς ἀλλ’ ὁ κατ’ ἐνέργειαν ναυπηγός· οὐδὲ γὰρ οἱ ἐν τῷ ναυπηγῷ δημιουργικοὶ τῆς νεὼς λόγοι ἤδη καὶ ναῦς εἰσιν κατ’ ἐνέργειαν.
Aet Mund.54 πάλιν τὸ δυνάμει γλυκὺ ἢ πικρὸν ἢ ἐρυθρὸν οὐ πάντως ὑπὸ τοῦ ἐνεργείᾳ γλυκέος ἢ πικροῦ ἢ ἐρυθροῦ εἰς ἐνέργειαν ἄγεται· τὸ γὰρ ὕδωρ, ᾧ ἀρδεύεται τὰ φυτά, δυνάμει ἑκάστην ἔχει ποιότητα, εἰς ἣν μεταβάλλει τοῖς φυτοῖς ἑνούμενον, καὶ οὐ δήπου κατ’ ἐνέργειάν τι γλυκὺ ὑπάρχον ἢ πικρὸν ἢ ἐρυθρὸν μεταβάλλει τὸ ὕδωρ εἰς τὸ γενέσθαι ἐνεργείᾳ τοιοῦτον ἀλλ’ οἱ ἐν τῇ φύσει δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες, καὶ τὸ δυνάμει σκληρὸν ὑπὸ τοῦ ψυχροῦ γίνεται ἐνεργείᾳ σκληρὸν οὐκ ὄντος τοῦ ψυχροῦ ἐνεργείᾳ σκληροῦ ἀλλ’ ἐνεργείᾳ ψυχροῦ. ὥστε κἀνταῦθα, ἵν’, ὡς εἰρήκαμεν, χώραν εὕροι δημιουργοὺς δημιουργῶν συνεῖραι, τὴν τοιαύτην προσθήκην τῷ ἀξιώματι προσέθηκεν, λέγω δὴ τὸ δεῖν τὸ ἐνεργείᾳ, ὅπερ ἄγει τὸ δυνάμει εἰς ἐνέργειαν, τοιοῦτον εἶναι ἐνεργείᾳ, οἷον δυνάμει ἐκεῖνό ἐστιν. ζʹ. Μήποτε δὲ οὐδὲ τὸ δύναμιν ἔχον πάντως εἴς τι καὶ ἐπιτηδειότητα ἑτέρου δέεται τοῦ δυνάμει αὐτὸ εἰς ἐνέργειαν ἄγοντος. ἐνδέχεται γὰρ καὶ αὐτὸν ἑαυτῷ τινα αἴτιον εἶναι τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολῆς· δύο γὰρ ὁδοὶ τῷ ὄντι εἰς ἐπιστήμην κατὰ Πλάτωνα, μάθησις καὶ εὕρεσις, ὡς ἐν Ἀλκιβιάδῃ φησίν· δῆλον οὖν, ὅτι ὁ πρῶτος εὑρὼν τέχνην τινὰ ἢ ἅπασαν ἢ τὰ μέρη αὐτῆς οἷον ὁ πρῶτος εὑρὼν ξύλων πρίσιν, πρὶν εὕρῃ, δυνάμει ὢν πρίστης, κατὰ τὸ πρότερον δυνάμει γέγονεν ἐνεργείᾳ πρίστης οὐχ ὑφ’ ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος πρίστου ἀλλ’ αὐτὸς ἑαυτὸν ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀγαγών.
Aet Mund.55 τί δ’ ἂν εἴποις ἐπὶ τοῦ σκυλακίου τοῦ ἀρτιγενοῦς; δυνάμει γὰρ ὁρατικὸν ὂν ἢ ὑλακτικὸν οὐχ ὑφ’ ἑτέρου τινὸς ἐνεργείᾳ ὄντος ἄγεται εἰς τὸ κατ’ ἐνέργειαν ὁρᾶν ἢ ὑλακτεῖν, ἀλλ’ αὐτὸ ὑπὸ τῆς ἑαυτοῦ φύσεως τελειοῦται· εἰ μή τις ἐπὶ μὲν τοῦ προτέρου τὸν καθόλου νοῦν αἰτιᾶται τοῦ τὸν δυνάμει νοῦν εἰς ἐνέργειαν μεταβάλλειν, ἐπὶ δὲ τοῦ δευτέρου τὴν καθόλου φύσιν· ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσωμεν, οὐκ ἂν εἴποι τις οὔτε τὸν καθόλου νοῦν ἐνεργείᾳ πρίστην ἢ οἰκοδόμον ἤ τι τοιοῦτον εἶναι οὔτε τὴν καθόλου φύσιν ἐνεργείᾳ ὁρατικὴν ἢ ὑλακτικὴν ἀλλ’ ἁπλῶς ἐνεργείᾳ, ἵνα μὴ ἐπιπλέον ἐκτείνω τὸν λόγον ζητῶν περὶ μὲν τοῦ καθόλου νοῦ, διὰ τί τινῶν μὲν τὸ δυνάμει ἄγει εἰς ἐνέργειαν, τινῶν δὲ οὔ, περὶ δὲ τῆς καθόλου φύσεως, εἰ ἔστιν ὅλως καὶ ἐν τίνι τὸ εἶναι ἔχει· οὐ γὰρ ἔστιν ἕν τι καθόλου σῶμα κοσμικὸν παρ’ ἕκαστον τῶν κατὰ μέρος· ὥστε οὐδὲ φύσις ἔστιν καθόλου· τὸ γὰρ καθόλου κατὰ Ἀριστοτέλην ἢ οὐδέν ἐστιν ἢ ὑστερογενὲς καὶ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχον, εἰ μὴ καθόλου φύσιν τις λέγοι τὴν σύμπνοιάν τε καὶ πρὸς ἄλληλα ἁρμονίαν τῶν τοῦ κόσμου μερῶν. Τέλος λύσεως τοῦ τρίτου λόγου. Πρόκλου διαδόχου λόγος τέταρτος. “Τέταρτος· πᾶν τὸ ἐξ ἀκινήτου γινόμενον αἰτίου κατὰ τὴν ὕπαρξιν ἀκίνητόν ἐστιν· εἰ γὰρ τὸ ποιοῦν ἀκίνητον, ἀμετάβλητόν ἐστιν, εἰ δὲ ἀμετάβλητον, αὐτῷ τῷ εἶναι ποιεῖ μὴ μεταβαῖνον ἐκ τοῦ ποιεῖν εἰς τὸ μὴ ποιεῖν μηδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν· μεταβαῖνον γὰρ ἕξει μεταβολὴν αὐτὴν τὴν ἐκ θατέρου μετάβασιν εἰς θάτερον, εἰ δὲ ἕξει μεταβολήν, οὐκ ἂν εἴη ἀκίνητον.
Aet Mund.56 εἴ τι ἄρα ἀκίνητόν ἐστιν, ἢ οὐδέποτε ποιήσει ἢ ἀεί, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται. ὥστ’, εἴ τι ἀκίνητον αἴτιόν ἐστίν τινος, οὔτε οὐδέποτε αἴτιον ὂν οὔτε ποτέ, εἴη ἂν ἀεὶ αἴτιον, εἰ δὲ τοῦτο, ἀιδίου ἐστὶν αἴτιον. εἰ τοίνυν τὸ αἴτιον τοῦ παντὸς ἀκίνητόν ἐστιν, ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον (πᾶσα γὰρ κίνησις ἐνέργειά ἐστιν ἀτελής) καὶ ἵνα μὴ κινούμενον χρόνου δέηται χρόνον παράγον, ἀνάγκη τὸ πᾶν ἀίδιον εἶναι ἀπὸ αἰτίου ἀκινήτου γιγνόμενον. ὥστε, εἴ τις εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀίδιον τὸν δὲ κόσμον οὐκ ἀίδιον, τοῦτον λέγων οὐκ ἀίδιον ἐκεῖνον ἀποφαίνει κινούμενον ἀλλ’ οὐκ ἀκίνητον· κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ διὰ τὸ πᾶσαν εἶναι κίνησιν ἐνέργειαν ἀτελῆ καὶ ἐνδεᾶ τοῦ χείρονος (λέγω δὴ τοῦ χρόνου) δι’ αὐτὸ τὸ κινεῖσθαι, ποτὲ δὲ ἀτελῆ λέγων καὶ οὐκ ἀεὶ τέλειον καὶ ἐνδεᾶ τοῦ χείρονος ἀσεβεῖ διαφερόντως· εἴ τις ἄρα εὐσεβεῖν οἰόμενος εἰς τὸν αἴτιον τοῦ παντὸς ἐκεῖνον λέγοι μόνον ἀίδιον, ἀσεβεῖ διαφερόντως.” Κεφάλαια τῆς λύσεως τοῦ τετάρτου λόγου.
Aet Mund.57.(1n) αʹ. Ἔκθεσις τῶν ἐν τῷ τετάρτῳ ἐπιχειρήματι δύο συλλογισμῶν. καὶ ὅτι παρὰ τὴν ἐλάττονα πρότασιν κοινὴν οὖσαν ἐν ἀμφοτέροις τὸν παραλογισμὸν ὁ Πρόκλος συνέπλεξεν. βʹ. Ὅτι πολλάκις καὶ παρὰ τὰ δοκοῦντα αὐτοῖς εἰς ἀνατροπὴν τῆς καθ’ ἡμᾶς ἀληθείας τοὺς παραλογισμοὺς ῥάπτουσιν. γʹ. Ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτ’ αὖθις ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον οὐ κινεῖται οὐδ’ ὅλως μεταβάλλει. δʹ. Ὅτι οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ τίς ἡ ἀτελὴς ἐνέργεια καὶ τίς ἡ τελεία. εʹ. Ὅτι οὐδὲ ἡ ἀτελὴς ἐνέργεια καὶ ἐν παρατάσει γινομένη χρόνου κίνησίς ἐστιν οὐ τοῦ ἐνεργοῦντος ἀλλὰ τοῦ πάσχοντος κατ’ οὐδὲν τοῦ κινοῦντος ἀλλοιοτέρου γινομένου διὰ τὸ πρότερον μὲν μὴ κινεῖν ὕστερον δὲ κινεῖν. ϛʹ. Μαρτυρίαι εἰς τὸ αὐτὸ Ἀριστοτέλους. ζʹ. Ἐκ τῶν Ἀριστοτέλους περὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. καὶ ὅτι οὐδὲ ἀλλοιώσεως ἢ ὅλως κινήσεως ἡ ἀπὸ τῆς ἕξεως προχείρισις τῆς ἐνεργείας γίνεται. ηʹ. Ὅτι οὐκ ἐξ ἀγνοίας ὁ Πρόκλος ἀλλ’ ἑκουσίως πρὸς ἐξαπάτην τῶν ἀπείρων τῇ τοιαύτῃ τῶν παραλογισμῶν ἰδέᾳ χρῆται. θʹ. Ἀπορία καὶ λύσις, ὅτι οὐκ ἀφαιρούμεθα τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὸν θεόν, ἀεὶ μὲν καθ’ ἕξιν δημιουργὸν αὐτὸν εἶναι τοῦ κόσμου ὑποτιθέμενοι, μὴ ἐξ ἀιδίου 〈δὲ〉 δεδημιουργηκέναι τὸν κόσμον.
Aet Mund.58 ἐν ᾧ, ὅτι ταὐτὸν ἐπὶ θεοῦ ἕξις τε καὶ ἐνέργεια καὶ ὅτι οὐχ ἅμα τῇ περὶ τῶν ὄντων νοήσει τοῦ θεοῦ καὶ τὰ πράγματα εἶναι ἀνάγκη. ιʹ. Ὅτι οὐ τὸ ποτὲ μὲν ἐθέλειν τὸν θεὸν τὸ αὐτὸ ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσίς ἐστιν καὶ ὅτι ὅλως οὐδὲ διάφοροι αἱ τοῦ θεοῦ βουλήσεις ἀλλὰ μία καὶ ἁπλῆ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα τῷ ἀεὶ τοῦ ἀγαθοῦ εἶναι, περὶ δὲ τὰ μετέχοντα ἡ μεταβολὴ θεωρεῖται. αιʹ. Ἔκθεσις ἀπορίας καὶ ἔλεγχος τῆς λεγούσης, ὅτι, εἰ μὴ ἀεὶ ἦν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν δημιουργὸς ὁ θεὸς καὶ διὰ τοῦτο ἀτελής. ἐν ᾧ, ὅτι πᾶσα οὐσία αὐτὴ ὑφ’ ἑαυτῆς ἀσχέτως κατὰ τὰς ἐνθεωρουμένας ἐν αὐτῇ φυσικὰς δυνάμεις τὸ τέλειον ἔχει, οὐ κατὰ τὰς ἔξω προϊούσας ἀπὸ τῶν δυνάμεων εἰς ἕτερα ἐνεργείας. βιʹ. Ὅτι αὔταρκες τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν ἐστιν οὐδενὸς τῶν ἔξωθεν εἰς τὴν ἑαυτοῦ δεόμενον τελειότητα. καὶ ὅτι ἐν τῇ τῶν δημιουργικῶν λόγων ἀιδίῳ ὑπάρξει, οὐκ ἐν τῷ δημιουργεῖν ὁ θεὸς ἔχει τὴν τελειότητα. γιʹ. Ὅτι οὐ μόνον τῶν καθόλου ἀλλὰ καὶ τῶν μερικωτάτων δημιουργός ἐστιν ὁ θεός. διʹ. Ὅτι, δι’ ὧν τὴν ἡμετέραν περὶ τοῦ κόσμου ὑπόθεσιν εἰς ἄτοπον δοκοῦσιν ἀπάγειν λέγοντες ὡς, εἴπερ γέγονεν ὁ κόσμος, πρὶν γενέσθαι δυνάμει ἦν αὐτοῦ δημιουργὸς καὶ ταύτῃ ἀτελής, δι’ αὐτῶν τούτων εἰς μείζονα ἀτοπίαν ἀπάγονται ἀεὶ δυνάμει εἶναι τὸν θεὸν δημιουργὸν καὶ ἀεὶ ἀτελὴς ὢν ἐπὶ ταῖς ἰδίαις ποιοῦντες ὑποθέσεσιν.
Aet Mund.59 ειʹ. Ὅτι κακουργῶν πάλιν ἐν τοῖς λόγοις ὁ Πρόκλος ἐλέγχεται. ϛιʹ. Ὅτι καὶ κατὰ τὰς κοινὰς ἐννοίας καὶ κατὰ τὸν φιλόσοφον Πλωτῖνον αὐτὸς ἀφ’ ἑαυτοῦ τέλειός ἐστιν δημιουργὸς ὁ θεὸς οὐδὲν ἐκ τοῦ δημιουργεῖν ὕστερον προσλαμβάνων εἰς τελειότητα διὰ τὸ πάντα ἤδη τῇ προγνώσει παρεῖναι τῷ θεῷ καὶ τὰ μήπω παρηγμένα εἰς γένεσιν. Λύσις τοῦ τετάρτου λόγου. αʹ. Δύο συλλογισμῶν ἐν τῷ τετάρτῳ τῶν ἐπιχειρημάτων παρὰ τοῦ φιλοσόφου τεθέντων καὶ τῆς ἐλάττονος προτάσεως κοινῆς οὔσης ἐν ἀμφοτέροις παρὰ ταύτην καὶ μόνην (τὴν ἐλάττονα λέγω πρότασιν) ψευδῆ οὖσαν ἡ τοῦ παραλογισμοῦ αἰτία γέγονεν· ἑνὸς γὰρ τῷ ὄντι δοθέντος ἀτόπου μυρία ἀνάγκη ἕπεσθαι ἄτοπα. ἄξιον δὲ αὐτοὺς ἐκθέσθαι πρῶτον τοὺς τοῦ φιλοσόφου συλλογισμούς, εἶθ’ οὕτως ἐπὶ τὸν ἔλεγχον τῆς ψευδοῦς χωρῆσαι προτάσεως (φημὶ δὴ τῆς ἐλάττονος· ταύτης γὰρ ἐλεγχθείσης λύεται τὸ κατὰ τῆς ἀληθείας τοῦ μεγάλου Πρόκλου σκευώρημα). ἔστιν οὖν ὁ ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τὸ ἐκ τοῦ μὴ ποιεῖν, φησίν, εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει, πᾶν δὲ τὸ μεταβάλλον κινεῖται· πᾶσα γὰρ τῷ ὄντι μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως.
Aet Mund.60 πᾶσα δὲ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὡς δέδεικται τῷ Ἀριστοτέλει, οἷον ἡ λεύκανσις· οὔτε γὰρ μελαίνεται οὐδ’ οὔπω λευκόν ἐστιν τὸ λευκαινόμενον· ὁδὸς γάρ ἐστιν ἡ λεύκανσις ἐπὶ τὸ λευκὸν ἀπὸ τοῦ μέλανος. εἰ οὖν ἡ μὲν κίνησις ἀτελής ἐστιν ἐνέργεια, ὁ δὲ θεὸς οὐκ ἀτελής, οὐδ’ ἄρα κινεῖται, εἰ δὲ οὐ κινεῖται, οὐδὲ μὴ μεταβάλλῃ, εἰ δὲ μὴ μεταβάλλει, οὐδὲ ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβήσεται· μεταβολὴ γάρ, φησίν, τὸ τοιοῦτο καὶ κίνησις. ὁ μὲν οὖν ἕτερος τῶν συλλογισμῶν τοιοῦτος. τούτου δὲ τοῦ συλλογισμοῦ τὴν μείζονα πρότασιν ἀμείψας εἰς ἕτερον ἄτοπον ἀπάγει τὸν λόγον· τὸ γὰρ πρότερον μὲν μὴ ποιοῦν, φησίν, ὕστερον δὲ ποιοῦν μεταβάλλει, τὸ μεταβάλλον κινεῖται, τὸ κινούμενον χρόνου δεῖται (πᾶσα γὰρ κίνησις ἐν χρόνῳ), τὸ ἄρα πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν χρόνου δεῖται. εἰ οὖν χρόνου ποιητὴς ὁ θεός, οὐκ ἄρα ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβαίνει, ἵνα μὴ ἐνδεὴς χρόνου γένηται, οὗπερ αὐτός ἐστιν ποιητής. ἐξ ὧν συνάγει, ὅτι, εἰ καὶ τέλειος ὁ θεὸς καὶ πάντῃ ἀκίνητός τε καὶ ἀμετάβλητος καὶ χρόνου μὴ δεόμενος ἅτε δὴ χρόνου ὢν ποιητής, τὸ δὲ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν κινεῖται καὶ διὰ τοῦτο ἀτελές ἐστιν καὶ χρόνου δεῖται, ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵν’ ἔχοι τὸ ἀκίνητον ἐν θατέρῳ καὶ ἀμετάβλητον. εἰ οὖν τὸ πρότερον ψεῦδος (λέγω δὴ τὸ μηδέποτε ποιεῖν), ἀεὶ ἄρα ποιήσει, εἰ δὲ ἀεὶ ποιήσει τὸν κόσμον, ἀεὶ καὶ ὁ κόσμος ἔστιν ἐξ ἀνάγκης.
Aet Mund.61 ἡ μὲν οὖν τῶν συλλογισμῶν τοῦ Πρόκλου ἀγωγὴ τοιαύτη. βʹ. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν, ὅπως τὸν ἐκ τοῦ οἰκείου συνειδότος παρακρουόμενοι ἔλεγχον πολλάκις καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς ἀποδειχθέντα κατὰ τῆς ἀληθείας ὁπλίζονται πάσῃ μηχανῇ τοὺς ἀπείρους τῆς τῶν συλλογισμῶν δεινότητος παρακρουόμενοι. ὅτι μὲν γὰρ πᾶσα κίνησις ἀτελής ἐστιν ἐνέργεια καὶ ὅτι πᾶσα μεταβολὴ ἢ κίνησίς τίς ἐστιν ἢ οὐκ ἄνευ κινήσεως, ἀληθές· ὅτι δὲ τὸ ἐκ τοῦ μὴ ποιεῖν ἢ ἁπλῶς μὴ ἐνεργεῖν αὖθις ποιοῦν ἢ ἁπλῶς ἐνεργοῦν οὐδεμίαν κίνησιν ἢ ἀλλοίωσιν ὑπομένει, οὐδὲν μὲν ἴσως ἡμᾶς ἔδει κατασκευάζειν ἀλλ’ αὐτὰ μόνα τὰ Ἀριστοτέλους παρατίθεσθαι, δι’ ὧν ἐν πολλαῖς ἑαυτοῦ πραγματείαις τοῦθ’ ἡμᾶς μετὰ ἀποδείξεως δεδίδαχεν, οἷς οὐδὲν τὸν Πρόκλον ἀντιλέγειν ὑπολαμβάνω, ἀλλ’ ἵνα μὴ ταῖς ἄλλων δόξαις ἐπαναπαύεσθαι δόξωμεν, ἡμεῖς ἐφ’ ἑαυτῶν πρῶτον τὸν λόγον σκοπήσωμεν, εἶτα λοιπὸν καὶ ταῖς Ἀριστοτέλους μαρτυρίαις τὴν ἀλήθειαν ἐπισφραγίσωμεν. γʹ. ‘Τὸ ἐκ τοῦ πρότερον μὴ ποιεῖν‘, φησίν, ‘εἰς τὸ ποιεῖν μεταβαῖνον μεταβολὴν ἕξει καὶ κίνησιν‘. ἐκεῖνο πρῶτον ἐν τούτοις ἐπισημήνασθαι ἀναγκαῖον· παντὶ δῆλον ὑπάρχει, ὡς ὅτι τὸ μὴ ποιοῦν πρότερον εἶτα ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει τοῦ κατὰ τὴν ἕξιν, ὅπερ καὶ πρῶτόν ἐστιν ἐνεργείᾳ, εἰς τὴν δευτέραν ἐνέργειαν πρόεισιν, οἷον ὁ οἰκοδόμος· εἰ γὰρ μὴ οἰκοδομῶν πρότερον αὖθις οἰκοδομήσει, ἐκ τῆς τοῦ οἰκοδομεῖν ἕξεως τὴν τῆς οἰκοδομίας ἐνέργειαν προχειρίζεται· ἡ γὰρ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μετάβασις οὐ ποίησίς ἐστιν, πῆσις δὲ μᾶλλον, καὶ τὸ ἐκ τῆς προτέρας δυνάμεως εἰς τὴν ἕξιν μεταβάλλον πάσχει μᾶλλον, οὐ ποιεῖ, οἷον τὸ παιδίον τὸ δυνάμει γραμματικὸν ἐπειδὰν τὴν ἕξιν τῆς γραμματικῆς τέχνης πορίζηται, πάσχει μᾶλλον ὑπὸ τοῦ διδασκάλου, οὐκ αὐτὸ ποιεῖ εἰς ἕτερον· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος.
Aet Mund.62 ὥστε, εἰ τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὴν δευτέραν ἐνέργειαν πρόεισιν, τὴν δὲ τοιαύτην ἐκ τῆς ἕξεως πρόοδον κίνησίν φησιν ὁ Πρόκλος, σαφῶς ἄρα τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδον κίνησιν εἶναι καὶ μεταβολὴν ἀποφαίνεται. εἰ δὲ τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται, ἀνάγκη πᾶσα ἤτοι τὴν πρὸ τοῦ ποιεῖν τε καὶ ἐνεργεῖν διάθεσιν κίνησιν εἶναι ἢ αὐτὴν τὴν ποίησιν καὶ ἐνέργειαν ἢ ἄλλην τινὰ διάθεσιν μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν θεωρουμένην· οὐ γὰρ ἔστιν παρὰ ταῦτα. ἀλλ’ οὔτε τὴν πρὸ τοῦ ποιεῖν διάθεσιν τοῦ ποιητικοῦ δυνατόν ἐστιν κίνησιν λέγειν, τουτέστιν καθ’ ἣν τὴν ἕξιν τοῦ ποιεῖν εἶχεν ἄνευ τῆς ἐνεργείας· ἀκινησία γὰρ μᾶλλον τὸ μὴ ποιεῖν, οὐ κίνησις, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ· ‘εἴ τι γὰρ ἀκίνητον‘, φησίν, ‘ἐστίν, ἢ οὐδέποτε ποιήσει 〈ἢ ἀεὶ ποιήσει〉‘, ὡς τοῦ μὴ ποιεῖν δηλονότι ἀκινησίας οὔσης καὶ οὐ κινήσεως.
Aet Mund.63 οὐκ ἄρα ἡ τοῦ ποιεῖν ἕξις ἄνευ τῆς ἐνεργείας κίνησίς ἐστιν. ἀλλ’ οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν δυνατόν ἐστιν κίνησίν τινα ἐννοεῖν· ἄχρονος γὰρ ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις· ἐν γὰρ τῷ αὐτῷ πέρας μέν ἐστιν τοῦ μὴ ποιεῖν, ἀρχὴ δὲ τοῦ ποιεῖν· καθ’ ἓν γὰρ καὶ τὸ αὐτὸ νῦν τοῦ μὴ γράφειν εἰ τύχοι παυσάμενος μετέβην ἐπὶ τὸ γράφειν, καὶ ἐπὶ πάντων ὡσαύτως. οὐδεὶς ἄρα χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως πάσης ἕξεως καὶ τῆς ἀπὸ τῆς ἕξεως ἐνεργείας· εἰ γάρ τις εἴη χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ καθόλου πάσης ἀντιφάσεως, ἐν τούτῳ οὔτε οὐ ποιήσει (πέπαυται γὰρ τοῦ μὴ ποιεῖν) οὔτε ποιήσει (οὔπω γὰρ τοῦ ποιεῖν ἤρξατο)· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ οὔτε ποιήσει οὔτε οὐ ποιήσει· ὅπερ ἐστὶν ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ δὲ μηδεὶς χρόνος ἐστὶν μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν καὶ ὅλως τῆς ἕξεως καὶ τῆς 〈ἐκ〉 ταύτης προιούσης ἐνεργείας, ἐπεὶ μηδὲ διάθεσίς τις ἑτέρα ἐστὶν μεταξύ, οὐδὲ κίνησις ἄρα οὐδεμία ἔσται μεταξὺ οὐδ’ ὅλως μεταβολή· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ, οὐδεὶς δὲ χρόνος μεταξὺ δέδεικται, ὥστε οὐδὲ μεταβολή. οὔτε ἄρα πρὸ τοῦ ποιεῖν οὐδὲ μεταξὺ τοῦ ποιεῖν τε καὶ μὴ ποιεῖν ἐνδέχεται κινεῖσθαι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον. λείπεται τοίνυν αὐτὴν τὴν ποίησιν εἶναι κίνησιν. εἰ δὲ τοῦτο, ἀεὶ δὲ ποιεῖ κατ’ αὐτοὺς ὁ θεός, ἀεὶ ἄρα καὶ κινεῖται· ‘εἴ τι γὰρ ἀκίνητόν ἐστιν‘, φησίν, ‘ἢ οὐδέποτε ποιήσει ἢ ἀεὶ ποιήσει, ἵνα μὴ διὰ τὸ ποτὲ ποιεῖν κινῆται‘.
Aet Mund.64 εἰ οὖν ἀεὶ ποιεῖ, ἡ δὲ ποίησις κίνησις (τοῦτο γὰρ τῆς διαιρέσεως τὸ μόριον λείπεται), ἀεὶ ἄρα ὁ θεὸς κινεῖται. ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια καὶ ἐν χρόνῳ· ἀεὶ ἄρα κατ’ αὐτοὺς ἐν κινήσει τὸ θεῖον καὶ διὰ τοῦτο ἀτελές τε καὶ χρόνου δεῖται. εἰς αὐτοὺς ἄρα τὸ σοφὸν αὐτῶν περιῆλθεν· τοιοῦτο γὰρ τὸ ψεῦδος ὑφ’ ἑαυτοῦ φωρᾶται καὶ περὶ αὑτὸ καταρρεῖ. εἰ τοίνυν μήτε πρὸ τοῦ ποιεῖν μήτε μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν κίνησίς τις θεωρεῖται μήτε αὐτὴ ἡ ποίησις τοῦ θεοῦ κίνησίς ἐστιν, οὐδαμῇ ἄρα οὐδαμῶς ἐνδέχεται κινεῖσθαι τὸν θεὸν ἐκ τῆς τοῦ ποιεῖν ἕξεως τὴν κατ’ αὐτὴν ἐνέργειαν προχειριζόμενον. καὶ τί λέγω τὸν θεόν; ἀλλ’ οὐδὲ ἄλλο οὐδὲν τῶν ἕξιν τινὰ ἐχόντων εἶτα κατ’ αὐτὴν ἐνεργούντων ἀλλοίωσίν τινα καὶ κίνησιν ὑπομένειν ἐνδέχεται διὰ τοῦτο μόνον τὸ ἐκ τῆς ἕξεως τὴν κατ’ αὐτὴν ἐνέργειαν προχειρίζεσθαι· οἱ αὐτοὶ γὰρ οὗτοι λόγοι καὶ ἐπὶ πάντων ἁρμόσουσιν, ἔτι δὲ καὶ προϊόντες ἐναργέστερον δείξομεν. δʹ. Ὅτι δὲ οὐ θέμις τὴν ποίησιν τοῦ θεοῦ καὶ ὅλως τὴν ἐνέργειαν κίνησιν ὑποτίθεσθαι αὐτῷ μόνῳ τῷ θέλειν πάντα παράγουσαν καὶ χρόνου ἢ διαστάσεώς τινος εἰς οὐσίωσιν τῶν πραγμάτων μὴ δεομένην, παντὶ δῆλον οἶμαι. οὐδὲ γὰρ πᾶσα ἐνέργεια εὐθὺς καὶ κίνησίς ἐστιν· ἐπιπλέον γὰρ ἡ ἐνέργεια τῆς κινήσεως, ὡς Ἀριστοτέλει δοκεῖ.
Aet Mund.65 διττὴν γὰρ εἶναί φησιν τὴν ἐνέργειαν, τὴν μὲν τελείαν, τὴν δὲ ἀτελῆ. τὴν μὲν οὖν ἀτελῆ ἐνέργειαν κίνησιν εἶναί φησιν· ἔστιν γὰρ κατ’ αὐτὸν ἡ κίνησις ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολή· οὕτως γὰρ αὐτὴν ἐν τῷ τρίτῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως ὡρίσατο, ὅτι ἔστιν ἡ κίνησις ἐντελέχεια τοῦ δυνάμει ὄντος, ᾗ τοιοῦτόν ἐστιν. ἐντελέχειαν δέ φησιν αὐτὴν τὴν τῆς δυνάμεως ἐνέργειάν τε καὶ τελείωσιν. οὕτω μὲν οὖν ἀτελής ἐστιν ἐνέργεια ἡ κίνησις. τελείαν δὲ ἐνέργειάν φησιν εἶναι τὴν ἀθρόαν ἀπὸ τῆς ἕξεως προβολὴν μηδὲν ἀλλοιοτέρας γινομένης τῆς ἕξεως. ἀθρόα δέ ἐστιν προβολὴ ἡ μὴ συμπροϊοῦσα τῇ κινήσει τοῦ χρόνου ἀλλ’ ἐν τῷ νῦν γιγνομένη, οἵα ἐστὶν ἡ τοῦ φωτὸς ἐκ τοῦ φωτίζοντος πρόοδος· ἅμα γὰρ τῷ φανῆναι τὸ φωτιστικὸν οἷον τὸ πῦρ ἢ τὸν ἥλιον ἀθρόον πᾶν τὸ ἐπιτήδειον καταλάμπεται. τοιαύτη ἐστὶν καὶ ἡ τῆς ὄψεως ἐνέργεια· ἅμα γὰρ τῷ ἀναβλέψαι ἀχρόνως τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα. ὅθεν οὐδὲ τὰς αἰσθήσεις ὁ Ἀριστοτέλης κινεῖσθαί φησιν ἐν τῇ τῶν αἰσθητῶν ἀντιλήψει. ἀλλ’ οὐδὲ ἡ τοῦ νοῦ ἐνέργεια κίνησίς ἐστιν· ἀθρόως γὰρ καὶ ἄνευ τινὸς διαστάσεως τοῦ νοητοῦ θιγγάνει. εἰ οὖν ἡ τούτων ἐνέργεια ἄχρονος καὶ διὰ τοῦτο τελεία καὶ οὐ κίνησις, πῶς ἂν τὴν τοῦ θεοῦ ἐνέργειαν κίνησιν εἰπεῖν τολμήσειεν; εʹ. Καίτοι γε οὐδὲ τὰς ἀτελεῖς ἐνεργείας καὶ ἐν χρόνῳ γινομένας κινήσεις καλεῖν τῶν ἐνεργούντων ὁ Ἀριστοτέλης ἠξίωσεν, τῶν πασχόντων δὲ μᾶλλον.
Aet Mund.66 ὁ γὰρ οἰκοδομικὸς νοῦς ἢ ὁ διδασκαλικὸς ἐν τῷ οἰκοδομεῖν ἢ διδάσκειν οὐδεμίαν αὐτὸς ἀλλοίωσιν ἢ ὅλως κίνησιν ὑπομένει· εἰλήφθω γὰρ τέλειος ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος καὶ μὴ τῷ ἀτελὴς εἶναι τῇ συγγυμνασίᾳ διδασκόμενος. εἰ οὖν τοιοῦτος εἴη διδάσκαλος, εἶτα διδάσκει, αὐτὸς μὲν ἀλλοίωσιν ἢ κίνησιν οὐδεμίαν ἐκ τοῦ διδάσκειν ὑπέμεινεν, ἡ μέντοι γε ἐκ τῆς διδασκαλίας κίνησις περὶ τὸν μαθητὴν γέγονεν· οὗτος γάρ ἐστιν ὁ ἀλλοιούμενος καὶ μεταβάλλων ἐκ τοῦ μὴ γινώσκειν εἰς τὸ γινώσκειν. ὁμοίως καὶ ὁ οἰκοδομικὸς νοῦς τέλειος ὢν ἔπειτα κινῶν εἰς τὸ οἰκοδομεῖν τὸ σῶμα οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γίνεται, ἡ δὲ κίνησις περὶ τὸ οἰκοδομούμενον θεωρεῖται, φημὶ δὴ τοὺς λίθους καὶ τὰ ξύλα· ταῦτα γάρ ἐστιν τὰ τὴν ἀλλοίωσιν ὑπομένοντα· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. καίτοι γε τούτων ἁπάντων ἡ ἐνέργεια οὐκ ἄχρονος. ἀλλ’ ἡ ἀλλοίωσις καὶ ἡ κίνησις περὶ τὸ πάσχον οὐ περὶ τὸ ἐνεργοῦν γίνεται· οὐδεμία γάρ τις διάθεσις ἀλλοιοτέρα οὔτε περὶ τὸν διδασκαλικὸν νοῦν οὔτε περὶ τὸν οἰκοδομικὸν διὰ τὸ διδάσκειν ἢ οἰκοδομεῖν γέγονεν· εἰ γὰρ καὶ τὸ σῶμα κινεῖται, ἀλλ’ ὡς ὄργανον, καὶ ἡ κίνησις ἑτέρα καὶ οὐχ ἣν κινεῖται τὰ ὑποκείμενα· κατὰ τόπον γὰρ ἡ τοῦ σώματος κίνησις, ὁ δὲ θεὸς αὐτῷ μόνῳ τῷ θέλειν παράγει τὰ πάντα μηδενὸς ὀργάνου τοῦ συνεργοῦντος δεόμενος. ϛʹ. Ἴσως δ’ οὐκ ἄχρηστον καὶ ἐπὶ λέξεως αὐτοῖς τούτοις μαρτυροῦντα τὸν Ἀριστοτέλη παραθέσθαι· ἐν γοῦν τῷ τρίτῳ τῆς φυσικῆς ἀκροάσεως ὁρισάμενος τὴν κίνησιν ἐπιφέρει μετὰ βραχέα καὶ ταῦτα ‘ὅτι δὲ τοῦτό ἐστιν κίνησις, ἐντεῦθεν δῆλον· ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται καὶ ἔστιν τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσισ‘· καὶ μετ’ ὀλίγα ‘ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν, ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητὸν καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐντελέχεια, ᾗ οἰκοδομητόν, ἡ οἰκοδόμησίς ἐστιν· ἢ γὰρ τοῦτό ἐστιν οἰκοδόμησις ἢ ἡ ἐνεργείᾳ οἰκία· ἀλλ’ ὅταν ᾖ οἰκία, οὐκέτι οἰκοδομητόν ἐστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι· ἡ δὲ οἰκοδόμησις κίνησίς τις.
Aet Mund.67 ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων‘. σαφῶς ἄρα διὰ τούτων τὴν οἰκοδόμησιν τελειότητα εἶναί φησιν οὐ τοῦ οἰκοδομικοῦ, τουτέστιν τοῦ οἰκοδόμου, ἀλλὰ τοῦ οἰκοδομητοῦ, τουτέστιν τοῦ οἰκοδομουμένου, ὅπερ ἐστὶν λίθοι καὶ ξύλα. τὸ αὐτό φησιν καὶ ἐπὶ μαθήσεως καὶ ἰατρεύσεως, ὅτι ἡ μάθησις τελείωσίς ἐστιν οὐ τοῦ διδασκάλου οὐδὲ ἡ ἰάτρευσις τοῦ ἰατροῦ, ἀλλὰ τοῦ διδασκομένου καὶ τοῦ ἰατρευομένου, τοῦ λόγου τούτου καὶ ἐπὶ πάσης κινήσεως συντείνοντος. καὶ μετ’ ὀλίγα δὲ πάλιν ἀπορίαν τινὰ περὶ κινήσεως ἐπιλυόμενος τὰ παραπλήσια ἐπήγαγεν· φησὶν γὰρ οὕτως ‘καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἔστιν ἡ κίνησις ἐν τῷ κινητῷ· ἐντελέχεια γάρ ἐστιν τούτου ὑπὸ τοῦ κινητικοῦ.
Aet Mund.68 καὶ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν· ἀλλ’ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ‘. ὃ δέ φησιν διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι, εἰ καὶ μία οὖσα τυχὸν ἡ οἰκοδόμησις ἐντελέχειά ἐστιν καὶ τοῦ οἰκοδομοῦντος καὶ τοῦ οἰκοδομουμένου, ἀλλ’ οὖν ἡ κίνησις οὐκ ἐν τῷ οἰκοδομοῦντί ἐστιν ἀλλ’ ἐν τῷ οἰκοδομουμένῳ· τελείωσις γάρ ἐστιν τοῦ οἰκοδομητοῦ ὑπὸ τοῦ οἰκοδομοῦντος γινομένη. τὸ αὐτὸ καὶ ἐπὶ πάσης κινήσεως. δέδεικται ἄρα καὶ ἐκ τῶν Ἀριστοτέλει δοκούντων, ὅτι ἡ ποίησις οὐ τοῦ ποιοῦντός ἐστιν ἀλλὰ τοῦ γινομένου κίνησις. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ τοῦ θεοῦ ἐνέργεια κίνησις, καὶ αὐτοὶ ἂν συνομολογήσαιεν ταῖς τε Ἀριστοτέλους ἀποφάνσεσιν καὶ τοῖς ὑφ’ ἡμῶν δεδειγμένοις συνελαυνόμενοι· εἰ γὰρ τὸ δημιουργεῖν κινεῖσθαί ἐστιν, ἀεὶ ἐν κινήσει τὸ θεῖον εἶναι ἀνάγκη αὐτοὺς ὑποτίθεσθαι· ἀεὶ γὰρ κατ’ αὐτοὺς δημιουργεῖ. ζʹ. Ὅτι δὲ οὔτε τὸ πρότερον μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν καὶ ὅλως τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον ἀλλοιοῦται ἢ ὅλως κίνησίν τινα ὑπομένει, ἱκανῶς μὲν ὁ λόγος ἀπέδειξεν (εἰ γὰρ δέδεικται, ὡς οὐδείς ἐστιν χρόνος μεταξὺ τοῦ μὴ ποιεῖν τε καὶ ποιεῖν, πᾶσα δὲ ἀλλοίωσις καὶ ὅλως κίνησις ἐν χρόνῳ, οὐκ ἄρα ἀλλοιοῦσθαι τὸν δημιουργὸν ἀνάγκη ἀεὶ μὲν τελείαν τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχοντα, οὐκ ἐξ ἀιδίου δὲ τὸν κόσμον παράγοντα), οὐδὲν δὲ ἴσως χεῖρον, ὅπερ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου ἐπηγγειλάμεθα, αὐτὸ δὴ τοῦτο καὶ τὸν Ἀριστοτέλη ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς δεῖξαι διοριζόμενον.
Aet Mund.69 καὶ μικρόν γε τὴν ἐκείνου λέξιν ἄνωθεν παραθήσομαι, ἵνα καὶ τὴν τοῦ δυνάμει καὶ ἐνεργείᾳ διαίρεσιν, ἣν ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ ἐξεθέμεθα, καὶ δι’ αὐτῶν τῶν Ἀριστοτέλους λέξεων τοῖς ἀπείροις παραστήσωμεν· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἐπὶ λέξεως ταῦτα ‘διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας· νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν. ἔστιν μὲν γὰρ οὕτως ἐπιστῆμόν τι, ὡς ἂν εἴποιμεν ἄνθρωπον, ὅτι ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην· ἔστιν δὲ ὡς ἤδη λέγομεν ἐπιστήμονα τὸν ἔχοντα τὴν γραμματικήν. ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτο καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἂν μή τι κωλύῃ τῶν ἔξωθεν· ὁ δὲ ἤδη θεωρῶν ἐντελεχείᾳ ὢν καὶ κυρίως ἐπιστάμενος τόδε τὸ ἄλφα. ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβάλλων ἕξεως, ὁ δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν γραμματικήν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν ἄλλον τρόπον‘.
Aet Mund.70 τὰ μὲν Ἀριστοτέλους ταῦτα. ἐγὼ δὲ εἰ μὴ τὸ τοῦ λόγου μῆκος ἐξέκλινον, καὶ αὐτῶν τῶν Ἀριστοτέλους ἐξηγητῶν ὑπομνηματικὰς ἐξηγήσεις εἰς τὸ προκείμενον παρετιθέμην ἄν· νῦν δὲ διὰ βραχέων σαφηνίσαι τὴν λέξιν πειράσομαι, ἵνα τὴν τοῦ φιλοσόφου διάνοιαν δήλην τοῖς ἀνηκόοις τῶν τοιούτων λόγων παραστήσω. τὰ μὲν οὖν περὶ τῆς τοῦ δυνάμει καὶ τῆς τοῦ ἐνεργείᾳ διαιρέσεως σχεδὸν ἐκ τῶν ἤδη ἡμῖν προειρημένων ἐν τῷ πρὸ τούτου κεφαλαίῳ δῆλα τυγχάνει· ἐπειδὴ γὰρ ἁπλῶς καὶ ἀδιορίστως ἐν τοῖς ἀνωτέρω λόγοις παρεθήκαμεν, πῶς τῷ δυνάμει καὶ τῷ ἐνεργείᾳ ὁ Ἀριστοτέλης ἐχρήσατο (τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ‘νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν‘), τούτου χάριν ἐν αἷς παρεθέμεθα λέξεσιν διαίρεσιν τούτων ποιεῖται. καθ’ ἕνα μὲν οὖν τρόπον πάντα ἄνθρωπόν φησιν δυνάμει ἐπιστήμονα καλεῖσθαι, κἂν μήπω τὴν ἕξιν τῆς ἐπιστήμης ἔχῃ, οἷον τῆς γραμματικῆς, κατὰ δεύτερον δὲ τρόπον πάλιν δυνάμει λέγεσθαί φησιν ἐπιστήμονα τὸν τὴν ἕξιν ἤδη εἰληφότα τῆς ἐπιστήμης. ἀλλ’ οὐχ ὁμοίως, φησίν, ἑκάτερος τῶν ἀπηριθμημένων ἐπιστήμων ἐστίν, ἀλλ’ ὁ μὲν πρότερος, ὅτι τὸ γένος τοιοῦτο· ἐξηγούμενος δέ, τί λέγει τὸ γένος, ἐπήγαγεν ‘καὶ ἡ ὕλη‘, τουτέστιν αὐτὸ τὸ τῇ ἐπιστήμῃ ὑποκείμενον, λέγω δὴ τὸ δεκτικὸν αὐτῆς, ὅπερ ἐστὶν ἡ τοῦ ἀνθρώπου φύσις· κοινῶς γὰρ πᾶς ἄνθρωπος δυνάμει ἐπιστήμων λέγεται τῷ πεφυκέναι δέχεσθαι τὴν ἐπιστήμην· νοῦ γὰρ καὶ ἐπιστήμης δεκτικὸς ὁ ἄνθρωπος ἔστιν τε καὶ λέγεται, καὶ τοῦτό ἐστιν τὸ πρότερον δυνάμει καλούμενον. ὁ δὲ τὴν ἕξιν ἤδη τῆς γραμματικῆς εἰληφὼς οὕτω, φησίν, εἶναι δυνάμει ἐπιστήμων λέγεται, ὡς ἕξοντος αὐτοῦ, ὅταν βούληται, τὴν θεωρίαν τῆς ἐπιστήμης προχειρίζεσθαι, εἰ μή τι κωλύσῃ τῶν ἔξωθεν· διδάξει γὰρ ὁ διδάσκαλος, εἰ μὴ νόσος ἢ ἀπορία μαθητῶν ἢ ἀνεπιτηδειότης κωλύσῃ, ὁμοίως καὶ ὁ οἰκοδόμος οἰκοδομήσει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καὶ τοῦτό ἐστιν τὸ δεύτερον δυνάμει, ὅπερ καὶ πρῶτον ἐνεργείᾳ καλεῖται.
Aet Mund.71 οὗτος οὖν ὁ τὴν ἕξιν ἔχων, ὅταν ἤδη διδάσκῃ προχειριζόμενος τὰ θεωρήματα—τοῦτο γὰρ ἐσήμανεν διὰ τοῦ εἰπεῖν ‘τόδε τὸ ἄλφα‘, ὡσανεὶ ἔλεγεν τόδε τὸ θεώρημα—, γίνεται ἐντελεχείᾳ ἐπιστήμων κατὰ τὴν δευτέραν καλουμένην ἐνέργειαν. οὕτως οὖν τὴν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ διαίρεσιν ποιησάμενος ὁ Ἀριστοτέλης, ὅτι καθ’ ἕξιν ἔχων τὰ θεωρήματα, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, οὐ δι’ ἀλλοιώσεως τοῦτο ὑπομένει, διὰ τῶν ἑξῆς ἐπήγαγεν· ‘ἀμφότεροι μὲν οὖν οἱ πρῶτοι‘, φησίν, ‘κατὰ δύναμιν ἐπιστήμονες, ἀλλ’ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβαλὼν ἕξεωσ‘. ὁ μὲν κατὰ τὸν πρῶτον τρόπον, φησίν, δυνάμει λεγόμενος ἐπιστήμων γίνεται ἐνεργείᾳ ἐπιστήμων, τουτέστιν τὴν ἕξιν τῆς ἐπιστήμης λαμβάνει, διὰ μαθήσεως ἀλλοιωθείς· ἡ γὰρ μάθησις ἀλλοίωσίς ἐστιν· ὃν γὰρ λόγον ἔχει ἐπὶ τοῦ λευκαινομένου ἡ λεύκανσις, τοῦτον ἔχει τὸν λόγον ἐπὶ τοῦ εἰς ἐπιστήμην μεταβάλλοντος ἡ μάθησις. πολλάκις δέ, φησίν, ὁ τοιοῦτος καὶ ἐξ ἐναντίας ἕξεως εἰς τὴν ἐναντίαν ἕξιν μεταβάλλει· ὁ γὰρ μανθάνων ἢ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλει διὰ μαθήσεως ἢ ἐκ ψευδοῦς δόξης εἰς ἀληθῆ, ἐναντίον δὲ τῷ ἀληθεῖ τὸ ψεῦδος.
Aet Mund.72 τοῦτο δέ ἐστιν καὶ ἡ κυρίως ἀλλοίωσις· ἡ γὰρ ἀλλοίωσις, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ φυσικῇ ἐδίδαξεν, ἐξ ἑτέρου εἴδους ἐστὶν εἰς ἕτερον εἶδος μεταβολή, φθειρομένου μὲν τοῦ ἐξ οὗ ἡ μεταβολή, γινομένου δὲ τοῦ εἰς ὅ, ὥσπερ ἡ λεύκανσις καὶ ἡ θέρμανσις· ὁ μὲν λευκαινόμενος ἐκ μέλανος εἰς λευκὸν μεταβάλλει, ὅπερ ἐστὶν ἐξ εἴδους εἰς εἶδος, φθειρομένου μὲν τοῦ μέλανος, γινομένου δὲ τοῦ λευκοῦ· καὶ θερμοῦ δὲ ὁμοίως καὶ ψυχροῦ εἰς θερμὸν τὴν μεταβολὴν ποιεῖται, φθειρομένου μὲν τοῦ ψυχροῦ, γινομένου δὲ τοῦ θερμοῦ. ἡ δὲ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολὴ καὶ ὅλως ἐκ στερήσεως εἰς εἶδος γενέσει μᾶλλον ἔοικεν οὐκ ἀλλοιώσει. οὕτω μὲν οὖν ὁ κατὰ τὸν πρότερον τρόπον δυνάμει λεγόμενος ἐκ τῆς δυνάμεως εἰς τὴν ἕξιν προέρχεται. ὁ δὲ δεύτερος πῶς (τουτέστιν ὁ τὴν ἕξιν ἔχων, εἶτα τὴν ἐνέργειαν προχειριζόμενος); ἄλλον τρόπον, φησίν, τὴν ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ποιεῖται μετάβασιν· ὁ γὰρ τὴν ἕξιν τῆς αἰσθήσεως ἔχων, οἷον τῆς ὄψεως, καὶ μὴ ὁρῶν ἢ διὰ σκότος ἢ διὰ τὸ μύειν ἢ δι’ ἄλλην ἡντιναοῦν αἰτίαν οὐκ ἀλλοιωθείσης τῆς αἰσθήσεως τὴν τοῦ ὁρᾶν προχειρίζεται ἐνέργειαν ἀλλὰ μόνον τοῦ ἐμποδίζοντος ἀφαιρεθέντος· οὐ γὰρ ἐξ ἄλλου εἴδους εἰς ἄλλο εἶδος μετέβαλεν πρότερον μὲν μὴ ἐνεργῶν κατὰ τὴν ὄψιν, ὕστερον δὲ ἐνεργῶν, οὐδὲ ἐκ παντελοῦς στερήσεως εἰς εἶδος· εἶχεν γὰρ τὴν τῆς αἰσθήσεως ἕξιν, εἰ καὶ μὴ ἐνεργῇ κατ’ αὐτήν.
Aet Mund.73 ἄλλος οὖν, φησίν, παρὰ ταῦτα τρόπος ἐστὶν τῆς προόδου τῆς ἐνεργείας ἀπὸ τῆς ἕξεως. πάλιν δ’ ὁ αὐτὸς μετ’ ὀλίγα φησίν (ἵνα μὴ τὰ μεταξὺ παρατιθέντες μηκύνωμεν τὸν λόγον) ‘θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι—εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν—ἢ ἕτερον γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸ οἰκοδομοῦν, ὅταν οἰκοδομῇ‘. ἰδοὺ γυμνῇ τῇ γλώττῃ φησίν, ὅτι τὸ φρονοῦν, τουτέστιν τὸ καθ’ ἕξιν τὴν ἐπιστήμην ἔχον, ὅταν φρονῇ, τουτέστιν ὅταν τὴν ἐπιστήμην προχειρίσηται, οὐκ ἀλλοιοῦται οὐδὲ καλῶς ἔχει τὸ τοιοῦτο ἀλλοίωσιν ὀνομάζειν· οὐδὲ γὰρ μεταβολή τις ἐξ εἴδους εἰς εἶδος γέγονεν, ὅπερ ἐπὶ πάσης ἀλλοιώσεως καὶ κινήσεως συμβαίνει, ἀλλὰ μόνον φανέρωσις τῆς ἕξεως. τοῦτο γοῦν αὐτὸ κατασκευάζων ὁ Ἀριστοτέλης προσέθηκεν τὸ ‘εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν‘, ὅπερ ἐστὶν ἀπόδειξις ἀναμφίλεκτος τοῦ μὴ εἶναι τὴν ἐκ τῆς ἕξεως τῆς ἐνεργείας προχείρισιν ἀλλοίωσιν· εἰ γὰρ ἡ μὲν ἀλλοίωσις, ὡς εἴρηται, ἐξ ἄλλου εἴδους ἐστὶν εἰς ἄλλο εἶδος μεταβολὴ φθειρομένου μὲν τοῦ προτέρου γινομένου δὲ τοῦ δευτέρου, τὸ δὲ εἰς τὴν ἐνέργειαν τὴν ἑαυτοῦ προϊὸν οὐκ εἰς ἕτερον ἀλλ’ εἰς ἑαυτὸ ἐπιδίδωσιν τὸ αὐτὸ μένον, μόνον δὲ τῆς ἕξεως φανέρωσιν διὰ τῆς ἐνεργείας ποιούμενον, οὐκ ἄρα ἀλλοίωσίς ἐστιν ἡ τῆς ἐνεργείας προχείρισις οὐδ’ ὅλως κίνησις ἢ μεταβολή.
Aet Mund.74 εἰ δέ τινι, φησίν, φίλον εἴη καὶ τὸ τοιοῦτο καλεῖν ἀλλοίωσιν, ἕτερον ἂν εἴη τοῦτο γένος ἀλλοιώσεως ὁμώνυμον καὶ οὐ τὸ καθωμιλημένον ἐπὶ τῆς κατὰ ποιὸν μεταβολῆς· ὡς εἴ τις ἀλλοιοῦσθαι λέγει καὶ τὸ ἐν νυκτὶ χρῶμα, ἐπειδὰν τοῦ σκότους ἀναχωρήσαντος ὀφθῇ μὴ ὁρώμενον πρότερον. ἀλλ’ οὐ περὶ ὀνομάτων τὸν λόγον ποιούμεθα, ἀλλ’ εἰ τῷ ὄντι μεταβολή τις καὶ ἑτεροίωσις εἴδους περὶ τὸ ὑποκείμενον γίνεται, ἐπειδὰν ἐκ τῆς ἕξεως προχειρίζηται τὴν ἐνέργειαν, ὅπερ δέδεικται μὴ ὑπάρχον. εἰ δὲ μὴ ἀλλοίωσις τὸ τοιοῦτο, δηλονότι οὐδὲ κίνησις ὅλως οὐδὲ μεταβολή· τρία γὰρ εἴδη κινήσεων, ἡ κατὰ τόπον, ἡ κατὰ αὔξησιν καὶ φθίσιν, ἡ κατ’ ἀλλοίωσιν. ὅτι δὲ οὐδὲ τῶν ἄλλων κινήσεων οὐδεμίαν κινεῖται τὸ ἐκ τοῦ μὴ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν, τί δεῖ καὶ λέγειν; οὔτε γὰρ αὔξεται οὔτε φθίνει οὔτε τὴν ἐκ τόπου εἰς τόπον ποιεῖται μετάβασιν. κατ’ οὐδένα ἄρα τρόπον τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον κινεῖται. καὶ ἐν τῷ τρίτῳ δὲ λόγῳ τῆς αὐτῆς πραγματείας καὶ ἐν ἑτέροις τὰ αὐτὰ πάλιν Ἀριστοτέλης ἐπὶ λέξεως ἀποφαίνεται, ἀλλ’ αὐτάρκη καὶ τὰ νῦν παρατεθειμένα τοῖς μὴ πάντῃ φιλονείκοις. ηʹ. Τούτων οὖν οὕτω δεδειγμένων πῶς οὐ θαυμάσειεν ἄν τις, ὅπερ ἐν ἀρχῇ ἔλεγον, τῆς τοῦ μεγάλου Πρόκλου περὶ τοὺς λόγους ὀρθότητος; οὕτως ἐναργῶς καὶ τῶν πραγμάτων βοώντων καὶ σχεδὸν ἁπάντων ταῖς Ἀριστοτέλους ἀποδείξεσιν συνομολογούντων περί τε τῶν διαφόρων τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ σημαινομένων καὶ ὅτι οὐδεμίαν ἀλλοίωσιν ἢ κίνησιν ὑπομένει τὸ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενον, οὐδὲν τούτων ὁ φιλόσοφος λογισάμενος—καίτοι γε οὐκ ἄν τις ἄγνοιαν αὐτῷ τῶν τοιούτων θεωρημάτων προσάπτειν τολμήσειεν—, ἕνα δὲ σκοπὸν θέμενος τὸ ὁπωσοῦν τῇ ἀληθείᾳ τῶν καθ’ ἡμᾶς λογίων ἀνθοπλίζεσθαι ὡς δὴ πρὸς ἀπείρους τῶν τοιούτων ἡμᾶς τοὺς λόγους ποιούμενος ἐν μὲν τῷ πρὸ τούτου λόγῳ παρὰ τὴν ὁμωνυμίαν τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸν παραλογισμὸν συνέρραψεν, ἐν τούτῳ δὲ τετόλμηκεν εἰπεῖν, ὡς ὅτι τὸ πρότερον μὲν μὴ ποιοῦν ὕστερον δὲ ποιοῦν (τουτέστιν τὸ ἐκ τῆς ἕξεως τοῦ ποιεῖν τὴν τοῦ ποιεῖν προβάλλον ἐνέργειαν) κίνησιν καὶ μεταβολὴν (τουτέστιν ἀλλοίωσιν) ὑπομένει, ἵν’ οὕτως συναγάγῃ, ὅτι ἢ κινεῖσθαι τὸ θεῖον ἀνάγκη (τουτέστιν ἀλλοιοῦσθαι) ἤ, εἰ τοῦτο ἀδύνατον—οὐδεμία γὰρ παρὰ τῷ θεῷ παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα, ὥς που τὰ ἱερά φησιν λόγια—, ἐξ ἀιδίου τὸν κόσμον τῷ εἶναι τοῦ θεοῦ συνυφίστασθαι.
Aet Mund.75 εἰ οὖν μὴ διὰ κινήσεως ἡ ἐκ τῆς ἕξεως γίνεται τῆς ἐνεργείας προχείρισις, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀκινήτου πάντῃ καὶ ἀμεταβλήτου μένοντος ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι. θʹ. Ἀλλ’ αὐτό, φησίν, τὸ λέγειν πρότερον μὴ ποιεῖν ὕστερον δὲ ποιεῖν, τουτέστιν πρότερον μὲν τὴν ἕξιν μόνην ἔχειν ὕστερον δὲ μετὰ τῆς ἕξεως καὶ τὴν ἐνέργειαν, τὸ πάντῃ ἀμετάβλητον εἶναι τὸν θεὸν ἀφαιρεῖται· οὐ γὰρ ἕξει ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ποτὲ μὲν ποιῶν ποτὲ δὲ μὴ ποιῶν.
Aet Mund.76 μάλιστα μὲν οὖν, ὦ θαυμάσιε, ἱκανῶς ἡμῖν καὶ ὁ λόγος ἀπέδειξεν καὶ ἡ τοῦ Ἀριστοτέλους ἐκύρωσε μαρτυρία, ὡς οὐδὲ ἐπὶ τῶν γενητῶν οὐδενὸς μή τί γε ἐπὶ θεοῦ ἀλλοίωσίς ἐστιν οὐδὲ κίνησις ἡ ἐκ τῆς ἕξεως εἰς τὴν δευτέραν ἐνέργειαν πρόοδος· ἡ γὰρ ἀλλοίωσις ἀλλοιότερον ποιεῖ τὸ ὑποκείμενον, ὁ δὲ τελείαν τὴν ἕξιν ἔχων εἶτα ἐνεργῶν οὐδὲν αὐτὸς ἑαυτοῦ ἀλλοιότερος γέγονεν. ἴσως δέ σου ταράττει τὴν ὑπόνοιαν, μᾶλλον δὲ ἀφορμὴν εἰς τὸ παραλογίζεσθαι δίδωσιν τὸ τοὺς παρ’ ἡμῖν τὰς ἐπιστήμας ἔχοντας, ἐπειδὰν τὰς ἐνεργείας τῶν ἕξεων προβάλλεσθαι βούλωνται, δεῖσθαι πάντως καὶ τῆς ὀργανικῆς τοῦ σώματος κινήσεως διὰ τὸ μὴ δύνασθαι ἐξ αὐτῆς μόνης τῆς νοήσεως ποιεῖν τὰ οἰκεῖα ἀποτελέσματα καὶ διὰ τοῦτο διάθεσίν τινα ἀλλοιοτέραν ἴσχειν οὐ περὶ τὸ νοητικὸν ἀλλὰ περὶ τὸ ὀργανικόν, λέγω δὴ τὸ σῶμα, καὶ ἐντεῦθεν ὥσπερ τι μορμολύκειον τοῖς μειρακίοις προτείνεις τὸ δεῖν πάντως καὶ ἐπὶ θεοῦ ἀλλοιοτέραν τινὰ διάθεσιν γίνεσθαι, εἰ μὴ ποιῶν πρότερον ὕστερον ποιεῖ. ἀλλ’ εἴπερ ὁ θεὸς ἀεὶ τέλειός ἐστιν πάντων δημιουργὸς τῷ ἀεὶ τοὺς λόγους τῶν δημιουργημάτων ὡσαύτως ἔχειν καὶ μόνῳ τῷ θέλειν πάντα ποιεῖν μηδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν πραγμάτων δεόμενος, οὐδὲν ἀλλοιότερος αὐτὸς ἑαυτοῦ ποιῶν τε καὶ μὴ ποιῶν γενήσεται· τὰς γὰρ νοήσεις καὶ τοὺς λόγους τῶν ὄντων ἀιδίως κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καθ’ οὓς καὶ δημιουργός ἐστιν, οὐδὲν ἀλλοιότερος ἐκ τοῦ ποιεῖν ἢ μὴ ποιεῖν γινόμενος· ὅλως γὰρ οὐδὲ διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν λέγειν θεμιτόν· ἔστιν γὰρ ταὐτὸν ἄμφω, περὶ δὲ τὸ μετέχον ἡ διαφορὰ γίνεται· μικρὸν δὲ ἄνωθεν ἀναλαβὼν διά τινος εἰκόνος τὸ λεγόμενον φανερὸν ποιῆσαι πειράσομαι.
Aet Mund.77 διττῆς γὰρ οὔσης πάσης ἐπιστήμης, τῆς μὲν ἐν τῇ τῆς ψυχῆς διαθέσει θεωρουμένης, ἥν φαμεν θεωρίαν τε καὶ νόησιν, τῆς δὲ ἐπὶ τὰ ἔξω προϊούσης, ὡς ὅταν ἄλλοις τὰς ἡμετέρας ἐξαγγέλλωμεν νοήσεις, ὁπηνίκα μὲν ἐν τῷ νοεῖν μόνον καὶ θεωρεῖν τὰς ἐπιστήμας ἔχωμεν, καθ’ ἕξιν αὐτὰς ἔχειν λεγόμεθα, ὁπηνίκα δὲ τὴν τῆς ψυχῆς θεωρίαν ἢ διὰ τῶν συλλαβῶν ἐπὶ τὰ ἔξω προφέρωμεν ὡς ἐπὶ τῶν λογικῶν ἐπιστημῶν, ἣν καὶ διδασκαλίαν καλοῦμεν, ἢ διὰ τῆς τῶν χειρῶν ἐνεργείας ὡς ἐπὶ τῶν πρακτικῶν, τότε κατὰ τὰς ἕξεις ἐνεργεῖν λεγόμεθα. ὥσπερ οὖν ἐπὶ τῶν λογικῶν ἐπιστημῶν εἴ τις γυμνὰς αὐτὰς καθ’ αὑτὰς σωμάτων τὰς ἡμετέρας ψυχὰς ἐπινοήσειεν, εἶδεν ἂν αὐτὰς οὐδενὸς οὐκέτι δεομένας ὀργάνου εἰς τὸ ἐκφαίνειν ἀλλήλαις τὰς οἰκείας ἐννοίας, ἀλλὰ γυμνοῖς τοῖς ἀλλήλων προσβαλλούσας νοήμασιν, ὡς μηδεμίαν λοιπὸν αὐτὸ πρὸς ἑαυτὸ διαφορὰν ἴσχειν τό τε καθ’ ἕξιν θεωροῦν καὶ τὸ εἰς ἄλλο κατ’ ἐκείνην τὴν νόησιν ἐνεργοῦν, τὴν δὲ ἀλλοιοτέραν διάθεσιν περὶ ἄλλο τι τὸ τῶν ἐκείνου νοημάτων ἀντιλαμβανόμενον γινομένην, οὕτω δήπου καὶ εἰ κατὰ τὰς πρακτικὰς θεωρίας δυνατὴ ἦν ἡ ψυχὴ ἄνευ τινὸς ὀργάνου αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν βούλοιτο, παράγειν τὰ κατὰ τὰς νοήσεις ἀποτελέσματα, οὐδὲν ἂν πάλιν διέφερεν ἡ περὶ τῶν πραγμάτων νόησίς τε καὶ ἕξις τῆς κατ’ αὐτὴν ἐνεργείας καὶ πράξεως. ἐπεὶ οὖν οὐδενὸς ὀργάνου εἰς οὐσίωσιν τῶν ὄντων ὁ θεὸς ἐπιδέεται, ἀλλ’ αὐτῇ μόνῃ τῇ νοήσει, ὅταν ἐθέλῃ, πάντα ὑφίστησιν καὶ οὐδὲν μᾶλλον ἢ ἧττον ἐκ τοῦ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα τὰς νοήσεις τὰς περὶ αὐτῶν ὁ θεὸς ἔχει, ἀκόλουθον ἂν εἴη κατὰ μηδὲν διαφέρειν ἐπὶ θεοῦ ἕξιν τε καὶ ἐνέργειαν.
Aet Mund.78 οὐκ ἐπειδὴ δὲ τῇ νοήσει μόνῃ πάντα ὑφίστησιν, τὰς δὲ νοήσεις καὶ τοὺς τῶν ὄντων λόγους πάντων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἤδη διὰ τοῦτο συνυπάρχειν ἐξ ἀιδίου ταῖς νοήσεσιν τοῦ θεοῦ τὰ πράγματα ἀνάγκη· τοῦτο γὰρ ἡμῖν καὶ ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ· οὐ γὰρ ἀβουλήτῳ φύσεως ἀνάγκῃ, ὡς ὁ ἥλιος ἅμα τῷ παρεῖναι φωτίζει καὶ τὸ πῦρ θερμαίνει, οὕτω καὶ ὁ θεὸς ἀνάγκῃ φύσεως ἑκὼν καὶ ἄκων εἰς τὸ εἶναι παράγει τὰ δημιουργούμενα· ὑπέρτερον γὰρ ἀνάγκης ἁπάσης τὸ πάντων αἴτιον. ὅθεν οὐ πάντως ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ τὸ νοούμενον εἶναι ἀνάγκη. εἰδέναι γὰρ καὶ τὰ μέλλοντα καὶ μήπω ὄντα τὸν θεὸν ὡμολόγηται, οἷον πόσαι τε καὶ ποῖαι ψυχαὶ αὖθις τὸν μετὰ σωμάτων τοῦτον βίον ἐμπολιτεύσονται καὶ ποῖον ἑκάστη βίον αἱρήσεται καὶ τίνα τῇ ἑκάστης αἱρέσει παρὰ τῆς ἀπαραλογίστου προνοίας ἕψεται· καὶ ὁ μέλλων δὲ χρόνος ἤδη τῇ προγνώσει αὐτῷ τῷ τοῦ χρόνου δημιουργῷ πάρεστιν· καὶ αἱ τῶν οὐρανίων δὲ σωμάτων ἐσόμεναι περιφοραὶ καὶ τίνες ἐν τίνι χρόνῳ αἱ πρὸς ἀλλήλας αὐτῶν ἔσονται σχέσεις (ἄλλοτε γὰρ ἄλλη τῶν ἄστρων ἡ πρὸς ἄλληλα γίνεται σχέσις) τῇ προγνώσει δηλονότι τοῦ θεοῦ ἀμερῶς συνειλημμέναι εἰσίν· οὐ γὰρ ἀγνοήσει ταῦτα, ὧν αὐτός ἐστιν ἀμέσως ὁ θεὸς δημιουργός. εἰ οὖν τὰ μέλλοντα πρὶν γενέσθαι τῇ νοήσει τοῦ θεοῦ προείληπται, τὰ δὲ μέλλοντα οὔπω ἔστιν, ἐπεὶ οὐδ’ ἂν μέλλοντα ἦν, οὐκ ἄρα ἅμα τῇ περί τινος τοῦ θεοῦ νοήσει καὶ αὐτὸ ὑπάρχειν ἀνάγκη.
Aet Mund.79 ὥστε ἀεὶ μὲν τὸ ἐνεργὲς καὶ παντέλειον οἱ ἐν τῷ θεῷ δημιουργικοὶ τῶν ὄντων ἔχουσι λόγοι, ὡς δέδεικται, παράγει μέντοι καὶ οὐσιοῖ ἕκαστον ὁ θεός, ὅταν θέλῃ, μόνῳ τῷ βούλεσθαι παράγων ἅπαντα, ἐθέλει δέ, ὅταν ἀγαθὸν ᾖ τοῖς γιγνομένοις τὸ γίγνεσθαι, ἀγαθὸν δὲ πάντως τὸ κατὰ φύσιν, κατὰ φύσιν δὲ τοῖς γιγνομένοις ἐστὶν τὸ μὴ συναϊδίοις εἶναι τῷ παράγοντι, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, εἰ μὴ καὶ τὸ ποτὲ μὲν ἐθέλειν ποτὲ δὲ μὴ θέλειν ἀλλοίωσιν εἶναι φήσουσιν· εἰ δὲ τοῦτο ἀλλοίωσις, λήσουσιν ἑαυτοὺς ἀεὶ ἐν τῷ ἀλλοιοῦσθαι τὸν θεὸν ὑποτιθέμενοι. ιʹ. Πότερον γὰρ τῶν μερικῶν ἕκαστον οἷον Σωκράτην καὶ Πλάτωνα βούλεται εἶναι ὁ θεὸς ἀίδιον ἢ οὔ, ἀλλὰ ποτὲ μὲν εἶναι τούτων ἕκαστον βούλεται, ποτὲ δὲ μὴ εἶναι; ἀλλὰ δῆλον, ὡς οὐ βούλεται τὰ μερικὰ εἶναι ἀίδια· ἦν γὰρ ἂν πάντως ἀίδια, εἴπερ ἠβούλετο. οὐκοῦν ἕκαστον τῶν μερικῶν ποτὲ μὲν βούλεται εἶναι, ποτὲ δὲ οὐ βούλεται εἶναι. εἰ δὲ τοῦτο, ἀεὶ ἐν ἀλλοιώσει ἐστίν· εἰ γὰρ τὸ τὸ αὐτὸ ποτὲ μὲν θέλειν εἶναι ποτὲ δὲ μὴ θέλειν ἀλλοιοῦσθαί ἐστιν, τὴν δὲ Σωκράτους εἰ τύχοι ψυχὴν ποτὲ μὲν οὐκ ἠβούλετο ὁ θεὸς εἶναι εἰς τὸ αὐτοῦ τοῦ Σωκράτους σῶμα, ἐπεὶ μήτε ἀίδιος ἦν ὁ Σωκράτης, ποτὲ δὲ ἠβουλήθη, ὅτε αὐτὴν τῷ Σωκράτους συνέδησεν σώματι, καὶ πάλιν οὐκ ἠβουλήθη, ὅτε ἔλυσεν αὐτὴν ἐκ τοῦ σώματος, δηλονότι ἀλλοίωσιν κατ’ αὐτοὺς ὁ δημιουργὸς ὑπέμεινεν τὸ αὐτὸ ποτὲ μὲν θέλων ποτὲ δὲ μὴ θέλων.
Aet Mund.80 ὁ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν μερικῶν. εἰ οὖν ἀεὶ τὰ μερικὰ ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται, ἀεὶ δηλονότι θέλει τινὰ μὲν εἶναι τινὰ δὲ μὴ εἶναι. τοῦτο δὲ μεταβολὴ κατ’ αὐτοὺς καὶ ἀλλοίωσις. ἀεὶ ἄρα κατ’ αὐτοὺς ἐν ἀλλοιώσει ὁ θεὸς ἔσται. οὐ γὰρ δή γε φήσουσιν, ὅτι οὔτε θέλει αὐτὰ γίγνεσθαι οὔτε οὐ θέλει μὴ γίγνεσθαι· συναληθεύσει γὰρ ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. καὶ ἄλλως· εἰ οὐ θέλει γίγνεσθαι, πῶς γίγνονται; εἰ δὲ οὐ θέλει μὴ γίγνεσθαι, θέλει πάντως γίγνεσθαι· ἡ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἰσοδυναμεῖ τῇ ἁπλῇ καταφάσει· ἄλλως τε εἰ μὴ ἤθελεν αὐτὰ γίνεσθαι, πῶς κατὰ τὸν Πλάτωνος Τίμαιον τοῖς οὐρανίοις ἐκέλευεν τρέπεσθαι ἐπὶ τῇ τῶν θνητῶν ζῴων δημιουργίᾳ καὶ οὐ μόνον ἐκέλευεν ἀλλὰ καὶ δύναμιν αὐτοῖς εἰς τὸ ποιεῖν ἔδωκεν; ἀλλὰ δὴ καὶ εἰ τὸ προνοεῖν τῆς δημιουργικῆς ἐστιν αἰτίας, ἡ δὲ πρόνοια πρὸς τὸ συμφέρον ἢ συνδεῖ τοῖς σώμασιν τὰς ψυχὰς ἢ λύει αὐτὰς ἀπὸ σωμάτων, πρόδηλον, ὡς ποτὲ μὲν αὐτὰς εἶναι βούλεται μετὰ τῶν σωμάτων, ποτὲ δὲ χωρίζεσθαι τῶν σωμάτων. τοῦτο δέ, ὡς τοῖς σοφοῖς δοκεῖ, ἀλλοίωσίς ἐστιν. ἀεὶ ἄρα ἐν ἀλλοιώσει τὸ θεῖον κατὰ αὐτούς. εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα τὸ ποτὲ μὲν εἶναι θέλειν ποτὲ δέ τι μὴ θέλειν ἀλλοίωσίς ἐστιν· θέλει γὰρ ἀεὶ τὸ ἀγαθόν, μᾶλλον δὲ αὐτό ἐστιν ἀγαθότης.
Aet Mund.81 ἡ δὲ τῶν γενητῶν φύσις, ὡς τοῖς γενητοῖς ἐστιν δυνατόν, τῆς ἐκεῖθεν τοῦ ἀγαθοῦ ἀπορροίας μετέχει. εἰ οὖν τὸ τόδε τι θέλειν πρὸς τὴν χρείαν τῶν εὐεργετουμένων γιγνόμενον οὐκ ἀλλοίωσιν περὶ τὸ θεῖον ἐργάζεται, τὴν δὲ δημιουργικὴν δύναμιν ἀεὶ ὡσαύτως ἔχει ὁ θεὸς καὶ αὐτῷ μόνῳ τῷ θέλειν εἰς οὐσίωσιν παράγει τὰ πάντα, οὐδεμία ἄρα ἀλλοίωσις περὶ τὸν θεὸν νοηθήσεται ἐκ τοῦ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν· ἀεὶ γὰρ θέλει τὰ ἀγαθά. εἴτε οὖν ποιεῖ τι εἴτε μὴ ποιῇ, τοῦτο πάντως ἀγαθόν· οὕτω γὰρ ἀγαθύνει ἕκαστον τῶν γενομένων, ὡς ἡ τῶν γενητῶν ἐπιδέχεται φύσις. μία οὖν καὶ ἁπλῆ ἡ τοῦ θεοῦ βούλησις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα· ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται. περὶ δὲ τὰ μετέχοντα ταύτης ἡ μεταβολὴ θεωρεῖται καὶ ἡ ἀλλοίωσις· ὥσπερ ἀμέλει μία μὲν καὶ ἁπλῆ ἡ τοῦ ἡλίου δύναμις, εἴτε τὴν φωτιστικήν τις θέλει λέγειν εἴτε τὴν θερμαντικήν, οὐδετέρας δὲ τὰ μετέχοντα ὁμοίως μετέχει οὐδὲ ἕκαστον ἀεὶ τῆς αὐτῆς ὁμοίως· ἄλλως γὰρ νυκτερὶς καὶ ἄνθρωπος, ἄλλως καὶ ὁ αὐτὸς νοῦς, ὥστε τὰς ὄψεις καὶ ὑγιαίνων ἐν φωτί τε κατὰ τὸ συνεχὲς διάγων καὶ ἐξ ἀφωτίστων ἀθρόως ἐπὶ τοὺς τῷ φωτὶ καταλαμπομένους μεθιστάμενος τόπους. οὔκουν ἡ τῶν μετεχόντων μεταβολὴ καὶ ἀλλοίωσις ἑτεροίωσίν τινα γίνεσθαι περὶ τὸ ποιοῦν ὑπονοεῖν ἡμᾶς ἀναγκάσει. εἰ δὲ μὴ ἀλλοιοῦται μὴ ποιῶν ὁ θεὸς εἶτα ποιῶν, οὐδ’ ἄρα χρόνου εἰς τὸ ποιεῖν δεηθήσεται ἅμα τῷ βούλεσθαι πάντα παράγων. αιʹ.
Aet Mund.82 Τούτου δεδειγμένου κἀκεῖνο διὰ τούτων λέλυται τὸ συνεχῶς εἰς ἐξαπάτην τοῖς μειρακίοις παρὰ αὐτῶν προτεινόμενον, ὡς, 〈εἰ〉 μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον δυνάμει ἦν ὁ θεὸς δημιουργός, πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥστε καὶ ὁ θεὸς ἀτελὴς πρὶν δημιουργήσει, τέλειος δὲ τότε γέγονεν, ὅτε καὶ δεδημιούργηκεν· πᾶν γὰρ τὸ ἐνεργείᾳ, φασίν, τελειότερόν ἐστιν τοῦ δυνάμει· αὐτὸ γὰρ δὴ τοῦτο ἡμῖν καὶ ὁ σοφὸς Πρόκλος ἐνταῦθα ᾐνίξατο, δι’ ὧν φησιν ‘ἵνα μὴ κινούμενον ἀτελὲς ᾖ πρότερον ὕστερον δὲ τέλειον‘ καὶ πάλιν ‘κινούμενον δὲ λέγων καὶ οὐκ ἀκίνητον οὐκ ἀεὶ λέγει τέλειον ἀλλὰ ποτὲ καὶ ἀτελῆ‘· καὶ ἐν τῷ λόγῳ δέ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων‘, ταὐτὰ κατὰ λέξιν φησὶν ὁ Πρόκλος ‘ὄντος ἀεὶ τοῦ ποιοῦντος ἀεὶ καὶ τὸ γινόμενον ἔστιν ὑπὸ τοῦ ἀεὶ ποιοῦντος γιγνόμενον· ἢ γὰρ οὐδὲ θεὸς ἀεὶ ποιεῖ, ἢ ἐκεῖνος μὲν ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν οὐκ ἀεὶ γίνεται, ἢ καὶ ἐκεῖνος ἀεὶ ποιεῖ καὶ τὸ πᾶν ἀεὶ γίνεται. ἀλλ’ εἰ μὲν οὐκ ἀεὶ ποιεῖ ὁ θεός, δηλονότι δυνάμει ἔσται ποιῶν καὶ αὖθις ἐνεργείᾳ καὶ ἀτελὴς δημιουργὸς καὶ χρόνου δεόμενος. εἰ δὲ ἐκεῖνος ἀεὶ ποιεῖ, τὸ δὲ πᾶν γίνεται ποτέ, ἀδύνατον· ὅταν γὰρ ᾖ τὸ ποιοῦν ἐνεργείᾳ, καὶ τὸ γιγνόμενον γίνεται ἐνεργείᾳ. ἄμφω ἄρα ἀεὶ τὸ μὲν γίνεται τὸ δὲ ποιεῖ‘. καὶ πῶς ἀτελὲς πώποτε, ὦ σοφώτατε, τὸ μηδεμίαν ἀλλοίωσιν ὑπομένον, εἴτε δημιουργοίη εἴτε μή, ὡς δέδεικται; τί γὰρ αὐτὸς ἑαυτοῦ τελειότερος ὁ διδάσκαλος διδάσκων τε καὶ μὴ διδάσκων γίνεται ἢ ὁ οἰκοδόμος οἰκοδομῶν τε καὶ μή; σκόπει δὲ τὸν λόγον καὶ τῇδε· ὁ ἥλιος λαμπρόν τι σῶμά ἐστιν καὶ φωτοειδές· ἆρ’ οὖν, εἴ τις ὑπόθοιτο τὸ μηδὲν εἶναι τῶν τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως μετεχόντων (οἷον εἰ μὴ διαφανῆ ἦν τὰ οὐράνια σώματα καὶ ὁ ἀήρ, ὥστε δύνασθαι τῆς τοῦ φωτὸς ἀπολαύειν ἐνεργείας), ἀτελὴς ἂν ἦν ὁ ἥλιος; οὐκ οἶμαί γέ τινα φήσειν· οὐ γὰρ ἐν τῇ πρὸς τὰ ἔξω σχέσει αἱ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις τὸ εἶναι ἔχουσιν· λήσομεν γὰρ οὕτω τὸν Ἀναξαγόρου λόγον εἰσάγοντες, ὃς οὐδενὸς εἶναι φύσιν ὡρισμένην ἔλεγεν, ἀλλὰ πάντα ἐν σχέσει τῇ πρὸς ἄλληλα τὸ εἶναι ἔχειν· ἐλήλεγκται δὲ κατὰ τὸ καρτερὸν ὑπό τε Πλάτωνος καὶ Ἀριστοτέλους ἡ τοιαύτη δόξα.
Aet Mund.83 εἰ οὖν ἑκάστη οὐσία οὐκ ἐν τῇ πρὸς ἄλλο σχέσει τὸ εἶναι ἔχει, ἀλλὰ ἀπολελυμένας ἐφ’ ἑαυτῆς ἔχει τὰς συμπληρωτικὰς ἑαυτῆς δυνάμεις, δῆλον ἐκ τούτου, ὡς καὶ ὁ ἥλιος τέλειος ἂν ἦν αὐτὸς κατὰ τὴν ἑαυτοῦ οὐσίαν, εἰ καὶ μηδὲν ἦν τῶν τῆς φωτιστικῆς δυνάμεως αὐτοῦ μετεχόντων. οὐκοῦν, εἰ καὶ μετέχοιεν, οὐδὲν μᾶλλον αὐτὸς ἑαυτοῦ κατὰ τὰς συμπληρωτικὰς αὐτοῦ δυνάμεις πλεῖόν τι ἕξει. τὸ αὐτὸ καὶ ἐπὶ τῆς θερμαντικῆς τοῦ πυρὸς δυνάμεως· κἂν γὰρ μὴ ᾖ τι τὸ θερμαινόμενον, οὐδὲν ἧττον τὸ πῦρ τέλειόν ἐστιν κατὰ τὸν οὐσιώδη ἑαυτοῦ λόγον καὶ πάλιν θερμαινομένου τινὸς οὐδὲν μᾶλλον αὐτὸ ἑαυτοῦ τελειότερον ἔσται, ἐπεὶ μὴ ὡς πρός τι μήτε τῷ πυρὶ ἡ θερμότης μήτε τῷ ἡλίῳ ἡ φωτοειδὴς ὑπάρχει δύναμις· αἱ γὰρ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις, ὧν ἄνευ οὐκ ἂν τὸ ὑποκείμενον σῴζοιτο, αὐταὶ καθ’ αὑτὰς ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρχουσιν· ἐπεὶ καὶ ἐν βυθῷ ὄστρακον τέλειον ἔχει τὸν τοῦ χρώματος λόγον, κἂν μηδεμία αὐτοῦ ἀντιλαμβάνεται αἴσθησις.
Aet Mund.84 εἰ δὲ ἐπὶ σωμάτων ταῦτα, πῶς οὐ τῷ ὄντι βλάσφημος καὶ διαφερόντως ἀσεβὴς ὁ μηδὲ τοσοῦτον ὑπάρχειν τῇ δημιουργικῇ τῶν ὄντων συγχωρῶν αἰτίᾳ μηδὲ ἀσχέτους αὐτῆς τὰς οὐσιώδεις δυνάμεις εἶναι βουλόμενος; ὡς γὰρ φύσει καὶ καθ’ αὑτὸ θερμὸν τὸ πῦρ καὶ ὁ ἥλιος φωτεινός, θερμαίνει δὲ καὶ φωτίζει ἐν τῇ πρὸς τὰ ἔξω σχέσει, οὕτω δήπου καὶ ὁ θεὸς δημιουργὸς μέν ἐστιν ἀεὶ κατὰ τὴν τῶν δημιουργικῶν λόγων τελείαν ἕξιν (ὡς καὶ ὁ οἰκοδόμος, κἂν μὴ οἰκοδομῇ), δημιουργεῖ δέ, ὅταν ἤδη καὶ ἐπὶ τὰ ἔξω τὴν οἰκείαν προάγει ἐνέργειαν οὐκέτι ὑπὸ ταύτης συμπληρούμενος· οὐ γὰρ κατὰ τὰς ἔξω προϊούσας ἐνεργείας ἀλλὰ κατὰ τὰς οὐσιώδεις δυνάμεις ἕκαστον τῶν ὄντων χαρακτηρίζεται· λογικὸς γὰρ ὁ ἄνθρωπος κατὰ τὴν ἕξιν ἐστὶν καὶ κατὰ τοῦτο τὸ εἶναι ἔχει, οὐ κατὰ τὸ διαλέγεσθαι· κἂν γὰρ μὴ διαλέγηται, λογικὸς οὐδὲν ἧττόν ἐστιν, καὶ ἡ χιὼν ψυχρά, κἂν μὴ ψύχῃ τῷ μὴ παρεῖναι τὸ ψυχόμενον. τὸ αὐτὸ καὶ ἐπὶ πάσης ἐνεργείας. εἰ δὲ προσφιλονεικήσωσιν μὴ ἄλλως τὸν θεὸν τέλειον εἶναι λέγοντες, εἰ μὴ ἐξ ἀιδίου δημιουργοίη τὸν κόσμον, μικρόν τι πυθομένοις ἡμῖν ἀποκρινέσθωσαν. βιʹ.
Aet Mund.85 Πότερον γὰρ αὔταρκες τὸ θεῖον καὶ αὐτὸ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ οὐσίας συμπληρωτικόν ἐστιν ἢ οὔ; εἰ μὲν οὖν οὐκ αὔταρκες, εἰς κεφαλὰς ἄλλων ἡ βλασφημία. εἰ δὲ αὔταρκες καὶ αὐτὸ ἑαυτῷ ἐξαρκοῦν πρὸς τὸ ἀνενδεές τε καὶ τέλειον καὶ οὐδενὸς τῶν ἔξωθεν προσδεόμενον—ἔξω γὰρ παντελῶς τῆς θείας οὐσίας πάντα τὰ ὑπ’ αὐτῆς δημιουργικῶς παρηγμένα καὶ πάσης οὐσιώδους σχέσεως τῆς πρὸς αὐτὴν ἠλλοτρίωται—, τέλειος ἄρα ὁ θεὸς αὐτὸς ὑφ’ ἑαυτοῦ τελειούμενος, κἂν μηδὲν τῶν δημιουργημάτων ὑπάρχῃ. καὶ ἄλλως· τὸ τέλειον καὶ ἀνενδεὲς τῇ θείᾳ οὐσίᾳ ἢ αὐτόθεν ἐξ αὐτῆς αὐτῇ ἐνυπάρχει παντελῶς μηδεμιᾶς ἔξωθεν ῥοπῆς προσδεόμενον ἢ ἑτέρωθέν ποθεν αὐτῇ ἐπιχορηγεῖται. εἰ μὲν οὖν ἑτέρωθεν, τὸ χορηγοῦν τοῦ χορηγουμένου μακαριώτερον καὶ πολλῷ πρότερον καὶ ἀνενδεέστερον· ἐπεὶ πῶς ἂν ἔδωκεν, ὃ μὴ εἶχεν; τί οὖν τοῦτό ἐστιν; τί δὲ ἄλλο κατ’ αὐτοὺς ἢ τὰ δημιουργήματα, ὧν ἄνευ τὸν θεὸν μὴ εἶναι τέλειον λέγειν οὐ φρίττουσιν; εἰ γὰρ οὐκ ἂν ἄλλως τέλειος ὁ θεὸς ὑπάρχῃ, εἰ μὴ καὶ τὰ δημιουργήματα εἴη, τελειωτικὰ ἄρα ἔσται αὐτοῦ τοῦ ποιήσαντος τὰ ποιήματα. οὕτω μὲν οὖν, εἰ μὴ ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ἀλλ’ ἔξωθεν ἐφήκει τῷ θεῷ ἡ τελειότης. εἰ δ’ ἔξωθεν μὲν οὐδαμόθεν—τοῦτο γὰρ προῦπτον τοῖς καὶ ὁπωσοῦν σμικρὰς περὶ θεοῦ δόξας ἔχουσιν—, ἐξ αὐτῆς δὲ τῆς οὐσίας ἐφήκει τῷ θεῷ τὸ ἀνενδεές τε καὶ τέλειον, οὐκ ἄλλως δ’ ἂν εἴη τέλειος, εἰ μὴ ἀεὶ συνυπάρχῃ αὐτῷ τὰ ὑπ’ αὐτοῦ παρηγμένα, μέρος ἄρα τῆς θείας οὐσίας πάντα τὰ ὄντα καὶ αὐτὸ δὲ τῶν ὄντων τὸ ἔσχατον ἡ ὕλη· τὰ γὰρ τῶν οὐσιῶν συμπληρωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν· εἰ γὰρ τὴν μὲν τελειότητα ἐξ αὐτῆς αὐτοῦ τῆς οὐσίας ὑπάρχειν τῷ θεῷ προωμολόγηται, οὐκ ἄλλως δ’ ἂν εἴη τέλειος ὁ θεὸς κατὰ τὰς Ἑλληνικὰς ὑποθέσεις, εἰ μὴ ἀιδίως ὁ κόσμος αὐτῷ συνυπάρχῃ, τὰ δὲ τῶν οὐσιῶν συμπληρωτικά τε καὶ τελειωτικὰ μέρη τῶν οὐσιῶν εἰσιν, ὡς τὸ λογικὸν ἀνθρώπου καὶ τοῦ σώματος τοῦ ἡμετέρου ἡ χείρ, ὁ πούς, μέρος ἄρα ὁ κόσμος τῆς τοῦ θεοῦ οὐσίας ἔσται· καὶ τὰ ἑπόμενα αὐτοὶ συναγέτωσαν· οὕτω γὰρ καὶ σῶμα ὁ θεὸς ἔσται καὶ ὅσα τοῖς σώμασιν πρόσεστιν πήσεται.
Aet Mund.86 καὶ ἄλλως· εἰ οὐκ ἂν ὑπάρξοι θεῷ ἡ τελειότης μὴ ἐξ ἀιδίου τῶν ὄντων αὐτῷ συνυπαρχόντων, πλέον ἢ δίδωσιν ὁ θεὸς τοῖς δημιουργουμένοις παρ’ αὐτῶν ἀντιλήψεται· διδοὺς γὰρ αὐτοῖς τὸ εἶναι ἀντιλαμβάνει παρ’ αὐτῶν τὸ τέλειος εἶναι, πολλῷ δὲ κρεῖττον τοῦ ἁπλῶς εἶναι τὸ τέλειος εἶναι. ὥστε δημιουργήσει τὰ ὄντα ὁ θεὸς οὐ διὰ τὴν οἰκείαν ἀγαθότητα ἐφ’ ᾧτε εἶναί τινα τὰ μετέχοντα ταύτης, ἀλλ’ ὅπως αὐτὸς ἀλύπως τε καὶ ἀνενδεῶς διάγοι τὸ τελειότητος αὐτῷ αἴτιον συνυπάρχον ἔχων, ὥσπερ καὶ ἡμεῖς τυχὸν τῆς οἰκείας ἕνεκεν συστάσεως ποιοῦμεν οἴκους τε καὶ ἐσθῆτας καὶ τὰ τοιαῦτα οὐκ ἐφ’ ᾧτε ἐκεῖνα εὐεργετεῖν, ἀλλ’ ἑαυτοῖς τὴν ῥᾳστώνην προνοούμενοι. λελήθασιν ἄρα ἑαυτοὺς οἱ σοφοί, δι’ ὧν τὸ τέλειον τῷ θεῷ προσάπτειν ἐθέλουσιν, διὰ τούτων ἀτελῆ αὐτὸν κατασκευάζοντες καὶ αὐτὸν ἑαυτῷ μὴ ἐξαρκοῦντα πρὸς τελειότητα ἀλλ’ ἐνδεᾶ τῶν ὑπ’ αὐτοῦ παραγομένων εἰς ὕπαρξιν.
Aet Mund.87 ἀλλ’ ἴσως ἐρεῖ τις πρὸς ταῦτα ὅτι ‘οὐ φαμὲν συντελεῖν εἰς τελειότητα τῷ θεῷ τὰ ὄντα, ἀλλὰ τὴν ἐνέργειαν τὴν πάντων δημιουργικήν, ἥτις οὐσιωδῶς θεῷ ἐνυπάρχει, ᾗτινι πάντως παρακολουθεῖ τὸ εἶναι τὰ ὄντα‘. ἀλλ’ οὐδὲν ἧττον καὶ διὰ τούτων τὸ ἄτοπον συναχθήσεται· εἰ γὰρ μὴ ὄντων τῶν γεγονότων ἀτελὴς ἡ ἐνέργεια, ἀτελοῦς δὲ οὔσης τῆς ἐνεργείας οὐ τέλειος ὁ θεός, τὸ ἄρα τέλειον αὐτῷ ἐκ τῶν δημιουργημάτων ἐφήκει διὰ μέσης τῆς ἐνεργείας. ἀλλ’ οὐχ αἱ ἐν σχέσει τῇ πρὸς τὰ ἔξωθεν ἐνέργειαι τελειωτικαὶ τῶν ἐνεργούντων ὑπάρχουσιν, ὦ σοφώτατοι· ταύτην γὰρ καὶ ὁ Ἀριστοτέλης οὐκ ἔφη τὸν διδάσκαλον καὶ ὅλως τὸν ἐνεργοῦντά τι ἀλλοιοῦσθαι ἐκ τῆς πρὸς τὰ ἔξωθεν ἐνεργείας· ἐπεὶ τὸ τελειούμενον πάσχει τι καὶ ἀλλοιοῦται, ὁ δὲ ἐνεργῶν οὐδὲν πάθος οὐδὲ ἀλλοίωσιν οὐδεμίαν ὑπομένει, ὡς πολλάκις ἐδείξαμεν. ὥστε οὐδὲ τελειοῦται ὁ διδάσκαλος, ὅταν διδάσκῃ. εἰ δὲ μὴ τὸ διδάσκειν τελειωτικόν ἐστιν τῆς τοῦ διδασκάλου τελείας ἕξεως, οὐδὲ τὸ δημιουργεῖν ἄρα συμπληρωτικὸν ἔσται τῆς τοῦ δημιουργοῦ οὐσίας, ἀλλ’ αὐτὴ μόνη ἡ δημιουργικὴ ἕξις καὶ δύναμις, ἵνα μὴ ἐν σχέσει τῇ πρὸς τὰ δημιουργήματα τὸ εἶναι τοῦ θεοῦ ὑπάρχῃ· εἰ γὰρ τὸ δημιουργεῖν συμπληρωτικόν ἐστιν τῆς θείας οὐσίας, τὸ δὲ δημιουργεῖν ἐν σχέσει τῇ πρὸς τὰ δημιουργούμενα τὸ εἶναι ἔχει—ὁ γὰρ δημιουργῶν δημιουργουμένων δημιουργὸς ὢν δημιουργεῖ—, ἐν τῇ σχέσει ἄρα τῇ πρὸς τὰ δημιουργήματα τὸ συμπληροῦσθαί τε καὶ τελειοῦσθαι ἡ θεία ἕξει οὐσία.
Aet Mund.88 οὕτω δ’ ἂν δέοιτο εἰς ὕπαρξιν τούτων, οἷς αὐτὴ τὸ εἶναι δέδωκεν· οὗ τί ἂν ἀσεβέστερον εἰς τὴν περὶ θεοῦ ὑπόληψιν γένοιτο; εἰ οὖν τὸ τοιαῦτα περὶ θεοῦ ἐννοεῖν ἢ λέγειν ἐπέκεινά ἐστιν πάσης ἀσεβείας, εἰς τοῦτο δὲ ἤγαγεν τὸ λέγειν ‘εἰ μὴ ἀεὶ ὁ κόσμος εἴη, πρὶν γενέσθαι τὸν κόσμον ἀτελὴς ἔσται ὁ θεόσ‘, τέλειος ἄρα ὁ θεός, κἂν μηδὲν τῶν ὑπ’ αὐτοῦ παρηγμένων ὑπάρχῃ. γιʹ. Σκοπεῖν δὲ καὶ τῇδε ἄξιον. πάντων εἶναι τὸν θεὸν αἴτιον ἀπὸ τῶν πρώτων καὶ μέχρι τῶν ἐσχάτων ἡ περὶ τοῦ μίαν εἶναι τὴν ἀρχὴν τῶν ὄντων πιστεύειν ἀναγκάζει δόξα· ‘περὶ τὸν πάντων γὰρ βασιλέα τὰ πάντα‘, φησὶν ὁ Πλάτων, ‘κἀκείνου ἕνεκα πάντα καὶ αὐτὸς αἴτιος πάντων καλῶν‘· καὶ πάλιν ὁ αὐτὸς ἀρχήν φησιν καὶ τέλος καὶ μεσότητα τῶν ὄντων τὸν θεὸν περιέχειν· οὐκ ἀγαθόν τε πολυκοιρανίη, εἷς κοίρανος ἔστω, ὡς Ὁμήρῳ τε δοκεῖ καὶ Ἀριστοτέλει· εἰ γὰρ καὶ τινὰ τῶν γινομένων διά τινων μέσων αἰτίων γίνεται, ἀλλ’ οὖν γε δῆλον, ὅτι τὸ πάντων μάλιστα αἰτιώτατον τὸ πρῶτόν ἐστιν τῆς ὑποστάσεως αὐτῶν αἴτιον τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχόν. ὅτι δὲ τὸ πρῶτον αἴτιον τοῦ προσεχοῦς αἰτίου μᾶλλόν ἐστιν αἰτιώτερον, ἐναργὲς μὲν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων, εἴπερ, ὡς εἶπον, καὶ τοῖς δευτέροις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις ἐκεῖνο παρέσχεν, οὐδὲν δὲ οἷον καὶ Ἀριστοτέλην παραθέσθαι αὐτὸ δὴ τοῦτο λέγοντα· ἐν γὰρ τῷ ὀγδόῳ τῆς φυσικῆς ἀκροάσεως εἰπών, ὡς ὅτι τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται καὶ ὅτι τὸ κινοῦν ἢ ἀμέσως κινεῖ ἢ διὰ πλειόνων μέσων, ὡς εἴ τις βακτηρίᾳ κινήσει θύραν—ἐντεῦθεν γὰρ τὸ μὲν πρώτως κινοῦν ἐστιν ἡ ψυχή, ἡ δὲ βακτηρία τὸ ἔσχατον· ἡ μὲν γὰρ ψυχὴ κινεῖ τὴν χεῖρα, ἡ δὲ χεὶρ τὴν βακτηρίαν, ἡ δὲ βακτηρία τὴν θύραν—, ταῦτα οὖν εἰπὼν ἐπάγει καί φησιν ὅτι ‘κἀκεῖνα κινεῖν φαμεν, καὶ τὸ τελευταῖον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευταῖον, ἀλλ’ οὐ διὰ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκεῖνο δὲ ἄνευ τούτου, οἷον ἡ βακτηρία οὐ κινεῖ μὴ κινοῦντος τοῦ ἀνθρώπου‘· καὶ μετ’ ὀλίγα πάλιν φησὶν ὁ αὐτὸς ‘δῆλον γάρ, ὅτι κινεῖται ὑπὸ τοῦ ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν, καὶ μᾶλλον ὑπὸ τοῦ προτέρου τῶν κινούντων‘· καὶ πάλιν μετ’ ὀλίγα ‘οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐδέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον· τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ’ ἄλλου κινούμενον αὐτό, τὸ δὲ αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ‘.
Aet Mund.90 σαφῶς ἄρα διὰ τούτων φησίν, ὡς ὅτι, κἂν πλείονα μέσα ᾖ τὰ κινοῦντα, τὸ μᾶλλον αἰτιώτατον τῆς κινήσεως τὸ πρῶτόν ἐστιν κινήσεως αἴτιον, ὥσπερ ἐφ’ οὗ ἔθηκεν ὑποδείγματος· ἡ γὰρ ψυχὴ αἰτιωτέρα ἐστὶν τοῦ κινεῖσθαι τὴν θύραν ἤπερ ἡ βακτηρία· καὶ διὰ τοῦτο εἰκότως τοῦ κινουμένου ἐγγυτέρω εἶναί φησιν τὸ πορρωτέρω κινοῦν, οἷον ἐγγύτερον ἡ ψυχὴ τῆς θύρας ἔτι μᾶλλον ἤπερ ἡ βακτηρία οὐ τῷ τόπῳ ἀλλὰ τῇ δυνάμει καὶ τῷ αἰτίῳ τῆς κινήσεώς ἐστιν. ἐπεὶ οὖν ἡ ψυχὴ τὸ πρῶτον τῆς κινήσεώς ἐστιν αἴτιον, ἐγγυτέρω μᾶλλον εἶναί φησιν τῆς θύρας τὴν ψυχὴν ἢ τὴν βακτηρίαν. ὅπερ δὲ ἐπὶ κινήσεώς φησιν ὁ Ἀριστοτέλης, τοῦτο δηλονότι καὶ ἐπὶ παντὸς αἰτίου ἐστὶν ἀληθές· καὶ γὰρ εἰ καὶ διδάσκαλος διά τινος ὑποκριτοῦ διδάσκοι, αἰτιώτερος τοῦ διδάσκεσθαι μᾶλλον ὁ διδάσκαλός ἐστιν ἢ ὁ τὸν διδάσκαλον ὑποκρινόμενος. καὶ ἐπὶ γενέσεως ὁ αὐτὸς λόγος· τὸ γὰρ πρῶτον τῆς γενέσεως αἴτιον αἰτιώτερόν ἐστιν τῶν προσεχεστέρων αἰτίων· εἰ γὰρ καὶ τῆς γενέσεως αἴτιος ὁ πατήρ, ἀλλ’ αἰτιώτερος δηλονότι ὁ θεὸς ὁ τὴν δημιουργικὴν δύναμιν ἐν τῇ φύσει καταβαλλόμενος· καὶ γὰρ εἰ μὴ πρῶτον αἴτιον τὸν δημιουργὸν εἶναι βούλωνται, πάλιν ἐπειδὴ ὁ πρῶτος κατ’ αὐτοὺς θεὸς αἴτιός ἐστιν τῷ δημιουργῷ τοῦ εἶναι αὐτὸν δημιουργόν, ἐκεῖνος καὶ τῆς ὑπάρξεως πάντων αἰτιώτατος ἂν εἴη.
Aet Mund.91 τούτων οὖν οὕτω δεδειγμένων ἀνάγκη πᾶσα καὶ τῆς τῶν κατὰ μέρος γενέσεως τὸν πρῶτον θεὸν αἴτιον εἶναι, εἰ καὶ μυρία μέσα αἴτια ὑποθῶνται. καὶ ἐν τῷ δευτέρῳ δὲ λόγῳ αὐτοῦ τοῦ Πρόκλου χρήσεις παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων, ἐν αἷς σαφῶς τὴν δημιουργικήν τε καὶ προνοητικὴν τοῦ θεοῦ δύναμιν μέχρι καὶ τῶν ἐσχάτων καὶ λεπτοτάτων διήκειν ὁ Πρόκλος ἀποφαίνεται· φησὶν γὰρ οὕτως ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν‘· καὶ πάλιν ‘ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτον ἀλλὰ καὶ ἕκαστον τῶν καθ’ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι‘· καὶ πάλιν ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων ἑκάστου, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτω καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν‘. ἐκ τούτων οὖν ἁπάντων δῆλόν ἐστιν, ὡς μέχρι τῶν ἀτομωτάτων ἀνάγκη τὴν δημιουργικὴν τοῦ θεοῦ διήκειν 〈δύναμιν〉. διʹ.
Aet Mund.92 Ἐπεὶ οὖν αἴτιος ὁ θεὸς τοῦ καὶ τὰ μερικὰ καὶ τὰ ἀτομώτατα εἶναι, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόδε τὸ φυτόν, λεγέτωσαν ἡμῖν, πότερον πάντων τῶν ἀτόμων ἀεί ἐστιν ἐνεργείᾳ δημιουργὸς ὁ θεὸς ἢ οὔ. εἰ μὲν οὖν πάντων ἐστὶν ἐνεργείᾳ δημιουργός, πῶς οὐχ ἅμα πάντα πάρεστιν, ἀλλὰ τὰ μὲν ἔφθαρται, τὰ δὲ ὑφέστηκεν, τὰ δὲ μέλλει; τῶν οὖν μελλόντων εἰ μὲν ἐνεργείᾳ ἐστὶν δημιουργός, πῶς οὐ πάρεστιν τὰ μέλλοντα; εἰ δὲ δυνάμει, τὸ δὲ δυνάμει κατ’ αὐτοὺς ἀτελές, ἀεὶ ἄρα κατ’ αὐτοὺς ἀτελὴς ὁ θεός, εἴπερ ἀεὶ τῶν ἀτόμων τὰ μὲν φθείρεται, τὰ δὲ μέλλει γίνεσθαι. καὶ εἰ κατὰ τὸν σοφὸν Πρόκλον τοῦ κόσμου δυνάμει ὄντος καὶ ὁ τούτου δημιουργὸς δυνάμει ἔσται (ὡς ἐν τῷ τρίτῳ συνελογίσατο ἐπιχειρήματι) καὶ διὰ τοῦτο δεῖται ἑτέρου τοῦ εἰς ἐνέργειαν τοῦτον ἄγοντος καί, εἰ μὲν ὁ δεύτερος ἐνεργείᾳ εἴη, ἀνάγκη καὶ τὸν πρῶτον ἐνεργείᾳ εἶναι δημιουργόν, εἰ δὲ δυνάμει καὶ ὁ δεύτερος, δυνάμει καὶ πάλιν ἄλλου τρίτου δέεσθαί φησιν καὶ τοῦτο ἐπ’ ἄπειρον, ἀκόλουθον δήπου πάντως κατὰ τὴν αὐτὴν ὑπόθεσιν ἢ τὸ προσεχὲς τῶν μελλόντων ἔσεσθαι ἀτόμων δυνάμει αἴτιον ἢ καὶ τὸ αἴτιον τοῦ προσεχοῦς αἰτίου δυνάμει εἶναι καὶ οὕτω μέχρι τοῦ πρώτου βαδίζοντες καὶ αὐτὸ δυνάμει λέγειν ἀναγκασθησόμεθα· εἰ γὰρ τὸ πρῶτον αἴτιον ἐνεργείᾳ ἐστὶν τοῦ εἶναι τὸ δεύτερον αἴτιον, καὶ τὸ δεύτερον ἐνεργείᾳ αἴτιον ἔσται, εἰ δὲ τοῦτο, καὶ τὸ τρίτον πάλιν ἐνεργείᾳ αἴτιον ἔσται καὶ οὕτω μέχρι τοῦ ἐσχάτου αἰτίου, ὥσπερ, εἰ καὶ δυνάμει τὸ ἔσχατόν ἐστιν οἷον ὁ πατήρ, δυνάμει καὶ τὸ πρῶτον ἐξ ἀνάγκης ἔσται.
Aet Mund.93 ἐπεὶ οὖν ἀεί τινα μέλλει γίνεσθαι ἄτομα (ἄνθρωποι λέγω καὶ φυτὰ καὶ τῶν λοιπῶν ἕκαστον), δηλονότι τὸ προσεχὲς αἴτιον τῆς τούτων γενέσεως δυνάμει ἐστὶν αἴτιον· ὥστε καὶ τὸ τοῦ αἰτίου αἴτιον δυνάμει ἔσται καὶ οὕτως μέχρι τοῦ πρώτου. πᾶν δὲ τὸ δυνάμει ἀτελές, ὥς φασιν· ἀεὶ ἄρα κατ’ αὐτοὺς τὸ πρῶτον αἴτιον δυνάμει καὶ ἀτελὲς ἔσται· εἰ γὰρ καὶ τῶν γενομένων ἤδη ἐνεργείᾳ ἐστὶν δημιουργὸς ὁ θεός, ἀλλὰ τῶν μελλόντων πάντως δυνάμει ἔσται. ἢ οὖν συγχωρεῖν ἀνάγκη τὸ καθ’ ἕξιν δυνάμει τέλειον εἶναι ἢ πάντως ἀεὶ τῶν μελλόντων ὁ θεὸς ἀτελὴς δημιουργὸς ἔσται· ἀεὶ γὰρ τῶν μελλόντων δυνάμει ἔσται δημιουργός. οὐ μόνον δὲ ἐπὶ τῆς τῶν μερικῶν δημιουργίας τοῦτο συμβαίνειν ἀνάγκη ἀλλὰ καὶ ἐπὶ τῆς τῶν καθόλου, ὧν ὁ θεὸς ἀμέσως ἐστὶν δημιουργός· τὸν γὰρ οὐρανὸν καὶ πάντα τὰ εἴδη, ὡς Πλάτων φησίν, ἀμέσως ὁ δημιουργὸς παρήγαγεν· ἐν γοῦν τῷ Τιμαίῳ μετὰ τὴν τοῦ ἀνθρώπου γένεσιν πρὸς τοὺς κατ’ οὐρανὸν θεοὺς τούς τε νοητοὺς καὶ αἰσθητοὺς ἥλιόν τε καὶ σελήνην καὶ τοὺς λοιποὺς τοιαῦτα ἄττα ὁ δημιουργὸς διελέξατο. ἔχει δὲ ἡ λέξις ὧδε ‘ἐπειδὴ οὖν πάντες ὅσοι τε περιπολοῦσιν ἀφανῶς καὶ ὅσοι φαίνονται καθόσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων‘· καὶ μετ’ ὀλίγα ‘νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε.
Aet Mund.94 θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα· τούτων δὲ μὴ γινομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι. δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν τὴν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθόσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω‘. εἰ τοίνυν τά τε κατ’ οὐρανὸν ἅπαντα καὶ ὅλως τὰ ὡς αὐτοῖς δοκεῖ ἀίδια ταῦτα ἀμέσως ὑπὸ τοῦ δημιουργοῦ παράγεται, πότερον ἀεὶ αὐτὰ παράγει ὁ θεὸς ἢ πέπαυται τοῦ παράγειν ἅπαξ δημιουργήσας αὐτά, τὸ δὲ λοιπὸν διασῴζων καὶ συνέχων; εἰ μὲν οὖν πέπαυται τοῦ παράγειν, πάντως καὶ ἤρξατο· πᾶν γὰρ τὸ παυσόμενον ἀνάγκη πάντως καὶ ἄρξασθαι. εἰ δὲ ἀεὶ δημιουργεῖ—τοῦτο γὰρ αὐτοῖς δοκεῖ, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προλαβοῦσιν πολλάκις ἀπεφήνατο· ἐν γοῦν τῷ τρίτῳ κεφαλαίῳ φησὶν ὅτι ‘εἰ μὲν κατ’ ἐνέργειαν ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ’ ἐνέργειαν ἔσται δημιουργούμενον‘ καὶ πάλιν ἐν τῷ αὐτῷ ‘ἕπεται καὶ τὰ αἰτιατὰ εἶναι ἀεὶ κατ’ ἐνέργειαν καὶ τὸν κόσμον ἀεὶ δημιουργούμενον‘· καὶ ἐν τῷ τετάρτῳ δὲ καὶ ἐν τῷ πέμπτῳ τὰ αὐτά φησιν, καὶ ἐν τῷ ἀρτίως δὲ μνημονευθέντι λόγῳ, ὃν πρὸς τὸν Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου γέγραφεν, ἐπὶ λέξεώς φησιν ὁ Πρόκλος ὡς ‘ἀεὶ ὁ κόσμος δημιουργεῖται‘ καὶ ὅτι ‘ὡς ὁ δημιουργὸς καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτως καὶ ὁ κόσμος ἀεὶ δημιουργεῖται καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται‘, καὶ μετ’ ὀλίγα ‘ὥστε ἀεὶ ὁ κόσμος δημιουργεῖται, καὶ ὡς ἐκεῖνος καὶ δεδημιούργηκεν ἀεὶ καὶ δημιουργεῖ, οὕτω καὶ ὁ κόσμος καὶ δεδημιούργηται καὶ δημιουργεῖται ἀεὶ καὶ γινόμενος γέγονεν καὶ γεγονὼς ἀεὶ γίνεται‘ —εἰ οὖν ταῦτα ἀληθῆ, θαυμάζω, πῶς οὐ συνεῖδεν, ὡς αὐτὸς τοῖς αὑτοῦ πτεροῖς ἁλώσεται· εἰ γὰρ καὶ δεδημιούργηκεν ἤδη τὸν κόσμον ὁ θεὸς καὶ δημιουργεῖ νῦν καὶ διὰ τοῦτο καὶ ὁ κόσμος καὶ γέγονεν ἤδη καὶ γίνεται νῦν καὶ γενήσεται κατὰ τὸ ἐσόμενον τοῦ χρόνου διὰ τὸ μὴ ἀθρόαν ἔχειν πᾶσαν παροῦσαν τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια ἀλλὰ συνδιαιρουμένην τῷ χρόνῳ, ἀνάγκη δήπου τὸν νῦν γινόμενον, πρὶν τὸ νῦν ἐνστῆναι, καθὸ νῦν γίνεται, πρότερον δυνάμει εἶναι· εἰ γὰρ καὶ πρότερον ἐνεργείᾳ ἦν, ἀλλ’ οὐ καθὸ νῦν ἐστιν, ἀλλὰ καθὸ τότε ἐγένετό [τό] τε καὶ ἦν, ἐνεργείᾳ ὑπῆρχεν· εἰ γάρ, καθὸ νῦν γίνεται καὶ ἔστιν, πρὶν τὸ νῦν ἐνστῆναι ἐνεργείᾳ ἦν πρότερον, οὐκέτ’ ἂν ἀεὶ γίνοιτο ὁ κόσμος οὐδὲ τὸ εἶναι αὐτοῦ τῇ τοῦ χρόνου διαστάσει συνδιίσταται ἀλλ’ ἀθρόαν ἔχει τὴν ὕπαρξιν ὥσπερ τὰ αἰώνια.
Aet Mund.95 ἀλλ’ οὐδὲ αὐτῷ τῷ Πρόκλῳ τοιαύτη εἶναι δοκεῖ ἡ τοῦ κόσμου ὑπόστασις· λέγει γοῦν ἐν τῷ μνημονευθέντι λόγῳ κατὰ λέξιν ταῦτα ‘εἰ δὲ τὸν ποτὲ ἐσόμενον καλεῖ θεὸν τὸν κόσμον ὁ Τίμαιος (ἴσως γὰρ ἂν τοῦτό τινας θράξειεν), μήποτε ἐν μέρει χρόνου δίδωσιν αὐτῷ τὴν γένεσιν· τὸ γὰρ ποτέ τοῦ χρόνου μέρος τι εἶναι λεκτέον ἡμῖν.
Aet Mund.96 ὡς ἄρα πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτὲ ἔσται (ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέρος), εἴ τι οὖν ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ, γίνεται δὲ ἐπ’ ἄπειρον ἀλλ’ οὐ ποτέ, 〈ἀπ’ ἄλλου ποτέ〉 εἰς ἄλλο 〈ποτέ〉 ἀεὶ μεθιστάμενον, καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ· καὶ ἀεὶ μὲν ἕτερον τὸ ποτέ τοῦτο, ἔστιν δὲ ὅμως, ἐν ᾧ ἔστιν ποτέ. τὸ μὲν οὖν ἐν μέρει χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί, μιμησάμενον τῷ ἀεὶ γίνεσθαι τὸ ἀεὶ ὄν‘. εἰ οὖν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ ἐν χρόνῳ εἶναι ὁ κόσμος ἀεὶ ποτέ ἐστιν, διὰ τί, ὅσον ἐστὶν τοῦ κόσμου ἐν ὑποστάσει, τοῦτο ἐν μέρει τινὶ τοῦ χρόνου ἐστίν; ἐπεὶ μὴ ἅμα ὅλος ὁ χρόνος ὑφέστηκεν ἀλλὰ κατὰ μέρος καὶ ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καί, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν νῦν ποτέ, οὕτως καὶ ἔσται ποτέ, τὸ δὲ ποτὲ ἐσόμενον, καθὸ ἔσται ποτέ, οὔπω νῦν ἐστιν ἐνεργείᾳ, ἐπεὶ μηδὲ τὸ ἐσόμενον ποτὲ τοῦ χρόνου μέρος νῦν ἐνεργείᾳ ἐστίν—εἴη γὰρ τὸ μέλλον ἤδη ἐνεστὸς ἐνεργείᾳ—, ἀνάγκη δήπου τὴν ἐσομένην ποτὲ τοῦ κόσμου ὕπαρξιν νῦν δυνάμει εἶναι.
Aet Mund.97 οὐκοῦν καὶ ὁ αἴτιος τῆς ἐσομένης τοῦ κόσμου ὑπάρξεως νῦν δυνάμει αὐτῆς ἐστιν αἴτιος· ὥσπερ γὰρ τὸν κόσμον τὸ ἤδη ἐνεργείᾳ ποτὲ εἶναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται ποτέ, διὰ τὸ συνδιαιρεῖσθαι τῷ χρόνῳ τὴν ὕπαρξιν αὐτοῦ, οὕτως οὐδὲ τὸν αἴτιον τῆς τοῦ κόσμου ὑπάρξεως τὸ ἤδη κατ’ ἐνέργειαν αὐτὸν γεγονέναι αἴτιον, καθὸ ἤδη ὑπέστη, ἀφαιρεῖται τοῦ εἶναι δυνάμει, καθὸ ἔσται αὐτῷ αἴτιος τοῦ αὖθις εἶναι· ὡς γὰρ ἔχει τὸ γιγνόμενον, οὕτως καὶ τὸ ποιοῦν ἔχειν ἀνάγκη καὶ ἔμπαλιν, ὡς τὸ ποιοῦν, καὶ τὸ γιγνόμενον, ὡς καὶ αὐτὸς πολλάκις ἐν τοῖς ἔμπροσθεν ὁ Πρόκλος εἴρηκεν· εἰ γάρ, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ ἐνεργείᾳ ὁ θεός ἐστιν αἴτιος, ὅταν δὲ τὸ αἴτιόν τε καὶ ποιοῦν ἐνεργείᾳ ᾖ, καὶ τὸ αἰτιατόν τε καὶ γιγνόμενον ἐνεργείᾳ ἔσται, ὡς ἀρτίως λέγοντος τοῦ Πρόκλου ἠκούσαμεν, ἐν αἷς πρὸ ὀλίγου λέξεσιν αὐτοῦ παρεθήκαμεν, καὶ ἡ ἐσομένη ἄρα ποτὲ τοῦ κόσμου ὑπόστασις νῦν ἐνεργείᾳ ἔσται· ὥστε καὶ ὁ ἐσόμενος χρόνος, ἐν ᾧ ἔσται ποτὲ ἡ ἐσομένη τοῦ κόσμου ὕπαρξις, νῦν ἐνεργείᾳ ἔσται· τὸ ἄρα μέλλον ἐνέστηκεν ἤδη κατ’ ἐνέργειαν, ὅπερ γελοῖόν τε καὶ ἀδύνατον. οὐκ ἄρα ἐνδέχεται, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν αὐτοῦ τὸν θεὸν ἐνεργείᾳ εἶναι δημιουργόν. οὐκοῦν εἰ, καθὸ ἔσται ποτὲ ὁ κόσμος, νῦν οὔπω ἐστὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ὁ αἴτιος ἄρα τῆς ἐσομένης αὐτοῦ ὑπάρξεως νῦν δυνάμει ἐστὶν αὐτοῦ αἴτιος, καθὸ γενήσεται, ἐπεὶ καὶ τοῦ ἐσομένου χρόνου δυνάμει νῦν αἴτιος ὁ θεός.
Aet Mund.98 ἀεὶ δὲ ἔσται χρόνος καὶ ἀεὶ ἔσται ποτὲ ἡ τοῦ κόσμου ὕπαρξις, ἀεὶ ἄρα καὶ ὁ θεὸς δυνάμει ἔσται καὶ τοῦ χρόνου καὶ τοῦ κόσμου αἴτιος· ὡς γὰρ τὸν οἰκοδόμον τὸ ἤδη ᾠκοδομηκέναι οὐκ ἀφαιρεῖται τοῦ εἶναι δυνάμει τῶν οἰκοδομηθησομένων οἰκοδόμον, ἀλλά, καθὸ μὲν ᾠκοδόμηκεν, ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, καθὸ δὲ οἰκοδομήσει, δυνάμει, οὕτω δήπου καὶ ὁ θεός, καθὸ μὲν ὑπέστησε ποτὲ κόσμον καὶ τὸν χρόνον, ἐνεργείᾳ ἐστὶν αὐτῶν αἴτιος, καθὸ δὲ ἔσται ποτὲ ὅ τε κόσμος καὶ ὁ χρόνος, δυνάμει ἦν τε καὶ ἔστιν αὐτῶν αἴτιος· ἀεὶ δὲ ἔσται ποτὲ ὁ κόσμος καὶ ὁ χρόνος, ἀεὶ ἄρα δυνάμει ἔσται αὐτῶν δημιουργὸς ὁ θεός. ὅσῳ οὖν χεῖρόν τε καὶ ἀτελέστερον τὸ ἀεὶ εἶναι δυνάμει τοῦ ποτέ, τοσούτῳ μᾶλλον εἰς μείζονα ἀτοπίαν ἐκπίπτει ἡ περὶ τῆς ἀειγενεσίας τοῦ κόσμου αὐτῶν ὑπόθεσις διὰ τὴν περιδέξιόν τε καὶ ἄφυκτον αὐτῶν κατὰ τῆς ἀληθείας ἐπιχείρησιν. ειʹ. Οὐκ ἄχρηστον δ’ οἶμαι τὴν τοῦ Πρόκλου περὶ τοὺς λόγους κακουργίαν κατανοῆσαι καὶ ἐν οἷς αὐτοῦ νῦν παρεθέμεθα ῥήμασιν. συναισθόμενος γὰρ τοῦ λόγου, εἰς ὅτι φέρεται, λέγω δὴ εἰς τὸ τὸν δημιουργὸν ἀεὶ δυνάμει εἶναι, ἐπικρύψαι μὲν τοῦτο τῇ δεινότητι τοῦ λόγου ἐπιχειρεῖ, οὐδὲν δὲ ἧττον καὶ οὕτως εὐφώρατος ὑπὸ τῆς ἀληθείας γεγένηται· εἰπὼν γὰρ ὡς ‘πᾶν τὸ ἐν χρόνῳ ὂν εἴτε ἀπείρῳ εἴτε πεπερασμένῳ ἀεὶ ποτέ ἐστιν, διότι, ὅσον ἔστιν αὐτοῦ, ἔν τινι χρόνῳ τοῦτό ἐστιν· οὐ γὰρ ἅμα ὅλος ὁ χρόνος ἐστὶν ἀλλὰ κατὰ μέροσ‘ καὶ πάλιν ὅτι ‘εἴ τι ἐν χρόνῳ ἐστίν, κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ποτέ ἐστιν‘ καὶ ὅτι ‘ἀεὶ ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεθίσταται καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ‘ καὶ ὅτι ‘ἀεὶ μὲν ἕτερον τὸ ποτέ, ἔστιν δ’ ὅμως, ἐν ᾧ ἔστιν ποτέ‘, ταῦτα εἰπὼν καὶ συναισθόμενος, ὅπερ εἶπον, ὡς ἀνάγκη κατὰ τὰς αὑτοῦ ὑποθέσεις τὸν τοῦ ποτὲ ἐσομένου αἴτιον, καθὸ ἔσται ποτέ, νῦν δυνάμει εἶναι αἴτιον—οὐ γὰρ δή γε ἐνεργείᾳ, εἴ γε ἀδύνατον τὸ ἐσόμενον, καθὸ ἔσται, νῦν ἐνεργείᾳ εἶναι—, ἐπικρύψαι τοῦτο βουλόμενος προσέθηκεν ὡς ‘ἔστιν μὲν ποτέ, γίνεται δ’ ἐπ’ ἄπειρον ἀλλ’ οὐ ποτέ‘ καὶ πάλιν ‘τὸ μὲν οὖν ἐν μέρει τοῦ χρόνου τὴν ὑπόστασιν ἔχον καὶ γίνεται ποτὲ καὶ ἔστιν ποτὲ 〈καὶ ἔσται ποτέ〉, τὸ δὲ ἐν παντὶ τῷ χρόνῳ ἔστιν μὲν ποτέ, γίνεται δὲ ἀεί‘, ἵνα τῷ ἀεὶ λέγειν γενέσθαι καὶ μὴ ποτὲ ἐκφύγῃ τὸ δυνάμει λέγειν εἶναι τὸν τοῦ γινομένου ποιητήν, ὡς νενόμικεν.
Aet Mund.99 καίτοι εἴπερ ἀεὶ ἐν συνεχεῖ καὶ ἀδιακόπῳ γενέσει ὁ κόσμος ὑφέστηκεν καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, εἰ μὴ ποτὲ γίνεται ἀλλ’ ἀεί, οὐ ποτὲ ἔσται ἀλλ’ ἀεί· τὸ γὰρ εἶναι αὐτοῦ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχει. εἰ δὲ διὰ τὸ ἐν χρόνῳ ὑφεστάναι τὸν κόσμον καὶ μὴ ἔχειν ἀθρόαν πᾶσαν ὁμοῦ τὴν αὑτοῦ ἐνεστηκυῖαν ὕπαρξιν ὡς τὰ αἰώνια, διότι μηδὲ ὁ χρόνος ὅλος ἅμα ὑφέστηκεν ὥσπερ ὁ αἰών, διὰ τοῦτο ἀεὶ ἐν τῷ ποτέ ἐστιν ὁ κόσμος καὶ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, ἀπὸ ἄλλου ποτέ εἰς ἄλλο ποτέ μεταβαίνων ἀεί, τὸ δὲ εἶναι αὐτοῦ ταὐτόν ἐστιν τῷ γίνεσθαι, ἀνάγκη ἄρα, ὥσπερ ἦν ποτὲ καὶ ἔστιν ποτὲ καὶ ἔσται ποτέ, οὕτως καὶ γεγονέναι ποτὲ καὶ γίνεσθαι ποτὲ καὶ γενήσεσθαι ποτέ· οὐ γὰρ ἄλλως τοῦ εἶναι μετέχει ἢ ἐν τῷ γίνεσθαι.
Aet Mund.100 εἰ οὖν τὸ γίνεσθαι ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτοῦ ἢ αἴτιον τοῦ εἶναι τὸ γίνεσθαι, ἀνάγκη πᾶσα, ὡς ἔχει τὸ εἶναι αὐτοῦ, οὕτως ἔχειν καὶ τὸ γίνεσθαι, εἰ μὲν ταὐτὸν εἴη, διὰ τοῦτο, εἰ δὲ αἴτιον, διότι δοκεῖ καὶ αὐτοῖς, ὡς ἔχει τὸ αἰτιατόν, οὕτως ἔχειν καὶ τὸ αἴτιον καὶ ἔμπαλιν, ὡς τὸ αἴτιον, οὕτω καὶ τὸ αἰτιατόν. ὥστε, εἰ ποτέ ἐστιν ὁ κόσμος, καὶ γίνεται ποτὲ ἐξ ἀνάγκης. καὶ χωρὶς δὲ τοῦ γίνεσθαι αὐτὸ καθ’ αὑτὸ τὸ λέγειν ἔσεσθαι ποτὲ τὸν κόσμον, εἰ μὴ ἄνευ τοῦ δημιουργικοῦ αἰτίου ἔσται, ἀνάγκη καὶ τὸ τοῦ ἐσομένου αἴτιον, καθὸ ἔσται, νῦν δυνάμει εἶναι κατὰ τὰς ἰδίας αὐτῶν ὑποθέσεις. εἰ οὖν ἀεὶ τὸ μέλλειν ἔσεσθαι ἔχει ὁ κόσμος, ἐπεὶ καὶ ὁ χρόνος, ἀνάγκη καὶ τὸ αἴτιον τοῦ ἀεὶ ἐσομένου, καθὸ ἔσται, δυνάμει εἶναι. ὥστε καὶ χωρὶς τοῦ λέγειν μέλλειν τὸν κόσμον γίνεσθαι εἰς τὴν αὐτὴν ἀτοπίαν ὁ λόγος ἀπάγεται, λέγω δὴ τὸ ἀεὶ δυνάμει δημιουργὸν εἶναι τὸν θεὸν καὶ ἀεὶ ἀτελῆ, διὰ τὰς ἀφύκτους αὐτῶν ἐπιχειρήσεις. οὐδὲ τῇ δεινότητι ἄρα συσκιάσαι τὴν ἀτοπίαν τῶν ἰδίων ὑποθέσεων ὁ Πρόκλος δεδύνηται. ϛιʹ.
Aet Mund.101 Εἰ οὖν κατὰ τὰς εὐσεβεῖς περὶ θεοῦ ἐννοίας αὐτὸς ἑαυτοῦ πλήρωμά ἐστιν ὁ θεὸς μηδενὸς τοῦ ὑπ’ αὐτοῦ παρηγμένου εἰς τελείωσιν δεόμενος, δῆλον, ὡς οὐδὲ ἐκ τῆς τῶν πραγμάτων ὑπάρξεως προσλαμβάνει τι εἰς τελείωσιν οὔτε ἐκ τοῦ μὴ εἶναι ταῦτα αὐτὸς ἑαυτοῦ ἀτελέστερος ἔσται, ὥσπερ κατὰ Πλωτῖνον καὶ τὰ μήπω ὄντα ὡς ὄντα τῷ θεῷ πάρεστιν. παρεθήκαμεν οὖν αὐτοῦ καὶ πρότερον περικοπὴν ἐκ τοῦ λόγου τοῦ περὶ τῶν νοητῶν ἢ περὶ τἀγαθοῦ, ἧς καὶ νῦν μνησθῆναι ἄξιον· περὶ γὰρ τῆς δημιουργικῆς τοῦ θεοῦ δυνάμεως διαλεγόμενος ἐν ἐκείνοις ταῦτά φησιν ‘ἀλλὰ μὴν εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ καὶ τοῦ μέλλοντος ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν‘. εἰ οὖν κατὰ τὸν φιλόσοφον Πλωτῖνον τὸ μέλλον καὶ μήπω γενόμενον ἤδη τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρ’ αὐτῷ ὕστερον, ἀλλὰ τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν τῷ θεῷ καὶ ἀεὶ πάρεστιν καὶ οὕτω πάρεστιν ὡς προνενοημένον εἰς τὸ ὕστερον καὶ διὰ τοῦτο ἑκάστη τοῦ θεοῦ ἐνέργεια τελεία ἐστὶν ὡς τῇ προγνώσει εἰληφυῖα τὰ ὕστερον ἔσεσθαι μέλλοντα, ὡς μηδὲν ἐλλείπειν μηδὲ δεῖσθαι μηδενὸς τότε τὴν τοῦ θεοῦ ἐνέργειαν, ὁπόταν τὸ πρὶν μέλλον ὕστερον ἤδη παράγει, εἰ ταῦτα ἀληθῆ, ἀνάγκη δήπου τὰ αὐτὰ συγχωρεῖν αὐτούς, καὶ εἰ ἀπό τινος ἀρχῆς ὁ κόσμος ὑπέστη.
Aet Mund.102 ὥστε δηλονότι καὶ πρὶν ὑποστῇ ὁ κόσμος παρῆν τῷ θεῷ ὡς προνενοημένος 〈εἰς τὸ〉 ὕστερον καὶ διὰ τοῦτο τελεία ἡ δημιουργικὴ τοῦ θεοῦ ἐνέργεια τῷ μηδὲν ὕστερον εἶναι παρὰ τῷ θεῷ, διότι τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν αὐτῷ τῇ προγνώσει, καὶ τῷ μηδὲν ὕστερον δεῖσθαι προσλαβεῖν εἰς τὴν τοῦ κόσμου παραγωγήν. τούτων οὖν οὕτως καὶ παρὰ αὐτοῖς κατὰ τὰς κοινὰς περὶ θεοῦ ἐννοίας ὡμολογημένων πῶς οὐ λίαν εἰσὶν ἀναιδεῖς καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς δόξαντα φάσκοντες ὡς, εἰ μὴ ἀίδιος εἴη ὁ κόσμος, πρὶν γενέσθαι αὐτὸν ἀτελὴς ἔσται ὁ τούτου δημιουργὸς καί, ὁπηνίκα δημιουργοίη, χρόνου τε δεήσεται καὶ ἀλλοιώσεως οὐκ ἄμοιρος ἔσται; αὐτὸς οὖν ἑαυτοῦ κατὰ πάντα πλήρωμα ὢν ὁ θεὸς οὐδὲν 〈ἐκ τῆσ〉 πρὸς τὰ ἔξω σχέσεως προσλήψεται εἰς τελείωσιν. Τέλος λύσεως τοῦ τετάρτου λόγου. Πρόκλου διαδόχου λόγος πέμπτος.
Aet Mund.103.(1n) “Πέμπτος· ἐπὶ τούτοις, εἰ ἅμα οὐρανῷ χρόνος ἐστὶν καὶ οὐρανὸς 〈χρόνῳ, οὔτε οὐρανὸσ〉 ἔστιν χρόνου μὴ ὄντος οὔτε χρόνος οὐρανοῦ μὴ ὄντος. χρόνος δὲ οὐκ ἦν ὅτε οὐκ ἦν οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· εἰ γὰρ ἦν ὅτε οὐκ ἦν χρόνος, ὡς ἔοικεν ὅτε οὐκ ἦν χρόνος ἦν χρόνος· τὸ γὰρ ποτὲ ὂν διὰ τὸ ποτὲ μὴ εἶναι λέγεται εἶναι ποτέ, μήτε ἀεὶ ὂν μήτε οὐδέποτε, μέσον δ’ ἀμφοῖν· ὅπου δ’ ἂν ᾖ τὸ ποτέ, χρόνος ἐστίν. καὶ εἰ ἔσται ὅτε οὐκ ἔσται χρόνος, μεταπεσὼν ἀπὸ τοῦ εἶναι ποτὲ εἰς τὸ μὴ εἶναι ποτὲ χρόνου μὴ ὄντος ἔσται χρόνος τότε, ὅτε οὐκ ἔσται χρόνος· τὸ γὰρ ποτέ χρονικόν. εἰ οὖν μήτε ἦν ὅτε οὐκ ἦν χρόνος μήτε ἔσται ὅτε οὐκ ἔσται—τὸ γὰρ ἐφ’ ἑκάτερα ποτέ οὐκ ὄντος χρόνου ἔσται χρονικὸν ὑπάρχον—, ἀεὶ ἄρα ἔστιν χρόνος· τῷ γὰρ ποτέ ἢ τοῦτο ἀντικείσεται ἢ τὸ οὐδέποτε· ἀλλὰ τὸ οὐδέποτε ἀδύνατον· ἔστιν γὰρ ὅλως χρόνος· ἀεὶ ἄρα ἔστιν χρόνος. ἅμα δὲ ὁ οὐρανὸς χρόνῳ καὶ οὐρανῷ χρόνος· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως, ὡς ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆς· ὃ καὶ αὐτὸ δείκνυσιν ἀεὶ τὸν χρόνον ὄντα, ἵνα μὴ ὁ αἰὼν ἢ μηδενὸς ᾖ παράδειγμα χρόνου μὴ ὄντος αἰὼν ὑπάρχων ἢ μηδὲ αὐτὸς ἔχῃ τὸ ἀεὶ μένειν ὅ ἐστιν μεταβάλλων ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἢ εἰς τὸ μὴ εἶναι ἐκ τοῦ εἶναι παράδειγμα. καὶ ὁ οὐρανὸς ἄρα ἐστὶν ὡς ὁ χρόνος ὁμόγονος ὢν τῷ χρόνῳ καὶ οὔτε πρότερον οὔθ’ ὕστερον χρόνου γεγονώς, ἀλλὰ τὸν ἅπαντα χρόνον, ὥς φησιν ἐκεῖνος, γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.
Aet Mund.104 ” Κεφάλαια τῆς λύσεως τοῦ εʹ λόγου. αʹ. Ὅτι σοφιστικῶς ὁ Πρόκλος οὐ τὴν τῶν λεγομένων διάνοιαν ἀλλὰ τὴν ἀσθένειαν περιξέει τῶν λέξεων. βʹ. Ὅτι οὐ πάντως τὸ ποτέ χρονικὸν πρόσρημα, καθ’ οὗ ἂν κατηγορεῖται, χρόνου τμῆμα δηλοῖ. γʹ. Ὅτι οὐδὲ τὰ λοιπὰ τῶν χρονικῶν προσρημάτων πανταχοῦ χρόνου ἐστὶν πάντως δηλωτικά. δʹ. Ὅτι, κἂν λέγωμεν ‘ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται‘, τὸ ‘ἦν‘ τοῦτο καὶ τὸ ‘ποτέ‘ πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν ἐκλαμβάνοντες οὐ τμήματος χρόνου δηλωτικὸν νοοῦμεν ἀλλὰ τοῦ αἰῶνός τινα ὕπαρξιν, ἐν ᾧ οὐκ ἦν ἢ ἔσται χρόνος. εʹ. Ὅτι, κἂν παράδειγμα ἦν ὁ αἰὼν τοῦ χρόνου, οὐκ ἀνάγκη καὶ τὸν χρόνον ἀεὶ εἶναι, ὡς ὁ αἰὼν ἀεί ἐστιν. Λύσις τοῦ πέμπτου λόγου. αʹ. Λίαν καὶ τοῦτο σοφιστικὸν τὸ ἐπιχείρημα· οὐ γὰρ πρὸς τὸ σημαινόμενον τοῦ λόγου ἀλλὰ πρὸς τὴν λέξιν τὴν ὑπάντησιν ἐποιήσατο. εἰ γὰρ ἦν, φησίν, ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται, ἦν ποτε ὅτε οὐκ ἦν ὁ χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται· τὸ δὲ ποτέ, φησίν, χρόνου δηλωτικόν ἐστιν, καὶ ὅπου δ’ ἂν ἦν τὸ ποτέ, χρόνος ἐστίν· οὐκοῦν ἦν χρόνος, ὅτε οὐκ ἦν χρόνος, καὶ ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος.
Aet Mund.105 ταῦτα μὲν ὁ φιλόσοφος, καίτοι γε οὐκ ἀγνοῶν, ὡς οὐ πάντως αἱ λέξεις τὸ ἀκραιφνὲς τῶν νοημάτων ἀπεικονίζειν ἰσχύουσιν. τί οὖν, ἐὰν ἡμεῖς τὸ λίαν αὐτοῦ τῶν λέξεων ἐξεταστικὸν ἀποφεύγοντες μὴ λέγωμεν, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν χρόνος, μήτε ὅτι ἔσται ποτέ, ὅτε οὐκ ἔσται, ἀλλ’ ἁπλῶς οὑτωσί, ὅτι οὐκ 〈ἀεί〉 ἐστιν χρόνος, ἀλλ’ ἀρχὴν καὶ τέλος ἔχει τοῦ εἶναι; εἰ δὲ τοῦτο λεγόντων ἡμῶν συνάγοι ὁ φιλόσοφος, ὡς ὅτι τὸ μὴ ἀεὶ ὂν διὰ τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε ἀνάγκη ποτὲ εἶναι καὶ ποτὲ μὴ εἶναι, ἵνα τῆς τοῦ ποτέ δράξηται λέξεως, συγχωρείτω καὶ ἡμῖν τὸν σοφιστικὸν αὐτοῦ μιμουμένοις τρόπον μικρόν τι προσπαῖξαι τῷ λόγῳ· καλῶς γὰρ Ὁμήρῳ τῷ σοφῷ δοκεῖ, ὁποῖόν κ’ εἴποι τις ἔπος, τοίου κ’ ἐπακοῦσαι. ὅπως οὖν τὸ σοφὸν τὸ ἑαυτοῦ νεανικῶς ἀποφεύξεται. βʹ. Ἐπειδὴ γὰρ τοῦ χρόνου τὸ μὲν παρῴχηκεν, τὸ δὲ μέλλει, πότερον τὸ μέλλον τοῦ χρόνου οἷον ἡ αὔριον ἡμέρα ἔσται ποτὲ ἢ οὔ; εἰ γὰρ μὴ ἀεί ἐστιν ἡ αὔριον, ποτὲ ἔσται· τῷ γὰρ ποτέ ἢ τὸ ἀεί ἀντικείσεται ἢ τὸ οὐδέποτε (τοῖς γὰρ αὐτοῦ χρήσομαι ῥήμασιν). εἰ οὖν ἑκάτερον ψεῦδος (τὸ γὰρ μέλλον οὔτε ἀεί ἐστιν οὔτε οὐδέποτε, ἐπεὶ οὐκέτ’ ἂν ἦν μέλλον), ἀνάγκη πάντως ποτὲ εἶναι. εἰ οὖν τὸ ποτέ χρόνου ἐστὶν δηλωτικόν, καὶ τὸ μέλλον δὲ τοῦ χρόνου χρόνος ἐστίν, ἔσται ἄρα χρόνος, ὅτε ἔσται χρόνος. τὶς οὖν χρόνος, ἐν ᾧ ὁ μέλλων χρόνος οἷον ἡ αὔριον ἔσται. καὶ πάλιν περὶ ἐκείνου ἡ αὐτὴ ἀπορία· κἀκεῖνος γὰρ ἢ ποτὲ ἔσται ἢ ἀεὶ ἢ οὐδέποτε.
Aet Mund.106 ψεύδους δὲ ὄντος τοῦ τε ἀεὶ καὶ τοῦ μηδέποτε (τὸ γὰρ ποτέ μέρος τι δηλοῖ χρονικόν), ποτὲ ἄρα ἔσται τὸ ποτέ· τὸ δὲ ποτέ χρόνος· κἀκεῖνος οὖν ὁ χρόνος ἐν χρόνῳ ἔσται, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀλλ’ οἶμαι μειρακίοις παίζουσι τὸ τοιοῦτο τῶν συλλογισμῶν μᾶλλον δὲ παραλογισμῶν εἶδος ἁρμόσει, οἵτινες μικρὰ τῆς ἀληθείας καὶ τῆς τῶν λεγομένων ἐννοίας φροντίζοντες τὰς λέξεις περισπαράττουσιν ἐπέχειν τῇ περὶ τὰς συλλαβὰς ἀδολεσχίᾳ τὴν τοῦ λόγου φορὰν μηχανώμενοι, ἀλλ’ οὐκ ἀνδράσιν νοῦν ἔχειν ἐπαγγελλομένοις· δεῖ γὰρ τῆς τῶν λεγομένων ἐννοίας στοχάζεσθαι, κἂν τὸ τῆς λέξεως ἀσθενὲς μὴ ἐφικνῆται τῆς ἀκριβοῦς τῶν σημαινομένων δηλώσεως. ὡς οὖν ἐνταῦθα ποτὲ ἔσεσθαι λέγοντες τὸ μέλλον τοῦ χρόνου οἷον τὴν αὔριον οὐ χρόνον εἰσάγομέν τινα διὰ τοῦ ποτέ, εἰ καὶ χρονικῆς σημασίας δηλωτικόν ἐστιν τὸ ποτέ, ἀλλὰ μόνον τὸ μὴ ἀεὶ εἶναι τὸ μέλλον διὰ τούτου δηλοῦμεν, οὕτω δήπου, κἄν τις εἴποι ποτὲ μὴ εἶναι τὸν χρόνον ἢ ποτὲ μὴ ἔσεσθαι, οὐ χρόνον διὰ τοῦ ποτέ σημαίνει ἕτερον, ἐν ᾧ οὐκ ἦν ἢ οὐκ ἔσται χρόνος, ἀλλὰ μόνον τὸ μήτε ἀεὶ εἶναι μήτε μηδέποτε διὰ τοῦ ποτέ σημαίνει· μέσον γὰρ τῷ ὄντι ἔσται τὸ ποτέ τοῦ τε ἀεί καὶ τοῦ μηδέποτε· εἰ γὰρ ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ, δηλονότι καὶ ἐν τῷ λέγειν ποτὲ εἶναι τὸ μέλλον τοῦ χρόνου τμῆμα χρόνον σημαίνει τὸ ποτέ· τοῦ γὰρ ποτὲ μὴ εἶναι κατάφασίς ἐστιν τὸ ποτὲ εἶναι. ὅπερ ἂν οὖν ἐν τῇ καταφάσει σημαίνει τὸ ποτέ, τοῦτο καὶ ἐν τῇ ἀποφάσει σημαίνειν ἀνάγκη.
Aet Mund.107 εἰ οὖν ἐν τῷ λέγειν ποτὲ εἶναι καὶ μὴ ἀεὶ τὸ μέλλον οἷον τὴν αὔριον ἡμέραν οὐκ ἴδιόν τινα χρόνον σημαίνει αὐτὸ καθ’ αὑτὸ τὸ ποτέ, οὐδ’ ἄρα ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον ἰδίου τινὸς χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ· ὡς γὰρ ἐπὶ τοῦ μερικοῦ χρόνου οἷον τῆς αὔριον ποτὲ ἐσομένης καὶ οὐκ ἀεὶ οὐ χρόνον σημαίνει τὸ ποτέ, οὕτως οὐδὲ ἐπὶ τοῦ ὅλου χρόνου ποτὲ εἶναι ἢ μὴ εἶναι λεγομένου καὶ μὴ ἀεὶ χρόνον ἐξ ἀνάγκης σημαίνει τὸ ποτέ, ἀλλὰ καθ’ ἑκάτερον οὐδὲν ἕτερον σημαίνεται ἢ τὸ μὴ ἀεὶ εἶναι τὸν χρόνον, οὗ κατηγορεῖται τὸ ποτέ. πῶς οὖν οὐ γελοῖον ἄνδρα φιλόσοφον ἀληθείας μόνης ἀντέχεσθαι φρυαττόμενον μὴ τῆς ἐννοίας τοῦ λόγου στοχάζεσθαι, ἐπιπηδᾶν δὲ ταῖς λέξεσιν, ἐπεὶ μὴ ἄλλως σημαίνειν ἐνδέχεται τά τε ἀρχὴν καὶ τέλος τοῦ εἶναι ἔχοντα ἢ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν; γʹ. Ὅτι δὲ οὐ πάντως ἅμα τῷ χρήσασθαι χρονικῷ τινι προσρήματι εὐθὺς καὶ χρόνος συνεπινοεῖται, δῆλον ἐντεῦθεν· εἰ γάρ τις οὕτως εἴποι ‘ὅτε τὸ κινούμενον παύσεται τοῦ κινεῖσθαι, τότε καὶ τοῦ ἠρεμεῖν ἄρχεται‘, ἆρα ὁ οὕτως λέγων, ἐπειδὴ χρονικοῖς προσρήμασιν ἐχρήσατο τῷ ὅτε καὶ τῷ τότε, εὐθὺς καὶ χρόνον ἐδήλωσεν; ἀλλ’ ἀδύνατον· ἐν ἑνὶ γὰρ καὶ τῷ αὐτῷ νῦν παύεταί τε τὸ κινούμενον τοῦ κινεῖσθαι καὶ ἄρχεται τοῦ ἠρεμεῖν· οὐδὲ γὰρ τὸ τῆς κινήσεως τέλος οὐδὲ ἡ ἀρχὴ τῆς ἠρεμίας ἐν χρόνῳ ἐστίν· ἐν γὰρ τῷ χρόνῳ ἢ ἠρεμεῖν ἀνάγκη ἢ κινεῖσθαι τὸ πεφυκός· ὑπόκειται δὲ οὔτε κίνησις οὔτε ἠρεμία, ἀλλὰ κινήσεως μὲν τέλος ἀρχὴ δὲ ἠρεμίας· οὐκ ἄρα χρόνου δηλωτικόν ἐστιν ἐνταῦθα τὸ ὅτε καὶ τότε, ἀλλὰ τὸ πέρας δηλοῖ τοῦ χρόνου, καθ’ ὃν ἡ κίνησις ἐγίνετο, καὶ τὴν ἀρχὴν πάλιν τοῦ χρόνου, καθ’ ὃν ἡ ἠρεμία ἔσται.
Aet Mund.108 ὥστε οὐ πάντως τὰ χρονικὰ προσρήματα, ὅπου δ’ ἂν παραληφθῇ, χρόνον εὐθὺς σημαίνει. τί οὖν κωλύει καὶ ἐπὶ τοῦ προκειμένου, εἴπερ λέγοιτο ὡς ‘ἔσται ποτέ, ὅτε οὐκ ἔσται χρόνοσ‘, τὸ ποτέ μὴ χρόνον νοεῖν ἀλλὰ τοῦ χρόνου πέρας, καθ’ ὃ τοῦ εἶναι παύσεται ὁ χρόνος; καὶ εἰ λέγοιτο ποτὲ γεγονέναι ὁ χρόνος, οὐκ ἐξ ἀιδίου εἶναι, τότε πάλιν νοεῖν τὴν τοῦ χρόνου ἀρχὴν καὶ τὸ πρῶτον σημεῖον ἤτοι τὸ νῦν, καθ’ ὃ τοῦ εἶναι ἤρξατο; κατὰ τοῦτον δὴ τὸν τρόπον οὐδὲ τὸ ἦν ἢ ἔσται, ἐφ’ ὅτου ἂν λεχθῇ, πάντως σημαντικά ἐστιν χρόνου· ὑπάρξεως μὲν γάρ ἐστιν δηλωτικὸν τὸ ἔστιν ῥῆμα, παρέπεται δὲ αὐτῷ καὶ ἡ τοῦ χρόνου δήλωσις, ὥσπερ καὶ ἑκάστῳ ῥήματι ἄλλο τι σημαίνοντι παρέπεται καὶ τοῦ χρόνου τμῆμα δηλοῦν, οὐ μὴν διὰ τοῦτο καὶ χρόνον πάντως δηλώσει, καθ’ οὗ ἂν λέγηται, τὸ ἦν ἢ ἔσται· εἰ γάρ τις οὕτως εἴποι ὅτι ‘καὶ πρὶν ἀνθρώπους ἢ πάντας ἢ τινὰς γνῶναι θεὸν ἦν θεόσ‘, ἆρα τὸ ἦν ἐνταῦθα τοῦ θεοῦ κατηγορούμενον χρόνον σημαίνει ἢ χρόνου τι οἷον ἢ πέρας ἢ ἀρχήν; ἀλλ’ ἀδύνατον· οὐ γάρ ἐστιν ἐν χρόνῳ τὸ θεῖον. μόνης οὖν τῆς τοῦ θεοῦ ὑπάρξεως ἐνταῦθα δηλωτικόν ἐστιν τὸ ἦν ῥῆμα· εἰ γὰρ πάντως χρόνου δηλωτικὸν εἴη τὸ ἦν, ἐπεὶ χρόνου τοῦ παρεληλυθότος δηλωτικόν ἐστιν, τὸ δὲ παρεληλυθὸς οὐκ ἔστιν, ὅταν ἄρα ὁ Πλάτων περὶ τοῦ θεοῦ λέγῃ ‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνοσ‘, τὸν θεὸν δήπου κατὰ τὸν σοφὸν Πρόκλον ἐν χρόνῳ πεποίηκεν καὶ χρόνῳ τῷ παρεληλυθότι καὶ διὰ τοῦτο ἢ μηκέτι θεὸν ὄντα ἢ μηκέτι ἀγαθὸν ὄντα ἢ τῇ τομῇ τοῦ χρόνου συνδιιστάμενον καὶ μὴ ἀθρόαν ἅμα καὶ αἰωνίαν τὴν ὕπαρξιν ἔχοντα· καθ’ οὗ γὰρ ἂν τὸ ἦν κατηγορηθῇ, κατὰ τούτου τὸ ἔστιν οὐ κατηγορεῖται· ὁ γὰρ λέγων ‘Σωκράτης ἦν‘ δηλονότι ὡς νῦν μὴ ὄντος· οὐ γὰρ δυνατὸν ἁπλῶς οὑτωσὶ μόνον λέγειν ὅτι ‘οὐρανὸς ἦν‘· ἔστιν γὰρ καὶ νῦν, ὥσπερ, εἴ τις ἄνθρωπος ἀγαθὸς ὑπάρχοι, οὐ δυνατὸν περὶ αὐτοῦ λέγειν ἀδιορίστως ὅτι ‘ἀγαθὸς ἦν‘ ἀλλ’ ὅτι ‘ἀγαθός ἐστιν‘· περὶ μέντοι τοῦ μηκέτι ὄντος ἀγαθοῦ ἀλλὰ μεταβληθέντος εἰς κακίαν εἴποι ἄν τις ‘ἀγαθὸς ἦν‘ ὡς νῦν δηλονότι μηκέτι ἀγαθοῦ ὄντος· εἰ γὰρ καὶ λέγεται ἐπὶ τῶν ἐν παρατάσει χρόνου τὸ εἶναι ἐχόντων καὶ ἔτι ὑφεστώτων, ὅτι καὶ ἦν καὶ ἔστιν, ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ (καὶ γὰρ ἦν ὁ οὐρανὸς καὶ ἔστιν νῦν), ἀλλὰ καθὸ ἦν νῦν δηλονότι οὐκ ἔστιν· τὸ γὰρ εἶναι αὐτοῦ τὸ ἐν τῷ παρῳχηκότι χρόνῳ νῦν οὐκ ἔστιν· οὕτω γὰρ τὸ παρῳχηκὸς ἐνεστὸς ἦν.
Aet Mund.109 ὥστε, καθὸ τὸ ἦν τινος κατηγορεῖται, κατὰ τὴν ἄτομον ἐκείνην ὕπαρξιν οὐκ ἔστιν νῦν. εἰ οὖν περὶ θεοῦ λέγων ὁ Πλάτων ‘ἀγαθὸς ἦν‘ οὐκ ἐν χρόνῳ ποιεῖ τὸ θεῖον οὐδὲ συνδιίστησιν αὐτὸ τοῖς τοῦ χρόνου τμήμασιν, οὐκ ἄρα τὸ ἦν χρόνον πάντως δηλοῖ, καθ’ οὗ ἂν λέγηται. καὶ ἄλλως· ἀνάγκη πᾶσα αὐτοὺς ἢ συγχωρεῖν εἶναι τινὰ τῶν νοητῶν καὶ θείων ὑπερκόσμιά τε καὶ τῆς τῶν σωμάτων σχέσεως ἐλεύθερα καὶ ἔτι μᾶλλον αὐτὸν τὸν θεὸν τὴν πρώτην τῶν νοητῶν καὶ πάντων ἁπλῶς αἰτίαν καὶ ἀρχὴν ἢ οὐδὲν εἶναι φήσουσιν τῶν νοητῶν τῆς τῶν σωμάτων κοινωνίας καὶ σχέσεως κεχωρισμένον.
Aet Mund.110 εἰ μὲν οὖν μηδὲν εἴη τῶν ὄντων μηδὲ αὐτὸ τὸ πρῶτον τὴν οὐσίαν καὶ τὸ εἶναι ἄσχετον ἔχον πρὸς τὰ σώματα, οὐδ’ εἶναι χωρὶς σωμάτων δύναιτο ἄν· ἀναιρουμένων γὰρ τῶν σωμάτων καὶ τὰ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχοντα συναναιρεῖσθαι ἀνάγκη· οὕτω δ’ ἂν εἰς τὸ εἶναι αὐτῶν συντελέσει τὰ σώματα καὶ αἴτιά πως ἔσται τῆς ἐκείνων ὑπάρξεως. ἀλλ’ εἰ τοῦτο ἄτοπον, ἀνάγκη ἄρα πᾶσα τὰς νοητὰς οὐσίας καὶ καθ’ ὑπεροχὴν ἀσυγκρίτως τὸν πάντων αἴτιον θεὸν πάσης τῆς πρὸς τὰ σώματα καὶ τὸν κόσμον σχέσεως τὸ εἶναι ἔχειν ὑπέρτερον. ἀλλὰ μὴν καὶ ὅτι ὁ χρόνος οὐδὲν ἄλλο ἐστὶν ἢ κινήσεως σωμάτων ἀριθμὸς ἢ καὶ ἁπλῶς εἰπεῖν περὶ τὰ σώματα τὸ εἶναι ἔχει, καὶ τοῦτο πᾶσι συνδοκεῖ· ἐνιαυτοὶ γὰρ καὶ μῆνες ἡμέραι τε καὶ νύκτες, ἅτινά ἐστιν χρόνου μέρη, οὐκ ἔξω σωμάτων τὸ εἶναι ἔχουσιν. εἰ δὲ ἀριθμὸς κινήσεώς ἐστιν ὁ χρόνος, τρίτην δηλονότι τάξιν ἀπὸ τῶν σωμάτων εἴληχεν· πᾶσα μὲν γὰρ κίνησις φυσικὴ σωμάτων ἐστὶν κίνησις, ὁ δὲ χρόνος κινήσεώς ἐστιν μέτρον ἢ ἁπλῶς κινήσεώς τι. τὰ τοίνυν τῆς πρὸς τὰ σώματα σχέσεως ἐξῃρημένα ἐκ πολλοῦ δήπουθεν τοῦ περιόντος καὶ τῆς πρὸς τὸν χρόνον ἠλλοτρίωται σχέσεως τὸν ἀπὸ σωμάτων τρίτον. εἰ οὖν τοῦτο μὲν ἀληθές, ἐνδέχεται δὲ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ θεοῦ λέγειν ἡμᾶς, ὡς ἦν ὁ θεὸς καὶ πρὶν τόδε ἢ τόδε γενέσθαι, καὶ τούτου πλήρης ἐστὶν οὐ μόνον ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια ἀλλὰ καὶ ἡ τῶν σοφῶν ἅπασα χρῆσις (ἔστιν γὰρ ὅτε ἄλλως ἡμᾶς φράσαι ἀδύνατον διὰ τὴν τῶν ὑποκειμένων πραγμάτων δήλωσιν), οὐκ ἄρα τὸ ἦν, ὅπως ἂν καὶ ἐφ’ οὗ ἂν λεχθῇ, χρόνον πάντως εἰσάξει· ἐπεὶ καὶ λέγομεν ὅτι ‘ἦν χρόνοσ‘ καὶ οὐ δήπου κἀνταῦθα χρόνου δηλωτικόν ἐστιν τὸ ἦν· οὕτω γὰρ ἂν δύο ἔσονται ἅμα χρόνοι, αὐτός τε ὁ χρόνος, οὗ τὸ ἦν κατηγορήσαμεν, καὶ αὐτὸ τὸ ἦν· ὅπερ ἄτοπον.
Aet Mund.111 καὶ τρεῖς δὲ ἔσονται χρόνοι ἅμα, εἰ οὕτω τις εἴποι ὅτι ‘ἦν χρόνος, ὅτε Σωκράτης ἦν‘ τῶν δύο ἦν ἑκάστου ἰδίᾳ χρονικῶς νοουμένου· ἀλλ’ οἶμαι γελοῖον ἂν τὸ τοιοῦτο παντὶ φανείη· ἐπινοήσαι γὰρ ἄν τις καὶ τέσσαρας ἐν ταὐτῷ χρόνους καὶ πέντε τοσαυτάκις τὸ ἦν ἐν μιᾷ φράσει λόγου παραλαβών. εἰ τοίνυν σαφῶς ἐπὶ τῶν εἰρημένων ὑποδειγμάτων τὸ ἦν μόνης τῆς ὑπάρξεως τῶν ὑποκειμένων δηλωτικόν ἐστιν, χρόνου δὲ οὐδενός, οὐκ ἄρα τὸ ἦν, καθ’ οὗ ἂν λέγηται καὶ ὅπως ἄν, χρόνον πάντως δηλώσει. κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲ τὸ ἔσται ῥῆμα, καθ’ οὗ ἂν λέγηται, πάντως αὐτὸ καθ’ αὑτὸ χρόνου τμῆμα τὸ μέλλον σημαίνει, καὶ διὰ τοῦτο λεγόντων ἡμῶν, εἰ οὕτω τύχοι, ὅτι ‘ἔσται ὅτε οὐκ ἔσται χρόνοσ‘ αὐτοὶ τὸ ἔσται εἰς χρόνον μεταλαμβάνοντες συνάγουσιν, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· ἐάν τις οὕτως ἀποφαινόμενος εἴποι ὅτι ‘ὥσπερ ἦν χρόνος καὶ ἔστιν νῦν χρόνος, οὕτω καὶ ἔσται χρόνοσ‘, εἶτά τις κατὰ τὴν σοφὴν ταύτην μέθοδον εἰς χρόνον μεταλάβοι τὸ ἔσται, συνάξει δηλονότι, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· εἰ γὰρ ἀληθές, ὅτι ἔσται χρόνος, τὸ δὲ ἔσται χρονικόν, ἔσται ἄρα χρόνος, ὅτε οὐκ ἔσται χρόνος.
Aet Mund.112 καὶ τίς ἡ τῶν χρόνων τούτων διαφορά, τοῦ τε ἐσομένου φημὶ καὶ τοῦ ὅτε ἔσται; καὶ περὶ ἐκείνου δὲ τοῦ χρόνου, ἐν ᾧ ἔσται χρόνος, οὐδὲν ἧττον τὰ αὐτὰ λέγειν ἐνδέχεται· καὶ οὕτως εἰς ἄπειρον ἥξομεν χρόνους χρόνων ἐπιζητοῦντες. ἀλλ’ ἀδύνατον ἅμα καὶ κατὰ ταὐτὸν δύο εἶναι χρόνους, ἵνα καὶ ἀπείρους συγχωρήσωμεν, χωρὶς εἰ μὴ ὁ ἕτερος τοῦ ἑτέρου μέρος εἴη καὶ περιέχοιτο ὑπ’ αὐτοῦ, ὡς εἴ τις ἐνεστηκέναι λέγοι τὸν μῆνα τυχὸν καὶ τὴν δεκάτην αὐτοῦ ἡμέραν· οὐ τοῦτο δὲ σημαίνει ἡ κατάφασις ἡ λέγουσα ὅτι ‘ἔσται χρόνοσ‘, ἀλλ’ ἁπλῶς ὅτι οὐ νῦν παύσεται ὁ χρόνος ἀλλὰ καὶ αὖθις ἔσται. εἰ οὖν κατὰ τὴν τοῦ Πρόκλου ἐπιχείρησιν ἄτοπον ἠκολούθησεν τῇ καταφάσει τῇ λεγούσῃ ‘ἔσται χρόνοσ‘, τοῦτο δ’ ἦν τὸ χρόνου εἶναι χρόνον ἢ χρόνον ἐν χρόνῳ εἶναι, ψευδὴς ἄρα αὕτη, ἀληθὴς δὲ ἡ ταύτης ἀπόφασις, εἴπερ τῆς ἀντιφάσεως ἀνάγκη πᾶσα ἢ τὴν κατάφασιν ἀληθῆ εἶναι ἢ τὴν ἀπόφασιν. εἰ οὖν ψευδὴς ἡ κατάφασις ἡ λέγουσα ‘ἔσται χρόνοσ‘, ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ἐπιχειρήσει, ἀληθὴς ἡ ταύτης ἀπόφασις· οὐκ ἔσται ἄρα χρόνος. ὥστε εἰς τοὐναντίον ἑαυτῷ περιήχθη ὁ λόγος ἐκ τῆς θαυμαστῆς ταύτης μεθόδου. ἐπειδὴ δὲ ἐνδέχεταί τινα καὶ οὕτως ἀποφαίνεσθαι ὅτι ‘ἔσται χρόνος, ὅτε τυχὸν ὑετὸς ἔσται ἢ ἕτερόν τι τῶν γινομένων‘ πάλιν κἀνταῦθα τοῦ ἔσται εἰς χρόνον μεταλαμβανομένου οὐ μόνον τοῦ προτέρου ἀλλὰ καὶ τοῦ δευτέρου —εἴ γε πάντως χρόνου δηλωτικόν ἐστιν τὸ ἔσται— καὶ προσέτι καὶ τοῦ ὅτε χρονικοῦ προσρήματος, πῶς οὐχὶ καταγέλαστον ἔσται τὸ συμφραζόμενον καὶ ἀδιανόητον τετράκις τὸ χρόνος ἐφεξῆς ἡμῶν ἐκφωνούντων; καὶ εἰς ἄλλα δὲ μυρία τοιαῦτα ἄτοπα ἐξ ὑποδειγμάτων πάντως ἔστιν τὴν τοῦ φιλοσόφου ἐπαγαγεῖν ἐπιχείρησιν.
Aet Mund.113 εἰ τοίνυν ἐν τούτοις τὸ ἦν ἢ ἔσται οὐ χρόνον αὐτὸ καθ’ αὑτὸ δηλοῖ, ἀλλ’ ἐν μὲν τῷ λέγειν ‘ἔσται χρόνοσ‘ μόνην τὴν ἐσομένην ὕπαρξιν τοῦ χρόνου σημαίνει, ἐν δὲ τῷ ‘ἔσται χρόνος, ὅτε ἔσται ὑετόσ‘ τὸ μὲν πρῶτον ἔσται πάλιν τὴν τοῦ χρόνου παρίστησιν ὕπαρξιν, τὸ δὲ δεύτερον τὴν τοῦ ὑετοῦ, οὐδ’ ἄρα, ἐὰν εἴποι τις ‘ἔσται, ὅτε οὐκ ἔσται χρόνοσ‘, τὸ ἔσται χρόνου δηλωτικὸν παραληψόμεθα, ἀλλ’ ὅτι ἔσται τις κατάστασις, ἐν ᾗ χρόνος οὐκ ἔσται. οὐ μόνον δὲ τὸ ἦν ἢ ἔσται τμήματα καὶ χρόνου δηλωτικὰ τυγχάνει, τὸ μὲν τοῦ παρεληλυθότος, τὸ δὲ τοῦ μέλλοντος, ἀλλὰ καὶ τὸ ἔστιν αὐτὸ τὸ ἐνεστηκὸς τοῦ χρόνου τμῆμα σημαίνει, ὅπερ τῷ τε παρῳχηκότι καὶ τῷ μέλλοντι ἀντιδιαστέλλεται. καὶ οὐ δήπου, ὅταν λέγωμεν ὅτι ‘ἔστιν ὁ θεόσ‘, χρονικόν τι τμῆμα τὸ ἔστιν νοοῦμεν ἀλλὰ μόνην τὴν αἰώνιον τοῦ θεοῦ ὕπαρξιν· οὐ γὰρ τῇ ἀσθενείᾳ τῶν λέξεων συνασθενεῖν τὰ πράγματα ἀνάγκη, ἀλλ’ ὅσον χρήσιμον εἰς σημασίαν τῶν νοουμένων ἐξ αὐτῶν λαμβάνοντες, εἴ τι ἀνοίκειον τῆς τοῦ νοουμένου φύσεως συνεμφαίνεται, τοῦτο ἀποποιούμεθα. ὥσπερ οὖν ἐπὶ τῶν εἰρημένων πάντων ὑποδειγμάτων τὰ χρονικὰ προσρήματα οὐχ οὕτως ἐν τῇ φράσει παραλαμβάνεται, ὡς παντὶ τρόπῳ αὐτὰ καθ’ αὑτὰ ἀντὶ χρόνου τινὸς νοεῖσθαι, εἰ καὶ συνεμφαίνεται ἐν αὐτοῖς κατὰ τὸ παρεπόμενον τὰ τοῦ χρόνου μόρια, ἀλλ’ ἢ ὕπαρξίν τινα δηλοῖ ἢ χρόνου τινὸς πέρας ἢ ἀρχήν, ὡς διὰ τῶν προλαβόντων ὑποδειγμάτων ἐδείξαμεν, οὕτως οὐδέ, εἰ λέγοιτο ποτὲ μὴ εἶναι ὁ χρόνος ἢ ποτὲ μὴ ἔσεσθαι, ἀναγκασθησόμεθα διὰ τὸ ποτέ χρονικὸν ἐπίρρημα ἢ πρὸ τοῦ χρόνου χρόνον εἶναι λέγειν ἢ μετὰ τὸν χρόνον, ἀλλὰ τὸ μὲν λέγεσθαι ποτὲ μὴ εἶναι τὸν χρόνον τοῦ ἀρχὴν ἔχειν καὶ μὴ ἀίδιον εἶναι δηλωτικόν φαμεν, τὸ δὲ ποτὲ μὴ ἔσεσθαι τοῦ παύσεσθαι καὶ μὴ ἀτελεύτητον εἶναι.
Aet Mund.114 καὶ οὐδέν μοι νῦν ὁ λόγος πολυπραγμονήσει, εἴτε παύσεται ὁ χρόνος εἴτε μή, ἀλλὰ τοσοῦτον μόνον ἐκ τῶν εἰρημένων ἔστω δεδειγμένον, ὅτι οὐδὲν ἀναγκαῖον ἔχει, μᾶλλον δὲ καὶ εἰς ἄτοπον ἐκπίπτει τὸ προκείμενον τοῦ Πρόκλου ἐπιχείρημα. δʹ. Ἔστιν δὲ καὶ οὕτως εἰπεῖν εἰς τὸ προκείμενον. εἰ, ὥσπερ τῆς κινήσεως τοῦ οὐρανοῦ μετρητικός ἐστιν ὁ χρόνος, οὕτω καὶ ὁ αἰὼν τῆς τῶν ἀιδίων ὑπάρξεως, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις φησὶν ‘μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος, ὡς καὶ ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆσ‘, εἰ οὖν ὁ αἰὼν τῆς ζωῆς τοῦ αὐτοζῴου ἤγουν τῶν ἀιδίων ἐστὶν μέτρον, ἀνάγκη που πάντως μὴ ἓν σημεῖον εἶναι τὸν αἰῶνα ἀλλά τι πλάτος καὶ παράτασίν τινα, ἵν’ οὕτως εἴπω, τῷ εἶναι τῶν αἰωνίων συμπαρατεινόμενον, οὐχ ὡς ὁ χρόνος τμήμασι διαφόροις τεμνόμενος, ἐνιαυτοῖς φημι καὶ μησὶ νυξί τε καὶ ἡμέραις, ἀλλ’ ὥσπερ ἄν, εἴ τις κατ’ ἐπίνοιαν τὸν οὐρανὸν ἔστησεν καὶ τὴν τοῦ ἡλίου φοράν, οὐκέτι μὲν διάφορα χρόνου τμήματα ἐπενοεῖτο δ’ οὖν ὅμως παράτασίς τις ὁμοιομερὴς τῇ τοῦ κόσμου ὑπάρξει συμπαραθέουσα, οὕτω δήπου καὶ ἐπὶ τῶν ἀιδίων ἔστιν εἰπεῖν ὅτι, εἰ καὶ μὴ ἔστιν φορά τις χρονικοῦ διαστήματος ἐπὶ τοῦ τὸ εἶναι αὐτῶν μετροῦντος αἰῶνος, ἀλλ’ οὖν πάντως παράτασίς τις ὁμοειδὴς αὐτὴ ἑαυτῇ τῷ εἶναι αὐτῶν συνεπινοεῖται· οὐ γάρ ἐστιν ἀμερές τι σημεῖον, ὡς εἶπον, ὁ αἰὼν οὐδὲ τὰ αἰώνια ἐν ἑνί τινι σημείῳ μόνον ὑφέστηκεν.
Aet Mund.115 ὅθεν καὶ μέτρον εἶπεν εἶναι τῆς τῶν ἀιδίων ζωῆς τὸν αἰῶνα ὁ Πρόκλος καὶ πρὸ ἐκείνου Πλάτων· ‘χρόνοσ‘ γάρ, φησίν, ‘μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται ἵν’ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ, παράδειγμα πάντα τὸν αἰῶνά ἐστιν, ὁ δ’ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον‘. ὥστε, εἰ πάντα τὸν αἰῶνά φησιν εἶναι τὸ τοῦ κόσμου παράδειγμα ὁ Πλάτων καὶ μέτρον εἶναι τῆς τῶν ἀιδίων ζωῆς, δηλονότι οὐχ ἕν τι σημεῖον εἶναι τὸν αἰῶνα οἴεται (τὸ γὰρ πᾶν οὐ σημεῖον οὐδὲ τὸ μέτρον ἀμερές), ἀλλὰ μίαν τινὰ καὶ ὁμαλὴν τῆς ζωῆς τῶν ἀιδίων παράτασιν μηδεμιᾷ τεμνομένην διαφορότητι ἀλλ’ ἑστηκυῖαν ἀεὶ τὴν αὐτὴν καὶ μένουσαν αὐτὴν ἑαυτῇ ἀπαράλλακτον.
Aet Mund.116 τούτου οὖν οὕτως ἔχοντος, ὅταν λέγωμεν ‘ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται‘, τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικῶς νοοῦμεν, ἀλλ’ ὥσπερ καί, ὅταν λέγωμεν ‘ἦν θεὸς καὶ πρὶν γνῶναι τοὺς ἀνθρώπουσ‘ καὶ ‘ἦν χρόνοσ‘ καὶ ‘ἔστιν θεόσ‘ καὶ ‘ἔστιν χρόνοσ‘ ἢ ὅταν Πλάτων λέγῃ ‘ἀγαθὸς ἦν‘, οὐ χρονικὰ τμήματα διὰ τοῦ ἦν καὶ ἔστιν νοοῦμεν ἀλλὰ πρὸς τὴν τοῦ ὑποκειμένου φύσιν αἰῶνος εἶναι δηλωτικά φαμεν τὰ χρονικὰ προσρήματα ταῦτα ἢ καὶ αὐτῆς ψιλῆς τῆς τῶν πραγμάτων ὑπάρξεως, ἐπεὶ ἄλλως φθέγξασθαι ἡμεῖς ἀδυνατοῦμεν ἢ μετὰ χρονικῆς τινος ἐμφάσεως, οὕτω, κἂν εἴπωμεν ‘ἦν ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ὅτε οὐκ ἔσται‘, τὸ ἦν καὶ τὸ ἔσται οὐ χρονικὸν νοοῦμεν ἀλλὰ τῆς τοῦ αἰῶνος ὑπάρξεώς φαμεν εἶναι σημαντικά· ἦν γὰρ αἰὼν καὶ χρόνου μὴ ὄντος καὶ ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. κἂν τὸ ποτέ δὲ ἐπὶ τούτου φέρῃ τις οἷον ὅτι ‘ἦν ποτε ὅτε οὐκ ἦν χρόνος καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται χρόνοσ‘, καὶ τὸ ποτέ πάλιν ἐπὶ τοῦ αἰῶνος ἀκουσόμεθα, ὅτι ἔστιν τις τοῦ αἰῶνος ὕπαρξις ἢ παράτασις ἢ ὅπως ἄν τις καλεῖν βούλοιτο, ἐν ᾧ χρόνος οὐκ ἦν, καὶ πάλιν ἔσται αἰών, ὅτε οὐκ ἔσται χρόνος. οὐ γάρ, ὡς εἶπον, τῇ τῶν λέξεων ἀσθενείᾳ ἀλλὰ τῷ σκοπῷ τῶν λεγομένων τὸν νοῦν ἔχοντα προσέχειν δεῖ· ὥσπερ γὰρ καὶ ἐν τῇ περὶ τοῦ θείου νοήσει οὐκ ἐξισχύει μὲν ἡ ἡμετέρα διάνοια ἀφαντάστως αὐτὸ θεωρεῖν, ἀλλ’, ὡς καὶ ὁ Πλάτων φησί, συμπαραθεῖ πάντως ταῖς περὶ θεοῦ ἐννοίαις ἡ φαντασία τύπους ἡμῖν καὶ ὄγκους περὶ αὐτοῦ νοεῖν ὑπολαμβάνουσα, οὐ μὴν οὐδὲ ἀχρόνως τὰ ὑπὲρ χρόνον ἐννοῆσαι δυνάμεθα καὶ οὐ διὰ τὴν τῆς ἡμετέρας θεωρίας ἀσθένειαν ἤδη καὶ τὰ πράγματα οὕτως ἔχειν ἀνάγκη, ἀλλὰ τῷ τῆς ψυχῆς κριτηρίῳ τὸ παρεμπῖπτον ἐν ταῖς περὶ θεοῦ καὶ τῶν ἀσωμάτων ἐννοίαις ἄτοπον ἀποκρουόμεθα, οὕτω δὴ πολλῷ μᾶλλον καὶ ἐν τῇ περὶ τῶν πραγμάτων ἑρμηνείᾳ οὐ τῇ ἀσθενείᾳ τῶν λέξεων προσέχειν δεῖ, εἰ μὴ διόλου τὰς ἐννοίας ἡμῶν ἀκραιφνῶς ἢ τὰ πράγματα ἑρμηνεύειν αἱ λέξεις δύνανται, καὶ ἐκ τῆς λέξεως καὶ μὴ τῆς τοῦ λέγοντος διανοίας ποιεῖσθαι τὸν ἔλεγχον· διὰ πλειόνων γὰρ ὁ λόγος ἔδειξεν, ὡς οὐ πάντως ταῖς χρονικαῖς λέξεσιν καὶ χρόνος συνεμφαίνεται.
Aet Mund.117 ὥστε, ἵνα συνελὼν εἴπω, τὸ μὲν ἅμα οὐρανῷ τὸν χρόνον γεγονέναι καλῶς καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δοκεῖ (μέτρον γάρ ἐστιν τῆς οὐρανίου κινήσεως ὁ χρόνος), τὸ δὲ τὸν χρόνον ἀρχὴν μὴ ἔχειν οὐδαμοῦ τὸν Πλάτωνα δεικνύειν ἕξει τις, ἀλλ’ οἴκοθεν ὁ Πρόκλος κατασκευάζειν ἐπικεχείρηκεν. ὅτι μὲν οὖν ἀρχὴν ἔχει ὁ χρόνος, ἡμεῖς ἐν ἑτέροις δείξομεν· καὶ ὁ Πλάτων δὲ σαφῶς μετ’ οὐρανοῦ γεγονέναι αὐτὸν εἴρηκεν καὶ πρὶν οὐρανὸν γενέσθαι μὴ εἶναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησὶν ἀπ’ ἀρχῆς τινος ἀρξάμενον, ὡς καὶ ὁ Πλάτωνος μαθητὴς Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως τῇ τοῦ διδασκάλου δόξῃ προσεμαρτύρησεν· λέγει γὰρ οὕτως ‘ἀλλὰ μὴν περί γε χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν· καὶ διὰ τοῦτό γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι.
Aet Mund.118 〈Πλάτων δ’ αὐτὸν γεννᾷ〉 μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν‘. ταῦτα μὲν οὖν ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἀποδειχθήσεται· καὶ ἐν τῷ πρώτῳ 〈δὲ〉 δέδεικται, ὡς ἀδύνατον ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν· ὁπότερος δ’ ἂν τοῦ εἶναι ἤρξατο, εἴτε ὁ χρόνος εἴτε ὁ κόσμος, καὶ τὸν λοιπὸν ἀρχὴν τοῦ εἶναι ἔχειν ἀνάγκη. ὅτι δέ, κἂν συγχωρήσῃ τις τοῦτο τέως ἄδηλον εἶναι, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι ὁ κόσμος καὶ ὁ χρόνος εἴτε μή, τό γε νῦν τοῦ φιλοσόφου ἐπιχείρημα, δι’ οὗ κατασκευάζειν οἴεται ἄναρχον εἶναι τὸν χρόνον καὶ ἀτελεύτητον, σοφισταῖς μᾶλλον καὶ οὐ φιλοσόφοις ἔπρεπεν, ἱκανῶς ὁ λόγος ἀπέδειξεν. εʹ. Εἰ δέ φησιν παράδειγμα εἶναι τοῦ χρόνου τὸν αἰῶνα καὶ διὰ τοῦτο δεῖ εἶναι ἀεὶ καὶ τὸν χρόνον, ἵνα καὶ ὁ αἰὼν ἀιδίως ὑπάρχῃ παράδειγμα, ἱκανῶς τὸν τοιοῦτον ἠλέγξαμεν ἐν τῷ δευτέρῳ τοῦ φιλοσόφου ἐπιχειρήματι, ἐν ᾧ τὸν περὶ τῶν παραδειγμάτων κεκίνηκε λόγον. εἰ γάρ, ὥσπερ τὸ αὐτοζῷον παράδειγμά ἐστιν τοῦ κόσμου, οὕτω καὶ ὁ μετρητικὸς τῆς ζωῆς τοῦ αὐτοζῴου αἰὼν παράδειγμά ἐστιν τοῦ χρόνου τοῦ μετρητικοῦ τῆς τοῦ κόσμου ὑπάρξεως, δέδεικται δὲ τὸ αὐτοζῷον οὐκ ἐν τούτῳ τὸ εἶναι ἔχον ἐν τῷ παράδειγμα εἶναι τοῦ κόσμου, οὐδ’ ὁ μετρητικὸς ἄρα 〈τῆσ〉 τοῦ αὐτοζῴου ζωῆς αἰὼν ἐν τούτῳ ἕξει τὸ εἶναι ἐν τῷ εἶναι τοῦ χρόνου παράδειγμα· εἰ γὰρ ὡς ὁ αἰὼν πρὸς τὸ αὐτοζῷον οὕτω καὶ ὁ χρόνος πρὸς τὸν κόσμον ἔχει, καὶ ἐναλλὰξ ἄρα ὡς τὸ αὐτοζῷον πρὸς τὸν κόσμον οὕτω καὶ ὁ αἰὼν πρὸς τὸν χρόνον ἕξει· ἐδείξαμεν δ’ ἐν ἐκείνοις, ὡς οὐκ ἀνάγκη τοῦ αὐτοζῴου καὶ ὅλως τοῦ κοσμικοῦ παραδείγματος ὄντος εἶναι καὶ τὸν κόσμον· οὐδ’ ἄρα τοῦ αἰῶνος ὄντος ἀνάγκη πάντως καὶ τὸν χρόνον εἶναι.
Aet Mund.119 Τέλος λύσεως τοῦ εʹ λόγου. Πρόκλου διαδόχου λόγος ἕκτος. “Ἕκτος· εἰ ὁ δημιουργὸς μόνος 〈συνέδησεν, μόνοσ〉 ἂν λύσοι τὸν κόσμον· ἄλυτος γάρ ἐστιν πάντῃ, φησίν, πλὴν τοῦ συνδήσαντος· καὶ γὰρ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν. ὁ δὲ δημιουργὸς οὐκ ἂν λύσοι τὸν κόσμον· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι ‘τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ‘. κακὸν δὲ ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν· ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπ’ ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι δυνατὸν αὐτόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ.
Aet Mund.120 ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστ’ ἄλυτον τὸ πᾶν· ὥστ’ ἄφθαρτον· εἰ δὲ ἄφθαρτον, 〈ἀγένητον〉· ‘παντὶ γενομένῳ φθορά ἐστιν‘ φησὶν ὁ Σωκράτης εἶπεν τῇ προτεραίᾳ τῶν Τιμαίου λόγων, οὐκ αὐτὸς λέγων ἀλλὰ τὰς μούσας, λέγειν εἰπών· καὶ οὐ δήπου παρὰ πόδας ὁ Τίμαιος τὸ τῶν μουσῶν δόγμα περιττὸν ὑπέλαβεν καὶ ἔθετο τὶ γεγονὸς ἄφθαρτον. εἰ οὖν τοῦτο ἀληθές, ᾧ μὴ ἔστιν φθορά, τοῦτο ἀγένητον. τῷ δὲ κόσμῳ φθορὰ οὐκ ἔστιν· ὥστε ἀγένητος· ὥστε ἀίδιος, εἰ ἀγένητός ἐστιν [ἐστιν] καὶ ἄφθαρτος, ὁ κόσμος.” Κεφάλαια τῆς λύσεως τοῦ ἕκτου λόγου. αʹ. Ὅτι κακουργοῦσιν ἐν τοῖς λόγοις τὰ σαφῶς εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου γενέσεως πρὸς τὸ αὑτοῖς δοκοῦν ἐκβιαζόμενοι. βʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἕκτου ἐπιχειρήματος. ὅτι, εἰ καὶ ἀναγκαῖον ἦν, οὐδὲν τὴν ἀλήθειαν ἔβλαπτεν οὐκ ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀλλ’ ἐκ Πλατωνικῶν ὡρμημένον ὑποθέσεων. γʹ. Προαναφώνησις τῆς τοῦ λόγου τάξεώς τε καὶ οἰκονομίας. δʹ.
Aet Mund.121 Ὅτι ψευδὴς καὶ ἄτοπος ὁ Πλάτωνος λόγος ὁ λέγων ‘τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ‘. καὶ ὅτι, ὥσπερ αἰτία τῆς τοῦ κόσμου συστάσεως ἡ ἀγαθότης ἐστὶν τοῦ θεοῦ, οὕτως καὶ τῆς λύσεως ἡ αὐτή ἐστιν αἰτία. εʹ. Ὅτι, εἴπερ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως ὁ θεός, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ λύσει πάντως αὐτόν, εἰ δὲ μὴ λύσῃ, ἢ οὐδὲ δύναμιν ἔχει τῆς τοῦ κόσμου λύσεως, δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ τῆς συνδέσεως, ἢ ἀτελὴς ἔσται κατὰ τὰς αὐτῶν ἐπιχειρήσεις τὴν δύναμιν μόνην ἔχων τῆς λύσεως ἄνευ τῆς ἐνεργείας. ϛʹ. Ὅτι, εἴπερ τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ, ἔχει δὲ τοῦ λύειν τὸν κόσμον δύναμιν ὁ θεός, τοῦ κακὰ ποιεῖν τε καὶ κακύνειν δύναμιν ἕξει. ζʹ. Ἔκθεσις Πλατωνικῶν ῥητῶν, ὅτι κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον βούλεται, καὶ σύντομος τῆς διανοίας αὐτῶν ὑπόμνησις. ηʹ. Ποσαχῶς τὸ γενητόν φασι λέγεσθαι οἱ Πλάτωνος ἐξηγηταὶ Ταῦρος, Πορφύριος, Πρόκλος, καὶ κατὰ ποῖον σημαινόμενον ἕκαστος αὐτῶν λέγεσθαι τὸν κόσμον παρὰ Πλάτωνος ὑπέθετο. θʹ. Ἔλεγχος τοῦ προτέρου τῶν τοῦ γενητοῦ σημαινομένων, ὅτι δυνατὸν οὕτω λέγεσθαι γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν. ιʹ. Ὅτι γενητὸν λέγεσθαι ὑπὸ Πλάτωνος τὸν κόσμον φησὶν ὁ Πορφύριος ὡς ἐπινοίᾳ σύνθετον, εἰ καὶ μὴ συνετέθη κατὰ χρόνον, καὶ τίσι λόγοις τοῦτο συλλογίζεται.
Aet Mund.122 αιʹ. Ὅτι ἀσύνηθες καὶ τοῖς Ἕλλησι καὶ τῇ κοινῇ χρήσει τὸ προκείμενον τοῦ γενητοῦ σημαινόμενον. καὶ ὅτι μέγιστον ἔγκλημα τῷ Πλάτωνι περιάπτουσιν τὸ φωναῖς ὁμωνύμοις κεχρῆσθαι. καὶ ὅτι, κἂν οὕτω λέγῃ γενητὸν τὸν κόσμον, οὐδὲν ἧττον ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν. βιʹ. Ὅτι τὸ ἀπ’ ἀρχῆς τινος ἄρξασθαι τὸν κόσμον εἰρημένον τῷ Πλάτωνι ἀδύνατον κατὰ μίαν τῶν ἓξ ἀρχῶν ἀκούειν, λέγω δὴ ὕλην, εἶδος, ὄργανον, ποιητικὸν αἴτιον, παραδειγματικόν, τελικόν. γιʹ. Ὅτι χρονικὴν τὴν ἀρχὴν ἐν τούτοις ὁ Πλάτων εἴρηκεν. διʹ. Ὅτι οὐκ ἦν τῆς Πλάτωνος ἀγχινοίας τὸ ζητεῖν, εἰ σύνθετός ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους ἢ ἁπλοῦς. καὶ ὅτι αὐτὸς ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος λέξεων συνελαυνόμενος τὴν ἰδίαν τοῦ γενητοῦ ὑπόθεσιν ἤλεγξεν. ειʹ. Ὅτι ὁ Πρόκλος γενητὸν λέγει τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ὡς ἐν τῷ γενέσθαι τὸ εἶναι ἔχοντα καὶ ὡς κατ’ αἰτίαν γενητόν. ϛιʹ. Ὅτι Πλάτων ἐν τῷ γενέσθαι μὲν τὸ εἶναι ἔχειν τὸν κόσμον ὑποτίθεται, ἀρχὴν δὲ τῇ γενέσει ταύτῃ δίδωσιν. καὶ ὅτι πάλιν ἀρχὴν τὴν κατὰ χρόνον φησὶ καὶ οὐκ ἄλλην. ζιʹ. Ὅτι καὶ ὁ Πορφύριος οὐ μόνον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον φησὶν ὑπὸ Πλάτωνος λέγεσθαι ἀλλὰ καὶ ὡς παρὰ θεοῦ γεγονότα.
Aet Mund.123 καὶ ὅτι τὸ ἀπ’ ἄλλων ἐπὶ ἄλλα σημαινόμενα τοῦ γενητοῦ μεταβαίνειν τεκμήριόν ἐστιν τοῦ βιάζεσθαι αὐτοὺς τὴν Πλάτωνος διάνοιαν. ηιʹ. Ὅτι ἀδύνατον περὶ τοῦ εἰ κατ’ αἰτίαν γενητός ἐστιν ὁ κόσμος ζητεῖν τὸν Πλάτωνα, ἐν οἷς φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν‘ καὶ τοῖς παραπλησίοις. θιʹ. Ὅτι ἀδύνατον γενητὸν μὲν ἀκούειν Πλάτωνος λέγοντος τὸ κατ’ αἰτίαν γενητόν, ἀγένητον δὲ τὸ κατὰ χρόνον καὶ οὐ κατ’ αἰτίαν ἀγένητον. κʹ. Ὅτι αὐτὸς ὁ Πλάτων σαφῶς διέστειλεν τήν τε περὶ τῆς κατὰ χρόνον τοῦ κόσμου γενέσεως διδασκαλίαν καὶ τὴν περὶ τῆς κατ’ αἰτίαν. καʹ. Ὅτι οὐ καθ’ ὑπόθεσιν, ὥς φασιν, εὐσεβείας ἢ διδασκαλίας χάριν ὡς γινόμενον τὸν κόσμον ὁ Πλάτων εἰσηγεῖται, καὶ ὅτι, δι’ ὧν ταῦτα λέγουσιν, ἀνασκευάζουσι τὰ πρότερα τοῦ γενητοῦ σημαινόμενα. κβʹ. Ὅτι κακῶς ὁ Ταῦρος ἐν τῷ ‘ἡμᾶς τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘ τὸν ἤ διαζευκτικὸν ἢ διαπορητικὸν σύνδεσμον εἰς τὸν εἴ μετέθηκεν ‘εἰ καὶ ἀγενές ἐστιν‘ λέγων, καὶ ὅτι οὐδὲ ‘ἀειγενές ἐστιν‘ γράφειν ἐνδέχεται. κγʹ. Ὅτι οὐδὲ καθὸ ἐν κινήσει συνεχεῖ ἐστιν τὰ οὐράνια, γενητὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων. κδʹ.
Aet Mund.124 Ὅτι οὐ τῆς οὐσίας τῆς ψυχῆς τὴν γένεσιν ἐν Τιμαίῳ Πλάτων κατηγόρησεν ἀλλὰ τὴν πρὸς ἄλληλα σχέσιν καὶ τὴν ποιὰν κίνησιν, ἣν ἀπὸ τῆς ἐνούσης ψυχῆς ἔχουσι τὰ οὐράνια σώματα, διὰ τῆς ψυχογονίας ἐδίδαξεν. ἐν ᾧ ἱστορία σύντομος τῆς Πλάτωνος ψυχογονίας. κεʹ. Ὅτι ἀναγκαίως ὁ Πλάτων ἐκ τοῦ ὁρατὸν εἶναι καὶ ἁπτὸν τὸν κόσμον ἢ ἁπλῶς αἰσθητὸν τὸ καὶ κατὰ χρόνον γενητὸν αὐτὸν εἶναι συνελογίσατο. ἐν ᾧ, ὅτι καὶ κατὰ τὰ μέρη καὶ καθ’ ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτὰ καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος. κϛʹ. Ὅτι Πλάτων τὰ ἀεὶ ὄντα γένεσιν μὴ ἔχειν λέγων οὐδεμίαν αὐτῶν ἀποφάσκει γένεσιν ἢ μόνην τὴν κατὰ χρόνον. κζʹ. Μαρτυρίαι φιλοσόφων, ὅτι Πλάτων γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον βούλεται καὶ οὔτε ὡς ἐν ὑποθέσει γεγονέναι λέγει οὔτε ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντα. κηʹ. Ὅτι φύσει λυτὸν καὶ θνητὸν ὁ Πλάτων εἶναι λέγων τὸν κόσμον ἀκολούθως καὶ γεγονέναι αὐτὸν ἀπεφήνατο. καὶ ὅτι τῷ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως ἀθανάτῳ καὶ οὐκ ἐπίκτητον ἐξ ἑτέρου καὶ ἐπισκευαστὸν τῷ τὴν ἀθανασίαν ἔχοντι ἕπεται τὸ κατὰ Πλάτωνα ἀγένητον. κθʹ. Ὅτι, δι’ ὧν ἄνοσόν τε καὶ ἀγήρω εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων, δι’ αὐτῶν τούτων σαφῶς δείκνυται, ὡς οὐ κατὰ φύσιν τοιοῦτον αὐτὸν εἶναι οἴεται.
Aet Mund.125 καὶ ὅτι, κἂν μηδὲν ᾖ ἔξωθεν τοῦ κόσμου τῶν δυναμένων αὐτὸν φθείρειν, οὐδὲν ἧττον φθαρτός ἐστιν διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως. καὶ ὅτι αὐτὰ ταῦτα καὶ ὁ Πρόκλος ἐν ἑτέροις διαρρήδην ὡμολόγηκεν. Λύσις τοῦ ἕκτου λόγου. αʹ. Οὐδαμοῦ τοῦ Πλάτωνος κατ’ οὐδένα τρόπον ἀγένητον εἶναι τὸν κόσμον ἀποφηναμένου, τοὐναντίον δὲ πανταχοῦ λαμπρᾷ τῇ φωνῇ γεγονέναι τε καὶ γενητὸν εἶναι βοῶντος, οὐ κατὰ τὶ μὲν γεγονέναι κατὰ τὶ δὲ οὐ γεγονέναι ἀλλ’ ἁπλῶς καὶ ἄνευ τινὸς προσδιορισμοῦ γεγονέναι κατασκευάζοντος, τὸν οἴκοθεν οὐ φέροντες ἔλεγχον οἱ τὸ πιθανὸν ἀεὶ τῆς ἀληθείας προκρίνοντες καὶ ἐρωτικῶς ἄγαν τῆς τοῦ κόσμου ἀιδιότητος ἔχοντες πάντα ἄνω καὶ κάτω κυκῶσι πρὸς τὸ ἑαυτοῖς δοκοῦν τὰ τοῦ Πλάτωνος ἕλκοντες. καίτοι δι’ αὐτῆς εὐθὺς τῆς τῶν λόγων κομψείας τε καὶ ποικιλίας κατάφωροι τοῖς νοῦν ἔχουσιν γίνονται, ὡς ἐκβιάζονται τὰ τοῦ Πλάτωνος· ‘ἁπλοῦς γὰρ ὁ μῦθος τῆς ἀληθείας ἔφυ κοὐ ποικίλων δεῖται διάνδιχ’ ἑρμηνευμάτων· ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ’ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν‘. εἰ γὰρ κατ’ ἀλήθειαν ἐδόκει τῷ Πλάτωνι ἀγένητον εἶναι κατὰ χρόνον τὸν κόσμον, τουτέστιν μηδεμίαν ἀρχὴν ὑπάρξεως εἰληφέναι, ἔδει αὐτοὺς μίαν γοῦν μαρτυρίαν ἐκ τῶν αὐτοῦ συγγραμμάτων κομίσαι τοῦτο σαφῶς διαγορεύουσαν· νῦν δὲ τοῦτο μὲν ποιεῖν οὐκ ἔχουσιν, τῇ δὲ πολλῇ περὶ τὸ λέγειν ἐντρυφῶντες δεινότητι πείθειν ἡμᾶς ἐπιχειροῦσιν, ὡς γεγονέναι τὸν κόσμον ἀκούοντας παρὰ Πλάτωνος μὴ γεγονέναι νοεῖν καὶ ἀρχὴν εἰληφέναι γενέσεως τὸν οὐρανὸν λέγοντος τοῦ ἀνδρὸς πρὶν γενέσθαι οὐκ ὄντα μήτε ἀρχὴν ἔχειν γενέσεως ἀκούειν μήτε ποτὲ μὴ εἶναι ἀλλὰ συναΐδιον τῷ δημιουργήσαντι τὴν ὕπαρξιν ἔχειν.
Aet Mund.126 βʹ. Ἐκ ταύτης τοίνυν τῆς ἐννοίας καὶ τὸ ἕκτον τῶν ἐπιχειρημάτων τῷ Πρόκλῳ συντέθειται, μᾶλλον δὲ πάλιν ἡμῖν κἀν τούτῳ τὰ Πορφυρίου μεταγεγράφηκεν· σαφῶς γὰρ ἐκεῖνος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν εἰς κατασκευὴν τοῦ καὶ Πλάτωνι δοκεῖν τὸν κόσμον εἶναι ἀίδιον καὶ τούτῳ τῷ ἐπιχειρήματι χρησάμενος φαίνεται· λαβὼν γάρ, ὅτι ἄφθαρτος κατὰ Πλάτωνα ὁ κόσμος, συνάγει, ὡς ὅτι καὶ ἀγένητος· εἰ γὰρ παντὶ γενομένῳ φθορὰ ἕπεται ἐξ ἀνάγκης, ὡς αὐτὸς ἐν τῷ Φαίδρῳ φησὶν ὁ Πλάτων, ἀκόλουθόν που πάντως κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν, εἴ τι μὴ φθείροιτο, τοῦτο μηδὲ γεγονέναι. εἰ οὖν σαφῶς ἄφθαρτον τὸν κόσμον φησὶν εἶναι ὁ Πλάτων, δῆλόν που πάντως, ὅτι καὶ ἀγένητον. οὕτως οὖν τοῦ προκειμένου λόγου ἐκ τῶν ὑστέρων τὰ πρῶτα κατασκευάζοντος, ἐκ τοῦ ἄφθαρτον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον συνάγοντος, ὅτι καὶ ἀγένητος κατ’ αὐτόν, ἔδει μὲν μηδὲν ἴσως ἔχειν ἐκ τούτου [τὸ] πρᾶγμα τὸ σεσοφισμένον τῆς ἐπιχειρήσεως ἀπελέγχοντας· εἰ γὰρ καὶ ταῦτα οὕτως ἔχει καὶ τῷ Πλάτωνι, ὥς φασιν, ἐδόκει τὸ εἶναι τὸν κόσμον ἀγένητον, οὐδὲν παρὰ τοῦτο ὁ τῆς ἀληθείας ἐβλάπτετο λόγος· οὐ γὰρ ἐκ τῶν πραγμάτων ὁ ἔλεγχος οὐδὲ ταῖς Πλάτωνος ὑπονοίαις ἀνάγκη καὶ τὰ πράγματα ἕπεσθαι· ἀλλ’ ἐπειδὴ πανταχοῦ βοηθεῖν ἀδικουμένῃ τῇ ἀληθείᾳ καλόν, δίκαιον οἶμαι, καθὼς ἂν ᾖ δύναμις, ἀπελέγξαι συκοφαντούμενον Πλάτωνα.
Aet Mund.127 γʹ. Εὔλογον δ’ οἶμαι πρότερον τοὺς λόγους ἐξετάσαι, δι’ ὧν μὴ φθαρήσεσθαι τὸν κόσμον Πλάτων κατεσκεύασεν, εἴτε ἔχουσί τι ἀναγκαῖον εἴτε μή· τοῦτο γὰρ μόνον ἐστὶν ἐν τῷ προκειμένῳ πραγματειῶδες ἐπιχείρημα, λέγω δὴ τὸ μὴ ἀγαθὸν ὄντα τὸν δημιουργὸν λῦσαι τὸν εὖ ἡρμοσμένον κόσμον, εἴπερ τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, κακὸν δὲ τὸν δημιουργὸν γενέσθαι ἀδύνατον. δεύτερον δὲ ἀκόλουθον ἂν εἴη τὴν Πλάτωνος ἐξετάσαι διάνοιαν, εἴτε ἄναρχον τὴν ὑπόστασιν τοῦ κόσμου εἶναι βούλεται εἴτε ἀρχὴν ἔχειν αὐτὸν τοῦ εἶναι συγχωρεῖ πρὶν γενέσθαι οὐκ ὄντα. καὶ τρίτον ἐπὶ τούτοις ἀποδεῖξαι, ὅτι γεγονέναι καὶ ἄφθαρτον εἶναι τὸν κόσμον ὁ Πλάτων ὑποτιθέμενος κατ’ οὐδὲν μαχομένας ἑαυταῖς ὑποθέσεις ὑπέθετο καὶ ὅτι οὐ τὸ μὴ φθαρήσεσθαι τὸν κόσμον, καθ’ ὃν τρόπον ὁ Πλάτων φησίν, δεικτικόν ἐστιν τοῦ καὶ ἀγένητον αὐτὸν εἶναι ὑπολαμβάνειν τὸν Πλάτωνα, ὅπερ ἐν τούτοις ὁ Πρόκλος συνήγαγεν. τὸ οὖν πρῶτον τῶν προτεθέντων ἐξετάζοντας τὴν Πλάτωνος λέξιν προεκθέσθαι ἀναγκαῖον ἂν εἴη ἔχουσαν οὕτως. δʹ.
Aet Mund.128 ‘Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ‘. ταῦτα μὲν Πλάτων. ‘εἰ οὖν‘, φησὶν ὁ Πρόκλος, ‘κακὸν ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν, ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπ’ ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι δυνατόν, οὔτε τῷ δημιουργήσαντι, διότι τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ. ἢ οὖν οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἔστιν ἄριστος ὁ δημιουργὸς ἢ καλῶς ἥρμοσεν καὶ οὐ λύσει μὴ κακυνθείς, ὅπερ ἀδύνατον. ὥστε ἄλυτον τὸ πᾶν· ὥστε ἄφθαρτον‘. ὅτι μὲν οὖν καλῶς τὸ πᾶν ἥρμοσται, αὐτὴ τῶν εἰρημένων μαρτυρήσει ἡ αἴσθησις, ἀλλὰ δὴ καὶ τὸ θεῖον λόγιον ‘καὶ εἶδεν‘ λέγον ‘ὁ θεὸς πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν‘. ὅτι δὲ καὶ ὁ τῶν εὖ ἡρμοσμένων δημιουργὸς ἄριστος καὶ τὸν ὄντως ἀγαθὸν ἀμήχανον κακυνθῆναι, αἱ σύμφυτοι πᾶσιν περὶ θεοῦ βοῶσιν ἔννοιαι. τούτων δὲ οὕτως ἐχόντων οὐχ ὁρῶ τὴν ἀνάγκην τοῦ λόγου, δι’ ἣν τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· τὰ γοῦν ἡμέτερα σώματα καὶ πάντων τῶν ζῴων τε καὶ φυτῶν καλῶς ἡρμόσθαι πᾶς ἄν τις ὁμολογήσειεν μηδὲν μήτε ἐλλεῖπον ἐχούσης μήτε περιττὸν τῆς ποικίλης τῶν ζῴων τε καὶ φυτῶν διοργανώσεως ἀλλ’ ἑκάστου μορίου τὴν οἰκείαν αὐτάρκως ἐκπληροῦντος χρείαν καὶ πάντων εἰς τὴν τοῦ ὅλου συννενευκότων σωτηρίαν.
Aet Mund.129 ἀλλὰ δὴ καὶ τὸ θέλειν τὸν δημιουργὸν τῶν μερικῶν ἕκαστον λύεσθαι καὶ μὴ ἀίδιον ἔχειν τὴν ὕπαρξιν καὶ πρότερον ἡμῖν ἐν τῷ τετάρτῳ δέδεικται λόγῳ· εἰ γὰρ ἠβούλετο τῶν μερικῶν ἕκαστον εἶναι ἀίδιον, ἦν ἂν πάντως ἀίδια· ἀνάγκη γὰρ πάντως ἢ βούλεσθαι τὸν δημιουργὸν φθαρτὰ εἶναι τὰ μερικὰ ζῷα ἢ μὴ βούλεσθαι· εἰ οὖν τὸ μὴ βούλεσθαι ψεῦδος (μὴ βουλομένου γὰρ αὐτὰ φθαρτὰ εἶναι πάντως ἂν ἔμενεν ἀδιάλυτα), τὸ ἄρα βούλεσθαι αὐτὰ τὸν δημιουργὸν φθαρτὰ εἶναι ἀληθές· εἰ δὲ φθαρτὰ εἶναι βούλεται τὰ μερικὰ ὁ θεός, καλῶς δὲ ἥρμοσται, βούλεται ἄρα τὰ καλῶς ἁρμοσθέντα πάλιν λύεσθαι. οὐκοῦν, ὡς τοῖς σοφοῖς δοκεῖ, ἢ οὐ καλῶς ἥρμοσται, ὅπερ ἄτοπον, ἤ, εἰ καλῶς ἥρμοσται, καὶ κακύνεσθαι τὸν δημιουργὸν αὐτῶν ἀνάγκη λύεσθαι τὰ καλῶς ἁρμοσθέντα βουλόμενον, εἴπερ, ὥς φασιν, τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. οὐδὲν δὲ ἧττον ἡ αὐτὴ ἀτοπία δεικνύοιτο ἄν, καὶ εἰ μὴ ἐπὶ τοῦ πρώτου δημιουργοῦ κατ’ αὐτοὺς ἀλλ’ ἐπὶ τῶν κατ’ οὐρανὸν θεῶν γυμνάζοι τις τὸν λόγον, οἷς ὁ πρῶτος προσέταξε δημιουργὸς τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν· ἀνάγκη γὰρ πᾶσα κἀκείνους τὴν γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένους ἢ μὴ καλῶς ἁρμόζειν ἢ κακύνεσθαι τὰ καλῶς ἁρμοσθέντα λύοντας· οὐ γὰρ τὸ ὑφειμένως καλὸν κακόν ἐστιν· οὕτω γὰρ ἂν οὐδὲ ὁ κόσμος ὁ αἰσθητὸς καλὸς ἂν εἴη, τοῦ νοητοῦ κατὰ πολὺ ὑφειμένος· τοῦτο δὲ εἶπον, ἵνα μή τις διὰ τὸ ὑφεῖσθαι τὸ ἐν τοῖς μερικοῖς ζῴοις καλὸν παρὰ τὸ τοῦ παντὸς κόσμου μηδὲ καλῶς ἡρμόσθαι αὐτὰ λέγοι.
Aet Mund.130 ὅτι δέ, εἰ καὶ διὰ μέσων αἰτίων τῶν οὐρανίων τυχὸν ἢ ἑτέρων τινῶν ἡ τῶν θνητῶν ζῴων γένεσις καὶ φθορὰ γίνεται, ἀλλ’ οὖν ὁ πρῶτος δημιουργὸς μᾶλλόν ἐστιν αὐτῶν αἴτιος ἤπερ τὰ προσεχῆ ποιητικὰ αἴτια, καὶ πρότερον ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου ἀπεδείξαμεν· αὐτὸς γάρ ἐστιν ὁ καὶ τοῖς ἐφεξῆς αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχών. οὐκοῦν αἰτιώτατος ἂν εἴη ὁ πρῶτος δημιουργὸς τῆς τῶν φθαρτῶν γενέσεώς τε καὶ φθορᾶς καὶ ἢ τῶν οὐ καλῶς ἡρμοσμένων ἔσται δημιουργὸς ἤ, εἴπερ καλῶς ἥρμοσται καὶ τὰ μερικὰ ζῷα, ὡς αὐτὴ ἡ τοῦ ζῴου δείκνυσιν διακόσμησις, κακύνεσθαι τὸν θεὸν ἀνάγκη τῆς φθορᾶς αὐτῶν ὄντα πρῶτον καὶ κυριώτατον αἴτιον. ὡς οὖν καὶ καλῶς ἥρμοσται τὰ μερικὰ πάντα καὶ ἐθέλει ταῦτα ὁ θεὸς λύεσθαι καὶ τὸν ἀγαθὸν κακυνθῆναι ἀμήχανον, κατὰ τὸν αὐτὸν δήπου λόγον, εἰ καὶ τὸν σύμπαντα κόσμον καλῶς ἁρμοσθέντα λύειν ὁ θεὸς ἐθελήσειεν, οὐχὶ διὰ τοῦτο καὶ κακύνεσθαι τὸν ἀγαθὸν ἀνάγκη· δι’ ἣν γὰρ ἀγαθότητα τὴν ἀρχὴν τὸ πᾶν συνήρμοσεν, διὰ τὴν αὐτὴν δήπου καὶ λύσει πάντως αὐτόν, εἰ βούλοιτο· ἐπεὶ καὶ λύραν καλῶς ἁρμοσθεῖσαν, ἐπειδὰν εἰς ἣν ἥρμοστο χρείαν ἐξυπηρετήσειε τῷ ἁρμόσαντι ταύτην, πάλιν ὁ ἁρμόσας διέλυσεν καὶ οὐκ ἄν τις ἐρεῖ νοῦν ἔχων, ὡς τὴν καλῶς ἁρμοσθεῖσαν λύραν λύειν ἐθέλειν κακοῦ καὶ κακυνθεὶς πρότερον ὁ μουσικὸς οὕτω τὴν εὖ ἔχουσαν ἁρμονίαν διέλυσεν, ἀλλ’ οἶμαι παντὶ δῆλον, καὶ ὡς πρότερον καλῶς ἥρμοσεν καὶ τὸ ἁρμοσθὲν πάλιν καλῶς διέλυσεν.
Aet Mund.131 πολλῷ οὖν δὴ μᾶλλον ὁ ὄντως ἀγαθὸς καὶ τὴν ἀρχὴν δι’ ἀγαθότητα τὸν κόσμον συνέστησε, καὶ τὸν αὐτὸν πάλιν εἰ βουληθείη, αἰτίαν πάλιν ἕξει τῆς λύσεως τὴν ἀγαθότητα, κἂν ἡμῖν ὁ λόγος ἀγνοεῖται τῆς λύσεως· οὐδὲ γὰρ ὧν τὰς αἰτίας ἀγνοοῦμεν (πολλῶν γάρ, τάχα δὲ πάντων ἡμᾶς οἱ λόγοι διαπεφεύγασιν), ταῦτα πάντως οἰητέον ἢ μάτην ἢ ἐπὶ κακῷ γίνεσθαι· μειρακίων γὰρ οἶμαι καὶ πρὸς τὰ αἰσθητὰ κεχηνότων, εἰ τὸ ὁρώμενον λυθείη κάλλος, κακὸν ἤδη διὰ τοῦτο τὸν λύοντα οἴεσθαι· τοῦτο γὰρ εἶπεν ἂν ἴσως καὶ ὁ τοῦ τῆς Ἑλένης δι’ ἔρωτα κάλλους ἡττημένος καὶ τὴν ἀρίστην ἐκπλαγεὶς τῶν μερῶν αὐτῆς συμμετρίαν καὶ εὔχροιαν τοῖς περὶ ψυχὴν οὐκ ἐμφιλοσοφήσας μαθήμασιν οὐδὲ τῶν ἐπ’ αὐτῇ τῆς προνοίας λόγων ἁψάμενος· οἷα πάσχειν οἶμαι καὶ τοὺς μόνῳ τῷ φαινομένῳ τοῦ παντὸς κάλλει προσέχοντας, διακύψαι δὲ ἐπὶ τοὺς ἀρίστους τῆς προνοίας λόγους ἀδυνατήσαντας, οὓς ἐπὶ σωτηρίᾳ καὶ τελειώσει τῶν ἐν τῷ παντὶ λογικῶν οὐσιῶν ὁ θεὸς μεμηχάνηται. εʹ. Μετιτέον δὲ καὶ ἄλλως ἡμῖν τὸ προκείμενον. ‘ἄλυτος γὰρ ὑπὸ τῶν ἄλλων‘, φησίν, ‘πλὴν τοῦ συνδήσαντοσ‘, καὶ τούτῳ Πρόκλος συγκατατίθεται· ‘πανταχοῦ‘ γάρ, φησίν, ‘τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν‘.
Aet Mund.132 εἰ οὖν ταῦτα δοκεῖ Πλάτωνί τε καὶ Πρόκλῳ καὶ μόνος ὁ δημιουργὸς λῦσαι δύναται τὸν κόσμον, οὐ λύσει δέ, ἀεὶ ἄρα τὸ δύνασθαι λύειν ἐν αὐτῷ μόνῳ τῷ δύνασθαι ἕξει καὶ οὐ κατ’ ἐνέργειαν· ὥστε καὶ ἀτελής, εἴ γε πᾶν τὸ δυνάμει, ὡς δοκεῖ τοῖς σοφοῖς, ἀτελές· προσθείην δ’ ἄν, ὅτι καὶ μάτην ἕξει τοῦ λύειν τὴν δύναμιν, εἴπερ ἔχει μὲν αὐτήν, ὥς φασιν, τὸν ἄπειρον χρόνον, οὐδέποτε δὲ αὐτὴν εἰς ἐνέργειαν ἄξει. καίτοι οὐδέν ἐστιν ἐν τοῖς ἀιδίοις, ᾗ φησιν Ἀριστοτέλης, μόνως δυνάμει· μάτην γὰρ ἔσται μηδέποτε εἰς ἐνέργειαν προαγόμενον. ἢ οὖν οὐδὲ ὁ δημιουργὸς λῦσαι τὸν κόσμον δύναται καὶ οὕτως οὐδὲ τῷ δημιουργῷ λυτὸς ἔσται ὁ κόσμος οὐδὲ τὴν λύσιν αὐτοῦ εἰδείη ἂν ὁ δημιουργός (οὐ γὰρ οἷόν τε εἰδέναι μὲν τὴν λύσιν, ἀδυνατεῖν δὲ λῦσαι· ἀγνοῶν δὲ τὴν λύσιν καὶ λῦσαι ἀδυνατῶν οὔτε τὸν δεσμὸν εἴσεται οὔτε τοῦ συνδεῖν τὸ πᾶν δύναμιν ἕξει· ἀληθὲς γὰρ τὸ τοῦ αὐτοῦ τόν τε δεσμὸν εἰδέναι καὶ τὴν λύσιν, καὶ τὸν δυνάμενον δῆσαι πολλῷ δήπου ῥᾷον καὶ λῦσαι δύνασθαι), ἤ, εἰ δύναται λῦσαι τὸν κόσμον, ἐπεὶ καὶ συνέδησεν, οὐδέποτε δὲ λύσει, ἀεὶ κατὰ τοῦτο ἀτελὴς ἔσται καὶ μάτην μόνην ἔχων τοῦ λύειν τὴν δύναμιν χωρὶς τῆς ἐνεργείας, ἤ, εἴπερ ταῦτα κατὰ τὰς αὐτῶν μεθόδους ἄτοπα, δύναται δὲ λῦσαι τὸν κόσμον ὁ θεός, καὶ λύσει πάντως. ϛʹ.
Aet Mund.133 Ἴθι δή γε εἰ βούλει καὶ ἐπὶ τὸν κολοφῶνα τῆς ἀτοπίας, εἰς ὃν ἡμᾶς ὁ σεμνὸς οὗτος ἐμβιβάζει λόγος τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ λέγων. εἰ γὰρ δύναται μὲν τὸν κόσμον ὁ δημιουργὸς λῦσαι, οὐκ ἂν δὲ λύσει μὴ κακυνθείς, κακὸν ἄρα τὸ λῦσαι τὸν κόσμον· εἰ γὰρ μὴ κακὸν τὸ λῦσαι, οὐκ ἂν κακυνθείη λύων. εἰ δὲ τὸ λῦσαι κακόν, ἔχει δὲ δύναμιν τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, ἔχει ἄρα τοῦ κακύνεσθαι δύναμιν ὁ θεός, ἐπεὶ καὶ τοῦ κακοποιεῖν. εἴπερ ἄρα κακὸν τὸ λῦσαι, ἔχει δὲ τοῦ λῦσαι δύναμιν, ἔχει ἄρα καὶ τοῦ κακοποιεῖν καὶ τοῦ κακύνεσθαι δύναμιν ὁ θεός. καὶ τί τῆς ἀσεβοῦς ταύτης ἐννοίας χεῖρον γένοιτ’ ἄν; εἰ οὖν ἀδύνατον κακυνθῆναι τὴν ἀγαθότητα, εἰ μὲν κακὸν ἡ τοῦ κόσμου λύσις, οὐδὲ δύναμιν ἕξει τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, εἰ δὲ μὴ ἔχῃ τοῦ λύειν δύναμιν, οὐδὲ τοῦ συνδεῖν ἕξει δύναμιν οὐδὲ συνέδησεν τὸν κόσμον· καλῶς γὰρ καὶ αὐτοῖς δοκεῖ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν. εἰ οὖν ὁ τὸν δεσμὸν εἰδὼς οἶδεν καὶ τὴν λύσιν, ὁ ἄρα τὴν λύσιν ἀγνοῶν οὐδὲ τὸν δεσμὸν εἴσεται. εἰ οὖν συνέδησε τὸ πᾶν ὁ θεὸς καὶ οἶδεν τὸν δεσμὸν οὗ συνέδησεν, καὶ τὴν λύσιν ἄρα αὐτοῦ εἴσεται καὶ λύειν τὸ πᾶν δυνήσεται. εἰ δὲ δύναται λῦσαι τὸν κόσμον ὁ θεός, ἐπεὶ καὶ συνέδησεν, τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν, οὐκ ἄρα κακὸν ἡ τοῦ κόσμου λύσις· οὐδεμία γὰρ ἐν τῷ θεῷ τοῦ κακοῦ δύναμις· ὁ γὰρ τοῦ κακοῦ δύναμιν ἔχων καὶ κακὸς γενέσθαι δύναιτο ἂν ἀλλ’ οὔτε τὸ φῶς σκότος γένοιτο ἂν οὔτε ἡ ἀγαθότης ἂν κακυνθείη.
Aet Mund.134 εἰ δὲ μὴ κακὸν ἡ τοῦ κόσμου λύσις, εὖ δὲ ἥρμοσται ὁ κόσμος, οὐκ ἄρα τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ ὅσον ἐπὶ τῇ ἁρμονίᾳ λύειν ἐθέλειν κακοῦ οὐδ’ ἂν κακυνθείη λύων τὸν κόσμον ὁ θεός. σκοπεῖν οὖν ἄξιον, τίς μᾶλλον ἀκόλουθα ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις περὶ κόσμου πεφυσιολόγηκεν, ἡμεῖς οἱ καὶ συνηρμόσθαι τὸν κόσμον καὶ λύεσθαι πάλιν διὰ τὴν ἀγαθότητα τοῦ θεοῦ ὑποτιθέμενοι, ἢ οἱ δύνασθαι μὲν τὸν θεὸν λῦσαι τὸν κόσμον ὑπὸ τῶν κοινῶν ἐννοιῶν λέγειν συνελαυνόμενοι, οὐκ ἂν δὲ λῦσαι προστιθέντες μὴ κακυνθέντα· ὅπερ οὐδὲν ἕτερον δέδεικται ἢ τὸ κακοποιεῖν τε καὶ κακύνεσθαι λέγειν δύνασθαι τὸν θεόν, ἐπέκεινα δὲ τοῦτο πάσης εἶναι ἀθεότητος πᾶς ἄν τις ὁμολογήσειεν. τὰς δὲ τῆς τοῦ κόσμου λύσεως φυσικωτάτας αἰτίας ἐν ἑτέροις θεοῦ διδόντος ἐκθήσομαι· νῦν γὰρ λῦσαι μόνον τὰς τοῦ Πρόκλου ἀπορίας προὐθέμεθα. μέχρι μὲν οὖν τούτων ἡμῖν αἱ πραγματειώδεις ἐνστάσεις αἱ πρὸς τὸ ἕκτον κεφάλαιον τοῦ Πρόκλου πέρας ἐχέτωσαν. τοὐντεῦθεν δὲ λοιπὸν ἐπὶ τὸ δεύτερον τῶν ἐξ ἀρχῆς τοῦ προκειμένου λόγου προτεθέντων μεταβάς, ὡς ἔφθην ἐπαγγειλάμενος, ἀποδεῖξαι πειράσομαι, ὡς ἄντικρυς συκοφαντοῦσι τὸν Πλάτωνα, ὅσοι αὐτῷ τὴν περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον περιτιθέασι δόξαν, καὶ μακροτέρους γε τείνειν λόγους ἀναγκασθήσομαι αὐτός τε τὴν Πλάτωνος διάνοιαν ἐκ τῶν αὐτοῦ λόγων παραστῆσαι σπουδάζων καὶ τοὺς παρεξηγησαμένους αὐτὸν ἀπελέγχειν πειρώμενος.
Aet Mund.135 εἰ μὲν οὖν μέλει τῶν ἐντυγχανόντων τινὶ καὶ τῆς τούτων ἀκριβοῦς γνώσεως, ἐφεξῆς διεξίτω τὸν λόγον, εἰ δέ τῳ μὴ πολύς ἐστιν λόγος περὶ τῆς εἰς τὸ προκείμενον πρόβλημα δόξης τοῦ Πλάτωνος, μόναις δὲ ταῖς ἐκ τῶν πραγμάτων ἀποδείξεσι προσανέχειν ἐσπούδακεν, ἐπὶ τὰ ἑξῆς μετίτω κεφάλαια. ζʹ. Πλεῖστοι μὲν καὶ τῶν τὰ Πλάτωνος δοξασάντων καὶ οἱ τῆς Ἀριστοτέλους ἐρασταὶ γενόμενοι φιλοσοφίας αὐτός τε πρῶτος Ἀριστοτέλης τοῦτο κοινῶς ἀπεφήναντο, ὡς Πλάτων γενητὸν εἶναί φησιν κατὰ χρόνον τὸν κόσμον, τουτέστιν ἀρχὴν τῆς ὑποστάσεως εἰληφέναι πρότερον οὐκ ὄντα· ἀλλὰ πρὶν τὰς τῶν ἄλλων παραθέσθαι μαρτυρίας σαφῶς ἡμῖν δηλούσας τὰ Πλάτωνι περὶ τῆς τοῦ κόσμου δοκοῦντα γενέσεως αὐτὰς πρότερον τὰς Πλάτωνος λέξεις παραθέσθαι ἄξιον, δι’ ὧν τὸν κόσμον γενητόν τε εἶναι καὶ ἀρχὴν ἔχειν ἀποφαίνεται, εἶτα καὶ τοὺς λόγους ἐπισκέψασθαι οἵτινες πειρῶνται τὰ οὕτως ἐναργῶς ἀναπεφωνημένα Πλάτωνι πρὸς τὸ δοκοῦν ἑαυτοῖς ἐκβιάζεσθαι. ἐν τοίνυν τῷ Τιμαίῳ ἔστιν μὲν ὁ πᾶς τῷ Πλάτωνι σκοπὸς περὶ τῆς τοῦ κόσμου γενέσεώς τε καὶ φύσεως διδάξαι· ἄκουε δ’, ὅπως αὐτὸς τὸν προκείμενον αὐτῷ σκοπὸν ἐν ἐκείνοις ἀφορίζεται· φησὶν γὰρ οὕτως ‘σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν· ἔδοξε γὰρ ἡμῖν Τίμαιον μὲν ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευταῖον δ’ εἰς ἀνθρώπου φύσιν‘· καὶ πάλιν μετὰ βραχέα ἐπιφέρει ταῦτα ‘ἀλλ’, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δ’ ἡμῖν εἰπεῖν‘.
Aet Mund.136 τίς μὲν οὖν ὁ σκοπὸς ἐν τούτοις τῷ Πλάτωνι, σαφῶς αὐτὸς εἶπεν, ὅτι περὶ τῆς τοῦ κόσμου λέγειν γενέσεως· εἶτα ἵνα μή τις αὐτὸν προχείρως καὶ ἄνευ ἀποδείξεως τὸ γεγονέναι τὸν κόσμον εἰληφέναι δόξῃ, ἐπαναλαβὼν τὸν λόγον πρόβλημα τοῦτον ποιεῖται καὶ φησὶν αὐτῷ προκεῖσθαι περὶ τοῦ παντὸς διδάξαι, τουτέστιν περὶ τοῦ κόσμου, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, διαίρεσιν τῶν ὄντων ποιησάμενος· τούτων γὰρ τὰ μὲν εἶναί φησιν ἀεὶ ὄντα καὶ ἀγένητα, τὰ δὲ γενητά τε καὶ γινόμενα· συνοίσει γὰρ αὐτῷ τοῦτο προληφθὲν εἰς τὴν τοῦ ζητουμένου κατάληψιν. ἔχει δὲ ἡ λέξις ἐφεξῆς οἷς προεκτεθείμεθα ῥήμασιν οὕτως ‘καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω. τὸ δὲ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστ’ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστ’ ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην.
Aet Mund.137 ἔστιν οὖν δὴ κατὰ τὴν ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν‘. σκοπεῖν δὲ ἐκ τῶν εἰρημένων προσήκει, ὅπως ὁ Πλάτων πᾶν μὲν τὸ νοήσει περιληπτὸν τοῦτο ἀγένητον εἶναί φησιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, πᾶν δὲ τὸ δοξαστόν τε καὶ αἰσθητὸν (τοιαῦτα δέ ἐστιν πάντα τὰ σώματα καὶ τὰ ἐν σώμασι τὸ εἶναι ἔχοντα· ταῦτα γὰρ μόνα αἰσθήσει ὑποπέπτωκε) γίνεσθαι καὶ ἀπόλλυσθαί φησιν, ὄντως δὲ μηδέποτε εἶναι· πᾶσα γὰρ σωματικὴ φύσις ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρεῖται οὐδέποτε ἐν τῷ αὐτῷ μένουσα ἀλλ’ οἱονεὶ διηνεκῶς ἐπισκευαζομένη διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως. δῆλος οὖν ἐστιν ὁ Πλάτων ἐξ αὐτῆς εὐθὺς τῆς τῶν ὄντων διαιρέσεως καὶ πρίν τι περὶ τοῦ κόσμου εἰπεῖν τῶν γενητῶν εἶναι τὸν κόσμον οἰόμενος· εἰς δύο γὰρ ταῦτα διεῖλεν τὰ ὄντα, εἴς τε τὰ ἀγένητα καὶ τὰ γενητά, ὧν τὰ μὲν ἀγένητα νοητὰ εἶναί φησιν, τὰ δὲ γινόμενα δοξαστά τε καὶ αἰσθητά.
Aet Mund.138 εἰ τοίνυν τὸ σωματοειδὲς ἅπαν τοῦ κόσμου αἰσθητόν ἐστιν, δῆλον, ὡς οὐ τῶν ἀγενήτων αὐτὸν εἶναι ὁ Πλάτων βούλεται ἀλλὰ τῶν γινομένων καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων· ὡς γὰρ τῶν μερικῶν ἕκαστον οἷον τόδε τὸ ζῷον ἢ τόδε τὸ φυτὸν διὰ τὸ διηνεκὲς ὡς εἰπεῖν τῆς ἀλλοιώσεως ὑπὸ τῆς προσεχῶς διοικούσης αὐτὰ φύσεως ἐπισκευαζόμενα ἀνυφαίνεται, οὕτω καὶ τὸν οὐρανὸν καὶ πάντα τὸν κόσμον ὁ Πλάτων ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ μερικὰ συνέστηκεν, τὴν σύμπηξιν ἔχειν οἰόμενος, εἰ καὶ ἀθάνατον αὐτὸν εἶναι ὑποτίθεται, ἀλλ’ ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν φησὶν προσγίνεσθαι τῆς τοῦ δημιουργοῦ δυνάμεως κατὰ τὸ συνεχὲς αὐτὸν ἀνυφαινούσης διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ἐν μεταβολῇ καὶ ἀλλοιώσει πάντως ὑφίστασθαι. ταῦτα μὲν οὖν μικρὸν ὕστερον δειχθήσεται. ἀλλ’ ἴσως οὔπω ἡμῖν ἐκ τῶν εἰρημένων δῆλον γεγένηται, εἴτε ἀρχὴν τοῦ εἶναι δίδωσιν τῷ κόσμῳ ὁ Πλάτων εἴτε μή. αὐτὸς γὰρ ὁ Πρόκλος ἐν τῷ λόγῳ, ὃν ἐπέγραψεν ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων‘, τὸ προεκκείμενον χωρίον τοῦ Πλάτωνος ἐξηγούμενος τὸ μὲν ὄν φησιν μοναχῶς λέγεσθαι κατὰ Πλάτωνα (τὸ γὰρ αἰώνιον καὶ ὑπέρχρονον σημαίνειν), τὸ δὲ γινόμενον διχῶς λέγεσθαι· ἢ γὰρ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτέ, καὶ ποτὲ μὲν γινόμενον εἶναι τὸ καθ’ ἕκαστόν τε καὶ τὸ μερικόν, ἀεὶ δὲ γινόμενον τῶν ὁλικῶν ἕκαστον καὶ τὸν σύμπαντα κόσμον· τὰ μὲν γὰρ νοητὰ ἀεὶ εἶναι, τὸν δὲ κόσμον ἀεὶ γίνεσθαι. εἴτε οὖν Πλάτωνι δοκεῖ ἐν ἀιδίῳ γενέσει εἶναι τὸν κόσμον ἀρχὴν τοῦ γίνεσθαι καὶ τῆς ὑπάρξεως μηδεμίαν εἰληφότα, ὥς φησιν ὁ Πρόκλος, εἴτε ἀρχὴν αὐτῷ τοῦ εἶναι καὶ τῆς γενέσεως δίδωσιν, ἄξιον ἐπισκέψασθαι αὐτὰς τὰς Πλάτωνος περὶ τοῦ κόσμου ῥήσεις ἐκθεμένους· εἰπὼν γὰρ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, καὶ καλῶς ἔχειν κρίνας πρότερον διδάξαι, τίνα μὲν τῶν ὄντων ἔστιν ἀεὶ γενέσεως ἀμοιροῦντα, τίνα δὲ γίνεται μὲν ἐστέρηται δὲ τοῦ ὄντος, ὡς τούτου συνοίσοντος εἰς τὸ καὶ περὶ τοῦ κόσμου συνιδεῖν, τῆς ποίας ἂν εἴη τῶν εἰρημένων φύσεως, ταῦτα εἰπὼν ἀκολούθως μετῆλθεν ἐπὶ τὴν περὶ τοῦ κόσμου σκέψιν, πότερον γέγονεν ἢ ἀγένητός ἐστιν, ὅπερ καὶ ἐξ ἀρχῆς ζητῆσαι προὔθετο· φησὶν δὲ ταῦτα ‘ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὀνομαζέσθω.
Aet Mund.139 σκεπτέον δ’ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη· τῷ δὲ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν‘.
Aet Mund.140 ὁ μὲν οὖν Πλάτων οὕτω λαμπρᾷ τῇ φωνῇ τοῦτο πρῶτον δεῖν περὶ τοῦ κόσμου ζητῆσαι φήσας, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν, εἴτε ἀεί ἐστιν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, εἴτε γέγονεν ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενος, τὸ γεγονέναι τε αὐτὸν καὶ ἀπ’ ἀρχῆς τινος ἄρξασθαι ἐπέκρινεν· εἰ γὰρ ὁρατός ἐστιν, φησίν, καὶ ἁπτὸς καὶ σῶμα ἔχων, τὰ δὲ τοιαῦτα πάντα γινόμενα καὶ γενητὰ ἐφάνη, ἀνάγκη ἄρα καὶ αὐτὸν γενητὸν ὄντα ἀπ’ ἀρχῆς τινος ἀρξάμενον γεγονέναι. ὥστε καὶ ὅτε ἔλεγεν ‘τί δὲ τὸ γενόμενον μὲν ὂν δὲ οὐδέποτε‘, οὐκ ἄναρχον γένεσιν τοῦ αἰσθητοῦ κατηγόρει. εἰ οὖν καὶ γέγονεν ὁ κόσμος καὶ τοῦ εἶναι ἤρξατο, δῆλον, ὡς οὔτε ἀγένητος ἂν εἴη οὔτε ἄναρχος κατὰ Πλάτωνα πάλιν· ὁ γοῦν Πλάτων αὐτὸς μετ’ ὀλίγα φησὶν ‘ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κίνησις γάρ ἐστιν, τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι‘· καὶ μετὰ βραχέα ‘περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι.
Aet Mund.141 χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν’ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνα ἔσται, ὁ δ’ αὖ τὸν ἅπαντα χρόνον διὰ τέλους γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα ἐπίκλησιν ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν‘. ταῦτα μὲν ὁ Πλάτων· καὶ ἔγωγε οἶμαι μηδένα λόγον οὕτως ἐναργῶς τὴν Πλάτωνος ἐξηγούμενον παραστῆσαι διάνοιαν, ὡς αὐτὸς ἑαυτὸν δῆλον πεποίηκεν· ἡμέρας γάρ φησιν καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, ἅπερ ἐστὶν χρόνου μέρη, οὐκ εἶναι πρὶν οὐρανὸν γενέσθαι, εἰκότως· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος. εἰ δὲ προϋπάρχει τὸ πρὶν τῆς τοῦ οὐρανοῦ συστάσεως, πῶς ἂν εἶεν ἄναρχα οὐρανός τε καὶ χρόνος; πάλιν δ’ αὖ τὸ λέγειν ἅμα τῇ τοῦ οὐρανοῦ συστάσει τὴν γένεσιν τοῦ χρόνου καὶ τῶν τούτου μερῶν τὸν θεὸν μεμηχανῆσθαι ἀρχῆς τινός ἐστιν καὶ πρώτης ὑπάρξεως αὐτῶν δηλωτικόν· πῶς γὰρ τὸ ἐξ αἰῶνος ὑποστὰν καὶ ἀεὶ ὑφιστάμενον τότε πρὸς τοῦ δημιουργοῦ ἅμα οὐρανῷ συνισταμένῳ μεμηχανῆσθαι λέγοιτο ἂν πρὶν γενέσθαι οὐκ ὄν; τὸ γὰρ πρὶν γενέσθαι οὐκ ὂν πρότερον ἔχει τῆς ἰδίας ὑπάρξεως τὴν ἀνυπαρξίαν.
Aet Mund.142 καίτοι γε τὴν τούτων ἀκριβολογίαν ἐπιστάμενος ὁ Πλάτων, ἐφ’ ὧν δεῖ τῷ πρίν καὶ τῷ τότε καὶ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν κεχρῆσθαι, εὐθὺς ἐπιπλήττει τοῖς ἐπὶ τῆς θείας φύσεως τὰ χρονικὰ ταῦτα προσρήματα φέρουσιν, τὸ ἦν φημι ἢ ἔσται καὶ τὰ παραπλήσια, οἷς συγγενὲς τὸ πρίν καὶ τὸ τότε· μόνως γὰρ τὸ ἔστιν, φησίν, ἐπὶ θεοῦ λεκτέον, τὸ Μωσαϊκὸν ἐκεῖνο διαρρήδην λέγων· ‘ἐγὼ γάρ εἰμι ὁ ὤν‘ πρὸς τὸν προφήτην χρηματίζων ὁ θεὸς ἀπεφήνατο. εἰ τοίνυν ἐξ ἀιδίου παράγεσθαι παρὰ τοῦ θεοῦ ὁ Πλάτων ᾤετο ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντα, πῶς ἂν αὐτὸς ἅμα τῷ τοῖς ἄλλοις ἐπιπλήττειν τὸ ἦν ἢ ἔσται ἐπὶ θεοῦ φέρουσιν τῷ οἰκείῳ ἐγκλήματι περιέπιπτεν; εἰ γὰρ ἐξ ἀιδίου παράγει ὁ θεὸς τόν τε οὐρανὸν καὶ τὸν χρόνον, καὶ ὁ οὐρανὸς δήπου καὶ ὁ χρόνος ἐξ ἀιδίου παράγονται· εἰ δὲ τοῦτο, οὐκ ἦν ὅτε οὐ παρήγοντο. πῶς οὖν φησιν πρὶν δὲ οὐρανὸν γενέσθαι μὴ εἶναι τὸν χρόνον; εἰ δὲ τὸ πρὶν γενέσθαι ἁρμόζει ἐπὶ τοῦ οὐρανοῦ, καὶ τὸ πρὶν ποιῆσαι ἁρμόζει ἂν ἐπὶ τοῦ θεοῦ· ὅτε γὰρ ποιεῖ τὸ ποιοῦν, τότε γίγνεται τὸ γιγνόμενον, ὡς αὐτός φησιν ὁ Πρόκλος. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ὅτε. εἰ τοίνυν καὶ ἀεὶ ἦν ὁ χρόνος καὶ τὴν τῶν χρονικῶν προσρημάτων ἀκριβῆ χρῆσιν ὁ Πλάτων ἐπίσταται καὶ ἅμα νῦν περὶ τῆς τούτων ἀκριβοῦς χρήσεως ἐδίδαξεν, οὐκ ἄν ποτε τὸ ‘πρὶν οὐρανὸν γενέσθαι‘ εἰπεῖν ἐτόλμησεν οὐδὲ μὴν τὸ ‘τότε ἅμα οὐρανῷ συνισταμένῳ τὴν γένεσιν αὐτῶν τὸν θεὸν μεμηχανῆσθαι‘, εἰ ἄναρχον εἶναι τοῦ κόσμου τὴν ὑπόστασιν ᾤετο· τὸ γὰρ τότε πρώτως τὸν κόσμον παράγον πρὸ τούτου δήπουθεν οὐ παρῆγεν.
Aet Mund.143 καὶ εἰ πρὶν γενέσθαι οὐκ ἦν οὐρανὸς καὶ ὁ χρόνος καὶ ὁ ποιήσας πρὶν γενέσθαι τὰ γενόμενα οὐκ ἐποίει αὐτά, οὐκ ἂν οὖν, ὅπερ εἶπον, ταῦτα [τε] ἔλεγεν ὁ Πλάτων, εἴπερ ἐξ ἀιδίου παράγειν αὐτὰ τὸν θεὸν ᾤετο· ὡς γὰρ τὸ εἶναι τοῦ θεοῦ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τὸ ἦν ἢ ἔσται οὐκ ἐπιδέχεται ἀλλὰ τὸ ἔστιν μόνον, οὕτως καὶ ἡ ἀίδιος τοῦ κόσμου παραγωγὴ τὸ πρίν ἢ τότε οὐκ ἐπιδέχεται. ἀλλὰ μὴν ταῦτα οὕτως περὶ τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων εἴρηκεν· οὐκ ἄρα ἐξ ἀιδίου αὐτὸν παράγεσθαι ᾤετο. εἰ δέ τις εἴποι, ὡς αὐτὸ τὸ λέγειν πρότερον μὴ παράγειν τὸν θεὸν ὕστερον δὲ παράγειν μεταβολήν ἐστιν τοῦ θεοῦ κατηγορεῖν καὶ κίνησιν (ὅπερ οὔτε ἀληθές ἐστιν οὔτε Πλάτωνι δοκοῦν), ἀνατρεχέτω εἰς τὰ εἰρημένα ἡμῖν ἐν τῷ τετάρτῳ λόγῳ· ἐν ἐκείνῳ γὰρ ἡ τοιαύτη ἀπορία τῆς δεούσης τετύχηκεν λύσεως. ἀλλὰ μὴν καὶ τὸ ‘χρόνος δὲ μετ’ οὐρανοῦ γέγονεν, ἵνα [μὴ] ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται‘ τίνα οὐκ ἂν ἐντρέψειεν τῶν μὴ πάντῃ φιλονείκων; οὐ γὰρ εἶπεν ‘χρόνος δ’ οὖν ἅμα οὐρανῷ γίνεται‘ ἀλλὰ ‘μετ’ οὐρανοῦ γέγονεν‘, ἵνα τὴν πρώτην τῆς συστάσεως αὐτῶν ἀρχὴν ἐνδείξηται.
Aet Mund.144 καὶ ὅτι τοῦτο σημᾶναι βούλεται, ἔδειξεν δι’ ὧν ἐπήγαγεν ‘ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν‘· τῷ γὰρ γενομένῳ καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκότι ἕπεται πάντως ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸ φθείρεσθαι· ‘παντὶ γὰρ γενομένῳ φθορά ἐστιν ἐξ ἀνάγκησ‘ ἐν τῷ Φαίδρῳ αὐτὸς εἴρηκεν Πλάτων. ὥσπερ οὖν καὶ τῷ μηδεμίαν ἀρχὴν τῆς ὑποστάσεως εἰληφότι ἕπεται πάντως κατ’ αὐτὸν τὸ ἀτελεύτητον (τὸ γὰρ μὴ ἀρξάμενον τοῦ εἶναι οὐδ’ ἂν παύσοιτο), ὁ δὲ κόσμος ἤρξατο κατὰ Πλάτωνα, καὶ παύσεται πάντως, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. ἐπεὶ οὖν ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δέδωκεν ὁ Πλάτων, εὐλόγως καὶ τῷ κατὰ τὸν φυσικὸν λόγον ἑπομένῳ συνεχώρησεν, εἰ καὶ κρείττονι τῆς αὐτοῦ φύσεως δεσμῷ τῇ τοῦ θεοῦ βουλήσει ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο. ηʹ. Ἀλλ’ οἱ πάντα μεμελετηκότες πρὸς τὸ ἑαυτοῖς δοκοῦν ἐκβιάζεσθαι καὶ μὴ τῇ ἀληθείᾳ τὴν ἑαυτῶν διάνοιαν παιδαγωγήσαντες ἕπεσθαι, δέον, εἰ μὴ καλῶς αὐτοῖς ἔχειν κατά γε τοῦτο Πλάτων ἐδόκει, συγγνώμην αὐτὸν αἰτήσαντας ἐκεῖνο δὴ τὸ πολυθρύλητον ἑαυτοῖς προσᾴδειν, ὡς φίλος μὲν Πλάτων, φιλτέρα δὲ ἡ ἀλήθεια, ὃ δὴ καὶ αὐτὸς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης καὶ ἕτεροι πεποιήκασιν, οἱ δὲ μικρὰ τοῦ οἰκείου συνειδότος καὶ τῆς ἀληθείας φροντίσαντες πάντα κάλων τὸ δὴ λεγόμενον κινοῦσιν συνήγορον τῆς ἰδίας ἀπάτης τὴν τοῦ ἀνδρὸς ἀξιοπιστίαν ἐπιθυμήσαντες ἔχειν.
Aet Mund.145 τῶν γὰρ τὸν Πλάτωνα προϋπομνηματισαμένων τινές, ὧν ἐστιν καὶ ὁ Πλατωνικὸς Ταῦρος καὶ ὁ Φοίνιξ Πορφύριος, οἷς καὶ ὁ Πρόκλος κατηκολούθησεν, οὗτοι γενητὸν μὲν εἶναι τὸν κόσμον ὁμολογοῦσιν ὑπὸ Πλάτωνος λέγεσθαι, οὐχ οὕτω δὲ γενητὸν ὡς ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ καθ’ ἕτερον τρόπον γενέσεως· πολλαχῶς γὰρ τὸ γενητὸν λέγεσθαί φασιν. ἵνα δὲ μὴ αὐτοὶ τὰ ἐκείνων λέγωμεν μηδέ τι τῶν σημαινομένων τοῦ γενητοῦ παραλείπωμεν, αὐτὰ τὰ τοῦ Πλατωνικοῦ Ταύρου παραθήσομαι ῥήματα· πλεῖστα γὰρ οὗτος ὁ ἀνὴρ τοῦ γενητοῦ ἐπινενόηκε σημαινόμενα· λέγει γοῦν ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν ἐπὶ λέξεως ταῦτα ‘ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητός ἐστιν ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι ἠνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. ἴσως δὲ τοιοῦτόν τι λέγων ὁ Πλάτωνος Τίμαιος γενητόν φησιν τὸν κόσμον. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητος. ἐπεὶ δὲ οἱ φάσκοντες, ὅτι γενητός ἐστιν, ἄλλων τε πολλῶν ἐφάπτονται καὶ τῆς λέξεως, ἐν ᾗ φησιν ‘γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν‘, διασταλτέον τὸ γενητὸν ποσαχῶς ἀκούεται· καὶ οὕτως εἰσόμεθα, ὅτι Πλάτων φησὶν γενητὸν οὐ κατὰ τοῦτο τὸ σημαινόμενον, καθ’ ὅ φαμεν γενητὰ τὰ ἀπό τινος ἀρχῆς χρόνου συστάντα· τοῦτο γάρ ἐστιν τὸ ἐξαπατῆσαν τοὺς πολλούς, ὅταν ἡ γενητόν φωνὴ λέγηται, ἐπὶ τοῦτο τὸ σημαινόμενον καταφέρεσθαι.
Aet Mund.146 λέγεται τοίνυν τὸ γενητὸν καὶ τὸ μὴ γενόμενον μέν, ἐν δὲ τῷ αὐτῷ ὂν γένει τοῖς γενητοῖς. οὕτως λέγομεν ὁρατὸν τὸ μὴ ὁραθὲν μήτε ὁρώμενον μήτε ὁραθησόμενον, ἐν δὲ τῷ αὐτῷ γένει ὂν τοῖς ὁρατοῖς, ὡς εἴ τι εἴη σῶμα περὶ τὸ κέντρον τῆς γῆς. λέγεται γενητὸν καὶ τὸ ἐπινοίᾳ σύνθετον, καὶ εἰ μὴ συντεθῇ. οὕτως σύνθετος ἡ μέση ἐκ νήτης καὶ ὑπάτης· καὶ γὰρ εἰ μὴ συντεθῇ, ἐνορᾶται αὐτῇ δύναμις ἡ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν. τὸ δ’ ὅμοιον ἐπὶ ἀνθῶν καὶ ζῴων. καὶ τῷ κόσμῳ τοίνυν ἐνορᾶται σύνθεσις καὶ κρᾶσις, καθὸ καὶ δυνάμεθα ἀφελόντες αὐτοῦ καὶ χωρίσαντες τὰς ποιότητας ἀναλῦσαι αὐτὸν εἰς τὸ πρῶτον ὑποκείμενον. λέγεται γενητὸς ὁ κόσμος, καθὸ ἀεὶ ἐν τῷ γίνεσθαί ἐστιν ὡς ὁ Πρωτεὺς μεταβάλλων εἰς παντοδαπὰς μορφάς. καὶ τοῦ κόσμου τοίνυν ἡ μὲν γῆ καὶ τὰ μέχρι σελήνης ἐνδελεχῶς μεταβάλλει εἰς ἄλληλα, τὰ δ’ ὑπὲρ τὴν σελήνην τῷ μὲν ὑποκειμένῳ σχεδὸν ταὐτά ἐστιν βραχείας γενομένης τῆς μεταβολῆς, μεταβάλλει δὲ κατ’ εἶδος, ὡς ὀρχηστὴς κατὰ τὸ ὑποκείμενον εἷς ὢν μεταβάλλει εἰς πολλὰ εἴδη κατὰ ποιὰν χειρονομίαν.
Aet Mund.147 καὶ τὰ οὐράνια τοίνυν μεταβάλλει καὶ γίγνονται σχέσεις αὐτῶν διάφοροι παρὰ τὰς κινήσεις τῶν πλανητῶν πρὸς τὰ ἀπλανῆ κἀκείνων πρὸς τὰ πλανητά. λέγοιτο δὲ γενητός, ὅτι καὶ τὸ εἶναι αὐτῷ ἀλλαχόθεν ἐστὶν καὶ παρὰ τοῦ θεοῦ, πρὸς ὃν κεκόσμηται. οὕτως καὶ καθ’ οὓς ὁ κόσμος ἄντικρυς ἀίδιος, ἡ σελήνη γενητὸν ἔσχε τὸ φῶς ἐκ τοῦ ἡλίου· καίτοι οὐδέποτε ἦν, ὅτε οὐ πεφώτισται ὑπ’ αὐτοῦ. κατὰ μὲν οὖν ταῦτα τὰ σημαινόμενα εἴ τις βούληται κατὰ Πλάτωνα λέγειν γενητὸν τὸν κόσμον, λεγέτω, καθὸ δὲ σημαίνεται χρόνος τις καὶ ὅτι πρότερον οὐκ ὢν ὕστερον ἐγένετο, οὐκέτι. ἐμφαίνει δὲ καὶ αὐτός, πῶς δεῖ ἑαυτοῦ ἀκούειν, ὅταν λέγῃ ‘ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινοσ‘· τὸ γὰρ οὐδεμίαν καὶ τὸ τινός δηλωτικά ἐστιν, ὅτι οὐ βούλεται ἀρχὴν λαμβάνεσθαι τὴν κατὰ χρόνον, ὥς φαμεν Ἔφορον ἀρχὴν εἰληφέναι τῆς ἱστορίας ἀπὸ τῆς Ἡρακλειδῶν καθόδου. οἱ δὲ ἄλλην ἀρχήν φασιν τὴν κατὰ τὸ δημιουργοῦν· ἔστιν γὰρ ἀρχὴ καὶ ὁ δημιουργὸς καὶ τὸ παράδειγμα καὶ ἡ ὕλη· ἀλλ’ αὕτη οὐκέτ’ ἂν κυρίως λέγοιτ’ ἂν ἀρχή. πάλιν οὐκ εἶπεν ‘καὶ σῶμά ἐστιν‘ ἀλλὰ ‘καὶ σῶμα ἔχων‘, ἐμφαίνων, ὅτι κατὰ τὸ τοιαύτης εἶναι φύσεως τῆς σωματικῆς, ἧς τὸ εἶναι ἐν τῷ γίνεσθαί ἐστιν, λέγοιτο ἂν γενητόσ‘. ταῦτα μὲν οὖν ὁ εἰρημένος ἀνήρ. τῷ τρίτῳ δὲ καὶ τῷ τετάρτῳ σημαινομένῳ καὶ Πρόκλος συγκατατίθεται· οὕτως γὰρ καὶ αὐτός φησιν τὸν Πλάτωνα γενητὸν λέγειν τὸν κόσμον οὐχ ὡς ἀρχὴν τοῦ εἶναι εἰληφότα, ἀλλ’ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, καὶ ἔτι γενητὸν ὡς ὑπὸ θεοῦ γενόμενον καὶ οὐκ αὐτὸν ἑαυτῷ τοῦ εἶναι αἴτιον ὄντα, ὅπερ ἐστὶν τὸ κατ’ αἰτίαν γενητὸν εἶναι.
Aet Mund.148 καὶ ὁ Πορφύριος δὲ πρὸς τοῖς ὑπὸ τοῦ Ταύρου κατηριθμημένοις καὶ ἕτερα προστίθησιν τοῦ γενητοῦ σημαινόμενα· φησὶν γὰρ γενητὸν λέγεσθαι καὶ τὸ λόγον ἔχον γενέσεως, κἂν μηδέποτε γεγονὸς ᾖ, ὡς τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῷ ἀναλύεσθαι εἰς στοιχεῖα καὶ συντίθεσθαι ἐκ στοιχείων καὶ ὡς τὰ διαγράμματα οἷον τὰ εὐθύγραμμα τῶν σχημάτων εἰς τρίγωνά τε διαιρεῖται τῷ λόγῳ καὶ ἐκ τριγώνων σύγκειται. δῆλον δήπου, ὅτι εἰς ταὐτὸν συντρέχει τοῦτο τῷ ἐξ ὕλης καὶ εἴδους συνθέτῳ· τὸ γὰρ οὕτω γενητὸν ὡς οὐκ ὂν ἁπλοῦν ἀλλὰ συγκείμενον ἐξ ὕλης καὶ εἴδους κατὰ τὸν αὐτὸν λόγον τοῖς διαγράμμασιν γενητὸν λέγεται· τῷ γὰρ προεπινοεῖσθαι ἀμφοτέρων τινὰ ἁπλούστερα, ἐξ ὧν ἡ σύνθεσις αὐτῶν θεωρεῖται καὶ εἰς ἃ ἡ ἀνάλυσις, ταύτῃ γενητὰ λέγεται πρὸς ἀντέμφασιν τῶν πάντῃ ἁπλῶν καὶ μηδεμίαν ἐπίνοιαν ἐχόντων συνθέσεως. ὥστε ὡς ἓν ἄμφω ληπτέον. καὶ ταύτῃ ἴσως οὐδὲ μνήμην τούτου τοῦ σημαινομένου ὁ ἕτερος τῶν ὑπομνηματιστῶν πεποίηται. ἔτι φησὶν ὁ Πορφύριος γενητὸν λέγεσθαι καὶ τὸ διὰ γενέσεως καὶ τοῦ γίνεσθαι τὸ εἶναι λαβόν, ὡς οἰκία καὶ πλοῖον καὶ φυτὸν καὶ ζῷον, καθὸ τὴν ἀστραπὴν καὶ τὸν κρότον καὶ ὅσα ἐξαίφνης ὑφίσταται καὶ παύεται οὐ λέγομεν εἶναι γενητά· πάντα γὰρ τὰ τοιαῦτα, ὡς καὶ Ἀριστοτέλης φησίν, ἄνευ γενέσεως εἰς τὸ εἶναι παραγίγνεται καὶ χωρὶς φθορᾶς εἰς τὸ μὴ εἶναι μεταβάλλει· καὶ δῆλον, ὅτι οὐδεὶς ἂν κατὰ τοῦτο γενητὸν εἶναι τὸν κόσμον ὑπόθοιτο ὡς διὰ γενέσεως εἰς τὸ εἶναι παραγενόμενον· ἅμα γὰρ νοήματι εἰς οὐσίωσιν ὁ θεὸς τὰ πάντα παρήγαγεν.
Aet Mund.149 ὥστε οὐδὲν τούτου τοῦ σημαινομένου εἰς ἐξέτασιν τῆς Πλάτωνος διανοίας δεησόμεθα. ἐπὶ πᾶσιν γενητὸν λέγεσθαί φησιν ὁ Πορφύριος καὶ τὸ πᾶσιν γνώριμόν τε καὶ καθωμιλημένον τὸ ἀπὸ χρόνου ἀρχὴν τοῦ εἶναι λαβὸν πρότερον οὐκ ὄν, καθό φησιν μὴ λέγεσθαι ὑπὸ Πλάτωνος γενητὸν τὸν κόσμον. ὥστε λείπεται τὰ λοιπὰ τέσσαρα σημαινόμενα, λέγω δὴ τό τε ἐν τῷ γένει τῶν γενητῶν ὄν, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους γενητόν, ᾧ μάλιστα ὁ Πορφύριος τίθεται, καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ τὸ κατ’ αἰτίαν γενητόν. δίκαιον οὖν οἶμαι ἓν ἕκαστον τούτων προχειρισάμενον ἐξετάσαι, εἰ οἷόν τέ ἐστιν τῇ Πλάτωνος διανοίᾳ σύμφωνον φαίνεσθαι· τούτων γὰρ ἁπάντων ἐληλεγμένων λείπεται κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, κἂν αὐτοὶ μὴ βούλωνται. θʹ. Ἡ μὲν οὖν πρώτη τοῦ γενητοῦ ὑπόθεσις (λέγω δὴ τὸ ἐν τῷ γένει τοῦ γενητοῦ ὑπάρχειν, εἰ καὶ μὴ γέγονεν) τοιαύτη τις εἶναί μοι φαίνεται, ὥσπερ ἂν εἴ τις ἔλεγεν ἐν τῷ γένει τῶν σωμάτων εἶναί τι, εἰ καὶ μὴ σῶμά ἐστιν, καὶ ἐν τῷ γένει τῆς οὐσίας εἶναί τι, εἰ καὶ μὴ οὐσία ἐστίν· οὗ τί ἂν γένοιτο καταγελαστότερον; τὰ γὰρ γένη συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖται.
Aet Mund.150 ὡς οὖν ὁ ἄνθρωπος ἐν τῷ γένει τῶν ζῴων ὑπάρχων ζῷόν ἐστιν καὶ ὁ λίθος ἐν τῷ γένει τῶν σωμάτων σῶμα, οὕτως ἀνάγκη καὶ τὸ ἐν τῷ γένει τῶν ὁρατῶν ὑπάρχον ὁρατὸν εἶναι καὶ τὸ ἐν τῷ γένει τῶν γενητῶν γενητόν. εἰ δ’ ὅλως ἐνδέχεταί τι μὴ γινόμενον μὲν ὂν δὲ κατ’ ἐνέργειαν ἐν τῷ γένει τῶν γενητῶν εἶναι, ὥς φασιν τὸν κόσμον, ἐνδέχεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν καὶ μὴ ὄν τι ἐν τῷ γένει τῶν γενητῶν γεγονέναι. ἀλλὰ τὸ μὴ ὂν ἐν τῷ γένει τῶν γενητῶν ἀγένητόν που πάντως ἐστίν. ἔσται ἄρα τι ἀγένητον γενόμενον. εἰ οὖν ταῦτα ἀδύνατα (ἅμα γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰ ἀντικείμενα ἔσται), ἀδύνατον ἄρα καὶ τὸ εἶναί τι ἐν τῷ γένει τῶν γενητῶν μὴ γενόμενον· τούτῳ γὰρ ἐκεῖνο ἠκολούθησεν. καὶ ἄλλως δὲ εἰς τὸ αὐτὸ ἄτοπον ἔστιν ἀπάγειν τὸν λόγον· εἰ γὰρ τὸ γενητὸν τῷ ἀγενήτῳ ὁ Πλάτων ἀντιδιέστειλεν ζητῶν, εἴτε τῶν γενητῶν ἐστιν ὁ κόσμος εἴτε τῶν ἀγενήτων, καὶ συγχωρήσας, ὅτι γενητός, οὕτως φησὶν γενητὸν εἶναι, ὡς δοκεῖ τοῖς φιλοσόφοις, ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ἀγένητον ἄρα δηλοῖ αὐτῷ τὸ ἐν τῷ γένει τῶν ἀγενήτων ὄν, εἰ καὶ μὴ ἀγένητόν ἐστιν.
Aet Mund.151 τὸ αὐτὸ ἄρα καὶ ἀγένητον ἔσται διὰ τὸ ἐν τῷ γένει τῶν ἀγενήτων εἶναι καὶ οὐκ ἀγένητον πάλιν διὰ τὸ γεγονέναι· ἡ ἀντίφασις ἄρα ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ἅμα συναληθεύσει. ἀλλ’ οἶμαι ταῦτα γέλωτος μᾶλλον ἢ ἀντιλογίας εἶναι ἄξια· καὶ γὰρ τὸ ὑπὸ τὸ κέντρον σῶμα ἐν τῷ γένει τῶν ὁρατῶν ὂν ὁρατόν που πάντως κατὰ φύσιν ἔσται· κἂν γὰρ μηδέποτε ὁραθῇ, οὐ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα στερεὰ σώματα· διαδῦναι γὰρ διὰ τῶν μὴ διαφανῶν ἡ ἡμετέρα ὄψις οὐ δύναται, ἐπεί τοί γε, εἰ τὰ ἐπιπροσθοῦντα ἀφαιρεθείη, ὁμοίως τοῖς λοιποῖς ἅπασιν ὁραθείη ἂν καί, εἴ γέ τις κατὰ τὸν μῦθον τοὺς Λυγκέως ὀφθαλμοὺς ἐκτήσατο ὡς ‘ῥηϊδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι‘, εἶδεν ἂν καὶ τὰ ὑπὸ τὸ κέντρον τῆς γῆς περιεχόμενα σώματα. ὥστε, εἰ καὶ ὁ κόσμος καὶ ἔστιν κατ’ ἐνέργειαν καὶ ἐν τῷ γένει τῶν γενητῶν ἐστιν, ἀνάγκη πάντως αὐτὸν καὶ γεγονέναι, εἰ καὶ ἡμῖν ἡ ἀρχὴ τῆς αὐτοῦ γενέσεως μὴ καταλέλειπται οὐ διὰ τὸ φύσει εἶναι αὐτὸν ἀγένητον (οὕτω γὰρ ἂν ἐν τῷ γένει τῶν ἀγενήτων καὶ οὐ τῶν γενητῶν ὑπῆρχεν) ἀλλὰ διὰ τὸ μόνον τῶν παρόντων τὴν ἡμετέραν γνῶσιν ἀντιλαμβάνεσθαι. καὶ ἄλλως· τὸ μὲν ὁρατὸν οὐκ ἐν τούτῳ ἔχει τὸ ὁρατὸν εἶναι ἐν τῷ ὁρᾶσθαι ἀλλ’ ἐν τῷ πεφυκέναι ὁρᾶσθαι· τὸ γὰρ ὁρᾶσθαι ἐν τῇ σχέσει αὐτῷ τῇ πρὸς τὰ ὁρῶντα συμβέβηκεν. ταύτῃ τοι κἂν μὴ τύχοι ποτὲ ὁραθῆναί τι τῶν ὁρατῶν διὰ τὸ ὑπὸ τὸ κέντρον τοῦ παντὸς περιέχεσθαι, οὐδὲν ἧττον ἕξει τὸ ὁρατὸν εἶναι· οὐ γὰρ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα· ὅθεν ὁραθείη ἂν εὐθύς, εἰ τὰ κωλύοντα ὑφαιρεθείη καὶ τὸ ὁρῶν παρῇ.
Aet Mund.152 ὥστε ὁρατὸν μέν τι εἶναι ἐνδέχεται, μηδέποτε δὲ ὁρώμενον· οὐ γὰρ ταὐτὸν τὸ ὁρατῷ τε εἶναι καὶ τὸ ὁρᾶσθαι. γενητὸν δὲ εἶναί τι τὸ μηδέποτε γενόμενον μήτε γενησόμενον ἀδύνατον· οὐ γὰρ ἐν τῷ πεφυκέναι γίνεσθαι μόνον τὸ γενητὸν ἔχει τὸ εἶναι γενητὸν ἀλλ’ ἐν τῷ πάντως ἢ γεγονέναι ἢ γενήσεσθαι· ὁδὸς γὰρ αὐτῷ εἰς τὸ εἶναι ἡ γένεσις. ἀδύνατον δέ ἐστιν τὸ μήτε γενόμενον πώποτε μήτε νῦν γιγνόμενον μήτε φύσιν ἔχον τοῦ γενήσεσθαί ποτε ἢ εἶναι γενητὸν ἢ λέγεσθαι. ἀνάγκη οὖν πᾶσα, καθ’ ὃ ἂν σημαινόμενον γενητὸς εἶναι λέγοιτο ὁ κόσμος, κατὰ τοῦτο πάντως καὶ γεγονέναι αὐτόν· οὐ γὰρ οἷόν τέ ἐστιν γενητὸν μὲν εἶναι, καθὸ δὲ γενητός ἐστιν, μήτε γεγονέναι μήτε γίνεσθαι μήτε γενήσεσθαι· ἐπεὶ οὐδ’ ἂν γενητὸς ὅλως εἴη. εἰ οὖν καθὸ γενητός ἐστιν ὁ κόσμος μὴ γέγονεν, ἀνάγκη πάντως μήτε νῦν γίνεσθαι μήτε γενήσεσθαι· οὐ γὰρ νῦν μὲν οὕτως ἄλλοτε δ’ ἄλλως εἶχεν ὁ κόσμος. ὥστε, εἰ μὴ γέγονεν καθὸ γενητός, οὐδ’ ὅλως γενήσεται. εἰ δὲ μήτε γέγονεν μήτε γενήσεται, οὐδὲ γενητός ἐστιν. ὥστε ἀδύνατον γενητὸν εἶναί τι μὴ γενόμενον, καθὸ γενητόν ἐστιν. ἐπὶ πᾶσιν δὲ τοῖς εἰρημένοις κἀκεῖνο συνιδεῖν ἄξιον, ὅτι οὐδὲ γενητὸν ἁπλῶς εἶναι τὸν κόσμον ὁ Πλάτων ἔφησεν, ἀλλὰ πανταχοῦ τὸ γεγονέναι αὐτοῦ κατηγόρησεν πῂ μὲν λέγων ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.
Aet Mund.153 γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων‘ καὶ πάλιν ‘χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν‘ καὶ πανταχοῦ οὕτως. εἰ δὲ γεγονέναι αὐτὸν διαρρήδην ὁ Πλάτων φησὶν καὶ οὐχ ἁπλῶς γενητὸν εἶναι μόνον, πῶς οὐκ ἄντικρυς ἀντιφθέγγονται τῷ ἀνδρὶ οἱ λέγοντες γενητὸν μὲν αὐτὸν εἶναι διὰ τὸ ἐν τῷ γένει τῶν γενητῶν εἶναι, μὴ γεγονέναι δὲ πώποτε, πρὸς τῷ καὶ εἰς ἄτοπον τὴν ὑπόθεσιν ἐξάγεσθαι ταύτην, ὡς ἐδείξαμεν. τὸ μὲν οὖν πρότερον τῶν τοῦ γενητοῦ σημαινομένων οὕτως ἡμῖν ἀπεληλέγχθω. ιʹ. Δεύτερον δὲ ἦν τὸ ἐπινοίᾳ σύνθετον, εἰ καὶ μὴ συνετέθη κατὰ χρόνον. πάντα γὰρ τὰ σώματα σύνθετα ὄντα ἐξ ὕλης καὶ εἴδους οὐ κατὰ χρόνον συνελθούσης τῆς ὕλης τῷ εἴδει συνετέθη· οὐδέποτε γὰρ γυμνὴν εἰδῶν ἔστιν ἰδεῖν ἢ εὑρέσθαι τὴν ὕλην οὐδὲ μὴν τὰ ἔνυλα εἴδη καθ’ αὑτὰ χωρὶς ὕλης ὑφεστῶτα ἀλλ’ ἐπινοίᾳ μόνῃ τὰ ἁπλᾶ γνωρίζεσθαι· ταύτῃ γὰρ μόνῃ εἰς τὸ ὑποκείμενον καὶ τὸ εἶδος τὰ σώματα ἀναλύεται καὶ πάλιν ἐκ τούτων συντίθεται. οὕτως οὖν καὶ τὸν κόσμον γενητὸν εἶναί φασιν λέγεσθαι, καθὸ δυνάμεθα τῇ ἐπινοίᾳ ἀναλῦσαι αὐτὸν εἰς τά, ἐξ ὧν σύγκειται, λέγω δὴ τό τε πρῶτον ὑποκείμενον καὶ τὰς ἐπικειμένας τούτῳ ποιότητας.
Aet Mund.154 καὶ τούτῳ γε μάλιστα τῷ σημαινομένῳ τοῦ γενητοῦ καὶ ὁ Πορφύριος συγκατατίθεται· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων ἐπὶ λέξεως ταῦτα ‘οἱ δὴ λέγοντες ἀγένητον μὲν κατὰ χρόνον εἶναι τὸν κόσμον ἑτέρως δὲ λέγειν γενητὸν εἶναι ἀναγκαίως τὰ σημαινόμενα τοῦ γενητοῦ καταριθμήσαντες, ἣν ἐπάγει κατασκευὴν τοῦ γεγονέναι, τίνι τῶν σημαινομένων ἐφαρμόττει, ἀξιοῦσι καθορᾶν. εἰ μὲν γὰρ μὴ ἀπεδείκνυεν, ὅτι γέγονεν, ἄδηλον ἦν, πῶς τὸ γεγονέναι τοῦ κόσμου κατηγόρησεν· εἰ δὲ ἐπάγει τούτου τὴν ἀπόδειξιν, ᾧπερ ἂν τῶν σημαινομένων τοῦ γενητοῦ ἐφαρμόζῃ ἡ ἀπόδειξις, δῆλον, ὡς κατ’ ἐκεῖνο γενητὸν ἂν λέγοι τὸν κόσμον, ᾧ δὲ μὴ ἐφαρμόζῃ, πρόδηλον, ὡς ἐκεῖνο παραιτεῖται· μὴ γὰρ δὴ τοσοῦτον τῶν φρενῶν ἐξεστηκέναι ὡς ἀσυλλόγιστα καὶ μηδαμῶς κατασκευαστικὰ τοῦ συμπεράσματος λαμβάνειν τὸν Πλάτωνα‘. ταῦτα εἰπὼν ὁ Πορφύριος καὶ τὰ προεκκείμενα τοῦ γενητοῦ σημαινόμενα καταριθμησάμενός φησιν τὸν κόσμον γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι, καθὸ ἐξ ὕλης καὶ εἴδους σύγκειται· ἔχει δὲ ἡ λέξις ὧδε ‘φημὶ τοίνυν, ὅτι κατὰ τὸ κυρίως ὑφ’ ἡμῶν δειχθὲν γενητὸν προσαγορευόμενον, τουτέστιν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, πρὸς οὗπερ τὴν ἀπόδειξιν καὶ τὰ προληφθέντα ἀξιώματα οἰκείως αὐτὸν δείξομεν προειληφότα, πρότερον ὡς τῷ τοιούτῳ ἐφαρμόζει σημαινομένῳ ἡ ἀπόδειξις ἐκδιδάξαντες· εἰ γάρ τι ὁρατὸν καὶ ἁπτόν ἐστιν καὶ σῶμα ἔχον, τοῦτο τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας καὶ ὠγκωμένον οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδουσ‘.
Aet Mund.155 ταῦτα καὶ ὁ Πορφύριος. αιʹ. Ἔστιν δὲ πρὸς ἅπαντας αὐτοὺς εἰπεῖν, ὡς πρῶτον μὲν τὸ ἑτέρων σημαινομένων ὀνόματα καθ’ ἑτέρων ἐπιτιθέναι σημαινομένων τὰς συνήθεις παρωσαμένους προσηγορίας πολλῆς ἐστιν αὐτονομίας καὶ ἐξουσίας· ἔδει γὰρ αὐτούς, εἴπερ τοῦτο ἦν ἀληθές, δεῖξαί που τῶν διαλόγων τὸν Πλάτωνα τὸ γενητὸν σαφῶς ἀντὶ τοῦ συνθέτου μεταλαμβάνοντα. ἀλλ’ οὐδὲ ἡ κοινὴ τῶν ἀνθρώπων χρῆσις σύνθετόν τι εἰπεῖν βουλομένη ἀντὶ συνθέτου τὸ γενητὸν μετέλαβεν πώποτε· οἶδεν γὰρ καὶ ἡ συνήθεια, ὡς ἄλλο μὲν τὸ γενητὸν σημαίνει, ἄλλο δὲ τὸ σύνθετον. ἀλλ’ οὐδὲ ἔκ τινος ἄλλου τῶν ἀρχαιοτέρων, ὅσον ἐμέ γε εἰδέναι, ἤ τινος λογογράφου δύναται τούτου ἡμῖν τὴν πίστιν κομίζειν, εἴ που ἐναργῶς τὸ σύνθετον εἰς τὸ γενητὸν μετέλαβέν τις· ὁ γὰρ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς περὶ οὐρανοῦ τὰ τοῦ γενητοῦ καὶ ἀγενήτου καταριθμούμενος σημαινόμενα οὐδαμοῦ τὸ ἐξ ὕλης καὶ εἴδους σύνθετον γενητὸν εἶναι λέγεσθαι διωρίσατο ἢ ἀγένητον τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ὡς ἐν ἑτέροις τὰ τοῦ ἀνδρὸς ἐξετάζοντες δείξομεν. πῶς οὖν οὐκ ἄτοπον ῥᾳδίως οὕτω μεταφέρειν τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἐπὶ τὸ ἀτριβὲς καὶ ἀσύνηθες καὶ αὐτῷ Πλάτωνι καὶ πᾶσιν ἀνθρώποις; ἄλλως τε καὶ μέγιστον κατηγόρημα προσάπτουσιν Πλάτωνι τὸ μὴ διελέσθαι πρότερον τὰ τοῦ γενητοῦ σημαινόμενα, εἶτα ἀφορίσαι, περὶ ποίου σημαινομένου τοὺς λόγους ποιεῖται, εἴπερ μὴ τὸ καθωμιλημένον τοῖς πολλοῖς τοῦ γενητοῦ σημαινόμενον ἀλλά τι ξένον καὶ ἀσύνηθες παρελάμβανεν· σοφιστικὸν γὰρ λίαν εἶναι τὸ τοιοῦτο καὶ πρότερον ἀπεδείξαμεν.
Aet Mund.156 πλὴν εἰ καὶ ταῦτά τις ἅπαντα παριδὼν συγχωρήσειεν αὐτοῖς τὸ γενητὸν σημαίνειν μετὰ τῶν ἄλλων σημαινομένων καὶ τὸ σύνθετον εἶναι ἐξ ὕλης καὶ εἴδους, δῆλον δήπου πάντως, ὅτι καὶ ἐν οἷς κατ’ ἀρχὴν ἀφοριζόμενος τὸ προκείμενον αὐτῷ πρόβλημα, ὅτε ἔλεγεν περὶ τοῦ παντὸς σκοπεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐδὲν ἕτερον ἔλεγεν ἢ μέλλειν ζητεῖν, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους (εἰ γὰρ τὸ γενητὸν ἐν τούτοις τὸ σύνθετον δηλοῖ παρὰ Πλάτωνι, καὶ τὸ ἀγένητον πάντως τὸ ἀσύνθετον δηλώσει), καὶ ὅτε ἄρα λοιπὸν αὐτὸ τὸ πρόβλημα προὔτεινεν, πότερον ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, τοῦτο δήπουθεν ἐζήτει, ὅπερ καὶ τὴν ἀρχὴν ἀφωρίσατο, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους. ὥστε καὶ τὸ ‘ἦν ἀεί‘ ἀντὶ τοῦ ἁπλοῦ μεταληφθήσεται διὰ τὴν πολλὴν ἐξουσίαν τῆς τῶν ὀνομάτων μεταθέσεως· ὅπερ γὰρ ἐν ἀρχῇ εἶπεν προκεῖσθαι αὐτῷ εἰς ζήτησιν, εἰ γέγονεν ὁ κόσμος ἢ καὶ ἀγένητός ἐστιν, τοῦτο γὰρ προϊὼν ἐζήτησε φήσας ‘πότερον ἦν ἀεὶ ἢ γέγονεν‘ ἀντὶ τοῦ ἀγενήτου τὸ ἀεὶ εἶναι μεταλαμβάνων.
Aet Mund.157 εἰ οὖν τὸ μὲν γενητὸν τὸ σύνθετον δηλοῖ καὶ διὰ τοῦτο καὶ τὸ ἀγένητον ἀνάγκη δηλοῦν τὸ ἀσύνθετον καὶ ἁπλοῦν, ἀντὶ δὲ τοῦ ἀγενήτου μετέλαβεν ὁ Πλάτων τὸ ἀεὶ εἶναι, καὶ τὸ ἀεὶ ἄρα εἶναι τὸ ἀσύνθετον παρ’ αὐτῷ σημαίνει. καὶ τίς ἡ ἀνάγκη τῆς τοσαύτης τῶν ὀνομάτων ἀκυρολογίας τῷ Πλάτωνι, δέον συντόμως τε καὶ κυρίαις λέξεσιν τὴν οἰκείαν ἑρμηνεύοντα διάνοιαν εἰπεῖν ‘πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδουσ‘; τίς γάρ ποτε ἀνθρώπων τὸ ἀεὶ ὂν ἀντὶ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου μετείληφεν; ἀλλὰ δὴ καὶ τοῦτο συγκεχωρήσθω· μεταλαμβανόντων ἡμῶν τό τε ἀεὶ ὂν εἰς τὸ ἀσύνθετον καὶ ἁπλοῦν καὶ τὸ γίνεσθαι εἰς τὸ συγκεῖσθαι, καθὼς ἔδοξεν τοῖς νέοις τῶν ὀνομάτων νομοθέταις, ἔσται τὸ συμφραζόμενον πᾶν τοιοῦτο ‘πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος συνθέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ σύγκειται ἐξ ἀρχῆς τινος ἀρξάμενοσ‘. ἀλλ’ οὐδὲ οὕτω πάλιν ἐπικρύψαι τὴν ἀλήθειαν δεδύνηνται· εἰ γὰρ περὶ μόνου τοῦ ‘εἴτε ἁπλοῦς ἐστιν ὁ κόσμος εἴτε σύνθετοσ‘ ἡ ζήτησις ἦν τῷ Πλάτωνι, τί βούλεται αὐτῷ προσκείμενον τὸ ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν‘; καὶ πάλιν τῷ ‘γέγονεν‘ τί προσῆψεν τὸ ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘; ἤρκει γὰρ μόνον εἰπεῖν ‘πότερον ἦν ἀεὶ ἢ γέγονεν‘. δι’ ὧν οὖν ζητεῖ, εἴτε ἀεὶ ὢν (τουτέστιν ἁπλοῦς ὤν) οὐδεμίαν ἀρχὴν ἔχει γενέσεως (τουτέστιν κατ’ αὐτοὺς συνθέσεως) εἴτε γέγονεν (τουτέστιν συντέθειται) ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπικρίνει τὸ γεγονέναι (‘γέγονεν‘ γάρ φησιν), δηλονότι ἀπό τινος ἀρχῆς ἀρξάμενον συντεθεῖσθαί φησιν τὸν κόσμον· τὸ γὰρ ὅλον τοῦτο ἐζήτησεν, εἰ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, καὶ ἐπέκρινεν, ὅτι γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.
Aet Mund.158 ὥστε ἄρξασθαι τὴν τοῦ κόσμου σύνθεσιν ὡμολόγησε Πλάτων, ὅπερ ἐστὶν πάλιν τὸ εἶναι αὐτοῦ καὶ τὴν ὕπαρξιν. εἴρηται γάρ, ὡς ἐπὶ τῶν ἐξ ὕλης καὶ εἴδους συγκειμένων ἐπινοίᾳ μόνῃ προεπινοεῖται τῶν συνθέτων τὰ ἁπλᾶ· οὐ γὰρ πρότερον ὑποστήσας ὁ δημιουργὸς ὕλην ἀνὰ μέρος καὶ εἶδος ὕστερον ταῦτα συντέθεικεν, ἀλλ’ ἅμα τοῖς ἁπλοῖς καὶ τὸ ἐξ αὐτῶν συγκείμενον εἰς τὸ εἶναι παρήγαγεν· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἕτερον χωρὶς θατέρου εἶναι οὐ δύναται. εἰ οὖν ἄρξασθαί φησιν τὴν τοῦ κόσμου σύνθεσιν, ἅμα δὲ τῇ συνθέσει τά τε ἁπλᾶ καὶ τὰ ἐκ τούτων σύνθετα εἰς τὸ εἶναι ὁ θεὸς παρήγαγεν, ἀρχὴν ἄρα τῇ συνθέσει τοῦ κόσμου διδοὺς ὁ Πλάτων ἀρχὴν καὶ τῷ εἶναι παρέχει· οὐ γὰρ ἄλλο τὸ εἶναι τοῦ κόσμου καὶ ἡ σύνθεσις, ἀλλ’ ἅμα ἔστιν τε καὶ σύνθετός ἐστιν. βιʹ. Εἰ δέ τις τὴν ἀρχὴν ἐνταῦθα καὶ τὸ ἄρξασθαι μὴ χρονικῶς ἀκούῃ (χρονικὴν δὲ λέγω ἀρχήν, ὡς πολλάκις εἴρηται, οὐ τὴν ἐν μέρει χρόνου γενομένην προϋφεστῶτος τοῦ χρόνου, ἀλλὰ τὸ σὺν χρόνῳ ἀρχὴν τοῦ εἶναι λαβεῖν πρότερον οὐκ ὄντα), ἀνάγκη δήπου πάντως αἰτιώδη τὴν ἀρχὴν ἀκούειν· εἰ γὰρ καὶ ἄλλο τι εἴη σημαινόμενον τῆς ἀρχῆς, οὐδὲν ἡμῖν πρὸς τὴν παροῦσαν λυσιτελήσει σκέψιν· ὥστε καὶ τὸ πολυπραγμονεῖν περίεργον.
Aet Mund.159 ἓξ δὲ ὄντων παντὸς γινομένου τῶν αἰτίων κατὰ Πλάτωνα, ὑλικοῦ, εἰδικοῦ, ποιητικοῦ, παραδειγματικοῦ, ὀργανικοῦ, τελικοῦ (τῆς γὰρ οἰκίας ποιητικὸν μὲν αἴτιον ὁ οἰκοδόμος, παράδειγμα δὲ ὁ λόγος ὁ ἐν αὐτῷ, καθ’ ὃν ποιεῖ τὴν οἰκίαν, ὕλη δὲ λίθοι καὶ ξύλα, εἶδος αὐτὸ τὸ σχῆμα, ὄργανον δὲ κανὼν καὶ στάθμη καὶ σμίλη καὶ τὰ λοιπά, τέλος δὲ ἡ χρεία, δι’ ἣν γέγονεν, ὥστε σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων), κατ’ οὐδὲν οἶμαι τούτων δυνατὸν εἶναι τὴν ἀρχὴν ἐν τούτοις ἐξακούεσθαι· ‘πότερον‘ γάρ φησιν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδὲ μίαν‘· ὡς γὰρ ἑπομένου τῷ ἀεὶ ὄντι τοῦ μηδεμίαν ἔχειν γενέσεως ἀρχὴν εἰπὼν ‘ἦν ἀεί‘ ἐπήγαγεν τὸ ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν‘. τῆς οὖν γενέσεως εἰς τὸ συνθέσεως μεταλαμβανομένης καὶ τοῦ ἀεὶ εἶναι εἰς τὸ ἁπλοῦν καὶ ἀσύνθετον εἶναι καὶ τῆς ἀρχῆς μὴ χρονικῶς ἀκουομένης ἀλλ’ ἢ κατὰ τὸ ποιητικὸν αἴτιον ἢ κατὰ τὸ εἶδος ἢ κατά τι τῶν λοιπῶν συμβήσεται πᾶν ἁπλοῦν καὶ ἀσύνθετον μηδεμίαν ἔχειν τῶν τοῦ συνθέτου ἀρχῶν· ἀρχαὶ δὲ τοῦ συνθέτου αἱ ἓξ αἱ εἰρημέναι· οὐδὲν ἄρα ἁπλοῦν οὔτε εἶδος ἕξει οὔτε παράδειγμα οὔτε τελικὸν οὔτε ποιητικὸν αἴτιον· μόνον ἄρα τῶν αἰσθητῶν ἐστιν ποιητὴς ὁ θεὸς καὶ ἐν μόνοις τούτοις τὰ εἴδη θεωρεῖται· οὐδεμία ἄρα λογικὴ ψυχὴ οὔτε εἶδός ἐστιν οὔτε παράδειγμα ἕξει οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον οὐδὲ τῶν λοιπῶν νοητῶν οὐδέν.
Aet Mund.160 πάλιν δ’ αὖ εἰ ἡ ἀρχὴ σημαίνει αὐτῷ τῶν εἰρημένων τινά, τί βούλεται δηλοῦν ἐν οἷς φησιν ‘ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘; διὰ τί γὰρ ἑνικῶς εἶπεν ‘ἀπ’ ἀρχῆς τινοσ‘; εἰ γὰρ τὰ αἴτια τοῦ συνθέτου διὰ τῆς ἀρχῆς δηλοῦν ἐβούλετο, ταῦτα δὲ πλείονά ἐστιν καὶ ἐπί γε τοῦ κόσμου καὶ κατ’ αὐτὸν Πλάτωνα τὰ ἀπηριθμημένα χωρὶς τοῦ ὀργανικοῦ (ὀργάνου γὰρ εἰς οὐσίωσίν τινος ὁ θεὸς οὐ δεῖται τῶν ὄντων), τί δήποτε ἐπὶ τοῦ ἀεὶ ὄντος πληθυντικῶς τῇ ἀναιρέσει τῆς ἀρχῆς χρησάμενος οὐδεμίαν εἰπὼν τὸ ἀεὶ ὂν ἔχειν γενέσεως ἀρχὴν ἐπὶ τοῦ γινομένου ἑνικῶς τὴν ἀρχὴν κατέφησεν καὶ ταύτην μετὰ τοῦ ἀορίστου μορίου τοῦ τίς ‘ἢ γέγονε‘ φήσας ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘, δέον πληθυντικῶς ‘ἀπ’ ἀρχῶν τινων‘ εἰπεῖν ‘ἀρξάμενοσ‘, εἴ γε πλείονες, ὡς καὶ Πλάτωνι δοκεῖ, τῶν συνθέτων αἱ αἰτιώδεις ἀρχαί, ἃς καὶ εἰρήκαμεν; ὁπότε καὶ γελοῖόν ἐστιν τὸ γεγονέναι ἀντὶ τοῦ σύνθετον εἶναι λαμβάνοντα ζητεῖν, εἰ τὸ σύνθετον ἀπό τινων ἁπλῶν σύγκειται· ὅμοιον γάρ, ὡς εἴ τις ζητοίη, εἰ τὸ σύνθετον μὴ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον. τί δ’ αὖ πάλιν καὶ τὸ ἄρξασθαι δηλοῖ; εἰ γὰρ μὴ χρονικὸν ἐν τούτοις τὸ ἄρξασθαι, λείπεται καὶ αὐτὸ εἰς τὸ συνθέσθαι μεταλαμβάνειν, ἵν’ ᾖ τὸ συμφραζόμενον ὑπὸ Πλάτωνος τοιοῦτον ‘ἢ σύνθετός ἐστιν ἀπό τινος ἀρχῆς συγκείμενοσ‘· πάντα γὰρ μᾶλλον, ἐμοὶ δοκεῖ, λέγειν αἱρήσονται ἢ τὴν ἁπλῆν καὶ ἀληθῆ τοῦ Πλάτωνος διάνοιαν καταδέξασθαι.
Aet Mund.161 ἀλλ’ οὐδὲν σύνθετον ἐκ τινὸς σύγκειται ἀλλ’ ἐκ τινῶν· πῶς οὖν φησιν ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘, τουτέστιν συγκείμενος; εἰ δέ τις ἀρχὴν ἐνταῦθα μόνην τὴν ποιητικὴν ἀκούειν βούλοιτο, δηλονότι καί, ὅτε ἔλεγεν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν‘, ἀρχὴν πάλιν τὴν ποιητικὴν ἀκουσόμεθα. πάλιν ὡς ἑπόμενον ὁ Πλάτων λαμβάνων τοῖς ἀεὶ οὖσιν τὸ μηδεμίαν ἔχειν ποιητικὴν ἀρχὴν μόνα τὰ αἰσθητά φησιν ὑπὸ ποιητικῆς αἰτίας γεγονέναι, τῶν νοητῶν δὲ οὐδέν. ὥστε μόνων τῶν αἰσθητῶν ἐστιν δημιουργὸς ὁ θεός, ἄναρχα δὲ κατ’ αἰτίαν τὰ νοητὰ πάντα, ὧν καὶ ἡ ἡμετέρα ὑπάρχει ψυχή. εἰ τοίνυν ταῦτα ἄτοπα, οὐκ ἄρα τὸ ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘ κατά τι τῶν ἓξ αἰτίων ἔλαβεν. ὥστε ἀπὸ χρόνου τὸν κόσμον τοῦ εἶναι ἄρξασθαι ὁ Πλάτων βούλεται· εἰ γάρ, ὡς τῷ Πορφυρίῳ καλῶς ἔδοξεν, μηδεὶς τοσοῦτον τῶν φρενῶν ἐξέστηκεν, ὡς λέγειν ἀσυλλογίστοις λήμμασιν κεχρῆσθαι τὸν Πλάτωνα, πολλῷ δήπου μᾶλλον κενὸς ἂν εἴη φρενῶν ὁ τοιαύτας ὑποθέσεις λαμβάνειν οἰόμενος Πλάτωνα, ὡς μυρία αὐταῖς πῂ μὲν γέλωτος ἄξια ἕπεσθαι πῂ δὲ ἀτοπώτερα πάσης ἀτοπίας, ἀκύροις τε λέξεσιν λέγων κεχρῆσθαι καὶ ὁμωνύμοις ἄνευ τῆς τούτων εἰς τὰ σημαινόμενα τὰ οἰκεῖα διαιρέσεως καὶ τῆς μὲν συνήθους σημασίας τῶν λέξεων ἀμελεῖν, κατ’ ἄλλων δὲ σημαινομένων φέρειν τὰς λέξεις μὴ ἐγνωσμένων τοῖς Ἕλλησιν· εἰς ταῦτα γὰρ ἀπήγαγον αἱ θαυμασταὶ αὗται ὑποθέσεις τὸν Πλάτωνα. οὔτε ἄρα τὸ γενητὸν τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον δηλοῖ τῷ Πλάτωνι οὔτε ἀρχὴν γενέσεως ἐν τούτοις ἄλλην τινὰ ἢ τὴν κατὰ χρόνον νοεῖν ἐνδέχεται.
Aet Mund.162 γιʹ. Ὅτι δὲ τὸ τῆς ἀρχῆς ὄνομα τὴν κατὰ χρόνον ἀρχὴν ἐν τούτοις σημαίνει τῷ Πλάτωνι, μάθοις ἂν καὶ ἐκ τῶν ἀλλαχοῦ περὶ τῆς τοῦ κόσμου συστάσεως ἀπορητικῶς αὐτῷ εἰρημένων· ἐν γοῦν τῷ ἕκτῳ τῶν νόμων ἐπὶ λέξεώς φησιν ταῦτα ‘εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντα ἄνδρα ξυννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν οὐδεμίαν εἴληχεν οὐδ’ ἕξει ποτὲ τελευτὴν ἀλλ’ ἦν τε ἀεὶ καὶ ἔστιν πάντως καὶ ἔσται ἢ μῆκός τι τῆς ἀρχῆς, ἀφ’ οὗ γέγονεν, ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς εἴη‘· καὶ ἐν τῇ ἐπινομίδι δὲ ὁ αὐτὸς περὶ τῶν κατ’ οὐρανὸν ἁπάντων ταῦτά φησιν ‘νομίσαι δὲ δεῖ πάντα τὰ κατ’ οὐρανὸν ζῴων γένη, ὃ δὴ πάνυ χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου ψυχῆς τε εὐδαιμονεστάτης τε καὶ ἀρίστης. δυοῖν δὲ αὐτῆς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν· ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδὲν ἔτι πλείονος ἂν προσδεῖσθαι‘. εἰ οὖν ἐν τούτοις μὲν ὡς ἀπορῶν φησιν ‘δύο μοιρῶν τὴν ἑτέραν χρὴ δοξάζειν περὶ τῆς τῶν ἀνθρώπων γενέσεως καὶ τῶν κατ’ οὐρανὸν ἁπάντων, ὡς ἢ τὸ παράπαν οὐδεμίαν ἀρχὴν εἰλήφοι γενέσεως καὶ διὰ τοῦτο οὐδ’ ἕξει τελευτὴν ἀλλ’ ἦν τε ἀεὶ καὶ ἔσται, ἢ μῆκός τι τῆς ἀρχῆς εἶναι, ἀφ’ οὗ γέγονεν, καὶ ἀμήχανον χρόνον ὅσον γεγονότα εἴη μακραίωνα βίον τῶν οὐρανίων ἐχόντων‘, ὅπερ δὲ ἐν τούτοις ὡς ἀπορῶν προθεὶς ἄλυτον εἴασε διὰ τὸ μηδὲ προκεῖσθαι αὐτῷ ἐν τοῖς νόμοις περὶ τῆς τοῦ κόσμου φυσιολογεῖν γενέσεως, τοῦτο αὐτὸ πάλιν εἰς ἐξέτασιν ἐν Τιμαίῳ προτείνας, εἴτε ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, τὸ γεγονέναι τὸν κόσμον καὶ γενέσεως ἀρχὴν ἔχειν ἐπέκρινεν, πρόδηλον δήπου παντί, ὅτι, περὶ ἧς ἐν τοῖς νόμοις ἀρχῆς ἠπόρησεν, περὶ ταύτης καὶ ἐν τῷ Τιμαίῳ πάλιν ἀπορήσας ταύτην τὴν ἀρχὴν τὴν τοῦ παντὸς ἐκύρωσεν γένεσιν· εἰ δὲ ἐν τοῖς νόμοις σαφῶς, εἰ ἀρχὴν ἔχει χρονικὴν ἢ οὐ τά τε οὐράνια καὶ ἡ τῶν ἀνθρώπων ἠπόρησε γένεσις, καὶ ἐν Τιμαίῳ ἄρα ἀπ’ ἀρχῆς τινος χρονικῆς ἀρξάμενον γεγονέναι τὸν κόσμον ἀπεφήνατο.
Aet Mund.163 ὅτι δὲ ἀρχὴν ἔχειν χρονικὴν λέγων τὸν κόσμον ὁ Πλάτων οὐκ ἀσυλλόγιστα συλλογίζεται, ὡς τῷ Πορφυρίῳ δοκεῖ, μικρὸν ὕστερον δειχθήσεται. διʹ. Πῶς δὲ καὶ τῆς ἀγχινοίας τοῦ Πλάτωνος εἴη θεώρημα οὕτως ἐναργὲς καὶ πᾶσιν ἀνθρώποις γνώριμον τοῖς ὁπωσοῦν φυσικῆς γευσαμένοις θεωρίας καὶ προσέτι τοῖς πρὸ αὐτοῦ φυσικοῖς ἅπασιν ὡμολογημένον, ὡς πᾶν σῶμα σύνθετόν ἐστιν ἐξ ὑποκειμένου καὶ εἴδους, εἰ καὶ περὶ τοῦ τί τούτων ἑκάτερόν ἐστιν διηνέχθησαν, ὥσπερ τι καινὸν ἡμῖν λύειν μέλλοντα πρόβλημα ἀγωνιᾶν καὶ θεοὺς ἐπικαλεῖσθαι καὶ θεὰς συνεργοὺς εἰς εὕρεσιν αὑτῷ γενέσθαι, εἴτε σύνθετόν τι χρῆμά ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους συγκείμενος εἴτε καὶ μὴ ἀλλ’ ἁπλοῦν δηλονότι καὶ ἀσύνθετον; διὰ τί δὲ καὶ ὡς ἐπὶ τοῦ παντὸς τὴν ζήτησιν ποιεῖται; οὐ γὰρ ἴδιον τοῦτο τοῦ παντὸς πρόβλημα, καθὸ πᾶν ἐστιν, λέγω δὴ τοῦ κόσμου, εἰ ἐξ ὕλης καὶ εἴδους ἔχει τὴν σύστασιν, ἀλλὰ καὶ τοῦ τυχόντος καὶ μερικοῦ σώματος γενητοῦ τε καὶ φθαρτοῦ, οἷον τοῦδε τοῦ ὕδατος καὶ τῆσδε τῆς γῆς.
Aet Mund.164 ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, μάρτυς καὶ αὐτὸς ὁ Πορφύριος· καίτοι γὰρ εἰπὼν γενητὸν λέγεσθαι τὸν κόσμον ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους προελθὼν καὶ ἐξηγούμενος τὸ ‘παραλαβὼν ὁ θεὸς ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ πλημμελῶς καὶ ἀτάκτως κινούμενον‘ φησὶν ἐπὶ λέξεως ταῦτα ‘οὐκ ἔστιν ταὐτὸν κόσμου ποίησις καὶ σώματος ὑπόστασις οὐδὲ αἱ αὐταὶ ἀρχαὶ σώματός τε καὶ κόσμου, ἀλλ’ ἵνα μὲν κόσμος γένηται, δεῖ σώματα εἶναι καὶ θεὸν εἶναι, ἵνα δὲ σώματα, δεῖ ὕλην εἶναι καὶ θεὸν καὶ τὸ ἐπιγινόμενον ἄλλο μέν, ἵνα σωματωθῇ ὕλη, ἄλλο δέ, ἵνα τὰ σωματωθέντα ταχθῇ. ταῦτα δὲ ἀεὶ ἅμα γίνεται πάντα καὶ οὐ χρόνῳ διηρτημένα, ἀλλ’ ἥ γε διδασκαλία ἀναγκαίως διαιρεῖ, ἵνα διδάσκῃ ἀκριβῶς τὸ γιγνόμενον· σώματος μὲν γὰρ ἀρχαὶ θεὸς μὲν γεννῶν, ὕλη δὲ καὶ τὰ σχήματα, ἃ προϊὼν ἡμᾶς διδάξει, ὡς ἐξ ὧν συνέστηκεν τὰ σώματα γεννηθέντων ἀπὸ θεοῦ, κόσμου δὲ τὰ ἤδη ὑποστάντα σώματα ὑπὸ θεοῦ καὶ θεὸς ὁ ταῦτα τάσσων‘· καὶ μετ’ ὀλίγα ‘τεκμήριον δὲ τοῦ τε μὴ ταὐτὸν εἶναι κατὰ Πλάτωνα σώματος σύστασιν καὶ κόσμου καὶ ὅτι νῦν μὴ τὴν ὕλην παραλαμβάνει ἀλλὰ τὰ ἐξ ὕλης ἀποτελεσθέντα σώματα ἐκεῖνο γινέσθω τὸ ὁρατὰ λέγειν εἶναι τὰ παραληφθέντα (τὰ δὲ ὁρατὰ τί ἂν εἴη ἢ σώματα; ἡ δὲ ὕλη ἀειδὴς καὶ ἄμορφος κατ’ αὐτὸν καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη) καὶ τὸ προελθόντα σωμάτων γένεσιν δεικνύναι καίτοι ἐνταῦθα κόσμου ἐπιδείξαντα σύστασιν· ἀλλ’ ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἀνατρέχει ἐπὶ τὴν τοῦ σώματος γένεσιν‘.
Aet Mund.165 εἰ τοίνυν ταῦτα καὶ ἀληθῶς καὶ τῷ Πλάτωνι δοκοῦντά φησιν ὁ Πορφύριος, πῶς οὐ συνεῖδεν ταῦτα πρότερον, ὅτε γενητὸν εἶναι ἔλεγεν τὸν κόσμον ὡς ἐξ ὕλης καὶ εἴδους συγκείμενον, ὅτι οὔκ εἰσιν ἀρχαὶ τῆς τοῦ κόσμου συνθέσεως ὕλη καὶ εἶδος ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα, ὧν ἡ σύνθεσίς τε καὶ τάξις τὸν κόσμον ἐποίησεν; εἰ δὲ μὴ ἀρχαὶ τοῦ κόσμου εἰσὶν [ἡ] ὕλη καὶ εἶδος, οὐκ ἄρα ζητῶν ὁ Πλάτων, εἰ γέγονεν ὁ κόσμος καὶ ἀρχὴν ἔχει τοῦ εἶναι, τοῦτο ἐζήτει, εἰ σύνθετος ἐξ ὕλης καὶ εἴδους συγκείμενος· σωμάτων γὰρ αὕτη καὶ οὐ κόσμου γένεσις, ὡς καὶ ὁ Πορφύριος εἴρηκεν· Πλάτων δὲ περὶ τῆς τοῦ κόσμου γενέσεως ζητῆσαι προὔθετο μέλλων ἐφεξῆς καὶ περὶ τῆς τῶν σωμάτων ζητῆσαι γενέσεως.
Aet Mund.166 αὐτὸς ἄρα ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος ῥητῶν συνελαυνόμενος σύντομον ἔλεγχον ἡμῖν τῆς προκειμένης τοῦ γενητοῦ παραδέδωκεν ὑποθέσεως, ἀλλ’ οὐ συνεῖδεν ταῦτα συμβάλλειν ἀλλήλοις καὶ τὸ μαχόμενον ἐκφυγεῖν ἢ συνεῖδεν μὲν ἐνόμισεν δὲ λανθάνειν καὶ ταύτῃ κλέπτειν τοὺς ἐντυγχάνοντας. ἀλλ’ οὐδὲ ἐκεῖνο οἶμαι νοῦν ἔχοντά τινα εἰπεῖν, ὡς, εἰ καὶ μὴ οὕτως γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι τὸν κόσμον δυνατὸν ὡς ἐξ ὕλης καὶ εἴδους σύνθετον διὰ τὰ νῦν λεχθέντα, ἀλλ’ οὖν γε ὡς ἐκ πλειόνων σωμάτων συγκείμενον· οὐ γὰρ ἐχόντων ἐστὶν ὀφθαλμοὺς καὶ αἴσθησιν τὸ περὶ τούτου ζητεῖν, εἴτε ἕν τι σῶμα καὶ ἁπλοῦν ἐστιν ὁ κόσμος εἴτε ἐκ πλειόνων ἔχει τὴν σύστασιν· οὐδεὶς γὰρ ἀπορεῖ περὶ τούτων, ἅπερ ἐναργῶς ἑλεῖν τῇ αἰσθήσει πάρεστιν. ἠλίθιοι ἄρα παντελῶς καὶ κενοὶ τῷ ὄντι φρενῶν, ὅσοι εἰς τὰς ἠλιθίους ταύτας ὑποθέσεις ἐξήγαγον Πλάτωνα. ἀλλὰ γὰρ καὶ ταύτην ἱκανῶς ἀπελέγξαντες τὴν ὑπόθεσιν ἐπὶ τὴν τῶν λοιπῶν ἐπίσκεψιν μεταβησόμεθα. ειʹ. Τρίτον ἦν τοῦ γενητοῦ σημαινόμενον, καθ’ ὃ ἐν τῷ γίνεσθαί ἐστιν ὁ κόσμος, ὅπερ μάλιστα καὶ ὁ Πρόκλος ἐν τοῖς εἰς τὰ προκείμενα χωρία ἐξηγητικοῖς ὑπομνήμασιν ἀποδέχεται· ἐν γοῦν τῷ προειρημένῳ λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘, ἀντιλέγων πρὸς Ἀριστοτέλην αὐτὸν μὲν ἀίδιον εἶναι τὸν κόσμον ὑποτιθέμενον ἐγκαλοῦντα δὲ Πλάτωνι ὡς ἀπὸ χρόνου γενητὸν αὐτὸν ποιοῦντι (εἴπωμεν δέ, πῶς τὸ ἀπὸ χρόνου ἐπὶ τοῦ κόσμου λέγεται) τὸν μὲν περὶ τῆς ἀιδιότητος τοῦ κόσμου λέγον τοῦ Ἀριστοτέλους ἀποδέχεται, οὐ δίκαια δέ φησιν ἐγκαλεῖν αὐτὸν Πλάτωνι· οὐδὲ γὰρ τὸ γεγονέναι παρ’ αὐτῷ σημαίνειν τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἀλλὰ τὸ ἀεὶ γίγνεσθαι· τὰ μὲν γὰρ ὑπέρχρονά τε καὶ αἰώνια ὅλην ἅμα ἔχειν παροῦσαν τήν τε οὐσίαν ἑαυτῶν καὶ τὴν δύναμιν καὶ τὴν τελειότητα τῆς ἐνεργείας, πᾶν δὲ τὸ ἐν χρόνῳ ὂν οὐκ ἔχειν ἀθρόαν ἅμα τὴν οἰκείαν ζωὴν παροῦσαν· ‘εἴ τι γὰρ ἐν χρόνῳ ἐστίν‘, φησίν, ‘κἂν εἰς τὸν ἄπειρον ἐκτείνηται χρόνον, ἔστιν μὲν ποτέ (ὅσον γὰρ ἔστιν αὐτοῦ, τοῦτο ἔν τινι χρόνῳ ἐστίν· οὐ γάρ ἐστιν ἅμα ὁ χρόνος), γίνεται δ’ ἐπ’ ἄπειρον ἀλλ’ οὐ ποτέ‘.
Aet Mund.167 οὕτως οὖν γενητὸν τὸ πᾶν φησιν ὡς οὐκ ὂν οἷον τὸ ἀεὶ ὄν, ἀλλ’ ὡς ἀνὰ πάντα μὲν τὸν χρόνον γιγνόμενον, ὑφιστάμενον δὲ ἀεὶ ποτὲ κατὰ τὸ ἐνεστηκὸς τοῦ χρόνου μέρος· καὶ οὕτω δὲ πάλιν γενητόν φησιν τὸ πᾶν ὡς οὐχ ἑαυτῷ τοῦ εἶναι αἴτιον, ἀλλ’ ὑφ’ ἑτέρου ὑφιστάμενον, ὅπερ ἐστὶν τὸ τέταρτον τοῦ γενητοῦ σημαινόμενον, λέγω δὴ τὸ κατ’ αἰτίαν γενητόν. οὕτως μὲν οὖν καὶ ὁ Πρόκλος κατὰ δύο τὰ ὕστερα τοῦ γενητοῦ σημαινόμενα τὸν Πλάτωνά φησιν γενητὸν εἶναι λέγειν τὸν κόσμον.
Aet Mund.168 ϛιʹ. Ἀλλ’ ὅτι μὲν πάντα τὰ αἰσθητὰ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχειν ὁ Πλάτων τίθεται, καὶ αὐτὸς ὁμολογῶ· λέγει γοῦν περὶ τῶν αἰσθητῶν ἁπάντων ‘τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν‘. ἀλλὰ ταύτην τὴν γένεσιν οὐκ ἄναρχον εἶναι ἀλλ’ ἀρχὴν εἰληφέναι τοῦ εἶναι ὑποτίθεται πρότερον μὴ οὖσαν· πρὸς ὃ καὶ τὴν ἔνστασιν ὁ Ἀριστοτέλης πεποίηται· οὐδὲ γὰρ τὸ λέγειν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν τὸν κόσμον ἤδη τοῦτό ἐστιν ἀπόδειξις τοῦ μὴ λέγειν τὸν Πλάτωνα τὴν γένεσιν ταύτην ἀπό τινος ἀρχῆς ἄρξασθαι, ἐπεὶ καὶ τὰ μερικὰ πάντα ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα ἀρχὴν ἕκαστον τοῦ εἶναι εἴληφεν· ὅτι γὰρ οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν οἴεται, αὐτὰ τὰ Πλάτωνος διδάξει ῥήματα· ‘πότερον‘ γάρ φησιν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘· ὅρα γάρ, ὅτι τὸ πρόβλημά ἐστιν αὐτῷ, εἰ οὐδεμίαν ἔχει γενέσεως ἀρχὴν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος. ὥστε ἀρχὴν ζητεῖ τῆς τοῦ κόσμου γενέσεως· εἰ γὰρ ἁπλῶς σημαίνειν ἐβούλετο διὰ τοῦ γέγονεν τὸ ἐν τῷ γίγνεσθαι ἔχειν τὸ εἶναι, ἤρκει οὕτως εἰπεῖν ‘πότερον ἦν ἀεὶ γενέσεως ἐκτὸς ἢ γέγονεν‘, μᾶλλον δὲ ἀκολουθότερον ἦν εἰπεῖν ‘ἢ γίνεται‘, νῦν δέ φησιν ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν‘ καὶ πάλιν ‘ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘ ἀεὶ τῇ γενέσει τὴν ἀρχὴν προσάπτων· τὸ γὰρ ἀιδίως γινόμενον γενέσεως οὐδεμίαν ἔχει ἀρχήν, νῦν δέ φησιν γεγονέναι τὸν κόσμον ἀπ’ ἀρχῆς τινος ἀρξάμενον· ἐπεὶ γὰρ τὸ γεγονέναι δηλωτικὸν ἴσως ἐδόκει τισὶν τοῦ ὑφεστάναι μὲν παρὰ τοῦ δημιουργοῦ τὸν κόσμον, ἐξ ἀιδίου δὲ τὴν ὑπόστασιν εἰληφέναι (ὁποῖα τὰ αἰώνιά φησιν ὁ Πλάτων εἶναι παρὰ θεοῦ μὲν τὸ εἶναι εἰληφότα, οὐκ ἀπό τινος δ’ ἀρχῆς ἀλλ’ αἰωνίως ὄντα), ταύτην δὴ περὶ τοῦ κόσμου τὴν ὑπόνοιαν ἀποκρουόμενος τῷ ‘γέγονεν‘ τὸ ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘ προσέθηκεν.
Aet Mund.169 ὅρα γοῦν, πῶς σαφῶς ἑκάτερον ἡμᾶς ἐδίδαξεν, λέγω δὴ τό τε ἐν γενέσει τὸ εἶναι ἔχειν τὸν κόσμον καὶ τὸ τὴν γένεσιν ταύτην ἀρχὴν τοῦ εἶναι εἰληφέναι· διὰ μὲν γὰρ τοῦ ‘γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘ τὸ οὐκ ἀίδιον τῆς γενέσεως ἀλλ’ ἠργμένον ἐδήλωσεν· πάλιν δ’ αὖ τῷ ‘γέγονεν‘ ἐπαγαγὼν ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη‘ τὸ διηνεκὲς τῆς τῶν αἰσθητῶν γενέσεως ἐδήλωσεν, ὅτι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν· ‘γινόμενα‘ γάρ, φησίν, ‘καὶ γενητὰ ἐφάνη‘, κἀνταῦθα πάλιν τῷ ‘γινόμενα‘ προσθεὶς τὸ ‘γενητά‘ οὐ μάτην, ἀλλ’ ἵνα πάλιν δηλώσῃ, ὡς τὸ γίνεσθαι τοῦτο οὐ τῶν ἐξ ἀιδίου ὄντων καὶ ἀνάρχως ἐστὶν ἀλλὰ τῶν ἀρχὴν τοῦ εἶναι ἐχόντων. ἀμφότερα οὖν, ὡς εἶπον, ὑποτιθέμενος καὶ τὸν προσήκοντα ἑκάστῳ χρόνον ἀποδέδωκεν, τῇ μὲν τοῦ εἶναι ἀρχῇ τὸ γεγονέναι (‘γέγονεν‘ γάρ, φησίν, ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘), τῇ δὲ ἐφεξῆς λοιπὸν διηνεκεῖ γενέσει καὶ μεταβολῇ τὸ γίνεσθαι (‘γινόμενα‘ γάρ, φησίν, ‘καὶ γενητὰ ἐφάνη‘)· τὸ μὲν γὰρ γίνεσθαι ἐνεστώσης παρατάσεώς ἐστιν δηλωτικόν, ὅπερ ἁρμόζει τῇ συνεχεῖ τοῦ κόσμου γενέσει τε καὶ ἀλλοιώσει, τὸ γέγονεν 〈δὲ〉 παρῳχημένην συντέλειαν σημαίνει, ὅπερ συνᾴδει τῇ πρώτῃ ἀρχῇ καὶ ὑποστάσει τῆς τοῦ κόσμου γενέσεως.
Aet Mund.170 ὅτι δὲ Πλάτων εἴπερ τις ἄλλος τῆς τῶν ὀνομάτων ὀρθῆς χρήσεως ἐπιστήμων τε καὶ ἐργάτης ὑπῆρχεν καὶ οὐδὲν ἂν μάτην προσέρριψεν, τί δεῖ με παρεκβαίνειν τὰ ἐναργῆ καὶ πᾶσιν γνώριμα κατασκευάζοντα; εἰ δέ τις ἀδιαφορίαν τῆς χρήσεως τῶν ὀνομάτων ἐγκαλῶν Πλάτωνι τὸ γέγονεν ἀντὶ τοῦ γίνεται παραλήψεται, τί κωλύει καὶ ἡμᾶς τὴν αὐτόνομον αὐτῶν ἐξουσίαν μιμουμένους τὰ γινόμενα ἀντὶ τοῦ γεγονότα λαμβάνειν; πῶς δ’ ἂν καὶ συμφωνοίη τὸ ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘; τὸ γὰρ ἀεὶ γινόμενον οὐχ οἷόν τε ἀπ’ ἀρχῆς τινος τοῦ γίνεσθαι ἄρχεσθαι. τίνα δ’ ἂν καὶ ἀρχὴν λέγοι, ἀφ’ ἧς ἄρξασθαί φησιν τὴν τοῦ κόσμου γένεσιν, ἢ μόνην τὴν καθ’ ὕπαρξιν καὶ χρονικὴν ἀρχήν; οὔτε γὰρ ὕλην οὔτε εἶδος οὔτε ἄλλην τινὰ νοεῖν ἐν τούτοις ἀρχὴν ἐνδέχεται. ποίαν γὰρ ἔχει διάνοιαν τὸ λέγειν, ὅτι γέγονεν ὁ κόσμος (τουτέστιν ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει) ἀπὸ ὕλης ἀρξάμενος ἢ ἀπὸ εἴδους ἤ τινος τῶν ἄλλων; τί γάρ ἐστιν τὸ γινόμενον ἀεὶ τὸν κόσμον ἀπὸ ὕλης ἄρξασθαι λέγειν τῆς γενέσεως, εἰ μὴ πάλιν τὸ ἄρξασθαι μεταλάβωσιν; ἀλλ’ οὕτω πάλιν εἰ σύνθετός ἐστιν ὁ κόσμος ζητῶν ἂν εἴη καὶ οὐχὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν· τοῦτο δ’ ἡμῖν διελήλεγκται.
Aet Mund.171 ὅτι δὲ οὐδὲ τὸ ποιητικὸν αἴτιον νοεῖν ἐνταῦθα τὴν ἀρχὴν δυνατόν, δῆλον πάλιν ἐκ τῶν ἀεὶ ὄντων καὶ μὴ γινομένων· ταῦτα γάρ φησιν οὐδεμίαν ἔχειν γενέσεως ἀρχήν. ὥστε συμβήσεται μηδὲν τῶν νοητῶν ποιητικὴν αἰτίαν ἔχειν κατὰ Πλάτωνα, ὅπερ ἐστὶν ψεῦδος καὶ ἄλλως ἄτοπον· πολλὰς γὰρ οὕτως ἀρχὰς καὶ οὐ μίαν εἰσάγειν ἀνάγκη καὶ τοσαύτας, ὅσα καὶ τὰ νοητά· μίαν δὲ εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. διὰ τί δὲ πάλιν, εἴπερ τοῦτο ἐζήτει (λέγω δή, εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ κόσμος), ‘γέγονεν‘ εἶπεν καὶ μὴ ‘γίνεται‘; καὶ πάλιν διὰ τί μὴ εἶπεν [ἀπὸ] ‘ἀπ’ ἀρχῆς τινος ἀρχόμενοσ‘ ἀλλ’ ‘ἀρξάμενοσ‘; τὸ γὰρ λέγειν ‘γιγνόμενον ἀεί‘ τὰς τοῦ γίνεσθαι ἀρχὰς παρούσας ἔχει καὶ ἀεὶ τὸ τοιοῦτο ἄρχεται γίνεσθαι, οὐ μὴν ἤρξατο. διὰ τί δὲ καὶ ἑνικῶς καὶ ἀδιορίστως εἶπεν πλειόνων οὐσῶν τῶν τοῦ γινομένου ἀρχῶν καὶ ὡρισμένων, ὡς εἴρηται; οὐδὲν ἄρα ἄλλο τὴν ἀρχὴν ἐν τούτοις νοεῖν ἐνδέχεται ἢ τὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως. οὕτως οὖν ἡμῖν καὶ τὸ τρίτον σημαινόμενον ἀπεληλέγχθω. ζιʹ. Λείπεται περὶ τοῦ τετάρτου τρόπου τοῦ γενητοῦ ἐπισκέψασθαι, ὅπερ ἐστὶν τὸ κατ’ αἰτίαν γενητόν, εἰ γεγονέναι λέγων τὸν κόσμον ὁ Πλάτων κατ’ αἰτίαν μόνον φησὶν γεγονέναι· καὶ ταύτῃ γάρ, ὡς εἶπον, τῇ δόξῃ ὁ Πρόκλος ἔθετο· οὕτως γάρ φησιν γενητὸν τὸ πᾶν λέγεσθαι παρὰ Πλάτωνος ὡς οὐκ ὂν οἷον τὸ ἀεὶ ὂν οὐδὲ μόνον ἑαυτῷ τοῦ εἶναι αἴτιον ἀλλ’ ἀφ’ ἑτέρου ὑφιστάμενον.
Aet Mund.172 ὥστε καὶ οὕτως τὸ γενητὸν λέγεσθαι παρὰ Πλάτωνος ἐκδέχεται, καθὸ οὐχ ἑαυτῷ ἐστιν ὁ κόσμος τοῦ εἶναι αἴτιος ἀλλὰ παρὰ θεοῦ τὴν αἰτίαν τῆς ὑποστάσεως εἴληφεν. καὶ ὁ Πορφύριος δὲ καὶ ταῦτα κυριώτατα καθὸ σύνθετός ἐστιν γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος φήσας ὅμως προϊὼν κατ’ αἰτίαν γενητὸν αὐτὸν λέγεσθαί φησιν· ἐξηγούμενος γοῦν τὸ ‘ταύτην δὴ κυριωτάτην αἰτίαν παρὰ ἀνδρῶν φρονίμων καὶ τὰ ἑξῆσ‘ ταῦτά φησιν ‘ἀλλ’ εἰ αὕτη κυριωτάτη κόσμου ἀρχὴ καὶ οὕτως ἤρξατο γίνεσθαι ὡς οὐκ ἐκ ταυτομάτου οὐδὲ αὐτοτελὴς ἑαυτῷ ἀλλ’ ἀπὸ θεοῦ παρελθὼν καὶ ἀπὸ τῆς οὐσίας γενόμενος, οὐσία δὲ θεοῦ ἡ ἀγαθότης, θεὸς αὐτοῦ κυρίως εἴη ἀρχή. καὶ δὴ καὶ ὅταν ἀποροίη, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, οὕτως ἀκούειν 〈δεῖ ὡσ〉 διαποροῦντος, πότερον ἐκ ταυτομάτου οὕτως ὑπέστη οὐκ ἔχων αὑτοῦ ποιητὴν ἢ ἐγένετο παρ’ ἄλλου καὶ ὑπ’ ἄλλου ἔχει τοῦ εἶναι τὴν ἀρχήν‘. πρῶτον μὲν οὖν θαυμάζω, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν Πλάτωνα περὶ τοῦ αὐτοῦ κόσμου κατὰ μίαν καὶ τὴν αὐτὴν διδασκαλίαν ζητοῦντα, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, ἅμα καὶ εἰ κατ’ αἰτίαν γέγονε ζητεῖν καὶ εἰ σύνθετός ἐστιν καὶ εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ καθ’ ὅσα· ἄλλα τοῦ γενητοῦ σημαινόμενα προστιθέασιν.
Aet Mund.173 καὶ οἶμαί γε τὸ οὕτως ῥᾳδίως αὐτοὺς ἄλλοτε ἐπ’ ἄλλα σημαινόμενα μεταβαίνειν τεκμήριον μέγιστόν ἐστιν τοῦ βιαίως αὐτοὺς ἐκδέχεσθαι τὰ τοῦ Πλάτωνος· διόλου γὰρ Πλάτωνι συμφωνεῖν αὐτοὶ ἑαυτοῖς καθ’ ἓν τοῦ γενητοῦ σημαινόμενον μὴ δυνάμενοι τὸ λυσιτελοῦν αὑτοῖς καθ’ ἕκαστον τόπον λαμβάνουσιν. δεύτερον, εἰ τὸ γεγονέναι τὸν κόσμον οὐκ ἀρχὴν τοῦ εἶναι ἔχειν δηλοῖ ἀλλὰ τὸ ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχειν καὶ μὴ αὐτὸν τῆς ὑποστάσεως αὑτοῦ εἶναι αἴτιον, ἔδει αὐτό γε τοῦτο διαρρήδην εἰπεῖν Πλάτωνα, πότερον ἐκ θεοῦ ὑπέστη ὁ κόσμος ἢ οὔ, τὸ πολύσημον τῆς τοῦ γενητοῦ φωνῆς διεκφεύγοντα, ἵνα μὴ ἀμφίβολον τὸν ἑαυτοῦ σκοπὸν καταλείπῃ· μέγιστον γὰρ ἔγκλημα διαλεκτικῷ ἀνδρὶ φωναῖς ὁμωνύμοις ἐν προβλήμασιν ἢ προτάσεσιν κεχρῆσθαι ἄνευ τινὸς προσδιορισμοῦ καὶ τῆς εἰς τὰ διάφορα σημαινόμενα τῶν φωνῶν διαιρέσεως. ηιʹ. Ὅτι δ’ οὐδὲ ἐνδέχεται τὸ κατ’ αἰτίαν γεγονέναι μόνως ἀκούειν ἐν τῷ ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν‘, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ γεγονέναι τὸν κόσμον σημαίνει τῷ Πλάτωνι τὸ ποιητικὴν ἔχειν τοῦ εἶναι αἰτίαν, τῷ δὲ γεγονέναι τὸ μὴ γεγονέναι ἀντέθηκεν (‘ἡμᾶσ‘ γάρ φησιν ‘τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν‘), δῆλον, ὅτι καὶ τὸ μὴ γεγονέναι αὐτὸν ὡς ἐν προβλήματι λεγόμενον τὸ ἀντικείμενον τῷ γεγονέναι δηλοῖ, τουτέστιν τὸ μηδεμίαν ποιητικὴν αἰτίαν τοῦ εἶναι ἔχειν.
Aet Mund.174 μεταλαμβανόντων οὖν ἡμῶν τὸ μὲν μὴ γεγονέναι εἰς τὸ μὴ ἔχειν ποιητικὸν τοῦ εἶναι αἴτιον, τὸ δὲ γεγονέναι εἰς τοὐναντίον, εἴη ἂν τὸ λεγόμενον τοιοῦτον ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἴτε ἀπό τινος ποιητικοῦ αἰτίου ὑπέστη εἴτε μή‘ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ ὁ κόσμος μηδεμίαν δημιουργικὴν αἰτίαν τῆς ὑπάρξεως ἔχων ἢ ἀπό τινος ποιητικοῦ αἰτίου εἰς τὸ εἶναι παρῆκται‘. ἀλλ’ οὐκ οἶμαί γε τὸν Πλάτωνα ἀμφίβολον οὕτως οἴεσθαι τὴν περὶ τοῦ δημιουργοῦ ὑπόληψιν, ὡς μὴ μόνον περὶ τοῦ κόσμου ἀλλὰ καὶ περὶ παντὸς εὐθὺς ἐν ἀρχῇ δεῖν σκοπεῖν οἴεσθαι, εἴτε ὑπέστη ἐκ θεοῦ εἴτε μὴ ἀλλ’ αὐτόματον ἔχει τὴν ὕπαρξιν ἕκαστον (‘σκεπτέον‘ γάρ, φησίν, ‘περὶ αὐτοῦ τόδε, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν‘)· τὰ γὰρ ἐναργῆ ἐν προβλήματος οὐ τίθεται μοίρᾳ· οὐ διαλεκτικὸν γὰρ εἶναι πρόβλημά φησιν ὁ Ἀριστοτέλης, εἰ θεοὺς τιμητέον· κολάσεως γὰρ μᾶλλον, οὐ λόγου τοὺς ταῦτα προτείναντας δεῖσθαι· οὔτι λέγω τὸ περὶ παντὸς καὶ τοῦ τυχόντος οἴεσθαι δεῖν ζητεῖν, εἴτε ἐκ τοῦ δημιουργοῦ ὑπέστη εἴτε ἐκ ταυτομάτου καὶ ποιητικῆς αἰτίας χωρίς· ἀρχαῖος γάρ τις λόγος καὶ πάτριός ἐστιν πᾶσιν ἀνθρώποις, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν συνέστηκεν, καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴ καθ’ ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας.
Aet Mund.175 πῶς ἂν οὖν τις καὶ τὸν τυχόντα νοῦν ἔχων οὐδὲ τὴν κοινὴν περὶ θεοῦ αἰδεσθεὶς ὑπόληψιν ἐν προβλήματος ἂν θείη μοίρᾳ, εἰ ἕκαστον τῶν ὄντων ἐκ θεοῦ δημιουργοῦ ὑπέστη ἢ αὐτὸ ἑαυτῷ τῆς ὑποστάσεώς ἐστιν αἴτιον; περὶ ὧν μέντοι μὴ προφανές ἐστιν, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή, ὥσπερ ἔχει ἐπί τε τῆς ἡμετέρας ψυχῆς καὶ ἐπὶ τοῦ κόσμου καὶ ἑτέρων τινῶν, εὔλογον οἴεται ὁ Πλάτων πρὸ πάντων τῶν περὶ αὐτῶν ζητουμένων τοῦτο δεῖν ζητεῖσθαι, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή· ὅτι γὰρ οἶδεν τοῦτο καὶ περὶ τῆς ἡμετέρας ψυχῆς παρὰ τοῖς πολλοῖς ἀμφιδοξούμενον, σαφῶς ἐν τῷ Τιμαίῳ φησὶν ‘τὴν δὲ ψυχὴν οὐχ, ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν· ὧδε καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ γε καὶ τοιῷδε τρόπῳ‘. ὥστε οἶδεν τοὺς πολλοὺς ὑστέραν εἶναι τὴν ἡμετέραν ψυχὴν τῆς τοῦ σώματος κατασκευῆς οἰομένους. ἐφ’ ὧν οὖν ἀμφίβολόν ἐστιν, εἴτε ἤρξατο τοῦ εἶναι εἴτε μή, ἐπὶ τούτων πρὸ τῶν ἄλλων ἁπάντων προβλημάτων ἐν τῇ περὶ αὐτῶν θεωρίᾳ ζητεῖν ἀξιοῖ, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν καὶ τοῦ εἶναι μὴ ἔχοντα, εἴτε ἀρχὴν τοῦ εἶναι καὶ τῆς γενέσεως εἴληφεν πρότερον οὐκ ὄντα.
Aet Mund.176 καὶ ἐπεὶ οὖν καὶ τὸν κόσμον οἱ μὲν ἐξ ἀπείρου καὶ ἄναρχον εἶναι, οἱ δὲ ἀρχὴν εἰληφέναι οὐκ ὄντα πρότερον ὑπολαμβάνουσιν, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων τῶν περὶ αὐτοῦ ζητουμένων ὁ Πλάτων ἐπισκέψασθαι προὔθετο. εἰ δὲ περὶ τοῦ παντὸς κόσμου ἀμφίβολον εἶναι οἴεται, εἴτε ἐκ θεοῦ ὑπέστη εἴτε μή, τῷ δὲ ὅλῳ καὶ τῶν μερικῶν ἕκαστον συνεπάγεται, πόσῳ δήπου μᾶλλον περὶ τῶν νοητῶν τοῦτο ἄν τις ὑπονοήσειεν; ὥστε εἴη ἂν ἐν τούτοις ζητῶν ὁ Πλάτων, εἰ ὅλως ἔστιν τι τῶν ὄντων ὑπὸ θεοῦ γενόμενον καὶ μὴ ἕκαστον αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεώς ἐστιν αἴτιον· τοῦτο δὲ ἴσον ἐστὶν τῷ ζητεῖν, εἰ ὅλως δημιουργός ἐστιν ὁ θεὸς ἢ ἐστέρηται παντελῶς τῆς τοιαύτης δυνάμεως· ὁ γὰρ ἐπὶ πάντων τῶν ὄντων ζητήσεως εἶναι οἰόμενος ἄξιον, εἰ ἐκ θεοῦ ὑπέστη, ζητῶν ἂν εἴη ὁ τοιοῦτος καὶ ἀπορῶν, εἰ ὅλως δημιουργικὴν ἔχει δύναμιν ὁ θεός. εἰ τοίνυν μὴ τοσαύτην ἀμφιβολίαν τῆς τοῦ θεοῦ δημιουργίας ὁ Πλάτων κατεψηφίσατο κατὰ τὴν τῶν Ἐπικουρείων ἀθεότητα, ὡς περὶ ἑκάστου τῶν ὄντων ζητήσεως εἶναι ἄξιον οἴεσθαι, εἴτε θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον εἴτε μή, καὶ εἴτε ὅλως δημιουργός ἐστιν ὁ θεὸς εἴτε μή, οὐκ ἄρα τὸ ‘εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘ ἐν προβλήματος κείμενον μοίρᾳ τὸ κατ’ αἰτίαν γεγονέναι ἢ μὴ γεγονέναι δηλοῖ. καὶ ἄλλως δέ· πῶς οὐκ ἂν εἴη ἄλογον θεὸν μὲν τῆς περὶ τοῦ κόσμου ζητήσεως συνεργὸν ἐπικαλεῖσθαι ὡς πάντων αἴτιον τῶν ἀγαθῶν καὶ τῶν σμικροτάτων ὄντα, ἀμφιβάλλειν δὲ καὶ ἀπορεῖν, εἰ ἐκ θεοῦ τὸ πᾶν τὴν ὑπόστασιν εἴληφεν; ἀρχόμενος γὰρ τῶν περὶ τοῦ κόσμου λόγων ὁ παρὰ Πλάτωνι Τίμαιος τοιαῦτα ἄττα φησὶν ‘ἀλλ’ ὦ Σώκρατες τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττοιμεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν‘.
Aet Mund.177 εἰ οὖν τὸ ἐπὶ παντὸς ὁρμῇ καὶ τοῦ σμικροτάτου θεὸν ἐπικαλεῖσθαι παντός ἐστιν καὶ τοῦ κατὰ βραχὺ σωφροσύνης μετέχοντος, αὐτὸ δὲ δὴ τοῦτο 〈τὸ〉 ἐπὶ θεὸν ἀνατείνεσθαι καὶ ἐπὶ πᾶσιν τὴν ἐξ αὐτοῦ συμμαχίαν καλεῖν ὁμολογοῦντός ἐστιν τὴν πάντων ἐκείνου δεσποτείαν τε καὶ ἀρχὴν καὶ ὡς ἐκεῖθεν ἅπασιν τό τε εἶναι καὶ τὸ εὖ εἶναι ἐφήκει, πῶς οὐκ ἄλογον ἅμα καὶ κατὰ ταὐτὸν τοῖς ἐναντιωτάτοις περιπίπτειν τὸν Πλάτωνα ἐπικαλεῖσθαι θεὸν λέγοντα εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε ἐκ θεοῦ τὴν ὑπόστασιν εἴληφεν εἴτε μὴ ἀλλ’ αὐτὸς αὑτῷ ὁ κόσμος τοῦ εἶναί ἐστιν αἴτιος; ὅμοιον γάρ, ὡς ἂν εἴ τις ἔλεγεν δεῖν τὸν αἴτιον τοῦ παντὸς ἐπικαλεῖσθαι εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε αἴτιός ἐστιν τοῦ παντὸς εἴτε μή. οὐκ ἄρα τὸ ‘εἰ γέγονεν ἢ καὶ ἀγένητός ἐστιν ὁ κόσμοσ‘ τὸ κατ’ αἰτίαν γεγονέναι ἢ ἀγένητον εἶναι σημαίνει τῷ Πλάτωνι. σκόπει δὲ καὶ οὕτως τὸ ἀδύνατον· ‘ἔστιν‘ γάρ, φησὶν ὁ Πλάτων, ‘κατ’ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε.
Aet Mund.178 τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν‘. ἐπεὶ οὖν ἀντιδιαιροῦνται ἀλλήλοις τὸ μὲν κατὰ χρόνον γενητὸν τῷ κατὰ χρόνον ἀγενήτῳ, τὸ δὲ κατ’ αἰτίαν γενητὸν τῷ κατ’ αἰτίαν ἀγενήτῳ, ἀντιδιεῖλε δ’ ὁ Πλάτων τῷ ἀγενήτῳ τὸ γενητὸν (‘πρῶτον‘ γάρ, φησίν, ‘διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δ’ οὐκ ἔχον, καὶ τί τὸ γενόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε‘) καί φησιν τὸ μὲν αἰσθητὸν πᾶν γενητὸν εἶναι, τὸ δὲ νοητὸν ἅπαν ἀγένητον, ἀνάγκη πᾶσα, εἰ τὸ γινόμενον τὸ μόνως κατ’ αἰτίαν γινόμενόν φησιν, καὶ τὸ μὴ γινόμενον ἄρα τὸ κατ’ αἰτίαν ἀγένητον λέγειν. πᾶν δὲ τὸ νοητὸν ἀγένητον εἶναί φησιν· πᾶν ἄρα τὸ νοητὸν ἀγένητον εἶναι κατ’ αἰτίαν βούλεται· οὐδενὸς ἄρα τῶν νοητῶν ὁ Πλάτων αἴτιον εἶναι τὸν θεὸν κατ’ αὐτοὺς ὑποτίθεται· μόνων ἄρα τῶν αἰσθητῶν δημιουργὸς ὁ θεὸς ἔσται. οὕτως δὲ οὐκέτ’ ἂν εἴη μία ἡ τῶν πάντων ἀρχή, ἀλλ’ ἕκαστον τῶν νοητῶν αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεως ἔσται αἴτιον καὶ τοσαῦται αἱ ἀρχαί, ὅσα καὶ τὰ νοητά. σκοπεῖν οὖν ἄξιον, εἰς οἵαν ἀτοπίαν ἐκ τῆς θαυμαστῆς αὐτῶν ὑποθέσεως τὸν φιλόσοφον ἄγουσιν. ἀλλ’ οὐ ταῦτα δοκεῖ τῷ Πλάτωνι· αὐτὸς γὰρ ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ περὶ τοῦ πάντων αἰτίου φησὶν ‘περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν‘ καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων πάλιν ‘ὁ μὲν δὴ θεός, ὥσπερ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενοσ‘ ἀρχαῖον καλῶν λόγον εἴτε τὸν Ὀρφέως (φησὶν γὰρ ἐκεῖνος ‘Ζεὺς πρῶτος ἐγένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσα, Διὸς δ’ ἐκ πάντα τέτυκται‘) εἴτε τὴν κοινὴν ἁπάντων ἀνθρώπων περὶ τοῦ ἐπὶ πάντων θεοῦ ὑπόληψιν ὡς αἰτίου πάντων ὄντος.
Aet Mund.179 ὁ γοῦν Ἀριστοτέλης, ὡς καὶ μικρῷ πρόσθεν ἐμνήσθημεν, ἐν τῷ γεγραμμένῳ αὐτῷ περὶ τοῦ κόσμου βιβλίῳ ἀρχαῖόν τινα λόγον καὶ πάτριον εἶναί φησιν πᾶσιν ἀνθρώποις, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν συνέστηκεν καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴν καθ’ ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας· καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ λάμδα στοιχείῳ τῆς μετὰ τὰ φυσικὰ πραγματείας μίαν εἶναι τὴν πάντων αἰτίαν καὶ ἀρχὴν ἀποδείξας Ὁμήρῳ συναπεφθέγξατο εἰπὼν ‘οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω‘. καὶ τί δεῖ ἐπιπλέον μαρτυρίας τούτων παρατιθέναι δήλου τούτου πᾶσιν ὑπάρχοντος; ὁπότε καὶ τῆς τοῦ κόσμου ψυχῆς νοητῆς οὔσης καὶ τῶν λογικῶν ἁπασῶν ψυχῶν δημιουργὸν ἐν Τιμαίῳ τὸν θεὸν εἰσήγαγεν. οὐκ ἄρα λέγων μὴ γεγονέναι τὰ νοητὰ ὁ Πλάτων κατ’ αἰτίαν φησὶν μὴ γεγονέναι ἀλλὰ κατὰ χρόνον, εἴ γε πάντων αἴτιον εἶναι τὸν θεὸν οἴεται, τῶν πρώτων, τῶν μέσων, τῶν ἐσχάτων.
Aet Mund.180 εἰ δὲ τὰ νοητὰ μὴ γεγονέναι, τούτοις δὲ τὰ αἰσθητὰ ἀντιτιθεὶς γεγονέναι ταῦτα ὡμολόγηκεν, ἀντέθηκεν δὲ ὥσπερ τῷ νοητῷ τὸ αἰσθητόν, οὕτως τῷ ἀγενήτῳ τὸ γενητόν, καὶ τὰ αἰσθητὰ ἄρα κατὰ χρόνον ἐνταῦθα καὶ οὐ κατ’ αἰτίαν γεγονέναι εἴρηκεν· βραχὺ γὰρ προελθὼν καὶ περὶ τῆς ποιητικῆς αὐτῶν αἰτίας διαλέξεται. θιʹ. Εἰ δέ τις πρὸς ταῦτα ἀπολογούμενος εἴποι, ὡς γινόμενον μέν φησιν ὁ Πλάτων τὸ κατ’ αἰτίαν γινόμενον, μὴ γινόμενον δὲ οὐ τὸ κατ’ αἰτίαν ἀλλὰ τὸ κατὰ χρόνον ἀγένητον, μεγίστην ἄγνοιαν τῆς διαιρετικῆς μεθόδου διὰ τὴν ἑαυτοῦ ἀμαθίαν τοῦ φιλοσόφου κατηγόρησεν· ἐν γὰρ τῷ κατ’ αἰτίαν μόνῳ γενητῷ καὶ μὴ κατὰ χρόνον συμπεριέχεται καὶ τὸ κατὰ χρόνον ἀγένητον. ὁ γοῦν κόσμος κατ’ αὐτοὺς κατ’ αἰτίαν μόνον γενητὸς ὢν ἀγένητός ἐστιν κατὰ χρόνον· ὁμοίως καὶ αἱ λογικαὶ ψυχαί. οὐδεὶς δὲ τὸ περιέχον ἀντιδιαιρεῖ τῷ περιεχομένῳ· οὐ γὰρ τῷ ζῴῳ τὸ λογικὸν ἀντιδιαστέλλεται· τῆς γὰρ λογικῆς μετεχόντων ἕξεως τῶν ἐμψύχων τὰ μὲν ζῷα εἶναι φήσει τὰ δὲ λογικά· συμπεριείληπται γὰρ ἐν τῷ ζῴῳ τὸ λογικόν. οὐδὲ μὴν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ σώματα· πάλιν γὰρ ἐν τῇ οὐσίᾳ τὸ σῶμα συμπεριείληπται. φαμὲν δέ γε τῶν ζῴων τὰ μὲν χερσαῖα εἶναι τὰ δὲ ἔνυδρα (οὐδέτερον γὰρ ἐν οὐδετέρῳ περιέχεται) καὶ πάλιν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ συμβεβηκότα.
Aet Mund.181 οὐκ ἄρα οὐδὲ τῷ γενητῷ κατ’ αἰτίαν τὸ κατὰ χρόνον ἀγένητον ἀντιδιαιρεθήσεται, διότι, ὡς εἶπον, ἐν τῷ κατ’ αἰτίαν μόνον γενητῷ συμπεριέχεται τὸ κατὰ χρόνον ἀγένητον. ὅτι δὲ ἢ μόνος σχεδὸν ἢ πρῶτος ὁ Πλάτων τῇ ἀκριβείᾳ τῆς διαιρετικῆς μεθόδου ἐπέβλεψεν ἐξυμνεῖ τε αὐτὴν καὶ θριγκὸν ἀποκαλεῖ φιλοσοφίας μέμφεταί τε τοῖς κακῶν μαγείρων 〈τρόπῳ〉 μὴ κατ’ ἄρθρα τὴν τομὴν τῶν πραγμάτων ποιουμένοις, τί με δεῖ μηκύνειν τὰ προφανῆ δεικνύναι πειρώμενον; ὅτι δὲ ἀντιδιεῖλεν ἀλλήλοις τό τε νοητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ ὂν καὶ τὸ μὴ ὄν, ἐπ’ αὐτῆς τῆς λέξεως ὁ Πλάτων εἴρηκεν· ‘ἔστιν‘ γάρ, φησίν, ‘κατ’ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν‘. ὥστε οὐκ ἂν περὶ τὴν ἀντιδιαίρεσιν τοῦ γενητοῦ τε καὶ ἀγενήτου διήμαρτεν ὁ Πλάτων ἀντιτιθεὶς τῷ κατ’ αἰτίαν μόνον καὶ οὐ κατὰ χρόνον γενητῷ τὸ κατὰ χρόνον καὶ οὐ κατ’ αἰτίαν ἀγένητον. ὅρα γοῦν, πῶς καὶ ἐν τούτοις τὴν ἀντίθεσιν ἐν μαχομένοις κατὰ πάντα πεποίηται· ἀντέθηκε γὰρ τῷ μὲν ὄντι τὸ μὴ ὄν, τῷ δὲ ἀεί τὸ οὐδέποτε· καὶ ἐπειδὴ τὸ ὂν οὐ τὸ ἀντιδιῃρημένον τῷ μηδαμῇ μηδαμῶς ὄντι φησίν (τῷ γὰρ οὕτω μὴ ὄντι τὸ ἁπλῶς ὁπωσοῦν ἐν ὑπάρξει ὂν ἀντίκειται), ἀλλὰ τὸ οὕτως ὂν ὡς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ μηδέποτε ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖσθαι, ἵνα πάλιν τῷ οὕτως ὄντι τὸ μαχόμενον ἀντιδιαστείλῃ, ἀντιτίθησιν αὐτῷ οὐ τὸ κατὰ τὴν ἀνυπαρξίαν μὴ ὄν, ἀλλὰ τὸ μηδέποτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον διὰ τὸ ἐν διηνεκεῖ ἀλλοιώσει θεωρεῖσθαι.
Aet Mund.182 ὥσπερ οὖν ἐν τούτοις τὴν ἀντιδιαστολὴν ἐν μαχομένοις κατὰ πάντα καὶ συνυπάρχειν μὴ δυναμένοις πεποίηται, οὕτω δήπου κατὰ τὸ ἀκόλουθον καὶ τῷ μὴ γενομένῳ τὸ γινόμενον ἀντιτιθεὶς ἀντιφατικὴν πεποίηται τὴν διαίρεσιν ἀσυνυπάρκτων ὄντων ἀλλήλοις τοῦ γινομένου καὶ τοῦ μὴ γινομένου. ὥστε, εἰ τὸ γένεσιν μὴ ἔχον οὐ τὸ μὴ γινόμενον κατ’ αἰτίαν φησὶν ἀλλὰ τὸ ἀρχὴν χρονικὴν τοῦ εἶναι μὴ ἔχον, ἀνάγκη πάντως καὶ τὸ γινόμενον τὸ τούτῳ ἀντικείμενον λέγειν, τουτέστιν τὸ χρονικὴν ἀρχὴν τοῦ εἶναι λαβόν, καὶ ἐκ τοῦ ἐναντίου, εἰ τὸ γινόμενον τὸ κατ’ αἰτίαν γινόμενόν φησιν, οὐχὶ δὲ κατὰ χρόνον, καὶ τὸ μὴ γενόμενον ἄρα τὸ κατ’ αἰτίαν μὴ γενόμενον λέγειν. τοῦτο δὲ πρὸς τῇ ἀσεβείᾳ καὶ ψεῦδος ἐδείξαμεν· ἓν γὰρ τὸ πάντων εἶναι αἴτιον πανταχοῦ πεφιλοσόφηκεν ὁ Πλάτων. εἰ οὖν τοῦτο ψεῦδος, ἀνάγκη ἄρα τὸ ἀεὶ ὂν γένεσιν δὲ μὴ ἔχον τὸ κατὰ χρόνον ἀγένητον λέγεσθαι· οὐκοῦν τὸ τούτῳ ἀντικείμενον γενητὸν τὸ κατὰ χρόνον φησὶν γενητόν. κʹ. Ἀλλὰ τί δεῖ μακρῶν λόγων ἐξὸν σύντομον τὴν περὶ τούτων ἀπόδειξιν παραστῆσαι, ὡς ἐν τούτοις οὐδαμοῦ Πλάτων τὸ γίνεσθαι ἢ γεγονέναι ἐπὶ τῆς κατ’ αἰτίαν γενέσεως ἔθηκεν· ὡς γὰρ δὴ [τῆς] περὶ τῆς κατὰ χρόνον γενέσεώς τε καὶ ἀρχῆς διαλεχθείς, ἐν οἷς φησιν ‘γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων‘, ἐπειδὴ ᾔδει τινὰς τῶν πρὸ αὐτοῦ φυσικῶν γεγονέναι μὲν ἀπό τινος ἀρχῆς τὸν κόσμον οἰομένους καὶ οὐκ ἀίδιον εἶναι, σχεδὸν δὲ πάντας πλὴν ἑνὸς τὴν ποιητικὴν αὐτοῦ ἀγνοοῦντας αἰτίαν, τὰ δὲ ὑλικὰ μόνον ἀποδιδόντας αἴτια ὥσπερ ἐκ ταυτομάτου τῆς εἰδοποιίας τε καὶ τάξεως γινομένης, μόνον δὲ Ἀναξαγόραν ὥσπερ ἐξ ὕπνου ἀναστάντα, καθὼς ὁ Πλάτων φησὶν αὐτός, νοῦν ἐπιστῆσαι τῷ παντὶ καὶ τούτῳ τὴν δημιουργικὴν αἰτίαν ἀναθεῖναι, διὰ τοῦτο αὐτὸς ὁ Πλάτων γεγονέναι τὸν κόσμον καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκέναι συλλογισάμενος εὐθὺς κατὰ συνέχειαν καὶ περὶ τῆς ποιητικῆς αὐτοῦ αἰτίας ἐδίδαξεν εἰπὼν ‘τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν‘, οὐχ ὡς ἐν προβλήματι τοῦτο προτείνων ἀλλ’ ὡς τοῖς προωμολογημένοις ἀκόλουθον συλλογιζόμενος· ἅμα γὰρ τῷ συγχωρηθῆναί τι γενητὸν εἶναι εὐθὺς ἐκ τῆς ἐναργείας συνεισάγεται τὸ εἶναι ποιητικόν τι τῆς γενέσεως ταύτης αἴτιον.
Aet Mund.183 ἢ φύσις οὖν πάντως ἢ τέχνη ποιητικόν ἐστιν ἑκάστου τῶν γενομένων αἴτιον· ὅπερ ἔδει καὶ τοὺς πρὸ αὐτοῦ φυσικοὺς συλλογισαμένους ἅπαξ τὸ γεγονέναι τὸν κόσμον συγχωρήσαντας εὐθὺς ἐπὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν ἀναδραμεῖν· τοῦτο γὰρ αὐτοῖς καὶ ὁ Ἀριστοτέλης ἐπέπληξεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως· θαυμάσαι γὰρ ἄξιόν φησιν, ὅτι ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν μηδὲν ἀπὸ τύχης μήτ’ εἶναι μήτε γίνεσθαι λέγοντες ἀλλὰ τῶν ἐν τούτοις γινομένων πάντων ἢ φύσιν ἢ νοῦν αἰτιώμενοι τὸν οὐρανὸν καὶ τὰ θειότατα τῶν φαινομένων ἀπὸ ταυτομάτου γενέσθαι ἔφασαν, καὶ ταῦτα τῆς ἐν τῷ παντὶ τάξεως ἀπαραβάτου οὔσης καὶ μηδενὸς ἐν τῷ οὐρανῷ κατὰ τὸ ἐπιτυχὸν γενομένου.
Aet Mund.184 διὰ τοῦτο οὖν καὶ Πλάτων γενητὸν εἶναι τὸν κόσμον ἀποδείξας ἐκ τούτου καὶ τὴν ποιητικὴν αὐτοῦ αἰτίαν συνελογίσατο. εἰ δέ, ὡς δοκεῖ τοῖς σοφοῖς, φθάσας περὶ τῆς ποιητικῆς αἰτίας ἐδίδαξεν, ἐν οἷς εἶπεν γεγονέναι τὸν κόσμον ἀπ’ ἀρχῆς τινος ἀρξάμενον, πῶς πάλιν ὡς μηδὲν περὶ ταύτης εἰπὼν προσέθηκεν ‘τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν‘; σκοπεῖν δὲ καὶ οὕτως ἄξιον. εἰ τὸ γεγονέναι ἀπ’ ἀρχῆς τινος ἀρξάμενον τὸ κατ’ αἰτίαν γεγονέναι ἐδήλου, τουτέστιν τὸ ἔχειν ποιητικόν τι τῆς αὐτοῦ ὑπάρξεως αἴτιον (εἰπὼν δέ, ὅτι γέγονεν, ἐπήγαγεν ‘τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι‘), εἴη ἂν τὸ λεγόμενον τοιοῦτο ‘τῷ δ’ αὖ ἐξ αἰτίου τινὸς γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι‘.
Aet Mund.185 τοῦτο δὲ ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἔλεγεν, ὅτι τὸ ὑπ’ αἰτίου γινόμενον ὑπ’ αἰτίου γίνεται· ὅπερ ἐστὶν γελοῖον. ἀλλὰ δὴ καὶ ἀνωτέρω, ἐν οἷς ἔλεγεν ‘τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε‘, ὅτι πάλιν τὴν γένεσιν οὐ τὴν κατ’ αἰτίαν ἀλλὰ τὴν κατὰ χρόνον σημαίνειν βούλεται, μονονουχὶ λέγων, ὡς τῶν ὄντων τὰ μὲν ἀεί ἐστιν τὰ δὲ ἀπό τινος ἀρχῆς τοῦ εἶναι καὶ τοῦ γίνεσθαι ἤρξατο, δῆλον πάλιν αὐτὸς ὁ Πλάτων πεποίηκεν· μετὰ γὰρ τὸ ἀφορίσασθαι, τί μὲν τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ὡς δὴ περὶ τῶν ἢ ἀεὶ ὄντων ἢ κατὰ χρόνον γινομένων διδάξας εὐθὺς πάλιν καὶ τὴν ποιητικὴν τῶν γινομένων αἰτίαν προσέθηκεν εἰπὼν ‘πᾶν δ’ αὖ τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν‘ πανταχοῦ ἰδίᾳ μὲν περὶ τῆς γενέσεως, ἰδίᾳ δὲ περὶ τοῦ ποιητικοῦ διαλεγόμενος αἰτίου, ὡς δηλονότι τοῦ γίνεσθαι μὴ τὴν ποιητικὴν αἰτίαν παρ’ αὐτῷ σημαίνοντος· ἐπεὶ παρεῖλκεν ἂν τὸ προσθεῖναι ‘πᾶν δ’ αὖ τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι‘. εἰ γὰρ εἰπὼν ‘γέγονεν· ὁρατός τε γάρ ἐστιν ἁπτός τε καὶ σῶμα ἔχων‘ τὸ γεγονέναι οὐ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι ἔλεγεν ἀλλὰ τὸ ὑπὸ ποιητικοῦ τινος γεγονέναι, τί ἔτι προσετίθει ‘πᾶν δ’ αὖ τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι‘; ὅμοιον γὰρ πάλιν, ὡσανεὶ ἔλεγεν ‘πᾶν δὲ τὸ ὑπὸ ποιητικοῦ αἰτίου γινόμενον ὑπὸ ποιητικοῦ γίνεται αἰτίου‘· ὅπερ ἐστὶν γελοῖον.
Aet Mund.186 οὐκ ἄρα τὸ γεγονέναι αὐτῷ τὸ κατ’ αἰτίαν γεγονέναι ἀλλὰ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι δηλοῖ. καʹ. Ἀλλὰ γὰρ ἄξιον θαυμάσαι τῶν σοφῶν τοῦ Πλάτωνος ἐξηγητῶν, ὅπως πολλὰ κυκήσαντες καὶ μυρίας γενητοῦ σημασίας ἐπινοήσαντες, ἵνα μὴ τῷ κορυφαίῳ τῶν φιλοσόφων ἀντιφθέγγεσθαι δόξωσιν κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑποτιθεμένῳ, ὥσπερ ἀπειρηκότες πρὸς τὸν ἀπὸ τῆς ἀληθείας ἔλεγχον καὶ τῶν οἰκείων ἐπιλελησμένοι οὕτω μὲν γενητὸν ὑπὸ Πλάτωνος τὸν κόσμον λέγεσθαι ὁμολογοῦσιν ὡς ἀπό τινος ἀρχῆς γενόμενον πρότερον οὐκ ὄντα, ἀλλ’ ὡς ἐν ὑποθέσει ταῦτα παρὰ τοῦ φιλοσόφου λέγεσθαί φασι τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν, οὐ μὴν ὡς οὕτως τῆς τῶν πραγμάτων ἐχούσης φύσεως. ὁ γοῦν εἰρημένος τοῦ Πλάτωνος ἐξηγητὴς Ταῦρος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν τὸ ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘ ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως ‘‘εἰ καὶ ἀγενές ἐστιν‘. καὶ ὁ ποιητὴς ‘εἰ καὶ γένει ὕστερον εἶεν‘. τεκμήριον δὲ τοῦ ἀγένητον εἶναι τὸν κόσμον· φησὶν γοῦν ποιήσεσθαι τοὺς λόγους, ὡς γεγένηται, εἰ καὶ ἀγενές ἐστιν· καὶ γὰρ περὶ τῶν ἀγενήτων ὡς γενητῶν γίνονται οἱ λόγοι διδασκαλίας χάριν‘.
Aet Mund.187 καὶ πάλιν ὁ αὐτὸς μετ’ ὀλίγον ‘τίνες οὖν αἰτίαι, δι’ ἃς ἀγένητον ὄντα τὸν κόσμον γενητὸν ὑποτίθεται; αὗται δύο ἀμφότεραι φιλόσοφοι· ἡ μὲν γὰρ πρὸς εὐσέβειαν παρακαλεῖ, ἡ δὲ σαφηνείας χάριν παρείληπται· εἰδὼς γάρ, ὅτι οἱ πολλοὶ μόνον ὑπειλήφασιν αἴτιον τὸ προτεροῦν χρόνῳ, ἄλλως δὲ οὐκ οἴονται εἶναι αἴτιον, ἐκ δὲ τούτου κίνδυνος ἐπιστῆσαι αὐτοὺς περὶ προνοίας, ὅτι ἐστίν, βουλόμενος δὲ τοῦτο τὸ δόγμα ἐμποιῆσαι, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται, τοῖς μὲν δυναμένοις καὶ ἄλλως κατανοῆσαι τοῦτο ἠρέμα ὑποδηλοῖ, ὅτι ἀγένητος ὁ κόσμος κατὰ χρόνον, τοῖς δὲ μὴ χωροῦσιν ἐμφαίνει, ὅτι γενητός, καὶ εὔχεταί γε πιστεῦσαι αὐτούς, ἵνα ἅμα πεισθῶσιν καὶ περὶ τῆς προνοίας. ἡ δὲ δευτέρα αἰτία, ὅτι σαφέστερά ἐστιν τὰ λεγόμενα, ὅταν ὡς γινομένοις αὐτοῖς παρατυγχάνωμεν· οὕτως καὶ τὰ διαγράμματα οὐ συντεθέντα συντιθέασιν ὡς ἂν γινόμενα, καὶ τὸν μὲν κύκλον, ἐπειδὴ ἁπλούστερον ἦν, ὡρίσατο Εὐκλείδης ‘σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν‘, τὴν δὲ σφαῖραν θέλων δεῖξαι ὡς ἂν γινομένην ὡρίσατο ‘ἡμικύκλιον διαμέτρου μενούσης περιφερόμενον, ἕως ἂν ἐπὶ τὰ αὐτὰ σημεῖα ἀποκαταστῇ‘· εἰ δὲ τὴν ἤδη οὖσαν ἠβούλετο, ὡρίσατο ἂν ‘σχῆμα ὑπὸ μιᾶς ἐπιφανείας περιεχόμενον, πρὸς ἣν πᾶσαι αἱ ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν‘.
Aet Mund.188 ἔθος δὲ Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· οὕτω κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται. ὁ δὲ Θεόφραστος εἰπὼν ὅτι ‘τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοισ‘ φησὶν ‘πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει καὶ ἐπὶ τῶν διαγραμμάτων‘. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλης· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν [οὐκ] ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως 〈οὐκ〉 ἔστιν, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν. μὴ δὴ πάντα ἀπαράλλακτα ζητείτωσαν τὰ παραδείγματα, ἀλλὰ δεικνύτωσαν, ὅτι οὐκ εὐσυνοπτότερος γινόμενος ὑποτεθεὶς ὁ κόσμος, ἢ εἰ ἀγένητον ἔλεγεν. πῶς δὲ καὶ ἐν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι τὰ ἐναντία; πῶς γὰρ δυνήσεταί τις ὑποθέσθαι τρίγωνον ἅμα ἑστὸς καὶ κινούμενον; ἀγένητος οὖν ὁ κόσμος κατ’ αὐτόν. καὶ μηδεὶς πράγματα ἐχέτω ἔκ τε ἀτλαντικοῦ καὶ πολιτικοῦ πειρώμενος δεικνύναι, ὅτι γενητός· οὐδὲν γὰρ τοιοῦτον ἕξει ἐν τοῖς ἄλλοις μαρτύρασθαι πρὸς τὸ γενητὸν εἶναι ἐν αὐτῷ Τιμαίῳ· καὶ οὐδὲν ἧττον ἀγένητος κατ’ αὐτοὺς ὁ κόσμος· πῶς δὲ ἀγένητος καὶ διὰ τίνας αἰτίας λέγει αὐτὸν γενητόν, εἴρηται.
Aet Mund.189 καθὸ μὲν οὖν γενητὸν αὐτὸν ὑποτίθεται, ἄφθαρτος ἔσται διὰ τὸν θεόν, καθὸ δὲ ἀγένητον οἶδεν, ἄφθαρτος ἔσται διὰ τὴν αὑτοῦ φύσιν, ὡς καὶ τἆλλα πάντα ἀγένητα ἄφθαρτά ἐστιν‘. ταῦτα μὲν οὗτος· καὶ ὁ Πορφύριος δὲ καὶ οἱ ἑξῆς πάντες μέχρι δεῦρο γενητόν φασιν κατὰ χρόνον ἐξ ὑποθέσεως παρὰ τοῦ Πλάτωνος λέγεσθαι τὸν κόσμον τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν. μηδεὶς δὲ ἡμῖν ἀδολεσχίαν ἐγκαλείτω περὶ τοὺς ἐλέγχους τῶν τοιούτων ἐνδιατρίβουσιν· εἰ μὲν γάρ τινι πιθανὸς τῶν εἰρημένων τις λόγος εἶναι δόξειεν, ἀκόλουθος δήπου καὶ ὁ παρ’ ἡμῶν πάντως ἔλεγχος· εἰ δέ τις ἀπίθανον τὴν ὑπόθεσιν νομίσειεν, οὐχ ὁ τὸν στάχυν θερίζων ἀλλ’ ὁ σπείρας πάντως τοῦ θερίζειν ἐστὶν αἴτιος· καὶ τὸ ἄλλῳ δὲ ἀπίθανον εἶναι δόξαν ἑτέρου πολλάκις ὡς πιθανὸν τῆς διανοίας καθήψατο. δεῖ δὲ πάσης ὀχλήσεως ἐλευθέραν ἡμῖν ἀναδειχθῆναι τὴν ἀλήθειαν. εἰ τοίνυν ὡς ἐν ὑποθέσει κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων φησὶν ‘εἰ καὶ ἀγένητός ἐστιν‘ δι’ ἁστινασοῦν αἰτίας τοῦτο ὑποτιθέμενος, τίς ἦν τῶν μακρῶν ἐκείνων λήρων αὐτοῖς τὰ πολλὰ τοῦ γενητοῦ σημαινόμενα καταριθμουμένοις; εἰ γὰρ εὐσεβείας ἢ διδασκαλίας χάριν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων ὑπέθετο, οὐκέτ’ ἂν ἀληθὲς εἴη τὸ κατά τι τῶν εἰρημένων σημαινομένων γενητὸν εἶναι τὸν κόσμον ὑπ’ αὐτοῦ λέγεσθαι· οὕτω γὰρ ὅ τε τῆς εὐσεβείας σκοπὸς καὶ ὁ τῆς διδασκαλίας τρόπος οἰχήσεται· ἅμα γὰρ ἀδύνατον καὶ ἐκείνως εἶναι γενητὸν λέγειν τὸν κόσμον καὶ ὡς ἀρχὴν τοῦ εἶναι ἔχοντα διὰ τὸ εὐσεβὲς ἢ διὰ τὸν διδασκαλικὸν τρόπον· εἰ γὰρ γενητὸν εἶναι λέγων τὸν κόσμον κατ’ αἰτίαν φησὶν γενητὸν εἶναι ἢ ὡς σύνθετον καὶ οὐ κατὰ χρόνον, πῶς πάλιν φασὶν ὡς γινόμενον αὐτὸν καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα ὑποτίθεσθαι εὐσεβείας ἢ διδασκαλίας χάριν; ἡ γὰρ πρώτη ὑπόθεσις ἀναιρετικὴ τῆς δευτέρας γίνεται.
Aet Mund.190 ἄλλως τε εἰ τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας, ὥς φασιν, γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὁ Πλάτων ὑποτίθεται, πάντως ἂν αὐτὸ τοῦτο ἐπεσημήνατο, ὡς κατὰ φύσιν μὲν ἀγένητός ἐστιν, ἡμεῖς δὲ τοῦ σαφοῦς ἕνεκεν ὡς γινόμενον αὐτὸν θεωρήσωμεν, ἵνα μὴ τὰ ἐν ὑποθέσει λεγόμενα ὡς ἀληθῶς λεγόμενά τις ἐκδέχηται. ἀλλὰ δὴ καὶ τὸ οἴεσθαι εὐσεβείας χάριν τὸν Πλάτωνα γενέσεως ἀρχὴν τῷ κόσμῳ διδόναι ἀγενήτῳ ὄντι, ἵνα ἡ περὶ αὐτὸν τοῦ θεοῦ πρόνοια πιστευθῇ, λίαν ἠλίθιον· πρῶτον μὲν γὰρ πανταχοῦ τοῦτο διδάσκει σαφῶς τῇ τοῦ κόσμου δημιουργίᾳ τὸν θεὸν ἐπιστήσας καὶ τὰς αἰτίας, δι’ ἃς ἕκαστον τοῖον ἢ τοῖον ὁ θεὸς ἐποίησεν, ἐξηγούμενος· τί οὖν ἔδει τῆς ψευδοῦς ὑποθέσεως εἰς τὸ διδάξαι τοῦτο, ὅπερ καὶ χωρὶς ταύτης ἐδίδαξεν; ἔπειτα δὲ συμβήσεται αὐτὸν κατὰ τὴν αὐτῶν ὑπόθεσιν εἰς τὴν ἐσχάτην ἀσέβειαν τοὺς ἀνθρώπους ἐνάγειν· εἰ γὰρ μὴ ὄντος τοῦ κόσμου ἀιδίου ἀνάγκη κατ’ αὐτοὺς πρὶν ὑποστῆναι τὸν κόσμον μήτε τέλειον εἶναι τὸν θεὸν μήτε ἀγαθόν, ὑποτίθεται δέ, ὥς φασιν, ὁ Πλάτων ἀπ’ ἀρχῆς τινος γεγονέναι τὸν κόσμον καὶ εὔχεταί γε τοῦτο πιστεύεσθαι οὐδαμοῦ τὰς αἰτίας, δι’ ἃς τοῦτο πεποίηκεν, ἐνδειξάμενος, εἰς ἀσεβεῖς ἄρα ὑπολήψεις τοὺς πιστεύοντας αὐτῷ ἐνήγαγεν ἐν μηδενὶ τῶν διαλόγων ἀγένητον εἶναι τὸν κόσμον εἰπεῖν ἀνασχόμενος, τοὐναντίον δὲ πανταχοῦ τὴν γένεσιν αὐτοῦ λαμπρᾷ τῇ φωνῇ κηρύττων· καίτοι καὶ τὰς λογικὰς ψυχὰς ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διοικεῖσθαι βουλόμενος σαφῶς ἀγενήτους αὐτὰς εἶναι κέκραγεν ἐν Φαίδρῳ οὐδὲν δείσας, μὴ κεναὶ ταύτης νομίζοιντο.
Aet Mund.191 κβʹ. Λίαν δὲ τολμηρὸν καὶ τὸ οὕτω ῥᾳδίως μεταφέρειν τὰς λέξεις· τὸν γὰρ ἤ διαζευκτικὸν σύνδεσμον ἢ διαπορητικὸν εἰς τὸν εἴ συναπτικὸν μεταλαμβάνεσθαι ἀξιοῖ τοῦ Πλάτωνος ἐξηγητὴς ποιητικῷ τρόπῳ. προϊὼν οὖν παραθήσομαι καὶ τὸν Ἀριστοτέλους ἐξηγητὴν Ἀλέξανδρον τὴν τοιαύτην τοῦ συνδέσμου μετάληψιν ἀπελέγχοντα, καὶ αὐτόθεν δὲ προφανὲς οἶμαι τὸ ἄτοπον· πρῶτον μὲν γὰρ τὸ ποιητικὰς μεταλήψεις ἐπὶ Πλατωνικὰς κυριολογίας ἐκδέχεσθαι τῶν ἀτοπωτάτων ἐστὶν καὶ ταῦτα σπανίως ἢ καὶ ἅπαξ σχεδὸν τοῦ ποιητοῦ τῇ τοιαύτῃ τοῦ συνδέσμου μεταλήψει χρησαμένου, ὡς οἱ τὰ ἐκείνου ἐξετάσαντες ἐπεσημήναντο. ἄλλως τε εἰ καὶ ἐν τῇ προκειμένῃ ῥήσει χώραν ἔσχεν τὸ βίαιον τῆς τοῦ συνδέσμου μεταλήψεως, ἀλλ’ οὐκέτι καὶ ἐπὶ τῶν ἑξῆς τοῦτο ποιεῖν δυνατόν· ὥσπερ γὰρ ἐνταῦθα τὸν προκείμενον αὐτῷ σκοπὸν ὁ Πλάτων ἀφοριζόμενος ἀντέθηκε τῷ γενητῷ τὸ ἀγένητον σκοπεῖν περὶ τοῦ παντὸς μέλλειν φήσας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὕτως ἐφεξῆς ἤδη λοιπὸν πρόβλημα τοῦτο ποιούμενός φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘.
Aet Mund.192 εἰ τοίνυν σαφῶς ἐνταῦθα σκοπεῖν φησιν περὶ τοῦ κόσμου, εἴτε ἀεί ἐστιν ἀρχὴν γενέσεως οὐκ ἔχων ἢ καὶ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, ἐν ἀπορίᾳ προτείνων ἑκάτερον καὶ οὐχὶ τῷ ἀγένητον εἶναι τὸν κόσμον συγκατατιθέμενος, πολλῷ δήπου ἄρα καὶ πρότερον, ἔνθα τὴν ἐν τούτοις σκέψιν προανεκήρυττεν, ὡς μέλλοι σκοπήσειν περὶ τοῦ παντός, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐχὶ τὸ ‘ἢ καὶ ἀγενές ἐστιν‘ ἀντὶ τοῦ ‘εἰ καὶ ἀγενές ἐστιν‘ μετελάμβανεν, ἀλλὰ κυρίως ὁ ἤ κεῖται σύνδεσμος ὡς ἐν ἀπορίᾳ διαζευγνὺς τοῦ γενητοῦ τὸ ἀγένητον, ὡς τὸ ἕτερον μόνον ἐπὶ τοῦ κόσμου ὑποτίθεσθαι καὶ μὴ ἀμφότερα, ὡς δοκεῖ τῷ Ταύρῳ. ἄλλως τε εἰ τὸ ‘γέγονέν‘ τις ἐκδέξοιτο κατά τι τῶν ἐκτεθέντων ὑπὸ τοῦ Ταύρου σημαινομένων, καὶ τὸ μὴ γεγονέναι δήπου κατὰ ἀπόφασιν τοῦ αὐτοῦ σημαινομένου ἐκδέχεσθαι ἀνάγκη (ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις)· μεταλαμβανόντων οὖν τὸ ‘γέγονεν‘ εἰς τὸ ‘κατ’ αἰτίαν γέγονεν‘, ἀνάγκη καὶ τὸ ‘μὴ γενόμενον‘ (ταὐτὸν γὰρ τὸ ἀγένητον τῷ μὴ γενομένῳ) εἰς τὸ ‘κατ’ αἰτίαν μὴ γενόμενον‘ ἐκλαμβάνειν. εἴη ἂν οὖν τὸ συμφραζόμενον τοιοῦτον ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν κατ’ αἰτίαν ἢ καὶ ἀγένητόν ἐστιν κατ’ αἰτίαν‘, καὶ ἐπὶ τῶν ἄλλων σημαινομένων τὸ αὐτὸ ‘εἰ σύνθετόν ἐστιν ἢ καὶ μὴ σύνθετόν ἐστιν‘, ‘εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἢ καὶ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει‘· οὗ τί ἂν γένοιτο καταγελαστότερον; ἀπερισκέπτως ἅμα μετέθηκε τὴν λέξιν ὁ ἀνὴρ μὴ περιαθρήσας, εἰ δι’ ὅλων ἔσται σύμφωνος αὐτῷ ἡ ἀπόδοσις καὶ ἐν τοῖς ἑξῆς εἰρημένοις τῷ Πλάτωνι.
Aet Mund.193 εἰς τὴν αὐτὴν δὲ ἀτοπίαν ἐκφέρονται καὶ ὅσοι τὸ ‘ἢ καὶ ἀγενές ἐστιν‘ εἰς τὸ ‘ἢ καὶ ἀειγενές ἐστιν‘ μεταλαμβάνοντες· πάλιν γὰρ καὶ οὗτοι τὰ μὴ ὄντα προστιθέασι τὸ ἀγενὲς ἀειγενὲς ποιοῦντες· καὶ ἔλαθόν γε ἑαυτοὺς τῇ ἀληθείᾳ μᾶλλον διὰ τῆς τοιαύτης προσθήκης συνηγοροῦντες καὶ ὧν βούλονται τὰ ἐναντία κατασκευάζοντες· εἰ γὰρ τοῦτο προὔτεινε Πλάτων, πότερον γέγονε τὸ πᾶν ἢ καὶ ἀειγενές ἐστιν, ἀνάγκη πᾶσα τῷ γεγονέναι τὸ ἀειγενὲς ἀντιθεὶς διὰ τοῦ γεγονέναι τὸ ἀπὸ χρόνου γεγονέναι καὶ μὴ ἀεὶ εἶναι σημαίνειν. ἐπεὶ οὖν τὸ πρόβλημα τοῦτο ἐν τοῖς ἑπομένοις ἐξετάζων ὁ Πλάτων τὸ γεγονέναι τὸν κόσμον ἐπέκρινεν (‘γέγονεν‘, γάρ φησιν, ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ τὰ ἑξῆσ‘), δῆλον, ὅτι τὸ ἀειγενὲς τοῦ κόσμου ἀπέφησεν, καὶ ἐξ ὧν παρεγχειρεῖν τὴν λέξιν αὐτοῦ τετολμήκασιν. κγʹ. Πρὸς δὲ τοῖς ἀπηριθμημένοις τοῦ γενητοῦ σημαινομένοις καὶ τοῦτό τινες προστιθέασιν· φασὶν γὰρ γενητὸν τὸ πᾶν ὑπὸ Πλάτωνος λέγεσθαι, καθὸ ἐν κινήσει ἀιδίῳ ὑπάρχει· ὅθεν γινόμενον αὐτὸ εἶπε, φασίν, καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· οὐδὲν γὰρ τῶν οὐρανίων οὐδέποτε ἐν ταὐτῷ μένει.
Aet Mund.194 πρὸς τοῦτο δὲ σύντομος ἡ ὑπάντησις· πρῶτον μὲν γὰρ περὶ τοῦ παντὸς κόσμου τῷ Πλάτωνι καὶ οὐ περὶ τῶν οὐρανίων μόνων ὁ λόγος· τὸ δὲ πᾶν, ἕως ἂν ᾖ, οὐ κινεῖται ὅλον ὡς ὅλον οὐδ’ ὅλως μεταβάλλει ἀλλ’ ἐν ταὐτῷ μένει. ὥστε οὐ τὸ γίνεσθαι ἀντὶ τοῦ κινεῖσθαι παρείληφεν ὁ Πλάτων. δεύτερον τὸ ἐν συνεχεῖ εἶναι κινήσει τὰ οὐράνια ὑπ’ αὐτῆς τῆς αἰσθήσεως ὡμολόγηται καὶ οὐδενὸς ἑτέρου δεῖ πλὴν ὀφθαλμῶν εἰς τὴν τούτου κατάληψιν. πῶς οὖν οὐ γελοῖον πρᾶγμα Πλάτων ὑπέμενεν ὡς περὶ τῶν ἀπορρήτων ἡμᾶς διδάσκειν μέλλων καὶ μηδενὶ τῶν πρὸ αὐτοῦ κατειλημμένων ἢ ἀποδεδειγμένων θεοὺς λέγων καὶ θεὰς ἐπικαλεῖσθαι δεῖν εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε κινεῖται κατὰ τόπον τὰ οὐράνια εἴτε ἀκίνητά ἐστιν, μηδὲ τοσοῦτο συνεῖναι δυνηθείς, ὡς, ὅσα διὰ τῆς αἰσθητικῆς ἀντιλήψεως τὸ πιστὸν ἔχει κρεῖττον πάσης ἀποδείξεως ἐγνωσμένα, ἐν προβλήματος τίθεται μοίρᾳ; τίς γὰρ νοῦν ἔχων ζητήσειεν ἄν, εἰ τὸ πῦρ καίει καὶ εἰ τὸ ψιμύθιον λευκόν ἐστιν; ὥστε οὐδ’ οὕτως γενητὸν εἶναι τὸν κόσμον ὁ Πλάτων εἴρηκεν. ἐλεγχθεισῶν οὖν πασῶν τῶν τοῦ γενητοῦ ὑποθέσεων, μιᾶς δὲ ἔτι λειπομένης τῆς συνήθους τε καὶ πᾶσι καθωμιλημένης, λέγω δὴ τῆς κατὰ χρόνον γενέσεως, καὶ τοῦ Πλάτωνος διαρρήδην γενητὸν εἶναι καὶ γεγενῆσθαι τὸν κόσμον ἀποφηναμένου λείπεται ἐξ ἀνάγκης κατὰ χρόνον γενητὸν αὐτὸν ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, τουτέστιν ἀρχὴν τοῦ εἶναι εἰληφέναι· οὕτω γὰρ τὸ κατὰ χρόνον ἐπὶ τοῦ κόσμου νοεῖν πολλάκις εἰρήκαμεν.
Aet Mund.195 κδʹ. Ἐπειδὴ δὲ ὡς ἰσχυρόν τι καὶ τοῦτο προτείνουσι εἰς πίστιν τοῦ μὴ κατὰ χρόνον γενητὸν εἶναι λέγεσθαι παρὰ Πλάτωνος τὸν κόσμον ἀλλ’ ὡς ἐν ὑποθέσει τὸ καὶ τὴν ψυχὴν ἐν μὲν τῷ Τιμαίῳ γινομένην ὑποθέσθαι, ἐν δὲ Φαίδρῳ σαφῶς ἀγένητον ἀποφαίνεσθαι, εὔλογον οἶμαι καὶ τοῦτο αὐτῶν τὸ κομψὸν δι’ ὀλίγων ἐπιλύσασθαι. παντὶ τοίνυν δῆλόν ἐστιν, ὡς ἡ λογικὴ ψυχὴ τῆς νοητῆς οὐσίας τυγχάνουσα καὶ χωριστὴν διὰ τοῦτο παντὸς σώματος τὴν οὐσίαν ἔχουσα, ὁπηνίκα μὲν τὴν πρὸς τὸ σῶμα ἀναδέχεται σχέσιν, δυνάμει μέν ἐστιν νοῦς, τὸ δὲ εἶναι καὶ λέγεσθαι ψυχῇ ἐκ τῆς σχέσεως αὐτῇ τῆς πρὸς τὸ σῶμα προσγίνεται (παρὰ γὰρ τὸ ψυχοῦν τε καὶ ζωοποιεῖν τὸ σῶμα ψυχὴ κέκληται), ἐπειδὰν δὲ χωρισθεῖσα τοῦ σώματος ἢ καθ’ ἕξιν ἢ ἅμα καὶ τοῦ φυσικοῦ διαζευχθεῖσα συνδέσμου νοερῶς λοιπὸν ἐνεργήσῃ ἁπλῇ ἐπιβολῇ τῆς φύσεως τῶν πραγμάτων θιγγάνουσα, νοῦς ἤδη κατ’ ἐνέργειαν τὸ τηνικαῦτα καὶ ἔστιν καὶ λέγεται. ὥστε κατ’ ἄλλο μέν ἐστιν αὐτῇ τὸ ψυχῇ εἶναι, [καὶ] κατ’ ἄλλο δὲ τὸ νῷ, καὶ τὸ μὲν ἐν σχέσει τῇ πρὸς τὸ σῶμα, τὸ δὲ ἀσχέτως καὶ ἀπολελυμένως τοῦ σώματος αὐτῇ καθ’ αὑτὴν ὑπάρχει, ὥσπερ ἀμέλει ὁ αὐτὸς καὶ κυβερνήτης ἐστὶν καὶ ἄνθρωπος, ἀλλὰ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ ἐν τῇ πρὸς τὸ πλοῖον ἔχει σχέσει.
Aet Mund.196 τούτων οὕτως ἐχόντων εἰ μέν, καθὸ νοῦς ἐστιν καὶ ἄσχετος πρὸς τὸ σῶμα ἡ ψυχή, γένεσιν αὐτῆς ὁ Τίμαιος παραδίδωσιν, συγχωρήσωμεν αὐτὸν ἐν ὑποθέσει αὐτὴν λέγειν γεγονέναι διὰ τὸ ἐν Φαίδρῳ ἀγένητον αὐτὴν εἶναι ἀποφαίνεσθαι· εἰ δέ, καθὸ ψυχή ἐστιν, ποιὰν αὐτῆς πρὸς τὸ σῶμα σχέσιν ἐν Τιμαίῳ διδάσκει, καθ’ ἣν τοίως ἢ τοίως κοσμεῖ τε καὶ κινεῖ τὰ οὐράνια σώματα, ποία ἔστιν ἔτι ἀνάγκη ὡς ἐν ὑποθέσει λέγειν αὐτὴν ἐν Τιμαίῳ γεγονέναι, εἴπερ καὶ τῷ κόσμῳ παντὶ ἀρχὴν τοῦ εἶναι δίδωσιν ὁ Πλάτων, ὡς ἐδείξαμεν; οὐκοῦν ὅτε τοῦ εἶναι τὸ σωματικὸν τοῦ κόσμου ἤρξατο, τότε καὶ ἡ ψυχὴ τὴν πρὸς αὐτὸ σχέσιν ἀνείληφεν· ἐπεὶ καὶ τὴν ἡμετέραν ψυχὴν ἐν σώματι γίνεσθαι λέγοντες οὐ δήπου τῆς οὐσίας αὐτῆς κατηγοροῦσι τὴν γένεσιν ἀλλὰ τῆς ἐν τῷ σώματι σχέσεως, ἥτις ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὅτι δὲ τὰ περὶ τῆς ψυχογονίας ἐν Τιμαίῳ λεγόμενα οὐδὲν ἄλλο ἢ τὴν τῶν οὐρανίων κίνησιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν αὐτῶν παραδίδωσιν, ἣν ἐκ τῆς ψυχῆς, εἴπερ ἔμψυχά εἰσιν, ὡς Πλάτωνι δοκεῖ, ἀνειλήφασιν, ἔξεστιν ἐξ αὐτῶν τῶν τοῦ Τιμαίου πιστώσασθαι λέξεων· ἔφη γὰρ ἐν ἐκείνοις ὁ Πλάτων, ὅτι λαβὼν ὁ θεὸς οὐσίαν μέσην τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης καὶ τῆς περὶ τὰ σώματα μεριστῆς καὶ προσέτι ταυτότητα καὶ ἑτερότητα τὰ τρία ταῦτα κεράσας ἐξέτεινεν καὶ ἐποίησεν εὐθεῖαν, εἶτα ταύτην τὴν εὐθεῖαν κατὰ ἁρμονικοὺς λόγους κατατεμὼν ἔσχισεν δίχα κατὰ μῆκος, εἶτα χιοειδῶς ἀλλήλαις τὰς δύο συνάψας εὐθείας ἀνέκλασεν καὶ τὰ πέρατα αὐτῶν ἀλλήλαις συνάψας ἐποίησεν δύο κύκλους, τὸν μὲν ἐκτός, τὸν δὲ ἐντός, συναπτομένους ἀλλήλοις κατὰ δύο σημεῖα, εἶτα ἐκίνησεν τὸν μὲν ἔξω κύκλον ἐπὶ δεξιά, τὸν δὲ ἐντὸς ἐπ’ ἀριστερά, καὶ ἐκάλεσεν, φησίν, τὴν μὲν ἐκτὸς περιφορὰν ταὐτοῦ, τὴν δὲ ἐντὸς θατέρου καὶ τὸν μὲν ἐκτὸς κύκλον ἄσχιστον εἴασεν, τὸν 〈δ’〉 ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους ἐποίησεν κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ὑπερέχοντας ἀλλήλων καὶ τοὺς μὲν τρεῖς ἴσους τῷ τάχει τῆς κινήσεως κατεσκεύασεν, τοὺς δὲ τέτταρας ἀνίσους τῇ κινήσει ἀλλήλοις τε καὶ τοῖς τρισίν.
Aet Mund.197 τούτων οὕτως περὶ τῆς ψυχογονίας ὑπὸ Πλάτωνος ἐν Τιμαίῳ λεγομένων τίς τοσοῦτόν ἐστιν περὶ τὴν κρίσιν τῆς ἀληθείας ἀγνώμων, ὡς μὴ ἐξ αὐτῆς ψιλῆς τῆς λέξεως ὁμολογεῖν τὴν τῶν οὐρανίων σφαιρῶν κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν ἐν τούτοις ὑπὸ τοῦ Πλάτωνος παραδίδοσθαι, ἣν ἐκ τῆς ἐπιβεβηκυίας αὐταῖς ψυχῆς γίνεσθαι οἴεται; ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἥ τε κίνησις καὶ ἡ τῶν μερῶν τοῦ σώματος οἰκονομία τε καὶ πρὸς ἄλληλα σχέσις ἐκ τῆς ἐνούσης αὐτοῖς ψυχῆς ἐπιγίνεται. τὰ οὖν τῷ αἰτιατῷ ἐκ τοῦ αἰτίου συμβαίνοντα ἐπὶ τὸ αἴτιον τὸν Πυθαγορικὸν τῶν αἰνιγμάτων τρόπον ὁ Πλάτων ἀνήγαγεν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχὴν πολλάκις πεινῆν φαμεν ἢ διψῆν τὴν τῆς ἐνδείας συναίσθησιν ἐκ τῆς ψυχῆς ἐγγινομένην τῷ σώματι ἐπ’ αὐτὴν τὴν ψυχὴν ἀναφέροντες.
Aet Mund.198 τὴν μὲν οὖν περὶ τούτων ἀκριβεστέραν ἐξέτασιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προϋπομνηματισαμένων, ὧνπερ καὶ πρόσθεν ἐμνήσθημεν, μαθεῖν ἔξεστιν· καὶ αὐτοὶ γὰρ καίπερ ἀίδιον εἶναι τὸν κόσμον λέγοντες καὶ ἐν ὑποθέσει τὴν γένεσιν τῆς ψυχῆς παραδιδόναι τὸν Πλάτωνα ὅμως ἐν τούτοις τὸν μὲν ἐκτὸς τῶν κύκλων τὴν ἀπλανῆ ἐξειλήφασιν, τὸν δὲ ἐντὸς τὰς τῶν πλανωμένων, ὃν ἑξαχῇ σχίσας τοὺς ἑπτὰ τῶν πλανωμένων κύκλους ἐποίησεν. τινὲς δὲ τὸν μὲν ἐκτὸς τὸν ἰσημερινὸν ἤκουσαν κύκλον, τὸν δὲ ἐντὸς τὸν ζῳδιακόν, οἵτινες χιοειδῶς ἀλλήλους τέμνοντες κατὰ δύο σημεῖα, κριόν τε καὶ ζυγόν, ἀλλήλων ἅπτονται· καὶ γὰρ ἡ μὲν ἀπλανὴς ὑπὸ τὸν αὐτόν ἐστιν τῷ ἰσημερινῷ ἄξωνα καὶ περὶ τοὺς πόλους τούτου κινεῖται, αἱ δὲ πλανώμεναι περὶ τοὺς τοῦ ζῳδιακοῦ. τῶν δὲ κύκλων τούτων, φησὶν ὁ Πλάτων, τὸν μὲν ἐκτὸς ἐπὶ τὰ δεξιὰ ὁ θεὸς ἐκίνησε, τουτέστιν τὴν ἀπλανῆ, τὸν δὲ ἐντὸς ἐπ’ ἀριστερά, τὰς πλανωμένας δηλονότι, δεξιὰ μὲν τὰ ἀνατολικὰ προσαγορεύων Ὁμηρικῶς, ἀριστερὰ δὲ τὰ δυτικά· φησὶ γοῦν κἀκεῖνος ‘εἴτ’ ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε εἴτ’ ἐπ’ ἀριστερά τοί γε ποτὶ ζόφον ἠερόεντα‘· φέρεται γὰρ ἡ μὲν ἀπλανὴς ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς, τοὔμπαλιν δ’ αἱ πλανώμεναι. καλεῖ δὲ τὴν μὲν ἐκτὸς κίνησιν ταὐτοῦ διὰ τὴν ταυτότητα τῆς τῶν ἀπλανῶν κινήσεως· ἰσόχρονον γὰρ ἅπαντα τὰ ἀπλανῆ ποιεῖται τὴν κίνησιν καὶ τὸν αὐτὸν ἀεὶ ἐκπεριέρχεται κύκλον ἐκ τῶν αὐτῶν ἀεὶ σημείων τὰς ἀνατολὰς καὶ εἰς τὰ αὐτὰ τὰς δύσεις ποιούμενα.
Aet Mund.199 τὴν δὲ ἐντὸς κίνησιν, τουτέστιν τὴν τῶν πλανωμένων, θατέρου, φησίν, προσηγόρευσεν διὰ τὴν ἑτερότητα δηλονότι τῆς τῶν πλανωμένων κινήσεως· οὔτε γὰρ ἰσόχρονος ἡ τούτων κίνησις οὔτε ἑκάστου ἡ αὐτή· οὐδὲ γὰρ ἕνα καὶ τὸν αὐτὸν ἕκαστος ἐκπεριέρχεται κύκλον οὐδὲ ἐπὶ τῶν αὐτῶν ἀεὶ σημείων τάς τε ἀνατολὰς καὶ τὰς δύσεις οἱ αὐτοὶ ποιοῦνται. τῶν δὲ ἑπτὰ τῶν ἐντὸς κύκλων τρεῖς μὲν ἰσοταχεῖς εἶναι ἀλλήλοις, τόν τε τοῦ ἡλίου λέγων καὶ τὸν τοῦ ἑωσφόρου καὶ τὸν τοῦ Ἑρμοῦ καλούμενον (ἰσόδρομοι γὰρ τῶν πλανωμένων οὗτοι τυγχάνοντες δι’ ἐνιαυτοῦ τὸν πάντα κύκλον ἐκπεριέρχονται), τοὺς δὲ λοιποὺς τέσσαρας ἀνίσους ἀλλήλοις τε καὶ τούτοις εἶναί φησιν, τουτέστιν τήν τε τοῦ Κρόνου καλουμένην σφαῖραν καὶ τοῦ Ἄρεως καὶ τοῦ Διὸς καὶ τὴν τῆς σελήνης (ἡ μὲν γὰρ τοῦ Κρόνου διὰ τριάκοντα ἐτῶν ἔγγιστα τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ἡ δὲ τοῦ Διὸς ἐγγὺς διὰ δώδεκα, διὰ δύο δὲ πάλιν ἡ τοῦ Ἄρεως ἔγγιστα, ἡ δὲ τῆς σελήνης διὰ μηνός). μὴ τοίνυν μηδὲ ἐκ τῆς ψυχογονίας παρεχέτωσαν πράγματα Πλάτωνι πείθειν ἡμᾶς βιαζόμενοι, ὡς ἀγένητον εἶναι τὸν κόσμον οἴεται τὴν γένεσιν αὐτοῦ καθ’ ὑπόθεσιν ἡμῖν εἰσηγούμενος. καίτοι, εἰ τοῦτο ἦν ἀληθές, διὰ τί μή, ὥσπερ τὴν ψυχὴν διαρρήδην ἐν ἑτέροις ἀγένητον εἶναι ἀποφαίνεται, οὕτως καὶ τὸν κόσμον ἡμῖν ἔν τινι τῶν οἰκείων συγγραμμάτων ἀγένητον εἰπεῖν ἐτόλμησεν, τοὐναντίον δὲ πανταχοῦ γενητὸν εἶναι αὐτὸν καὶ γεγονέναι καὶ φύσει λυτὸν εἶναι κέκραγεν; κεʹ.
Aet Mund.200 Ἀλλ’ ἐπειδή φησιν ὁ Πορφύριος τὰς περὶ τοῦ γεγονέναι τὸν κόσμον Πλάτωνος ἀποδείξεις μὴ εἶναι κατασκευαστικὰς τοῦ κατὰ χρόνον γεγονέναι τὸν κόσμον, ἐξ οὗ συλλογίζεται, ὡς οὐδὲ κατὰ χρόνον αὐτόν φησιν γεγονέναι Πλάτων, εὔλογον οἶμαι καὶ τοῦτο αὐτὸ ἐπισκέψασθαι παραθέντας πρότερον αὐτὴν τὴν Πορφυρίου λέξιν· ἔχει γὰρ οὕτως ‘ἴδωμεν τοίνυν, ποῖον σημαινόμενον τοῦ κόσμου ὁ Πλάτων κατηγόρησεν καὶ ποῖον ἠρώτησεν καὶ τίνι εἰκότως ἐφαρμόττει. καὶ μὴν ἔστω τὸ δηλοῦν τὴν ἀπὸ χρόνου γένεσιν παρειληφὼς καὶ σκεπτέσθω, πότερον ἦν ἀεὶ μηδέποτε ἀπὸ χρόνου γεγονὼς ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος, ἀποφαινέσθω δὲ ἀπό τινος ἀρχῆς χρονικῆς γεγονέναι, δι’ ἃς ἐπιφέρει ἀποδείξεις. τίνες οὖν αὗται; ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν‘, φησίν, ‘καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετ’ αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη‘. τούτων δὲ τί ἂν εἴη γελοιότερον; τίς γὰρ ἡ ἀνάγκη τῆς ἀκολουθίας, εἰ ὁρατὸς καὶ ἁπτὸς καὶ ἔχων σῶμα, ἀπ’ ἀρχῆς χρόνου γεγονέναι;‘ μεγίστη ἀνάγκη καὶ πάσης μείζων ἀποδείξεως ἡ ἐνάργεια· καὶ σὺ γάρ, ὦ θαυμάσιε, γενητὸν εἶναι τὸν κόσμον, καθὸ σύνθετός ἐστιν, ὑποτίθεσθαι Πλάτωνα λέγων καὶ τούτου ἀπόδειξιν παράγειν τὸ ὁρατὸν εἶναι ἁπτόν τε καὶ σῶμα ἔχειν ἀποφαινόμενος, πόθεν, εἰπέ μοι, τὴν ἀνάγκην τοῦ λόγου κατεσκεύασας; ποία γὰρ ἀνάγκη πᾶν ὁρατὸν εὐθὺς εἶναι καὶ σύνθετον; ἢ πάντως τὴν αἴσθησιν ἡμῖν πιστοτέραν οὖσαν παντὸς λόγου παράγεις μάρτυρα; ἀλλ’ ὅτι μὲν πᾶν ὁρατὸν σύνθετόν ἐστιν, καὶ αὐτοὶ συνομολογοῦμεν· ἀλλ’ οὐκ, ἐπειδὴ τῷ ὁρατῷ τὸ σύνθετον ἕπεται, ἔτι δὲ καὶ πᾶν ὁρατὸν γενητόν ἐστιν κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο ἀνάγκη ἀντὶ τοῦ συνθέτου τὸ γενητὸν παρειληφέναι τὸν Πλάτωνα· ἐπεὶ καὶ τὸ τριχῇ διαστατὸν ἐξ ἀνάγκης παντὶ ὁρατῷ καὶ ἁπτῷ καὶ σῶμα ἔχοντι ἕπεται καὶ τὸ πεπεράνθαι κατὰ μέγεθος καὶ τὸ ἐσχηματίσθαι πάντως ἢ τεταγμένῳ ἢ ἀτάκτῳ σχήματι καὶ τὸ συνεχὲς εἶναι καὶ οὐκ ἄν τις διὰ τοῦτο νομίσειεν Πλάτωνα τὸ γενητὸν ἀντὶ τούτων τινὸς μεταλαμβάνειν· τίς γὰρ ἀνάγκη τὸ γενητὸν εἰς τὸ σύνθετον μεταλαμβάνειν μᾶλλον ἢ εἰς τὸ πεπερασμένον συνεχὲς ἢ ἐσχηματισμένον ἢ εἰς ἄλλο τι, ὃ παντὶ σώματι ἐξ ἀνάγκης ὑπάρχει; ὁμοίως γὰρ τῷ αἰσθητῷ τό τε σύνθετον ἕπεται καὶ τῶν λοιπῶν ἕκαστον.
Aet Mund.201 ὅτι δὲ καὶ ἀδύνατον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι, μικρῷ πρόσθεν ἐδείξαμεν. τοῦ δὲ τῷ ὁρατῷ ἢ ἁπλῶς αἰσθητῷ μὴ μόνον τὸ σύνθετον ἀλλὰ καὶ τὸ κατὰ χρόνον γενητὸν πάντως ἕπεσθαι καὶ ἡμεῖς φαμεν ἐξ αὐτῆς τῆς ἐναργείας τὴν πίστιν εἰληφέναι τὸν Πλάτωνα· ἐκ γὰρ τῶν τεσσάρων στοιχείων ἅπαντα τὸν κόσμον συνεστάναι διαρρήδην ὁ Πλάτων ἀποφαίνεται καὶ τούτῳ καὶ αὐτὸς ὁ Πορφύριος συγκατατίθεται, ὡς ἐν τῷ τρισκαιδεκάτῳ τοῦ Πρόκλου κεφαλαίῳ γινόμενοι δείξομεν.
Aet Mund.202 ὅτι δὲ πάντα τὰ στοιχεῖα κατὰ πάντα τὰ μέρη ἑαυτῶν γενητά τέ ἐστιν καὶ φθαρτά, ἐξ αὐτῆς τῆς αἰσθήσεως τοῖς ἔχουσιν ὀφθαλμοὺς ἡ ἀπόδειξις· πᾶν γάρ, ὃ ἄν τις λάβοι μέρος ὕδατος ἢ πυρὸς ἢ γῆς ἢ ἀέρος, τοῦτο πάντως ἔν τινι χρόνῳ γέγονεν καὶ ἀρχὴν τοῦ εἶναι ἔσχηκεν· εἰ δὲ πάντα τὰ μέρη τοῦ ὕδατος ἐν χρόνῳ γέγονεν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη, καὶ τὸ ὅλον ἄρα ἐν χρόνῳ τινὶ τὴν ὕπαρξιν εἴληφεν, ὡς ἄλλοτε ἄλλας εἶναι κατ’ ἀριθμὸν τὰς τῶν στοιχείων ὁλότητας· ἡ μὲν γὰρ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ διὰ τὴν τοῦ κόσμου διαμονὴν γινομένη τῇ τοῦ λείποντος ἀναπληρώσει τὴν αὐτὴν ἀεὶ δοκεῖ φυλάττειν κατ’ ἀριθμὸν τῶν στοιχείων ὁλότητα· φθειρόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα τυχὸν μεταβέβληκε, πάλιν δ’ αὖ φθαρεὶς ὁ ἀὴρ καὶ μεταβαλὼν εἰς ὕδωρ τὸ λεῖπον τοῦ ὕδατος ἀνεπλήρωσεν· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. ἀλλ’ ὥσπερ τις ναυπηγὸς ἄλλοτε ἄλλην σανίδα νεὼς τὴν πεπονηκυῖαν ἀμείβων χρόνῳ πᾶσαν τὴν ναῦν ἤμειψεν καὶ ἄλλην ἐξ ἄλλης κατ’ ἀριθμὸν τὴν ὅλην ἐποίησεν, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν στοιχείων ὁλότητος συμβαίνει· μέρους γάρ τινος ἀεὶ φθειρομένου, ἑτέρου δὲ ἀντ’ αὐτοῦ γινομένου, τῷ μακρῷ χρόνῳ πᾶσαν συμβαίνει τὴν ὁλότητα τῶν στοιχείων μεταβάλλειν. εἰ οὖν μηδὲ αἱ ὁλότητες αἱ αὐταὶ κατ’ ἀριθμὸν τῶν στοιχείων διαμένουσιν, τὸ δὲ μὴ κατ’ ἀριθμὸν τὸ αὐτὸ μένον ἐν χρόνῳ καὶ ἤρξατο τοῦ εἶναι καὶ φθείρεται, δῆλον, ὡς ἅμα τοῖς μέρεσιν καὶ αὐταὶ κατὰ χρόνον εἰσὶν γενηταὶ καὶ φθαρταὶ τῶν στοιχείων αἱ ὁλότητες.
Aet Mund.203 εἰ δὲ μὴ τὴν ἀρχὴν τῆς τῶν στοιχείων συστάσεως ἔγνωμεν, οὐ διὰ τοῦτο μηδὲ ἀρχὴν αὐτὰ τοῦ εἶναι ἔχειν εὔλογον οἴεσθαι· ἡ γὰρ νῦν αὐτῶν κατὰ μέρη φθορά τε καὶ γένεσις καὶ τοῦ ἀρχὴν αὐτὰ λαμβάνειν ὑπάρξεως ἱκανωτάτην πίστιν παρέχεται. ἀλλὰ δὴ καὶ τὰ ἐκ τῶν στοιχείων συγκείμενα πάντα ἐν χρόνῳ γίνεταί τε καὶ φθείρεται, οἷα φυτὰ καὶ ζῷα καὶ μέταλλα καὶ τὰ λοιπὰ πάντα σώματα. οὐκοῦν, εἰ πᾶν μὲν σῶμα ὁρατόν τε καὶ ἁπτὸν ἢ ἁπλῶς αἰσθητὸν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων, ταῦτα δὲ γενητὰ κατὰ χρόνον δέδεικται, πᾶν ἄρα σῶμα αἰσθητὸν κατὰ χρόνον ἐστὶν γενητόν. εἰ οὖν ὁ οὐρανὸς ἐκ τῶν αὐτῶν στοιχείων συνεστὼς κατὰ Πλάτωνα σῶμά ἐστιν ὁρατόν τε καὶ ἁπτόν, καὶ ὁ οὐρανὸς ἄρα κατὰ χρόνον γενητὸς ἂν εἴη· ἐκ τῶν φανερῶν γὰρ τὰ ἀφανῆ δῆλα καθίσταται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ φθαρτὸς ἔσται κατὰ Πλάτωνα, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. καὶ ἄλλως δέ· ἄλογον ἂν φανείη τῶν τοῦ παντὸς στοιχείων χρονικὴν ἀρχὴν ἀεὶ λαμβανόντων καὶ ἄλλοτε ἄλλων κατ’ ἀριθμὸν γινομένων τὸν ἐκ τούτων συνεστῶτα οὐρανὸν μήτε ἀρχήν ποτε τοῦ εἶναι ἐσχηκέναι μήτε τέλος ἕξειν μήτε μεταξὺ τροπήν τινα καὶ ἀλλοίωσιν κατ’ οὐσίαν ὑπομένειν. ἐκ ταύτης οὖν τῆς ἀνάγκης ὁ Πλάτων τῷ τε ὁρατῷ τὸ κατὰ χρόνον γενητὸν ἕπεσθαι ἔφησεν καὶ διὰ τοῦτο τὸν κόσμον ὁρατὸν ὄντα καὶ γενητὸν εἶναι συνελογίσατο. δύναιτο δ’ ἂν καὶ ἐξ ἐπαγωγῆς αὐτὸ τοῦτο πάλιν εἰληφέναι Πλάτων.
Aet Mund.204 εἰ γὰρ τόδε τὸ αἰσθητόν, οἷον ζῷον ἢ ὕδωρ ἢ πῦρ, γενητόν ἐστιν κατὰ χρόνον καὶ πάλιν ἄλλο καὶ ἄλλο καὶ πάντα τὰ μερικὰ στοιχεῖα τοιαῦτα καὶ αἱ τούτων ὁλότητες, καὶ πᾶν ἄρα ὁρατὸν γενητόν ἐστιν· ὁρατὸς δέ ἐστιν καὶ ὁ κόσμος· καὶ αὐτὸς ἄρα γενητὸς ἂν εἴη κατὰ χρόνον. καὶ ἄλλως· εἰ ἐδείξαμεν, ὅτι οὐδένα τῶν ἐπινενοημένων τοῦ γενητοῦ τρόπων ὁ Πλάτων παρείληφεν (γένεσιν γάρ φησιν τὴν κατὰ χρόνον), τὸ δὲ μὴ γενόμενον ἅπαν (τουτέστιν τὸ μὴ κατὰ χρόνον γενόμενον) νοήσει μετὰ λόγου περιληπτὸν ὡρίσατο, ἕπεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τῷ μὴ νοητῷ ἅπαντι τὸ γένεσιν ἔχειν τὴν κατὰ χρόνον. πᾶν δὲ τὸ μὴ νοητὸν αἰσθητόν ἐστιν καὶ ἁπτόν· πᾶν ἄρα τὸ αἰσθητὸν καὶ ἁπτὸν κατὰ χρόνον ἐστὶν γενητόν. οὐκοῦν τῇ πρώτῃ ἑαυτοῦ ὑποθέσει ὁ Πλάτων τὰ ἐφεξῆς ἀκολούθως συνελογίσατο· πᾶν γὰρ τὸ μὴ γενόμενον κατὰ χρόνον νοητὸν εἶναι φήσας ἀκολούθως τὸ μὴ νοητὸν πᾶν ἀλλ’ αἰσθητὸν γενητὸν εἶναί φησιν κατὰ χρόνον. ἢ οὖν τὰ πρότερά τις ἐλεγχέτω (λέγω δή, ὅτι τοῦ ἀεὶ ὄντος οὐ τὴν κατὰ χρόνον ἀνεῖλεν γένεσιν ἀλλ’ ἄλλην τινά, ὅπερ διὰ πλειόνων ἡμεῖς ἐδείξαμεν) ἢ ἐκείνων ἀνελέγκτων μενόντων, εἰ τὸ κατὰ χρόνον ἀγένητον νοητὸν εἶναί φησιν, ἀκολουθήσει πάντως τὸ μὴ νοητὸν πᾶν ἀλλ’ αἰσθητὸν γενητὸν εἶναι κατὰ χρόνον. ἀναγκαίως ἄρα καὶ οὐκ ἀσυλλογίστως ἐκ τοῦ αἰσθητὸν εἶναι τὸν κόσμον καὶ τὸ χρονικὴν ἔχειν ἀρχὴν ὁ Πλάτων συνελογίσατο. κϛʹ.
Aet Mund.205 Ὅτι δὲ τὸ ὂν ἀεὶ οὐκ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδεμίαν ἄλλην φησὶν γένεσιν μὴ ἔχειν ἢ τὴν κατὰ χρόνον, ἱκανῶς μὲν καὶ πρότερον δέδεικται, μάθοι δ’ ἄν τις οὐδὲν ἧττον καὶ ἐντεῦθεν. παντὶ δῆλον οἶμαι εἶναι, ὡς ὂν ἀεὶ ὁ Πλάτων καλεῖ τὸ παντάπασιν ἀμετάβλητον διὰ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρούμενον οὐδέποτε ὂν εἶναί φησιν· τὸ γὰρ μεταβάλλον οὔτε τοῦτό ἐστιν ἔτι, ἐξ οὗ μεταβάλλει, οὔτε ἐκεῖνό πω πάλιν, εἰς ὃ μεταβάλλει· εἴ τι οὖν ἐν συνεχεῖ μεταβολῇ θεωροῖτο ὑπάρχον, τοῦτο οὐδέποτε ὂν ἔσται, γινόμενον δὲ ἀεί. ὅτι δὲ τοῦτο σημαίνει παρὰ Πλάτωνι τὸ ὂν ἀεί, καὶ αὐτὸς μὲν διαρρήδην ὁριζόμενος αὐτὸ εἶπεν (‘νοήσει‘ γάρ, φησίν, ‘μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον‘), δῆλον δέ ἐστιν καὶ ἐξ ὧν τὸ γινόμενον οὐδέποτε ὂν εἶναί φησιν· ‘τί‘ γάρ, φησίν, ‘τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε‘. εἰ οὖν τὸ γινόμενον (τουτέστιν τὸ ἐν μεταβολῇ ὄν) οὐδέποτε ὄν ἐστιν, τὸ ἄρα ὂν ἀεὶ τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον. ἐπεξήγησις οὖν ἐστιν τοῦ ἀεὶ ὄντος τὸ ‘γένεσιν δὲ οὐκ ἔχον‘, ὥσπερ καὶ τοῦ γινομένου τὸ ‘ὂν δὲ οὐδέποτε‘. τούτου οὖν οὕτως ἔχοντος ζητητέον, ποίαν γένεσιν ἀποφάσκει τοῦ ἀεὶ ὄντος ὁ Πλάτων. ἐγὼ μὲν οὖν φημι τὴν κατὰ χρόνον· τὸ γὰρ καθ’ ὁτιοῦν χρονικῆς ἐστερημένον ἀρχῆς τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον, καὶ ἔμπαλιν, εἴ τι χρονικὴν ἔσχεν ἀρχὴν καθ’ ὁτιοῦν τῶν περὶ αὐτὸ θεωρουμένων, τοῦτο οὐκ ἔστιν παντάπασιν ἀμετάβλητον· καθὸ γὰρ ἀρχὴν ἔσχεν, κατὰ τοῦτο μετέβαλεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν.
Aet Mund.206 ὥστε ἄναρχον εἶναι δεῖ κατὰ χρόνον τὸ παντάπασιν ἀμετάβλητον· πᾶσα γὰρ μεταβολὴ καὶ ἐν χρόνῳ γίνεται καὶ ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὥστε τὸ χρονικῆς ἀρχῆς ἐστερημένον καὶ μεταβολῆς πάσης ἐστέρηται. ἀντιστρέφει ἄρα ταῦτα ἀλλήλοις, καὶ εἴ τι πάντῃ ἐστὶν ἀμετάβλητον, τοῦτο καὶ πάσης ἀρχῆς χρονικῆς ἐστιν ὑπέρτερον καὶ χρονικῆς πάσης ἀρχῆς ἐστερημένον κατὰ πάντα ἐστὶν ἀμετάβλητον. εἰκότως ἄρα τὸ ἀεὶ ὂν (τουτέστιν τὸ πάντῃ ἀμετάβλητον) γένεσίν φησιν μὴ ἔχειν τὴν κατὰ χρόνον. εἰ δέ τις τὸ ‘γένεσιν δὲ οὐκ ἔχον‘ ἀντὶ τοῦ ‘σύνθεσιν οὐκ ἔχον‘ ἀκούοι, λεγέτω, τίνα λόγον ἔχει τὸν ἐρωτήσαντα, τί τὸ ὂν ἀεί (τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον), ἐπιφέρειν τὸ ‘σύνθεσιν δὲ οὐκ ἔχον‘· εἰ γὰρ καὶ μυριάκις τις συγχωρήσοι τὸ ἀεὶ ὂν (τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον) ἁπλοῦν εἶναι καὶ ἀσύνθετον, ἀλλ’ οὐ πᾶν ἁπλοῦν καὶ ἀσύνθετον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕξει· ἁπλᾶ γάρ ἐστιν τὰ πρῶτα τῶν σωμάτων στοιχεῖα (λέγω δὴ ὕλη καὶ εἶδος· οὐ γὰρ ἐπ’ ἄπειρον πρόεισιν ἡ τῶν συνθέτων ἀνάλυσις, ἀλλ’ εἰς τὰ ἁπλᾶ πάντως καταντᾶν ἀναλύοντας ἀνάγκη). καὶ οὐκ ἄν τις εἴποι τὰ ἁπλᾶ ταῦτα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι· τὰ μὲν γὰρ εἴδη τὰ ἔνυλα καὶ εἰς τὸ μὴ ὂν ἀναλύεται καὶ ἐκ τοῦ μὴ ὄντος πάλιν ὑφίσταται, ὡς δείξομεν μικρὸν ὕστερον, ἡ δὲ ὕλη ἄλλοτε ἄλλα δέχεταί τε καὶ ἀποβάλλει εἴδη· οὐκ ἄρα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἰσὶν ὕλη καὶ εἶδος ἁπλᾶ ὄντα.
Aet Mund.207 εἰ δὲ καὶ ἀίδια ἦν τὰ ἔνυλα εἴδη, ὅπερ ἀδύνατον, ἀλλ’ οὖν τῷ ἄλλοτε ἐν ἄλλῳ ὑποκειμένῳ γίνεσθαι, ὡς καὶ ἡ ὕλη ἄλλοτε ἄλλα εἴδη δέχεται, οὐχ ἕξει τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὥσπερ οὐδὲ ἡ ἡμετέρα ψυχή. ἀλλὰ δὴ καὶ τὰ χρώματα ἁπλᾶ μέν ἐστιν, οὐκ ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει. εἰ οὖν ὡς ἰσοδυναμοῦν καὶ ταὐτὸν σημαῖνον ὁ Πλάτων παρείληφεν τό τε ‘ἀεὶ ὄν‘ καὶ τὸ ‘γένεσιν δὲ οὐκ ἔχον‘ (εἴ τι γὰρ πάντῃ γενέσεως ἐστέρηται, οὐκ ἰσοδυναμεῖ δὲ τῷ ἀεὶ ὄντι τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον—οὐ γὰρ πᾶν ἁπλοῦν ἀεὶ ὄν ἐστιν—, οὐδὲ ἕπεται πάντως τῷ ἁπλῷ τὸ ἀεὶ εἶναι οὐδὲ ἀντιστρέφει πρὸς αὐτῷ ὥσπερ τῷ ἀγενήτῳ τὸ ἀεὶ εἶναι), οὐκ ἄρα τὸ ‘γένεσιν δὲ οὐκ ἔχον‘ ἀντὶ τοῦ ‘σύνθεσιν δὲ οὐκ ἔχον‘ φησὶν ὁ Πλάτων. ὅτι δὲ οὐδὲ τὴν κατ’ αἰτίαν γένεσιν δηλοῖ, ἱκανῶς πρότερον ἐδείξαμεν· ἐπεὶ μὴ μόνον τῶν αἰσθητῶν ἀλλὰ καὶ τῶν νοητῶν ἁπάντων τὸ πρῶτον εἶναί φησιν ὁ Πλάτων αἴτιον· μία γὰρ ἡ τῶν ὄντων πάντων αἰτία καὶ ἀρχή· εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχοι γένεσιν τὴν κατ’ αἰτίαν, πάντα δὲ τὰ νοητὰ καὶ γενέσεως ἀπηλλαγμένα ἀεὶ ὄντα φησίν, οὐ πάντων ἔσται τὸ πρῶτον αἴτιον καὶ οὐ μία ἡ ἀρχὴ τῶν ὄντων ἀλλὰ πολλαί· ὅπερ ἄτοπον. οὐδ’ ἄρα τὴν κατ’ αἰτίαν γένεσιν ἀναιρεῖ τῶν ὄντων. ὅτι δὲ οὐδὲ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν σημαίνει διὰ τοῦ ‘γένεσιν δὲ οὐκ ἔχον‘, δῆλον ἐξ ὧν οὐκ εἶπεν ‘οὐ γινόμενον δέ‘ ἀλλὰ ‘γένεσιν δὲ οὐκ ἔχον‘· τὰ γὰρ ἐν συνεχείᾳ γενέσεως καὶ μεταβολῆς ὄντα γινόμενα καλεῖ, οὐ γένεσιν ἔχοντα· ‘τί‘ γάρ, φησίν, ‘τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε‘.
Aet Mund.208 καὶ ἄλλως· οὐκ εἴ τι ἀπὸ χρόνου τοῦ εἶναι ἤρξατο, τοῦτο πάντως ἐν τῷ γίνεσθαι καὶ ἐν συνεχεῖ μεταβολῇ τὸ εἶναι ἔχει, οἷον τὸ τῆς τεχνητῆς σφαίρας ἢ τὸ τοῦ τεχνητοῦ κύκλου κέντρον· τοῦτο γὰρ ἀρχὴν μὲν τοῦ εἶναι ἔσχεν, ἕως δ’ ἂν ᾖ κέντρον, πάντῃ ἐστὶν ἀκίνητόν τε καὶ ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν. πάλιν ἡ τοῦ τριγώνου ἐπιστήμη, ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἀρχὴν μὲν ἐν τῇδε τῇ ψυχῇ τοῦ εἶναι λαμβάνει, οἷον ὡς ἐν τῇ Πλάτωνος ψυχῇ, λήθης αὐτῷ μὴ ἐγγενομένης ἀεὶ ὡσαύτως ἔχει κατ’ οὐδὲν εἶδος μεταβολῆς μεταβάλλουσα. καὶ αὐτὸ δὲ τὸ μερικὸν τρίγωνον, οἷον ξύλον ἢ τὸ ἐν τῷ ἀβακίῳ καταγεγραμμένον, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχον ἀρχὴν μὲν τοῦ εἶναι τοιαύτην ἔσχεν, ἕως δ’ ἂν ᾖ, οὔτε ᾗ τρίγωνόν ἐστιν μεταβάλλει οὔτε καθὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε οὐκ ἐν τῷ γίνεσθαι τρίγωνον τὸ εἶναι ἔχει ἢ τὰς τρεῖς γωνίας δυσὶν ὁρᾶσθαι ἴσας. καὶ ἐπὶ ἄλλων πλειόνων τὸ αὐτὸ ἔστιν δεῖξαι. οὐκ ἄρα πᾶν τὸ ἀρχὴν τοῦ εἶναι ἔχον πάντως καὶ ἐν συνεχεῖ γενέσει καὶ μεταβολῇ τὸ εἶναι ἔχει. εἴ τι μέντοι καθάπαξ χρονικῆς ἀρχῆς ἐστέρηται, τοῦτο καὶ μεταβολῆς ἁπάσης ἐστὶν ὑπέρτερον, ὡς ἀρτίως ἐδείξαμεν.
Aet Mund.209 τούτων οὕτως ἐχόντων, εἰ τὸ ἀεὶ ὂν γένεσιν μὴ ἔχειν λέγων ὁ Πλάτων διὰ τοῦ τὴν γένεσιν ἀνελεῖν πᾶσαν ἀλλοίωσιν αὐτοῦ καὶ μεταβολὴν ἀνελεῖν βούλεται, ἐνδέχεται δέ τι μὴ ἔχειν μὲν ἐν τῷ γίγνεσθαι τὸ εἶναι μηδὲ ἐν συνεχεῖ ἀλλοιώσει εἶναι, ἀρχὴν μέντοι τοῦ εἶναι ἔχειν καὶ τέλος καὶ ταύτῃ μὴ εἶναι ἀναλλοίωτον, τὸ δὲ τοιοῦτον τῶν ἀεὶ ὄντων οὐκ ἔστιν οὐδὲ τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, οὐκ ἄρα τὴν τοιαύτην γένεσιν (λέγω δὴ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν) τῶν ἀεὶ ὄντων ὁ Πλάτων ἀπέφησεν. εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδὲν αὐτοῦ τῶν ἄλλων τῆς γενέσεως σημαινομένων ἀνεῖλεν, λείπεται ἄρα τὴν κατὰ χρόνον αὐτοῦ γένεσιν ἀποφάσκειν· ὅπερ δεῖξαι προὐθέμεθα. ἵνα γὰρ ἐκ τοῦ περιόντος πᾶσαν μεταβολῆς ἔννοιαν τῶν αἰωνίων ἀφέλοι, τὴν χρονικὴν ἀρχὴν αὐτῶν ἀφεῖλεν· ὁρῶμεν γὰρ πᾶσαν μεταβολὴν καὶ ἐν χρόνῳ γινομένην καὶ ἀπό τινος ἀρχομένην χρόνου. τὸ οὖν ἔξω ὂν πάσης χρονικῆς ἀρχῆς καὶ παντὸς χρόνου ἐστὶν ἔξω, τὸ δὲ ἔξω ὂν παντὸς χρόνου καὶ μεταβολῆς πάσης ἐστέρηται· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ. εἰ οὖν τὸ ἀεὶ ὂν νοητόν τε καὶ αἰώνιον γένεσιν οὐκ ἔχει, τὸ δὲ αἰσθητὸν καὶ μηδέποτε ὂν μηδὲ αἰώνιον γενητόν ἐστιν (ἀντίκειται δὲ ταῦτα ἀλλήλοις, τῷ αἰσθητῷ τὸ νοητὸν καὶ τῷ αἰωνίῳ τὸ μὴ αἰώνιον καὶ τῷ ἀεὶ ὄντι τὸ μηδέποτε ὂν καὶ τῷ τοιῶσδε γενητῷ τὸ τοιῶσδε ἀγένητον), τὸ δὲ νοητὸν καὶ αἰώνιον γένεσιν οὐκ ἔχει τὴν κατὰ χρόνον, τὸ ἄρα αἰσθητὸν καὶ οὐκ αἰώνιον τὴν κατὰ χρόνον ἔχει γένεσιν· τοῖς γὰρ ἀντικειμένοις τὰ ἀντικείμενα ὑπάρχει, ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ὡς ἐν τοῖς τόποις δέδεικται, οἷον εἰ τῷ μέλανι τὸ συγκρίνειν, τῷ λευκῷ τὸ διακρίνειν, εἰ τῷ δεσπότῃ τὸ ἄρχειν, τῷ δούλῳ τὸ ἄρχεσθαι, εἰ τῇ ἕξει τῆς ὄψεως τὸ ὁρᾶν, τῇ στερήσει τὸ μὴ ὁρᾶν, εἰ τῷ ὑγιαίνειν τὸ κατὰ φύσιν ἀνεμποδίστως ἐνεργεῖν, τῷ μὴ ὑγιαίνειν τὸ μὴ ἀνεμποδίστως τὰς κατὰ φύσιν ἀποτελεῖν ἐνεργείας.
Aet Mund.210 εἶπον δὲ τὸ ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ἵνα τὰ ὡς ἀντικείμενα ὑπάρχοντα λάβωμεν· ἀντικείμενα γὰρ ὡς τὰ πρός τι δεσπότης καὶ δοῦλος, ἀλλὰ τούτων ἕκαστος καὶ ἀναπνεῖ καὶ ζῇ καὶ αἰσθάνεται οὐχ ᾗ δοῦλος οὐδ’ ᾗ δεσπότης ἀλλ’ ᾗ ἄνθρωποί εἰσιν· ᾗ δὲ δεσπότης ἐστίν, ὑπάρχει αὐτῷ τὸ ἄρχειν, ὁμοίως καὶ τῷ δούλῳ τὸ ἄρχεσθαι, ᾗ [τὸ] τοιοῦτός ἐστιν. καὶ τῷ λευκῷ δὲ καὶ τῷ μέλανι ὑπάρχει τὸ ποιότησιν εἶναι, τὸ χρώμασιν εἶναι, ἀλλ’ οὐχ ᾗ ἀντικείμενά εἰσιν· ᾗ δὲ ἀντικείμενά ἐστιν, τὸ διακρίνειν καὶ συγκρίνειν. ὁμοίως, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι· οὐ γὰρ ἐναντία πατὴρ καὶ υἱὸς ἀλλὰ τῶν πρός τι· ὥστε οὐ τὰ ἐναντία αὐτοῖς ἕψεται ἀλλὰ τὰ πρός τι· ἀντίκειται δὲ ὡς μὲν ἐναντία τὸ φιλεῖν καὶ μισεῖν, ὡς δὲ πρός τι τὸ φιλεῖν καὶ φιλεῖσθαι· ὥστε, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι ἕψεται. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. οὕτω δὴ οὖν, εἰ ἀντίκεινται τῷ ἀμεταβλήτῳ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι καὶ νοητῷ τὸ μεταβλητὸν καὶ μηδέποτε ὡσαύτως ἔχον καὶ αἰσθητόν, τὸ δὲ ἀμετάβλητον, ᾗ ἀμετάβλητόν ἐστιν, ἄναρχόν ἐστιν κατὰ χρόνον, τὸ ἄρα μεταβλητὸν οὐκ ἄναρχον ἔσται κατὰ χρόνον, ᾗ τοιοῦτόν ἐστιν.
Aet Mund.211 κζʹ. Ἐπεὶ οὖν ὁ λόγος ἱκανῶς ἔδειξεν, ὡς κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων βούλεται, τουτέστιν ἀρχὴν τοῦ εἶναι ἔχειν πρὶν γενέσθαι οὐκ ὄντα, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰς τῶν φιλοσόφων περὶ αὐτοῦ παραθέσθαι μαρτυρίας. τοὺς μὲν οὖν ἀμφὶ Πλούταρχον παρήσω καὶ Ἀττικὸν ὡμολογημένους παρὰ πᾶσιν ὄντας, ὡς διαρρήδην ἀποφαίνονται γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον οἴεσθαι Πλάτωνα καὶ πρὸς τοὺς τἀναντία δοξάζοντας ἀντικαθίστανται· ἤδη δὲ καὶ μακρὰς τούτων περικοπὰς οἱ τοῦ καθ’ ἡμᾶς λόγου γενόμενοι διδάσκαλοι ἐν τοῖς οἰκείοις παρέθεντο συγγράμμασιν, ὧν ἐστιν καὶ ὁ τῆς Καισαρέων ἐκκλησίας ἡγησάμενος Εὐσέβιος. ὅθεν τούτους μὲν ἐγὼ νῦν παρήσω, τὸν δὲ τοῦ Πλάτωνος ἀκροατὴν τῷ λόγῳ παραστήσομαι μάρτυρα· τίς γὰρ ἀξιοπιστότερος μάρτυς τῆς Πλάτωνος δόξης γένοιτ’ ἂν Ἀριστοτέλους, ὃς εἴκοσι μέν που ἐνιαυτοὺς μεμαθητευκέναι λέγεται Πλάτωνι, ἀγχινοίᾳ δὲ τούς, ὅσοι πώποτε πρὸ αὐτοῦ παρ’ Ἕλλησι γεγόνασι, ὑπερηκόντισε καὶ ὑπὸ Πλάτωνος τοσοῦτον τῆς ἀγχινοίας ἠγάσθη, ὡς νοῦς τῆς διατριβῆς ὑπ’ αὐτοῦ προσαγορεύεσθαι. τὰς τούτου δὲ ῥήσεις παρατιθέμενος ἅμα καὶ τὰς ὑπομνηματικὰς αὐτῶν ἐξηγήσεις Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως παραθήσομαι σαφῆ τε διὰ τούτου τὴν Ἀριστοτέλους ἔννοιαν καθιστῶν διὰ τὸ φύσει περὶ τὴν φράσιν τοῦ ἀνδρὸς ἀγκύλον καὶ ἅμα καὶ ἕτερον εἰς τὸ προκείμενον ἐφελκόμενος μάρτυρα.
Aet Mund.212 Ἀριστοτέλους ἐκ τοῦ πρώτου τῆς περὶ οὐρανοῦ. ‘Τούτων διωρισμένων λέγωμεν μετὰ ταῦτα, πότερον ἀγένητος ἢ γενητὸς καὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων ὑπολήψεισ‘. καὶ μετὰ βραχέα ‘γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλὰ γενόμενον οἱ μὲν ἀίδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν φύσει συνισταμένων, οἱ δὲ ἐναλλὰξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον καὶ τοῦτ’ ἀεὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.‘ Ἀλεξάνδρου Ἀφροδισιέως ἐκ τῶν εἰς τὰ λεγόμενα ἐξηγητικῶν ὑπομνημάτων. ‘Περὶ μὲν οὖν τοῦ γεγονέναι τὸν κόσμον πάντας φησὶν ἀλλήλοις ὁμογνωμονεῖν τούς τε θεολόγους καὶ τοὺς φυσικούς, ἐν δὲ τοῖς μετὰ ταῦτα εἶναι τὴν διαφωνίαν αὐτοῖς. τοὺς μὲν γὰρ τῶν γεγονέναι λεγόντων ἀίδιον φάσκειν αὐτὸν εἶναι· Ὀρφεύς τε γὰρ καὶ Ἡσίοδος καὶ οἱ πλεῖστοι τῶν θεολόγων ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης καὶ μετὰ τούτους Πλάτων. τινὲς δὲ τῶν γεγονέναι λεγόντων ὅτι καὶ φθαρτός ἐστιν συναποφαίνονται, ὥσπερ καὶ τῶν ἄλλων τινῶν ἕκαστον· πάντα γὰρ ὁρᾶται γιγνόμενα καὶ φθειρόμενα. οἱ δὲ ἐναλλὰξ γίνεσθαί φασιν τὸν αὐτὸν καὶ φθείρεσθαι καὶ διὰ περιόδων πάλιν τινῶν γίνεσθαι καὶ πάλιν φθείρεσθαι καὶ τοῦτο ἀίδιον εἶναι καὶ εἰς ἀεί, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος· ταύτης δέ φησιν τῆς δόξης καὶ τοὺς Στωικοὺς γεγονέναι‘.
Aet Mund.213 καὶ μετ’ ὀλίγα ‘οἱ δὲ γενητὸν λέγοντες αὐτὸν καὶ φθαρτὸν ὡς ὁτιοῦν ἄλλο τῶν συνισταμένων εἶεν ἂν οἱ περὶ Δημόκριτον· ὥσπερ γὰρ ἕκαστον τῶν ἄλλων γίνεται καὶ φθείρεται κατ’ αὐτούς, οὕτω δὴ καὶ τῶν κόσμων ἀπείρων ἕκαστος.‘ Ἀριστοτέλους τὰ ἐφεξῆς τοῖς προκειμένοις. ‘Τὸ μὲν οὖν γενέσθαι μὲν ἀίδιον δ’ ὅμως εἶναι φάναι τῶν ἀδυνάτων· μόνα γὰρ ταῦτα θετέον εὐλόγως, ὅσα περὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περὶ δὲ τούτου συμβαίνει τοὐναντίον· ἅπαντα γὰρ τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται.‘ Ἀλεξάνδρου ἐξήγησις. ‘Ἐκθέμενος τὰς δόξας τὰς τῶν πρὸ αὑτοῦ, ἃς εἶχον περὶ τοῦ κόσμου, καὶ ζητῶν, τί καλῶς αὐτοῖς ἢ τί μὴ καλῶς εἴρηται, πρῶτον λέγει πρὸς τοὺς γενητὸν μὲν αὐτὸν ποιοῦντας ἄφθαρτον δέ, ὧν ἦσαν οἱ θεολόγοι, ὡς εἶπον, καὶ Πλάτων, ὧν καὶ πρῶτον τὴν δόξαν ἔθετο. ὅτι γὰρ καὶ Πλάτων τῆσδε τῆς δόξης καὶ οὐχ, ὡς τινές φασιν τῶν Πλατωνικῶν, ἀγένητον ὄντα τὸν κόσμον κατ’ αὐτὸν γενητὸν λέγεσθαι τῷ ἐν γενέσει τὸ εἶναι ἔχειν, ἐξ αὐτῶν τῶν ὑπὸ Πλάτωνος ἐν τῷ Τιμαίῳ λεγομένων γνωρίσαι τις ἄν· τὸ μὲν γὰρ οὕτως γενητόν, ὡς οὗτοι βούλονται τὸν κόσμον ὑπ’ αὐτοῦ λέγεσθαι, γινόμενόν ἐστιν καὶ ἀπολλύμενον, γεγονὸς δὲ οὐδέποτε· διαιρούμενος γοῦν τὰ ὄντα φησὶν ‘τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί 〈τὸ〉 γινόμενον μέν, ὂν δὲ οὐδέποτε‘· ἐπὶ δὲ τοῦ κόσμου οὐ τῷ γίνεσθαι χρῆται ἀλλὰ τῷ γεγονέναι καὶ τὴν ἀρχὴν προτίθεται ζητῆσαι οὐκ εἰ γινόμενος ἀλλ’ εἰ γεγονὼς ἢ ἀγένητος· λέγει γοῦν ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν‘· οὐ γὰρ προτίθεται ζητῆσαι, εἰ γίνεται, ἀλλ’ εἰ γέγονεν ἢ ἀγένητός ἐστιν.
Aet Mund.214 γελοῖοι γάρ εἰσιν οἱ πειρώμενοι τὸ ἤ εἰς τὸ εἴ μεταγράφειν καὶ ἀναγινώσκειν ‘εἰ γέγονεν, εἰ καὶ ἀγενές ἐστιν‘· πρὸς γὰρ τῷ ἄτοπον εἶναι τὸ μεταγράφειν τὰ μὴ οὕτως ἔχοντα προσέτι καὶ ἀδιανόητόν ἐστιν καὶ οὐδαμῶς τοῖς ἐφεξῆς λεγομένοις συνᾴδει τὸ λεγόμενον ὑπ’ αὐτῶν· λέγει γὰρ ὀλίγον προελθὼν ἐπιδιορίζων πάλιν τὸ αὐτὸ πρόβλημα ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘· τὸ γὰρ ‘ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘ οὐκέτι χώραν δώσει τὸ ‘εἰ καὶ ἀγενές ἐστιν‘ μεταγράφουσιν· προθέμενος δὲ περὶ τούτου ζητεῖν ἐφεξῆς δείκνυσιν, ὅτι γέγονεν, δηλονότι ἀπ’ ἀρχῆς τινος ἀρξάμενος (τοῦτο γὰρ ἦν προκείμενον), ἥτις οὐκ ἄλλη τις ἂν ἢ ἡ κατὰ χρόνον εἴη. καὶ γὰρ εἰ τὸ γινόμενον ἔτι οὔπω γέγονεν, τὸ γεγονὸς δῆλον ὡς οὐκέτι γίνεται· γεγονέναι δὲ τὸν κόσμον λέγει· οὐκ ἄρα γινόμενός ἐστιν κατ’ αὐτόν· ὡς γεγονὼς γὰρ ἀρξάμενος τοῦ γίγνεσθαι τέλος εἴληφεν ἤδη τῆς γενέσεως.
Aet Mund.215 καὶ γὰρ εἰ οὕτως ἔλεγεν γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα, ἔδει αὐτὸν δέχεσθαι καὶ τὸ φθαρτὸν αὐτὸν εἶναι· τῷ γὰρ οὕτω γινομένῳ συγκεκλήρωται τὸ ὡς γίνεσθαι καὶ φθείρεσθαι· λέγων δὲ αὐτὸν γενητὸν οὐκέτι συγχωρεῖ τὸ καὶ ἄφθαρτον αὐτὸν εἶναι· πῶς γὰρ αὐτὸν ἄφθαρτον λέγεσθαί φασιν ὑπ’ αὐτοῦ; εἰ μὲν γὰρ οὕτως λέγοιεν ὡς μὴ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχοντα, ἴσως ἂν ὁ τοιοῦτος ἄφθαρτον αὐτὸν εἶναι λέγων ὡς ἀναιρεῖν τὸ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχειν οὐδ’ ἂν γίνεσθαι αὐτὸν ἐκεῖνος ἔτι λέγοι· συνέζευκται γὰρ ἡ τοιαύτη γένεσις τῇ τοιαύτῃ φθορᾷ. εἰ δὲ ἄφθαρτον αὐτὸν κατὰ χρόνον λέγοι, δῆλον ὡς καὶ τῷ γενητῷ ἂν εἴη κατὰ χρόνον χρώμενος· τῷ γὰρ οὕτως ἀφθάρτῳ τὸ οὕτως γενητὸν ἀντικεῖσθαι ἀνάγκη. ἔτι τὸ ἕπεσθαι δοκοῦν τῷ γενητῷ φθαρτὸν ἀναιρεῖν βουλόμενος ἄφθαρτον αὐτὸν λέγει· εἰ δὲ κατὰ χρόνον ἄφθαρτον αὐτὸν λέγει, τοῦτ’ ἂν ἑπόμενον λαμβάνοι τῷ γενητῷ· ἀλλὰ μὴν οὐ τῷ ἐν γενέσει τὸ εἶναι ἔχοντι γενητῷ ἕπεται, ἀλλὰ τῷ ἀπ’ ἀρχῆς χρόνου γεγονότι· δηλονότι γέγονεν οὗτος ὁ κόσμος κατ’ αὐτόν. ἀλλὰ καὶ τὸ αἰτίαν τινὰ ζητεῖν αὐτὸν τῆς ἀφθαρσίας, ὃ ποιεῖ Πλάτων, ὁμολογοῦντός ἐστιν τὸ ἀπ’ ἀρχῆς αὐτὸν χρόνου λέγειν γεγονέναι· εἰ γὰρ ἦν ἀγένητος, ἐν ἑαυτῷ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἶχεν ἂν τῆς ἀφθαρσίας, εἴπερ ὁμολογεῖται ὑπ’ αὐτοῦ τὸ ἀγένητον τῇ αὑτοῦ φύσει ἄφθαρτον εἶναι· ὁ δ’ οὐχ ὡς ὄντος ἀφθάρτου τῇ αὑτοῦ φύσει τοῦ κόσμου τῇ τοῦ θεοῦ βουλήσει τὴν ἀφθαρσίαν ἀντιτίθησιν αὐτοῦ.
Aet Mund.216 ἀλλὰ καὶ τὸ κατηγορεῖν τοῦ κόσμου πολλάκις, ὅτι ἔστιν, σημεῖον τοῦ μὴ οὕτως αὐτὸν λέγειν γεγονέναι ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχειν· εἰ γὰρ πρὸ τοῦ γεγονέναι οὐκ ἦν, γεγονὼς δὲ ἔστιν, τὸ γεγονέναι αὐτοῦ οὐχ ὡς ἐν γενέσει τὸ εἶναι ἔχοντος κατηγορεῖται. ἀλλ’ οὐδ’ ἐκεῖνο ἀκολούθως τῇ Πλάτωνος δόξῃ λέγεται τὸ σαφηνείας χάριν ὑποτίθεσθαι τὴν γένεσιν αὐτοῦ, ὡς μᾶλλον ὁποῖός τίς ἐστιν τὴν φύσιν εἰσομένων ἡμῶν διὰ τῆς πλαττομένης γενέσεως· οὔτε γὰρ ἂν εὐθὺς ἀρχόμενος ὡς προηγουμένως περὶ τούτου ζητήσων τὸ πρόβλημα τοῦτο προέτεινεν οὔτ’ ἂν παρείασεν τὸ δηλῶσαι, τίνος χάριν αὐτὸν γεγονέναι φησὶν ἀγένητον ὄντα, ἀλλ’ ὥσπερ ἐν τῇ πολιτείᾳ διὰ τὸ εἰς τὸν περὶ δικαιοσύνης λόγον συντελεῖν τι τὸν περὶ συστάσεως πόλεως καὶ πολιτείας λόγον λέγων περὶ τούτων προεῖπεν, οὗ χάριν λέγει, οὕτως ἂν ἐποίησεν καὶ περὶ τοῦ κόσμου.‘ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ μετ’ ὀλίγα τῶν προκειμένων. ‘Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσιν φέρειν ἑαυτοῖς τῶν λεγόντων ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασιν τοῖς τὰ διαγράμματα γράφουσιν καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τὸ διάγραμμα γινόμενον θεασαμένους.
Aet Mund.217 τοῦτο δέ ἐστιν, ὥσπερ λέγομεν, οὐ τὸ αὐτό· ἐν μὲν γὰρ τῇ ποιήσει τῶν διαγραμμάτων πάντων τεθέντων εἶναι ἅμα τὸ αὐτὸ συμβαίνει, ἐν δὲ ταῖς τούτων ἀποδείξεσιν οὐ ταὐτόν. ἀλλ’ ἀδύνατον· τὰ γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, ἅμα δὲ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον, ἀλλ’ ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται.‘ Ἀλεξάνδρου ἐξήγησις. ‘Εἴη ἂν τοῦτο πρός τινας τῶν ἀπὸ Πλάτωνος λέγων, ὡς κἀκείνων τὸ ἄτοπον συνορώντων τὸ ἑπόμενον τῷ τὸν κόσμον γενητὸν λέγειν ἄφθαρτον δὲ καὶ διὰ τοῦτο βοήθειάν τινα τῷ λεγομένῳ ὑπὸ Πλάτωνος καὶ ὑφ’ αὑτῶν ποριζομένων καὶ μὴ φασκόντων οὕτω λέγειν αὐτὸν γεγονέναι τὸν κόσμον ὡς ἀπ’ ἀρχῆς χρόνου καὶ ποτὲ μὴ ὄντα ἀλλὰ διδασκαλίας χάριν τῶν μανθανόντων καὶ ἐνδείξεως τῆς οὐσίας τε καὶ φύσεως αὐτοῦ· ὥσπερ γὰρ ἀνάλυσιν αὐτόν φασι ποιεῖσθαι τῆς οὐσίας αὐτοῦ καὶ 〈δεικνύναι〉, εἰ ἐγένετο, πῶς ἂν ἐγένετο, ὥσπερ ἐπὶ τῶν διαγραμμάτων οἱ μαθηματικοί· καὶ γὰρ ἐπ’ ἐκείνων φέρ’ εἰπεῖν τὴν σύστασιν ἔχειν λέγων ἐκ τετραγώνων ἓξ καὶ ἀναλύων καὶ δεικνύς, πῶς ἐκ τούτων ἡ σύστασις αὐτῷ, οὐχ ὅτι ποτὲ γέγονεν ἢ συνετέθη λέγει, ἀλλ’ ὅτι ἐκ τούτων αὐτῷ τὸ εἶναι δείκνυσιν τῇ τῆς γενέσεως ὑποθέσει, ὅτιπερ, εἰ ἦν γενόμενος, ἐκ τούτων ἂν οὕτως ἐγίνετο.
Aet Mund.218 τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ κόσμου λέγεσθαί φασιν· οὐ γὰρ ὅτι γέγονεν, ἀλλ’ ὅτι ἐκ τούτων μὲν τὸ εἶναι αὐτῷ, εἰ δὲ ἐγένετο, οὕτως ἂν ἐξ αὐτῶν, ὡς αὐτοὶ λέγουσιν, ἦν γεγονώς. οὔ φησιν δὴ καλῶς τὸ εἰρημένον ἐξηγεῖσθαι αὐτοὺς οὐδὲ τοῖς ταῦτα λέγουσιν τὴν διὰ τοῦ παραδείγματος ἀποφυγὴν τῆς ἐσομένης ἀτοπίας τῷ λόγῳ προχωρεῖν· οὐ γὰρ ὁμοίως ἔχειν δύνασθαι· ὁ μὲν γὰρ μαθηματικὸς ὁ τὸν κύβον ἐκ τετραγώνων ἓξ συγκεῖσθαι λέγων καὶ τὴν γένεσιν ἔχειν, ἐξ ὧν αὐτὸς λέγει γεγονέναι, ἢ τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν ταῦτα λαμβάνει, ἃ συνυπάρχει τε τῷ λεγομένῳ γίνεσθαι ἐξ αὐτῶν καὶ ἔστιν ἐν αὐτῷ, ἀλλ’ οὐ κεχωρισμένα συνετέθη. καὶ τοῦτο δείκνυσιν ἡ ἀνάλυσις φανερῶς· εἰς γὰρ ἐνυπάρχοντα στοιχεῖα ἡ ἀνάλυσις ἀλλ’ οὐ κεχωρισμένα γίνεται οὐδὲ δεόμενα μεταβολῆς τινος πρὸς τὸ ἐξ αὐτῶν γίνεσθαι· πῶς γὰρ ἂν ἐγίνετο ἐκ τούτων τῶν ἐνυπαρχόντων αὐτῷ, εἰ ἐγένετο, λέγουσιν· πάντα γὰρ ἅμα ὄντα ὁ μαθηματικὸς λαβὼν θάτερα ἐκ τῶν ἑτέρων τῶν ἐνυπαρχόντων αὐτοῖς πειρᾶται συνεστῶτα δεικνύναι· οὐ γάρ ἐστιν ὁ κύβος ἀναιρετικὸς τῶν τετραγώνων κατὰ τὴν ἐκείνων γινόμενος μεταβολὴν (ἐνυπάρχει γοῦν αὐτῷ) καὶ οὐκ αὐτὰ τὰ τετράγωνα ἀναγκαῖον εἶναι πρὸ τῆς συστάσεως τοῦ κύβου (συνυπάρχει γοῦν καὶ ἐνυπάρχει ἐν αὐτῷ, ὡς ἔφαμεν)· ὁ γὰρ πρὸς ὑπόθεσιν καὶ οὐ πρὸς ἀλήθειαν γένεσίν τινος λαμβάνων ἐκ τοιούτων λαμβάνει, ὧν οὐκ ἔστιν ἀναιρετικὸν τὸ λεγόμενον ἐξ αὐτῶν γεγονέναι.
Aet Mund.219 ἔνθα δέ τινα λαμβάνομεν εἰς γένεσίν τινος, ἀδύνατον ἀμετάβλητα καὶ σῳζόμενα ποιῆσαι τὸ ἐξ αὐτῶν, ἀλλὰ διὰ μεταβολῆς αὐτῶν γίνεται τὸ λεγόμενον ἐξ αὐτῶν εἶναι. γεγένηται δὲ ἐνταῦθα καὶ οὐκέτι ἐστὶν πρὸς ὑπόθεσιν ἡ τοιαύτη γένεσις λαμβανομένη· τοιαύτη γὰρ ἡ τῶν ἀληθῶς γινομένων γένεσις καὶ οὕτως γίνεται τὰ γινόμενα φύσει· οὐδὲ γὰρ ὁ μαθηματικὸς πρὸς ὑπόθεσιν ἔτι γίνεσθαι ἐλάμβανεν, εἰ ἐκ τοιούτων αὐτὰ γίγνεσθαι ὑπετίθετο, ἃ ἦν ἀνάγκη μεταβάλλοντα ἢ κατὰ ποιότητα ἢ κατὰ τάξιν ποιῆσαί τινα αὐτά· τὰ γὰρ πρὸς ὑπόθεσιν δεικνύμενα γίνεσθαι οὐ τά, ἐξ ὧν ἐγένετο, ἔχει ὑποτιθέμενα, δοκοῦντα δέ, ἀλλὰ ὄντων τούτων καὶ ἐνυπαρχόντων ἐν τοῖς δεικνυμένοις ἐξ αὐτῶν γεγονέναι τὴν κατὰ τὸν λόγον σύνθεσιν μόνην ἔχει προστιθεμένην· τοιοῦτον γὰρ καὶ διὰ τοιούτων ἡ ἀνάλυσις. ἐπὶ δὲ τῶν ἀληθῶς γινομένων οὐχ οὕτως ἔχει· οὐ γὰρ ἅμα ἔμμηνον καὶ ἔμβρυον οὐδ’ ἅμα ἀταξία πλίνθων καὶ λίθων καὶ ἡ ἐξ αὐτῶν οἰκία.
Aet Mund.220 ἐκ τοιούτων δὲ καὶ τὸν κόσμον γεννῶσιν· ὁ γὰρ τὸν κόσμον ἐκ τῆς μεταβολῆς τῆς ἀταξίας τῶν σωμάτων εἰς τὴν εὔτακτον κίνησιν γεννῶν ἐκ τούτου λέγει γεγονέναι αὐτόν, οὗ ὄντος ἀδύνατον τὸν κόσμον εἶναι· ἐναντία γὰρ ἡ ἀταξία τῇ τάξει, καὶ δεῖ τὴν ἀταξίαν ἀναιρεῖσθαι, εἰ μέλλοι τάξις ἔσεσθαι. μεταβολῆς οὖν καὶ γενέσεως ἀληθοῦς ἐστιν χρεία, εἰ θεῖτό τις ὅλως ἀταξίαν εἶναι· τὴν γὰρ ἀταξίαν εἰς τάξιν ἐλθεῖν ἀνάγκη διὰ γενέσεως καὶ μεταβολῆς, οὐχ οὕτω δὲ ἔχει ἐπὶ τῶν διαγραμμάτων, ἀλλ’ ἐνυπαρχόντων, ἐξ ὧν ὑποτίθενται τὴν γένεσιν αὐτῶν, οὐδὲν κινήσαντες τῶν ἐν αὐτοῖς δεικνύουσιν τὴν γένεσιν αὐτῶν. τεκμήριον δὴ τοῦ μὴ ὑγιῶς λέγειν αὐτοὺς μηδ’, ὥς φασιν, ὁμοίως τοῖς μαθηματικοῖς ἀναλύσει χρῆσθαι ἀλλὰ γένεσιν ὑπογράφειν τό, ἐξ ὧν φασιν τὸν κόσμον γεγονέναι, ταῦτα μὴ οἷόν τε εἶναι ὄντος αὐτοῦ ἀλλὰ τῷ χρόνῳ προϋπάρχειν ὀφείλειν, ὡς ἐπὶ πάντων ἔχει τῶν γιγνομένων· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ καὶ συνυπάρχειν τῷ αὐτῷ ἀδύνατον πρὸς ὑπόθεσιν. ὥστε οἱ μὲν μαθηματικοὶ εἰκότα λέγουσιν φάσκοντες οὐ γένεσιν λέγειν τῶν διαγραμμάτων ἀλλ’ ὑποθέσει χρῆσθαι σαφηνείας καὶ διδασκαλίας χάριν· οὔτε γὰρ ἐξ ἐναντίων οὔτε ἐκ κεχωρισμένων ὅλως ἡ γένεσις αὐτοῖς· διὸ καὶ συνυπάρχει τοῖς τότε γίνεσθαί τε καὶ γεγονέναι λεγομένοις καὶ τά, ἐξ ὧν γέγονέν τε καὶ ἔστιν. διὸ καὶ εἰς ἀδύνατον λέγουσιν τὸ γένεσιν εἶναι σχημάτων· ἀλλ’ οὔτι γε καὶ πρὸς ὑπόθεσιν αὐτοῖς ἀδύνατον. τὸ δ’ ὑπὸ τῶν τὸν κόσμον γεννώντων λεγόμενον καὶ πρὸς ὑπόθεσίν ἐστιν ἀδύνατον· ἅμα γὰρ ἀταξίαν εἶναι καὶ τάξιν τῶν αὐτῶν ἀδύνατον.
Aet Mund.221 ὥστε προϋπάρχειν κατ’ αὐτοὺς ἀνάγκη ἀταξίαν τοῦ κόσμου, εἴ γε ἦν· ὅτε γὰρ ἦν αὐτή, κόσμον οὐκ ἦν δυνατὸν εἶναι. διὰ γενέσεως οὖν αὐτοῖς ἀληθῶς ὁ κόσμος τὸ εἶναι ἔσχεν καὶ ἀπ’ ἀρχῆς χρόνου καὶ μεταβολῆς τινος καὶ φθορᾶς· οὐ γὰρ ἐνυπάρχειν ταῦτα ἐν τῷ κόσμῳ οὐδὲ συνυπάρχειν αὐτῷ οἷά τε, ἐξ ὧν αὐτὸν γεγονέναι φασίν· ἦν γὰρ ἂν οὕτως τὸ γιγνόμενον ἀνάλυσις· ἐν τοιούτοις γὰρ ἡ ἀνάλυσις συνυπάρχειν δυναμένοις· ἀλλ’ ἀδύνατον συνυπάρχειν αὐτῷ συνυπάρχοντα καὶ μεταβάλλοντα τῆς τοῦ κόσμου γενέσεως καὶ οὐσίας αἴτια. εἰ δὲ μήτε ἐνυπάρχει τῷ κόσμῳ ἡ ἀταξία τῶν σωμάτων, ἐξ ἧς γεννῶσιν αὐτόν, μήτε συνυπάρχει ἀλλὰ προϋπῆρχεν καὶ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεσις τοῦ κόσμου ἀλλ’ οὐχ οὕτως, 〈ὡσ〉 ἐπὶ τῶν μαθηματικῶν, ἀληθὴς ἂν γένεσις εἴη λεγομένη ἀλλ’ οὐκ ἀνάλυσις, ὁποία ἐπὶ τῶν μαθηματικῶν· ὁ γὰρ ἐκ τοιούτων ὑποτιθέμενος γένεσιν γίνεσθαί τινος, ὧν μὴ μεταβαλλόντων τὸ ὑποτιθέμενον ἐξ αὐτῶν γίνεσθαι ἀδύνατον, οὗτος ἀληθῆ γένεσιν ἀλλ’ οὐ μέχρι λόγου λαμβάνει.‘ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ. ‘Εἰσὶν γάρ τινες, οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ· ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ’ ἔσεσθαι τὸν λοιπὸν ἀεὶ χρόνον.‘ Ἀλεξάνδρου.
Aet Mund.222 ‘Οὐχ ὡς ἀμφοτέρων ἐκεῖ γεγραμμένων τοῦ τε ἀγένητόν τι ὂν φθαρήσεσθαι καὶ τοῦ γενόμενον ἀίδιον διαμένειν (τὸ γὰρ δεύτερον μόνον ἐκεῖ γέγραπται, ὡς καὶ αὐτὸς ἐπιφέρει τὸν κόσμον γεγονέναι μέν, ἀίδιον δὲ εἶναι), ἀλλ’ ὡς λεγομένου μὲν τούτου, ἑπομένου δὲ τῷ τοῦτο λέγοντι κἀκείνου· τῆς γὰρ αὐτῆς διανοίας τό τε γενόμενόν τι ἄφθαρτον λέγειν καὶ τὸ ἀγένητον φθαρτόν. ἄλλως τε καὶ ἀκολουθεῖ τῷ λέγοντι τὸν κόσμον γεγονέναι μὲν μὴ φθαρήσεσθαι δὲ τὸ καὶ ἀγένητόν τι ὂν φθείρειν· ἡ γὰρ ἀταξία, ἐξ ἧς ὁ κόσμος γέγονεν κατ’ αὐτούς, ἀγένητος οὖσα ἐφθάρη εἰς τὴν τάξιν καὶ τὸν κόσμον μεταβάλλουσα. ὅτι γὰρ τὸ ἕτερον μόνον εἴρηται ἐν τῷ Τιμαίῳ, αὐτὸς ἐδήλωσεν ἐπενεγκών, τί ποτέ ἐστιν τὸ εἰρημένον· ‘ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ’ ἔσεσθαί γε τὸν λοιπὸν χρόνον‘.‘ Ἀριστοτέλους ἐκ τοῦ ηʹ τῆς φυσικῆς ἀκροάσεως. ‘Ἀλλὰ μὴν περὶ χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν. καὶ διὰ τούτου γε Δημόκριτος δείκνυσιν, ὡς ἀδύνατον πάντα γεγονέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. Πλάτων δὲ γεννᾷ μόνος· ἅμα μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ γεγονέναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησίν‘. Ταῦτα μὲν οὖν Ἀριστοτέλης καὶ ὁ τούτου μάλιστα τὴν διάνοιαν ἐν τοῖς εἰς αὐτὸν ὑπομνήμασιν ἀνιχνεύσας Ἀλέξανδρος.
Aet Mund.223 καὶ πρότερον δὲ ἐν αἷς παρεθέμεθα χρήσεσι τοῦ Πλατωνικοῦ Ταύρου ἐκ τῶν εἰς Τίμαιον ὑπομνημάτων δῆλον γέγονεν, ὡς πολλοὶ καὶ ἄλλοι τῶν φιλοσόφων ταύτην ἔσχον περὶ Πλάτωνος τὴν δόξαν, οὐ χεῖρον δ’ ἴσως καὶ αὖθις τὰ αὐτὰ παραθέσθαι· λέγει γὰρ ὁ Ταῦρος οὕτως ‘ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητον ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι διηνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητοσ‘. ἐμάθομεν οὖν καὶ ἐντεῦθεν, ὡς πολλοί τε ἄλλοι τῶν φιλοσόφων καὶ Θεόφραστος τὰ αὐτὰ περὶ Πλάτωνος ἀπεφήνατο. καίτοι γε Θεόφραστος, ὥς φησιν, ἐπειράθη ἀπολογήσασθαι, μήποτε σαφηνείας ἕνεκεν γενητὸν αὐτὸν ὁ Πλάτων ὑπέθετο. ἀλλ’ ἐφεξῆς πάλιν ὁ αὐτὸς Ταῦρος παρατίθεται τὸν Θεόφραστον ἀναιροῦντα τὴν τοιαύτην ὑπόθεσιν· λέγει γοῦν μετ’ ὀλίγα τῶν προεκκειμένων ταῦτα ‘ἔθος Πλάτωνι διδασκαλίας χάριν γινόμενα παραδιδόναι· κἀν τῇ πολιτείᾳ γινομένην εἰσάγει τὴν πόλιν, ἵνα ἐν τῇ κατασκευῇ αὐτῆς ἡ τῆς δικαιοσύνης γένεσις ἐκδηλοτέρα γένηται.
Aet Mund.224 ὅπερ ὁ Θεόφραστος εἰπὼν ὅτι ‘τάχα ἂν γενητὸν λέγοι σαφηνείας χάριν, ὡς καὶ τοῖς διαγράμμασιν παρακολουθοῦμεν γινομένοισ‘ φησὶν ‘πλὴν ἴσως ἡ γένεσις οὐχ ὁμοίως ἔχει ἐπὶ τῶν διαγραμμάτων‘. λέγει δὲ τὸ αὐτὸ Ἀριστοτέλει· φησὶν γὰρ κἀκεῖνος, ὅτι ἐν μὲν τοῖς διαγράμμασιν ἔστιν ὑποθέσθαι ἐν ἀρχῇ τὰ ἐναντία, ἐπὶ δὲ τῆς τοῦ κόσμου γενέσεως οὐκέτι, ὡς εἴ τις ὑπόθοιτο κίνησιν καὶ στάσιν καὶ τάξιν καὶ ἀταξίαν‘. ὅτι μὲν οὖν οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου ὑπόστασιν ὁ Πλάτων βούλεται, ἀλλ’ ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν, ἱκανῶς οἶμαι καὶ ὁ λόγος ἀπέδειξεν καὶ αἱ τῶν φιλοσόφων περὶ τῆς Πλάτωνος δόξης μαρτυρίαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ δευτέραν τῆς ἰδίας ἐπιθυμίας τιθεμένοις τὴν ἀλήθειαν. ἅπερ δὲ ὁ Πρόκλος ἐν τῷ πολλάκις μνημονευθέντι ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην λόγῳ ἐκ τῶν Πορφυρίου πάλιν μεταγραψάμενος τίθησιν ἐκ περιόδων δεικνύειν πειρώμενος, ὡς ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν ὁ Πλάτων ᾤετο, διότι τε τὸ τοῦ κόσμου παράδειγμα αἰώνιον εἶναι λέγει καὶ διότι αἰτίαν εἶναί φησιν τῆς τοῦ κόσμου ὑπάρξεως τὴν τοῦ θεοῦ ἀγαθότητα (‘ἀγαθὸς γὰρ ἦν‘, φησὶν ὁ Πλάτων, ‘ἀγαθῷ δ’ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνοσ‘), ἐξ ὧν ὁ Πρόκλος συνάγει, ὅτι, εἰ τὸ τοῦ κόσμου παράδειγμα ἀεί ἐστιν, ἀνάγκη καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι καὶ ὅτι, εἰ ἀεὶ ἄφθονος ὁ θεός, ἐπεὶ καὶ ἀεὶ ἀγαθός, ἀεὶ καὶ ὁ κόσμος ἔσται ἤ, εἰ μὴ ἀεί ἐστιν ὁ κόσμος, δυνάμει εἶναι καὶ τὸν τούτου δημιουργὸν καὶ διὰ τοῦτο ἀτελῆ καὶ χρόνου δεόμενον, ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὡς ἤδη ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐξητασμένα παρίημι νῦν· δῆλον γάρ, ὅτι τούτων ἐληλεγμένων οὐδὲ τὸν Πλάτωνα ἐκ τούτων ἀίδιον εἶναι τὸν κόσμον δοξάζειν συναχθήσεται.
Aet Mund.225 κηʹ. Ἑπόμενον δ’ ἂν εἴη τοῖς εἰρημένοις κατὰ τὰ ἐν ἀρχῇ τοῦ προκειμένου κεφαλαίου ἡμῖν ἐπηγγελμένα σκοπῆσαι λοιπόν, εἰ μὴ αὐτὸς ἑαυτῷ Πλάτων τὰ ἐναντία λέγων ἁλώσεται· εἰ γὰρ παντὶ μὲν γενομένῳ κατ’ αὐτὸν φθορά ἐστιν ἐξ ἀνάγκης, τούτῳ δὲ ἕπεται κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τὸ πᾶν, ὃ μὴ φθείρεται, τοῦτο μηδὲ γεγονέναι, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν καὶ ἄφθαρτον ἅμα καὶ γενητὸν εἶναι τὸν κόσμον ὑποτίθεσθαι; πρὸς τοῦτο δὲ σύντομος ἡ ἀπάντησις. εἰ γὰρ τὸ κατὰ χρόνον ἀγένητον καὶ ἄφθαρτόν ἐστιν κατὰ φύσιν, εἴ 〈τι〉 ἄρα μὴ κατὰ φύσιν ἐστὶν ἄφθαρτον, τοῦτο οὐ κατὰ χρόνον ἐστὶν ἀγένητον· οὐ κατὰ φύσιν δὲ τὸν κόσμον ἄφθαρτον εἶναι ὁ Πλάτων ὑπέθετο, τοὐναντίον δὲ φύσει φθαρτὸν εἶναι λέγει· τὸ γὰρ δεθὲν ἅπαν διαλυτὸν εἶναι· ‘ἐπείπερ γὰρ ἐγένεσθε‘, φησίν, ‘ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε‘.
Aet Mund.226 εἰ τοίνυν φύσει θνητὸς καὶ λυτὸς ὁ κόσμος ὑπάρχει κατὰ Πλάτωνα, τὸ δὲ ἄλυτον αὐτῷ διὰ τὴν βούλησιν τοῦ δημιουργοῦ (ἄλυτα γάρ φησιν οὐ φύσει ἀλλ’ ‘ἐμοῦ γε θέλοντοσ‘), δηλονότι καὶ γενητὸς ἂν εἴη κατὰ χρόνον. συμφωνότατος ἄρα ἑαυτῷ διὰ πάντων ὁ Πλάτων δέδεικται· εἰ μὲν γὰρ φύσει ᾤετο τὸν κόσμον ἀθάνατόν τε καὶ ἄλυτον ὑπὸ θεοῦ γεγονέναι, οἷα καὶ τὰ νοητὰ εἶναί φησιν, ἀκόλουθον ἦν καὶ ἀγένητον εἶναι αὐτὸν κατὰ χρόνον ὑποτίθεσθαι· εἰ δὲ φύσει λυτός, οὐδὲν δὲ τῶν κατὰ χρόνον ἀγενήτων φύσει λυτόν ἐστιν, οὐδ’ ἄρα κατὰ χρόνον ἐστὶν ἀγένητος· δι’ αὐτὸ γὰρ τοῦτό φησιν ὁ Πλάτων, διότι γενητός ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ λυτὸν εἶναι. ὥστε ταῖς οἰκείαις ἀρχαῖς τὰ ἀκόλουθα συνεπέρανεν. τὸ ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν‘ οὐ τοῦτό φησιν, ὡς τινὲς μυθεύουσιν, ὅτι ‘οὐκ ἐστὲ ἁπλοῖ, ἀλλ’ ἐπινοίᾳ ἐνδέχεται ὑμᾶς εἰς τά, ἐξ ὧν σύγκεισθε, ἀναλύειν καὶ ταύτῃ ὑπάρχετε θνητοί‘, ἀλλ’ ὅτι ‘φύσεώς ἐστε δεκτικῆς θανάτου καὶ λύσεωσ‘, 〈ὡσ〉 δῆλον ἐκ τοῦ ἀντικειμένου ‘οὔτι μὲν δὴ λυθήσεσθε‘, φησίν, ‘οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε‘.
Aet Mund.227 εἰ οὖν λύσιν καὶ θάνατον τὴν κατ’ ἐπίνοιαν σημαίνει καὶ ταύτῃ αὐτοὺς καὶ θνητοὺς εἶναί φησιν, καὶ τὸ μὴ λυθήσεσθαι ἄρα μήτε τεύξεσθαι θανάτου μοίρας τὸ μὴ κατ’ ἐπίνοιαν ταῦτα ὑπομένειν σημαίνοι ἄν· ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις ἐξ ἀνάγκης· τὴν γὰρ λύσιν καὶ τὸν θάνατον, ἣν ἐκ τῆς αὐτῶν φύσεως εἶπεν αὐτοῖς ὑπάρχειν, ταύτην πάλιν διὰ τὴν τοῦ θεοῦ βούλησιν μὴ ἔσεσθαι αὐτοῖς ἀπεφήνατο. εἰ οὖν ἐκ τῆς φύσεως τὸ κατ’ ἐπίνοιαν εἶναι λυτοὶ καὶ θνητοὶ ἔχουσιν, καὶ ἐκ τῆς βουλήσεως ἄρα τοῦ θεοῦ κατ’ ἐπίνοιαν ἔσονται ἀθάνατοί τε καὶ ἄλυτοι. ἔσται οὖν τὸ συμφραζόμενον τοιοῦτον ‘οὐκ ἔσεσθε μὲν κατ’ ἐπίνοιαν ἄλυτοι οὐδὲ ἀθάνατοι οὐδὲ τεθνήξεσθε‘. τὸ αὐτὸ οὖν καὶ λυτὸν ἔσται κατ’ ἐπίνοιαν καὶ οὐ λυτὸν κατ’ ἐπίνοιαν καὶ ἡ ἀντίφασις συναληθεύσει. εἰ οὖν ἠλίθιον τοῦτο καὶ ἀδιανόητον τὸ αὐτὸ λέγειν καὶ ἀναλύεσθαι εἰς τὰ ἁπλᾶ κατ’ ἐπίνοιαν καὶ μὴ ἀναλύεσθαι κατ’ ἐπίνοιαν, δηλονότι λυτὰ καὶ θνητὰ οὐ κατ’ ἐπίνοιαν ἀλλὰ κατὰ φύσιν εἶναί φησιν τὰ οὐράνια. ἀλλ’ ἐπειδήπερ, εἰ καὶ τοιαύτης ἔλαχον φύσεως, ὅμως γοῦν δοκεῖ Πλάτωνι διαμένειν αὐτὰ εἰς τὸ διηνεκὲς ἀδιάλυτα καὶ ἀθάνατα οὐ τῷ φυσικῷ δεσμῷ ἀλλὰ τῇ βουλήσει τοῦ θεοῦ συνεχόμενα, διὰ τοῦτό φησιν μὴ πάμπαν εἶναι ἄλυτα καὶ ἀθάνατα ἀλλὰ θνητὰ μὲν καὶ λυτὰ ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν διὰ τὸ τὴν σωματικὴν φύσιν τοιαύτην εἶναι καὶ τὸ γενόμενον ἅπαν λυτὸν εἶναι καὶ θνητόν, διὰ δὲ τὴν τοῦ δημιουργοῦ βούλησιν ἰσχυροτέραν οὖσαν παντὸς φυσικοῦ δεσμοῦ τῆς ἀθανασίας αὐτὰ τεύξασθαι διηνεκῶς αὐτοῖς παρὰ τοῦ δημιουργήσαντος ἐπινοουμένης· ὥσπερ γὰρ εἴ τις οἰκίαν ἢ ναῦν διηνεκῶς ἐπισκευάζων καὶ τὰ πεπονηκότα τῶν μερῶν ἐπανορθούμενος ἐπὶ πλεῖστον διαρκῆ ταύτην φυλάξειεν, οὕτω δὴ καὶ τὸν θεόν φησιν ὁ Πλάτων ἐπισκευαστὴν τῷ κόσμῳ τὴν ἀθανασίαν χαρίζεσθαι· ἄκουε γοῦν, ὁποῖα περὶ τούτου πάλιν ἐν τῷ πολιτικῷ πεφιλοσόφηκεν· φησὶν γὰρ οὕτως ‘τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν ὁ θεὸς αὐτὸς συμποδηγετεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου.
Aet Mund.228 τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται ζῷον καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατ’ ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης σύμφυτον γέγονεν. Διὰ τὸ ποῖον δή; Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν, πολλῶν δὴ καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν. ἀτὰρ οὖν δὴ καὶ κεκοινώνηκέν γε καὶ σώματος. ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γενέσθαι διὰ παντὸς ἀδύνατον‘. οὕτω μὲν οὖν καὶ ἐν τούτοις ὁ Πλάτων συμφώνως οἷς ἐκ τοῦ Τιμαίου παρεθέμεθα τὸ μὲν ἀναλλοίωτον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν μόνῃ τῇ νοητῇ καὶ θείᾳ προσῆψεν οὐσίᾳ, πᾶσαν δὲ τὴν σωματικὴν φύσιν οὐ ταύτης εἶναί φησιν τῆς τάξεως.
Aet Mund.229 ὅθεν καὶ τὸ σωματοειδὲς τοῦ κόσμου μεταβολῆς ἄμοιρον εἶναι τὸ πάμπαν ἀδύνατον ἀπεφήνατο, ἀλλ’ ὅταν τὸ προσῆκον ἤδη χρόνου μέτρον αἱ περίοδοι λάβωσιν, τότε δὴ τροπὰς καὶ μεταβολὰς τὸ πᾶν ὑπομένειν, καὶ τοῦτο πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων ἀναλεξάμενος, ὡς καλῶς τινες τῶν ἡμετέρων ἐπεσημήναντο· τὸ γὰρ συγκυκλεῖν μὲν τὸν οὐρανὸν καὶ πάλιν ἀνιέναι, ὅταν ἤδη τὸ προσῆκον αἱ περίοδοι χρόνου λάβωσι μέτρον, τί ἄλλο ἐστὶν ἢ τὸ ὡσεὶ περιβόλαιον εἱλίττεσθαι τοὺς οὐρανοὺς καὶ ἀλλάττεσθαι; ἀλλ’ ἐπειδὴ πάλιν ἀκηκοὼς ὁ Πλάτων τὸ ‘θάνατον γὰρ ὁ θεὸς οὐκ ἐποίησεν‘ καὶ τὸ ‘ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα‘ ἀθάνατον ᾤετο δεῖν τὸ πᾶν διαμένειν, ἄκουε, πῶς πάλιν ἐν τῷ αὐτῷ πολιτικῷ οὐ φύσει τὴν ἀθανασίαν τῷ κόσμῳ ἀλλ’ ἐπίκτητον παρὰ τοῦ δημιουργοῦ προσγίνεσθαι ἔφησεν· ‘ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μήτε ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτε αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλ’ ὅπερ ἄρτι τε ἐρρήθη καὶ μόνον λοιπόν, τὰ μὲν ὑπ’ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τὰ δέ, ὅταν ἀνεθῇ, διὰ τοῦ αὐτοῦ ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδασ‘.
Aet Mund.230 σαφῶς ἄρα διὰ τούτων ἅτε δὴ τὸ ἀθάνατον κατὰ φύσιν τοῦ οὐρανοῦ μὴ ἔχοντος διὰ τὸ ῥευστὸν πάσης τῆς σωματικῆς φύσεως, τὸ ζῆν αὐτὸν ἐπικτᾶσθαι πάλιν φησὶν καὶ ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν παρὰ τοῦ δημιουργήσαντος ἐπιγίνεσθαι. εἰ οὖν ζῷον μὲν εἶναι τὸν οὐρανὸν ὁ Πλάτων οἴεται, παντὶ δὲ ζῴῳ τὸ εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδος τῆς ἐν αὐτῷ ζωῆς ὑφέστηκεν, καὶ ὁ οὐρανὸς ἄρα τὸ εἶναι καὶ τὴν οὐσίαν ἐν τῷ εἴδει τῆς οἰκείας ἕξει ζωῆς. ταύτην δὲ τὴν ζωὴν πάλιν καὶ πάλιν ἐπικτᾶσθαι τὸν οὐρανόν φησιν καὶ ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐγγίνεσθαι. οὐκ ἄρα κατὰ φύσιν ἀδιάλυτόν τε καὶ ἀθάνατον τοῦ οὐρανοῦ τὴν οὐσίαν εἶναι ὁ Πλάτων ᾤετο. οὐκοῦν οὐδὲ ἄναρχον αὐτοῦ τὴν ὕπαρξιν ὑποτίθεται· πᾶν γὰρ ἄναρχον ἀνάγκη πᾶσα καὶ ἄφθαρτον εἶναι κατὰ φύσιν καὶ πᾶν φθαρτὸν φύσει καὶ γενητὸν ἐξ ἀνάγκης. κθʹ. Εἰ δὲ ἐν ἑτέροις αὐτάρκη φησὶν τὸν κόσμον ὁ Πλάτων καὶ ἀπροσδεᾶ εἶναι ἄνοσόν τε καὶ ἀγήρων, ἀλλ’ οὐχ οὕτως 〈ὡσ〉 αὐτὸν ἑαυτῷ πρὸς διαμονὴν ἀίδιον ἐξαρκοῦντα τοιοῦτον εἶναί φησιν ἀλλ’ ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν καθάπερ τὰ ἡμέτερα σώματα τῶν φθαρτικῶν τι ὑπομένοντα· οὐ γὰρ ἔστιν τοῦ κόσμου ἔξω σῶμα, ὑφ’ οὗ ἂν καὶ πάθοι τι τοιοῦτον, οἷον τὰ καθ’ ἕκαστον ἅπαντα ὑπὸ τοῦ περιέχοντος, οὐδ’, ὥσπερ τὰ ἡμέτερα σώματα καὶ τῶν μερικῶν ἕκαστον διαφορεῖταί τε ὑπὸ τοῦ περιέχοντος καὶ τὴν τοῦ λείποντος ἀναπλήρωσιν διὰ τῶν ἔξωθεν ἐπεισιόντων εἰσδέχεται, οὕτω δὴ καὶ ὁ οὐρανός· οὐδὲν γὰρ ἔστιν ἔξωθεν οὔτε τὸ διαφορῆσον αὐτὸν οὔτε τὸ θρέψον· ‘αὐτὸ γὰρ αὑτῷ‘, φησὶν ὁ Πλάτων, ‘τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχεται‘· ἡ γὰρ ἄλλου φθίσις ἄλλου τροφὴ γίγνεται· ἡ γὰρ τοῦ ἀέρος εἰ τύχοι φθορὰ ἢ ὕδατος ἢ πυρὸς γίνεται γένεσις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
Aet Mund.231 ταύτῃ οὖν καὶ ἀπροσδεὴς εἶναι τῶν ἔξωθεν εἴρηται καὶ οὕτως ἄνοσός τε καὶ ἀγήρως ὡς μὴ ἔχειν ἔξωθεν, ὑφ’ οὗ πήσεται, οὐ μὴν διὰ τὸ κατὰ φύσιν αὐτάρκης τε εἶναι καὶ ἀθάνατος· μόνῃ γὰρ τῇ νοητῇ οὐσίᾳ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἔφη προσεῖναι, τὴν δὲ σωματικὴν φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, τῶν γινομένων δὲ πᾶσαν καὶ ἀπολλυμένων εἶναι, ὄντως δὲ μηδέποτε ὄντων. πῶς οὖν αὖ πάλιν καὶ αὐτάρκη καὶ ἀπροσδεᾶ τὴν αὐτὴν λέγοι ἄν, εἰ μὴ τὸν εἰρημένον τρόπον; ὅτι γὰρ ἀπὸ ταύτης τῆς ἐννοίας ταῦτα περὶ τοῦ κόσμου φησίν, οὐδὲν οἷον καὶ αὐτῶν ἐπακοῦσαι τῶν τοῦ φιλοσόφου ῥημάτων· φησὶν γὰρ ἐν Τιμαίῳ ταῦτα ‘ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι.
Aet Mund.232 τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε 〈οὐχ〉 ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ’ ἄν, ἔτι δὲ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο‘. τρεῖς ἐν τούτοις εἶπεν ὁ Πλάτων αἰτίας, δι’ ἃς οὐδὲν ἔξω τοῦ οὐρανοῦ τῶν στοιχείων ὁ δημιουργὸς ἀπολέλοιπεν οὔτε μέρος οὔτε δύναμιν (μέρος μὲν λέγων ἀντὶ τοῦ σώματος, οἷον μέρος τι τοῦ πυρὸς ἢ τοῦ ὕδατος ἢ τῶν λοιπῶν—τὰ γὰρ τῶν σωμάτων μέρη σώματά ἐστιν—, δύναμιν δὲ τὰς εἰδοποιοὺς τῶν στοιχείων ποιότητας, θερμότητά φημι καὶ ψύξιν ὑγρότητά τε καὶ ξηρότητα βάρος τε καὶ κουφότητα καὶ τὰς λοιπάς), μίαν μὲν ἵνα τέλειος ᾖ ὁ κόσμος ὅλος ἐξ ὅλων καὶ τέλειος ἐκ τελείων τῶν στοιχείων γενόμενος, ἑτέραν δὲ ἵνα εἷς μόνος ὑπάρχῃ κόσμος καὶ μή, ὡς Δημοκρίτῳ καὶ ἑτέροις ἔδοξεν, πλείονες ἢ καὶ ἄπειροι εἶεν κόσμοι (εἰ γὰρ ὁ κόσμος ζῷόν ἐστιν κατὰ Πλάτωνα ἐκ τῶν τεσσάρων συνεστὸς στοιχείων, οὐδὲν δὲ ἔξωθεν τοῦ κόσμου ὑπελείφθη στοιχείου μέρος, οὐδ’ εἶναι ἄρα ἕτερον κόσμον ἐνδέχεται τῶν κοσμουργῶν στοιχείων ἐν τούτῳ πάντων περιειλημμένων), τρίτην δὲ ἵνα ἄνοσος ᾖ καὶ ἀγήρως ὁ κόσμος μηδενὸς ἔξωθεν ὄντος, ὑφ’ ὅτου καὶ πήσεται· ὡς γὰρ τὰ ἡμέτερα σώματα ψυχόμενά τε ἀμέτρως ὑπὸ τοῦ περιέχοντος καὶ θερμαινόμενα ὑγραινόμενά τε καὶ ξηραινόμενα καὶ τὰ λοιπὰ πάθη ὑπομένοντα τῆς συμμέτρου τε κράσεως ἐξίσταται καὶ ταύτῃ γηράσκει τε καὶ φθίνει, οὕτω, φησίν, εἰ δ’ ἂν ἔξω τοῦ οὐρανοῦ μέρη τινὰ τῶν στοιχείων ἢ δυνάμεις ὑπελείποντο προσπίπτοντα ἔξωθεν τῷ οὐρανῷ, τὰ αὐτὰ ἂν αὐτῷ πάθη ἐνεποίησε διὰ τὸ δραστήριον τῆς οἰκείας δυνάμεως, ἅπερ καὶ τοῖς ἡμετέροις ὑπὸ τοῦ περιέχοντος συμβαίνει σώμασιν· ἵνα οὖν τούτων τῶν παθῶν ἀπαλλαγείη τὸ πᾶν, ἐντὸς ἅπασαν, φησίν, τὴν τῶν στοιχείων φύσιν ὁ δημιουργὸς περιέκλεισεν.
Aet Mund.233 καίτοι εἰ μὴ ἐπεφύκει γῆράς τε καὶ λύσιν ὁ οὐρανὸς ὑπομένειν, οὐδ’ ἄν, εἰ ἡ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν ὑπάρχουσα προσέβαλεν αὐτῷ, ἔπαθεν ἄν τί ποτε παρ’ αὐτῶν τοιοῦτον, οὗ μὴ δεκτικὴ ἡ φύσις αὐτοῦ ἐτύγχανεν· τί γὰρ ἂν καὶ πάθοιεν αἱ ἐν τῷ κόσμῳ λογικαὶ οὐσίαι ὑπὸ τῆς τῶν σωμάτων δραστηρίου δυνάμεως; οὐκ ἄρα τὸ ἀγήρων εἶναι τὸν οὐρανὸν καὶ ἄνοσον διὰ τὸ ἀναλλοίωτον καὶ τὴν κατὰ φύσιν αὐτοῦ ἀθανασίαν ὑποτίθεται· τοὐναντίον γάρ, ὅπερ εἶπον, ἐκ τῶν νῦν εἰρημένων δείκνυται, ὅτι, ἐπειδὴ φύσει λυτὸς ἦν καὶ θνητὸς ὁ κόσμος, ἐπεὶ καὶ γενητός, διότι καὶ σῶμα, βούλεται δὲ αὐτὸν εἰς ἀεὶ διαμένειν, ἵνα μή τι τῶν φθοροποιῶν παθῶν ὑπομείνῃ, οὐδὲν ἐκτὸς αὐτοῦ τῶν λύειν αὐτὸν πεφυκότων ὁ δημιουργὸς καταλέλοιπεν.
Aet Mund.234 τὸ δὲ φύσει ἄλυτον οὐκ ἔστιν ὑφ’ ὅτου ἂν πώποτε λυθείη. οὔκουν ἐπὶ τῆς τοῦ κόσμου ψυχῆς τοιοῦτό τι ὁ παρὰ τῷ Πλάτωνι δημιουργὸς ηὐλαβήθη, ἀλλὰ ταύτην ἐκ τοῦ μέσου πάντῃ πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλέξας οὐδὲν τοιοῦτο ὑπώπτευσε, μήποτε διὰ τὴν συμπλοκὴν τὴν πρὸς τὰ θερμαίνοντά τε καὶ ψύχοντα μεταβολήν τινα καὶ ἀλλοίωσιν ὑπομείνῃ· τῆς γὰρ νοητῆς ὑπῆρχε φύσεως καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. καὶ τί λέγω περὶ τῆς τοῦ κόσμου ψυχῆς; οὐδὲ γὰρ τὰς ἡμετέρας ψυχὰς σώμασιν ἐνδήσας καὶ τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφήνας τῶν φθαρτικῶν τι πήσεσθαι αὐτὰς ηὐλαβήθη, ἐπεὶ καὶ αὐτὰς τῆς ἀθανάτου φύσεως εἶναί φησιν. οὐδὲν οὖν οἷόν τε παθεῖν ὑπὸ τῶν στοιχείων τὸ φύσει ἀθάνατον· ταῦτα γὰρ ὑπ’ ἀλλήλων μόνα πάσχειν πέφυκεν, ὅσα τῆς αὐτῆς ὕλης ἀλλήλοις κεκοινώνηκεν καὶ ὁμοιοπαθοῦς τετύχηκε φύσεως. ὥστε καὶ ὁ οὐρανός, εἰ μὴ ὁμόϋλος τοῖς στοιχείοις ὑπῆρχεν, μᾶλλον δὲ ἐξ αὐτῶν συνειστήκει κατὰ Πλάτωνα καὶ πᾶσα ἡ τῶν στοιχείων φύσις ἔξωθεν αὐτῷ προσέπιπτεν, οὐδὲν ἂν ὑπ’ αὐτῶν ὑπέμενεν· νῦν δὲ ἐπειδὴ πέφυκε ὑπὸ τούτων πάσχειν, ἐξ ὧν καὶ συνέστηκεν, ἵνα μὴ πάθοι, οὐδὲν ἔξωθεν αὐτοῦ φησιν τὸν δημιουργὸν ἀπολελοιπέναι.
Aet Mund.235 ἀλλ’ εἰ καὶ μηδέν ἐστιν ἔξωθεν, ὑφ’ οὗ παθεῖν τὸν κόσμον ἐνδέχεται, ἀλλ’ ἐπεὶ οἶδεν ὁ Πλάτων, ὡς πᾶν σῶμα ὑπὸ πεπερασμένης διοικεῖται δυνάμεως καὶ οὐδὲν σῶμα δύναμιν ἄπειρον ἔχει (ὡς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ ὀγδόου λόγου τῆς φυσικῆς ἀκροάσεως ἔδειξεν), πᾶν δὲ τὸ μὴ ἄπειρον ἔχον δύναμιν ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν πάντα κόσμον σῶμα ὄντα καὶ πεπερασμένην ἔχοντα δύναμιν μὴ ἂν αὐτὸν ἑαυτῷ εἰς διαμονὴν ἀίδιον ἐξαρκέσαι, κἂν μηδὲν ᾖ τῶν ἔξωθεν αὐτὸν λυμαινόμενον (τὴν γὰρ πεπερασμένην δύναμιν δι’ αὐτὸ τὸ πεπεράνθαι ἀνάγκη ποτὲ ἐξασθενήσασαν οἴχεσθαι), δοκεῖ δὲ αὐτῷ ἄλυτος διαμένειν ὁ κόσμος, τούτου χάριν αὐτὸν τὸν δημιουργὸν ἐφίστησιν αὐτῷ τὴν ζωὴν αὐτοῦ καὶ τὴν ἀθανασίαν ἐπισκευάζοντα, ἵν’ οὕτως εἰς ἀεὶ διαμένειν δύνηται· εἰ γὰρ φύσει αὐτὸν ἀναλλοίωτόν τε καὶ ἀθάνατον ὁ Πλάτων εἶναι ᾤετο, οἵαν εἶναί φησιν τὴν τῶν νοητῶν φύσιν, πῶς πάλιν ἐπισκευαστὴν εἶναι τὴν ἀθανασίαν αὐτοῦ ὑποτίθεται; ἀσύμβατα γὰρ ταῦτα. ἢ πῶς οὐδὲν ἔξωθεν αὐτοῦ καταλιμπάνει, ἵνα μὴ πάσχων ὑπ’ αὐτοῦ γηράσκῃ τε καὶ φθίνῃ, ὅτῳ δὲ αὐτῷ καὶ τὸ ἀπροσδεὲς ὑπάρχειν φησὶν οὐ διὰ τὴν τῆς φύσεως αὐτάρκειαν ἀλλὰ διὰ τὸ μηδενὸς δεῖσθαι τῶν ἔξωθεν τοῦ τὸ ἐλλεῖπον αὐτοῦ τῇ προσθέσει ἀναπληροῦντος καὶ ἀνυφαίνοντος; ἄκουε γάρ, οἷα καὶ περὶ τούτου ἐν τῷ Τιμαίῳ φησίν· ‘λεῖον δὲ δὴ πᾶν ἔξωθεν αὐτὸν ἀπηκρίβου πολλῶν χάριν· ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδὲν (ὁρατὸν γὰρ οὐδὲν ἔξωθεν ὑπελείπετο) οὐδὲ ἀκοῆς (οὐδὲ γὰρ ἀκουστόν) πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς, οὐδ’ αὖ τινος ἐπεδέησεν ὀργάνου ἔχειν, ᾧ τὴν μὲν εἰς αὑτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν· ἀπῄει τε γὰρ 〈οὐδὲν〉 οὔτε προσῄει αὐτῷ ποθέν· οὐδὲ γὰρ ἦν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὑτῷ καὶ ὑφ’ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἡγήσατο γὰρ αὐτὸ ὁ ξυνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων‘.
Aet Mund.236 οὐκοῦν καὶ τὸ ἀνενδεὲς αὐτῷ ὑπάρχειν οὐ διὰ τὸ φύσει ἀνενδεές φησιν ἀλλὰ διὰ τὸ μηδενὸς τῶν ἔξωθεν προσδεῖσθαι· οὐ γάρ, ὥσπερ τὰ ἡμέτερα σώματα τὴν τοῦ λείποντος ἀναπλήρωσιν ἔξωθεν δέχεται, οὕτω καὶ ὁ σύμπας κόσμος, ἀλλ’ αὐτὸς ὑφ’ ἑαυτοῦ πάσχει καὶ αὐτὸς εἰς ἑαυτὸν δρᾷ, μέρους μὲν δηλονότι ποιοῦντος μέρους δὲ πάσχοντος, καὶ ἡ ἄλλου μέρους φθορὰ ἄλλου τροφὴ καὶ αὔξησις γίνεται. οὗ δὲ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑποπέπτωκεν, τούτου καὶ τὸ ὅλον τοῖς αὐτοῖς ὑποκεῖσθαι ἀνάγκη, εἴπερ καὶ τὸ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη· ὅθεν δεῖται τοῦ ἐπισκευάζοντος αὐτὸ καὶ ἀνυφαίνοντος. οὔκουν ἀπαθὴς καὶ ἀνενδεὴς ὁ κόσμος, ἀλλὰ τῶν ἔξωθεν ἀνενδεὴς καὶ ὑπὸ τῶν ἔξωθεν ἀπαθὴς διὰ τὸ μηδὲ εἶναί τι ἔξωθεν, αὐτὸς δὲ ὑφ’ ἑαυτοῦ πάσχει τε καὶ φθίνει.
Aet Mund.237 τὸ δὲ τοιοῦτον οὔτε ἀπαθὲς φύσει οὔτε ἀθάνατον· οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀθανάτων οἷον τὰ λογικὰ οὐδὲ κατὰ μέρη πάσχειν τι ἢ φθίνειν πέφυκεν, ἐπεὶ καὶ ἀμερίστου καὶ ἁπλῆς ὑπάρχει φύσεως πᾶν εἴ τί περ ἔστιν κατὰ φύσιν ἀθάνατον. οὐκοῦν, εἰ μὴ φύσει ἀθάνατος ὁ κόσμος, ἀλλ’ ἐπίκτητον καὶ ἐπισκευαστὴν ἔξωθεν τὴν ἀθανασίαν εἰσδέχεται, φύσει δήπου ἐστὶν θνητός· εἰ δὲ φύσει θνητὸς κατὰ Πλάτωνα, εὐλόγως ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν. καὶ οὕτως οὐδὲν μαχόμενον ἑαυτῷ ἐν τούτοις ὁ Πλάτων ὑπέθετο καὶ γενητὸν εἶναι λέγων τὸν κόσμον καὶ φύσει θνητὸν καὶ τὴν ἀθανασίαν μεθεκτὴν αὐτῷ καὶ ὑπὲρ φύσιν παρὰ τοῦ δημιουργήσαντος αὐτὸν ἐπιγίνεσθαι. ὅτι δὲ οὐδὲ τὸν Πρόκλον ταῦτα ἔλαθεν, ἀλλ’ οἶδεν καὶ αὐτὸς ἀκριβῶς ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸν κόσμον τὸ ἀεὶ εἶναι οὐκ ἔχοντα διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ὑπὸ πεπερασμένης συνέχεσθαι δυνάμεως, τὸ δὲ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν ἐπίκτητον προσγίνεσθαι, νῦν δὲ ἡμᾶς ἑκὼν παραλογίζεται τὸ μὴ φθείρεσθαι τὸν κόσμον ἁπλῶς κατὰ Πλάτωνα λαμβάνων καὶ μὴ προσδιοριζόμενος, πῶς τουτό φησιν ὁ Πλάτων, καὶ ἐκ τούτου συνάγων, ὅτι καὶ ἀγένητον τὸν κόσμον κατὰ χρόνον εἶναι οἴεται, δῆλον ἡμῖν ἔσται ἐκ πολλῶν ὀλίγας αὐτοῦ παραθεμένοις χρήσεις. διότι τὸ ἀεὶ ὂν τὸ νοητὸν μόνον εἶναί φησιν, πᾶν δὲ τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ὂν δὲ οὐδέποτε, ἀπολογούμενος ὑπὲρ Πλάτωνος ὁ Πρόκλος πρὸς ἄλλοις πλείοσι καὶ ταῦτα προστέθηκεν.
Aet Mund.238 Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘. ‘Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησι σῶμα πεπερασμένον δύναμιν ἄπειρον ἔχειν, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως. εἰ οὖν ὁ κόσμος πεπέρασται (καὶ γὰρ τοῦτο δέδειχεν αὐτός), ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον (τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει), ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων καὶ τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα.‘ οὕτω δείξας ὁ Πρόκλος, ὅτι κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ἐστὶν ὁ κόσμος, δείκνυσιν ἐφεξῆς, ὅτι τὸ ἀεὶ γίνεσθαι αὐτῷ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς οἰκείας ὑπάρχει φύσεως· φησὶν γὰρ οὕτως ‘οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον τὸ ἀεὶ εἶναι διὰ τὸ καθ’ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον.
Aet Mund.239 ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ‘· καὶ μετ’ ὀλίγα ‘πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθ’ ἑαυτὸ πάντως καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν δ’ οὖν ὁρισμὸν αὐτὸ καθ’ ἑαυτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν‘. ὁ αὐτὸς ἐν τοῖς ἑξῆς ‘ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον οὐκ ἔχει δύναμιν ἄπειρον, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστ’ ἐὰν τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλ’ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, δι’ ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον δι’ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεωσ‘.
Aet Mund.240 καὶ μετὰ βραχέα ‘ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι δι’ ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν 〈. ἡ δὲ δύναμισ〉 δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα‘. Εἰ τοίνυν, ὡς καὶ αὐτῷ δοκεῖ τῷ Πρόκλῳ, διὰ τὸ μὴ ἔχειν τὸν κόσμον ἄπειρον δύναμιν ἀνάγκη μὴ εἶναι αὐτὸν ἀεί, ἀλλὰ τὸ ἀεὶ εἶναι μᾶλλον δὲ γίνεσθαι ἐπίκτητον ἔχει ἀπὸ τοῦ ἀεὶ ὄντος, ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχων, ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος, καὶ διὰ τοῦτο, εἴ τις χωρίσειεν αὐτοῦ τὸ τῆς ἀειγενεσίας καὶ τῆς ἀεικινησίας αὐτῷ αἴτιον, διὰ τὸ αὐτὸν μὴ ἔχειν ἄπειρον δύναμιν καὶ τοῦ κινεῖσθαι παῦλαν ἕξει καὶ διὰ τοῦτο καὶ τοῦ εἶναι διὰ τὸ πᾶσαν τὴν πεπερασμένην δύναμιν φθείρεσθαι, εἰ οὖν ταῦτα δοκοῦντα τῷ Πλάτωνι καὶ ὁ Πρόκλος ὡμολόγησεν, δηλονότι φθαρτὸν εἶναι φύσει τὸν κόσμον φησίν, τὴν δὲ ἀφθαρσίαν αὐτῷ ὑπὲρ φύσιν ὑπάρχειν ἀπό τινος κρείττονος χορηγουμένην δυνάμεως. εἰ δὲ φύσει φθαρτὸς ὁ κόσμος, ὡς ἐν τῷ εἰρημένῳ λόγῳ Πρόκλος ἔδειξεν, καὶ διὰ τοῦτο καὶ γενητὸς ἐξ ἀνάγκης, δῆλός ἐστιν ὁ φιλόσοφος, ὡς ἑκὼν ἡμᾶς ἐνταῦθα παραλογίζεται τόν τε τρόπον, καθ’ ὃν ἄφθαρτον εἶναί φησιν τὸν κόσμον ὁ Πλάτων, παραπεμπόμενος· οὐ γάρ, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ὑπάρξοι τινί, τοῦτο τῆς οἰκείας αὐτὸ μεθίστησι φύσεως καὶ ὁμοφυὲς ἐκείνῳ ποιεῖ, ἀφ’ οὗ ἡ τοιαύτη αὐτῷ πέφυκε δύναμις· ἐπεὶ καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν διατεταμένος αἰθὴρ τῷ οὐρανίῳ συγκυκλούμενος σώματι καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν τὴν κίνησιν ταύτην κινούμενος, ὡς Ἀριστοτέλει δοκεῖ, οὐδὲν ἧττον καὶ οὗτος τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων οὐδὲ χαρακτηριστικὴν ἕξει τῆς οἰκείας οὐσίας τὴν κίνησιν, ὡς διὰ τοῦτο καὶ αὐτὸν ὁμοειδῆ τῷ οὐρανίῳ σώματι λέγεσθαι.
Aet Mund.241 ἀλλ’ οὐδὲ τὰς ἐνθουσιώσας τῶν ψυχῶν καὶ ὑπὲρ τὴν οἰκείαν φύσιν γινωσκούσας ‘τά τ’ ἐόντα τά τε ἐσόμενα πρό τ’ ἐόντα‘ ἑτέρας ἂν εἴποιμεν οὐσίας παρὰ τὰς λοιπὰς διὰ τὴν θεόθεν αὐταῖς ἐπιφοιτήσασαν δύναμιν. ἤδη δὲ καί τινες τῶν παρ’ Ἕλλησιν ὡς αὐτοὶ φαῖεν ἂν θεοφορήτων, ἐγὼ δὲ φήσαιμι ἂν κατόχων δαίμοσιν πονηροῖς ξίφεσιν ὡς λόγος τὰ οἰκεῖα διατέμνοντες σώματα καὶ διὰ πυρὸς ἰόντες οὐδὲν ὧν πέφυκεν πάσχειν ὑπὸ πυρός τε καὶ σιδήρου τὰ σώματα, ὥς φασιν, ὑπομένουσιν· καὶ οὐ δήπου διὰ τοῦτο ἑτέρας ἂν φήσαιεν καὶ οὐ τῆς τῶν σωμάτων εἶναι αὐτὰ φύσεως ἢ τὸ ἀπαθὲς αὐτοῖς διὰ τοῦτο προσεῖναι καὶ ἄφθαρτον. οὕτω δὴ οὖν καὶ εἰ τὸ πᾶν τόδε ἔκ τινος ὑπερτέρας δυνάμεως ἐπιχορηγεῖται κατὰ Πλάτωνα τὸ ἀδιάλυτον, οὐκ ἤδη διὰ τοῦτο καὶ τῆς τῶν ἀφθάρτων τε καὶ ἀεὶ ὄντων φύσεως ἔσται ἀλλ’, ἐπεὶ φύσει φθαρτόν ἐστιν, καὶ γενητὸν ἐξ ἀνάγκης ἔσται. ἅπερ δὲ ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ εἰρημένου λόγου τίθησιν ὁ Πρόκλος πρὸς Ἀριστοτέλην ἐγκαλοῦντα, ὡς φύσει φθαρτὸν εἶναι λέγει τὸν κόσμον ὁ Πλάτων διὰ δὲ τὴν τοῦ θεοῦ βούλησιν ἄφθαρτον εἶναι, πείθειν ἡμᾶς ὁ Πρόκλος ἐπιχειρῶν, ὅτι καὶ ἐκ τῆς οἰκείας φύσεως ὁ κόσμος καὶ ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἔχει τὸ ἄφθαρτον, ὡς μηδὲν ἀναγκαῖον ἔχοντα καὶ αὐτὸν ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δεικνύντα μαχόμενον παρίημι λέγειν, ἵνα μὴ περιττὸν ὄχλον ἐπεισάγω τῷ λόγῳ· οὔτε γὰρ ὅτι πᾶν σῶμα πεπερασμένην ἔχει δύναμιν οὔτε ὅτι τὴν πεπερασμένην φθαρτὴν εἶναι ἀνάγκη καὶ εἰς τὸ διηνεκὲς οὐκ ἐπαρκεῖν, οὐκ ἔστιν ὁ ἐλέγχων λόγος.
Aet Mund.242 τοιαύτης οὖν οὔσης τῆς τοῦ κόσμου δυνάμεως ἀνάγκη πᾶσα φθαρτὸν εἶναι τοῦτον, ὅσον ἐπὶ τῇ δυνάμει τῆς οἰκείας φύσεως· ὥστε καὶ γενητὸν ἐξ ἀνάγκης, εἴπερ πᾶν τὸ φθαρτὸν καὶ γενητὸν ἐξ ἀνάγκης. ἐνδέχεται ἄρα γενητὸν ὄντα κατὰ χρόνον τὸν κόσμον καὶ διὰ τοῦτο λυτόν τε καὶ θνητὸν ἀπό τινος ὑπερτέρας ἢ κατὰ τὴν αὐτοῦ φύσιν δυνάμεως ἐπίκτητον καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν πορίζεσθαι, καὶ οὐχὶ διὰ τὸ μὴ φθείρεσθαι διὰ τοῦτο καὶ ἀγένητος ἔσται, ἐπεὶ μὴ κατὰ τὸν λόγον τῆς οἰκείας φύσεως ἔχῃ τὸ ἄφθαρτον. Τέλος λύσεως τοῦ ἕκτου λόγου. Πρόκλου διαδόχου λόγος ἕβδομος.
Aet Mund.243.(1n) “Ἕβδομος· εἰ ἡ ψυχὴ τοῦ παντὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ὁ κόσμος ἀγένητος καὶ ἄφθαρτος. λόγος γὰρ αὐτῆς ὡς καὶ πάσης ψυχῆς τὸ αὐτὸ αὑτὸ κινοῦν· τὸ δὲ αὐτὸ αὑτὸ κινοῦν πᾶν πηγὴ καὶ ἀρχὴ κινήσεώς ἐστιν· εἰ ἄρα ἀίδιός ἐστιν ἡ τοῦ παντὸς ψυχή, δεῖ τὸ πᾶν ἀεὶ εἶναι κινούμενον ὑπ’ αὐτῆς· τῇ γὰρ κινήσει τοῦ παντὸς ἢ πρότερον οὐκ ὄντος ἢ ὕστερον αὐτὴ ἀεὶ οὖσα κινήσεως ἀρχὴ καὶ οὐ δυναμένη κινήσεως μὴ εἶναι ἀρχὴ κατ’ οὐσίαν αὐτοκίνητος οὖσα καὶ διὰ τοῦτο ἀρχὴ κινήσεως. ἀλλὰ μὴν ἀγένητος ἡ ψυχὴ καὶ ἄφθαρτός ἐστιν δι’ αὐτὸ τοῦτο τὸ αὐτοκίνητον· ἔστιν ἄρα καὶ τὸ πᾶν ἀγένητον καὶ ἄφθαρτον. ἐκ δὴ τούτου φανερόν, ὅτι καὶ πᾶσα ψυχὴ σώματι πρῶτον ἐπιβέβηκεν ἀιδίῳ καὶ τοῦτ’ ἀεὶ κινεῖ, κἂν φθαρτοῖς ἐνῇ σώμασιν, ἐκεῖνα κινεῖ διὰ τῶν ἀεὶ ὑπ’ αὐτῆς κινουμένων.” Κεφάλαια τῆς λύσεως τοῦ ζʹ λόγου. αʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ ἑβδόμου ἐπιχειρήματος. βʹ. Ὅτι οὐ πραγματειῶδες τὸ προκείμενον ἐπιχείρημα, ἀλλ’ ἐκ Πλατωνικῆς συνέστηκεν ὑποθέσεως ἀναποδείκτου. γʹ. Ὅτι, εἰ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, ἀδύνατον χωρὶς σώματος τὴν οὐσίαν αὐτῆς ὑποστῆναι. δʹ.
Aet Mund.244 Ὅτι, εἴπερ χωριστὴ παντὸς σώματος εἶναι ἡ οὐσία τῆς ψυχῆς ὡμολόγηται, ἀδύνατον ἐν τούτῳ αὐτὴν οὐσιῶσθαι ἐν τῷ κινήσεως εἶναι ἀρχήν. καὶ ὅτι καὶ αὐτὸς ὁ Πρόκλος οἶδεν, ὡς κατ’ ἄλλο μὲν ἔχει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατ’ ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχή. εʹ. Ὅτι ἀδύνατον ἀιδίους εἶναι τὰς τῆς ψυχῆς ἐνεργείας τὰς κινητικὰς τοῦ σώματος καὶ διὰ τοῦτο οὔτε ἀιδίως ταύτην κινεῖν τὸ σῶμα ἐνδέχεται οὔτε ἀίδιόν τι σῶμα αὐτῆς ἐξῆφθαι ἀεί. ϛʹ. Ὅτι οὐδεμία σώματος κίνησις οὐδὲ μεταβολὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ διὰ τοῦτο οὐδὲ σῶμά τί ἐστιν ἀιδίως ὑπὸ ψυχῆς κινούμενον, κἂν ἀγένητος εἴη ἡ ψυχή, ὡς Πλάτωνι δοκεῖ. ζʹ. Ὅτι οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων 〈τὸ〉 αὐτοκίνητον. ἐν ᾧ, ὅτι οὐδὲν τῶν ὑπὸ σελήνην ζῴων φύσει κυκλοφορούμενον κινεῖ σῶμα καὶ ὅτι οὐκ ἀπροαιρέτως ἀλλὰ καθ’ ὁρμὴν τῶν ψυχῶν ἡ κατὰ τόπον τῶν ἐμψύχων σωμάτων γίνεται κίνησις. ηʹ. Ὅτι, κἂν συγχωρηθῇ ἀγένητος εἶναι ἡ ψυχὴ κατὰ Πλάτωνα καὶ πάσης κινήσεως ἀρχή, οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν συνυπάρχειν αὐτῇ σῶμα ἀίδιον. θʹ. Ὅτι, εἰ καί, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως εἶναι ἀρχὴ ὑπὸ Πλάτωνος λέγοιτο, οὐδὲ οὕτως ἕπεται τῷ τὴν ψυχὴν ἀγένητον εἶναι λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον ὑποτίθεσθαι.
Aet Mund.245 ἐν ᾧ, ὅτι ἡ καθ’ ἕξιν τῶν σωμάτων ζωὴ ἠρεμία μᾶλλόν ἐστιν καὶ οὐ κίνησις. ιʹ. Ὅτι οὐχ ἡ λογικὴ ψυχὴ ἀλλ’ ἡ ἄλογος τῆς σωματικῆς πάσης ζωῆς τε καὶ κινήσεώς ἐστιν αἰτία, ἡ δὲ λογικὴ τάττει μόνον καὶ ῥυθμίζει τὴν τῶν παθῶν ἄλογον κίνησιν· ὅθεν οὐκ ἀνάγκη ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοιαύτης κινήσεως (λέγω δὴ τῆς κατὰ λόγον) εὐθὺς καὶ τὸ κινούμενον εἶναι. αιʹ. Ὅτι οὐ τῇ θέσει τῆς ψυχῆς ἡ τοῦ κινουμένου ὑπ’ αὐτῆς σώματος συνεισάγεται θέσις, ἀλλὰ τῇ ἀναιρέσει αὐτῆς συναναιρεῖται τὸ ἔμψυχον σῶμα ὡς ἔμψυχον κατὰ τὰς λογικὰς μεθόδους καὶ κατὰ τὰ Πλάτωνι δοκοῦντα. βιʹ. Ὅτι, κἂν αὐτῷ τῷ εἶναι ἀπροαιρέτως ζωῆς καὶ κινήσεως αἰτία εἴη τοῖς σώμασιν ἡ ψυχή, οὐδ’ οὕτως ἅμα τῷ εἶναι τὴν ψυχὴν καὶ τὸ κινούμενον ὑφ’ ἑαυτῆς σῶμα εἶναι ἀνάγκη. γιʹ. Ὅτι καὶ ἐν αὐτῷ τῷ Φαίδρῳ ὥσπερ καὶ ἐν Τιμαίῳ σαφῶς παῦλαν ἔχειν φησὶν καὶ κινήσεως καὶ ζωῆς πᾶν σῶμα ὁ Πλάτων, οὐδὲν δὲ τῶν φθαρτῶν ἀγένητον. διʹ. Ὅτι μῦθός ἐστιν ἀπίθανος ἡ περὶ τοῦ ἀιδίου σώματος Ἑλλήνων ὑπόθεσις, ὃ καὶ αὐγοειδὲς καλοῦσιν, ᾧ πρώτῳ φασὶν τὰς λογικὰς ψυχὰς ἐπιβεβηκέναι καὶ πρὸς τὸ αὐτὸ κινεῖν καὶ δι’ αὐτοῦ τὰ φθαρτὰ κινεῖν σώματα. ἐν ᾧ, ὅτι ἀδύνατον κινητὸν μένον κατὰ τόπον τὸ ἀίδιον σῶμα φυσικῇ τινι δυνάμει κινεῖν τὸ φθαρτὸν σῶμα, ὡς ἡ μαγνῆτις τὸν σίδηρον. ειʹ.
Aet Mund.246 Ὅτι ἀδύνατον κύκλῳ κινούμενον τὸ ἀίδιον σῶμα οὕτως κατ’ εὐθεῖαν κινεῖν τὸ φθαρτόν. ϛιʹ. Ὅτι, εἰ κατ’ εὐθεῖαν ἐκεῖνο κινούμενον οὕτως κινεῖ τὰ φθαρτὰ σώματα, ἢ κατὰ φύσιν κινεῖται ἐπ’ εὐθείας ἢ παρὰ φύσιν δι’ ἑκατέρου τε γενητὸν ἔσται καὶ φθαρτόν, οὐκ ἀίδιον. ζιʹ. Ὅτι, ὅπως ἄν τις κινεῖσθαι ὑπόθοιτο τὸ παρ’ αὐτῶν ἀναπεπλασμένον ἀίδιον σῶμα, οὐ δυνήσεται κινεῖν τὸ φθαρτὸν οὔτε ἔξωθεν αὐτοῦ ὂν οὔτε ἔσωθεν οὔτε ἐν ὅλῳ οὔτε ἐν μέρει. ἐν ᾧ, ὅτι οὐδὲν σῶμα διὰ σώματος χωρεῖν ἐνδέχεται οὔτε τῶν οὐρανίων οὔτε τῶν ὑπὸ σελήνην οὔτε θάτερα ἐν θατέροις. ηιʹ. Ὅτι οὐκ ἐνδέχεται ἕτερον εἶναι τῶν τε εὐθυφορουμένων καὶ τῶν κυκλοφορουμένων σωμάτων τὸ θρυλλούμενον παρ’ αὐτῶν ἀιδίως ἐξῆφθαι τῆς ψυχῆς σῶμα. θιʹ. Ὅτι οὐδὲ τῶν εὐθυφορουμένων σωμάτων εἶναι αὐτὸ δυνατόν, εἴπερ ἐστὶν ἀίδιον. κʹ. Ὅτι οὐδὲ τῶν κυκλοφορουμένων, τουτέστιν τῶν οὐρανίων, οἷόν τε αὐτὸ εἶναι. καʹ. Ὅτι οὐδὲ μικτὸν εἶναι ἐνδέχεται ἐκεῖνο τὸ σῶμα ἔκ τε τῶν κατ’ εὐθεῖαν καὶ ἐκ τῶν κυκλικῶς κινουμένων συγκείμενον οὐδὲ ἑλικοειδῶς κινεῖσθαι κατὰ φύσιν, ὥς φασίν τινες. καὶ ὅτι οὐκ ἔστιν ὅλως σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινούμενον κίνησιν. Λύσις τοῦ ζʹ λόγου. αʹ. Τοῦ Πλάτωνος ἀγένητον εἶναι τὴν ψυχὴν καὶ ἄφθαρτον ἐν τῷ Φαίδρῳ λέγοντος καὶ οὐσίαν αὐτῆς εἶναι τὸ αὐτοκίνητον ὁριζομένου ἀρχήν τε εἶναι κινήσεως τιθεμένου τὸ αὐτοκίνητον, ἐντεῦθεν πάλιν ὁ φιλόσοφος ἐπιχειρεῖ συλλογίζεσθαι, ὡς, εἴπερ ταῦτα οὕτως ἔχει, καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ἀνάγκη ἤ, εἴπερ μὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος ὁ κόσμος, μηδὲ τὴν ψυχὴν τοῦ παντὸς ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης συνυπαρχόντων ἀλλήλοις καὶ συμφθειρομένων τῆς τε ψυχῆς καὶ τοῦ κινουμένου ὑπ’ αὐτῆς σώματος.
Aet Mund.247 ἐπειδὴ γάρ, φησίν, αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρετικῶς αὐτοκίνητός ἐστιν ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως, ἔστιν δὲ ἀίδιος, δεῖ καὶ τὸ πᾶν ἀιδίως ὑπ’ αὐτῆς κινεῖσθαι ἤ, εἰ μὴ τὸ πᾶν ἀιδίως ὑπ’ αὐτῆς κινοῖτο διὰ τὸ μὴ εἶναι τὸν κόσμον ἀίδιον, οὐδ’ ἂν αὐτὴ εἴη ἀίδιος· αὐτῷ γὰρ τῷ εἶναι κινήσεώς ἐστιν ἀρχή. ὥστε, εἰ μὴ ἀιδίως κινήσεως εἴη ἀρχή, οὐδ’ ἂν εἴη ἀίδιος· εἰ δὲ ἀιδίως ἐστὶν κινήσεως ἀρχή, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως ὑπ’ αὐτῆς κινούμενον σῶμα. ὥστε, φησίν, εἰ ἀγένητος ἡ ψυχὴ τοῦ παντὸς καὶ ἄφθαρτος κατὰ Πλάτωνα, καὶ τὸν κόσμον ἀγένητον εἶναι κατ’ αὐτὸν καὶ ἄφθαρτον ἀνάγκη. εἶτα ἐπειδὴ καὶ αἱ ἡμέτεραι ψυχαὶ αὐτοκίνητοι μέν εἰσιν κατὰ Πλάτωνα καὶ περὶ τούτων μάλιστα ἐν Φαίδρῳ τῷ Πλάτωνι ὁ λόγος, ὡς αὐτοκίνητοί τέ εἰσιν καὶ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως, γενητὰ δὲ ἐναργῶς καὶ φθαρτά ἐστιν τὰ ὑπ’ αὐτῶν κινούμενα σώματα (λέγω δὴ τὰ ἡμέτερα), διεκδῦναι τὸν ἐκ τῶν πραγμάτων ὁ Πρόκλος πειρώμενος ἔλεγχον οὐ λίνον λίνῳ κατὰ τὴν παροιμίαν μύθῳ δὲ ἐπισυνάπτει μῦθον· διὰ γὰρ τὸ δεῖν κατ’ αὐτὸν ἀίδιον οὖσαν τὴν λογικὴν ψυχὴν ἀιδίως τι κινεῖν σῶμα, πᾶσαν ψυχήν φησιν ἀιδίῳ πρῶτον ἐπιβεβηκέναι σώματι καὶ τοῦτο ἀεὶ κινεῖν, κἂν ἐν φθαρτοῖς ὑπάρχῃ σώμασιν, διὰ τοῦ ἀιδίου καὶ τὰ φθαρτὰ κινεῖν.
Aet Mund.248 ἡ μὲν οὖν ἔφοδος τοῦ προκειμένου συλλογισμοῦ μᾶλλον δὲ παραλογισμοῦ τοιαύτη. βʹ. Καὶ οἶμαι μὲν παντὶ δῆλον εἶναι, ὡς οὐ πραγματειώδης ἡ προκειμένη ἐστὶν ἐπιχείρησις οὐδὲ ἐκ κοινῶν ὁμολογημάτων ἐν τούτοις ἡ κατασκευὴ τῆς τοῦ κόσμου ἀιδιότητος ἀλλ’, εἴπερ ἄρα, ἐκ τῶν δοκούντων τῷ Πλάτωνι. καὶ διὰ τοῦτο ἴσως ἡμᾶς ἔδει μὴ πάνυ πως συγχωρεῖν ἀνεχομένους ταῖς ἀναποδείκτοις τοῦ Πλάτωνος ἀποφάνσεσιν (ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ᾗ φησιν ὁ τοῦ Πλάτωνος μαθητής, ὅσιον πανταχοῦ προτιμᾶν τὴν ἀλήθειαν), εἰ καὶ τῷ ὄντι ταῖς περὶ ψυχῆς δόξαις Πλάτωνος τὸ ἀγένητον εἶναι τὸν κόσμον καὶ ἄφθαρτον εἵπετο, μὴ πολὺν τούτου ποιεῖσθαι λόγον, μέχρις ἂν δι’ ἐναργῶν ἀποδείξεων τὰ ἡγούμενά τις κατασκευάσειεν· οὐδέποτε γὰρ ἂν ἔγωγε θείην οὐσίαν καὶ ὁρισμὸν εἶναι ψυχῆς τὸ αὐτοκίνητον· καὶ εἰ μή γε τὸν προκείμενον σκοπὸν παρεκβαίνειν ἤμελλον, αὐτὰ παραθεὶς τὰ πρὸς συνηγορίαν εἰρημένα τῷ Πρόκλῳ ἐν τοῖς εἰς Φαῖδρον ὑπομνηματικοῖς συντάγμασιν ὑπὲρ τοῦ τὸ αὐτοκίνητον οὐσίαν ψυχῆς εἶναι ἐναργῶς ἂν οἶμαι παρέστησα μηδὲν ὑγιὲς μηδὲ ἀναγκαῖον τὸν λόγον ἔχοντα. ἀλλὰ τοῦτο μὲν παρείσθω τὰ νῦν. συγχωρήσαντες δὲ τῷ Πλάτωνος δόγματι τῷ ὅρον εἶναι καὶ οὐσίαν ψυχῆς τὸ αὐτοκίνητον τιθεμένῳ καὶ τῷ τὸ αὐτοκίνητον ἀρχὴν εἶναι κινήσεως ἴδωμεν, εἴ τις ἐκ τούτων ἀνάγκη ἕπεται Πλάτωνι τὴν ψυχὴν ἀγένητόν τε εἶναι καὶ ἄφθαρτον λέγοντι καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον τίθεσθαι.
Aet Mund.249 καὶ ἐπειδὴ ἡ πᾶσα τοῦ παραλογισμοῦ ἡ σύστασις ἐκ τοῦ κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον ὑπὸ Πλάτωνος λέγεσθαι τὴν ἀρχὴν εἴληφεν, αὐτὸ δὴ τοῦτο ὅπως λέγεται ἐπισκέψασθαι ἄξιον καὶ εἰ ἀνάγκη τῇ ὑποθέσει ταύτῃ τὴν τοῦ κόσμου ἀιδιότητα ἕπεσθαι· εἰ γὰρ δειχθῇ, ὡς οὐδεμία ἐστὶν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι, οὐδὲν κωλύσει δηλονότι Πλάτωνα ἀγένητον μὲν εἶναι τὴν ψυχὴν ὑποτίθεσθαι καὶ ἀρχὴν εἶναι κινήσεως τὸ αὐτοκίνητον, γενητὸν δὲ τὸν κόσμον. γʹ. Τὸ τοίνυν ἀρχὴν εἶναι κινήσεως τὴν ψυχὴν ἢ ταὐτόν ἐστιν τῷ εἶναι αὐτῆς καὶ τῇ οὐσίᾳ ὡς ἐν τούτῳ τῆς ψυχῆς οὐσιωμένης ἐν τῷ ἀρχὴ εἶναι κινήσεως ἢ κατ’ ἄλλο μέν ἐστιν αὐτῇ τὸ εἶναι καὶ ἡ οὐσία, εἴτε τὸ αὐτοκίνητον εἴη οὐσία τῆς ψυχῆς ἢ ὁτιοῦν ἄλλο, κατ’ ἄλλο δὲ αὐτῇ ὑπάρχει τὸ ἀρχὴν εἶναι κινήσεως, ὥσπερ καὶ τῷ οἰκοδόμῳ κατ’ ἄλλο μὲν ὑπάρχει τὸ εἶναι καὶ ἡ οὐσία, κατ’ ἄλλο δὲ τὸ ἀρχῇ εἶναι καὶ αἰτίῳ οἰκοδομίας, καὶ τῷ διδασκάλῳ κατ’ ἄλλο μέν ἐστιν τὸ εἶναι, κατ’ ἄλλο δὲ τὸ κινητικῷ τοῦ μαθητοῦ εἶναι. εἰ μὲν οὖν ταὐτόν ἐστιν τῇ ψυχῇ τὸ εἶναι ψυχῇ καὶ τὸ κινήσεως εἶναι ἀρχῇ καὶ διὰ τοῦτο ἅμα τῷ εἶναι τὴν ψυχὴν ἀνάγκη πάντως καὶ τὸ κινούμενον ὑπ’ αὐτῆς εἶναι σῶμα, οὗπερ τῆς κινήσεως ἀρχή ἐστιν (ἡ γὰρ ἀρχὴ τινὸς ἀρχή), ἐπειδὴ μηδὲ τὸ ὑπὸ τῆς ψυχῆς κινούμενον σῶμα, καθὸ κινούμενον ὑπὸ ψυχῆς ἐστιν, ἄνευ τῆς κινούσης ψυχῆς εἶναι ἐνδέχεται (πᾶν γὰρ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται, ὡς ἐν τοῖς περὶ κινήσεως Ἀριστοτέλης ἀπέδειξεν), ἅμα ἄρα ἥ τε ψυχὴ καὶ τὸ ὑπὸ ψυχῆς κινούμενον σῶμα, καθὸ κινεῖται ὑπ’ αὐτῆς, ἢ εἰσὶν ἢ οὔκ εἰσιν.
Aet Mund.250 οὐκ ἄρα ἐνδέχεται τὴν ψυχὴν ἄνευ τοῦ κινουμένου σώματος εἶναι· εἰ γὰρ τούτου μέν ἐστιν ἀρχὴ κινήσεως, τὸ δὲ εἶναι ἀρχὴ κινήσεως οὐσία ἐστὶν ψυχῆς, ἡ δὲ οὐσία τῆς ψυχῆς, ἔστ’ ἂν ᾖ, ἐνεργείᾳ ἐστὶν τοῦτο, ὅπερ ἐστίν, καὶ οὐ δυνάμει, ἀρχὴ ἄρα κινήσεώς ἐστιν ἡ ψυχὴ ἐνεργείᾳ καὶ οὐ δυνάμει. ἀρχὴν δὲ κινήσεως κατ’ ἐνέργειαν εἶναι ἄνευ τοῦ κινουμένου ἀδύνατον. τὴν ἄρα ψυχὴν ἄνευ τοῦ κινουμένου ὑπ’ αὐτῆς σώματος εἶναι ἀδύνατον. ὥστε τὸ εἶναι τῇ ψυχῇ ἐν τῇ σχέσει τῇ πρὸς τὸ σῶμα συμβέβηκεν· εἰ γάρ τις καὶ σώματος χωρὶς αὐτὴν καθ’ αὑτὴν ὑφίστασθαι τὴν ψυχὴν ἐνδέχεσθαι λέγοι ἀρχὴν οὖσαν κινήσεως, δηλονότι ψυχὴν μὲν εἶναι κατ’ ἐνέργειαν συγχωρήσει, δυνάμει δὲ αὐτὴν ἀρχὴν εἶναι κινήσεως ὑποτίθεται. εἰ δὲ τοῦτο, κατ’ ἄλλο μὲν ἕξει τὸ εἶναι ἡ ψυχὴ καὶ τὴν οὐσίαν, κατ’ ἄλλο δὲ τὸ κινήσεως εἶναι ἀρχήν· εἰ γὰρ ταὐτὸν ἦν ψυχῇ τε εἶναι καὶ κινήσεως ἀρχῇ, θατέρου ἐνεργείᾳ ὄντος καὶ τὸ λοιπὸν ἐνεργείᾳ ἦν ἐξ ἀνάγκης. εἰ δὲ μὴ ἐν τούτῳ ἔχει τὸ εἶναι ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐδεμία ἔσται ἀνάγκη τῷ ἀίδιον εἶναι λέγοντι τὴν ψυχὴν εὐθὺς καὶ τὸν κόσμον ἀίδιον ὑποτίθεσθαι.
Aet Mund.251 εἰ ἄρα ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ κινήσεως εἶναι ἀρχή, οὐκ ἄν ποτε ὑποσταίη καθ’ αὑτὴν χωρὶς τοῦ κινουμένου σώματος· ὥσπερ γὰρ τὴν ἔνυλον τῶν σωμάτων ζωὴν χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ τὸ ἐν τούτῳ ἔχειν τὸ εἶναι ἐν τῷ σώματος εἶναι ζωὴν καὶ ὅλως τὴν ἄλογον ψυχὴν αὐτοκίνητον καὶ αὐτὴν οὖσαν καὶ ἀρχὴν κινήσεως κατὰ Πλάτωνα (ᾧ καὶ Πρόκλος ἐν τοῖς εἰς Φαῖδρον συγκατατίθεται ὑπομνήμασιν) χωρὶς σώματος ὑποστῆναι ἀδύνατον διὰ 〈τὸ ἐν〉 τούτῳ οὐσιῶσθαι ἐν τῷ σώματος εἶναι ζωτικήν τε καὶ κινητικήν, οὕτως δήπου καὶ τὴν τοῦ κόσμου ψυχήν, εἴπερ ἐν τούτῳ οὐσίωται ἐν τῷ κινήσεως εἶναι σώματος ἀρχήν, ἀδύνατον ἢ ὑποστῆναι χωρὶς σώματος ἢ ἐνέργειάν τινα χωριστὴν ἐνεργεῖν σώματος· εἰ γὰρ ἡ οὐσία οὐκ ἂν ὑποσταίη χωρὶς σώματος, πολλῷ δήπου μᾶλλον τὰς ἐνεργείας αὐτῆς χωρὶς σώματος ὑποστῆναι ἀδυνατώτερον· τοῦτο γὰρ Ἀριστοτέλει καλῶς ἐν τοῖς περὶ ψυχῆς ἀποδέδεικται καὶ πᾶσιν δοκεῖ, ὡς, εἴτε οὐσία τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἐνέργειαν ἕξει χωριστὴν σώματος (χωρισθεῖσα γὰρ ἡ οὐσία μάτην ἔσται ἐνεργείας ἁπάσης ἐστερημένη), εἴτε ἐνέργειά τις εἴη χωριστὴ σώματος, πάντως καὶ ἡ οὐσία, ἐξ ἧς ἡ τοιαύτη πρόεισιν ἐνέργεια, χωριστὴ ἔσται σώματος· οὐ γὰρ οἷόν τε τὴν ἐνέργειαν τῆς οὐσίας εἶναι κρείττονα· ἔσται δὲ κρείττων, εἴπερ χωριστὴ εἴη σώματος τῆς οὐσίας οὔσης ἀχωρίστου· κρείττονα δὲ εἶναι τῶν ἀχωρίστων τὰ χωριστὴν σωμάτων τὴν ὕπαρξιν ἔχοντα ὡμολόγηται· εἴπερ οὖν αἴτιον μὲν ἡ οὐσία, αἰτιατὸν δὲ ἡ ἐνέργεια, ἀδύνατον δὲ τοῦ αἰτίου τὸ αἰτιατὸν εἶναι κρεῖττον καὶ τοῦ παράγοντος εἰς τὸ εἶναι τὸ παραγόμενον, ἀδύνατον ἄρα τῆς ἐνεργείας χωριστῆς οὔσης σώματος μὴ καὶ τὴν οὐσίαν χωριστὴν πάντως εἶναι σώματος.
Aet Mund.252 ἀνάγκη ἄρα πᾶσα, εἴπερ ἡ οὐσία τῆς ψυχῆς ἀχώριστός ἐστιν σώματος, καὶ πᾶσαν ψυχῆς ἐνέργειαν ἀχώριστον εἶναι σώματος· ὅπερ ἐναργῶς ἐστιν ψεῦδος. δʹ. Φαίνονται γὰρ ἔτι ἐν τῷ σώματι οὖσαι αἱ ψυχαί, ἐπειδὰν τῆς πρὸς αὐτὸ σχέσεως καὶ προσπαθείας ἑαυτὰς ἀπαλλάξωσιν, χωριστὰς καὶ ἀσχέτους παντὸς σώματος τὰς νοερὰς ἐνεργείας ποιούμεναι· ‘ποῖον γὰρ μόριον‘, φησὶν Ἀριστοτέλης, ‘ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι‘. οὐκοῦν ἀνάγκη πᾶσα καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἐξ ἧς ἡ τοιαύτη ἐνέργεια πρόεισιν, χωριστὴν καὶ ἄσχετον εἶναι παντὸς σώματος, ὥσπερ οὖν καὶ Πλάτωνι καὶ τοῖς ἀρίστοις ἅπασιν τῶν φιλοσόφων ἔδοξεν· ἐντεῦθεν γὰρ αὐτῆς καὶ τὴν ἀθανασίαν ὁ Πλωτῖνος συνελογίσατο δείξας ἐκ τῶν χωριστῶν αὐτῆς ἐνεργειῶν, ὡς καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν εἶναι ἀνάγκη καὶ διὰ τοῦτο ἀθάνατον. εἰ δὲ χωριστὴ καὶ ἄσχετος παντὸς σώματος ἡ τῆς ψυχῆς ἐστιν οὐσία, οὐδ’ ἄρα ἐν τούτῳ οὐσίωται ἐν τῷ ἀρχὴν εἶναι κινήσεως· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐν τῇ πρὸς τὸ σῶμα σχέσει τὸ εἶναι καὶ τὴν ὕπαρξιν ἔχειν τὴν ψυχήν, ὡς ἐδείξαμεν· καὶ γὰρ ἄλλως ἄτοπον τὸ μὲν σῶμα, ᾗ σῶμά ἐστιν, ἐν μηδεμιᾷ σχέσει τῇ πρὸς τὴν ψυχὴν τὸ εἶναι ἔχειν, εἴ γε καὶ τοῖς ἐμψύχοις σώμασιν κατ’ ἄλλο μέν ἐστιν τὸ εἶναι σώμασιν κατ’ ἄλλο δὲ τὸ ἐμψύχοις εἶναι καὶ οὐδὲν εἰς τὸ εἶναι σώματα τῆς πρὸς τὴν ψυχὴν δέονται σχέσεως, τὴν δὲ ἀσώματον ψυχὴν καὶ νοερὰν καὶ ἀθάνατον μὴ δύνασθαι χωρὶς σώματος ὑφίστασθαι λέγειν, εἴπερ ἐν τῷ εἶναι ἀρχὴ κινήσεως τὴν ὕπαρξιν ἔχει· τοῦτο γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ καὶ σωμάτων χείρονα τὴν νοερὰν τῆς ψυχῆς οὐσίαν ποιεῖν.
Aet Mund.253 ὅτι δὲ καὶ αὐτὸς οἶδεν ὁ Πρόκλος, ὡς κατ’ ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατ’ ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, καὶ ὅτι, εἴτε θεωρεῖ εἴτε ζωοποιεῖ τὸ σῶμα εἴτε ἄλλην τινὰ κίνησιν αὐτὸ κινεῖ, ταῦτα πάντα ἐνέργεια ψυχῆς ἐστιν καὶ οὐκ οὐσία, ἦν μὲν ἐκ πολλῶν αὐτοῦ καὶ ἄλλων συγγραμμάτων πιστώσασθαι, ἀρκέσει δὲ καὶ μίαν ἐκ τῶν εἰς τὸν Φαῖδρον ὑπομνημάτων περικοπὴν παραθέσθαι· τὸν γὰρ προκείμενον περὶ ψυχῆς λόγον τὸν Πλάτωνος ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως ‘εἰδέναι δεῖ, ὅτι ἐν μὲν τῷ Φαίδωνι διὰ τῆς ἀναμνήσεως κατεσκεύαζεν, ὅτι ἀθάνατος ἡ ψυχή, καὶ διὰ τῆς πρὸς τὰ θεῖα ὁμοιώσεως καὶ διὰ τοῦ ἑτέροις ζωὴν χορηγεῖν· ταῦτα δὲ πάντα ἐνέργειαί εἰσιν τῆς ψυχῆς· ὥστε ἐν Φαίδωνι ἐκ τῶν ἐνεργειῶν τῆς ψυχῆς προήγετο ἡ ἀπόδειξις. ἐνταῦθα δὲ τὴν ἀπόδειξιν ἐκ τῆς οὐσίας λαμβάνει τῆς ψυχῆς· ὅσῳ οὖν ἡ οὐσία τῆς ψυχῆς τελειοτέρα καὶ κρείττων τῆς ἐνεργείας αὐτῆς, τοσούτῳ καὶ ἡ ἐνταῦθα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς ἀπόδειξις κρείττων καὶ ἀκριβεστέρα τῆς ἐν Φαίδωνι· ἀπὸ γὰρ τῆς οὐσίας τῆς ψυχῆς δείκνυται, ὅπερ ἐστὶν τῆς αὐτοκινησίασ‘.
Aet Mund.254 εἰ τοίνυν τὸ ζωὴν χορηγεῖν ἑτέροις, τουτέστιν τοῖς σώμασιν, ἐξ ἧς ζωῆς πᾶσα ἐνέργεια καὶ πᾶσα κίνησις τοῖς ἐμψύχοις σώμασιν γίνεται, ἐνέργειαν εἶναί φησιν τῆς ψυχῆς ὁ Πρόκλος, οὐκ οὐσίαν, οὐσίαν δὲ τὴν αὐτοκινησίαν, οὐκ ἄρα ταὐτὸν οὐσία ψυχῆς καὶ τὸ κινήσεως αὐτὴν εἶναι αἰτίαν καὶ ἀρχήν, ἀλλ’ ἡ μὲν αὐτοκινησία κατὰ Πλάτωνα οὐσία ἐστὶν ψυχῆς, τὸ δὲ εἶναι κινήσεως ἀρχὴν δύναμίς τίς ἐστιν τῆς ψυχῆς, ἐξ ἧς ἡ ζωτική τε καὶ κινητικὴ τῶν σωμάτων ἐνέργεια πρόεισιν. δέδεικται ἄρα ἐκ τῶν εἰρημένων, ὡς οὐκ ἐνδέχεται ἐν τούτῳ οὐσιῶσθαι τὴν ψυχὴν λέγειν ἐν τῷ ἀρχὴν εἶναι κινήσεως. ὥστε οὐδὲ τῷ ἀγένητον εἶναι καὶ ἄφθαρτον τὴν οὐσίαν τῆς ψυχῆς λέγοντι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὑποτίθεσθαι συνεισάγεται. εʹ. Εἰ δὲ κατ’ ἄλλο μέν ἐστιν τῇ ψυχῇ τὸ εἶναι καὶ ἡ οὐσία, κατ’ ἄλλο δὲ τὸ ἀρχῇ κινήσεως εἶναι, ἐνέργεια πάντως ἢ δύναμίς ἐστιν τῆς ψυχῆς, καθ’ ἣν κινήσεώς ἐστιν ἀρχή, ὥσπερ καὶ ὁ διδάσκαλος ἀρχὴ κινήσεως ὢν τοῦ μαθητοῦ οὐ καθὸ ἄνθρωπός ἐστιν ἀρχὴ κινήσεως τοιαύτης (οὕτω γὰρ ἂν πᾶς ἄνθρωπος ἅμα τῷ εἶναι ἄνθρωπος εὐθὺς καὶ διδάσκαλος ἦν) ἀλλὰ κατά τινα τῶν περὶ τὴν οὐσίαν αὐτοῦ δύναμιν ἢ ἐνέργειαν. τούτου οὖν οὕτως ἔχοντος καὶ ἀποδεδειγμένου τοῦ δύναμιν εἶναι ψυχῆς ἢ ἐνέργειαν, καθ’ ἣν κινήσεως ἀρχὴ γίνεται, εἰ μὲν ἔχει τις δεικνύειν πᾶσαν δύναμιν ψυχῆς εὐθὺς συνεπομένην ἔχουσαν τὴν ἐνέργειαν ἤγουν πάσας τὰς τῆς ψυχῆς ἐνεργείας ἀιδίους οὔσας, συγχωρήσομεν καὶ καθὸ κινήσεώς ἐστιν ἀρχὴ ἡ ψυχὴ ἀιδίως αὐτὴν ἐνεργεῖν, τουτέστιν σῶμά τι κινεῖν ἀιδίως, εἰ δὲ μὴ ἀίδιοι αἱ τῆς ψυχῆς ἐνέργειαι μήτε αἱ γνωστικαὶ μήτε αἱ πρακτικαί, ἀλλ’ ἐξ ἀγνοίας τε εἰς γνῶσιν μεταβάλλει καὶ ἔμπαλιν ἀπὸ γνώσεως ἐπὶ λήθην καὶ ἄγνοιαν ἔκ τε κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀρετῆς αὖ πάλιν εἰς κακίαν, ποία ἔτι ἀνάγκη φαίνεται τὴν κινητικὴν τῶν σωμάτων τῆς ψυχῆς δύναμιν ἀιδίως ἐνεργεῖν; ἔσται οὖν ποτε δυνάμει κινήσεως ἀρχὴ καὶ οὐκ ἐνεργείᾳ, ὡς καὶ δυνάμει ἐπιστήμων καὶ οὐκ ἐνεργείᾳ ἔστιν ποτέ.
Aet Mund.255 ἄλλως τε παντὶ δῆλόν ἐστιν, ὅτι αἱ ἐπιστρεπτικαὶ πρὸς αὐτὴν τῆς ψυχῆς ἐνέργειαι καὶ ἔτι αἱ νοερώτεραι καὶ πρὸς τὸ θεῖον ἀναγωγοὶ ἀσυγκρίτως ὑπερέχουσιν τῶν περὶ τὸ σῶμα αὐτῆς ἐνεργειῶν καὶ τοσοῦτον ἴσως, ὅσον καὶ ψυχὴ σώματος ὑπερέχει, μᾶλλον δὲ ὅσον τὰ νοητὰ καὶ νοῦς ἵνα μὴ λέγω καὶ ὁ θεὸς αὐτὸς ἀσυγκρίτῳ ὑπεροχῇ τῆς τῶν σωμάτων ὑπεραναβέβηκε φύσεως, εἴπερ αἱ μὲν νοεραὶ τῆς ψυχῆς ἐνέργειαι θεῷ συνάπτουσιν αὐτήν, αἱ δὲ ἕτεραι σώμασιν. εἰ τοίνυν αἱ κρείττους τῆς ψυχῆς ἐνέργειαι, αἱ νοεραί φημι καὶ ἀναγωγοί, οὐκ ἀίδιοι, πολλῷ δήπου μᾶλλον αἱ χείρονες καὶ καταγωγοὶ οὐκ ἂν εἶεν ἀίδιοι· εἰ γὰρ τῷ κρείττονι τὸ κρεῖττον ἀνάγκη προσεῖναι καὶ οὐκ ἔμπαλιν τῷ χείρονι τὸ κρεῖττον, τὸ δὲ ἀίδιον τοῦ φθαρτοῦ κρεῖττον, δῆλον, ὡς, εἰ μὴ ταῖς νοεραῖς ἐνεργείαις τὸ ἀίδιον πρόσεστιν, πολλῷ δήπου μᾶλλον ταῖς τοῦ σώματος κινητικαῖς τῆς ψυχῆς ἐνεργείαις χείροσιν οὔσαις ἐκείνων οὐκ ἂν προσείη τὸ ἀίδιον.
Aet Mund.256 καὶ ἄλλως· αἱ νοεραὶ τῆς ψυχῆς ἐνέργειαι καὶ κατὰ φύσιν αὐτῆς εἶναι παρὰ πᾶσιν ὡμολόγηνται, εἴπερ νοητή τέ ἐστιν καὶ νοῦς, αἱ δὲ τῶν σωμάτων κινητικαὶ παρὰ φύσιν τῷ λόγῳ καὶ οὐ συμπληρωτικαὶ τῆς οὐσιώδους αὐτοῦ τυγχάνουσιν τελειότητος· οὐ γὰρ ἐκ τοῦ κινεῖν τὰ σώματα ἡ οὐσιώδης τοῦ λόγου ἰδιότης χαρακτηρίζεται· φύσεως γὰρ μᾶλλον καὶ ἀλόγου δυνάμεως τοῦτο ἴδιον, οὐ λογικῆς τε καὶ νοερᾶς οὐσίας. εἰ τοίνυν αἱ λογικαί τε καὶ τελειωτικαὶ τῆς ἡμετέρας ψυχῆς ἐνέργειαι οὐκ ἀίδιοι, πολλῷ δήπου μᾶλλον αἱ σωματικαὶ καὶ οἷον παρὰ φύσιν τε καὶ ἀλλότριαι οὐκ ἂν εἶεν ἀίδιοι. εἰ δὲ μὴ ἀίδιοι αἱ περὶ τὸ σῶμα τῆς ψυχῆς ἐνέργειαι, οὐδὲ σῶμα ἄρα ἀίδιον ἐξῆφθαι τῆς ψυχῆς ἐνδέχεται. ϛʹ. Ἔστιν δὲ καὶ οὕτως ἐπιχειρεῖν εἰς τὸ προκείμενον. αἱ σωματικαὶ πᾶσαι κινήσεις ἢ ἁπλῶς μεταβολαὶ τέσσαρές εἰσιν κατὰ γένος, ἐν μὲν οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ ποσῷ αὔξησις καὶ μείωσις, ἐν ποιῷ ἀλλοίωσις, ἐν τόπῳ φορά· ταύτης δὲ ἡ μέν ἐστιν κατ’ εὐθείαν ὥσπερ ἡ τῶν στοιχείων (τούτων γὰρ τὰ μὲν κάτωθεν ἄνω, τὰ δὲ ἄνωθεν κινεῖται κάτω), ἡ δὲ περιφορὰ ὥσπερ ἡ τῶν οὐρανίων. εἰ τοίνυν ἀρχὴ καὶ αἰτία τῆς τῶν σωμάτων κινήσεώς ἐστιν ἡ ψυχὴ καὶ διὰ τοῦτο ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι ἀιδίως κινεῖ τὰ σώματα, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἀνάγκη πάντως κατὰ μίαν τούτων τῶν κινήσεων ἢ πάσας ἢ πλείονας καὶ ἀιδίως κινεῖν τὸ σῶμα τὴν ψυχήν.
Aet Mund.257 οὐκοῦν, εἰ τὸ κινοῦν ἀιδίως κινεῖ, καὶ τὸ κινούμενον ἀιδίως κινεῖται καὶ ἡ κίνησις ἀίδιος ἔσται οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχουσα. σκοπητέον οὖν, εἴ τις τῶν ἀπηριθμημένων κινήσεων ἀίδιός ἐστιν· εἰ γὰρ μηδεμία εἴη ἀίδιος, οὐδὲ τὸ κινούμενον ἀιδίως κινηθήσεται οὔτε ἡ κινοῦσα ψυχὴ ἀιδίως κινήσει. ὅτι μὲν οὖν οὔτε γένεσις οὔτε φθορὰ οὐδεμία ἄναρχός ἐστιν καὶ ἀτελεύτητος, παντὶ δῆλον· τὸ γὰρ γινόμενον εἴς τι πέρας τὸ εἶδος παύεται, οἷον ἡ τῆς οἰκίας γένεσις ἀρχὴν μὲν ἔχει τὴν τῶν θεμελίων, πέρας δὲ τὸ τῆς οἰκίας σχῆμα· ὁμοίως καὶ ἐπὶ τῶν φύσει γινομένων ἀρχὴ μὲν γενέσεως ἡ τοῦ σπέρματός ἐστιν καταβολή, πέρας δὲ ἡ τοῦ φυσικοῦ εἴδους τελείωσις, οἷον εἰ τύχοι τοῦ ἀνθρωπείου· ὁμοίως δὲ καὶ τὸ φθειρόμενον εἰς πέρας τὴν στέρησιν καὶ τὸ μὴ ὂν καταλήγει. καὶ ἵνα συντόμως εἴπω, εἰ ἡ γένεσις ὁδός ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ ἡ φθορὰ ὁδὸς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἀδύνατόν ἐστιν γένεσιν ἢ φθορὰν ἄναρχον εἶναι καὶ ἀτελεύτητον περατουμένας ὑπό τε τοῦ ὄντος καὶ ὑπὸ τοῦ μὴ ὄντος. ἀλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαί τι ἀιδίως ἐνδέχεται· ἔστιν γὰρ καὶ στάσις καὶ ὅρος ἐν τοῖς πράγμασιν καὶ οὐ καθ’ Ἡράκλειτον ἐν κινήσει τὰ πάντα ἐστίν· πάλιν γὰρ καὶ ἡ ἀλλοίωσις κίνησις οὖσα ὑπὸ δύο εἰδῶν περιέχεται τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ· οἷον ἡ λεύκανσις ὁδός ἐστιν ἐκ μέλανος ἐπὶ τὸ λευκόν, ἐφ’ ὃ γενόμενον τὸ ἀλλοιούμενον καὶ λευκανθὲν ἵσταται λοιπὸν ἐν τούτῳ. ἀλλὰ δὴ καὶ κατ’ ἐνέργειαν αἴσθησις ἀλλοίωσίς τις οὖσα τῶν αἰσθήσεων ὅτι γίνεσθαι καὶ φθείρεσθαι πέφυκε, προφανές· οὔτε γὰρ ὁρῶμεν κατὰ συνέχειαν οὔτε ἀκούομεν οὔτε κατ’ ἄλλην τινὰ αἴσθησιν αἰσθανόμεθα ὅ τε ὕπνος οὐδὲν ἕτερόν ἐστιν ἢ ἠρεμία αἰσθήσεων.
Aet Mund.258 τὰ αὐτὰ καὶ περὶ αὐξήσεως καὶ φθίσεώς φαμεν· οὐ γὰρ ἐπ’ ἄπειρον αὔξεται τὰ σώματα, ἀλλ’ εἰς τὸ κατὰ φύσιν φθάσαντα μέτρον ἠρεμεῖ· ὥστε καὶ ἡ ἐναντία τῇ αὐξήσει φθίσις πεπέρασται. λείπεται οὖν περὶ τῶν κατὰ τόπον κινήσεων σκοπεῖν, εἴ τις τούτων ἐστὶν ἀίδιος. ὅτι μὲν οὖν τὰ κατ’ εὐθεῖαν κινούμενα καὶ ἀρχὴν καὶ πέρας ἔχει τῆς κινήσεως καὶ ὑπὸ ἠρεμίας ἑκατέρωθεν (πρό τε τῆς ἀρχῆς φημι καὶ μετὰ τὸ τέλος) περιέχεται, ἱκανῶς Ἀριστοτέλει δέδεικται· εἰ γὰρ ἡ μὲν κίνησις ἐν μεγέθει, μέγεθος δὲ ἄπειρον οὐκ ἔστιν, οὐδ’ ἂν κίνησις κατ’ εὐθεῖαν ἄπειρος εἴη. ἀλλ’ οὐδὲ ἀνακάμψαι κατὰ συνέχειαν ἄνευ ἠρεμίας ἐνδέχεται κατ’ εὐθεῖαν κινούμενα· οἷον τὸ ἄνωθεν κάτω κινηθὲν εἰ ἀνακάμψοι καὶ αὖθις κάτωθεν ἄνω κινηθείη, πάντως ἠρεμία μεταξὺ τῶν ἐναντίων ἔσται κινήσεων· καὶ τοῦτο γὰρ Ἀριστοτέλης ἀπέδειξεν. περὶ δὲ τῆς κατὰ κύκλον κινήσεως, ἣν τὰ οὐράνια κινεῖται σώματα, ὅτι μὲν οὔτε αὕτη ἐστὶν ἀίδιος, ἐντελέστερον μὲν ἐν ταῖς πρὸς Ἀριστοτέλην περὶ τῆς τοῦ κόσμου ἀιδιότητος ἀντιρρήσεσιν θεοῦ διδόντος ἀποδειχθήσεται· πλειόνων γὰρ ἡμῖν πρὸς τοῦτο δεήσει λόγων· εἰ δὲ ἱκανῶς ἡμῖν ἐν τῷ πρώτῳ δέδεικται λόγῳ, ὡς ἀδύνατον ἀίδιον εἶναι τὴν τοῦ κόσμου γένεσιν (ὥσπερ οὖν καὶ ἐντελέστερον ἰδίᾳ δειχθήσεται, ἐπειδὰν τὴν ἐκ πασῶν τῶν ἀποριῶν ὄχλησιν ἀποσκευασώμεθα), δῆλον, ὅτι οὐδὲ τὴν κύκλῳ κίνησιν ἀίδιον ἐνδέχεται εἶναι.
Aet Mund.259 εἰ οὖν μηδεμία σώματος κίνησις ἀίδιος, οὐδὲ σῶμα ἔσται ἀιδίως κινούμενον οὐδὲ ἡ ψυχὴ ἀίδιον κινεῖ σῶμα. ἐνδέχεται ἄρα τὴν μὲν ψυχὴν τοῦ κόσμου εἶναι ἀίδιον κατὰ Πλάτωνα, τὸν δὲ κόσμον μὴ εἶναι ἀίδιον. ζʹ. Οὐδὲ πάνυ δὲ νῦν ἡμᾶς ὁ περὶ τῆς κύκλῳ κινήσεως κατεπείγει λόγος· περὶ γὰρ τῶν ἡμετέρων ψυχῶν ἐν Φαίδρῳ τὸν λόγον ὁ Πλάτων ποιούμενος καὶ τούτων τὴν ἀθανασίαν ἀποδεῖξαι βουλόμενος ὡρίσατο ψυχῆς οὐσίαν εἶναι τὸ αὐτοκίνητον, τὸ δὲ αὐτοκίνητον ἀρχὴν εἶναι τῆς τῶν σωμάτων κινήσεως. δῆλον δέ που παντί, ὡς οὐδὲν φαίνεται σῶμα ἐν ἡμῖν κυκλικὴν κινούμενον κίνησιν· πᾶν μὲν γὰρ ζῷον ὅλον ἐξ ὅλου τὸν τόπον μετέρχεται, οὐδὲν δὲ τῶν κυκλοφορουμένων σωμάτων ὅλον ἐξ ὅλου τόπον ἀμείβει, πάντα δὲ περὶ τὰ ἴδια κέντρα ἀκίνητα μένοντα περιπολεῖ· οὐδὲν ἄρα ζῷον ἔχει τι σῶμα τὴν κύκλῳ κινούμενον κίνησιν. οὐκ ἄρα κινήσεως ἀρχὴν εἶναι λέγων ὁ Πλάτων τὸ αὐτοκίνητον τῆς κατὰ κύκλον κινήσεως ἀρχὴν αὐτὸ εἶναί φησιν· πάσης μὲν γὰρ ψυχῆς ὅρον εἶναί φησιν τὸ αὐτοκίνητον· οὐ πᾶσα δὲ ψυχὴ κυκλοφορούμενον κινεῖ σῶμα (οὐδὲν γὰρ τῶν ὑπὸ σελήνην φύσει κυκλικὴν κινεῖται κίνησιν)· οὐκ ἄρα τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον.
Aet Mund.260 ἄλλως τε ὁ μὲν Πρόκλος ἀπροαιρέτως φησὶν καὶ αὐτῷ τῷ εἶναι κινήσεως ἀρχὴν καὶ αἰτίαν εἶναι τὴν ψυχήν, τὴν δὲ κατὰ τόπον κίνησιν οὐκ ἀπροαιρέτως καὶ αὐτῷ μόνῳ τῷ εἶναι κινοῦσα ἡ ψυχὴ τὰ σώματα φαίνεται, ἀλλὰ κατ’ ὄρεξιν καὶ προαίρεσιν· εἰ γὰρ αὐτῷ τῷ εἶναι ἐκίνει τοπικῶς τὰ σώματα ἡ ψυχή, συνεχὴς ἂν ἦν ἡ κίνησις καὶ οὐδέποτ’ ἂν ἐν τῷ αὐτῷ τόπῳ τὰ τῶν ζῴων ἠρέμει σώματα, εἴπερ ἀεὶ μὲν τὴν κινητικὴν ἔχει δύναμιν ἡ ψυχή, ἀπροαιρέτῳ δὲ φύσεως δυνάμει κινοίη· νῦν δὲ πᾶσα ἡ κατ’ εὐθεῖαν κίνησις ἐξ ἠρεμίας τε ἄρχεται καὶ εἰς ἠρεμίαν καταλήγει· οὐκ ἄρα ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι τὴν κατ’ εὐθεῖαν κίνησιν κινεῖ τὰ σώματα ἡ ψυχή. εἰ δὲ ἡ κατ’ εὐθεῖαν κίνησις κατὰ τόπον οὖσα κίνησις κατ’ ὄρεξιν τῆς ψυχῆς καὶ προαίρεσιν γίνεται καὶ οὐκ αὐτῷ τῷ εἶναι ἀβουλήτως, ἀκόλουθον ἂν εἴη, καὶ εἴ τις κύκλῳ κίνησις ὑπὸ τῆς ψυχῆς γίνοιτο, καὶ αὐτὴν καθ’ ὁρμὴν τῆς ψυχῆς καὶ προαίρεσιν, ἐπεὶ καὶ ἡ κατὰ κύκλον κίνησις κατὰ τόπον ἐστὶν κίνησις. πῶς δὲ οὐχὶ καὶ ἄλογον ἑκάστην μὲν τῶν κατὰ μέρος ψυχῶν καθ’ ὁρμὴν καὶ προαίρεσιν κινεῖν τοπικῶς τὸ ὑποκείμενον αὐτῇ σῶμα, μόνην δὲ τὴν τοῦ παντὸς ψυχὴν τὸν τῆς ἀλόγου φύσεως τρόπον ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τοῦ κόσμου κινήσεως; εἰ δὲ κατὰ προαίρεσιν τῆς ψυχῆς ἡ τοπικὴ γίνεται κίνησις, ὁ δὲ Πρόκλος φησίν, ὅτι οὐ προαιρετικῶς ἀλλ’ αὐτῷ τῷ εἶναι αὐτοκίνητός ἐστιν καὶ ἀρχὴ κινήσεως ἡ ψυχή, οὐκ ἄρα τῆς κατὰ τόπον κινήσεως ἀρχὴν εἶναί φησιν τὴν ψυχὴν ὁ Πλάτων· ἡ δὲ κύκλῳ κίνησις κατὰ τόπον ἐστὶν κίνησις· καὶ ἐξ αὐτῶν ἄρα τῶν ὑπὸ τοῦ Πρόκλου λεγομένων δέδεικται, ὡς οὐ τῆς κύκλῳ κινήσεως ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον.
Aet Mund.261 οὐδεμία δὲ τῶν ἄλλων κινήσεων ἀίδιος εἶναι παρὰ πᾶσιν ὡμολόγηται· οὐκ ἄρα κινήσεως ἀιδίου ἀρχὴν εἶναί φησιν ὁ Πλάτων τὸ αὐτοκίνητον. ὥστε οὐδὲ εἰ τῇ τοῦ παντὸς ψυχῇ ὁ τῶν ἡμετέρων ψυχῶν ἐφαρμόζοι ὁρισμός, ἤδη διὰ τοῦτο ἀνάγκη τῷ ἀγένητον καὶ ἄφθαρτον λέγεσθαι τὴν ψυχὴν παρὰ τοῦ Πλάτωνος καὶ τὸν κινούμενον ὑπ’ αὐτῆς κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον. ηʹ. Ἀλλὰ δὴ κἂν πάσης κινήσεως καὶ αὐτῆς τῆς κατὰ τόπον ἀρχὴν εἶναι θῶμεν τὸ αὐτοκίνητον, οὐδ’ οὕτως οὐδεμία φαίνεται ἀνάγκη ἅμα τῇ ψυχῇ καὶ τὸ κινούμενον ὑπ’ αὐτῆς εἶναι σῶμα. ἀρχὴν μὲν γὰρ οὖσαν κινήσεως τὴν ψυχὴν ἀγένητον εἶναί φησιν ὁ Πλάτων (τὴν γὰρ ἀρχὴν εἶναι ἀγένητον) οὐ καλῶς λέγων, ὡς ἔμοιγε φαίνεται· ἐπεὶ καὶ αἱ ἄλογοι ψυχαὶ 〈ἀρχαὶ〉 τῆς τῶν ἀλόγων σωμάτων εἰσὶν κινήσεως αὐτοκίνητοι καὶ αὐταὶ κατὰ Πλάτωνα οὖσαι καὶ διὰ τοῦτο ἑκάστη κινήσεως οὖσα ἀρχή, ἀλλ’ ὅμως οὐκ ἀγένητοι· καὶ τῆς ἐν τῷ λίθῳ δὲ κατὰ φύσιν ἐπὶ τὸ κάτω κινήσεως ἡ ἐν αὐτῷ φύσις ἐστὶν αἰτία καὶ ἀρχὴ καὶ ἡ ἐν τῷ πυρὶ τῆς ἐπὶ τὸ ἄνω, καὶ οὐδεὶς ἂν εἰπεῖν τολμήσειεν, ὡς ἡ ἐν τοῖς μερικοῖς σώμασιν φύσις ἐστὶν ἀγένητος. πλὴν κἂν συγχωρηθείη κατὰ Πλάτωνα ἀγένητος εἶναι ἡ ψυχὴ καὶ ἀρχὴ κινήσεως, οὐδεμία ἀνάγκη φαίνεται ἅμα τῇ ἀρχῇ καὶ τὰ ὧν ἐστιν ἀρχὴ εἶναι, ἐπεὶ μὴ ἐν τούτῳ οὐσίωται ἡ ψυχὴ ἐν τῷ εἶναι κινήσεως σώματος ἀρχή, ὡς δέδεικται· καὶ γὰρ ὁ οἰκοδόμος τῆς κατὰ τὴν οἰκοδομίαν κινήσεως αἴτιός ἐστιν καὶ ἀρχὴ καὶ ὁ διδάσκαλος τῆς κατὰ τὸ μανθάνειν τοῦ μαθητοῦ κινήσεως, ἀλλ’ οὐχ ἅμα τῷ εἶναι τὸν οἰκοδόμον ἢ τὸν διδάσκαλον εὐθὺς καὶ τὸ οἰκοδομούμενον ἔστιν ἢ διδασκόμενον, ἐπεὶ μὴ ἐν τούτῳ τὸ εἶναι ἔχουσιν ὅ τε οἰκοδόμος καὶ ὁ διδάσκαλος ἐν τῷ εἶναι ἀρχὴ κινήσεως· καὶ ὁ θεὸς δὲ πρωτίστη ἐστὶν αἰτία καὶ ἀρχὴ πάντων τῶν ὄντων καὶ ἐσομένων, ἀλλ’ οὐχ ἅμα τῷ θεῷ τὰ πάντα συνυφέστηκεν, εἴπερ ἔστιν ἐν τῷ παντὶ καὶ γενητὰ καὶ φθαρτά.
Aet Mund.262 καὶ τὸ δὴ μεῖζον· ἀνάγκη που πάντως καὶ αὐτῆς 〈τῆσ〉 τῶν γενητῶν καὶ φθαρτῶν σωμάτων κινήσεως ἀρχὴν εἶναι τὴν ψυχὴν καὶ αἰτίαν· ἀπὸ ψυχῆς γὰρ ἡ τῶν ζῴων γίνεται κίνησις· εἰ τοίνυν καὶ τῆς τοῦ γενητοῦ καὶ φθαρτοῦ σώματος κινήσεως ἀρχή ἐστιν ἡ ψυχή, ἀγένητος δὲ ἡ ψυχὴ κατὰ Πλάτωνα, τὸ δὲ σῶμα τοῦτο οὐκ ἀγένητον, οὐκ ἄρα ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὴν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ σώματος κινήσεως καὶ τὸ κινούμενον σῶμα εἶναι ἀνάγκη. εἰ γὰρ καὶ συγχωρηθείη μὴ ἀμέσως τὸ φθαρτὸν σῶμα ὑπὸ τῆς ψυχῆς κινεῖσθαι ἀλλὰ διὰ τοῦ ἀιδίου μέσου, ὥς φησιν ὁ Πρόκλος, ἀνάγκη πᾶσα ἢ αὐτὴν τὴν ψυχὴν καὶ τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀρχὴν εἶναι αὐτοὺς ὑποτίθεσθαι ἢ τὸ ἀίδιον σῶμα ἢ ἀμφότερα· ὁποῖον δ’ ἄν τις ὑπόθοιτο, συγχωρήσει ἐξ ἀνάγκης τὴν μὲν ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ φθαρτοῦ σώματος κινήσεως ἀίδιον εἶναι κατ’ αὐτούς, αὐτὸ δὲ τὸ κινούμενον γενητὸν εἶναι καὶ φθαρτόν.
Aet Mund.263 οὐδεμία ἄρα ἀνάγκη, εἰ ἡ τινὸς ἀρχὴ ἀγένητος εἴη, καὶ αὐτὸ εἶναι ἀγένητον. θʹ. Εἰ δέ, καθὸ ζωοποιεῖ τὰ σώματα ἡ ψυχή, κατὰ τοῦτο κινήσεως αὐτὴν ἀρχὴν παρὰ Πλάτωνος λέγεσθαι φήσουσιν, ὅθεν ἀπροαιρέτως αὐτῷ μόνον τῷ παρεῖναι ζωοποιεῖν τὸ σῶμα καὶ διὰ τοῦτο δεῖν εἶναι πάντως τὸ ἀιδίως ὑπ’ αὐτῆς ζωοποιούμενον, πρῶτον μὲν ἐπισκέψεως ἄξιον, τίς ποτέ ἐστιν ἡ ζωή, ἣν τοῖς σώμασιν ἡ ψυχὴ ἐπιφέρει, ἔπειτα δέ, εἰ ἐνδέχεται τὴν τοιαύτην ζωὴν εἶναι ἀίδιον. ἀνάγκη δήπου πᾶσα, καθὸ διαφέρει τὰ ζῶντα σώματα τῶν ἀμοιρούντων ζωῆς, τοῦτο εἶναι τὴν ζωὴν τὴν παρὰ τῆς ψυχῆς ἐπιφερομένην τοῖς σώμασιν· διαφέρει δὲ τῶν μὴ ζώντων τὰ ζῶντα σώματα τῷ αἰσθάνεσθαί τε καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς καὶ προσέτι ὀρέξει τε καὶ τῇ καθ’ ὁρμὴν τῆς ψυχῆς τοπικῇ κινήσει· ὥστε πᾶσα ἡ σωματικὴ ζωὴ ἐν τούτοις περιείληπται. τούτων δὲ ἕκαστον ἢ δυνάμει θεωρεῖται ἐν τοῖς ζῶσιν σώμασιν ἢ ἐνεργείᾳ (δυνάμει δὲ τῇ καθ’ ἕξιν δηλονότι). ὅτι μὲν οὖν οὐδεμία τῶν τοιούτων ἐνεργειῶν τῆς ψυχῆς ἀίδιός ἐστιν (οὔτε αἴσθησίς φημι οὔτε ἡ κατὰ τόπον κίνησις οὐκ αὔξησις οὐ μείωσις οὐδὲ ἄλλο τῶν ἀπηριθμημένων οὐδέν), ἐξ αὐτῆς τῆς ἐναργείας μικρῷ πρόσθεν ἡμῖν ἀποδέδεικται· ὥστε οὐκ ἔστιν αὐτῷ τῷ εἶναι τῆς κατ’ ἐνέργειαν τῶν σωμάτων ζωῆς ἀρχὴ καὶ αἰτία ἡ ψυχή.
Aet Mund.264 εἰ δὲ τῆς καθ’ ἕξιν ζωῆς ἀρχὴν καὶ αἰτίαν ἐξ ἀιδίου φησὶν τὴν ψυχὴν καὶ ταύτην ἅμα τῷ εἶναι ἐπιφέρειν τοῖς σώμασιν, πρῶτον μὲν οὐδεμία ἕξις οὐδ’ ὅλως δύναμις κίνησίς ἐστιν· εἰ γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ αὔξησις κίνησις, δηλονότι ἡ καθ’ ἕξιν καὶ ὅλως ἡ κατὰ δύναμιν ἠρεμία ἂν εἴη αἰσθήσεως καὶ αὐξήσεως· οὐ γὰρ ἐκ κινήσεως εἰς κίνησιν ἡ μεταβολὴ γίνεται ἐπὶ τῶν κατ’ εὐθεῖαν κινουμένων ἀλλ’ ἐξ ἠρεμίας εἰς κίνησιν, ὥσπερ οὖν καὶ ἐκ κινήσεως εἰς ἠρεμίαν· καὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος· οὐκ ἄρα ἡ κατὰ δύναμιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν, ἠρεμία δὲ μᾶλλον. ὥστε κινήσεως ἀρχὴν εἶναι λέγων τὸ αὐτοκίνητον ὁ Πλάτων οὐκ ἂν εἴη τὴν κατὰ δύναμιν τῶν σωμάτων ζωὴν κίνησιν λέγων. οὐκοῦν οὐκ ἀναγκασθήσεται ἄρα Πλάτων ἐκ τοῦ λέγειν κινήσεως ἀρχὴν εἶναι τὸ αὐτοκίνητον, τὸ δ’ αὐτοκίνητον ἀγένητον εἶναι καὶ ἄφθαρτον καὶ τὸν κόσμον ἀγένητον εἶναι λέγειν καὶ ἄφθαρτον, εἰ μήτε ἡ καθ’ ἕξιν τῶν σωμάτων ζωὴ κίνησίς ἐστιν μήτε αἱ κατ’ ἐνέργειαν ζωτικαὶ αὐτῶν κινήσεις ἀίδιοί εἰσιν. ὥστε, καθὸ δύναταί ποτε κινεῖν τὸ σῶμα ἡ ψυχή, ἀρχὴν εἶναι κινήσεώς φησιν αὐτὴν καὶ οὐ, καθὸ ἀιδίως κινεῖ· ἄλλως γὰρ συμφωνεῖν ἡ Πλάτωνος ὑπόθεσις τῇ φύσει τῶν πραγμάτων οὐ δύναται, ὡς ἀπεδείξαμεν. ὥστε, εἰ δεῖ τὸν Πλάτωνα μήτ’ ἀσυλλόγιστα συλλογίζεσθαι, ἀεὶ μὲν δυνάμει ἀρχὴν εἶναι κινήσεως λέγειν τὸ αὐτοκίνητον, οὐκ ἀεὶ δὲ ἐνεργείᾳ. ιʹ.
Aet Mund.265 Εἰ δέ τις καὶ κίνησιν τὴν καθ’ ἕξιν τῶν σωμάτων ζωὴν συγχωρήσειεν ἢ εἶναι ἢ λέγεσθαι, ὡς τῷ Πρόκλῳ δοκεῖ, ἔστιν τὸν λόγον ἄνωθεν ἀναλαβόντας ἁπλῶς εἰπεῖν, ὡς οὐδ’ ὅλως τῆς τοιαύτης τῶν σωμάτων ζωῆς οὔτε τῆς καθ’ ἕξιν οὔτε τῆς κατ’ ἐνέργειαν ἡ λογικὴ ψυχὴ τοῖς σώμασιν αἰτία οὖσα φαίνεται· εἰ γὰρ ἐξ αὐτῆς ἐφοίτα τοῖς σώμασιν ἡ αἴσθησις ἢ ἡ κίνησις ἢ ἄλλη τις τῶν ἐν τοῖς σώμασιν ἐνθεωρουμένων ζωτικῶν δυνάμεων ἢ ἐνεργειῶν, καθ’ ἃς τὰ σώματα ζῆν λέγεται, οὐδὲν ἂν ἔζη λογικῆς μὴ μετέχον οὐσίας· νῦν δὲ καὶ τὰ ἄλογα τῶν ζῴων λογικῆς ἀμοιροῦντα ψυχῆς πασῶν τῶν εἰρημένων ζῴων καὶ καθ’ ἕξιν καὶ κατ’ ἐνέργειαν μετέχοντα φαίνεται, πολλὰ δὲ καὶ τρανέστερόν τε καὶ ἀκριβέστερον αἰσθάνεταί τε καὶ τῶν ἄλλων τῆς ψυχῆς μετέχει δυνάμεων. δῆλον οὖν, ὅτι οὐ παρὰ τῆς λογικῆς τῶν ψυχῶν οὐσίας ἡ τοιαύτη ζωὴ τοῖς σώμασιν ἐπιγίνεται. τοσοῦτον δὲ μόνον παρὰ τῆς λογικῆς ψυχῆς ἐφήκει τοῖς αὐτῆς μετέχουσι τὸ τὴν ἄλογον ὑπ’ αὐτῆς ζωὴν ῥυθμίζεσθαί τε καὶ τάττεσθαι καὶ τοῦτό ἐστιν ζωὴ λογικὴ ἡ τῶν παθητικῶν δυνάμεων τῆς ἀλόγου ψυχῆς κατὰ λόγον εὔτακτος κίνησις· καὶ ὥσπερ ἐπὶ ξυνωρίδος ἵππων, ἣν δὴ καὶ Πλάτων εἰκόνα τῆς ἡμετέρας ψυχῆς παρέλαβεν, τοῦ μὲν ἁπλῶς τὸ σῶμα κινεῖσθαι οἱ ἵπποι εἰσὶν αἴτιοι, τῆς δὲ τεχνικῆς καὶ εὐρύθμου κινήσεως ὁ ἐφεστηκὼς ἡνίοχος, οὕτω δήπου καὶ ἐφ’ ἡμῶν τοῦ μὲν ἁπλῶς ζῆν τὰ ἡμέτερα σώματα ἡ ἄλογος ψυχὴ αἰτία καθέστηκεν, τῆς μέντοι τάξεως καὶ ἐμμελείας τῆς κατὰ τὴν κίνησιν τῶν παθητικῶν δυνάμεων ὁ λόγος αἴτιος.
Aet Mund.266 εἰ δὲ ἐπὶ τῶν καθ’ ἕκαστον ζῴων οὐκ ἀμέσως ἡ λογικὴ ψυχὴ προσπελάζει τῷ σώματι οἱονεὶ συνδέσμου τῆς ἀλόγου χρείᾳ δυνάμεως, δι’ ἧς τὸ σῶμα ζωοποιούμενον ἐπιτήδειον εἰς ὑποδοχὴν τῆς λογικῆς ψυχῆς γίνεται, ἀνάγκη δήπου πᾶσα, καὶ εἴ τις τῷ οὐρανίῳ σώματι λογικὴ ψυχὴ ἐφέστηκεν, πολλῷ μᾶλλον μηδ’ αὐτὴν ἀμέσως τῷ οὐρανίῳ προσπελάζειν σώματι, μεσότητι δὲ τῇ ἀλόγῳ χρῆσθαι δυνάμει, δι’ ἧς τῷ οὐρανίῳ σώματι ἡ παρὰ τῆς λογικῆς ψυχῆς ἔλλαμψις γίνεται· οὐ γὰρ δύναται τὰ σώματα αὐτὰ καθ’ αὑτὰ ζωῆς καὶ αἰσθήσεως ἀμοιροῦντα ἀμέσως ὑπὸ λογικῆς ψυχῆς καταλάμπεσθαι, ὥσπερ οὐδὲ τὸ ἡμέτερον ὄμμα ἄνευ τοῦ μεταξὺ διαφανοῦς τὰς ἡλιακὰς ἀκτῖνας εἰσδέχεσθαι. ταῦτα δὲ καὶ αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ἀρέσκοντα λέγομεν. εἰ τοίνυν ἡ ἄλογος ψυχὴ τῆς ζωῆς ἐστιν αἰτία τοῖς σώμασιν, δῆλον ὅτι, εἰ καὶ ἀρχὴ εἴη κινήσεως τὸ αὐτοκίνητον, τουτέστιν ἡ λογικὴ ψυχή, οὐ πάσης κινήσεώς ἐστιν ἀρχή, μόνης δὲ τῆς τεταγμένης τε καὶ μετὰ λόγου· ἐπεὶ καὶ ἐν τοῖς ἀψύχοις ἡ φύσις τῆς ἐν αὐτοῖς κινήσεώς ἐστιν ἀρχή, εἴπερ ἡ φύσις, ὡς Ἀριστοτέλει δοκεῖ, ἀρχὴ κινήσεώς ἐστιν καὶ ἠρεμίας· ἡ γὰρ ἐν τῷ πυρὶ φύσις ἀρχή ἐστιν καὶ αἰτία τῆς ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κινήσεως καὶ ἡ ἐν τῷ ὕδατι τῆς ἐπὶ τὸ κάτω· καὶ παντί που δῆλον, ὡς οὐχ ὑπὸ λογικῆς ψυχῆς τὰ ἄψυχα κινεῖται, εἴπερ μηδὲ τῶν ζῴων τὰ ἄλογα. ὥσπερ οὖν ἀρχὴ μέν ἐστιν τῆς τεχνικῆς τοῦ ἅρματος κινήσεως ὁ ἡνίοχος, ὁμοίως δὲ καὶ τοῦ πλοίου ὁ κυβερνήτης, ἁπλῶς δὲ τῆς τούτων κινήσεως οὐδέτερος αἴτιος, οὔτε μὴν ἅμα τῷ εἶναι τὸν ἡνίοχον ἢ τὸν κυβερνήτην τὸ ἅρμα ἢ τὸ πλοῖον εἶναι ἀνάγκη (ἐνδέχεται γὰρ τοῦ καθ’ ἕξιν κυβερνήτου καὶ ἡνιόχου ὄντος μήτε τὸ πλοῖον εἶναι μήτε τὸ ἅρμα), οὕτω δὴ καὶ τὴν λογικὴν ψυχὴν ἀρχὴν οὖσαν κινήσεως οὐ πάσης ἀλλὰ τῆς τῷ λόγῳ πρεπούσης οὐδεμία ἔσται ἀνάγκη ἅμα τῷ εἶναι ψυχὴν λογικὴν καὶ τὸ ὑπ’ αὐτῆς κινούμενον σῶμα.
Aet Mund.267 αιʹ. Ἔμπαλιν γὰρ ἔχει τὸ ἀναγκαῖον· τῇ γὰρ ἀναιρέσει τῆς ψυχῆς καὶ τὰ ὑπ’ αὐτῆς κινούμενα συναναιρεῖται σώματα, ἐπειδὴ καὶ τῶν ἐμψύχων ὑπαρχόντων σωμάτων καὶ τὴν ψυχὴν εἶναι ἀνάγκη, οὐ τῇ ψυχῇ πάντως καὶ τὸ ἔμψυχον ἕπεται· ἀθανάτου γὰρ εἶναι τῆς ψυχῆς πεπιστευμένης τὰ ἔμψυχα γινόμενα φαίνεται καὶ φθειρόμενα. οὕτω γοῦν καὶ ὁ Πλάτων ἐν τῷ Φαίδρῳ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν ἐξ ἀνάγκης καὶ τὸν οὐρανὸν ἀπεφήνατο, ἀλλ’ ἅμα τῇ ἀναιρέσει αὐτῆς εὐθὺς καὶ τὴν ἐξ αὐτῆς τῷ παντὶ τάξιν ἐφήκουσαν εἰς σύγχυσιν ἄγεσθαι· λέγει γοῦν ἐπὶ λέξεως ἐν τῷ εἰρημένῳ διαλόγῳ ταῦτα ‘οὕτω δὴ κινήσεως μὲν τὸ αὑτὸ κινοῦν. τοῦτο δὲ οὔτε ἀπόλλυσθαι οὔτε γίνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ μήποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γένηται‘. ἐπιστῆσαι γὰρ χρή, ὡς μήτε ἀπόλλυσθαι μήτε γίνεσθαι δυνατὸν εἶναι εἰπὼν τὸ αὐτοκίνητον οὐ τὰ τῇ γενέσει τοῦ αὐτοκινήτου ἑπόμενα ἀλλὰ τὰ τῇ ἀπωλείᾳ ἐπήγαγεν· συμβήσεται γάρ, φησίν, πάντα οὐρανὸν καὶ πᾶσαν γῆν εἰς ἓν ξυμπεσοῦσαν στῆναι καὶ 〈μή〉ποτε αὖθις ἔχειν, ὅθεν κινηθέντα γενήσεται· τοῦτο γὰρ οὐ τῇ γενέσει τοῦ αὐτοκινήτου ἕπεται (γινόμενον γὰρ τὸ αὐτοκίνητον καὶ ἀρχὴν κινήσεως δίδωσιν πάλιν τοῖς κινουμένοις, ὅθεν κινηθέντα γένηται), εἰ μέντοι ἀπόλοιτο τὸ αὐτοκίνητον, ἅτε δὴ τῆς ἀρχῆς ἀπολλυμένης οὔτε τι ἕξει, ὅθεν ὑπάρξει τὰ ἐξ αὐτῆς ὑφιστάμενα.
Aet Mund.268 τοῦτο δὲ οὐ μόνον ἐκ τῆς Πλατωνικῆς ἀποφάνσεως ἀλλὰ καὶ ἐκ τῆς λογικῆς ἀκολουθίας καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως δῆλον καθέστηκεν· τῆς γὰρ ψυχῆς ἀθανάτου πεπιστευμένης εἶναι, ὡς εἴρηται, οὐκ ἀνάγκη καὶ τὰ ἡμέτερα σώματα εἶναι ἀθάνατα. ὥστε οὐ πάντως τῇ ὑπάρξει τῆς ψυχῆς συνυπάρχειν καὶ τὸ ὑπ’ αὐτῆς κινούμενον σῶμα ἀνάγκη. καὶ εἰ ἕπεται ἐξ ἀνάγκης τῇ ὑπάρξει τοῦ ἐμψύχου σώματος ἡ ψυχή, ἀκολουθήσει πάντως κατὰ τὰς λογικὰς μεθόδους τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ οὐ τῇ ὑπάρξει τῆς ψυχῆς ἡ τοῦ σώματος ὕπαρξις ἀλλὰ τῇ ἀνυπαρξίᾳ τῆς ψυχῆς ἡ ἀνυπαρξία τοῦ σώματος. οὐδεμία ἄρα ἀνάγκη τῷ ἀγένητον εἶναι λέγοντι τὴν ψυχὴν καὶ τὸν κόσμον λέγειν ἀγένητον. βιʹ. Ἐπειδὴ δὲ ὥσπερ τινὰ ἀνάγκην ὁ Πρόκλος ἐπιθεῖναι τῷ λόγῳ βουλόμενος αὐτῷ τῷ εἶναί φησιν τὴν ψυχὴν ἀπροαιρέτως ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως, φέρε δὴ καὶ τοῦτο ἐπισκεψώμεθα.
Aet Mund.269 καὶ συγκεχωρήσθω παρ’ ἡμῶν, κἂν μὴ τοῦτο λέγῃ Πλάτων, αὐτῷ τῷ εἶναι τὰς λογικὰς ψυχὰς ἀπροαιρέτως ἀρχὰς εἶναι τῆς τῶν σωμάτων ζωῆς καὶ κινήσεως· λέγω δὴ αὐτῷ τῷ εἶναι οὐχ, ὅτι ἐν τούτῳ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχουσιν αἱ ψυχαὶ ἐν τῷ ἀρχαὶ εἶναι κινήσεως (αὕτη γὰρ ἤδη ἐλήλεγκται ἡ ὑπόθεσις· ὑπόκειται δὲ νῦν ἡμῖν κατ’ ἄλλο μὲν τὸ εἶναι ἔχειν τὴν ψυχήν, κατ’ ἄλλο δὲ τὸ ἀρχὴν εἶναι κινήσεως), ἀλλ’ ὅτι, ὡς ὁ ἥλιος ἀπροαιρέτως ἅμα τῷ φανῆναι φωτίζει καὶ τὸ πῦρ ἅμα τῷ παρεῖναι θερμαίνει (εἰ παρῇ δηλονότι τὰ θερμαίνεσθαί τε καὶ φωτίζεσθαι δυνάμενα· οὐ γὰρ ἐν τούτῳ οὐσίωται τὸ πῦρ ἐν τῷ θερμαίνειν οὐδὲ ὁ ἥλιος ἐν τῷ φωτίζειν, παρόντων δὲ τῶν δεκτικῶν ἀπροαιρέτως φωτίζει τε καὶ θερμαίνει τό τε πῦρ καὶ ὁ ἥλιος), κατὰ τὸν αὐτὸν δὴ τρόπον ὑποκείσθω καὶ οἷς ἂν ἡ λογικὴ ψυχὴ παραγένηται αὐτῷ τῷ εἶναι ἀβουλήτως ζωὴν ἐπιφέρειν καὶ κίνησιν. τούτου δὲ οὕτως ἔχοντος ποία ἀνάγκη, εἰ ἀγένητος εἴη ἡ ψυχή, ἀγένητον εἶναι καὶ τὸ κινούμενον ὑπ’ αὐτῆς σῶμα; καὶ γὰρ τὸ φῶς ἅμα τῷ παρεῖναι κινητικόν ἐστιν τοῦ δυνάμει διαφανοῦς, καὶ οὐ πάντως ἅμα τῷ εἶναι τὸ φῶς πᾶν τὸ δυνάμει διαφανὲς καταλάμπεται, ἀλλὰ δηλονότι τὸ ἐν ὑπάρξει ὂν καὶ τοῦτο οὐ πᾶν, ἀλλὰ τὸ τὴν πρὸς τὸ φωτίζον σχέσιν ἀναδεχόμενον· ὑπὲρ γῆν γὰρ ὄντος τοῦ ἡλίου πᾶς ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ ἐπιπροσθούμενα ὑπὸ τῆς γῆς καὶ τὴν πρὸς τὸ φωτίζον οὐκ ἀναδεχόμενα σχέσιν οὐδεμίαν ἐκ τοῦ φωτὸς ἴσχει κίνησιν οὐδὲ τὸ δυνάμει αὐτῶν διαφανὲς εἰς ἐνέργειαν ἄγεται.
Aet Mund.270 ἀλλὰ δὴ καὶ τὰ χρώματα αὐτῷ τῷ εἶναι ἀπροαιρέτως κινητικά ἐστιν τῆς ὄψεως καὶ οἱ ψόφοι τῆς ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητῶν ἕκαστον αἰσθήσεώς τινός ἐστιν αὐτῷ τῷ εἶναι κινητικόν, ἀλλ’ οὐχ ἅμα τῷ εἶναι χρῶμα εὐθὺς καὶ ὄψιν τινὰ ὑπ’ αὐτοῦ κινεῖσθαι ἀνάγκη οὐδ’ ἅμα τῷ εἶναι ψόφον ἀνάγκη ἀκοήν τινα ὑπὸ τοῦ ψόφου κινεῖσθαι καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· τὰ γὰρ ἐν βυθῷ ἢ ὑπὸ γῆν κρυπτόμενα χρώματα, ὁμοίως δὲ καὶ τὰ ἐν σκότῳ περιεχόμενα κινητικὰ μέν ἐστιν κατὰ φύσιν τῶν ὄψεων καὶ αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινεῖ τὰς ὄψεις, ἀλλ’ ὅμως οὐδεμία ὄψις ὑπ’ αὐτῶν κινεῖται· οὐ γὰρ ἐν τούτῳ ἔχει τὸ εἶναι τὰ χρώματα ἐν τῷ κινητικὰ εἶναι τῆς ὄψεως, ἀλλ’ ὑφέστηκε μὲν καὶ τὸ εἶναι ἔχει, καθὸ χρώματά ἐστιν (ὅθεν, κἂν μηδέποτε ὁραθῇ, οὐδὲν ἧττόν ἐστιν χρώματα), συμβέβηκε δ’ αὐτοῖς καθ’ αὑτὸ τὸ κινητικὰ εἶναι τῆς ὄψεως προσβαλλούσης αὐτοῖς δηλονότι καὶ σχέσιν πρὸς αὐτὰ ἀναδεχομένης, ἣν τὸ πάσχον πρὸς τὸ ποιοῦν ἀναδέχεται· ὥσπερ οὖν τὸ ποιοῦν, πρὶν παρῇ τὸ πάσχον, δυνάμει ἐστὶν ποιητικόν (δυνάμει δέ φημι τῇ καθ’ ἕξιν), οὕτω καὶ τὰ χρώματα μὴ παρούσης ὄψεως δυνάμει ἐστὶν ταύτης κινητικά. καὶ οἱ ψόφοι δὲ ἀπροαιρέτως τῆς ἀκοῆς ὄντες κινητικοί, εἰ ἐν ἐρήμῳ γίνοιντο, ἔνθα μὴ πάρεστίν τι αἰσθήσεως μετέχον, δυνάμει εἰσὶν κινητικοὶ τῆς ἀκοῆς. καὶ τὸ ὀρεκτὸν δὲ αὐτῷ τῷ εἶναι κινητικόν ἐστιν τῆς ὀρέξεως (οἷον φέρε τὸ κάλλος τοῦ ἐραστοῦ), ἀλλ’ οὐχ ἅμα τῷ εἶναι τὸ ὀρεκτὸν πάντως κινεῖται ὑπ’ αὐτοῦ ἡ ὄρεξις, ἀλλ’ ὅταν αὐτῷ προσβάλῃ καὶ σχέσιν πρὸς αὐτὸ ἀναδέξηται.
Aet Mund.271 εἰ τοίνυν μὴ παντὶ τῷ κινητικῷ τινος, κἂν ἀπροαιρέτως καὶ αὐτῷ τῷ εἶναι κινῇ, σύνεστι πάντως καὶ τὸ πεφυκὸς ὑπ’ αὐτοῦ κινεῖσθαι, κακῶς ἄρα ὁ Πρόκλος λαβών, ὅτι ἀγένητόν ἐστιν καὶ ἄφθαρτον τὸ αὐτοκίνητον καὶ τῆς τῶν σωμάτων κινήσεως ἀρχὴ καὶ ὅτι αὐτῷ τῷ εἶναι καὶ οὐ προαιρέσει κινητικόν ἐστιν τῶν σωμάτων, τούτοις φησὶν ἕπεσθαι τὸ καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον ὡς ἐξ ἀνάγκης ἅμα τῷ εἶναι τὸ κινητικὸν αἴτιον συνόντος αὐτῷ καὶ τοῦ κινεῖσθαι ὑπ’ αὐτοῦ πεφυκότος· ὅπερ ὡς οὐκ ἔστιν ἀληθές, ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν. γιʹ. Καὶ αὐτὸς δὲ ἐν τῷ Φαίδρῳ ὁ Πλάτων μόνῳ μὲν τῷ αὐτοκινήτῳ ἕπεσθαι ἔφησεν τὸ ἀγένητόν τε καὶ ἄφθαρτον, τὸ δὲ ἑτεροκίνητον ἅπαν παῦλαν κινήσεώς τε καὶ ζωῆς ἔχειν ἀπεφήνατο· ἔχει δὲ ἡ λέξις οὕτως ‘ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δὲ ἄλλο κινοῦν καὶ ὑπ’ ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς· μόνον δὲ τὸ αὑτὸ κινοῦν ἅτε οὐκ ἀπολεῖπον ἑαυτὸ οὐδέποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἃ κινεῖται, καὶ τοῦτο πηγὴ καὶ ἀρχὴ κινήσεωσ‘. εἰ τοίνυν μόνον ὄντως τὸ αὑτὸ κινοῦν ἅτε δὴ αὐτὸ ἑαυτοῦ μὴ δυνάμενον ἀπολείπεσθαι οὐδέποτε λήγει κινούμενον καὶ διὰ τοῦτό ἐστιν ἀθάνατον, πάλιν δ’ αὖ πᾶν τὸ ὑφ’ ἑτέρου κινούμενον παῦλαν κινήσεως ἔχει καὶ ζωῆς, οὐδὲν δὲ σῶμα αὐτοκίνητόν ἐστιν, ὡς Ἀριστοτέλης μὲν ἔδειξεν, Πλάτων δὲ προαπεφήνατο, ἀλλὰ πᾶν ὑφ’ ἑτέρου κινεῖται, σῶμα δὲ ὁ οὐρανὸς καὶ ὁ κόσμος οὐκ αὐτοκίνητος ὢν ἀλλ’ ὑπὸ ψυχῆς τῆς αὐτοκινήτου κινούμενος καὶ τῷ κινεῖσθαι ὑπ’ αὐτῆς κινῶν ἕτερα, καὶ ὁ κόσμος ἄρα κατὰ Πλάτωνα παῦλαν ἕξει κινήσεώς τε καὶ ζωῆς.
Aet Mund.272 καὶ ταῦτα δὴ σύμφωνα τοῖς ἐν Τιμαίῳ εἰρημένοις ὡς ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν‘. τὸ δὲ παῦλαν ἔχον ζωῆς ἀγένητον εἶναι ἀδύνατον· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον (κἂν μὴ φθείρηται κρείττονι τῆς αὐτοῦ φύσεως δυνάμει κρατούμενον), ἐπεὶ μηδὲ τὸ ἀγένητον φθαρτὸν εἶναι ἐνδέχεται· εἰ γὰρ εἴη τι φθαρτὸν ἀγένητον, καὶ ἀγένητόν τι φθαρτὸν ἔσται ἐξ ἀνάγκης, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἀγένητος κατὰ Πλάτωνα ὁ οὐρανός, ἐπεὶ μηδὲ ἄφθαρτος κατὰ φύσιν· οὐκ ἄφθαρτος δέ, ἐπειδὴ παῦλαν ἔχων κινήσεως παῦλαν ἔχει ζωῆς· ζωῆς δὲ καὶ κινήσεως παῦλαν ἔχει διὰ τὸ μὴ εἶναι αὐτοκίνητος ἀλλὰ κινεῖσθαι μὲν ὑπ’ ἄλλου τῆς ψυχῆς, κινεῖν δὲ ἄλλο τὰ ἐντὸς πάντα· ὅθεν, ἵνα μένῃ ἀθάνατός τε καὶ ἀδιάλυτος, ἐπισκευαστὴν αὐτῷ παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν ἐπιγενέσθαι φησὶν διὰ τὸ μὴ ἐκ τῆς οἰκείας ἔχειν φύσεως τὸ ἀθάνατον, ὡς διὰ πλειόνων ἐν τῷ ἕκτῳ ἀποδέδεικται. διʹ. Ἀλλ’ ἐπειδή, ὅπερ ἐν ἀρχῇ ἔλεγον, ἕπεσθαι μὲν τῷ εἶναι τὴν ψυχὴν αὐτοκίνητον ὁ Πρόκλος ἔφησεν τὸ συναΐδιον εἶναι αὐτῇ τὸ κινούμενον ὑπ’ αὐτῆς σῶμα, ἐκ δὲ τῶν πραγμάτων καρτερὸν ἔχων τὸν ἔλεγχον τῷ πάντα γενητὰ φαίνεσθαι καὶ φθαρτὰ τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα δέον ἐκ τῶν ὡμολογημένων κατασκευάζειν τὰ ἀγνοούμενα (λέγω δὴ ἐκ τοῦ πάντα ὁρᾶσθαι γινόμενα καὶ φθειρόμενα τὰ ὑπὸ τῶν ψυχῶν κινούμενα σώματα συλλογίζεσθαι ἐντεῦθεν, ὡς οὐδὲ τὸ τοῦ κόσμου σῶμα ἀγένητον εἴη ἂν καὶ ἄφθαρτον) αὐτὸς τὴν φύσιν τῆς ἀποδείξεως παρατρέπων ἐκ τῶν ἀδήλων τὰ ἄδηλα συλλογίζεται (λαβὼν γὰρ ἀναποδείκτως τὸ δεῖν ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι πάντως καὶ τὸ κινούμενον ὑπ’ αὐτῆς σῶμα, ὅπερ οὔτε ἐκ τῆς ἐναργείας οὔτε ἐκ τοῦ λόγου τὸ πιστὸν ἔχει, ἐκ τούτου φησὶν εἶναι δῆλον, ὡς πᾶσα ψυχὴ ἀιδίῳ πρῶτον ἐπιβέβηκε σώματι καὶ τοῦτο κινεῖ ἀιδίως, κἂν ἐν φθαρτοῖς γένηται σώμασιν, διὰ τοῦ ἀιδίου καὶ τὰ φθαρτὰ κινεῖ), ἴσως μὲν παντὶ δῆλον ὑπάρχει, ὡς ἐληλεγμένου τοῦ ἡγουμένου καὶ τὸ ἑπόμενον συναπελήλεγκται (εἰ γὰρ ἐδείξαμεν, ὡς οὐδεμία ἀνάγκη ἅμα τῷ εἶναι τὴν ψυχὴν εἶναι καὶ τὸ κινούμενον ὑπ’ αὐτῆς σῶμα, δηλονότι οὐδεὶς ἔτι λόγος ἀναγκάσει ἀιδίῳ πρῶτον τὰς ψυχὰς ἐπιβεβηκέναι σώματι), οὐδὲν δὲ ἴσως χεῖρον καὶ αὐτὴν καθ’ αὑτὴν τὴν ὑπόθεσιν ταύτην ἐξετάσαι, εἴ που φυσικῆς τινος καὶ ἀναγκαίας ἀκολουθίας ἔχεται τὸ δεῖν πάντως ἀίδιόν τι σῶμα τῶν ψυχῶν ἐξηρτῆσθαι παντὶ τῷ εἶναι αὐτῶν συμπαρατεινόμενον καὶ τούτῳ πρῶτον ἐπιβεβηκέναι τὰς ψυχὰς καὶ δι’ αὐτοῦ καὶ τὰ φθαρτὰ κινεῖν σώματα.
Aet Mund.274 ἀρχὴ δὲ ἡμῖν ἔστω τῆς σκέψεως ἥδε. διττὴ τῶν σωμάτων ἡ κατὰ τόπον ἐστὶν κίνησις ἡ μὲν κατὰ κύκλον ἡ δὲ κατ’ εὐθεῖαν (ἡ γὰρ μικτὴ κίνησις, ἣν καλοῦσιν ἕλικα, οὐ φυσική· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν, ὡς προϊόντων ἐναργὲς ὂν ὅμως δειχθήσεται). τὰ μὲν οὖν κατ’ εὐθεῖαν κινούμενα σώματα γενητὰ εἶναι καὶ φθαρτὰ μετὰ τῆς ἐναργείας καὶ οἱ τῶν Ἑλλήνων ἅπαντες σοφοὶ ἀπεφήναντο· οὐδὲν γὰρ ἔστιν ἰδεῖν σῶμα εὐθυφορούμενον, ὃ μὴ γενέσει πάντως καὶ φθορᾷ ὑποπέπτωκεν. εἴ τι ἄρα ἔστιν σῶμα ἀγένητον καὶ ἄφθαρτον, ἢ πάντῃ ἀκίνητον ἔσται ἤ, εἴπερ ἄρα, τὴν κύκλῳ κινήσεται κίνησιν· συγκεχωρήσθω γὰρ τοῦτο τέως εἶναι ἀμφισβητήσιμον, εἰ τὰ κυκλοφορούμενα τῶν σωμάτων ἀγένητά ἐστιν καὶ ἄφθαρτα. τούτων οὖν οὕτως ἐχόντων εἴπερ ἔστιν σῶμα ἕτερον ὥς φασιν ἀίδιον, ᾧ πρώτῳ ἡ ψυχὴ ἐπιβέβηκεν, δι’ οὗ τὰ φθαρτὰ κινεῖ σώματα, κινούμενον καὶ αὐτὸ κατὰ τόπον οὕτως κινεῖ τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη κινεῖ τὴν ἅμαξαν καὶ ἡ χεὶρ κινουμένη κινεῖ ἄλλο τι, ἢ μένον ἀκίνητον αὐτὸ κατὰ τόπον φυσικῇ δυνάμει κινεῖ τὰ φθαρτὰ σώματα, ὥσπερ ἡ μαγνῆτις λίθος ἠρεμοῦσα κατὰ τόπον κινεῖ τὸν σίδηρον καὶ τὸ ἤλεκτρον τὰ κάρφη. εἰ μὲν οὖν ἀκίνητον ὂν φυσικῇ δυνάμει κινεῖ, οὐ ποτὲ μὲν κινήσει ποτὲ δὲ οὐ κινήσει, ἀλλ’ ἀεὶ κινήσει, ἕως ἂν παρῇ καὶ σχέσιν ἔχει πρὸς αὐτὸ τὸ κινούμενον ὑπ’ αὐτοῦ σῶμα· τοιαῦται γὰρ αἱ ἐν τοῖς σώμασιν φυσικαὶ δυνάμεις δραστήριοι· καὶ γὰρ ἡ μαγνῆτις λίθος ἀεὶ τὸν παρακείμενον ἕλκει σίδηρον, ἕως ἂν ἡ ἐν αὐτῇ φυσικὴ δύναμις μὴ ἐξασθενῇ ἀλλὰ σῴζηται, καὶ τὸ ἤλεκτρον ὁμοίως τὰ κάρφη καὶ τὸ θερμὸν ἀεὶ τοῦ ὑγροῦ ἐστιν ἑλκτικὸν καὶ τὸ ψυχρὸν ἀεὶ πυκνοῖ τὰ πλησιάζοντα.
Aet Mund.275 εἰ δὲ ἐκεῖνο ἀεὶ κινεῖ, καὶ τὰ φθαρτὰ σώματα ἀεὶ κινηθήσεται· ὡς γὰρ κινεῖ τὸ κινοῦν, οὕτως καὶ τὸ κινούμενον κινεῖσθαι ἀνάγκη. ἀλλ’ οὐκ ἀεὶ τὰ φθαρτὰ κινεῖται σώματα. εἰ οὖν μὴ ἀεὶ κινητά ἐστιν τὰ φθαρτὰ σώματα, ἀλλὰ ποτὲ μὲν κινεῖται ποτὲ δὲ ἠρεμεῖ, δηλονότι οὐδὲ ἐκεῖνο ἀεὶ κινεῖ. εἰ δὲ μὴ ἀεὶ κινῇ, οὐδὲ φυσικῇ δυνάμει· καὶ γὰρ ἄλλως οὐκέτ’ ἂν ἡ ψυχὴ δι’ ἐκείνου τοῦ σώματος ἐκίνει, εἴπερ φυσικῇ δυνάμει μένον ἀκίνητον ἐκίνει τὰ φθαρτὰ σώματα, ἀλλ’ αὐτόθεν ἐκεῖνο ἦν τὸ πρῶτον αἴτιον τῆς τῶν φθαρτῶν σωμάτων κινήσεως, ὡς ἡ μαγνῆτις πρώτως αἰτία ἐστὶ τῆς τοῦ σιδήρου κινήσεως καὶ οὐχ ὑπὸ ψυχῆς κινουμένη κινεῖται. εἰ δὲ μὴ φυσικῇ δυνάμει κινεῖ, λείπεται κινούμενον αὐτὸ ὑπὸ ψυχῆς κατὰ τόπον οὕτως κινεῖν τὸ φθαρτὸν σῶμα, ὥσπερ ἡμίονος κινουμένη ὑπὸ ψυχῆς κινεῖ τὴν ἅμαξαν ἢ ἕτερόν τι. εἰ δὲ κινούμενον κινεῖ, ἢ ἐπ’ εὐθείας κινούμενον ὑπὸ ψυχῆς οὕτω κινεῖ ἢ κύκλῳ. κύκλῳ μὲν οὖν κινεῖσθαι ἐκεῖνο τὸ σῶμα καὶ οὕτω κινεῖν ἐπ’ εὐθείας τὸ φθαρτὸν ἀδύνατον· εἰ γὰρ τῷ κινεῖσθαι κινεῖ, ὤσει δηλονότι κινεῖ καὶ βίᾳ· κύκλῳ δὲ κινούμενον περὶ τὸ ἑαυτοῦ κέντρον μένον ἀκίνητον κινεῖται, ὥστε οὐ μεταβάλλει ὅλον ἐξ ὅλου τὸν τόπον. πῶς οὖν κινοῦν μεθίστησι κατ’ εὐθεῖαν ἀπὸ τόπου εἰς τόπον ὅλον καθ’ ὅλον αὐτὸ τὸ φθαρτὸν σῶμα; τὸ γὰρ τῇ ἑαυτοῦ κινήσει ἄλλο κινοῦν καὶ ἀπὸ ἑτέρου εἰς ἕτερον μετάγον τόπον τῷ αὐτὸ μεταβαίνειν τόπον ἐκ τόπου οὕτω κἀκεῖνο αὐτὸ ἑαυτῷ συμμεταβάλλει· μεθιστάμενοι γοῦν κατὰ τόπον οἱ ἵπποι συμμεθιστῶσιν τὸ ἅρμα καὶ τὸν ἡνίοχον.
Aet Mund.276 ἀλλὰ δὴ καὶ ἣν κινεῖται τὸ κινοῦν κατ’ εἶδος κίνησιν, τὴν αὐτὴν κινεῖ τὸ κινούμενον· ὁ γοῦν οὐρανὸς τῇ ἰδίᾳ κινήσει συμπεριάγων τὸν ὑποκείμενον αἰθέρα κύκλῳ καὶ αὐτὸν συμπεριάγει· τὴν γὰρ κίνησιν τοῖς τῇδε τὴν κατ’ ἀλλοίωσίν τε καὶ γένεσιν δυνάμει μᾶλλον καὶ τῇ τοιᾷδε τῶν κατ’ οὐρανὸν σχέσει καὶ οὐχ ἁπλῶς τῇ περιδινήσει ψιλῇ παρέχεται· τῷ γὰρ πλησιάσαι τισὶν θερμαίνει ταῦτα ὁ ἥλιος καὶ ψύχει πάλιν ἀφιστάμενος· νῦν δ’ ἡμῖν περὶ μόνης ἐστὶν τῆς κατὰ τόπον ὁ λόγος κινήσεως. ἀλλὰ δὴ καὶ τὸ πνεῦμα κατ’ εὐθεῖαν κινούμενον τὴν αὐτὴν κινεῖ τὴν ναῦν καὶ ἡμίονος ὁμοίως τὴν ἅμαξαν· τὸ γὰρ εἶδος τὸ αὐτὸ τῆς κινήσεως, εἰ καὶ τρόπος διάφορος· λέγω δὲ τρόπον κινήσεως, ὅτι ἡ μὲν ἡμίονος διὰ σκελῶν κινεῖται, διὰ τροχῶν δὲ ἡ ἅμαξα. ειʹ. Ἀλλ’ οὐδὲ ἡ τῶν τροχῶν, ὡς ἄν τις οἰηθείη, κίνησις διάφορός ἐστιν κατ’ εἶδος· κύλισις γάρ, οὐ κυκλοφορία ἡ τῶν τροχῶν ἐστιν κίνησις, ἡ δὲ κύλισις τρόπον τινὰ εὐθυφορία ἐστὶν καὶ αὐτή, ὡς εἴ τις περιφερῆ λίθον ἐπί τι κάταντες φερόμενον ἐπινοήσειεν· τὸ σχῆμα γὰρ τοῦ διαφόρου τρόπου τῆς κινήσεως αἴτιον, οὐ τὸ εἶδος διάφορον τῆς κινήσεως· εἰ γοῦν τις τῶν τροχῶν μεταβάλοι τὸ σχῆμα, καὶ ὁ τρόπος τῆς εὐθυφορίας συμμεταβάλλεται.
Aet Mund.277 δηλοῖ δὲ καὶ τὸ μέγεθος, ἐφ’ οὗ ἡ κύλισις γίνεται, ἐπ’ εὐθείας τεταμένον ὑπάρχον· ὥστε κατ’ εὐθεῖαν τὰ κυλιόμενα κινεῖται· ὥστε καὶ ἡ κύλισις εὐθυφορία ἐστὶν τῷ τρόπῳ μόνον τῆς κινήσεως διαφέρουσα, ὥσπερ καὶ τὰ διὰ σκελῶν βαδίζοντα τῷ τρόπῳ μόνον διαφέρει τῶν ἑρπόντων ἢ συρομένων· ἀμέλει γοῦν οὐδὲν τῶν κατὰ φύσιν κυκλοφορουμένων κυλίεται. ὥστε, εἰ τὸ φθαρτὸν σῶμα κατ’ εὐθεῖαν κινεῖται, τῇ δὲ τοῦ ἀγενήτου καὶ ἀφθάρτου σώματος ὥς φασι κινήσει τὸ φθαρτὸν κινεῖται, ἀδύνατον ἄρα κύκλῳ κινούμενον ἐκεῖνο οὕτως κατ’ εὐθεῖαν κινεῖν τὸ φθαρτὸν σῶμα· οὐ γὰρ ὅλον μεταβαίνει τὸν τόπον τὸ κύκλῳ κινούμενον. καὶ ἐπειδὴ οὐ μόνον καθ’ ὅλον αὐτὸ τὸ φθαρτὸν κινεῖται σῶμα ἀλλὰ καὶ κατὰ μέρη, ὡς ὅταν χεῖρά τις κινῇ μόνην ἢ δάκτυλον μόνον ἢ πόδα ἢ κεφαλήν, λεγέτωσαν οἱ σοφοί, τίς ὁ τρόπος τῆς τοῦ μέρους κινήσεως· εἰ γὰρ κύκλῳ κινούμενον τὸ ἀίδιον σῶμα τῇ ἑαυτοῦ κινήσει ὅλον κινεῖ τὸ φθαρτὸν σῶμα, τίς ὁ λόγος τῆς τοῦ μέρους κινήσεως; οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν τό τε ὅλον κινεῖται καὶ τὸ μέρος· εὔλογον δὲ φαίνεται καὶ ἀναγκαῖον, ὥσπερ ἡ τοῦ ὅλου κυκλοφορία τὸ ὅλον κινεῖ, οὕτω δήπου μέρος τι τοῦ ἀιδίου κινούμενον μέρος τι τοῦ φθαρτοῦ κινεῖν· ἀλλ’ ἀδύνατον μέρος τι καθ’ αὑτὸ τῶν κύκλῳ κινουμένων χωρὶς τοῦ ὅλου κινεῖσθαι· πόθεν οὖν τὰ μέρη τοῦ φθαρτοῦ κινεῖται σώματος; οὐ γὰρ οἷόν τε τῇ τοῦ ὅλου κινήσει τὸ μέρος τοῦ φθαρτοῦ κινεῖσθαι· εἰ γὰρ τῇ τοῦ ἀιδίου ὅλου κινήσει οἱονεὶ ὠθούμενον τὸ φθαρτὸν σῶμα κινεῖται, συνεχὲς δέ ἐστιν αὐτὸ ἑαυτῷ τὸ φθαρτόν, ἀνάγκη πᾶσα ἅμα τῇ ἐκείνου κινήσει ὠθούμενον τὸ φθαρτὸν ὅλον καθ’ ὅλον αὐτὸ κινεῖσθαι.
Aet Mund.278 πῶς οὖν τὸ μέρος τοῦ φθαρτοῦ κινεῖται σώματος τοῦ ὅλου ἀκινήτου μένοντος, λέγειν οὐχ ἕξουσιν. εἰ οὖν ἀνάγκη μέν, ὥσπερ τὸ ὅλον τῷ ὅλῳ, οὕτως καὶ τὸ μέρος τῷ μέρει κινεῖσθαι, τὸ δὲ μέρος ὑπὸ τοῦ μέρους κινεῖσθαι ἀδύνατον, ἐπεὶ μὴ ἐνδέχεται τῶν κύκλῳ κινουμένων μέρος τι καθ’ αὑτὸ τοῦ ὅλου ἠρεμοῦντος κύκλῳ φέρεσθαι, οὐδ’ ἄρα ἡ τοῦ ὅλου κυκλοφορία τὸ φθαρτὸν ὅλον κινεῖ. ὥστε ἀδύνατόν ἐστιν κύκλῳ κινούμενον ἐκεῖνο τὸ σῶμα κινεῖν τὸ φθαρτὸν κατ’ εὐθεῖαν. ϛιʹ. Λείπεται ἄρα, εἴπερ ὅλως ἔστιν ἐκεῖνο τὸ σῶμα, κατ’ εὐθεῖαν κἀκεῖνο κινεῖσθαι. εἰ δὲ κατ’ εὐθεῖαν κἀκεῖνο κινεῖται, ἢ κατὰ φύσιν αὐτῷ ἡ κατ’ εὐθεῖαν ὑπάρξει κίνησις ἢ οὐ κατὰ φύσιν. εἰ μὲν οὖν κατὰ φύσιν ἐστὶν αὐτῷ ἡ κατ’ εὐθεῖαν κίνησις, ἐπειδὴ οὐδὲν εὐθυφορούμενον σῶμα ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, οὐδὲ ἐκεῖνο ἀγένητον ἔσται καὶ ἄφθαρτον. εἰ δὲ μὴ κατὰ φύσιν ἐπ’ εὐθείας κινεῖται, ἢ ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἐπ’ εὐθείας κινεῖται ἢ παρὰ φύσιν καὶ βίᾳ. ὑπὲρ φύσιν μὲν οὖν ἀδύνατον· τὰ γὰρ ὑπὲρ φύσιν ὑπάρχοντά τισιν τοῖς κρείττοσιν αὐτῶν κατὰ φύσιν ὑπάρχει, ὥσπερ ἡ κύκλῳ κίνησις ὑπὲρ φύσιν τῷ αἰθερίῳ ὑπάρχουσα σώματι κατὰ φύσιν τῷ κρείττονι, λέγω δὴ τῷ οὐρανίῳ, ὑπάρχει· διὰ τοῦτο γὰρ ὑπὲρ φύσιν τὰ τοιαῦτα λέγεται ὑπάρχειν τισὶν διὰ τὸ ταῖς ὑπερεχούσαις αὐτῶν οὐσίαις κατὰ φύσιν ὑπάρχειν. διὰ τοῦτο καὶ τὰς ἐνθουσιώσας τῶν ψυχῶν καὶ τὴν τοῦ μέλλοντος εἰσδεχομένας πρόγνωσιν ἤ τινων ἄλλων ἀπορρήτων ἐν θεωρίᾳ γινομένας ὑπὲρ φύσιν ἐνεργεῖν φαμεν διὰ τὸ κρειττόνων εἶναι ἢ κατὰ ἄνθρωπον φύσεων τὴν τοιαύτην ἐνέργειαν.
Aet Mund.279 εἰ οὖν ἡ κατ’ εὐθεῖαν κίνησις τοῖς φθαρτοῖς σώμασιν κατὰ φύσιν ὑπάρχει, οὐκ ἂν ὑπὲρ φύσιν ἐκείνῳ συνυπάρχειν τῷ σώματι, ᾧ πρώτως τὴν ψυχὴν ἐπιβεβηκέναι φασίν, εἴπερ κρεῖττον ἐκεῖνο τούτου· ἐπεὶ καὶ τὸ ἀίδιον τοῦ φθαρτοῦ κρεῖττον εἶναι, ἀίδιον δὲ ἐκεῖνό φασιν. εἰ οὖν μήτε κατὰ φύσιν μήτε ὑπὲρ φύσιν, ἀνάγκη πάντως παρὰ φύσιν καὶ βίᾳ τὴν ἐπ’ εὐθείας ἐκεῖνο κινεῖσθαι κίνησιν. οὐδὲν δὲ σῶμα τὸ παρὰ φύσιν καὶ βίᾳ κινούμενον ἀγένητόν ἐστιν καὶ ἄφθαρτον· πάντα γὰρ τά τε ἐπ’ εὐθείας κινούμενα σώματα (τουτέστιν τὰ μερικά· φημὶ δὲ τόδε τὸ πῦρ καὶ τόδε τὸ ὕδωρ καὶ τῶν ἄλλων ἕκαστον) καὶ ὅσα παρὰ φύσιν κινεῖται (ὥσπερ πάλιν τὰ μερικά· φέρεται μὲν γὰρ τὸ μὲν πῦρ κάτω βίᾳ καὶ παρὰ φύσιν, ἡ δὲ βῶλος ἢ τὸ ὕδωρ τυχὸν ἄνω) καὶ πάντα ἁπλῶς τὰ δεκτικὰ τῆς παρὰ φύσιν κινήσεως γινόμενα ὁρῶνται καὶ φθειρόμενα καὶ οὐδὲν τῶν τοιούτων ἀγένητον ὑπάρχει ἢ ἄφθαρτον. ὥστε οὐδὲ ἐκεῖνο τὸ σῶμα παρὰ φύσιν ἐπ’ εὐθείας κινούμενον ἀγένητον ἔσται καὶ ἄφθαρτον· αὐτὴ γὰρ ἡ εἰς τὸ παρὰ φύσιν ὁδὸς φθορᾶς ἐστιν τοῖς σώμασιν αἰτία καὶ ἀρχή, ἔτι δὲ καὶ τὸ τῆς παρὰ φύσιν κινήσεως αἴτιον. εἰ οὖν ἄλλο, ἢ πάλιν ζητήσωσιν σῶμα ἀγένητον, ὅπερ καὶ τοῦτο κινήσει, καὶ πάλιν περὶ ἐκείνου τὰ αὐτὰ ἀπορήσομεν καὶ οὕτως ἐπὶ τὸ ἄπειρον βαδιεῖται ὁ λόγος, ἢ συγχωρήσουσιν ἐξ ἀνάγκης ἀμέσως τῷ φθαρτῷ τὴν ψυχὴν ἐπιβεβηκέναι σώματι καὶ τοῦτο προσεχῶς κινεῖν· λέγω δὲ ἀμέσως μηδενὸς ἄλλου μεσιτεύοντος ἀιδίου σώματος· μεσιτεύειν γὰρ τῇ λογικῇ ψυχῇ καὶ τῷ σώματι τήν τε φύσιν καὶ τὰς ἀλόγους δυνάμεις γενητὰς οὔσας καὶ αὐτὰς καὶ φθαρτὰς καὶ ἡμεῖς συγχωροῦμεν.
Aet Mund.280 ζιʹ. Καὶ ἄλλως. εἰ τὸ ἀγένητον ἐκεῖνο σῶμα καὶ ἄφθαρτον κινούμενον ὑπὸ ψυχῆς, ὡς ἡ ὑπόθεσις, εἴτε κατ’ εὐθεῖάν τις βούλοιτο εἴτε κατὰ κύκλον, οὕτω κινεῖ τὰ φθαρτὰ σώματα, πᾶν δὲ σῶμα τῇ ἰδίᾳ κινήσει κινοῦν ἕτερον σῶμα θιγγάνον αὐτοῦ καὶ ἁπτόμενον κινεῖ, καὶ τὸ ἀίδιον ἄρα ἐκεῖνο θιγγάνον τοῦ φθαρτοῦ καὶ ἁπτόμενον κινεῖ αὐτό. ἀνάγκη οὖν πᾶσα ἢ ἔξωθεν τὸ ἀίδιον τοῦ φθαρτοῦ θιγγάνειν ἢ ἔσωθεν. ἀλλ’ εἰ μὲν ἔξωθεν αὐτὸ θιγγάνον ἐκίνει, ἔξωθεν ἂν καὶ τὸ αἴτιον ἐφαίνετο τῆς κινήσεως· νῦν δὲ οὐδενὸς ἔξωθεν κινοῦντος αἰσθανόμεθα, τοὐναντίον δὲ τὰ κινητικὰ νεῦρα τοῦ σώματος ἐντὸς εἶναι ὡμολόγηται. ἀλλ’ οὐδὲ συνεχὴς ἂν ἔξωθεν ἦν ἀὴρ πανταχόθεν τῷ ἡμετέρῳ σώματι, εἴπερ ἔξωθέν τι ἦν σῶμα ἕτερον τὸ ἁπτόμενον τοῦ θνητοῦ σώματος καὶ κινοῦν αὐτό. ἀλλὰ δὴ καὶ ἔξωθεν πανταχόθεν τινὸς ἡμῶν συναπτομένου σώματος—ἐνδέχεται γὰρ τοῦτο γενέσθαι, ὡς εἰ νήχοιτό τις ὅλος ὑποβρύχιος ὤν—ἐκεχώριστο ἂν ἐκεῖνο ἡμῶν καὶ οὐκ ἐκίνει ἅτε δὴ μὴ θιγγάνον ἡμῶν ἔξωθεν· οὐ γὰρ ἐνδέχεται ἅμα καὶ τὸ ὕδωρ πανταχόθεν ἡμῶν ἅπτεσθαι καὶ ἕτερόν τι σῶμα· σῶμα γὰρ ἂν ἐχώρει διὰ σώματος, ὅπερ ἀδύνατόν τε εἶναι ὡμολόγηται καὶ ἡμεῖς ἀποδείξομεν ὅσον οὐδέπω.
Aet Mund.281 ἀνάγκη οὖν ἢ νηχομένους ὑπὸ ψυχῆς ἀμέσως κινεῖσθαι καὶ οὐχ ὑπ’ ἐκείνου τοῦ σώματος ἔξωθεν ἡμῶν ἁπτομένου καὶ κινοῦντος. ταύτην μὲν οὖν τὴν ὑπόθεσιν ὡς εὐφώρατον παριτέον. εἰ δὲ ἔσωθεν ὂν τοῦ γενητοῦ σώματος τὸ ἀίδιον συνάπτεται αὐτοῦ, ἀνάγκη πᾶσα ἢ ὅλον δι’ ὅλου κεχωρηκέναι τὸ ἀίδιον διὰ τοῦ φθαρτοῦ ἢ κατὰ μέρος ἀλλήλων ἅπτεσθαι, μᾶλλον δὲ κατὰ τὰ πέρατα τῶν ἁπτομένων μερῶν, ὥσπερ πάντα τὰ ἁπτόμενα σώματα ἀλλήλων ἅπτεσθαι πέφυκεν. ὅλον μὲν οὖν δι’ ὅλου χωρῆσαι ἀδύνατον· σῶμα γὰρ διὰ σώματος χωρῆσαι τῶν ἀδυνάτων εἶναι τοῖς φυσικοῖς ἀποδέδεικται· οὕτω γὰρ ἂν ἐν κυάθῳ χωρηθείη ἂν ἡ θάλασσα· εἰ γὰρ δυνατὸν δύο ἴσα κυάθια ἐν τῷ αὐτῷ χωρῆσαι, τί κωλύει καὶ τρία καὶ ἄπειρα; καταμετρουμένου γὰρ τοῦ μείζονος ὑπὸ τοῦ ἐλάττονος διὰ τὸ πᾶν πεπερασμένον καταμετρεῖσθαι ὑπὸ παντὸς πεπερασμένου τὴν πᾶσαν θάλατταν ἐνδέχοιτο ἂν ἐν κυάθῳ χωρῆσαι. εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, ἀδύνατον ἄρα σῶμα διὰ σώματος χωρῆσαι. καὶ οὐχὶ τόδε μᾶλλον τὸ σῶμα διὰ τοῦδε τοῦ σώματος χωρῆσαι ἀδύνατον, ἄλλα δὲ δι’ ἄλλου δυνατόν, ἀλλ’ οὐδὲν δι’ οὐδενὸς οἷόν τε χωρεῖν, εἰ μηδὲ τὰ οὐράνια σώματα χωροῦντα δι’ ἀλλήλων φαίνεται, ἁπτόμενα δὲ μόνον ἀλλήλων· ὅθεν καὶ ἐπιπροσθεῖ τὰ ἄστρα ἀλλήλοις ὡς μὴ μόνων τῶν σωμάτων χωρεῖν δι’ ἀλλήλων ἀδυνατούντων ἀλλὰ μηδὲ τοῦ φωτὸς τῶν ἀνωτέρων διὰ τῶν ὑποκειμένων ἄστρων χωρῆσαι δυναμένου διὰ τὸ μὴ εἶναι διαφανῆ τῶν ἄστρων τὰ σώματα· εἰ γὰρ χωρεῖν αὐτῶν δι’ ἀλλήλων ἐπεφύκει τὰ σώματα, οὐκ ἂν ἐπεπρόσθει ἀλλήλοις ἅμα τοῖς σώμασιν καὶ τοῦ φωτὸς τοῦ ἐν αὐτοῖς τὸ βάθος ὅλον καταλάμποντος· εἰ οὖν τὸ φῶς χωρεῖν δι’ αὐτῶν ἀδύνατον, καὶ τὰ σώματα ἄρα αὐτῶν χωρεῖν δι’ ἀλλήλων ἀδυνατώτερον· ἐπεὶ καὶ τὸ τῆς σελήνης ἡμισφαίριον ἀεὶ ἐκ τῶν τοῦ ἡλίου αὐγῶν φωτίζεσθαι ἀποδεδειγμένου τὸ ἐν τῷ ἡμισφαιρίῳ αὐτῆς γινόμενον φῶς οὐκ ἐξισχύει διὰ τοῦ βάθους αὐτῆς χωρῆσαν καὶ τὸ λοιπὸν αὐτῆς ἡμισφαίριον καταλάμψαι· πεμπταία γοῦν φέρε ἢ ἑβδομαία οὖσα καὶ μέρους αὐτῆς τοῦ πρὸς τὸν ἥλιον νενευκότος πεφωτισμένου, οὗτινος θιγεῖν αἱ ἀκτῖνες αἱ ἡλιακαὶ δύνανται, καὶ τοῦ φωτισθέντος αὐτῆς μέρους πᾶν τὸ ἐπιβάλλον διαφανὲς καταλάμποντος τὸ λοιπὸν αὐτῆς σῶμα φωτίσαι ἀδυνατεῖ ὡς μηδὲ τοῦ ἐπὶ μέρους αὐτῆς φωτὸς διὰ τοῦ βάθους αὐτῆς χωρῆσαι δυναμένου.
Aet Mund.282 εἰ οὖν μηδὲ τὸ ὀξύτατόν τε καὶ διιτικὸν φῶς διὰ τῶν σωμάτων τῶν ἄστρων χωρεῖν δύναται, ἐκ πολλοῦ γε τοῦ περιόντος ἀποδέδεικται, ὡς οὐδὲ τὰ σώματα αὐτῶν χωρεῖν δι’ ἀλλήλων δυνήσεται· εἰ γὰρ χωρεῖν δι’ ἀλλήλων ἐπεφύκει τὰ σώματα αὐτῶν, καὶ τὸ ἐν αὐτοῖς φῶς χωρεῖν διὰ τῶν σωμάτων αὐτῶν ἠδύνατο ἄν, εἴ γε ἐν ὑποκειμένοις αὐτοῖς τὸ φῶς ὑφέστηκεν καί, οὗ ἂν ᾖ τὸ ὑποκείμενον, κἀκεῖνο εἶναι ἀνάγκη.
Aet Mund.283 εἰ δὲ τὸ φῶς ἀδύνατον δι’ αὐτῶν χωρῆσαι, πολλῷ μᾶλλον τὰ σώματα· ὁ γὰρ προειρημένος ἐπὶ πάντων ἁρμόσει λόγος. ἐνδέχεται γὰρ ἐν τῷ σμικροτάτῳ καὶ ὅ φασιν ἐν κέγχρου ὄγκῳ τὸ τοῦ οὐρανίου συσταλῆναι μέγεθος. ὥστε, εἰ μὴ ἐνδέχεται τὸν τοῦ οὐρανοῦ ὄγκον ἐν ἐλάττονι γενέσθαι, οἷον ἐν τῷ τοῦ ἡλίου ὄγκῳ, οὐδὲ τὰ οὐράνια ἄρα σώματα χωρεῖν δι’ ἀλλήλων ἐνδέχεται. ἥκιστά γε οὖν μάλιστα διά τινος τῶν ὑπὸ σελήνην σωμάτων χωρήσειεν ἂν τὰ οὐράνια, ἐπεὶ μηδὲν τῶν ὑπὸ σελήνην χωρητικόν ἐστιν ἑτέρου σώματος, ὅσῳ καὶ παχύτερά εἰσιν καὶ γεωδέστερα. ὥστε οὐδὲ τὸ ἀγένητον ἐκεῖνο σῶμα χωρεῖν ὅλον δι’ ὅλου τοῦ φθαρτοῦ δυνήσεται σώματος. κατακερματίζεσθαι οὖν ἄμφω ἀνάγκη καὶ τέμνειν ἄλληλα ἐν ἀλλήλοις γινόμενα, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν. οὐδέτερον ἄρα συνεχὲς ἔσται οὔτε τὸ ἀίδιον αὐτὸ ἑαυτῷ οὔτε τὸ φθαρτόν. εἰ οὖν τοῦτο ψεῦδός τε καὶ ἄτοπον καὶ συνεχές ἐστιν αὐτὸ ἑαυτῷ ὅλον τὸ φθαρτὸν σῶμα, εἴπερ καθ’ Ἱπποκράτην ‘σύμπνοια μία, σύρροια μία, πάντα συμπαθέα‘, οὐκ ἄρα οὕτως εἶναι ἐνδέχεται ἐν ὅλῳ τῷ φθαρτῷ τὸ ἄφθαρτον σῶμα, ὡς κατακερματίζεσθαι ἄμφω ὑπ’ ἀλλήλων, ὥσπερ τὰ μιγνύμενα τῶν ὑγρῶν σωμάτων. ἔστω δ’, εἰ βούληταί τις καὶ δυνατὸν εἶναι, ὅλον δι’ ὅλου χωρεῖν τὸ ἀίδιον διὰ τοῦ φθαρτοῦ σώματος, ὅπερ ἀδύνατον δέδεικται. ἀνάγκη δὴ οὖν καὶ συσχηματίζεσθαι τῷ φθαρτῷ τὸ ἀίδιον, ὥσπερ τὰ ἐν ἀγγείῳ γινόμενα ὑγρὰ τοῖς δεξαμένοις αὐτὰ συσχηματίζεται.
Aet Mund.284 ὥστε τὴν αὐτὴν διοργάνωσιν τῷ φθαρτῷ τὸ ἀίδιον ἕξει. εἰς τί οὖν ἐν ἑτέροις τοῖς τε παιδουργοῖς μορίοις καὶ τοῖς λοιποῖς χρήσεται τὸ ἀίδιον; καὶ τοῦ οἰκείου οὖν καὶ κατὰ φύσιν ἐκπεσεῖται σχήματος. ἀλλ’ οἶμαι πάντα λῆρον ὑπερεκπίπτειν τὴν τοιαύτην ὑπόθεσιν· τὸ γὰρ ἀγένητόν τε καὶ ἄφθαρτον ἀνεπίδεκτον εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν τροπῆς ἀνάγκη· πῶς οὖν ἀίδιον εἶναι δύναιτ’ ἂν τοῦτο τὸ τοῦ κατὰ φύσιν ἐξιστάμενον σχήματος, ἐπὶ τὸ παρὰ φύσιν δὲ μεθιστάμενον; ὥστε καὶ εἰ τῶν ἐνδεχομένων ἦν 〈σῶμα διὰ〉 σώματος χωρεῖν, ἀδύνατον δέδεικται τὸ ἐν τῇ ὑποθέσει ἀίδιον σῶμα ὅλον δι’ ὅλου χωρεῖν τοῦ φθαρτοῦ. εἰ δὲ μὴ ὅλον δι’ ὅλου τὸ ἀίδιον τοῦ φθαρτοῦ κεχώρηκεν ἀλλ’ ἔν τινι αὐτοῦ μορίῳ ἵδρυται, πρῶτον μὲν λεγέτωσαν, ἐν τίνι τούτῳ· οὐδὲ γὰρ πλάσαι τις τοῦτο ῥᾳδίως δυνήσεται. ἔστω δ’ εἰ βούλει ἐν μορίῳ τινὶ φέρε εἰπεῖν τῷ ἐγκεφάλῳ ἱδρῦσθαι τὸ ἀίδιον σῶμα. πῶς οὖν καὶ ἐν τούτῳ ἐστίν; πότερον ἅπτεται αὐτοῦ παρακείμενον ἢ δι’ ὅλου κεχώρηκεν; τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ μέρους ἁρμόσει ἀπορεῖν, ἅπερ καὶ περὶ τοῦ παντὸς ἠπορήσαμεν. πῶς δὲ καὶ τῶν ἄλλων μερῶν αὐτῶν καθ’ αὑτὸ ποιεῖται τὴν κίνησιν; κινεῖ γὰρ καὶ τοῦ ὅλου ἠρεμοῦντος τὰ μέρη, ὡς εἴρηται. πῶς οὖν ἐν τῷ ἐγκεφάλῳ ὂν κινεῖ τὸν τοῦ ποδὸς δάκτυλον; ἢ γὰρ τὸ ὅλον τῇ τοῦ μέρους ὤσει κινήσει διὰ τὴν συνέχειαν καὶ οὐκ ἔσται τοῦ μέρους ἰδία κίνησις, ἢ ἐκεῖνο μόνον τὸ μέρος κινήσει, οὗ καὶ ἅπτεται, καὶ εἰ τὸ ὅλον οὐ κινηθήσεται οὐδὲ τῶν λοιπῶν μορίων οὐδέν.
Aet Mund.285 ηιʹ. Πρὸς δὲ τούτοις ἀνάγκη που πᾶσα ἢ τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας εἶναι ἐκεῖνο τὸ σῶμα ἢ τῆς τῶν κυκλοφορουμένων ἢ ἑτέρας τινὸς παρὰ ταύτας. εἰ μὲν οὖν ἑτέρας εἴη, ἀναπέφηνεν ἡμῖν μετὰ τὴν πέμπτην καὶ ἑτέρα τις ἕκτη σώματος φύσις. καὶ εἰ μὲν ὁμοούσιά εἰσιν ἀλλήλοις ἅπαντα τὰ τῶν λογικῶν ψυχῶν ἀιδίως ἐξηρτημένα σώματα, δεικνύτωσαν, τίς ἡ τούτων ὁλότης· ἕκαστον γὰρ τῶν μερικῶν καὶ ἁπλῶν σωμάτων ἀπό τινός ἐστιν ἀπεσπασμένον ὁλότητος, οἷον ἥδε ἡ βῶλος ἀπὸ τῆς γῆς καὶ τόδε τὸ ὕδωρ ἀπὸ τῆς τοῦ ὕδατος ὁλότητος· ἀλλ’ οὐχ ἕξουσιν δεικνύειν ἑτέραν τινὰ σώματος ὁλότητα παρὰ τὰ συνεγνωσμένα ἡμῖν τέσσαρα στοιχεῖα καὶ τὸ οὐράνιον. εἰ δὲ μή εἰσιν ἀλλήλοις ὁμοούσια, πολλὰς σωμάτων φύσεις τῷ παντὶ μυθωδέστερον ἐπεισάξουσιν· τίνες οὖν αἱ τούτων διαφοραί; καίτοι εἰ πᾶν σῶμα φυσικὸν αἰσθήσει κρίνεται, ἢ πάσαις ἢ τισὶ ἢ πάντως γοῦν μιᾷ τῇ ἁφῇ—καὶ ὁ οὐρανὸς γοῦν, ὃν ἀγένητον εἶναί φασιν καὶ ἄφθαρτον, ὁρατός τέ ἐστιν, ὥς φησιν ὁ Πλάτων, ἁπτός τε—, εἰ οὖν πᾶν σῶμα αἰσθήσει κρίνεται, οὐδεμίαν δὲ τῶν σωμάτων ἐκείνων δι’ αἰσθήσεως ἀντίληψιν ἔχομεν, τίνι κρίνειν ἔχουσιν τῆς φύσεως αὐτῶν τὴν ἰδιότητα ἢ τὴν πρὸς τὰ λοιπὰ διαφοράν; εἰ γὰρ καὶ ὁ νοῦς ἐστιν τῆς οὐσίας τῶν σωμάτων κριτικός, ἀλλ’ οὐ χωρὶς αἰσθήσεως. ὅθεν ἐν τοῖς περὶ ἀποδείξεως Ἀριστοτέλης ἀπέδειξεν, ὡς ἐκλειπούσης αἰσθήσεως καὶ ἐπιστήμην ἐκλείπειν ἀνάγκη· ὁ γοῦν ἐκ γενετῆς τοῦ ἀκουστικοῦ κριτηρίου ἐστερημένος οὗτος καὶ τῆς κατὰ τὰς ἁρμονίας ἐπιστήμης ἐστέρηται· ὁμοίως ὁ τῶν ὄψεων ἀπὸ γενέσεως ἐστερημένος οὗτος καὶ τῆς ἐν τοῖς χρώμασιν ἐπιστήμης ἐκπέπτωκεν.
Aet Mund.286 εἰ τοίνυν μηδεμία πώποτε δι’ αἰσθήσεως τῶν σωμάτων ἐκείνων ἀντίληψις γέγονεν οὐ κεχωρισμένων ὄντων ἀλλ’ ἐν τοῖς θνητοῖς σώμασιν συμπεπλεγμένων, ὥς φασιν, καὶ θιγγανόντων αὐτῶν, ἀνάγκη πᾶσα μηδὲ ἐπιστήμην αὐτῶν εἶναι. πόθεν οὖν δεικνύειν 〈ἔχει〉 τις, ὡς ἔστιν τοιαύτη τις σωμάτων φύσις ἑτέρα παρὰ τὰ συνεγνωσμένα ἡμῖν σώματα, εἰ μήτε δι’ αἰσθήσεως τὴν γνῶσιν αὐτῶν ἔσχον μήτε δι’ ἐπιστήμης, ἐπεὶ μηδὲ δι’ αἰσθήσεως; οὐ γὰρ ἄνευ αἰσθήσεως ἡ τῶν σωμάτων ἐπιστήμη γίνεται. οὐκ ἄρα ἑτέρας εἶναι φύσεως ἐνδέχεται ἐκεῖνα τὰ σώματα παρὰ τὰ συνεγνωσμένα ἡμῖν δʹ καὶ τὸ οὐράνιον. θιʹ. Εἰ δὲ μὴ ἄλλης εἰσὶν φύσεως, ἢ τῆς αὐτῆς εἰσιν τοῖς τέτρασι πάντως ἢ τῆς τῶν οὐρανίων. ἀλλ’ εἰ μὲν ἢ ἐξ ἑνός εἰσιν τῶν τεσσάρων ἢ καὶ σύνθετα ἐκ τούτων, φθαρτὰ πάντως εἰσὶν ἐξ ἀνάγκης· πᾶν γὰρ σῶμα τῆς τῶν δʹ ὁλότητος ἀπεσπασμένον, εἴτε ἁπλοῦν εἴη εἴτε σύνθετον, φθαρτόν ἐστιν πάντως· οὐδὲν γὰρ τῶν μερικῶν ἀίδιον· ὥστε κἀκεῖνα γενητὰ ἔσται καὶ φθαρτὰ ἐξ ἀνάγκης. οὐκ ἄρα οὐδὲ ἀιδίως αὐτὰ τῶν ψυχῶν ἐξηρτῆσθαι ἐνδέχεται. εἴπερ ἄρα ἀίδιά εἰσιν ἐκεῖνα τὰ σώματα, ἀδύνατον αὐτὰ τῆς τῶν στοιχείων εἶναι φύσεως. κʹ.
Aet Mund.287 Εἰ δὲ τῆς αὐτῆς τοῖς οὐρανίοις εἰσὶν οὐσίας, καὶ οὕτως φθαρτὰ ἔσται διὰ τὸ αὐτὰ ἀπεσπάσθαι τῆς οἰκείας ὁλότητος· ἐπεὶ καὶ τὰς τῶν στοιχείων ὁλότητας ἀιδίους εἶναι Ἑλλήνων ὑποτίθενται παῖδες, ἀλλ’ ὅμως τὰ τούτων ἀποσπώμενα μέρη καὶ γενέσεως καὶ φθορᾶς ἐν χρόνῳ τετύχηκεν· ὥστε, εἰ καὶ ὁ οὐρανὸς ἀίδιος ἦν, τὰ τούτου ἀπεσπασμένα μόρια οὐκ ἂν εἶεν ἀίδια. ἄλλως τε εἰ τῆς αὐτῆς εἴη τοῖς οὐρανίοις οὐσίας ἐκεῖνα τὰ σώματα, δηλονότι κυκλοφορητικὰ ἂν εἴη· τοιαῦτα γὰρ τὰ οὐράνια πάντα σώματα. εἰ δὲ τοῦτο, σφαιροειδῆ κατὰ φύσιν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ οἷόν τέ ἐστιν τὰ μὴ σφαιρικὰ κύκλῳ κινεῖσθαι κατὰ φύσιν. εἰ δὲ σφαιρικά ἐστιν, ἐν τοῖς φθαρτοῖς γινόμενα σώμασιν ἢ φυλάττει τὸ φυσικὸν σχῆμα πάντως ἢ οὐ φυλάττει. εἰ μὲν οὖν μὴ φυλάττῃ, εἰς τὸ παρὰ φύσιν σχῆμα πάντως ἐξέπεσεν· πῶς οὖν ἔτι ἀίδια; οὐδὲν γὰρ τῶν νομιζομένων ἀιδίων εἶναι σωμάτων, λέγω δὴ τῶν οὐρανίων, ἕως ἂν ᾖ, τὸ κατὰ φύσιν μεταβάλλει σχῆμα. εἰ δὲ φυλάττει, ἐπειδὴ δέδεικται, ὡς ἀδύνατον σῶμα χωρεῖν διὰ σώματος, ἀνάγκη πάντως κενήν τινα χώραν ἐν τῷ φθαρτῷ σώματι σφαιροειδῆ ἀναπλάττεσθαι τὴν ὑποδεχομένην ἐκεῖνο τὸ ἀίδιον σῶμα· ἀλλ’ οὐδεμία ἔστιν ἐν ἡμῖν κενὴ χώρα φθαρτοῦ σώματος σφαιρικὸν τόπον ἔχουσα, ἀλλ’ οὐδ’ ὅλως ἔστιν τις ἐν ἡμῖν κενὴ χώρα στερεοῦ σώματος, σαρκῶν εἰ τύχοι ἢ ὀστέων ἢ αἵματος, ἥτις οὐκ ἀέρος πάντως ἢ πνεύματος πεπλήρωται· ὥστε πάλιν ἀνάγκη σῶμα χωρεῖν διὰ σώματος. καὶ περὶ τῆς κύκλῳ δὲ κινήσεως ὁ αὐτὸς λόγος· εἰ γὰρ τῶν κυκλοφορουμένων ἐστὶν ἐκεῖνα σωμάτων, συνεχῆ πάντως καὶ ἀδιάκοπον ἕξει τὴν κύκλῳ κίνησιν· πάντα γὰρ τὰ κύκλῳ κινούμενα τοιαῦτά ἐστιν.
Aet Mund.288 δεικνύτωσαν οὖν, εἰ ἔστιν τις ἐν ἡμῖν κατὰ κύκλον γινομένη κίνησις· πᾶσα μὲν γὰρ ἐν τοῖς ζῴοις κίνησις αἰσθητὴ κατ’ εὐθεῖαν γίνεται, οἷον ἡ τῆς καρδίας ἢ τῶν ἀρτηριῶν· συστολὴ γὰρ καὶ διαστολὴ εὐθυφορία ἐστίν· καὶ τὸ ψυχικὸν δὲ πνεῦμα διὰ τῶν οἰκείων νεύρων φερόμενον τετρημένων ἐπ’ εὐθείας καὶ αὐτὸ τὴν κατ’ εὐθεῖαν κινεῖται· πόθεν οὖν δεικνύειν ἔχουσιν, εἰ ἔστιν τι σῶμα ἐν ἡμῖν κατὰ κύκλον κινούμενον; εἰ δὲ ἐν τῷ φθαρτῷ γινόμενον τὸ ἀίδιον πέπαυται τῆς κύκλῳ κινήσεως, τοῦ κατὰ φύσιν πάντως ἐκπέπτωκεν· πῶς οὖν ἀίδιον; τὸ γὰρ παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει τῆς ζωῆς, ὡς ἐν τῷ Φαίδρῳ λέγοντος ἠκούσαμεν Πλάτωνος· ὥστε, εἰ τῆς κατὰ φύσιν κινήσεως πέπαυται τὸ αὐγοειδὲς ἐν τῷ φθαρτῷ γινόμενον, καὶ ζωῆς καὶ τοῦ εἶναι πέπαυται. καὶ εἰ πάντα τὰ κύκλῳ κινούμενα σώματα καὶ καθ’ ὅλα καὶ κατὰ μέρη συνεχῆ καὶ ἀδιάκοπον τὴν κύκλῳ κινεῖται κίνησιν, οὐχ οὕτω δὲ ἔχει τὸ πεπλασμένον ὑπ’ αὐτῶν σῶμα, εἴπερ πέπαυται κύκλῳ κινούμενον, οὐκ ἄρα τῶν κυκλοφορουμένων ὑπάρχει σωμάτων· ὥστε οὐδὲ ἀίδιον. σκοπεῖν δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄξιον. ἑκάστῳ σώματι ἴδιόν τινα τόπον ἡ φύσις ἀφώρισεν. τὴν μὲν οὖν γῆν ἐν τῷ μέσῳ τοῦ παντὸς ἀφιδρύσατο, τὸ δ’ ὕδωρ ἐπὶ ταύτῃ, εἶτα τὸν ἀέρα, μετ’ ἐκεῖνον τὸ πῦρ, ἔξω δὲ πάντων τὸ κυκλοφορούμενον σῶμα, λέγω δὴ τὸ οὐράνιον, περιέβαλεν.
Aet Mund.289 ὁ αὐτὸς δέ ἐστιν κατὰ φύσιν τόπος τῷ τε παντὶ καὶ τῷ μέρει· ὁ γὰρ τῆς ὅλης γῆς κατὰ φύσιν τόπος οὗτος καὶ τῆς βώλου ἐστὶν κατὰ φύσιν, λέγω δὴ τὸ κέντρον, καὶ ὁ τοῦ παντὸς οὐρανοῦ οἰκεῖος τόπος οὗτος καὶ τοῦ μέρους κατὰ φύσιν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ οὖν τῆς τῶν κυκλοφορουμένων ἐστὶν οὐσίας, τουτέστιν τῆς τῶν οὐρανίων, τὸ ὥς φασιν ἀίδιον σῶμα, ᾧ πᾶσαν ψυχὴν ἐπιβεβηκέναι πρώτῳ φησὶν ὁ Πρόκλος, ἀνάγκῃ δήπου καὶ τόπος αὐτῷ κατὰ φύσιν ἔσται, ὅσπερ καὶ παντὶ τῷ οὐρανίῳ ἐστίν, τουτέστιν ὁ πέριξ. οὐκοῦν ἐν τοῖς περὶ γῆν τόποις νῦν τῆς ψυχῆς διαιτωμένης καὶ τὸ φθαρτὸν ἐνταῦθα διοικούσης σῶμα ἀνάγκη καὶ τὸ ἀίδιον ἐκεῖνο σῶμα τὴν πρὸς τὸ φθαρτὸν ἀναδεξάμενον σχέσιν παρὰ φύσιν νῦν ἐν τοῖς περὶ γῆν ἐνδιαιτᾶσθαι τόποις. ἆρ’ οὖν ἐπανήξουσίν ποτε ἐκεῖνα τὰ σώματα ἐπὶ τὴν οἰκείαν ὁλότητα καὶ τοῦ κατὰ φύσιν τεύξονται τόπου ἢ οὔ; εἰ μὲν οὖν μηδέποτε τῇ οἰκείᾳ ἑνοῦται ὁλότητι μήτε τοῦ κατὰ φύσιν τυγχάνουσιν τόπου, ἐν τῷ παρὰ φύσιν ἔσονται τὸν ἄπειρον χρόνον. ἀλλ’ ἀδύνατον ἐν τῷ παρὰ φύσιν εἶναί τι τὸν ἄπειρον χρόνον· κρεῖττον γὰρ τὸ μὴ εἶναι τοῦ ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι. οὐκοῦν τεύξονται ἐκείνης ποτὲ τῆς θέσεως καὶ τὴν αὐτὴν τοῖς οὐρανίοις χώραν ἐφέξουσιν. ὥστε καὶ πρὶν ἐνταῦθα τὴν ψυχὴν γεγονέναι καὶ τὴν πρὸς τὸ φθαρτὸν σῶμα σχέσιν ἀναδέξασθαι καὶ ἦν πάντως τὸ ἀίδιον ἐκεῖνο σῶμα.
Aet Mund.290 καὶ ἁπλῶς εἰπεῖν εἰ πρὸς τὸν ἑαυτῶν αἱ ψυχαὶ βίον λήξεως τυγχάνουσιν διαφόρου καί, ὥσπερ αἱ φαύλως βεβιωκυῖαι εἰς τοὺς ὑπὸ γῆν καταπέμπονται τόπους, οὕτως αἱ καθάρσεως τυχοῦσαι τῶν περιγείων τόπων ἀποδιδράσκουσιν (τινὲς γοῦν τῶν παρ’ αὐτοῖς θεολόγων καὶ τὸν γαλαξίαν καλούμενον κύκλον λῆξιν εἶναι καὶ χώραν ψυχῶν λογικῶν ἀπεφήναντο), εἰ οὖν ταῦτα παισὶν Ἑλλήνων δοκεῖ, ἀιδίῳ δέ τινι σώματι πρώτως ἡ ψυχὴ ἐπιβέβηκεν καὶ τοῦτο αὐτῆς ἀιδίως ἐξήρτηται, ἀνάγκη πᾶσα κατιούσης αὐτῆς ἐνταῦθα, ὁπηνίκα καὶ τὸ θνητὸν ἀμπέχεσθαι μέλλῃ σῶμα, ἄνωθεν μέχρι γῆς τὴν κατ’ εὐθεῖαν κινεῖσθαι κίνησιν ἐκεῖνο τὸ ἀίδιον σῶμα· αὐτὴ μὲν γὰρ ἡ ψυχὴ σώματος οὖσα χωρὶς καὶ τόπου καὶ κινήσεως ἐξῄρηται· οὐδὲν δὲ σῶμα, κἂν ἀθάνατον ᾖ, τόπον ἐκ τόπου ἀμείβειν δύναται ἄνευ κινήσεως· ἡ δὲ ἄνωθεν κάτω κίνησις εὐθυφορία ἐστίν· ὥστε καὶ ἄνευ τῆς πρὸς τὸ παχὺ τοῦτο σῶμα σχέσεως αὐτὸ καθ’ αὑτὸ κατ’ εὐθεῖαν ἐκεῖνο κινηθήσεται· οὐδὲν δὲ τῶν κατ’ εὐθεῖαν κινουμένων ἀίδιον, ὡς καὶ πρότερον δέδεικται. καʹ. Τοῦτον δέ τινες τὸν λόγον λίαν εὐήθως λύειν ἐπιχειροῦντες ὥς φασιν ἑλικοειδῶς αὐτὸ τὴν ἄνωθεν κάτω κινεῖσθαι κίνησιν, ἵν’ ὡς οἷόν τε καὶ τῆς τῶν κυκλοφορουμένων οὐσίας αὐτὸ καὶ τῆς τῶν στοιχείων ἐξέλωσιν.
Aet Mund.291 εἰ δ’ οὕτω τοῦτο ἔχει, ἐπειδὴ κατ’ αὐτοὺς τὰ μὲν κυκλοφορούμενα σώματα ἀίδιά ἐστιν, τὰ δὲ κατ’ εὐθεῖαν κινούμενα φθαρτά, ἡ δὲ ἑλικοειδὴς κίνησις μικτή τίς ἐστιν ἐξ εὐθείας καὶ κύκλου, ἀνάγκη πᾶσα, εἴπερ κατὰ φύσιν ἐκείνῳ ὑπάρχει τῷ σώματι τὸ ἑλικοειδῶς κινεῖσθαι, σύνθετον εἶναι αὐτὸ ἐξ ἀιδίου τε καὶ φθαρτοῦ σώματος· μικτὴ γὰρ ἡ ἑλικοειδὴς κίνησις ἐξ εὐθείας εἶναι καὶ κύκλου ὡμολόγηται. εἰ δὲ τοῦτο, ἢ μεταξύ πως ὂν ἑκατέρου οὔτε ἀίδιον ἔσται οὔτε φθαρτόν, ταὐτὸν δ’ εἰπεῖν οὔτε φθαρτὸν οὔτε οὐ φθαρτὸν οὔτε ἀίδιον οὔτε οὐκ ἀίδιον, καὶ συναληθεύσει ἡ ἀντίφασις, ἢ τὸ μὲν αὐτοῦ ἔσται φθαρτόν, τὸ δὲ ἄφθαρτον, καὶ οὕτως πάλιν τὸ ὅλον οὐκ ἀίδιον τοῦ ἑνὸς τῶν συνθέτων φθαρέντος καὶ τοῦ ὅλου τὴν συνέχειαν λύσαντος. ἀλλὰ ταῦτα λῆρος ἂν εἴη μακρὸς καὶ φαντασίας ἀνάπλασμα μυθῶδες· οὐδὲν γὰρ ἔστιν σῶμα ὑπὸ φύσεως ἑλικοειδῆ κινούμενον κίνησιν· τὰ μὲν γὰρ ὑπὸ σελήνην πάντα βαρέα ὄντα ἢ κοῦφα τὰ μὲν ἄνωθεν κάτω τὰ βαρέα, τὰ δὲ κάτωθεν ἄνω τὰ κοῦφα φέρεται, τὰ δὲ οὐράνια πάντα καὶ καθ’ ὅλα καὶ κατὰ μέρη (λέγω δὲ μέρη ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά) ἀκριβῆ κύκλον ἐκπεριέρχεται. τί οὖν παρὰ ταῦτα σῶμα δεικνύειν ἔχουσιν ἑλικοειδῶς κατὰ φύσιν κινούμενον; εἰ γὰρ καὶ λέγεται ἡ τοῦ ἡλίου κίνησις ἕλικα γράφειν ἢ ἕτερός τις τῶν πλανωμένων, ἀλλὰ παντὶ δῆλόν ἐστιν τῷ τὰ τοιαῦτα ἐπεσκεμμένῳ, ὡς ἡ ἡμετέρα ἐπίνοια τὰς διαφόρους τῶν οὐρανίων συντιθεῖσα κινήσεις τὸ τοιοῦτον ἀναπλάττει σχῆμα· διττῆς γὰρ οὔσης τῆς τῶν πλανωμένων κινήσεως καὶ πάντων μὲν τῇ ἀπλανεῖ σφαίρᾳ συμπεριαγομένων κατὰ τὸν ἰσημερινὸν κινουμένῃ κύκλον, ἑκάστου δὲ ἰδίαν περιαγομένου κίνησιν κατὰ τὸν λοξόν τε καὶ ζῳδιακὸν καλούμενον κύκλον, ἀμφοτέρας τὰς κινήσεις ἡ ἡμετέρα ἐπίνοια μίξασα (τήν τε καθ’ ἡμέραν φημὶ τοῦ ἡλίου μετὰ τοῦ παντὸς περίοδον καὶ ἔτι τὴν κατὰ βραχὺ τοῦ αὐτοῦ τούτου ἐπὶ τὰ βόρεια ἢ ἐπὶ τὰ νότια τοῦ ἰσημερινοῦ λόξωσιν) τὴν ἕλικα ἐν τῇ φαντασίᾳ ἀνέπλασεν, ἑκάστου δηλονότι τῶν οὐρανίων αὐτοῦ καθ’ αὑτὸ ἀπηκριβωμένον ἐκπεριερχομένου κύκλον.
Aet Mund.292 κἂν εἴ τι δὲ τῶν ὑπὸ σελήνην σωμάτων ἢ διὰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφ’ οὗ ἡ κίνησις γίνεται, ἑλικοειδῶς κινεῖται, ὥσπερ ἐπὶ τῶν κοχλιοειδῶν καλουμένων κλιμάκων συμβαίνει, ἢ καὶ ἄλλως καθ’ ὁρμὴν οἰκείαν οὕτω κινηθείη, οὐδεὶς ἂν τολμήσειε φυσικὴν τῶν σωμάτων τούτων τὴν τοιαύτην εἰπεῖν κίνησιν· καὶ γὰρ καὶ τὰ κηρύκια καὶ αἱ πορφύραι καὶ εἴ τι τοιοῦτο ἄλλο εἴη οὐχ ὁρμῇ φυσικῇ σώματος ἑλικοειδῆ ποιεῖται τὴν κίνησιν ἀλλὰ ψυχικῇ δυνάμει διὰ τὸ σχῆμα τοῦ ὀστράκου τοῦ περιέχοντος· ὥσπερ γὰρ οὐδέ, εἰ ἐπὶ σφαίρας κινοῖτο μύρμηξ, κατὰ φύσιν κυκλοφορεῖσθαί τις αὐτὸν φήσειεν, ἀλλ’ οὐδὲ τὴν ἐπὶ τὰ πλάγια τῶν ζῴων κίνησιν φυσικὴν εἶναι τῶν σωμάτων φαμέν (ἡ γὰρ φύσις ἐπὶ τὸ κάτω τὰ βαρέα κινεῖ), τὸ δὲ σχῆμα ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς τοιαύτης ἐστὶν αἰτία κινήσεως, οὕτω δὴ κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ σχῆμα τοῦ μεγέθους, ἐφ’ οὗ ἡ κίνησις, ἢ ἡ τῆς ψυχῆς ὁρμὴ τῆς ἑλικοειδοῦς τισιν αἰτία κινήσεως γένηται, φυσικήν φαμεν τῶν σωμάτων τὴν τοιαύτην εἶναι κίνησιν· ὥστε οὐδὲν σῶμα κατὰ φύσιν ἑλικοειδῆ κινεῖται κίνησιν.
Aet Mund.293 οὐδὲ ἐκεῖνο ἄρα τὸ σῶμα δυνατὸν ἄνωθεν κάτω φερόμενον ἕλικα κινεῖσθαι κατὰ φύσιν. μυρία μὲν οὖν ἦν εἰπεῖν καὶ ἄλλα εἰς ἀνασκευὴν τοῦ μυθώδους τούτου σώματος· ἱκανῶν δὲ καὶ τῶν εἰρημένων ὄντων καὶ ἀδυνάτου ἀποδεδειγμένου τοῦ ἀίδιόν τι σῶμα τῆς ψυχῆς ἐξηρτῆσθαι, εἴπερ μήτε τῶν εὐθυφορουμένων σωμάτων εἶναι δύναται μήτε τῶν κυκλοφορουμένων μήτε μικτὸν ἐκ τούτων μήτε ἑτέρας φύσεως παρὰ ταῦτα, ἀλλὰ μηδὲ Πλάτωνος μηδαμοῦ τὴν περὶ τῶν τοιούτων σωμάτων εἰσηγησαμένου δόξαν, οὐδεμία ἄρα λείπεται ἀνάγκη, εἰ καὶ ἀγένητος εἴη καὶ ἄφθαρτος τοῦ κόσμου ἡ ψυχὴ κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον· ἐπεὶ καὶ τὰς ἡμετέρας ψυχὰς ἀγενήτους εἶναι καὶ ἀφθάρτους βούλεται τῶν κινουμένων ὑπ’ αὐτῶν σωμάτων ἀρχὴν τοῦ εἶναι καὶ τέλος ἐχόντων. Τέλος λύσεως τοῦ ζʹ λόγου. Πρόκλου διαδόχου λόγος ηʹ.
Aet Mund.294.(1n) “Ὄγδοος· εἰ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος 〈ἔξωθεν〉 φθείρεται καὶ εἴς τι ἀλλότριον, μηδὲν δὲ ἔξω τοῦ παντός ἐστιν μηδὲ ἀλλότριον ἀλλὰ πάντα περιείληφεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γινόμενον, οὔτ’ ἂν ἀλλότριόν τι εἴη τοῦ παντὸς οὔτ’ ἂν φθείροιτο εἰς ἀλλότριον ἢ ὑπὸ ἀλλοτρίου γινόμενον. ὥστ’ ἄφθαρτόν ἐστιν. διὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ ἀγένητον· πᾶν γὰρ τὸ γενητὸν ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γινομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον 〈ὂν〉 τοῦ παντός. εἰ δὲ τοῦτο, εἴη ἂν ἐναντίον τι τῷ παντί, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν τὰ ἐναντία ἐξ ἀλλήλων τέ ἐστιν καὶ εἰς ἄλληλα μεταβάλλει καὶ εἰσὶν αὐτῶν δύο ὁδοὶ μεταξὺ δυοῖν ὄντοιν, ὡς ἐν Φαίδωνι κατεσκεύασται διὰ πλειόνων, ἀποδιδόναι θατέρῳ τῶν ἐναντίων τὸ λοιπὸν καὶ μὴ εἶναι χωλὴν τὴν φύσιν. ὅτι μὲν οὖν ἀντίκειται τὸ ἄτακτον καὶ τὸ τεταγμένον, δῆλον. ἀλλ’ εἰ μὲν ὡς στέρησις καὶ ἕξις, μεταβάλλει δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβάλλει καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στέρησίς ἐστιν, αἱ δὲ στερήσεις εἰς ἕξιν ἀμετάβλητοι.
Aet Mund.295 εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβάλλει τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται κατὰ φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον. εἰ δ’ ἐναντία ταῦτ’ ἔστιν κατὰ τὸν τῶν ἐναντίων νόμον, μεταβάλλει ἄρα καὶ τὸ πᾶν εἰς τὸ ἐναντίον, ἐξ οὗ γέγονεν. ἀλλὰ μὴν ἄφθαρτον δέδεικται τὸ πᾶν. οὐκ ἄρα μεταβάλλει εἰς ἐναντίον τι. ὥστε οὐδὲ γέγονεν. ὥστ’ ἀίδιον τὸ πᾶν· οὐ γὰρ ἐνδέχεται δυοῖν ἐναντίοιν ὄντοιν ἐκ μὲν τοῦ ἑτέρου ὁδὸν εἰς θάτερον εἶναι, ἐκ δὲ τοῦ ἑτέρου εἰς θάτερον μὴ εἶναι, οὐδὲ στερήσεως καὶ ἕξεως ἐκ μὲν τῆς στερήσεως εἰς τὴν ἕξιν 〈εἶναι〉, ἐκ δὲ τῆς ἕξεως εἰς τὴν στέρησιν μὴ εἶναι· οὐ γὰρ ἔστιν ἐπί τινων ὁδὸς ἀπὸ στερήσεως εἰς ἕξιν, τοῖς δ’ ἐναντίοις ἔστιν εἰς ἄλληλα, καθάπερ ὁ ἐν Φαίδωνι λέγει Σωκράτης. ὥστ’ ἢ οὐκ ἔστιν ἄφθαρτον τὸ πᾶν ἢ πολλῷ μᾶλλον ἀγένητον ἢ ἄφθαρτον, εἴτ’ ἐναντίον τὸ ἄτακτον καὶ τὸ τεταγμένον εἴτε τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις.” Κεφάλαια τῆς λύσεως τοῦ ηʹ λόγου. αʹ. Ὅτι ἐξ αὐτῶν τῶν τῷ Πρόκλῳ δοκούντων καὶ ἀλλαχοῦ τὸ καὶ ἐνταῦθα ὡμολογημένον δείκνυται, ὡς ψεῦδός ἐστιν τὸ ‘πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεται‘.
Aet Mund.296 καὶ ὅτι φύσει φθαρτός ἐστιν ὁ κόσμος, κἂν μηδὲν αὐτοῦ ἔξωθεν ὑπάρχῃ. βʹ. Ὅτι, κἂν συγχωρηθείη ἀληθὲς εἶναι τὸ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεσθαι πρότερον ἀλλοτρίου ὄντος, ἔτι δὲ καὶ τοῦ κόσμου μηδὲν εἶναι ἔξω μηδ’ ἀλλότριον, οὐδὲν κωλύει γεγονέναι τὸν κόσμον. καὶ ὅτι εὐήθης αὕτη ἡ ὑπόθεσις ἡ λέγουσα, ὡς, εἴπερ γέγονεν ὁ κόσμος, ἢ ἔστιν τι αὐτοῦ ἢ ἦν ἀλλότριόν τε καὶ ἔξω. γʹ. Ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεται. ὥστε οὐδὲ ὁ κόσμος, εἴπερ γέγονεν, ἐξ ἐναντίου πάντως γέγονεν. δʹ. Ὅτι, εἰ καὶ ἐνδέχεται τὴν ἕξιν ἀντιμεταβάλλειν εἰς τὴν στέρησιν, ἀλλ’ οὖν ἐναντία Πλάτωνι διατάττεται Πρόκλος λέγων, ὡς, εἴπερ γέγονεν ὁ κόσμος ἐκ τοῦ ἀτάκτου κατὰ Πλάτωνα, 〈ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ〉 κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν ἀντιμεταβάλλειν αὐτὸν εἰς τὸ ἄτακτον, τουτέστιν εἰς τὴν ἰδίαν στέρησιν, ἐξ ἧς γέγονεν. Λύσις τοῦ ηʹ λόγου. αʹ. Τῶν ἐλέγχων ἄριστοι εἶναι δοκοῦσιν ἐκεῖνοι, οἵτινες ἐξ ἀρχῶν ὡρμημένοι εἰσὶν αὐτοπίστων τε καὶ τοῖς ἀντιλέγουσιν προωμολογημένων. καὶ ἡμεῖς τοίνυν τὴν ἀρχὴν καὶ ῥίζαν τοῦ προκειμένου ἐπιχειρήματος (αὕτη δέ ἐστιν τὸ λαβεῖν, ὡς πᾶν τὸ φθειρόμενον ἔκ τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεται, ἐξ οὗ συνήγαγεν, ὡς οὐκ ἂν φθαρείη ὁ κόσμος διὰ τὸ μηδὲν μήτε ἔξωθεν εἶναι τοῦ παντὸς μήτε ἀλλότριον) οὐκ ἀλλαχόθεν ἐλέγξομεν ἢ ἐκ τῶν αὐτῷ τῷ Πρόκλῳ μετὰ τῆς ἀληθείας προωμολογημένων.
Aet Mund.297 παραθήσομαι δὲ ταῦτα τοῦ Πρόκλου τὰ ῥήματα, ἅπερ καὶ ἐν τῷ ἕκτῳ τῶν κεφαλαίων παρέθηκα· Πλάτωνος γὰρ ἅπαν τὸ αἰσθητὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον ἀποφηναμένου καὶ πρὸς τοῦτο τοῦ Ἀριστοτέλους ἐνστάντος, ὡς οὐκ ἀληθὲς εἴη (τὸν γὰρ οὐρανὸν καὶ τὸν ὅλον κόσμον αἰσθητὸν ὄντα μήτε γενέσθαι μήτε ἀπόλλυσθαι), τῇ Πλάτωνος ὁ Πρόκλος παριστάμενος δόξῃ μετὰ πλειόνων ἄλλων καὶ τῶν αὐτῷ τῷ Ἀριστοτέλει δοκούντων ταύτην συνίστησιν. δοκεῖ δὲ Ἀριστοτέλει τὸ μηδὲν σῶμα δύναμιν ἔχειν ἄπειρον, ἀλλὰ πᾶν ὑπὸ πεπερασμένης διοικεῖσθαι δυνάμεως. ἐξ οὗ συνάγει ὁ Πρόκλος, ὡς πᾶν σῶμα τῷ οἰκείῳ τῆς φύσεως λόγῳ γινόμενόν ἐστιν καὶ ἀπολλύμενον διὰ τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι ἐξ ἀνάγκης. ἔχει δὲ τὰ Πρόκλου ἐπὶ λέξεως ὧδε. Πρόκλου ἐκ τοῦ λόγου, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘. ‘Τοῦτο τοίνυν μόνον δεῖ λαβεῖν, εἰ καὶ τὸ οὐράνιον σῶμα δεῖ γινόμενον ὀνομάζειν καὶ τὸν ὅλον κόσμον ὡσαύτως. πῶς δὲ οὐ δεῖ καὶ ἐξ ὧν αὐτὸς δίδωσιν ἡμῖν οὑτωσὶ λέγειν; οὐδὲν γάρ φησιν σῶμα πεπερασμένον δύναμιν ἄπειρον ἔχει, καὶ δέδειχεν ἐν ὀγδόῳ τοῦτο τῆς φυσικῆς ἀκροάσεως.
Aet Mund.298 εἰ οὖν ὁ κόσμος πεπέρασται (καὶ γὰρ τοῦτο δέδειχεν αὐτός), ἀνάγκη μὴ ἔχειν αὐτὸν δύναμιν ἄπειρον. ἀλλὰ μὴν δεδείχαμεν, ὅτι ὁ αἰὼν ἄπειρός ἐστιν δύναμις, ἐν τοῖς ἔμπροσθεν λόγοις. οὐκ ἄρα ὁ κόσμος αἰώνιον ἔχει τὴν ὑπόστασιν μὴ ἔχων τὴν ἄπειρον δύναμιν. εἰ δὲ μὴ ἔχῃ τὴν ὑπόστασιν αἰώνιον (τὸ γὰρ τοιοῦτον αἰῶνος μετέχει, τὸ δὲ μετέχον αἰῶνος ἀπείρου δυνάμεως μετέχει), ἀνάγκη μὴ εἶναι τὸν κόσμον ἀεί· τὸ γὰρ ἀεὶ εἶναι καὶ αὐτὸς ἴδιον εἶναί φησιν τοῦ αἰῶνος ἀπὸ τούτου λέγων τὴν ἐπωνυμίαν εἰληφέναι τὸν αἰῶνα‘. οὕτω δείξας ὁ Πρόκλος, ὅτι καὶ κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα οὐ τῶν ἀεὶ ὄντων ὁ κόσμος, δείκνυσι ἐφεξῆς, ὅτι τὸ ἀεὶ εἶναι αὐτῷ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς οἰκείας ὑπάρχει φύσεως· φησὶν γὰρ οὕτως ‘οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθ’ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον. ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ‘· καὶ μετ’ ὀλίγα ‘πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθ’ αὑτὸ πάντως καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο.
Aet Mund.299 τὸν δ’ οὖν ὁρισμὸν αὐτὸ καθ’ αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν‘. καὶ πάλιν ὁ αὐτὸς ἐν τοῖς ἐφεξῆς ‘ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον αἴτιον τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστ’ ἐὰν τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλ’ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, δι’ ἐκεῖνο κινήσεται 〈εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον δι’ ἐπινοίασ〉 τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεωσ‘. καὶ μετὰ βραχέα ‘ὅλως γὰρ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ μὲν φθείρεσθαι δι’ ἀδυναμίαν τὸ δὲ σῴζεσθαι διὰ δύναμιν ὑπάρχει, πολλῷ μᾶλλον ἐν τοῖς ἀφθάρτοις ἡ ἀφθαρσία διὰ δύναμιν. ἡ δὲ δύναμις δηλονότι ἄπειρον· ἡ γὰρ πεπερασμένη φθείρεται πᾶσα‘.
Aet Mund.300 Εἰ οὖν διὰ τὸ μὴ μετέχειν τὸν κόσμον ἀπείρου δυνάμεως σῶμα ὄντα, τὴν δὲ πεπερασμένην δύναμιν ἅπασαν φθαρτὴν εἶναι τοῦ φθείρεσθαι αὐτῇ δι’ ἀσθένειαν ἐπιγινομένου (ἀσθενὴς γάρ, εἰ μὴ ἄπειρος) διὰ τοῦτο τὸν κόσμον ἀνάγκη ἀπολλύμενόν τε καὶ φθαρτὸν εἶναι καὶ μὴ ἀεὶ ὑπάρχειν καὶ τοῦτο αὐτῷ ἀπὸ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐκ τῆς τοῦ ὄντος μεθέξεως αὐτῷ ἐπιγίνεται ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ γινομένης, εἰ ταῦθ’ οὕτως ἔχει καὶ Πλάτωνί τε καὶ Πρόκλῳ δοκεῖ, πῶς ἔτι ἂν εἴη ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ἔκ τινος ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι; εἰ γὰρ καὶ μηδὲν εἴη τὸ προσβάλλον καὶ φθεῖρον τὸν κόσμον, αὐτὸ τὸ τῆς δυνάμεως πεπερασμένον ἐξασθενοῦν δι’ αὐτὸ τὸ πεπεράνθαι φθορᾶς αἴτιον τῷ παντὶ γίνεται· εἰ γὰρ μὴ φθείρεται ὁ κόσμος καὶ τοῦτό τις αὐτοῖς συγχωρήσειεν, οὐ διὰ τὸ μηδὲν ἔξωθεν ἀλλότριον αὐτοῦ εἶναι οὐ φθείρεται ἀλλὰ διὰ τὸ τὴν ἀσθένειαν αὐτῷ ἐκ τοῦ ἀεὶ ὄντος ἐπιγίνεσθαι. εἰ οὖν καλῶς τῷ Πρόκλῳ δοκεῖ μηδὲν εἶναι ἄτοπον δι’ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς αὑτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, χωριζέσθω κατ’ ἐπίνοιαν ἡ ἐπιγινομένη τῷ κόσμῳ παρὰ τοῦ ἀεὶ ὄντος ἀθανασία καὶ αὐτό γε τὸ ταύτην αὐτῷ χορηγοῦν· τούτου οὖν γενομένου πότερον φθαρήσεται ὁ κόσμος διὰ τὴν ἀσθένειαν τῆς οἰκείας δυνάμεως πεπερασμένης οὔσης ἢ οὐ φθαρήσεται διὰ τὸ μηδὲν εἶναι αὐτοῦ ἀλλότριον ἔξωθεν; εἰ μὲν οὖν τὸ δεύτερον εἴη ἀληθές, οὐκέτι τὸ ἀεὶ εἶναι αὐτῷ παρὰ τοῦ ἀεὶ ὄντος ἐπίκτητον πρόσεστιν· τοῦ γοῦν ἀεὶ ὄντος κατ’ ἐπίνοιαν χωρισθέντος οὐδὲν ἧττον ἄφθαρτος ὁ κόσμος ἐστὶν ὅσον ἐπὶ τῇ τοῦ Πρόκλου ὑποθέσει διὰ τὸ μηδὲν ἔχειν ἔξωθεν φθεῖρον· ἄφθαρτος δὲ ὢν ἀεί ἐστιν· ἔτι δὲ οὐδ’ ἡ πεπερασμένη δύναμις φθαρτὴ ἔσται, εἰ πεπερασμένη μὲν ἡ τοῦ κόσμου δύναμις, ἄφθαρτος δ’ ὅμως ἐστὶν διὰ τὸ μηδὲν αὐτοῦ ἔξωθεν εἶναι.
Aet Mund.301 εἰ δὲ ἀληθὲς τὸ τὴν πεπερασμένην δύναμιν φθαρτὴν εἶναι, τὸ ἕτερον ψεῦδος ἐξ ἀνάγκης, λέγω δὴ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν, εἴπερ μηδενὸς ὄντος ἔξωθεν τοῦ κόσμου χωρισθέντος δὲ αὐτοῦ τοῦ ἀεὶ ὄντος φθείρεσθαι αὐτὸν ἀνάγκη διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως· ὥστ’ οὐκ ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι εἰ τὸ μὴ φθείρεσθαι τὸν κόσμον διὰ τὸ μηδὲν αὐτῷ προσβάλλειν ἀλλότριον ἔξωθεν ὑπῆρχεν ὅλον ἐξ ὅλων καὶ τέλειον ἐκ τελείων γενόμενον καὶ πάντα ἐν αὑτῷ περιέχοντα, δηλονότι ἐξ αὐτῆς αὐτοῦ τῆς φύσεως τὸ ἄφθαρτον αὐτῷ πρόσεστιν· πάντα γὰρ ἐν ἑαυτῷ περιέχων οὐδὲν τῶν φθοροποιῶν αἰτίων ἔξωθεν ἀπολέλοιπεν· μηδενὸς οὖν ὄντος τοῦ φθείρειν αὐτὸν δυναμένου οὐδ’ ἂν αὐτὸς φθαρῆναι δυνήσεται· ὃ δὲ ἀδυνάτως ἔχει φθαρῆναι διὰ τὸ μηδὲν εἶναι τῶν φθείρειν αὐτὸ δυναμένων, τοῦτο φύσει ἐστὶν ἄφθαρτον· ὥστε φύσει ἄφθαρτον ὁ κόσμος.
Aet Mund.302 πάλιν δ’ αὖ, εἰ πεπερασμένης ἐστὶν κατὰ φύσιν δυνάμεως ὁ κόσμος διὰ τὸ σῶμα εἶναι, ἡ δὲ πεπερασμένη δύναμις φθαρτή, φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος· ὁ αὐτὸς ἄρα καὶ φθαρτὸς ἔσται κατὰ φύσιν διὰ τὸ πεπερασμένης εἶναι δυνάμεως καὶ ἄφθαρτος κατὰ φύσιν διὰ τὸ μηδὲν ἔχειν ἀλλότριον ἔξωθεν τὸ προσβάλλον αὐτῷ καὶ φθεῖρον· εἰ οὖν συναληθεύειν ἀδύνατον τὴν ἀντίφασιν καὶ ἔστιν ἀληθὲς τὸ πεπερασμένης εἶναι δυνάμεως τὸν κόσμον, φθαρτὸς ἄρα ἔσται κατὰ φύσιν· εἰ δὲ φθαρτός ἐστιν κατὰ φύσιν, ψεῦδος ἔσται τὸ εἶναι αὐτὸν κατὰ φύσιν ἄφθαρτον· ἄφθαρτος δὲ κατὰ φύσιν ὑπῆρχεν ἄν, εἰ πᾶν τὸ φθειρόμενον ἔξωθεν ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἐφθείρετο· εἰ οὖν μήτε ἄφθαρτός ἐστιν κατὰ φύσιν μήτε ἔστιν τι αὐτοῦ ἀλλότριον τῶν φθείρειν αὐτὸν δυναμένων πάντα ἐν ἑαυτῷ περιέχοντα, φθαρτὸς ἄρα οὐχ ὑπὸ τῶν ἔξωθεν αἰώνων φθαρήσεται· οὐκ ἄρα ἀληθὲς τὸ πᾶν τὸ φθειρόμενον ὑπό τινος ἀλλοτρίου προσβάλλοντος ἔξωθεν φθείρεσθαι. ἔτι ἐν τῷ ἐφεξῆς ἐνάτῳ τῆς ὅλης πραγματείας ἐπιχειρήματι εὐθὺς ἐν ἀρχῇ φησιν ὁ Πρόκλος ὡς πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαι· τίς δ’ ἂν εἴη ἡ ἑκάστου τῶν φθειρομένων κακία ἢ ἡ ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου παρεκτροπὴ διὰ τὴν ἀσθένειαν τῆς φυσικῆς ἐπιγινομένη δυνάμεως πεπερασμένης οὔσης; οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φυσικήν τινα δύναμιν φθαρτικὴν ἔχει· σωστικαὶ γὰρ τῶν ὑποκειμένων αἱ φυσικαὶ δυνάμεις εἰσίν· πάντα γὰρ τοῦ εἶναι ἐφίεται· τοῦ δ’ ὑποκειμένου σῳζομένου σῴζεται καὶ ἡ ἐν αὐτῷ φυσικὴ δύναμις.
Aet Mund.303 εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ κακίας, ταὐτὸν δ’ εἰπεῖν φυσικῆς ἀσθενείας πᾶν τὸ φθειρόμενον φθείρεται, ἐνδέχεται ἄρα τὸν κόσμον καὶ μηδενὸς ἔξωθεν ἀλλοτρίου προσβάλλοντος φθείρεσθαι ὑπὸ τῆς ἑαυτοῦ κακίας φθειρόμενον, τουτέστιν φυσικῆς ἀσθενείας· οὐδενὸς γάρ ἐστιν κακία τὸ ἔξωθεν αὐτοῦ ὂν καὶ ἀλλότριον· καὶ γὰρ τὰ ἔξωθεν προσβάλλοντά τε καὶ φθείροντα τῷ παρὰ φύσιν διατιθέναι τῆς φθορᾶς αὐτοῖς αἴτια γίνεται, εἴτε ἡ τοῦ περιέχοντος ἀμετρία φθορᾶς αἰτία γίνοιτο εἴτε τὰ διὰ στόματος προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. κἂν οὖν μηδὲν προσείη τῶν ἔξωθεν, αὐτὴ δὲ ἡ τοῦ ὑποκειμένου φυσική τε καὶ σωστικὴ δύναμις ἐξαρκεῖν ἐς ἀεὶ διὰ τὸ πεπεράνθαι μὴ δύνηται, ἀφίησι λοιπὸν εἰς φθορὰν ὁδεύειν τὸ ὑποκείμενον κἀκείνῳ συναπόλλυται, ὥσπερ κυβερνήτης στῆναι συγκαταδυομένης τῆς νεὼς μὴ δυνάμενος, ἐπειδὰν κεκμηκὼς ἀπόλλυσιν τοὺς οἴακας, οὐ χειμῶνι βιασθεὶς ἀλλὰ μὴ ἐπαρκούσης αὐτῷ τῆς δυνάμεως διὰ τὸ χρόνῳ καμεῖν. τούτου τοίνυν ἐληλεγμένου καὶ τοῦ Πλάτωνος οὐ κατὰ φύσιν ἄφθαρτον εἶναι τὸν κόσμον ἀποφηναμένου ἀλλὰ διὰ τὴν τοῦ δημιουργοῦ βούλησιν, φύσει δὲ γινόμενόν τε εἶναι καὶ ἀπολλύμενον τιθεμένου, οὐκέτ’ ἂν συνάγοιτο τὸ ἀγένητον εἶναι τὸν κόσμον κατὰ Πλάτωνα· οὐ γὰρ τῷ ἐπίκτητον ἔχοντι τὴν ἀφθαρσίαν ἕπεται τὸ ἀγένητον ἀλλ’, εἴπερ ἄρα, τῷ κατὰ φύσιν ἀφθάρτῳ, ὡς καὶ ἐν τῷ ἕκτῳ ἐδείξαμεν.
Aet Mund.304 εἰ οὖν φθαρτὸς τῷ λόγῳ φύσεως ὁ κόσμος, καὶ γενητὸς ἐξ ἀνάγκης. βʹ. Ἀλλὰ ‘πᾶν τὸ γενητόν‘, φησίν, ‘ἔκ τινος γίνεται πρότερον ἀλλοτρίου ὄντος. ὥστε εἴη ἄν τι τῷ παντὶ ἀλλότριον. τοῦτο δὲ ἔξω τοῦ γενομένου. τοῦ ἄρα παντὸς ἔσται τι ἔξω, πρὶν γένηται τὸ πᾶν, ἀλλότριον ὂν τοῦ παντόσ‘. εἰ καὶ ἀληθὲς εἶναι συγχωρήσωμεν πᾶν τὸ γενητὸν ἔκ τινος γενέσθαι πρότερον ἀλλοτρίου ὄντος καὶ εἶναί τι τοῦ παντὸς πρὶν γενέσθαι ἔξω τε καὶ ἀλλότριον, ἐξ οὗ γέγονεν, τοῦτο τῇ Πλάτωνος μάχεται δόξῃ τῇ λεγούσῃ μηδὲν εἶναι τοῦ κόσμου ἔξω, ἣν—ὡς μαχόμενον ἀποβαλόντες τὸ μὴ γίνεσθαι κατὰ Πλάτωνα τὸν κόσμον—δεξώμεθα· τοῦ γὰρ ἤδη συστάντος κόσμου οὐδὲν εἶναι ἔξω φησὶν οὐδὲ ἀλλότριον ὁ Πλάτων, τοῦτο δέ, ὅπερ συγκεχωρήκαμεν πρὶν γενέσθαι τὸν κόσμον ἀλλότριον αὐτοῦ εἶναι, εἴτε εἰδοπεποιημένον εἴη εἴτε ἀνείδεόν τε καὶ ὕλη, γενομένου λοιπὸν τοῦ κόσμου οὐκέτι οὔτε ἀλλότριόν ἐστιν αὐτοῦ οὔτε ἔξω· εἰ μὲν γὰρ εἰδοπεποιημένον εἴη, ἀποβάλλον μὲν τὸ πρότερον εἶδος, τὸ δὲ ἴδιον ὑποκείμενον ὕλην τῷ γενομένῳ κόσμῳ χορηγοῦν, οὔτε κατὰ τὸ ὑποκείμενον λοιπὸν τῷ συστάντι κόσμῳ ἐστὶν ἀλλότριον (οὐδενὸς γὰρ ἡ ἰδία ὕλη ἀλλότριον, ἐξ ἧς τὸ εἶναι ἔχει) οὔτε κατὰ τὸ πρότερον εἶδος τὸ ἤδη φθαρὲν καὶ εἰς τὸ μὴ ὂν ἀναλῦσαν.
Aet Mund.305 οἷον ἔστω τις χαλκοῦς ἵππος καὶ οὗτος μεταχωνευθεὶς ἀνδριὰς γενέσθω· τὸ μὲν οὖν τοῦ ἵππου εἶδος ἀλλότριον δήπουθεν τῷ κατ’ ἐπίνοιαν γενησομένῳ ἀνδριάντι, ἀλλ’ ἐπειδὰν χωνευθεὶς ὁ ἵππος ἀνδριὰς γένηται εἰς τὸ μὴ ὂν τοῦ ἱππείου φθαρέντος σχήματος, οὐκέτ’ ἂν εἴη τῷ γενομένῳ τὸ μὴ ὂν ἀλλότριον· ἀλλ’ οὐδὲ ἡ τοῦ ἵππου ὕλη ὁ χαλκὸς ὑποκείμενον τῷ ἀνδριάντι γενόμενος ἀλλότριός ἐστιν αὐτοῦ, στοιχεῖον δὲ μᾶλλον. οὕτως οὖν καί, εἴ τι πρότερον ἦν εἰδοπεποιημένον, ἐξ οὗ μεταβάλλοντος ὁ κόσμος γέγονεν, οὐκ ἂν ἔτι τὸ φθαρὲν καὶ μηκέτι ὂν εἶδος τοῦ ὑφεστῶτος κόσμου ἀλλότριον λέγοιτ’ ἄν· τὸ γὰρ ἤδη μὴ ὂν καὶ οὐδὲν πῶς ἂν ἢ ἔξω τινὸς εἶναι λέγοιτ’ ἂν ἢ ἀλλότριον; τὸ γὰρ ἔξω τινὸς ὂν ἢ ἀλλότριον αὐτοῦ ὄντος δηλονότι καὶ ὂν αὐτὸ ἔξω τέ ἐστιν καὶ ἀλλότριον. εἰ δὲ ἀνείδεον εἴη καὶ ὕλη τό, ἐξ οὗ γέγονεν ὁ κόσμος, ἥκιστα ἂν μᾶλλον λεχθείη τοῦ κόσμου ἀλλότριον μέρος αὐτοῦ ὑπάρχον ἢ στοιχεῖον. ὁ δὲ Πλάτων μηδὲν εἶναι λέγων τοῦ παντὸς ἔξω μηδὲ ἀλλότριον τὸ μηδὲν σῶμα αὐτοῦ ἔξωθεν ἀπολελεῖφθαί φησιν. πῶς δὲ καὶ οὐκ αὐτόθεν εὔηθες τὸ λέγειν, ὡς, εἰ ἐξ ἀλλοτρίου τινὸς γένοιτο ὁ κόσμος, ἔσται τι ἔξω τοῦ παντὸς πρὶν γενέσθαι τὸ πᾶν ἀλλότριον τοῦ παντός; τοῦ γὰρ μήπω ὄντος κόσμου πῶς ἂν ἔξω τι λέγοιτο εἶναι ἢ καὶ ἀλλότριον; ὥστε οὔτε πρὶν γενέσθαι τὸν κόσμον ἢ ἔξω τι αὐτοῦ εἶναι λέγειν δυνατὸν ἢ ἀλλότριον (τὸ γὰρ ἀλλότριόν τινος ὄντος ἐστὶν ἀλλότριον) οὔτε πάλιν γενομένου τοῦ κόσμου τὸ ἤδη φθαρὲν εἶδος τοῦ νῦν ὄντος κόσμου λέγειν ἀλλότριον εὔλογον, εἰ μή τις ἀλλότριον τοῦ ὄντος τὸ μὴ ὂν εἶναι φήσειεν ὡς ἀντικείμενον καὶ στέρησιν τοῦ ὄντος· ἀλλοτρία γὰρ τοῦ εἴδους ἡ στέρησις καὶ ταύτῃ ἔξω.
Aet Mund.306 ἀλλ’ οὐχ οὕτως ὁ Πλάτων τὸ μηδὲν εἶναι ἔξω τοῦ παντός φησιν, ἀλλ’ ὡς μηδεμιᾶς οὔσης σωμάτων φύσεως ἔξω τῆς κυρτῆς τοῦ οὐρανοῦ περιφερείας· ἄκουε γοῦν αὐτοῦ Πλάτωνος ἐν Τιμαίῳ οἷα περὶ τούτου φησίν· ἔχει δὲ ἡ λέξις ὧδε ‘ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων ὥστε εἰς ταὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών‘. ὥστε σαφῶς τὸ μὴ εἶναί τι τοῦ παντὸς ἔξωθεν τὸ μηδὲν εἶναι σῶμα ἢ σώματος δύναμιν ἔξω τοῦ οὐρανοῦ λέγει. τὸ δὲ τὸ μὴ ὂν ἔξω τε εἶναι λέγειν τοῦ παντὸς καὶ ἀλλότριον τοῦ ὄντος ἀληθές τέ ἐστιν καὶ ἀναγκαῖον καὶ ταῖς Πλάτωνος ὑποθέσεσιν οὐ μαχόμενον· ὁ γὰρ λέγων μηδὲν εἶναι τοῦ παντὸς ἔξω μήτε μέρος στοιχείου μήτε δύναμιν οὗτος οὐκ ἀναιρεῖ τὸ μὴ εἶναι τοῦ εἴδους ἀλλοτρίαν τὴν στέρησιν καὶ ἔξω τοῦ εἰδοπεποιημένου κατὰ φύσιν οὐ τοπικῶς· τοπικῶς δὲ εἶπον, διότι τὸ μὴ ὂν οὔτε ἐντός ἐστιν τοπικῶς τοῦ ὄντος οὔτε ἐκτός· ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἀλλ’ οὐδὲ στέρησίς ἐστιν τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη ἢ αἱ δυνάμεις· οὐδενὸς γὰρ τὸ μέρος ἢ ἡ φυσικὴ δύναμις στέρησις αὐτοῦ ἐστιν.
Aet Mund.307 γʹ. Ἀλλὰ μὴν οὐδ’, εἰ, καθάπερ συγκεχωρήκαμεν, ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀνάγκη ἦν τοῦτο ἐναντίον εἶναι τῷ κόσμῳ· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου πάντως γίνεσθαι. εἰ γὰρ μὴ μόνον συμβεβηκότων ἀλλὰ καὶ οὐσιῶν ἐστιν γένεσις, πᾶν δὲ τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, πάσῃ ἄρα γενητῇ οὐσίᾳ ἔσται τι ἐναντίον. ἀλλ’ οὐδέν ἐστιν τῇ οὐσίᾳ ἐναντίον, ὡς ἐν κατηγορίαις Ἀριστοτέλης ἀπέδειξεν· οὐσία μὲν γάρ ἐστιν τὸ αὐθυπόστατον, τῷ δὲ αὐθυποστάτῳ οὐδέν ἐστιν ἐναντίον, ᾗ τοιοῦτόν ἐστιν· τί γάρ ἐστιν ἀνθρώπῳ, ᾗ ἄνθρωπός ἐστιν, ἐναντίον; τί δὲ κυνὶ ἢ ἵππῳ; τί δὲ συκῇ ἢ ἀμπέλῳ καὶ τοῖς παραπλησίοις; τὰ μὲν γὰρ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ παρὰ μέρος πέφυκεν γίνεσθαι, οἷον ἐν τῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμὸν καὶ ψυχρόν· οὐδεμία οὐσία ἐν ὑποκειμένῳ ἐστίν· ὥστε οὐδεμιᾷ οὐσίᾳ ἐστὶν ἐναντίον τι.
Aet Mund.308 οὐκ ἄρα, εἰ γίνοιτό τις οὐσία, ἐξ ἐναντίου γενήσεται. τὸ δὲ ‘ᾗ τοιοῦτόν ἐστιν‘ προσέθηκα, ἐπειδὴ ἐνδέχεται ἐν οὐσίαις τὰ ἐναντία ὑπάρχειν, οἷον ἐν αἵματι μὲν τὸ θερμὸν καὶ ὑγρόν, ἐν ὀστέῳ δὲ τυχὸν τὸ ψυχρὸν καὶ ξηρόν, καὶ τὸ μὲν θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ τὸ ὑγρὸν τῷ ξηρῷ, τῷ δὲ αἵματι τὸ ὀστοῦν οὐκ ἔστιν ἐναντίον· οὐσία γὰρ ἑκάτερον καὶ κοινὴ ἀμφοῖν ἡ ὕλη, γίνεται δὲ τούτων ἕκαστον οὐχ ᾗ ξηρόν ἐστιν ἁπλῶς οὐδ’ ᾗ ὑγρόν, ἀλλ’ ᾗ ὀστοῦν ἐστιν καὶ ᾗ αἷμα. εἰ οὖν γίνεται μὲν τῶν οὐσιῶν ἑκάστη ᾗ οὐσία ἐστὶν τοιάδε καὶ οὐ κατὰ συμβεβηκός (γίνεται γὰρ ὁ ἄνθρωπος καὶ ᾗ ἄνθρωπός ἐστιν καὶ ἡ σὰρξ ᾗ σάρξ ἐστιν), τούτοις δὲ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν καθ’ αὑτὸ ἐναντίον, οὐκ ἄρα ἡ γενητὴ οὐσία καθὸ γίνεται ἐξ ἐναντίου ἔχει τὴν γένεσιν ἀλλ’, εἴπερ ἄρα, ἐν τοῖς συμβεβηκόσιν τοῦτο ὁρᾶται· τὸ γὰρ γινόμενον θερμὸν μὴ κατ’ ἄλλο τι ἀλλ’ ἁπλῶς ὡς θερμὸν ψυχρῷ διήνεγκε πάντως, καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. ἀλλ’ οὐδὲ πάντων τῶν συμβεβηκότων ἡ γένεσις πάντως ἐξ ἐναντίων ὑφίσταται· οὐδὲ γὰρ ἐν πᾶσι τοῖς συμβεβηκόσιν ἡ ἐναντιότης θεωρεῖται· γίνεται γὰρ τρίγωνον ἢ κύκλος καὶ τὰ λοιπὰ τῶν σχημάτων, ἀλλ’ οὐδὲν τούτων ἐξ ἐναντίου τὴν γένεσιν ἔχει· οὔτε γὰρ ἀσχημάτιστον ἐναντίον ἐστὶν τῷ σχήματι, ἀλλὰ στέρησις τοῦ σχήματος, ὡς καὶ τοῦ τεταγμένου τὸ ἄτακτον στέρησις· πάλιν γίνεταί τι δεξιὸν οὐκ ἐξ ἐναντίου (ἀντιδιῄρηται γὰρ τοῖς ἐναντίοις τὰ πρός τι) ἀλλ’ ἁπλῶς ἐκ στερήσεως, τουτέστιν ἐκ τοῦ μὴ δεξιοῦ.
Aet Mund.309 ἀλλὰ δὴ καὶ ἐξ ἀνεπιστήμονος ἐπιστήμων τις γίνεται· ἀλλ’ εἰ μὲν ἐκ τῆς ἐναντίας ἕξεως μεταβάλλοι, ἐξ ἐναντίου ἡ τοῦ ἐπιστήμονος γένεσις, εἰ δὲ ἐξ ἁπλῆς ἀγνοίας, ἐκ στερήσεως· οἷον εἰ νομίζων τις πρότερον βαρὺν εἶναι τὸν ἀέρα μεταμάθοι καὶ κοῦφον νομίσειεν, ἐξ ἐναντίου ἡ τῆς ἐπιστήμης γένεσις, εἰ δὲ μὴ γινώσκων, μήτε εἰ βαρὺς μήτε εἰ κοῦφος, μάθοι, ὅτι κοῦφος, ἐκ στερήσεως εἰς εἶδος ἡ γένεσις. ὥστε οὐδὲ ἡ τῶν συμβεβηκότων γένεσις πάντως ἐξ ἐναντίου. οὐκ ἄρα πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται. εἰ δὲ μὴ πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, γέγονεν δὲ κατὰ Πλάτωνα ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, τὸ δὲ ἄτακτον στέρησις καὶ οὐκ ἐναντίον τῷ τεταγμένῳ, οὐδεμία ἔσται ἀνάγκη κατὰ τὸν τοῦ Πρόκλου λόγον καὶ τὸ τεταγμένον αὖθις ἀνακάμπτειν ἐπὶ τὸ ἄτακτον, ὅπερ οὐδὲ τῷ Πλάτωνι δοκεῖ τὸν κόσμον ἄφθαρτον εἶναι ὑπολαμβάνοντι· τὰ μὲν γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεσθαί φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι καὶ ἀνακάμπτειν εἰς ἄλληλα (ὥσπερ γὰρ τὸ θερμὸν ἐκ τοῦ ψυχροῦ γίνεται, οὕτως αὖθις καὶ ἐκ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἐπὶ πάντων ἐναντίων ὡσαύτως, ἵνα μὴ χωλεύῃ ἡ φύσις τὰ ἕτερα μόνα τῶν ἐναντίων φθείρουσα), οὐκέτι δέ, καθάπερ ἐκ τῆς στερήσεως τὸ εἶδος γίνεται, οὕτω καὶ τὸ εἶδος αὖθις ἀνακάμπτειν φησὶν πάντως ἐπὶ τὴν στέρησιν· τοῦτο γὰρ οὐδαμοῦ λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον δὲ ἅπαν τὸ τεταγμένον ἐκ τοῦ ἀτάκτου λέγων γεγενῆσθαι, στέρησιν δὲ τοῦ τεταγμένου τὸ ἄτακτον ἄφθαρτον εἶναί φησιν τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, οὐκ ἄρα τὸ εἶδός φησι πάντως ἀνακάμπτειν ἐπὶ τὴν στέρησιν.
Aet Mund.310 δοκοῦν ἄρα ἐστὶν Πλάτωνι γεγονέναι μὲν τὸν κόσμον, μὴ φθείρεσθαι δέ. δʹ. ‘Ἀλλ’ εἰ καὶ στέρησίς ἐστιν‘, φησὶν ὁ Πρόκλος, ‘τοῦ τεταγμένου τὸ ἄτακτον, μετέβαλεν δὲ ἀπὸ στερήσεως εἰς τὴν ἕξιν, πολλῷ μᾶλλον μεταβαλεῖ καὶ ἀπὸ τῆς ἕξεως εἰς τὴν στέρησιν· ἀδυνατώτερον γὰρ ἐκεῖνο, διότι στερήσεις εἰσίν τινες εἰς ἕξεις ἀμετάβλητοι. εἰ οὖν ἐκεῖνο ἀδυνατώτερον γενέσθαι γέγονεν, πολλῷ μᾶλλον τὸ δυνατώτερον ἔσται καὶ μεταβαλεῖ τὸ τεταγμένον εἰς τὸ ἄτακτον καὶ ἔσται καὶ κατὰ τὴν φύσιν τοῦτο καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν· ὁ γὰρ τὸ ἀδυνατώτερον ποιήσας μᾶλλον ποιήσει τὸ δυνατώτερον‘. ὅτι μὲν οὖν καὶ Πλάτωνι δοκεῖ ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει δύνασθαι τὸ τεταγμένον μεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκ τῶν αὐτοῦ Πλάτωνος δῆλον καθέστηκεν· τὸ γὰρ δεθὲν ἅπαν λυτὸν εἶναι βούλεται καὶ ‘ἐπείπερ ἐγένεσθε‘, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδ’ ἀθάνατοι τὸ πάμπαν‘. τὸ δὲ καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν εἶναι τὸ γενόμενον πάντως καὶ φθείρεσθαι οὐκέτι δοκούντως ὁ Πρόκλος λέγει τῷ Πλάτωνι· τοὐναντίον γὰρ ὁ παρὰ Πλάτωνι δημιουργὸς πρὸς τὰ οὐράνια ἀπεφήνατο· εἰπὼν γὰρ τὰ ἀπὸ τῆς φύσεως τῷ κόσμῳ συμβαίνοντα (‘ἐπείπερ γὰρ ἐγένεσθε‘, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν‘) προστίθησι λοιπὸν ὁ δημιουργὸς καὶ τὰ ἀπὸ τῆς αὑτοῦ βουλήσεως αὐτῷ προσγινόμενα· ‘οὐ γὰρ λυθήσεσθε‘, φησίν, ‘οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγένεσθε ξυνεδεῖσθε‘.
Aet Mund.311 ὥστε καὶ ὁ Πλάτων τῇ μὲν γενέσει τὴν λύσιν αὐτῶν κατὰ τὸ τῆς φύσεως ἀκόλουθον ἕπεσθαι ὡμολόγηκεν, εἰδὼς δὲ τὴν τοῦ θεοῦ βούλησιν παντὸς φυσικοῦ δεσμοῦ ἰσχυροτέραν ὑπάρχουσαν ἐκ ταύτης τὴν τοῦ κόσμου ἀθανασίαν συνέδησεν· οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι τὸν θεὸν διὰ τοῦτο μηδὲ λύειν τὸν κόσμον εἶπεν λυτόν γε καὶ κατὰ φύσιν ὄντα, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι· ὅθεν ἐπίκτητον αὐτοῦ τὸ εἶναι καὶ ἐπισκευαστὴν τὴν ἀθανασίαν φησίν, ὡς ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν. τί οὖν ἀντιφθέγγεται Πλάτωνι ὁ τοῦ Πλάτωνος ἐξηγητής τε καὶ διάδοχος; ὁ μὲν γὰρ Πλάτων ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γεγονέναι (τοῦ ἀτάκτου νῦν, ὡς εἶπον, τὴν στέρησιν τοῦ τεταγμένου σημαίνοντος, οὐ τὸ ἐναντίον) καὶ διὰ τοῦτο φύσει μὲν εἶναι λυτὸν τὸ τεταγμένον, μὴ μὴν ἔτι βούλεσθαι τὸν θεὸν ἀντιμεταβάλλειν τὸ τεταγμένον εἰς τὸ ἄτακτον, ὁ δὲ Πρόκλος φησίν, ὡς, εἴπερ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, ἀκολουθήσει πάντως καὶ κατὰ φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν τὸ πάλιν τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτακτον.
Aet Mund.312 διχόθεν οὖν ἀντιφθέγγεται Πλάτωνι, ὅτι τέ φησιν μὴ γεγονέναι ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον Πλάτωνος ῥητῶς τοῦτο βοῶντος καὶ ὅτι, εἴπερ γέγονεν, βουλήσεται πάλιν ὁ θεὸς τὸ τεταγμένον ἀντιμεταβάλλειν εἰς τὸ ἄτακτον, ἐκείνου πάλιν ἐπὶ λέξεως μὴ βούλεσθαι τοῦτο τὸν θεὸν λέγοντος, ὡς ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως ἀπεδείξαμεν. ὥστε ἡμεῖς καὶ γεγονέναι τὸν κόσμον καὶ πάλιν φθείρεσθαι ὁμολογοῦντες, ὅτι μὲν γέγονεν, σύμψηφον ἔχομεν μετὰ τῆς ἀληθείας καὶ Πλάτωνα, ὅτι δὲ γενόμενος πάντως φθαρήσεται καὶ οὐχ, ὡς Πλάτωνι δοκεῖ, ἄλυτος ἔσται καὶ ἀθάνατος, εἰ καὶ φύσει λυτὸς εἴη, ἐπικτήτου τῆς ἀθανασίας αὐτῷ παρὰ τῆς τοῦ θεοῦ βουλήσεως προσγενομένης, αὐτὸν ἔχομεν ἐν τούτοις τὸν Πρόκλον μάρτυρα καὶ κατὰ φύσιν εἶναι τοῦτο λέγοντα καὶ κατὰ τὴν τοῦ θεοῦ βούλησιν. ἀλλ’ οὐδὲ Πλάτων ἐν τούτοις ὀρθῆς ἐννοίας ἐκπέπτωκεν, οὐχ ὅτι ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται, ἀλλ’ ὅτι δεῖν νομίσας αὐτὸν εἶναι ἄφθαρτον οὐ τὸ ἀπειροδύναμον τῆς τοῦ κόσμου φύσεως τῆς ἀφθαρσίας αὐτῷ φησιν εἶναι αἴτιον ἀλλὰ τὴν τοῦ δημιουργοῦ βούλησιν· εἰ γὰρ ὅλως δέοι τι σῶμα ἐς ἀεὶ διαμένειν, οὐκ ἄλλως ἄφθαρτον εἶναι τοῦτο ἐνδέχεται, μὴ τῆς τοῦ δημιουργοῦ δυνάμεως τὴν ἐς ἀεὶ διαμονὴν αὐτῷ χορηγούσης, μηδενὸς σώματος ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως τὸ ἀεὶ εἶναι ἔχοντος. ὅτι δὲ οὐκ ἔστιν ἐναντίον τῷ τεταγμένῳ τὸ ἄτακτον, καὶ αὐτόθεν μὲν δῆλον· εἰ δὲ τὸ τεταγμένον οὐδὲν ἕτερον λέγει ὁ Πλάτων ἢ τὸν κόσμον, ὁ δὲ κόσμος οὐσία, ἡ δὲ οὐσία οὐκ ἐξ ἐναντίου τὴν γένεσιν ἔχει, ὡς δέδεικται, οὐκ ἄρα ὡς τὰ ἐναντία τὸ τεταγμένον ἀντίκειται καὶ τὸ ἄτακτον ἀλλ’ ὡς εἶδος καὶ στέρησις.
Aet Mund.313 Τέλος λύσεως τοῦ ὀγδόου λόγου. Πρόκλου διαδόχου λόγος ἔνατος. “Ἔνατος· πᾶν τὸ φθειρόμενον φθείρεται ὑπὸ τῆς ἑαυτοῦ κακίας· οὐ γὰρ δὴ ὑπό τε τοῦ οἰκείου ἀγαθοῦ ἢ οἰκείου μήτε κακοῦ μήτε ἀγαθοῦ ἀλλ’ ἀδιαφόρου· πᾶν γὰρ τὸ τοιοῦτον οὔτε βλάπτειν δυνατὸν οὔτε ὠφελεῖν, ὥστε οὔτε φθείρειν οὔτε σῴζειν. εἰ οὖν φθείροιτο τὸ πᾶν, ὑπὸ τῆς ἑαυτοῦ φθαρήσεται κακίας. τὸν δὲ κόσμον εὐδαίμονα θεὸν αὐτὸς εἶναί φησιν καὶ πάντας ὡσαύτως θεοὺς καὶ διὰ τοῦτο ἅπαν τὸ θεῶν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν. εἰ δὲ ἄφθαρτον τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστου φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστ’, εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲ ἔχει, ἐξ οὗ ἂν γένοιτο. ἀλλὰ μὴν οὐδέν ἐστιν αὐτὸ φθεῖρον, εἴπερ μηδέν ἐστιν αὐτῷ κακόν· τί γὰρ ἂν αὐτὸ φθείροι τεταγμένον ἄλλο πλὴν τῆς ἀταξίας καὶ κεκοσμημένον πλὴν τῆς ἀκοσμίας; αὕτη γὰρ τῷ κεκοσμημένῳ καὶ τεταγμένῳ κακόν.
Aet Mund.314 εἰ μὲν οὖν ἔστιν τι αὐτῷ κακόν, ἕξει ἀκοσμίαν καὶ ἀταξίαν, εἰς ἣν λυθήσεται. εἰ δὲ μηδέν ἐστιν αὐτῷ κακόν, οὐκ ἔσται μαχομένη τις ἀταξία καὶ ἀκοσμία τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ, τῷ παντί. εἰ δὲ μὴ ἔχῃ μαχομένην ἀταξίαν καὶ ἀκοσμίαν, οὐδὲ γέγονεν ἐξ ἀκοσμίας τινὸς καὶ ἀταξίας, εἴπερ οὐδὲν αὐτῷ μάχεται τοιοῦτον. τοῦτο δέ, εἰ μηδὲν αὐτῷ κακόν ἐστιν. οὐδὲν ἄρα ἔχει, ἐξ οὗ ἂν γένοιτό τινος. μὴ ὄντος δ’, ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γινόμενον, ἐκ μηδενὸς 〈δέ τι〉 γίνεσθαι ἀδύνατον.” Κεφάλαια τῆς λύσεως τοῦ θʹ λόγου. αʹ. Ὅτι οὐ φιλόσοφον οὐδὲ Πλάτωνι δοκοῦν τὸ τῆς ἀληθείας προτιμᾶν Πλάτωνα. βʹ. Ὅτι ἐν πολλοῖς 〈τῶν〉 φυσικῶν δογμάτων ὁ Πλάτων τῆς ἀληθείας διήμαρτεν. γʹ. Ὅτι καὶ ἐν ταῖς ἠθικαῖς συμβουλαῖς πολλαχοῦ τῆς ὀρθότητος ἐξέπεσεν. ἐν οἷς ἀπόδειξις, ὅτι τε διαφθείρειν τινὰ τῶν τικτομένων καὶ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. δʹ. Ὅτι οὐ θεολογῶν ἀλλὰ τῇ συνηθείᾳ τῶν ποιητικῶν μύθων ἑπόμενος θεὸν εἶναι τὸν κόσμον ὁ Πλάτων εἴρηκεν.
Aet Mund.315 ἐν ᾧ, ὡς ὅτι δέει τοῦ δήμου τῶν Ἀθηναίων οὐ τὰ ἑαυτῷ δοκοῦντα ὁ Πλάτων ἔλεγεν. εʹ. Ὅτι ἐξ ὧν αὐτοὶ δεδώκασιν ἡμῖν λημμάτων ἀποδείκνυται, ὡς ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. ἐν ᾧ, ὅτι οὐκ ἔστιν ἀμετάβλητον τὸ κατὰ τὰ μέρη μεταβάλλον. ϛʹ. Ὅτι καὶ ὁ κόσμος δεκτικός ἐστιν τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, ἥτις τοῖς φθειρομένοις τοῦ φθείρεσθαί ἐστιν αἰτία. ζʹ. Ὅτι, εἴπερ δέδεικται, ὡς ἔστιν τι αἴτιον τῆς τοῦ κόσμου φθορᾶς, ἀνάγκη δήπου κατὰ τὰς ὑποθέσεις τοῦ Πρόκλου εἶναί τι καὶ τό, ἐξ οὗ γέγονεν. ηʹ. Ἀπορία, ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἐνδέχεται γενέσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον ἀνάγκη ἀγένητον εἶναι. θʹ. Ὅτι οὐκ ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ὑπὸ τῆς φύσεως γίνεται τὴν ὕλην ἐκ τῶν ὄντων λαμβανούσης, οὕτως καὶ τὸν θεόν, εἴπερ μὴ ὄντα πρότερον τὸν κόσμον πεποίηκεν, ἐκ προϋποκειμένου τινὸς αὐτὸν δεδημιουργηκέναι, τοὐναντίον δὲ ἅπαν ἐκ τοῦ μὴ ὄντος ἅμα τῷ εἴδει αὐτοῦ καὶ τὸ ὑποκείμενον ὑπὸ θεοῦ παράγεσθαι ἀνάγκη. ιʹ. Ὅτι ἢ ἐξομοιοῦντες τὴν τοῦ παντὸς γένεσιν τῇ τῶν μερικῶν γενέσει προϋπάρχειν τοῦ κόσμου τὸ ποιητικὸν αὐτοῦ αἴτιον ἐξ ἀνάγκης συγχωρήσουσιν, ὥσπερ καὶ τῶν μερικῶν προϋπάρχειν τὸ αἴτιον, ἤ, εἴπερ μὴ τὰ αὐτὰ τῇ τοῦ ὅλου γενέσει ἕπεται, ἅπερ καὶ τῇ τῶν μερικῶν γενέσει, τῶν μερικῶν ἐξ ὄντων γινομένων τὸ ὅλον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων ἀνάγκη γίνεσθαι.
Aet Mund.316 αιʹ. Ὅτι οὐδὲν τῶν γινομένων ἐξ ὄντος γίνεται. ἐν ᾧ, ὅτι πάντων τῶν γινομένων καὶ φθειρομένων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους οὔτε τῆς ὕλης ἐστὶν γένεσις οὔτε τοῦ συναμφοτέρου ἀλλὰ μόνον τοῦ εἴδους, καὶ ὅτι πάντα τὰ ἔνυλα εἴδη φθειρόμενα οὔτε ὕλη γίνεται οὔτε εἰς ἕτερόν τι μεταβαίνει ὑποκείμενον οὔτε εἰς ἁπλούστερα ἀναλύεται οὔτε ἐπὶ ὁλότητά τινα ἰδίαν ἀνατρέχει οὔτε εἰς ἕτερον εἶδος μεταβάλλει οὔτε καθ’ ἑαυτὸ ὑφίσταται οὔτε ἐπὶ τὸ δυνάμει παλινδρομεῖ, ἀλλ’ εἴς τε τὸ μηδαμῶς ὂν φθειρόμενα ἀπόλλυται καὶ ἐκ τοῦ μηδαμῶς ὄντος ἴσχει τὴν γένεσιν. βιʹ. Συνηγορία, ὅτι τὰ ἔνυλα εἴδη οὔτε γίνεται οὔτε φθείρεται, ἀλλ’ ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν. γιʹ. Ὅτι, εἰ καὶ συγχωρηθείη ἀληθὲς εἶναι τὸ ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἶναι ἢ μὴ εἶναι τὰ ἔνυλα εἴδη, αὐτὸ τοῦτο ἀπόδειξίς ἐστιν τοῦ καὶ τὸν κόσμον, εἴπερ γέγονεν, ἐκ μὴ ὄντων γεγονέναι καὶ οὐκ ἐξ ὄντων. καὶ ὅτι ἡ ὕλη εἴπερ γέγονεν, καὶ αὐτὴν ἐκ μὴ ὄντων γεγονέναι ἀνάγκη καὶ διὰ ταῦτα καὶ τὸ ἐξ ἀμφοῖν. ὥστε ἐκ τούτων συνάγεσθαι, ὡς πᾶν τὸ γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται. διʹ. Ὅτι οὐκ ἀληθές ἐστιν τὸ ἄνευ γενέσεως τὰ ἔνυλα εἴδη ὑφίστασθαι. ειʹ.
Aet Mund.317 Ὅτι οὐ διὰ 〈τὸ〉 τὴν τελειότητα τῶν εἰδῶν ἀχρόνως ὑφίστασθαι διὰ τοῦτο ἀναιρετέον τὴν τῶν εἰδῶν γένεσιν. ϛιʹ. Ὅτι καὶ ἐν τοῖς ὑπὸ τέχνης καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις μόνου τοῦ εἴδους ἐστὶν καὶ οὐχὶ τῆς ὕλης ἡ γένεσις. ζιʹ. Ὅτι οὐκ ἔστιν τοῦ συνθέτου ἡ γένεσις ἀλλὰ τοῦ εἴδους κυρίως, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ συνθέτου. Λύσις τοῦ θʹ λόγου. αʹ. Τοῦ Πλάτωνος διαρρήδην οὑτωσὶ γεγονέναι τὸν κόσμον καὶ οὐκ ἀεὶ εἶναι λέγοντος, ὡς ἐν τοῖς ἔμπροσθεν πολλάκις δέδεικται, λίαν οἶμαι κακοῦργον καὶ σοφιστικῆς κακοτεχνίας οὐκ ἄμοιρον τὰ οὕτως ἐναργῶς λελεγμένα διακρουόμενον ἔκ τινων ἄλλων τοῦ Πλάτωνος ὑποθέσεων πείθειν βιάζεσθαι, ὡς οὐ γενητὸν εἶναι τὸν κόσμον ἀλλ’ ἀγένητον ὁ Πλάτων ᾤετο· εἰ γὰρ καὶ κατὰ ἀλήθειαν ἦν τις ὑπόθεσις παρὰ Πλάτωνι ἑτέραν αὐτοῦ ἀπόφανσιν ἀπελέγχουσα, εὐγνώμονος ἦν ἀνδρὸς καὶ τῇ ἀληθείᾳ τὸ πλέον νέμοντος τῇ φαινομένῃ καλῶς ἔχειν τῶν ὑποθέσεων τιθέμενον τὴν ἑτέραν τὴν μαχομένην ὡς οὐκ ἀληθῆ παραπέμπεσθαι· οὐ γὰρ ἀνδρὸς οἶμαι φιλοσόφου οὐδὲ τοῖς Πλάτωνος πειθαρχοῦντος διδάγμασιν Σωκράτους μὲν ὀλίγον φροντίζειν τῆς δὲ ἀληθείας πολὺ μᾶλλον αὐτὸν εἰσαγαγόντος Σωκράτη λέγοντα τὸ πᾶν, ὁτιοῦν εἴρηται Πλάτωνι, τοῦτο ὡς ἀπὸ τρίποδος εἰρημένον ἀληθὲς εἶναι νομίζειν καὶ διὰ τοῦτο τινὰ τῶν εἰρημένων τῷ ἀνδρὶ μὴ ἀληθῆ δ’ εἶναι δοκοῦντα ὡς οὐδ’ εἴρηται ἐπιχειρεῖν συλλογίζεσθαι· τί γὰρ θαυμαστὸν ἄνθρωπόν γε ὄντα Πλάτωνα τῆς ἀληθείας ἔσθ’ ὅπῃ διαμαρτάνειν; ὅτι γὰρ τοῦτο πολλαχοῦ πέπονθεν καὶ ἐν αὐτῇ τῇ περὶ τῶν φυσικῶν πραγμάτων θεωρίᾳ (τί γὰρ δεῖ περὶ θεοῦ λέγειν;), δεικνύουσιν μὲν καὶ αἱ πρὸς αὐτὸν ἄλλων τέ τινων καὶ Ἀριστοτέλους μυρίαι ἐνστάσεις, οὐδὲν δὲ ἴσως χεῖρον καὶ ἡμᾶς ὀλίγων ἐν τῷ παρόντι μνείαν ποιήσασθαι.
Aet Mund.318 βʹ. Τῶν γὰρ περὶ τὰς ἀστρονομικὰς μεθόδους εὐδοκιμηκότων μάλιστα τὴν μέσην τῶν πλανωμένων σφαῖραν τὸν ἥλιον ἐπέχειν ἀποδειξάντων καὶ τούτου πᾶσιν τοῖς ἐφεξῆς συναρέσαντος Πλάτων ἐν Τιμαίῳ τὴν ἀπὸ σελήνης δευτέραν αὐτὸν ἔχειν ἀπεφήνατο τάξιν· καὶ ὡς ἥμαρτεν κατά γε τοῦτο, οὐδεὶς τῶν περὶ τὰ μαθήματα δεινῶν ἀντερεῖ. δεύτερον τὰς λογικὰς ψυχὰς κατὰ τοὺς Πυθαγορικοὺς μύθους εἰς τὰ τῶν ἀλόγων μεταμφιέννυσι σώματα· καὶ τοῦτό γε ἄλλοι τε πολλοὶ καὶ αὐτὸς ὁμολογεῖν ἀξιοῖ ὁ Πρόκλος σαφῶς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ πολλάκις μνημονευθέντος λόγου, ἐν ᾧ πρὸς Ἀριστοτέλην ὑπὲρ τοῦ Τιμαίου ἀπελογήσατο, Πλάτωνος εἶναι ταύτην καὶ οὐκ ἄλλην γνώμην ἀποφαινόμενος καὶ λύειν οὐ καλῶς ὡς ἔμοιγε φαίνεται πειρώμενος τὴν Ἀριστοτέλους πρὸς τοῦτο τὸ δόγμα ἔνστασιν.
Aet Mund.319 τρίτον τὴν ἑλκτικὴν δύναμιν οὐκ εἶναί φησιν ἐν τοῖς σώμασιν ὁ Πλάτων τῶν ἰατρῶν μονονουχὶ καὶ δι’ αἰσθήσεως ταύτην ἡμῖν δεικνύντων ὑπάρχουσαν. τέταρτον τὴν μήτραν ζῷον εἶναι Πλάτων ὑπείληφεν, ὅπερ ὡς ἔστιν ψεῦδος, ἱκανῶς ἐν τῇ διαγνωστικῇ τῷ Γαληνῷ ἀποδέδεικται. ἀλλὰ δὴ καὶ τοῖς φυτοῖς αἰσθήσεως μετεῖναί φησιν, ὅπερ οὐδὲ Ἀριστοτέλει δοκεῖ οὔτε δεικνύειν ἡμῖν οἱ τὰ Πλάτωνος πρεσβεύοντες ἔχουσιν. καὶ εἴ γε μὴ ἔξω τοῦ προκειμένου ἐπίπτομεν, ἕκαστον ἂν τῶν εἰρημένων μετὰ τῶν Πρόκλου συνηγοριῶν ἐκθέμενος, εἰ μὴ φορτικὸν εἰπεῖν, οὐκ ἀληθῶς ἔχον ἀπέδειξα. γʹ. Καὶ ἐν ταῖς ἠθικαῖς δὲ συμβουλαῖς πολλὰ μὲν ἄν τις καὶ ἄλλα τοῦ ἀνδρὸς ἐπιλάβοιτο· ἀλλ’ ἐπεὶ μὴ περὶ τούτου νῦν ἡμῖν ἐστιν τὸ προκείμενον, ἀλλ’ ὥστε μόνον δεῖξαι, ὡς πολλαχοῦ τοῦ δέοντος ἥμαρτεν, ἑνός που ἢ δύο μνήμην ποιήσομαι. πῶς γὰρ οὐκ ἄν τις μέμψοιτο καὶ τῶν τυχόντων νοῦν ἔχων ταῖς ἐν τῇ πολιτείᾳ περὶ τῶν γάμων αὐτοῦ καὶ παιδοτροφιῶν διατάξεσι; τοὺς γὰρ τῆς πόλεως κελεύει φύλακας καὶ τὰς φυλακίδας, ἐν ὅσῳ μὲν ἐν ἀκμῇ τοῦ παιδοποιεῖν τυγχάνουσιν ὄντες, τοὺς ἀγαθοὺς μὲν ταῖς ἀγαθαῖς μίγνυσθαι, τοὺς ἐναντίους δὲ ταῖς ἐναντίαις· ἀλλὰ τὰ μὲν τῶν ἀγαθῶν ἀπογεννήματα τρέφειν ἀξιοῖ, τὰ δὲ τῶν φαύλων καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἐν ἀπορρήτῳ που κατακρύπτειν.
Aet Mund.320 ὅταν δὲ ἤδη τὸν τοῦ παιδοποιεῖν καιρὸν οἱ φύλακες ὑπεκδράμωσιν, ἐλευθέρως λοιπὸν συγγίνεσθαι συγχωρεῖ τούς τε ἄνδρας ᾗ ἂν θέλωσιν γυναικὶ καὶ τὰς γυναῖκας ὡσαύτως ὀλίγα ἄττα παραφυλαξάμενος καὶ τὸν τοῦ γήρως καιρόν, ἐν ᾧ μᾶλλον ἔδει τὸν σωφρονικώτερον μετιέναι βίον, εἰς ἀκολασίαν μονονουχὶ τοὺς τῆς ἰδίας πόλεως ἐκκαλεῖται φύλακας. καὶ τὸ δὴ χαλεπώτερον· εἴ τι συμβαίη τούτοις κύημα γενέσθαι, μάλιστα μὲν σπουδάζειν κελεύει μηδὲ εἰς φῶς αὐτὸ συγχωρεῖν ἐκβῆναι, ἀλλ’ ἐν τῇ μήτρᾳ δηλονότι ἀτέλεστον φαρμάκοις τισὶν ἢ τοιαύταις ἀνάγκαις διαφθείρειν· οὐ γὰρ ἄλλως οἷόν τέ ἐστιν μὴ συγχωρεῖν ἐξ ἐπιτηδεύσεως ἡμετέρας εἰς φῶς προϊέναι τὰ ἔμβρυα. εἰ δέ τι καὶ βιασάμενον τὴν τῶν φθείρειν ἐπιχειρούντων αὐτὸ μαγγανείαν ἀποκυηθῇ, ἐκτιθέναι κελεύει καὶ μὴ ἐκτρέφειν, οὐδὲν ἕτερον τοῖς ἰδίοις πολίταις ἢ τῶν φιλτάτων φόνους ἐργάζεσθαι παραινῶν. καὶ ἵνα μὴ δόξωμεν αὐτοὶ συκοφαντεῖν τὸν ἄνδρα, ἄκουε, ὅπως αὐτὸς ἐν τῷ πέμπτῳ τῆς πολιτείας τὰ εἰρημένα διατάττεται· λέγει γὰρ ἐπὶ λέξεως ὧδε ‘ἐν τοῖς γάμοις τοίνυν καὶ παιδοποιίαις ἔοικεν τὸ ὀρθὸν τοῦτο γίνεσθαι οὖν ὡς ἐλάχιστον δή. δεῖ μέν, εἶπον, ἐκ τῶν ὡμολογημένων τοὺς ἀρίστους ταῖς ἀρίσταις συγγίνεσθαι ὡς πλειστάκις, τοὺς δὲ φαυλοτάτους τοὐναντίον, καὶ τῶν μὲν τὰ ἔκγονα τρέφειν, τῶν δὲ μή, εἰ μέλλει τὸ ποίμνιον ὅτι ἀκρότατον εἶναι· καὶ ταῦτα πάντα γινόμενα λανθάνειν πλὴν αὐτοὺς τοὺς ἄρχοντας ἠδ’ αὖ ἡ ἀγέλη τῶν φυλάκων ὅτι μάλιστα ἀστασίαστος ἔσται‘.
Aet Mund.321 εἰ τῶν μὲν ἀρίστων τὰ ἔκγονα τρέφειν δεῖ, τῶν δὲ ἐναντίων μηκέτι, δηλονότι ἐκτιθέναι αὐτὰ εἰς ἀπώλειαν βούλεται· ἀπόλλυσθαι γὰρ ἀνάγκη τὰ μὴ τρεφόμενα. καὶ μετ’ ὀλίγα ἐν τῷ αὐτῷ τῆς πολιτείας πέμπτῳ φησὶν ‘τὰ μὲν δὴ τῶν ἀγαθῶν, δοκῶ, λαβοῦσαι εἰς τὸν σηκὸν οἴσουσιν παρά τινας τροφοὺς χωρὶς οἰκούσας ἔν τινι μέρει τῆς πόλεως· τὰ δὲ τῶν χειρόνων καὶ ἐάν τι τῶν ἑτέρων ἀνάπηρον γένηται ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ κρύψουσιν, ὡς πρέπει, εἴπερ μέλλει καθαρὸν τὸ γένος τῶν φυλάκων ἔσεσθαι‘. τί οὖν πάλιν βούλεται τὸ ἐν ἀπορρήτῳ τε καὶ ἀδήλῳ τὰ τῶν φαύλων κατακρύπτεσθαι ἔκγονα καὶ εἴ τι τῶν ἀγαθῶν ἀνάπηρον γένοιτο ἢ τὸ εἰς φθοράν που κατορύττεσθαι; οὐ γὰρ δή γε τρεφόμενά τε καὶ εἰς ἡλικίαν ἀγόμενα τὸν ἀεὶ χρόνον ἐν ἀδήλῳ εἶναι δύνανται. ὅτι δὲ φθείρεσθαι αὐτὰ βούλεται, σαφέστερον μετ’ ὀλίγον προϊὼν τὴν οἰκείαν ἐξεκάλυψεν γνώμην· φησὶν γὰρ οὕτως ‘ὅταν δὲ ἤδη, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσιν τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι, ᾗ ἂν ἐθέλωσιν, πλὴν θυγατρὶ καὶ μητρὶ καὶ ταῖς τῶν θυγατέρων παισὶν καὶ ταῖς ἄνω μητρός, καὶ τὰς γυναῖκας αὖ πλὴν υἱεῖ καὶ πατρὶ καὶ τοῖς τούτων εἰς τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω, καὶ ταῦτά γε ἤδη πάντα διακελευσάμενοι διαπροθυμεῖσθαι μάλιστα μὲν μηδὲ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται, ἐὰν δέ τι βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ‘.
Aet Mund.322 καὶ πῶς οἷόν τέ ἐστιν, ὅπερ ἤδη εἶπον, διαπροθυμεῖσθαι μὴ ἐκφέρειν εἰς φῶς τὰ κυήματα ἢ φθορείοις καὶ τοιαύταις τισὶ μαγγανείαις αὐτὰ ἐν τῇ μήτρᾳ διαφθείροντας; ἐξελθόντων δ’ αὖ βίᾳ τῶν κωλυόντων τὸ ‘οὕτω τιθέναι ὡς μὴ τρέφειν‘ τί ἄλλο ἐστὶν ἢ παιδοκτόνους παραινεῖν γίνεσθαι; καὶ πόσῳ ἦν εὐσεβέστερον εἴργειν παντελῶς τῆς πρὸς γυναῖκας ὁμιλίας τοὺς οὕτως ἔχοντας ἢ τῇ ἡδονῇ συγχωρήσαντα φθείρειν τοῦ θεοῦ τὸ δημιούργημα· πόσους δὲ καὶ ἐκ φαύλων βελτίστους ὡς ὅτι μάλιστα γενομένους ὁρῶμεν καὶ χείρονας ἐξ ἀγαθῶν καὶ ἐκ γεγηρακότων ἀνδρείους τε καὶ ἀγαθοὺς τὸν τρόπον. ὡς μεγάλα ὁ τῶν ἀνθρώπων βίος ἐκ τῆς ἀρίστης ταύτης πολιτείας ἀπώνατο θηρίων ἁπάντων ἀγριώτερα ἔχειν τὰ ἤθη παιδευόμενος· τί γάρ ἐστιν οὕτως ἄγριον ἐν τῷ παντὶ ζῷον ἢ σμικρόν τε καὶ ἀναλκές, ὃ μὴ ὑπεραποθνῄσκειν τῶν ἰδίων ἐκγόνων ὑπ’ αὐτῆς ἀδιδάκτως τῆς φύσεως ἐκπαιδεύεται; ἄκουε γοῦν, ὅπως Ὅμηρος τὸ περὶ τὰ ἔκγονα τῆς φύσεως φιλόστοργον ἐκδιδάσκων ἀνύμνησεν· ‘ὡς δ’ ὁπότε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσονται ὁδῷ ἐπὶ παιπαλοέσσῃ, οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων‘ καὶ πάλιν ‘ὡς δ’ ὄρνις ἀπτῆσιν νεοσσοῖσι προφέρῃσι μάστακ’, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ‘.
Aet Mund.323 ἆρ’ οὖν τὰ μὲν οὕτω σμικρὰ τῶν ζῴων τῇ τῆς φύσεως μᾶλλον δὲ τῇ τοῦ θεοῦ διατάξει πειθόμενα τοῦ ἰδίου ὑπεραποθνῄσκει κυήματος, τὰ δ’ ἄγρια καὶ τὸ θηριῶδες ἦθος φυσικῶς ἐνδεικνύμενα ὑπεροπτικῶς περὶ τὰ ἐξ αὑτῶν ὅπως ἂν ἔχῃ τεχθέντα διάκειται; ἢ οὐχὶ πρὸς τοῦ τῶν ἡρώων τὸ περὶ τοὺς ἑταίρους ἐνδειξαμένους φιλόστοργον μάλιστα τούτοις ἀπείκασεν Ὅμηρος; ‘εἱστήκει‘, γάρ φησιν, ὁ Αἴας ἐπὶ τῷ Πατρόκλῳ ‘ὥς τίς τε λέων περὶ οἷσι τεκέεσσι, ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσονται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωι βεβήκει‘. πῶς οὖν οὐκ ἄτοπος ὁ νόμος παντελῶς ὁ τὴν τοιαύτην τῆς φύσεως ἡμῶν ἡμερότητα καὶ λεαίνης μετασκευάζων ἐπὶ τὸ ἀγριώτερον.
Aet Mund.324 τὸ δὲ καὶ τοσαύτην ὠμότητα περὶ τὰς ἀκουσίους τῶν τικτομένων συμφορὰς ἐπιδείκνυσθαι καὶ ταῦτα ἐξ ἀγαθῶν γεγονότας ποίαν οὐχ ὑπερβάλλει ἀσέβειαν. ταῦτα μὲν οὖν παντὶ δῆλον ἔχει τὸ ἄτοπον. ὅτι δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας βούλεται, ἱκανὴν ἔστιν πίστιν καὶ ἐκ μόνων τῶν προκειμένων αὐτοῦ χωρίων λαβεῖν. εἰ γὰρ ἐν μὲν τῇ τοῦ τίκτειν ἀκμῇ τοὺς ἀγαθοὺς ταῖς ἀγαθαῖς συνάπτει, τοὺς δὲ ἐναντίους ταῖς ἐναντίαις, παρελθόντας δὲ τὸν τοῦ γεννᾶν καιρὸν ἐλευθέρως λοιπὸν καὶ μετ’ ἐξουσίας ᾗ ἂν ἐθέλωσι συγγίνεσθαι συγχωρεῖ, πλὴν ὧν προσδιωρίσατο, δῆλον, ὡς οἱ πρότερον μὲν ταῖς φαύλαις εἰ τύχοι συνιόντες διὰ τὴν τοῦ νόμου πρόσταξιν, ὕστερον δὲ ἐξουσίας παρὰ τοῦ νόμου δοθείσης κατὰ τὸ εἰκὸς ταῖς ἀγαθαῖς συγγινόμενοι, ὧν καὶ πρότερον διὰ τὴν τοῦ νόμου βίαν εἴργοντο, οὐ μίαν στέργουσι κατ’ Εὐριπίδην ‘γάμοις ἀκοινώνητον ἀνδρὸς εὐνάν‘· ἐν γὰρ τῷ τῆς νεότητος καιρῷ οὔτε τοῖς ἀγαθοῖς φαύλαις οὔτε τοῖς φαύλοις ἀγαθαῖς ἐξῆν συγγίνεσθαι, ἐν δὲ τῷ γήρᾳ τοῦτο οὐ κεκώλυται· οὐκοῦν ἡ πρότερον μὲν ἀγαθῷ ὕστερον δὲ φαύλῳ κατὰ τὸ εἰκὸς συνοῦσα ἢ ἔμπαλιν κοινὴ δηλονότι τοῖς βουλομένοις εἰς μῖξιν προὔκειτο, ἀλλὰ πρότερον μὲν ἀγαθοῖς μόνοις ἢ φαύλοις μόνοις, ὕστερον δὲ οὐδὲν ἧττον ἀγαθοῖς τε ἅμα καὶ φαύλοις. ἔτι δὲ καὶ τὸ μηδὲν περὶ χήρων ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ πολιτείᾳ διατάττεσθαι πρόδηλόν ἐστιν ὡς οὐκ ἔστιν χηρείαν ἐν τῇ πολιτείᾳ τῇ ἑαυτοῦ εἰδότος διὰ τὸ κοινὸν τῆς μίξεως.
Aet Mund.325 καὶ φθάνει δὲ ἤδη γυμνῇ τῇ γλώττῃ τὸν νόμον τοῦτον ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐκθέμενος· τὸν γὰρ περὶ τοῦ εἶναι κοινὰς ἀνδρῶν τε καὶ γυναικῶν τὰς πολιτικὰς ἀρετὰς διαταξάμενος νόμον, ἐν ᾧ γυμνὰς ἐν ταῖς παλαίστραις συγγυμνάζεσθαι τοῖς ἀνδράσιν τὰς γυναῖκας οὐ μόνον νέας οὔσας ἀλλὰ καὶ γεγηρακυίας διετάξατο ἄρχειν τε αὐτὰς παραπλησίως ἀνδράσιν καὶ τοὺς ἐν ταῖς θήραις καὶ κατὰ πόλεμον ὁμοίως ὑπομένειν ἀγῶνας, ἐπειδὴ παράδοξα λέγειν δόξας διὰ λόγου τὸ τοῦ νόμου δυνατόν τε καὶ ὠφέλιμον κατεσκεύασεν, ἤμελλεν δὲ εὐθὺς καὶ τὸν περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας εἰσηγεῖσθαι νόμον καὶ ἑώρα τοῦτον πολλῷ τοῦ προτέρου παραδοξότερον δοκοῦντα εἶναι καὶ δυσπαράδεκτον, ἄκουε, οἷα πρὸ τοῦ νόμου προοιμιάζεται· φησὶν γὰρ οὕτως ‘τοῦτο μὲν ὥσπερ κῦμα φῶμεν διαφεύγειν τοῦ γυναικείου πέρι νόμου λέγοντες, ὥστε μὴ πάντας κατακλυσθῆναι τιθέντας, ὡς δεῖ κοινῇ πάντα ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς φυλακίδας, ἀλλά πῃ τὸν λόγον αὐτὸν αὑτῷ ὁμολογεῖσθαι, ὡς δυνατά τε καὶ ὠφέλιμα λέγει; Καὶ μάλα, ἔφη, οὐ σμικρὸν κῦμα διαφεύγεις. Φήσεις δέ, ἦν δ’ ἐγώ, οὐ μέγα αὐτὸ εἶναι, ὅταν τὸ μετὰ τοῦτο ἴδῃς. Λέγε δή, ἴδω, ἔφη. Τούτῳ, ἦν δ’ ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε.
Aet Mund.326 Τίς; Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν, καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα. Πολύ, ἔφη, τοῦτο ἐκείνου μεῖζον πρὸς ἀπιστίαν καὶ τοῦ δυνατοῦ πέρι καὶ τοῦ ὠφελίμου‘. ὁρᾷς, ὅπως μείζονά φησιν εἰς ἀπιστίαν τοῦ προτέρου νόμου τὸν δεύτερον, εἰ δυνατός τε ἔσται καὶ ὠφέλιμος, τοῦτο δ’ οὐκ ἦν παράδοξόν τε καὶ ἄπιστον, εἰ μίαν ἑκάστῳ συνιέναι ἠβούλετο καὶ μὴ παρὰ τὰ πᾶσιν ἀνθρώποις καλῶς ἔχειν δοκοῦντα κοινὰς εἰς χρῆσιν ἅπασιν τὰς γυναῖκας προὐβάλλετο. σκόπει δὲ καὶ τῆς λέξεως τὴν σαφήνειαν· ‘τὰς γυναῖκασ‘, φησίν, ‘ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν ξυνοικεῖν‘. καὶ ἐν τοῖς ἑξῆς δὲ πολύς ἐστιν κατασκευάζων, ὡς δεῖ μὴ μέχρις ὀνόματος ἀλλὰ καὶ ἔργῳ τὴν κοινωνίαν ταύτην ἀσπάζεσθαι· ‘μετὰ γὰρ τοῦ δόγματος τούτου‘, φησίν, ‘καὶ τοῦ ῥήματος ἔφαμεν ξυνακολουθεῖν τάς τε ἡδονὰς καὶ τὰς λύπας κοινάσ‘. καὶ τὸ ὠφέλιμον δὲ τοῦ νόμου τῆς κοινῆς πρὸς τὰς γυναῖκας τῶν ἀνδρῶν μίξεως ἐν τῷ αὐτῷ πέμπτῳ τῆς πολιτείας ἐξέθετο· οὐδὲν γὰρ οὐδενὸς ἴδιον εἶναι ἐν τῇ ἑαυτοῦ πόλει φησὶν βούλεσθαι· τοῦτο γὰρ εἶναι τὸ διασπῶν τὰς πόλεις τὸ ὀνομάζειν τὸ ἐμὸν καὶ τὸ σὸν ἕκαστον καὶ τὸ εἰς τὴν ἑαυτοῦ οἰκίαν ἑτέραν οὖσαν γυναῖκά τε καὶ παῖδας ἰδίους ποιεῖσθαι. ἑνὶ οὖν δόγματί φησιν κοινὰς δεῖν καὶ λύπας καὶ ἡδονὰς ἔχειν ἅπαντας· οὕτω γὰρ δηλονότι καὶ παῖδες κοινοὶ ἂν νομίζοιντο, οὐχ ὡς τὰ χρήματα κοινὰ καὶ αἱ γυναῖκες (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ὅτι ἀγνοοῦντος ἑκάστου διὰ τὴν ἀόριστον τῶν γυναικῶν μῖξιν, τίνες ἂν εἶεν οἱ αὐτοῦ παῖδες, κοινοὺς τοὺς παῖδας ὄψονται ἅπαντας καὶ τὰς ἐπ’ αὐτοῖς ἡδονάς τε καὶ λύπας οἰκειώσονται.
Aet Mund.327 τὴν δὲ τῶν κλήρων κομψείαν οὐχ ὑπὲρ τοῦ μίαν καὶ τὴν αὐτὴν ἀεὶ λαγχάνειν ἑκάστῳ γίνεσθαι ἀξιοῖ, ὅπερ τινὲς τὸ τοῦ νόμου φαῦλον ἐπαισχυνόμενοι ἀνεπλάσαντο, ἀλλὰ σαφῶς ὑπὲρ τοῦ τοὺς μὲν ἀγαθοὺς τὰς ἀγαθὰς ἄλλοτε ἄλλην ὁ αὐτός, τοὺς δὲ φαύλους τὰς φαύλας ἀγνοοῦντας κληροῦσθαι, ὡς καὶ δι’ αὐτῆς τῆς λέξεως Πλάτωνος, ἣν ἤδη φθάσαντες παρεθήκαμεν, ἔστιν ἰδεῖν, ἵνα τύχης ἔργον εἶναι τοῦτο καὶ μὴ τῆς τῶν ἀρχόντων προνοίας οἱ πολῖται νομίζοντες 〈μὴ〉 στασιάζωσιν πρὸς αὐτοὺς ὡς εἰκὸς οἱ πονηροὶ τὰς ἀγαθὰς ἔχειν βουλόμενοι. εἰ δὲ ἀεὶ τὴν αὐτὴν τῷ αὐτῷ συνεῖναι ἠβούλετο, ἅπαξ ἑκάστου μίαν κληρωθέντος καὶ τούτου δήλου γενομένου ὥσπερ καὶ νῦν παρέλκων ἂν λοιπὸν ὁ κλῆρος ἐφαίνετο· ἀλλ’ οὐδαμοῦ μίαν ἑνὶ συνοικίζων φαίνεται. καὶ ἄλλως δέ· ἄτοπος ἂν καὶ ἀδύνατος ἡ τοιαύτη κομψεία φανεῖται καὶ εἰς τοὐναντίον τὴν τοῦ νόμου βούλησιν περιάγουσα, εἰ ἑκάστῳ μὲν μίαν καὶ τὴν αὐτήν, ὥς φασί τινες, συνεῖναι ἠβούλετο, λανθάνειν δὲ τοῦτο τοὺς πολίτας σπουδάζων διὰ τὸ μηδὲν ἔχειν ἴδιον δοκεῖν τοῖς κομψοῖς τῶν κλήρων τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ λαγχάνειν ἐμηχανήσατο· λαθεῖν μὲν γὰρ ἦν τοῦτο ἀδύνατον ἀεὶ τῇ αὐτῇ τοῦ αὐτοῦ συνδυάζοντος· οὐ γὰρ δή γε μύοντας αὐτοὺς συνιέναι προσέταξεν· ὥστε τῷ χρόνῳ πάντως κατάφωρόν τε ἅμα καὶ γελοῖον ἐγίνετο τὸ κατὰ τοὺς κλήρους τῶν ἀρχόντων σκευώρημα καὶ τούτου δὴ γνωσθέντος φρούδη που πάντως ἡ τοῦ νόμου ὑπῆρχεν ὠφέλεια, μᾶλλον δὲ εἰς τοὐναντίον περιετρέπετο· νῦν μὲν γὰρ μίαν ἣν βούλεταί τε καὶ δυνατὸν ἑκάστου αἱρουμένου καὶ ταύτην ὅπως ἂν ἔχῃ στέργοντος ὡς ἑκουσίως καὶ οὐ βίᾳ καμόντων ἀστασίαστοι ὡς ὅτι μάλιστα τούτου γε ἕνεκεν αἱ πόλεις γίνονται· εἰ δὲ οἴοιτο μέν τις ὡς ἀδιάφορον εἶναι τὴν πρὸς γυναῖκας ὁμιλίαν τῷ χρόνῳ ἕκαστος, ὡς παρὰ τὴν δοκοῦσάν τε καὶ φαινομένην τοῦ νόμου βούλησιν βίᾳ τε τῶν ἀρχόντων καὶ δόλῳ οὐ τῇ κατὰ προαίρεσιν ὡς εἰκὸς συγγίνεται, πῶς οὐχὶ στάσεως πλήρη πάντα καὶ τὴν πόλιν καὶ τοὺς ἄρχοντας γενέσθαι ἀνάγκη; οὐ γὰρ δή γε παντάπασιν ἀπαθεῖς εἶναι τοὺς οἰκείους ὁ Πλάτων ὑποτίθεται πολίτας καὶ τῆς τοῦ ἡδέος αἱρέσεως κρείττονας· εἰ γὰρ τοιούτους αὐτοὺς εἶναι ᾤετο, οὐδὲν ἂν αὐτῷ τῶν κομψῶν τούτων ἔδει κλήρων καὶ τῆς ἐκ τούτων ἀπάτης, δι’ ὧν λανθάνειν αὐτοὺς βούλεται, ὡς κρίσει τῶν ἀρχόντων οἱ γάμοι γίνονται, ἵνα τύχης ἔργον τὸ τὴν τοιάνδε κεκληρῶσθαι νομίσαντες μὴ στασιάζωσιν πρὸς τοὺς ἄρχοντας· περὶ τίνος γὰρ στασιάζειν ἤμελλον οἱ καθάπαξ διὰ τὸ κοινῇ συμφέρον τοῦ ἡδέος καταφρονήσαντες; οὐκοῦν, εἰ ἐμπαθεῖς μέν εἰσιν καὶ ἔτι τῶν ἡδονῶν ἀντεχόμενοι, πάλιν δ’ αὖ λαθεῖν τῷ χρόνῳ ἀδύνατον, ὡς οὐκ ἐκ τύχης ἀλλὰ ψήφῳ τῶν ἀρχόντων οὐ κατὰ προαίρεσιν οἷα εἰκὸς τῇ αὐτῇ σύνεισιν ἕκαστος, πῶς οὐκ ἂν εὐλόγως στασιάζειν μέλλοιεν πρὸς τοὺς ἄρχοντας τῶν τε καθ’ ἡδονὴν καὶ τῆς δοκούσης κατὰ νόμον ἐξουσίας στερούμενοι; ὅτι μὲν οὖν, εἰ τὴν αὐτὴν ἀεὶ τῷ αὐτῷ διὰ τῶν κλήρων λαγχάνειν ἔλεγεν, τότε λαθεῖν ἦν ἀδύνατον καὶ ἡ ἐκ τοῦ νόμου ὠφέλεια εἰς τοὐναντίον περιήγετο, μετρίως δέδεικται.
Aet Mund.329 ἄτοπον δὲ καί, εἰ λάθοι τῇ αὐτῇ συνιὼν ἕκαστος, ἵνα τις καὶ τοῦτο μεμηχανῆσθαι διὰ τῶν κλήρων Πλάτωνα συγχωρήσειεν· δόγμα γὰρ τῇ ψυχῇ τὸ φαυλότατον κτήσεται· οὐδὲν γὰρ ἄτοπον τὴν μοιχείαν εἶναι νομίσει καὶ τὴν πρὸς τὰς γυναῖκας ἀόριστον συμπλοκήν· εἰ γὰρ ἄλλοτε ἄλλῃ συνιέναι νομίζοι καὶ τοῦτον εἶναι τῆς ἀρίστης πολιτείας τὸν νόμον οἴοιτο, τί ἕτερον ἢ τὸ εἰρημένον ἕκαστον τῶν πολιτῶν ὑπονοεῖν ἀνάγκη; ἀλλ’ οἶμαι παντὶ δῆλον εἶναι, ὡς πᾶσα πρᾶξις ἄτοπος οὐ δι’ αὐτὴν ψιλὴν τὴν χρῆσιν ἀλλὰ διὰ τὸ τοῦ τρόπου παράνομον καὶ τὴν τοῦ λογισμοῦ πρὸς τοῦτο συγκατάθεσιν διαβέβληται· οὐ γὰρ τὸ ἁπλῶς συνιέναι γυναικὶ ψεκτόν, ἀλλὰ τὸ μὴ κατὰ νόμον· τὴν δὲ κατὰ νόμον τε καὶ παρὰ νόμον χρῆσιν τῷ λογισμῷ δήπουθεν κρίνομεν· ὁ οὖν τὸν λογισμὸν πείσας, ὡς οὐ τῇ αὐτῇ διὰ παντὸς σύνεισιν ἀλλ’ ἄλλοτε ἄλλῃ, οὗτος τὴν τῆς μοιχείας παράνομον πρᾶξιν εἰργάσατο, κἂν τῇ ἰδίᾳ συνέρχεται· ὥσπερ γὰρ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐν νυκτὶ ἀλλοτρίᾳ γυναικὶ συμπλέκεσθαι βουληθείς τε καὶ νομίσας τῇ ἰδίᾳ συγγένηται ἀγνοῶν, μοιχὸς ὁ τοιοῦτος κατὰ ἀλήθειαν, εἰ καὶ μὴ τῇ χρήσει, ἀλλὰ τῇ τοῦ λογισμοῦ συγκαταθέσει δικαίως κρίνεται, διότι οὐχ ἡ μῖξις ἁπλῶς ἀλλ’ ὁ τρόπος καὶ ἡ ἐπὶ τῷ ἀτόπῳ τοῦ λογισμοῦ συγκατάθεσις τὴν μοιχείαν ἐργάζεται (ὅθεν ἐστερημένα λογισμοῦ τοῦ τὰ τοιαῦτα κρίνοντος τὰ ζῷα τὰ ἄλογα καὶ τῆς ἁμαρτίας τῆς ἐπὶ τῇ διὰ τῆς μίξεως ἠλευθέρωται), οὕτω δὴ κατὰ τὸ ἀκόλουθον καὶ ὁ τῇ 〈αὐτῇ〉 μὲν ἀεὶ συνὼν ἀγνοῶν δὲ τοῦτο καὶ ἄλλοτε ἄλλῃ συνιέναι νομίζων καὶ τοῦτο ὡς εἴη καλὸν ὑπὸ τοῦ νόμου παραπεπεισμένος οὗτος τὴν μοιχείαν ὡς ἀγαθὸν εἴη παρ’ ἑαυτῷ ἐβεβαίωσέν τε καὶ ἔπραξεν.
Aet Mund.330 ὅσοι οὖν ταῖς τοιαύταις κομψείαις παρεξηγεῖσθαι πειρῶνται τὸν Πλάτωνα, δῆλοι μέν εἰσιν αὐτῷ τῷ ἐπαισχύνεσθαι ταῦθ’ οὕτως ὁμολογεῖν αὐτὸν διατάττεσθαι τὸ πρᾶγμα κοινῇ μετὰ πάντων ἀνθρώπων τῶν ἀτόπων εἶναι νομίζοντες, ῥύσασθαι δὲ τοῦ ἐγκλήματος αὐτὸν μὴ δυνάμενοι αὐτοὶ τὴν ψῆφον τῆς τοῦ νόμου φαυλότητος κατ’ αὐτοῦ φέρουσιν. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. μυρία δὲ ἔστιν καὶ ἄλλα, ἐν οἷς ἔστιν τοῦ ἀληθοῦς δεῖξαι ἡμαρτηκότα τὸν Πλάτωνα· ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον τῇ παρεκβάσει χρησώμεθα, ἱκανὰ καὶ τὰ εἰρημένα εἰς πίστιν τοῦ μὴ ἐπιτετευγμένως ἅπαντα εἰρῆσθαι τῷ Πλάτωνι.
Aet Mund.331 δʹ. Τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς νῦν ἡμῖν προκειμένοις εἰς ἐξέτασιν δύο μαχομένων ὑποθέσεων (ἵνα τις καὶ μάχεσθαι αὐτὰς συγχωρήσειε, τήν τε θεὸν εἶναι τὸ πᾶν λέγουσαν καὶ τὴν γεγονέναι αὐτὸ καὶ μὴ ἐξ ἀιδίου εἶναι ὑποτιθεμένην) τὴν μὲν ἑτέραν ἐπιτετευγμένως ἔχειν, τὴν δὲ λοιπὴν μηκέτι; ἀλλ’ ὁ τῆς ἀληθείας ἀξιῶν εἶναι Πρόκλος διδάσκαλος τὸ θεὸν εἶναι τὸν κόσμον ὡς ἀληθὲς ἀποδεξάμενος τὸ μὴ γεγονέναι αὐτὸν ἐντεῦθεν συνάγειν ἐπιχειρεῖ· καίτοι γε, εἰ καὶ ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον λέγεσθαι συνάγειν τις ἠδύνατο, ὡς οὐ γενητός ἐστιν, οὐκέτι κἀκεῖνο δεικνύειν ἔχει, ὡς οὐ γεγονέναι αὐτὸν καὶ μὴ ἀεὶ εἶναι ὁ Πλάτων ὑπέθετο, ὁπότε καὶ τοῦτο τῆς Ἑλληνικῆς πλάνης ἴδιον τὸ γενέσεις θεῶν ὑποτίθεσθαι. καὶ ὁ Πλάτων δὲ πολλαχοῦ μὲν φαίνεται ταῖς ὀρθαῖς περὶ θεοῦ ἐννοίαις ἑπόμενος, τὴν δὲ τῶν ποιητῶν καὶ τὴν τῶν πολλῶν περὶ θεοῦ βλάσφημον ἀθετῶν ὑπόληψιν, ἐνίοτε δ’ αὖ πάλιν ὥσπερ αἰδούμενος τὴν συνήθειαν καὶ τὴν πάτριον παράδοσιν, τάχα δὲ καὶ τὸν τῶν Ἀθηναίων εὐλαβούμενος δῆμον, μὴ καὶ κατ’ αὐτοῦ τὴν Σωκράτους ἐξενέγκωσι ψῆφον, ἐπὶ τοὺς μύθους ἀπολισθαίνει καὶ τῇ αὐτῇ τοῖς λοιποῖς ἀσεβείᾳ συμφέρεται. καὶ τοῦτο πολλαχόθεν μὲν ἄν τις συλλογίσαιτο, ἐναργέστατα δὲ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῇ πρὸς Περδίκκαν ἐπιστολῇ δῆλον πεποίηκε· φησὶ γὰρ ἐπὶ λέξεως ταῦτα ‘ἐὰν δέ τις ἀκούσας ταῦτα εἴπῃ, Πλάτων προσποιεῖται μέν, ὡς ἔοικεν, τὰ δημοκρατίᾳ ξυμφέροντα εἰδέναι, ἐξὸν δὲ τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ βέλτιστα οὐπώποτε ἀναστὰς ἐφθέγξατο, πρὸς ταῦτ’ εἰπεῖν, ὅτι Πλάτων ὀψὲ ἐν τῇ πατρίδι γέγονεν καὶ τὸν δῆμον κατέλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἔμπροσθεν πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου ξυμβουλῇ πράττειν· ἐπεὶ πάντων ἂν ἥδιστα καθάπερ πατρὶ συνεβούλευσεν αὐτῷ, εἰ μὴ μάτην μὲν κινδυνεύειν ᾤετο, πλέον δὲ οὐδὲν ποιήσειν‘.
Aet Mund.332 σαφέστατα τοίνυν διὰ τούτων δεδήλωκεν ὁ Πλάτων, ὡς φόβῳ πολλὰ τῶν δεόντων ἀποσεσίγηκεν. εἰ δὲ ἐπὶ τῶν πρακτῶν παρακινῆσαί τι τῶν ἄνωθεν τοῖς Ἀθηναίοις δεδογμένων εὐλαβήθη κακῶς ἔχειν τὰ τῆς καθεστώσης αὐτῶν πολιτείας οἰόμενος, πῶς οὐχὶ πολλῷ μᾶλλον τὰ περὶ τοὺς νενομισμένους θεοὺς ἀθετεῖν τὸν ἔσχατον αὑτῷ κίνδυνον φέρειν ἐνόμιζεν; τοῦτο γὰρ αὐτὸ καὶ Σωκράτει θανάτου παραίτιον γέγονεν. ἀλλὰ ταῦτα μὲν ὡς πολλοῖς ἤδη τῶν ἡμετέρων ἀποδεδειγμένα παρίημι τοσοῦτον αὐτῶν ἐπιμνησθείς, ὡς δεῖξαι, ὅτι κἀνταῦθα τῇ τῶν μύθων ἀπάτῃ συνενεχθεὶς ὁ Πλάτων θεὸν εἶναι τὸν κόσμον ἐκ τῶν Ὀρφέως λαβὼν ἀπεφήνατο. ἀλλὰ τούτων μὲν ἅλις· εἰς δὲ τὴν ἐπίσκεψιν τοῦ προκειμένου τὸν λόγον ἐπιχειρήματος τρέψωμεν. εʹ. ‘Πᾶν‘, φησί, ‘τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεται.
Aet Mund.333 τὸ δὲ θεῶν ἅπαν γένος ἄδεκτον ὂν κακίας ἄδεκτον εἶναι καὶ μεταβολῆς. οὐκ ἄρα‘, φησίν, ‘φθαρήσεταί ποτε τὸ πᾶν, ᾧ μηδέν ἐστιν κακόν, διότι καὶ αὐτὸ θεός ἐστιν‘. εἰ τὸ θεῶν ἅπαν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὅπερ ἄρα ἀμετάβλητον εἶναι ἀδύνατον, τοῦτο ἄρα οὐκ ἂν εἴη θεός. ἐπεὶ οὖν πᾶν τὸ αἰσθητὸν ὁ Πλάτων γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὂν καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν κόσμον αἰσθητὸν ὄντα ἀπεφήνατο (μόνοις γὰρ τοῖς θειοτάτοις τῶν ὄντων προσήκειν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὴν δὲ τῶν σωμάτων φύσιν μὴ ταύτης εἶναι τῆς τάξεως, ἀλλ’ ἐν μεταβολῇ πάντως ἐξετάζεσθαι), καὶ αὐτὸς δὲ ὁ Πρόκλος, ὡς ἐν τοῖς ἔμπροσθεν ἔγνωμεν, ταύτῃ τῇ δόξῃ τοῦ Πλάτωνος παριστάμενος πεπερασμένην εἶναι τὴν τοῦ κόσμου δύναμιν ἔφησεν, διότι μηδὲν σῶμα ἀπείρου μετέχει δυνάμεως, τὴν δὲ πεπερασμένην δύναμιν φθαρτὴν εἶναι καὶ τοῦτο ἀπ’ αὐτῆς τῆς ἰδίας φύσεως τῷ κόσμῳ προσεῖναι, τούτων οὕτως ὡμολογημένων πότερον ἦν εὐλογώτερον ἐκ τοῦ λέγεσθαι θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲ ἀμετάβλητον αὐτὸν εἶναι καὶ διὰ τοῦτο μηδὲ γεγονέναι συλλογίζεσθαι καὶ ἑαυτῷ καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ μάχεσθαι ἢ ἐκ τοῦ μεταβλητὸν εἶναι καὶ διὰ τοῦτο φύσει φθαρτὸν τῷ μὴ ἀπείρου μετέχειν δυνάμεως τὸ θεὸν αὐτὸν εἶναι ὡς ψευδὲς ἀποκρούεσθαι, εἴπερ τὸ θεῶν ἅπαν γένος, ὥς φησιν, μεταβολῆς ἐστιν ἄδεκτον; ἀλλ’ οἶμαι πᾶς ἄν τις τὸ δεύτερον ἀναγκαῖον εἶναι ὁμολογήσειεν, τὸ μὴ εἶναι θεὸν τὸν κόσμον, τὸ δὲ πρότερον ψεῦδος, λέγω δὲ τὸ μεταβολῆς ἄδεκτον αὐτὸν εἶναι· εἰ γὰρ τὸ πᾶν θεός ἐστιν, τί ἐστιν λοιπὸν τῶν ὄντων, ὃ μή ἐστιν θεός; ἐν γὰρ τῷ παντὶ τὰ μέρη συμπεριέχεται· οὐδὲν γὰρ ἄλλο ἐστὶν τὸ ὅλον καὶ πᾶν ἢ ἡ τῶν μερῶν ἁπάντων πρὸς ἄλληλα σχέσις καὶ εἰς ταὐτὸν συνδρομή.
Aet Mund.334 ἐντεῦθεν γοῦν εἰς τοσοῦτον τὴν τοῦ θεοῦ δόξαν καθύβρισαν ἄνθρωποι, ὡς μέχρι κνωδάλων καὶ τῶν ἀψύχων αὐτῶν καὶ τῶν αἰσχροτάτων ἐν ἀνθρώποις κακῶν τὸ θεῖον ἑλκῦσαι καὶ σέβας καὶ ὄνομα. εἰ οὖν σῶμα ὢν ὁ κόσμος ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρεῖται καὶ μεταβολῆς αὐτὸν ἄμοιρον εἶναι ἀδύνατον, τὸ δὲ τῶν θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἀδύνατον ἄρα θεὸν εἶναι τὸν κόσμον. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, ὅτι, εἰ καὶ τὰ τοῦ κόσμου μέρη μεταβάλλει, ἀλλ’ οὖν τὸ ὅλον ὡς ὅλον ἀμετάβλητόν ἐστιν· ἀεὶ γὰρ τὸ ὅλον ὡσαύτως ἔχει, περὶ δὲ τὰ μέρη τοῦ παντὸς ἡ μεταβολὴ καὶ ἡ ἀλλοίωσις φαίνεται. ἀλλ’ οὕτως οὐδὲν τῶν ὄντων, ἕως ἂν ᾖ, μεταβλητὸν ἔσται, ἀλλ’ ἅπαξ ἅπαντα ἀμετάβλητα· οὐδὲν γὰρ τῶν ζῴων, ἕως ἂν ᾖ ζῷον, καθ’ ὅλον αὐτὸ μεταβάλλει, ἀλλά, κἄν τε αὐξάνηται κἂν φθίνῃ κἄν τε θερμαίνηται κἂν ἐκ τόπου τόπον ἀμείβῃ, τοῦ εἶναι ζῷον οὐκ ἐξίσταται· εἰ γὰρ καθ’ ὅλον αὐτὸ καὶ ᾗ ζῷόν ἐστιν μεταβάλλοι, καὶ τοῦ εἶναι πάντως ἐξίσταται· τῶν γὰρ μεταβολῶν γένεσις μὲν καὶ φθορὰ ὅλου τοῦ πράγματος μεταβολὴν ἀπεργάζεται (ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν ἐστιν μετάστασις, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν), αἱ δ’ ὑπόλοιποι τῶν μεταβολῶν κατά τι τῶν τοῦ πράγματος γίνονται.
Aet Mund.335 ἐνδέχεται δὲ καὶ τοῦ ὅλου σῳζομένου πράγματος μόριά τινα τοῦ παντὸς φθείρεσθαί τε καὶ γίγνεσθαι, ὡς ὅταν μέρους τινὸς τῆς σαρκὸς φθαρείσης ἄλλη ἀντ’ αὐτῆς φύηται ἢ κλάδου κοπέντος ἄλλοι πάλιν βλαστάνουσιν. οὕτω δὴ οὖν καὶ ὁ κόσμος, ἕως ἂν ᾖ κόσμος, καθ’ ὅλον αὐτόν ἐστιν ἀμετάβλητος· εἰ γὰρ καθ’ ὅλον αὐτὸν μεταβάλῃ, καὶ φθείρεσθαι αὐτὸν ἀνάγκη. οὐ τοῦτο οὖν δείκνυσιν τὸ εἶναι τὸ πᾶν ἀμετάβλητον τὸ μὴ καθ’ ὅλον αὐτὸ νῦν μεταβάλλειν, ἀλλ’ εἰ μηδὲν τῶν μερῶν αὐτοῦ μεταβάλλῃ· ὅπερ οὐκ ἔστιν ἀληθές. τοὐναντίον μὲν οὖν οὐδέν ἐστιν τῶν τοῦ κόσμου μερῶν παντάπασιν ἀμετάβλητον· τὰ μὲν γὰρ ἄλλα πάντα κατὰ πᾶν εἶδος μεταβολῆς μεταβάλλει, τὸ δὲ οὐράνιον τέως τὴν κατὰ τόπον μεταβολὴν ὑπομένει καὶ οὐδέν ἐστιν τοῦ οὐρανοῦ μέρος, ὃ μὴ μεταβολῆς τῆς κατὰ τόπον τετύχηκεν. ὥστε οὐκ ἂν εἴη τὸ πᾶν ἀμετάβλητον. καὶ εἰ τὰ κατὰ τὰ ἄλλα εἴδη τῶν μεταβολῶν μεταβάλλοντα καὶ φθορᾶς ἐστιν πάντα καὶ γενέσεως δεκτικά, καὶ τὸ πᾶν ἄρα μεταβλητὸν ὂν καὶ γενητὸν ἔσται καὶ φθαρτὸν ἐξ ἀνάγκης· καὶ γὰρ ἄλογον τῶν στοιχείων, ἐξ ὧν τὸ εἶναι ἔχει, γενητῶν ὄντων καὶ φθαρτῶν μὴ καὶ τὸ ἐκ τούτων συγκείμενον γενητὸν εἶναι καὶ φθαρτόν, ὡς ἀκριβέστερον ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. ἀλλ’ ἄνωθεν πάλιν τὴν προκειμένην ἐπισκεψώμεθα ἐπιχείρησιν. 〈ϛʹ.
Aet Mund.336 〉 Ἐπειδὴ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἑαυτοῦ κακίας φθείρεσθαί φησιν ὁ Πρόκλος, τίς δέ ἐστιν ἡ ἑκάστου κακία, οὐκ εἴρηκεν, ἄξιόν ἐστιν ἐπισκέψασθαι, τίς ποτέ ἐστιν αὕτη, ἐξ ἧς ἑκάστῳ τῶν μετεχόντων αὐτῆς συμβαίνει φθείρεσθαι. ἐγὼ μὲν οὖν οὐδὲν ἕτερον εἶναι τὴν ἑκάστου κακίαν οἶμαι ἢ τὴν ἐπὶ τὸ παρὰ φύσιν ἑκάστου παρεκτροπήν, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐμνήσθημεν. αὕτη δὲ δηλονότι ὑπ’ οὐδεμιᾶς φυσικῆς δυνάμεως γίνεται· οὐδὲν γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, σωστικὸν δὲ μᾶλλον ἑκάστου ἡ φύσις ἐστὶν ἑκάστου. οὐκοῦν, εἰ τῇ μὲν δυνάμει ἡ ἀδυναμία ἀντίκειται, τῷ δὲ ὄντι τὸ μὴ ὄν, αἴτιον δὲ τοῦ εἶναι ἑκάστῳ ἡ φυσικὴ δύναμις, καὶ τοῦ μὴ εἶναι ἄρα ἡ ἀδυναμία αἰτία ἂν εἴη· τῷ γὰρ τὴν φυσικὴν ἐξασθενεῖν δύναμιν καὶ μὴ διακρατεῖν ἐς ἀεὶ τὸ ὑποκείμενον δύνασθαι φθείρεσθαι συμβαίνει τὰ πράγματα, ἐξασθενεῖν δὲ 〈μὴ〉 τὴν ἄπειρον δύναμιν ἀλλὰ πεπερασμένην ἀνάγκη, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ ἡνιόχου δύναμις, εἴτε σωματικήν τις εἰπεῖν εἴτε τεχνικὴν βούλοιτο, αἰτία τῆς τοῦ ἅρματός ἐστιν σωτηρίας, τοῦ ἐναντίου δὲ ἡ ἀσθένεια. οὐκοῦν, εἰ ὁ κόσμος σῶμα ὢν πεπερασμένης ἐστὶν δυνάμεως, ἐξασθενεῖν δὲ τῷ χρόνῳ τὴν πεπερασμένην ἀνάγκη, ἐξασθενούσης δὲ εἰς τὸ παρὰ φύσιν ἐξολισθαίνει τὰ πράγματα, τὸ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἑκάστου κακία καὶ τὸ τῆς φθορᾶς αἴτιον, καὶ ὁ κόσμος ἄρα κακίαν ἕξει τὴν ὅσον ἐπὶ τῇ τῆς δυνάμεως ἀσθενείᾳ ἐπὶ τὸ παρὰ φύσιν ὁδόν.
Aet Mund.337 ἢ οὖν δειξάτωσαν, ὡς οὐ πεπερασμένης ἐστὶν δυνάμεως ὁ κόσμος ἢ ὅτι πεπερασμένη οὐ φθαρτή, ἤ, εἰ ταῦτά ἐστιν ἀληθῆ, ἀνάγκη πᾶσα καὶ τὸν κόσμον ὅσον ἐπὶ τῷ πεπερασμένῳ τῆς ἰδίας δυνάμεως δεκτικόν τε εἶναι τῆς τοῦ παρὰ φύσιν κακίας καὶ διὰ τοῦτο φθορᾷ ὑποκεῖσθαι καὶ διὰ τοῦτο μὴ εἶναι ἀγένητον· τὸ γὰρ μὴ βούλεσθαι τὸν θεὸν αὐτὸν φθείρειν οὔτε διὰ λόγου δεικνύειν ἔχουσιν τῶν εἰς τοῦτο ἐπιχειρήσεων ἐν τῷ ἕκτῳ λόγῳ ἐληλεγμένων καί, εἰ τοῦτο ἦν ἀληθές, οὐ παρὰ τοῦτο τὸ φύσει ἄφθαρτον αὐτὸν εἶναι εἰσήγετο· μὴ ὢν δὲ φύσει ἄφθαρτον ἀλλὰ φθαρτὸν καὶ γενητός ἐστιν ἐξ ἀνάγκης. ζʹ. Ἀλλὰ δὴ καὶ τὰ ἐφεξῆς τοῦ λόγου κατίδωμεν. ‘εἰ δὲ μὴ φθαρτόν‘, φησί, ‘τὸ πᾶν, διότι μηδὲν ἔχῃ φθαρτικόν, οὐδὲ γενητόν ἐστιν· ἐξ οὗ γὰρ ἡ γένεσις ἑκάστῳ, τοῦτο ἑκάστῳ φθαρτικόν· κρατηθὲν μὲν γὰρ γενέσεως συναίτιον, κρατῆσαν δὲ φθορᾶς· ὥστε, εἰ μηδέν ἐστιν αὐτὸ φθεῖρον, οὐδὲν ἔχει, ἐξ οὗ ἂν γένοιτο καὶ τὰ ἑξῆσ‘. δείξας ὁ Πρόκλος, ὡς ἐνόμισεν, ἐκ τοῦ θεὸν εἶναι τὸν κόσμον τὸ μηδὲν ἔχειν αὐτὸν κακὸν καὶ διὰ τοῦτο μηδὲν ἔχειν φθαρτικὸν ἐκ τούτου πάλιν πειρᾶται δεικνύναι, ὡς οὐδὲ γέγονεν· τὸ αὐτὸ γάρ φησιν καὶ φθορᾶς καὶ γενέσεως αἴτιον, ἀλλὰ κρατηθὲν μὲν γενέσεως, κρατῆσαν δὲ φθορᾶς. εἴπερ οὖν φθείροιτο, φησίν, τὸ πᾶν τεταγμένον καὶ κεκοσμημένον, ὑπ’ οὐδενὸς ἂν φθείροιτο ἢ ὑπὸ τῆς ἀταξίας τε καὶ ἀκοσμίας· αὕτη γὰρ τῷ τεταγμένῳ καὶ κεκοσμημένῳ κακόν.
Aet Mund.338 εἰ οὖν μηδέν ἐστιν, φησίν, τῷ κόσμῳ κακόν, οὐδ’ ἂν ἔχοι μαχομένην ἀταξίαν τε καὶ ἀκοσμίαν, ἧς κρατούσης μὲν φθείρεσθαι, κρατουμένης δὲ γίνεσθαι τὸ πᾶν συμβαίνει. ἀλλ’ ἐπεὶ ἐδείξαμεν ἱκανῶς, ὡς ὅτι καὶ ὁ κόσμος τοῦ παρὰ φύσιν ἐστὶν δεκτικὸς διά γε τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως, παρὰ φύσιν δὲ τῷ τεταγμένῳ ἡ ἀταξία καὶ τῷ κεκοσμημένῳ ἡ ἀκοσμία, ἕξει ἄρα καὶ ὁ κόσμος τὰ φθοροποιὰ ἑαυτοῦ αἴτια. ἀλλὰ μὴν τὸ τῆς φθορᾶς αἴτιον τοῦτό φησιν ὁ Πρόκλος καὶ γενέσεως εἶναι αἴτιον· ἕξει ἄρα κατὰ τοῦτο καὶ ἐξ οὗ ἂν ὁ κόσμος γένοιτο. ἐμοὶ μὲν οὖν οὐκ ἀληθὲς εἶναι δοκεῖ τὸ φθορᾶς συναίτιον τοῦτο πάντως καὶ γενέσεως εἶναι συναίτιον. ἀλλ’ ἵνα μὴ παρεκβαίνοντες τὸν λόγον μηκύνωμεν, τοῦτο μὲν ἡμῖν παρείσθω· εἰ γὰρ καὶ καθόλου τὸ εἰρημένον ἀληθὲς ἦν, δεδειγμένου τοῦ ὅτι καὶ τῷ κόσμῳ ἔστιν τὸ παρὰ φύσιν καὶ τὸ τῆς φθορᾶς αἴτιον ἔστιν δηλονότι κατὰ τὴν τοῦ Πρόκλου ὑπόθεσιν καὶ τὸ τῆς γενέσεως αὐτοῦ συναίτιον. ηʹ. Ἐπειδὴ δὲ διατεθρυλημένον παρ’ Ἕλλησιν ἐφεξῆς ὁ Πρόκλος κεκίνηκε λόγον— ‘μὴ ὄντοσ‘ γάρ, φησίν, ‘ἐξ οὗ ἂν γένοιτό τινος, οὐδὲ γένοιτο ἄν· δεῖ γὰρ ἔκ τινος γίνεσθαι πᾶν τὸ γιγνόμενον, ἐκ μηδενὸς δέ τι γίνεσθαι‘, φησίν, ‘ἀδύνατον‘ —, φέρε πρότερον ἐπαγωνισάμενοι τῷ λόγῳ, ἵνα μὴ ἐρήμην αὐτοῦ καταψηφισώμεθα, οὕτω τὰ κατὰ δύναμιν τῇ ἀληθείᾳ συνηγορήσωμεν.
Aet Mund.339 ὅτι οὖν πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεται, πιστεύσειεν ἄν τις εἰς πάντα τὰ γινόμενα ἀποβλέπων· γίνεται γὰρ ἄνθρωπος ἐκ καταμηνίου καὶ σπέρματος καὶ συκῆ πάλιν ἐκ κεγχραμίδος καταβληθείσης καὶ ἀρδεύοντος ὕδατος, ἀλλὰ δὴ καὶ ἐξ ἀέρος πυκνωθέντος μὲν γίνεται ὕδωρ, μανωθέντος δὲ πῦρ, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων φυσικῶν τε καὶ τεχνητῶν ὡσαύτως. ὥστε, φασίν, εἰ μὴ ἦν τι πρὸ τῆς τοῦ κόσμου γενέσεως, ἐξ οὗ ὁ κόσμος γέγονεν, ἀδύνατον ὅλως αὐτὸν γεγονέναι· εἰ δὲ ἦν, ἢ ἀγένητον ἦν πάντως ἢ γενητόν. ἀλλ’ εἰ μὲν γενητόν, διὰ τί μὴ αὐτόθεν ἐπὶ τοῦ κόσμου τὸ ἀγένητον ὑποτιθέμεθα, εἴπερ ὅλως ἐνδέχεταί τι τῶν τοῦ κόσμου εἶναι ἀγένητον, φημὶ δὴ τό, ἐξ οὗ γέγονεν; εἰ δὲ κἀκεῖνο γενητόν ἐστιν, πάλιν κἀκεῖνο ἐξ ἄλλου γενήσεται καὶ τοῦτο ἐπ’ ἄπειρον. ἐξ οὗ συνάγουσιν, ὡς, εἴπερ ταῦτα ἀδύνατα, ἀδύνατον γενητὸν εἶναι τὸν κόσμον· ὥστε ἀγένητος ἔσται. οἷς μὲν οὖν ἄν τις συνηγορήσειεν λόγοις τῷ πᾶν τὸ γινόμενον ἔκ τινος ὄντος γίνεσθαι καὶ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι καὶ διὰ τοῦτο καὶ τὸν κόσμον μὴ εἶναι ἀγένητον, οὗτοί εἰσιν· ἃ δ’ ἄν τις ὑπαντῶν πρὸς τὰ εἰρημένα φήσειεν, ταῦτά ἐστιν. θʹ. Πρῶτον μὲν εἰ τῶν καθ’ ἕκαστον (Σωκράτους φημὶ καὶ Πλάτωνος καὶ τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ ὕδατος καὶ τῶν τῇδε γενομένων πάντων) ἡ φύσις ἐστὶν τὸ προσεχὲς τῆς γενέσεως αἴτιον, τὸ δὲ ὅλον καὶ πᾶν ἀμέσως ὑπὸ θεοῦ δημιουργεῖται, ὡς καὶ Πλάτων φησίν, πῶς οὐκ ἄθεον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν δημιουργεῖν, εἴπερ τὸ μὴ πρότερον ὂν εἰς τὸ εἶναι παράγοι, εἰ μὴ ὡς ἡ φύσις δημιουργῇ τῶν μερικῶν ἕκαστον; εἰ γὰρ δημιουργεῖ μὲν καὶ ἡ τέχνη, δημιουργεῖ δὲ καὶ ἡ φύσις, οὐχ ὁμοία δ’ ἡ ἀμφοῖν δημιουργία, ἀλλ’ ἡ μὲν τέχνη φέρε εἰπεῖν ἡ τεκτονικὴ οὐδὲν ἔξωθεν αὐτὴ ὑποστήσασα μόνῃ τῇ τῶν ξύλων συνθέσει τὸ τοῦ ἀβακίου τυχὸν ἢ τῆς θύρας ἀποτελεῖ σχῆμα, ἡ δὲ φύσις οὐ μόνον τὴν κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργάζεται ἀλλ’ ἤδη καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα (φημὶ δὴ τὸ τῆς σαρκὸς εἶδος καὶ τὸ τοῦ ὀστοῦ φλεβός τε καὶ νεύρου καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων καὶ τὴν ἐν τούτοις ζωτικὴν δύναμιν θρεπτικήν τε καὶ αὐξητικὴν αἰσθητικήν τε καὶ κινητικὴν καὶ τὰς λοιπὰς ἐν τῇ ποιᾷ μὲν τῶν στοιχείων ὑφισταμένας συνθέσει τε καὶ κράσει, ἑτέρας δὲ τῆς κράσεως εἶναι ἀποδεδειγμένας, ἔτι δὲ καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ἀπείρους διαφοράς τε καὶ ποικιλίας), εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτῳ ὑπεροχῇ ὑπεραναβεβηκέναι τῆς φύσεως; οὐκοῦν, εἰ ἡ φύσις τὰ εἴδη μὴ ὄντα πρότερον παράγει τὴν ὕλην ἐκ τῶν ὄντων λαβοῦσα καὶ ἐν αὐτῇ τὰ εἴδη γεννήσασα διὰ τὸ ἀδυνάτως ἔχειν μὴ προϋποκειμένου τινὸς τὴν δημιουργικὴν ἑαυτῆς ἐνδείκνυσθαι δύναμιν ἀλλὰ δεῖσθαί τινος ὑποκειμένου, εἰς ὃ ἐργάσεται, οἷα δὴ καὶ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχουσα καὶ χωρὶς τούτου μήτε εἶναι μήτε ἐνεργεῖν δυναμένη, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως.
Aet Mund.341 οὐδὲν δ’ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα ἀλλὰ δέοιτο καὶ αὐτὸς ὥσπερ ἡ τέχνη τε καὶ ἡ φύσις ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν δημιουργικὴν ἑαυτοῦ ἐνέργειαν ἐπιδείξηται, καὶ μηδὲ τοσοῦτον ὑπερέχῃ τῆς φύσεως, ὅσον τῆς τέχνης ἡ φύσις. εἰ οὖν, ὅπερ εἶπον, ἀσυγκρίτως ὑπερέχειν δεῖ τῆς φύσεως τὸν θεόν, ἡ δὲ φύσις ἐκ τῶν ὄντων τὸ ὑποκείμενον καὶ τὴν ὕλην λαβοῦσα μόνα τὰ εἴδη εἰς τὸ εἶναι δημιουργήσασα παράγει, ἀνάγκη πᾶσα, εἴπερ τι καὶ ὁ θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, μὴ μόνον τὰ εἴδη τῶν δημιουργουμένων ἀλλὰ καὶ αὐτὸ παράγειν τὸ ὑποκείμενον οὐκ ὂν πρότερον ἢ οὐδὲν ἕξει πλέον τῆς φύσεως. οὐδεμία ἄρα ἀνάγκη, ὥσπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων γίνεται, οὕτω καὶ τὸ πᾶν, εἰ γίνοιτο ὑπὸ θεοῦ, ἔκ τινος πρότερον ὄντος γίνεσθαι. ιʹ. Δεύτερον εἰ, ἐπειδὴ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεται, διὰ τοῦτο καὶ τὸ πᾶν ἀξιοῦσι, εἴπερ γίνοιτο, ἐξ ὄντος γίνεσθαι, πρόδηλον ὅτι, ἅπερ ἐπὶ τῶν καθ’ ἕκαστον συμβαίνει, ταῦτα καὶ ἐπὶ τοῦ παντὸς συμβαίνειν ἀξιοῦσιν· ὥσθ’ ὁμοιοπαθὲς εἶναι τὸ ὅλον τοῖς μέρεσιν ἐκ τούτων κατασκευάζουσιν.
Aet Mund.342 οὐκοῦν, ἐπειδὴ τὰ τοῦ κόσμου μέρη ἤγουν στοιχεῖα, ἐξ ὧν τὸ εἶναι ἔχει, φθαρτά ἐστιν καὶ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ γινόμενόν ἐστιν καὶ φθαρτόν, ἐδείξαμεν δὲ πρότερον, ὡς οὐδ’ αἱ τῶν στοιχείων ὁλότητες αἱ αὐταὶ κατὰ ἀριθμὸν μένουσιν, ὡς δὲ τὰ μέρη ἔχει, οὕτω καὶ τὸ πᾶν ἔχειν ἀνάγκη ὅσον ἐκ τῶν νῦν εἰρημένων, καὶ τὸ πᾶν ἄρα γενητὸν ἔσται καὶ φθαρτόν. πάλιν ἐπειδὴ τῶν μερικῶν ἕκαστον γινόμενον ἔκ τινος ὄντος γίνεται, διὰ τοῦτο ἀξιοῦσι καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἔκ τινος προϋποκειμένου γίνεσθαι. οὐκοῦν, ἐπειδὴ τῶν μερικῶν μὲν δημιουργός ἐστιν ἡ φύσις, τοῦ δὲ ὅλου καὶ παντὸς ὁ θεός, ἑκάστου δὲ τῶν μερικῶν ἡ δημιουργοῦσα αὐτὰ φύσις προϋπάρχει καὶ χρόνῳ δευτέρα ἐστὶν τῆς παραγούσης φύσεως τὰ παραγόμενα, καὶ τοῦ κόσμου ἄρα προϋπάρξει ὁ τούτου δημιουργός, εἰ καὶ ἐξ ὄντος ἀγενήτου τινὸς αὐτὸν ἐδημιούργησεν· ὥστε οὐ συνυπάρξει ἐξ ἀιδίου τῷ θεῷ ὁ κόσμος· τίς γὰρ ἡ ἀποκλήρωσις ἐπὶ τινῶν μὲν ἐξομοιοῦν ἀναγκάζειν τὴν τοῦ ὅλου γένεσιν τῇ τῶν μερικῶν γενέσει, ἐπὶ τινῶν δὲ μή; ὅτι γάρ, εἰ καὶ ἀίδιον εἶναι τὸν κόσμον λέγουσιν, ὅμως γοῦν δημιουργὸν αὐτοῦ εἶναι τὸν θεὸν συγχωροῦσιν, πρόδηλον. ἔστιν δὲ καὶ τῶν κατὰ μέρος ἡ φύσις δημιουργός. εὔλογον οὖν κἀνταῦθα τὰ αὐτὰ ἐπὶ τῆς τοῦ ὅλου δημιουργίας συγχωρεῖν ἕπεσθαι, ἅπερ ἐπὶ τῆς τῶν μερικῶν συμβαίνει. εἰ δὲ μὴ συγχωροῦσιν τοῖς μέρεσιν τὸ ὅλον ἀκολουθεῖν μηδ’, ὅσα τοῖς μέρεσι συμβαίνει, ταῦτα καὶ τῷ ὅλῳ συμβαίνειν, οὐκ ἄρα οὐδέ, εἰ τὰ μερικὰ πάντα γινόμενα ἐξ ὄντων γίνεται, ἤδη διὰ τοῦτο καὶ τὸ ὅλον, εἰ γέγονεν, ἐξ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη· εἰ γὰρ μὴ ὁμοίως ἥ τε φύσις δημιουργῇ καὶ ὁ θεός, ἡ δὲ φύσις ἐξ ὄντων δημιουργεῖ, ὁ ἄρα θεὸς οὐκ ἐξ ὄντων δημιουργήσει ἀλλ’ ἐκ μὴ ὄντων· ὥσπερ γὰρ κινεῖται μὲν καὶ τῶν μερῶν ἕκαστον, κινεῖται δὲ καὶ τὸ πᾶν, οὐχ ὡς κινεῖται δὲ τὰ μερικά, οὕτω καὶ τὸ πᾶν κινεῖται· τὸ μὲν γὰρ ὅλον ἐξ ὅλου τόπον ἀμείβει, τὸ δὲ πᾶν τοῦ ὅλου τόπου μὴ μεθιστάμενον περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἵνα καὶ κινεῖται ἅτε δὴ φυσικὸν ὂν σῶμα, εἴπερ ἡ φύσις κινήσεώς ἐστιν καὶ ἠρεμίας ἀρχή, καὶ μένει πάλιν ὡσαύτως ἔχον, ἐπεὶ μηδὲ ἔστιν τις ἑτέρα χώρα, εἰς ἣν ἂν μετασταίη ὅλον καθ’ ὅλον αὐτὸ μεθιστάμενον, καὶ οὐδεμία ἐστὶν ἀνάγκη οὔτε τὰ καθ’ ἕκαστον τὴν τοῦ παντὸς κινεῖσθαι κίνησιν οὔτ’ αὖ πάλιν τὸ πᾶν τὴν τῶν καθ’ ἕκαστον.
Aet Mund.343 οὕτω δήπου κατὰ τὸ ἀκόλουθον οὐδέ, εἰ τὸ πᾶν γέγονεν καὶ τῶν μερικῶν ἕκαστον γέγονεν, τὴν αὐτὴν ἀμφοῖν εἶναι γένεσιν ἀνάγκη, ἀλλ’ ἔμπαλιν, ἤπερ ἡ κίνησις ἔχει, τὸ μὲν πᾶν, εἴπερ γέγονεν, ὅλον καθ’ ὅλον αὐτὸ γεγονέναι ἀνάγκη, ἵνα τῷ ὄντι τοῦ παντὸς εἴη ἡ γένεσις, τὰ δὲ καθ’ ἕκαστον μηκέθ’ ὁμοίως ἀλλ’ ἐξ ὄντων γίνεσθαι καὶ εἰς ὂν πάλιν φθειρόμενα ἀναλύεσθαι. καὶ τοῦτο εἰκότως· ἤδη γὰρ τοῦ κόσμου συστάντος, διὰ δὲ τὴν γένεσιν καὶ τὴν φθορὰν χρησίμην τῷ παντὶ οὖσαν τῶν μερῶν τοῦ παντὸς γινομένων τε καὶ φθειρομένων ἀδύνατον ἦν εἰς τὸ πάντῃ μὴ ὂν καθ’ ὅλα αὐτὰ τὰ φθειρόμενα γίνεσθαι καὶ μηδὲν ἐν ταὐτῷ μένειν· οὕτω γὰρ τῷ μακρῷ χρόνῳ ἄλλον ἐξ ἄλλου τὸν κόσμον ἀνάγκη ἦν γίνεσθαι· τοῦτο γὰρ ἂν ἔπαθεν, ὅπερ ἡ κατὰ σανίδα ἀμειβομένη ναῦς ὑπομένει καὶ τέλος πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γινομένη, κἂν τὸ αὐτὸ εἶδος πεφύλακται.
Aet Mund.344 εἰ οὖν ἔδει μένειν ἕνα καὶ τὸν αὐτὸν ὄντα κόσμον, ἔδει δὲ καὶ γένεσιν εἶναι καὶ φθοράν, ἀδύνατον ἦν ἀμφότερα ἅμα σῴζεσθαι μὴ τῶν μερῶν εἰς ἄλληλα μεταβαλλόντων καὶ ταύτῃ τήν τε γένεσιν καὶ τὴν φθορὰν ἐργαζομένων καὶ ὡς ἐνδέχεται τὴν τοῦ κόσμου φυλασσόντων ταυτότητα. εἰ δὲ τὸ πᾶν γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸ γίνεσθαι· οὕτω γὰρ ἂν ἡμιτελὴς ἡ τοῦ θεοῦ δημιουργία ὑπῆρχεν, τὸ δὲ εἶδος μόνον χωρὶς τοῦ ὑποκειμένου εἰς τὸ εἶναι παράγουσα· ἀλλ’ ὅλον καθ’ ὅλον αὐτό, εἴπερ γίνοιτο, τὸ πᾶν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι ἀνάγκη. ἢ οὖν δεικνύτωσαν ἐξ ἑτέρων τινῶν ἀναγκαίων καὶ ἀνελέγκτων λόγων, ὡς οὐ γέγονεν ὁ κόσμος ἀλλ’ ἀίδιον ἔχει τὴν ὕπαρξιν, ἤ, εἴπερ γίνοιτο, οὐδεμία ἐστὶν ἀνάγκη ἐξ ὄντος αὐτὸν γίγνεσθαι διὰ τὸ τῶν μερικῶν ἕκαστον ἐξ ὄντος γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ὅλον καθ’ ὅλον αὐτὸν ἐκ τοῦ μὴ ὄντος ὑφίστασθαι, ἵνα τὸ πᾶν τῷ ὄντι ὡς πᾶν γίνοιτο. αιʹ. Οὕτω μὲν οὖν συγχωρήσαντες πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι οὐδεμίαν εὕρομεν ἀνάγκην ὡς καὶ τὸ πᾶν, εἴπερ γίνοιτο, ἐξ ὄντος καὶ αὐτὸ γίνεσθαι.
Aet Mund.345 μήποτε δ’ οὐδ’ ἀληθές ἐστιν τὸ πάντως ἐξ ὄντων τὰ γινόμενα γίνεσθαι· τῶν γὰρ γενητῶν ἁπάντων καὶ μὴ ἀιδίων ἐξ ὕλης καὶ εἴδους συνεστώτων, ἔτι δὲ καὶ τῆς γενέσεως μεταβολῆς οὔσης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ὥσπερ οὖν καὶ τῆς φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, πότερον καθ’ ὅλον αὐτὸ (καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος) τὸ σύνθετον γίνεται (τουτέστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει· τοῦτο γάρ ἐστιν ἡ γένεσις) ἢ οὐ καθ’ ὅλον αὐτό; εἰ μὲν οὖν καθ’ ὅλον αὐτὸ τὸ γινόμενον γίνεται (καὶ κατὰ τὴν ὕλην φημὶ καὶ κατὰ τὸ εἶδος), δηλονότι καὶ καθ’ ὅλον αὐτὸ τὸ φθειρόμενον φθείρεται. ὥστε οὐ μόνον τὸ εἶδος ἀλλὰ καὶ τὴν ὕλην γίνεσθαί τε καὶ φθείρεσθαι ἀνάγκη. ἀλλὰ τὴν ὕλην καὶ αὐτοῖς δοκεῖ μήτε γίνεσθαι μήτε φθείρεσθαι καὶ ἀκουσόμεθα τοῦτο ἐν τοῖς ἐφεξῆς τοῦ Πρόκλου λέγοντος· τὸ αὐτὸ δὲ καὶ ὁ Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ πρώτου λόγου τῆς φυσικῆς εἴρηκεν ἀκροάσεως. οὐκ ἄρα καθ’ ὅλον αὐτὸ τὸ σύνθετον γίνεταί τε καὶ φθείρεται. τὰ μὲν οὖν περὶ τῆς ὕλης ὅπως ἔχει, ἐν ἑτέροις ἐπισκεψώμεθα, ἐν οἷς ταύτης μεμνήσεται ὁ φιλόσοφος, εἴτε τῷ ὄντι ἡ πρώτη καλουμένη ὕλη ἀσώματός ἐστιν εἴτε οὔ, καὶ εἴτε πάντῃ ἐστὶν ἀγένητος καὶ ἀίδιος εἴτε οὔ. καὶ εἰ μὲν ἐδόκει ἀληθὲς εἶναι τὸ ἐν τοῖς γινομένοις νῦν ὑπὸ φύσεως καὶ φθειρομένοις μήτε γίνεσθαι τὸ κοινὸν τῶν πραγμάτων ὑποκείμενον μήτε φθείρεσθαι (ἡ γὰρ τῆς σαρκὸς εἰ τύχοι φθορὰ τὸ μὲν εἶδος τῆς σαρκὸς ἔφθειρεν τόδε, τὸ δὲ τούτῳ ὑποκείμενον σῶμα οὐκέτι· μένει γὰρ τὸ τριχῇ διαστατὸν οὐδὲν κατὰ τὸν λόγον τῆς οἰκείας πεπονθὸς φύσεως· τοῦτο γάρ ἐστιν ἡ τοῦ σώματος φύσις, οὐσία τριχῇ διεστῶσα.
Aet Mund.346 ὡσαύτως, εἰ φθαρείη μὲν ὕδωρ, ἐκ τοῦδε ἀὴρ δὲ γένοιτο, ὕδατος μὲν φθορὰ καὶ ἀέρος ὑπέστη γένεσις, τὸ δὲ ἀμφοῖν ὑποκείμενον—τοῦτο δέ ἐστιν τὸ ἄποιον σῶμα—οὐδεμίαν τροπὴν ὑπέμεινεν, ᾗ σῶμά ἐστιν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγοσ)—εἰ τοίνυν τὸ πρῶτον ὑποκείμενον καὶ ἡ ὕλη οὔτε γίνεται ἐν τοῖς γινομένοις οὔτε φθείρεται ἐν τοῖς φθειρομένοις, οὔτε ἄρα καθ’ ὅλα αὐτὰ τὰ σύνθετα φθείρεται (μένει γὰρ ἐν τοῖς φθειρομένοις ἡ ὕλη ἀμετάβλητος) οὔτε κατὰ τὴν ὕλην ἡ φθορὰ γίνεται. λείπεται οὖν τὸ εἶδος εἶναι τὸ φθειρόμενον, τουτέστιν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλον. οὐκοῦν τούτου ἐστὶν καὶ ἡ γένεσις, τουτέστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή· τὸ γὰρ σῶμα φέρ’ εἰπεῖν τὸ τῷ ἄρτῳ ὑποκείμενον οὐκ ὂν σὰρξ γέγονεν σάρξ, καὶ πάλιν τῆς σαρκὸς φθαρείσης τὸ μὲν εἶδος τὸ τῆς σαρκὸς εἰς τὸ μὴ ὂν οἴχεται, τὸ δὲ σῶμα πάλιν οὐδὲν ἧττόν ἐστιν σῶμα· οὔτε γὰρ εἰς ἀσώματον ἡ φθορὰ τῶν πραγμάτων γίνεται οὔτε ἐξ ἀσωμάτων ἡ γένεσις· ὥστε τὸ σῶμα μένει παντελῶς ἀμετάβλητον. οὐκ ἄρα τοῦ παντός ἐστιν ἐν τοῖς συνθέτοις ἡ φθορὰ καὶ ἡ γένεσις ἀλλὰ μόνου τοῦ εἴδους· εἰ γὰρ καὶ λέγεται τὸ σύνθετον γίνεσθαι, ἀλλ’ ἀπὸ μέρους τοῦ παντὸς κατηγορεῖται ἡ γένεσις· τὸ γὰρ εἶδός ἐστιν τὸ κυρίως γινόμενον· ὥσπερ κἂν εἰ λέγοιτο Σωκράτης τύπτεσθαι ἢ βαδίζειν ἢ ἀμφιέννυσθαι, οὐχὶ καθ’ ὅλον αὐτὸν (καὶ κατὰ τὴν ψυχήν φημι καὶ κατὰ τὸ σῶμα) τῶν εἰρημένων ἕκαστον ὑπομένει ἀλλὰ κατὰ μόνον τὸ σῶμα, ὥσπερ ἐκ τοῦ ἐναντίου, εἴπερ λέγοιτο σοφὸς εἶναι ἢ δίκαιος, πάλιν ἀπὸ μέρους τῆς ψυχῆς κατὰ τοῦ ὅλου ἡ κατηγορία φέρεται· εἰώθαμεν γὰρ τὰ τῷ μέρει συμβαίνοντα τοῦ παντὸς κατηγορεῖν διὰ τὴν σύνθεσιν.
Aet Mund.347 εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει καὶ ἡ γένεσις καὶ ἡ φθορὰ κυρίως τῶν εἰδῶν ἐστιν, εἰ μὲν ἅπαντα τὰ ἔνυλα εἴδη ἀίδιά ἐστιν (λέγω δὴ τὰ καθ’ ἕκαστον, ἐν οἷς ἐστιν καὶ ἡ φθορὰ καὶ ἡ γένεσις), ἔστω μηδὲν μήτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μήτε εἰς τὸ μηδαμῶς ὂν φθείρεσθαι. εἰ δὲ μήτε τὸ τῆς σαρκὸς εἶδος μηδὲ τὸ τοῦ αἵματος ἢ ὀστοῦ μήτε τὰ χρώματα καὶ τὰ σχήματα μήτε τῶν ἄλλων ἐνύλων εἰδῶν μηδὲν ἀίδιόν ἐστιν, δηλονότι ἕκαστον τούτων πρὶν γενέσθαι οὐκ ὂν κατὰ τὸν οἰκεῖον λόγον τῆς φύσεως εἶτα εἰς τὸ εἶναι παραχθὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος εἰς τὸ ὂν μεταβέβληκεν καὶ φθαρὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάλιν μεθέστηκεν· ἡ γὰρ ἐν τῷδε τῷ κύκνῳ λευκότης πρὶν τὸν κύκνον γενέσθαι οὐ δήπου ὑφειστήκει γε καὶ τῶν ὄντων ἦν, ἀλλ’ ἅμα τῇ τοῦ κύκνου γενέσει πρώτην ἔσχεν ἐν αὐτῷ τὴν ὑπόστασιν· οὐκοῦν καὶ τοῦ κύκνου φθαρέντος οὐχ ὑπομένει που ἡ λευκότης, ἀλλ’ εἰς τὸ μὴ ὂν ὅλως μεθίσταται. καὶ καθόλου δὲ εἰπεῖν τῶν τε ἐνύλων εἰδῶν καὶ τῶν σχημάτων ἕκαστον (οἷον τὸ τῆς σαρκὸς φέρε καὶ τὸ τοῦ ὀστοῦ καὶ τόδε τὸ τρίγωνον καὶ ὅδε ὁ κύκλος) τῶν τε ποιοτήτων ἑκάστη (θερμότης φημὶ καὶ ψῦξις, λευκότης καὶ μελανία καὶ τὰ παραπλήσια), ἔτι δὲ καὶ αἱ ἄλογοι τῆς ψυχῆς δυνάμεις (λέγω δὴ θρεπτικὴ καὶ αὐξητικὴ γεννητική τε καὶ αἰσθητικὴ καὶ ὀρεκτικὴ καὶ αἱ λοιπαί), ταῦτα οὖν καὶ τὰ τοιαῦτα ἐπείπερ ἐν ὑποκειμένοις σώμασιν τὸ εἶναι ἔχουσιν, ἀνάγκη πᾶσα τῶν μερικῶν σωμάτων, ἐν οἷς ὑφεστήκασι, φθειρομένων εἰς ὕλην αὐτὰ ἀνατρέχειν καὶ οἷον ὕλην γίνεσθαι ἢ εἰς ἕτερόν τι μεταβαίνειν ὑποκείμενον καὶ σῶμα κἀκεῖνο ψυχοῦν καὶ ὅλως εἰδοποιεῖν (ὥσπερ ἐπὶ τῆς λογικῆς ψυχῆς Ἑλλήνων ὑποτίθενται παῖδες) ἢ εἰς ἁπλούστερά τινα ἀναλύεσθαι (ὡς αἱ συλλαβαὶ εἰς τὰ γράμματα καὶ ἡ οἰκία εἰς λίθους καὶ ξύλα) ἢ εἰς οἰκείαν τινὰ ὁλότητα ἀνατρέχειν (ὥσπερ ἂν εἰ τὸ ἐν ἡμῖν πυρῶδες διαφορηθὲν ἐπὶ τὴν ὁλότητα τοῦ πυρὸς ἀναδράμοι) ἢ εἰς ἕτερον εἶδος μεταβάλλειν (οἷον εἰ ἡ μελανία φθαρεῖσα λευκότης τυχὸν γίνοιτο ἢ γλυκύτης ἢ ἄλλο τι) ἢ καθ’ ἑαυτὰ χωρὶς ὕλης ὑφεστάναι (ὥσπερ τὰ νοητὰ εἴδη)· ἤ, εἰ μηδὲν τούτων δυνατὸν εἶναι δειχθείη—οὐδὲ πλάσαι δὲ τρόπον ἕτερον τῆς ἀναλύσεως αὐτῶν ὅσον ἐμέ γε εἰδέναι ἐνδέχεται—, λείπεται εἰς τὸ πάντῃ μὴ ὂν αὐτὰ φθειρομένου τοῦ ὑποκειμένου σώματος ἀναλύεσθαι.
Aet Mund.348 ὅτι μὲν οὖν οὐδὲν τῶν ἐνύλων εἰδῶν οὐδὲ τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων φθειρόμενον ὕλη γίνεται, καὶ παρ’ αὐτοῖς τοῖς Ἑλλήνων σοφοῖς ὡμολόγηται. οὐδὲν γὰρ εἶδος οὐδὲ ψυχικὴ δύναμις τὸ εἶναι καὶ τὴν οὐσίαν ἐκ τῆς ὕλης λαμβάνει οὔτε γεννώσης αὐτῆς τὰ εἴδη οὔτε τρεπομένης εἰς τὴν τῶν εἰδῶν φύσιν καὶ αὐτὸ εἴδη γινομένης· γεννητικὴ μὲν γὰρ τῶν εἰδῶν οὐκ ἔστιν, διότι οὐκ ἐνδέχεται ἐκ τῶν χειρόνων τὰ κρείττονα γίνεσθαι· πῶς γὰρ οἷόν τέ ἐστιν τὴν ἀναίσθητον ὕλην καὶ ἄζωον καὶ ὅλως ἀνείδεον αἰσθήσεως καὶ ψυχῆς καὶ ὅλως εἴδους εἶναι αἰτίαν; τὰ γὰρ κρείττονα τῶν χειρόνων γεννητικά τε καὶ αἴτια, οὐκ ἔμπαλιν τῶν κρειττόνων τὰ χείρονα· ἡ μὲν γὰρ ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, κρεῖττον δὲ πανταχοῦ τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του.
Aet Mund.349 ἀλλὰ δὴ πρῶτον τῇ φύσει τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του· εἰ γὰρ καὶ καθ’ ὕπαρξιν ἅμα εἰσὶν ἢ οὔκ εἰσιν, ἐπειδὴ καὶ τῶν πρός τι εἰσίν, ἀλλ’ οὖν γε προεπινοεῖσθαι τὸ οὗ ἕνεκα ἀνάγκη καὶ διὰ τοῦτο τὸ ἕνεκά του παρασκευάζεσθαι· τοῦ γὰρ εἴδους ἕνεκα τῆς οἰκίας ἤδη προεπινενοημένου τὴν τοιάνδε ὕλην παρασκευάζομεν καὶ οὐχὶ διὰ τὴν ὕλην τὸ εἶδος· ὥσπερ ἀμέλει καὶ πατὴρ καὶ υἱὸς τῶν πρός τι μέν, ἀλλὰ φύσει πρότερος ὁ πατήρ, καὶ τὸ γένος καὶ τὸ εἶδος τῶν πρός τι, ἀλλὰ τῇ φύσει τὸ γένος πρότερον· οὕτως οὖν καὶ τὸ οὗ ἕνεκα τῇ φύσει πρότερόν ἐστιν τοῦ ἕνεκά του, εἰ καὶ τῶν πρός τι εἰσίν. εἰ δὲ τῇ φύσει πρῶτον τὸ οὗ ἕνεκα, οὐκ ἂν εἴη αὐτοῦ τὸ ἕνεκά του αἴτιον· πρῶτα γὰρ τῇ φύσει τῶν αἰτιατῶν τὰ αἴτια. ὥστε, εἰ ἡ μὲν ὕλη ἕνεκά του, τὸ δὲ εἶδος οὗ ἕνεκα, οὐκ ἄρα τῶν εἰδῶν γεννητική ἐστιν ἡ ὕλη· τὸ γὰρ γεννῶν τοῦ γεννωμένου ποιητικόν ἐστιν αἴτιον, τὸ δὲ ἕνεκά του αἴτιον εἶναι τοῦ οὗ ἕνεκα ἀδύνατον.
Aet Mund.350 ἀλλ’ οὐδ’ εἰς τὰ εἴδη τρέπεσθαι τὴν ὕλην ἐνδέχεται καὶ οἷον μεταβαλλομένην ἐκεῖνα γίνεσθαι οὐδ’ αὖ πάλιν τὰ εἴδη φθειρόμενα ὕλην γίνεσθαι· εἰ γὰρ τὰ σύνθετα ἐξ ὕλης καὶ εἴδους τῶν ἁπλουστάτων σύγκειται, πῶς ἔτι τὸ εἶδος εἰς ὕλην ἀναλυθήσεται; οὐκέτι γὰρ δύο στοιχεῖα τῶν σωμάτων ἡ ὕλη καὶ τὸ εἶδος ἔσται, ἀλλ’ ἓν μόνον ἡ ὕλη καὶ σύνθεσις οὐδεμία ἐν τοῖς πράγμασιν. πῶς δὲ ὅλως ἡ ἀμετάβλητος ὕλη εἰς εἴδους φύσιν μεταβληθείη ἄν; οὐκέτι γὰρ σώσει τὸ ἀμετάβλητον· εἰ γὰρ μὴ ταὐτὸν ὕλη καὶ εἶδος, ἡ δὲ ὕλη μεταβληθεῖσα γίνεται εἶδος, οὐκέτι δήπουθεν ἔμεινεν ὕλη· τὸ γὰρ μεταβάλλον εἴς τι καθ’ αὑτὸ οὐκέτι μένει ὅπερ ἦν· μεταβάλλει γὰρ ὁ ἀὴρ εἰς ὕδωρ τυχὸν ἢ εἰς πῦρ, ἀλλ’ εὐθὺς ἅμα τῇ μεταβολῇ τὸ εἶναι ἀὴρ ἀπόλλυσιν, καὶ τὸ λευκὸν δὲ καθὸ λευκόν ἐστιν μεταβάλλον τὸ εἶναι λευκὸν ἀπόλλυσιν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν ἡ ὕλη μεταβάλλει εἰς τὸ εἶδος, οὐκέτι μένει ὕλη. ὥστε οὐκ ἀμετάβλητος ἔσται. οὕτω δὲ οὐδὲν ἔσται σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ εἴδη ἁπλᾶ ἔσονται πάντα ἄνευ ὕλης, μᾶλλον δὲ οὐδὲ ἔσται τὸ σύνολον ὕλη· οὐδὲν γὰρ φαίνεται ἐξ ἀνειδέου ὕλης τὴν μεταβολὴν τὴν εἰς ἕτερον ποιούμενον· τὸ γὰρ θερμὸν φέρε εἰς ψυχρὸν μεταβάλλει καὶ τὸ μέλαν πάλιν εἰς λευκὸν καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ οὖν τὴν ὕλην λέγει τις μεταβάλλουσαν τὰ εἴδη γίνεσθαι, καὶ τὸ εἶναι ὅλως τὴν ὕλην ἀναιρήσει. οὔτε ἄρα γεννητικὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη οὔτε τρεπομένη αὐτόχρημα τὰ εἴδη γίνεται. οὐδὲν ἄρα οὔτε τῶν γινομένων ἐξ ὕλης γίνεται οὔτε τῶν φθειρομένων εἰς ὕλην ἀναλύεται· εἰς ὃ γάρ τι φθειρόμενον ἀναλύεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἔσχεν.
Aet Mund.351 εἰ οὖν μηδὲν τῶν εἰδῶν ἐν τῇ φθορᾷ τῶν πραγμάτων ὕλη γίνεται, οὐδ’ ἂν ἐξ ὕλης ἔχει τὴν γένεσιν· εἰ γὰρ καὶ λέγεται ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη, ἀλλ’ οὐχ ὡς αὐτὴ ταῦτα βλαστάνουσα ἢ εἰς τὴν τῶν εἰδῶν μεταβαλλομένη φύσιν (ἀμετάβλητος γὰρ ἐν τοῖς γινομένοις ἐστίν) ἀλλ’ ὡς ἐπιτηδεία οὖσα εἰς τὸ ἐν ἑαυτῇ τὴν ὕπαρξιν αὐτῶν καταδέξασθαι· ὥσπερ γὰρ τὸ γραμματεῖον τὸ ἄγραφον, ᾗ φησιν Ἀριστοτέλης, δυνάμει ἐστὶν τὰ ἐν αὐτῷ γραφησόμενα γράμματα οὐχ ὡς ἐξ αὐτοῦ τῆς τῶν γραμμάτων βλαστανούσης φύσεως οὔτε μὴν εἰς τὴν τῶν γραμμάτων οὐσίαν τοῦ χάρτου ἢ τοῦ κηροῦ μεταβάλλοντος (μένει γὰρ ἀμετάβλητος ὁ χάρτης καὶ ὁ κηρὸς τῶν γραμμάτων ἐν αὐτῷ γινομένων) ἀλλ’ ὡς δυνάμενον ἐν ἑαυτῷ τὴν τῶν γραμμάτων ὕπαρξιν καταδέξασθαι καὶ οὐκ ἄν τις εἴποι, ὡς ἐξ ὄντος τοῦ χάρτου ἢ τοῦ κηροῦ τὴν ὕπαρξιν ἔχοι τὰ γράμματα, οὕτω δήπου, κἂν ἡ ὕλη δυνάμει εἶναι τὰ εἴδη λέγηται, οὐ διὰ τοῦτο ἐξ ὄντος τῆς ὕλης εὔλογον τὰ εἴδη λέγειν ὑφίστασθαι ἀλλ’, εἴπερ ἄρα, ἐν ὄντι διὰ τὸ μὴ πεφυκέναι αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκειμένου ὑφίστασθαι. ἐναργέστερον δ’ ἡμῖν ἡ φθορὰ τὴν ἀπόδειξιν τούτου παρίστησιν· εἰ γὰρ φθειρομένων τῶν γραμμάτων μὴ ὕλη τὰ εἴδη γίνεται, δηλονότι οὐδὲ ἐξ ὕλης τὴν ὑπόστασιν εἴληφεν· εἰς ὃ γὰρ ἡ φθορὰ γίνεται, ἐκ τούτου καὶ τὴν γένεσιν ἀνάγκη γίνεσθαι. ἀλλὰ δὴ οὐδὲ εἰς ἕτερον μεταβαίνειν ὑποκείμενον τῶν τε ἐνύλων εἰδῶν οὐδὲν οὐδὲ τὰς ψυχικὰς δυνάμεις (λέγω δὴ τὰς ἀλόγους) ἐνδέχεται· εἰ γὰρ ἀεὶ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον αἱ ψυχικαὶ δυνάμεις μεταβαίνοιεν αἱ αὐταὶ κατ’ ἀριθμὸν μένουσαι, ἀθάνατοι ἂν εἶεν καὶ αὐταὶ καθ’ αὑτὰς ὑφεστηκυῖαι καὶ μὴ δεόμεναι ὑποκειμένου εἰς ὕπαρξιν· ἀδύνατον γὰρ ἦν τὴν τοῦ ἵππου φέρε ψυχὴν μίαν καὶ τὴν αὐτὴν κατ’ ἀριθμὸν μένουσαν ἐξ ἄλλου εἰς ἄλλο μεταβαίνειν ὑποκείμενον, εἰ μὴ αὐτὴ καθ’ αὑτὴν ὑφειστήκει καὶ ἀθάνατος ἦν· ὥσπερ ἀμέλει καὶ τὴν ἡμετέραν ψυχὴν ὑποτίθενται χωριστὴν σώματος τὴν ὕπαρξιν ἔχουσαν ἐξ ἄλλων εἰς ἄλλα μεταβαίνειν σώματα· οὐδὲν γὰρ ἄλλο τι τῶν ἐν ὑποκειμένῳ τὸ εἶναι ἐχόντων δύναιτ’ ἂν ἐξ ὑποκειμένου μεταβαίνειν εἰς ὑποκείμενον· τὸ γὰρ ἐν Σωκράτει τῆς σαρκὸς εἶδος οὐκ ἄν ποτε τὸν Σωκράτην καταλελοιπὸς ἐν ἑτέρῳ τὸ αὐτὸ κατ’ ἀριθμὸν γένοιτο οὐδὲ τὸ ἐν τῷ κύκνῳ λευκὸν ἢ τὸ ἐν τῷ μήλῳ σφαιροειδὲς σῶμα τὸ ἴδιον ἀπολιπόντα ὑποκείμενον ἐν ἄλλῳ ποτὲ μεταβήσεται τὰ αὐτὰ κατ’ ἀριθμὸν μένοντα· τοῦτο γὰρ τῶν καθ’ αὑτὰ ὑφεστώτων καὶ χωριστὴν τῶν ὑποκειμένων τὴν ὕπαρξιν ἐχόντων ἴδιον· δεῖ γὰρ πρότερον τοῦ ἰδίου χωρισθῆναι ὑποκειμένου, εἶτα ἐν ἄλλῳ γενέσθαι· ὃ οὖν χωρίζεσθαι τοῦ ὑποκειμένου μὴ φθαρὲν οὐ πέφυκεν, πῶς ἂν χωρισθείη σῳζόμενόν τε καὶ μένον τὸ αὐτό; ὃ δὲ χωρίζεσθαι σῳζομένου τοῦ ἰδίου ὑποκειμένου μὴ δύνηται, οὐκ ἄν ποτε ἐν ἑτέρῳ ὑποκειμένῳ γένοιτο· δεῖ γὰρ χωρισθῆναι πρῶτον τοῦ, ἐν ᾧ ἐστιν, εἶτα γενέσθαι ἐν ἄλλῳ, χωρισθῆναι δὲ τὰ ἔνυλα εἴδη σῳζόμενα τῶν ἰδίων ὑποκειμένων ἀδύνατον.
Aet Mund.353 ὥστε οὐδ’ ἀπ’ ἄλλου ὑποκειμένου εἰς ἄλλο ὑποκείμενον χωρεῖν αὐτὰ τῶν ἐνδεχομένων ἐστίν· κἂν γὰρ τὸ πῦρ θερμαίνῃ τὸν παρακείμενον ἀέρα, οὐχὶ ἐν ὑποκειμένῳ τῷ πυρὶ θερμότης ἡ αὐτὴ κατ’ ἀριθμὸν καὶ ἐν τῷ ἀέρι γίνεται· ἤμελλεν γὰρ ἂν τὸ ἴδιον ἀπολείπειν ὑποκείμενον, λέγω δὴ τὸ πῦρ, οὕτως δὲ οὐκέτι ἂν θερμὸν ὑπῆρχε τὸ πῦρ ἢ οὐχ ὁμοίως θερμὸν τῆς ἐν αὐτῷ θερμότητος ἢ μέρους ἀπολειπούσης αὐτὸ καὶ ἐν ὑποκειμένῳ τῷ ἀέρι γινομένης· τί οὖν ἐστιν τὸ συμβαῖνον; ἡ ἐν τῷ πυρὶ θερμότης δραστήριος οὖσα καὶ θερμαίνειν πεφυκυῖα τὰ παρακείμενα ἄλλην ἐν τῷ παρακειμένῳ ἀέρι γεννᾷ θερμότητα· καὶ ὡς ἐν τῷ διδασκάλῳ τε καὶ τῷ μαθητῇ τὸ αὐτὸ μέν ἐστιν κατ’ εἶδος θεώρημα, οὐ μὴν κατ’ ἀριθμὸν τὸ αὐτό, καὶ ἔστιν τὸ μὲν ἐν τῷ διδασκάλῳ ποιητικὸν αἴτιον τοῦ ἐν τῷ μαθητῇ, αἰτιατὸν δὲ ἐκεῖνο, οὕτω καὶ ἡ ἐν τῷ πυρὶ θερμότης διάφορος οὖσα κατ’ ἀριθμὸν τῆς ἐν τῷ ἀέρι θερμότητος ποιητικόν ἐστιν αὐτῆς αἴτιον. οὐκ ἄρα ἐνδέχεται ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν μήτε καθ’ αὑτὰ ὑφίστασθαι πεφυκότα μήτε ἀίδια ὄντα ἀλλὰ γενητὰ ὄντα καὶ φθαρτά. ἀλλ’ οὐδὲ εἰς ἁπλούστερά τινα τὴν ἀνάλυσιν ποιεῖσθαι δύναται· τὰ γὰρ εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιούμενα σύνθετα εἶναι ἀνάγκη· ἐκ τίνων οὖν ἁπλουστέρων ἡ αἰσθητικὴ δύναμις σύγκειται; ἐκ τίνων δὲ ἡ θρεπτική, ἡ λευκότης τε καὶ ἡ γλυκύτης καὶ τὰ παραπλήσια; ἄλλως τε καὶ περὶ ἐκείνων πάλιν ἡ αὐτὴ μένει ἀπορία· ἤτοι γὰρ κἀκεῖνα πάλιν εἰς ἁπλούστερα ἀναλυθήσεται καὶ ἡ πρόοδος τῆς ἀναλύσεως πέρας οὐχ ἕξει ἤ, εἴπερ ἐκεῖνα στοιχεῖα ὄντα τῶν ἐνύλων εἰδῶν χείρονά ἐστιν αὐτῶν ἐξ ἀνάγκης καὶ διὰ τοῦτο καὶ αὐτὰ φθαρτὰ καὶ φθειρόμενα μὴ εἰς ἁπλούστερα ἀναλύεται, διὰ τί μὴ ἐπ’ αὐτῶν τῶν εἰδῶν τὴν ἁπλότητα ὁμολογοῦμεν; τίνα δ’ ἄν τις καὶ πλάσοι στοιχεῖα λευκότητος, ἐξ ὧν ἂν συγκέοιτο, ἢ γλυκύτητος ἢ μαλακότητος ἢ τῶν ἄλλων ποιοτήτων τινός; καὶ πάντα δὲ ὁρῶμεν τὰ εἰς ἁπλούστερα ποιούμενα τὴν ἀνάλυσιν μεριστὰ ὄντα καὶ μεγέθη.
Aet Mund.354 αἱ δὲ ψυχικαὶ δυνάμεις ἀμερεῖς εἰσιν, ὡς ἐν τοῖς περὶ ψυχῆς Ἀριστοτέλης ἀπέδειξεν. οὐδ’ ἄρα εἰς ἁπλούστερα ἡ τῶν εἰδῶν ἀνάλυσις γίνεται. ἆρ’ οὖν μὴ φθειρομένων τῶν ὑποκειμένων εἰς ἰδίαν τινὰ ἀνατρέχει ὁλότητα τὰ ἔνυλα εἴδη; ἀλλ’ οὐδὲ τοῦτο ἐνδεχόμενον φαίνεται· πρῶτον μὲν γὰρ καὶ τοῖς ἀρχαιοτέροις ἀποδέδεικται, ὡς οὐκ ἔστιν τις ψυχῶν ὁλότης, ἐξ ἧς κατὰ ἀπομερισμὸν αἱ ἡμέτεραι ψυχαὶ γίνονται· οὕτω γὰρ ἂν οὐκ ἀμερεῖς ἀλλὰ μεριστὰς αὐτὰς εἶναι συνέβαινεν, τῆς ἰδίας ἀποτεμνομένας ὁλότητος· τίνα δ’ ἄν τις καὶ πλάσοι θυμοῦ ὁλότητα, εἰς ἣν τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐπὶ τὴν οἰκείαν ἀναδραμεῖται ὁλότητα; τίνα δὲ θρεπτικῆς ἢ αὐξητικῆς ἤ τινος τῶν ἄλλων ψυχικῶν δυνάμεων; ἀνάγκη γὰρ καὶ τὴν θρεπτικὴν τῆς ψυχικῆς δυνάμεως ὁλότητα τρέφειν τι σῶμα καὶ τὴν αὐξητικὴν αὔξειν· ἡ γὰρ θρεπτικὴ δύναμις τρεφομένου ἐστὶν θρεπτικὴ καὶ ἡ αὐξητικὴ αὐξομένου αὐξητική. εἰ οὖν ἔστιν τις ὁλότης θρεπτικῆς δυνάμεως, ἔσται τι καὶ τὸ ὑπὸ τῆς ὁλότητος τῆς θρεπτικῆς δυνάμεως καὶ τῆς αὐξητικῆς τρεφόμενόν τε καὶ αὐξανόμενον.
Aet Mund.355 εἰ μὲν οὖν μηδὲν εἴη τὸ ὑποκείμενον τρεφόμενον καὶ αὐξόμενον, οὐδὲ αὐτὰς εἶναι ἐνδέχεται· τῶν πρός τι γάρ εἰσιν, ὡς εἴρηται· πρὸς ἄλληλα γὰρ καὶ ἔστιν καὶ λέγεται τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ τὸ αὖξον καὶ τὸ αὐξόμενον. εἰ δὲ εἴη, ἐπειδὴ πᾶν τὸ τρεφόμενον καὶ αὐξόμενον φθαρτόν ἐστιν, κἀκεῖνο τὸ σῶμα φθαρτὸν ἔσται· εἰς τί οὖν πάλιν ἡ ὁλότης τῆς θρεπτικῆς ἀναλύεται δυνάμεως τοῦ ὑποκειμένου αὐτῆς φθειρομένου; εἰ δὲ φθαρτὸν ἡ ὁλότης, καὶ τὸ μέρος ἐξ ἀνάγκης φθαρτὸν ἔσται· πῶς δ’ ἄν τις ἐπινοήσειεν εἴδους σαρκὸς ὁλότητα ἢ ὀστοῦ ἢ φλεβός; τίνα δὲ λευκότητος ἢ μελανίας ἢ γλυκύτητος; τίς δ’ ἂν εἴη τριγώνου ὁλότης ἢ κύβου ἢ ὅλως σχήματος; εἰ γὰρ ἔστιν ὁλότης λευκότητος, ἔσται τις καὶ ὁλότης λευκοῦ σώματος, καὶ ἐπὶ ἑκάστου εἴδους ὡσαύτως. δεικνύτωσαν οὖν ἡμῖν, τίς ἐστιν ἡ ὁλότης τοῦ λευκοῦ σώματος ἢ μέλανος ἢ γλυκέος ἢ τριγώνου ἢ τῶν ἄλλων τινός· εἰ γὰρ πεποιωμέναι εἰσὶν αἱ τοιαῦται ὁλότητες, εἴπερ ποιότητές εἰσιν λευκότης καὶ μελανία καὶ τὰ λοιπά, καὶ αἰσθητὰ πάντως εἰσίν. πῶς οὖν οὐδενὸς τοιούτου σώματος οὐδεμία τῶν αἰσθήσεων ἀντιλαμβάνεται; καίτοι τῶν ἀπὸ γῆς σωμάτων (λέγω δὴ ὁλότητος λευκοῦ σώματος ἢ γλυκέος ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός) κατὰ τὸ συνεχὲς μέχρι τῆς ἀπλανοῦς ἀντιλαμβανόμεθα δι’ αἰσθήσεως τῶν αὐτῶν καὶ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ ὄντων ἐξ ἀνάγκης.
Aet Mund.356 μῦθος ἄρα καὶ τὸ εἰς οἰκείαν ὁλότητα τῶν ὑποκειμένων φθειρομένων τὰ ἔνυλα εἴδη ἀνατρέχειν ὑποτίθεσθαι. λείπεται οὖν ζητεῖν, μὴ εἰς ἄλληλα τὰ φυσικὰ εἴδη μεταβάλλει, οἷον εἰ τὸ τρίγωνον εἰς κύκλον καὶ ἡ γλυκύτης εἰς τὸ ἐναντίον τὴν πικρότητα καὶ ἁπλῶς εἰς ἕτερόν τι εἶδος οἷον εἰς βαρύτητα. ἀλλὰ καὶ τοῦτο ὡς ἀδύνατόν ἐστιν ὡμολόγηται· οὐ γὰρ ἡ θρεπτικὴ δύναμις φθαρεῖσα γένοιτ’ ἂν εἰ τύχοι θυμοειδὴς οὐδ’ ὅλως ἡ τοῦ κυνὸς ψυχὴ φθαρέντος γένοιτ’ ἄν ποτε ἵππου ψυχή· συνέβαινεν γὰρ πάλιν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον τὰ ἔνυλα εἴδη μεταβαίνειν, ὅπερ ἀδύνατον δέδεικται· κἂν γὰρ ἐξ ἀλλήλων τὰ πράγματα λέγηται γίγνεσθαι (τὸ ὕδωρ φημὶ ἐξ ἀέρος καὶ ἐκ τοῦ ὕδατος αὖθις ἀὴρ καὶ πάντα ἐκ πάντων), οὐχὶ τῷ τὰ εἴδη αὐτὰ μεταβάλλειν εἰς ἄλληλα (τὸ τοῦ ὕδατος εἰς τὸ τοῦ ἀέρος ἢ τὸ τοῦ ἄρτου εἰς τὸ τῆς σαρκός) ταύτῃ ἡ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολὴ γίνεσθαι λέγεται, ἀλλὰ τῷ τὸ ὑποκείμενον τὸ αὐτὸ μένον κατὰ τὸν τῆς οὐσίας λόγον καὶ ἀμετάβλητον ἑκάστου παρὰ μέρος εἶναι τῶν εἰδῶν δεκτικόν· ὡς γὰρ ὁ χαλκοῦς ἵππος γένοιτ’ ἂν χαλκοῦς κύων οὐ τοῦ ἱππείου σχήματος μεταβάλλοντος κἀκείνου γενομένου (ἅμα γὰρ τῷ παρεῖναι θάτερον τὸ λοιπὸν πάντως ἀπόλλυται) ἀλλὰ τοῦ χαλκοῦ τοῦ αὐτοῦ κατὰ ἀριθμὸν μένοντος καὶ παρὰ μέρος τῶν εἰδῶν ἑκάτερον δεχομένου, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν πραγμάτων ἡ ἐξ ἀλλήλων γίνεται γένεσις τοῦ κοινοῦ πάντων ὑποκειμένου, ὃ καὶ ἀμετάβλητον μένειν δέδεικται, ἄλλοτε ἄλλο εἶδος παρὰ μέρος δεχομένου, αὐτῶν δὲ τῶν εἰδῶν ὑπεκχωρούντων ἀλλήλοις δηλονότι καὶ τῇ τοῦ δευτέρου παρουσίᾳ εἰς τὸ μὴ ὂν τοῦ προτέρου μεθισταμένου.
Aet Mund.357 τοῦτο δ’ αὐτὸ καὶ ὁ Πλάτων ἡμᾶς ἐν Φαίδωνι σαφῶς ἐδίδαξεν· εἰσάγει γὰρ τὸν Σωκράτην πῂ μὲν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι λέγοντα, πῂ δὲ μὴ δύνασθαί ποτε τὸ ἐναντίον γενέσθαι, ὅπερ τὸ ἐναντίον, ἀλλ’ ἅμα τῷ προσελθεῖν τῶν ἐναντίων τὸ ἕτερον τὸ λοιπὸν εὐθὺς ἀπόλλυσθαι· τῷ γὰρ θερμῷ σώματι προσελθούσης τῆς ψύξεως εὐθὺς ἡ θερμότης ἀπόλλυται. ταῦτα Σωκράτους εἰπόντος ἐν Φαίδωνι καί τινος τῶν ἀκροωμένων εἰς ἐναντιολογίαν αὐτὸν περιπεσεῖν οἰηθέντος, εἴπερ ὁ αὐτὸς τά τε ἐναντία φησὶν ἐξ ἀλλήλων γίνεσθαι καὶ πάλιν μὴ δύνασθαι τὸ ἐναντίον γενέσθαι ποτέ, ὅπερ τὸ ἐναντίον, ὁ Σωκράτης πρὸς τὸν ἀπορήσαντά φησιν, ὡς ὀρθῶς μὲν τῶν εἰρημένων μνημονεύσας εἴη, οὐ μὴν τὴν διαφορὰν νενοηκὼς τῶν λόγων· ὅτε μὲν γὰρ ἐλέγομεν, φησίν, τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι, περὶ τῶν ἐχόντων τὰ ἐναντία ἐλέγομεν, τουτέστιν τοῦ κοινοῦ τῶν ἐναντίων ὑποκειμένου. τὸ γὰρ σῶμα εἰ τύχοι λευκὸν ὂν γίνεται αὖθις μέλαν. λέγεται οὖν τὸ λευκὸν σῶμα μεταβάλλειν εἰς τὸ μέλαν σῶμα, τουτέστιν τὸ μετέχον ἀμφοῖν ἐκ θατέρου εἰς θάτερον μεταβαίνειν. αὗται μέντοι αἱ ἐναντίαι ἰδέαι (ἡ λευκότης λέγω καὶ ἡ μελανία) οὐδέποτε, φησίν, τὴν εἰς ἄλληλα γένεσιν καὶ μεταβολὴν ἀναδέχονται (οὐδέποτε γὰρ ἡ λευκότης μελανία γίνεται), ἀλλ’ ἐπειδάν τι τῶν ἐναντίων τῷ ὑποκειμένῳ προσέλθῃ, τὸ ἕτερον τὸ προϋπάρχον ἐν αὐτῷ εὐθὺς ἀπόλλυται.
Aet Mund.358 ὥστε, φησίν, τὰ μὲν μετέχοντα τῶν ἐναντίων καὶ αὐτὰ ὁμωνύμως ἐναντία λεγόμενα (λέγεται γὰρ λευκὸν καὶ ἡ λευκότης καὶ αὐτὸ τὸ λελευκασμένον σῶμα) ἐξ ἀλλήλων λέγομεν γίνεσθαι, τὰ μέντοι μετεχόμενα (αὐτὰς λέγω τῶν ἐναντίων τὰς ἰδέας, οἷον αὐτὴν τὴν μελανίαν καὶ τὴν λευκότητα) οὐκέτι ἐξ ἀλλήλων φαμὲν γίνεσθαι (τοῦτο γὰρ ἀδύνατον δέδεικται), ἀλλ’, εἴπερ ἄρα, μετ’ ἄλληλα· μετὰ γὰρ τὴν λευκότητα ἡ μελανία τῷ ὑποκειμένῳ ἐπιγίνεται ἢ ἔμπαλιν, καὶ ἐπὶ πάντων ὡσαύτως. ταῦτα μὲν οὖν ὁ Πλάτων. δῆλον δέ, ὅτι, ὅπερ ἐπὶ τῶν ἐναντίων κατεσκεύασεν, ἀνάγκη πᾶσα καὶ ἐπὶ πάντων ὑλικῶν εἰδῶν συμβαίνειν· ἐπειδὰν γὰρ ὁ οἶνος εἰς αἷμα μεταβληθῇ, εὐθὺς τὸ τοῦ οἴνου εἶδος ἀπόλωλεν· ὁμοίως καί, εἰ ὁ ἄρτος εἰς ὀστοῦν ἢ εἰς σάρκα μεταβάλῃ, οὐκ αὐτὴ ἡ τοῦ ἄρτου ἰδέα σὰρξ γέγονεν, ἀλλ’ ἐκείνη μὲν εἰς τὸ μὴ ὂν οἴχεται, ἐν δὲ τῷ ἐκείνης ὑποκειμένῳ τὸ τῆς σαρκὸς ἢ τὸ τοῦ ὀστοῦ εἶδος γεγένηται, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. οὐκ ἄρα οὐδέ, εἰ ἐξ ἀλλήλων τὰ πράγματα λέγεται γίνεσθαι, τὰ εἴδη εἰσὶν τὰ τὴν εἰς ἄλληλα μεταβολήν τε καὶ γένεσιν ὑπομένοντα, ἀλλ’ αὐτὰ μὲν τὰ εἴδη ὑποχωρεῖ ἀλλήλοις καὶ εἰς τὸ μὴ ὂν ὑπεξίσταται, τὸ μέντοι κοινὸν ὑποκείμενον παρὰ μέρος ἑκάστου τῶν εἰδῶν γίνεται δεκτικόν. ταύτῃ τοι γένεσιν ἄνευ φθορᾶς γενέσθαι ἀδύνατον, ὅτι οὔτε γυμνὸν εἰδῶν τὸ ὑποκείμενον γενέσθαι ἐστὶν δυνατὸν οὔτε μὴν δύο ἅμα εἴδη ἐν ταὐτῷ οἷόν τε εἶναι οὔτε πάλιν εἶδός τι γενέσθαι, ὅπερ ἕτερόν τι εἶδος, μὴ φθαρὲν αὐτὸ καὶ ἀπολόμενον ἐνδέχεται.
Aet Mund.359 εἰ τοίνυν φθειρομένων τῶν σωμάτων μήτε εἰς ὕλην τὰ ἔνυλα εἴδη ἀναλύεται μήτ’ εἰς ἕτερόν τι μεταβαίνῃ ὑποκείμενον μήτε εἰς ἁπλούστερα τὴν ἀνάλυσιν ποιεῖται μήτε εἰς ἰδίαν ἀνατρέχῃ ὁλότητα μήτε εἰς ἕτερον εἶδος μεταβάλλῃ, ἀλλὰ μηδὲ αὐτὰ καθ’ αὑτὰ χωριστὴν ἔχοντα σωμάτων τὴν οὐσίαν ὑπομένει ὥσπερ τὰ νοητά (χωριστὰ γάρ ἐστιν σωμάτων καὶ ἐν ὑποκειμένοις αὐτοῖς τὴν ὕπαρξιν ἔχει), οὐδὲ ἐπινοῆσαι δὲ τρόπον ἕτερον παρὰ ταῦτα μεταβολῆς ἐνδέχεται, λείπεται ἄρα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν πάντα τὰ ἔνυλα εἴδη τῶν σωμάτων φθειρομένων μεθίστασθαι. οὐκοῦν καὶ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος τὴν γένεσιν εἴληφεν. τούτοις τοῖς λόγοις καὶ τοῖς τοιούτοις παρ’ ἡμῶν συνθλιβόμενος καὶ οὐκ ἀκόμψως γε τῇ ἰδίᾳ δόξῃ βοηθεῖν πειρώμενος τοιοῦτόν τινα λόγον διέπλαττεν· ‘τὰ γὰρ ἔνυλα εἴδη‘, φησίν, ‘οἷον φέρε τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ λευκὸν ἢ τὸ σχῆμα καὶ τῶν τοιούτων ἕκαστον ὥσπερ γινόμενον ἐκ τοῦ δυνάμει τοιούτου γίνεται ἐνεργείᾳ τοιοῦτον, οὕτω καὶ φθειρόμενον ἐκ τοῦ ἐνεργείᾳ πάλιν ἐπὶ τὴν οἰκείαν ἀνακάμπτει δύναμιν· ὡς γὰρ τὸ δυνάμει φέρε λευκὸν μεταβαλὸν γίνεται ἐνεργείᾳ λευκόν, οὕτω δὴ καὶ τὸ ἐνεργείᾳ λευκόν, ἐπειδὰν φθαρῇ, γίνεται δυνάμει πάλιν λευκόν, ὥστε φθαρὲν τὸ λευκὸν οὐκ εἰς τὸ πάντῃ μὴ ὂν ἀλλ’ εἰς τὸ δυνάμει λευκὸν ἀνέκαμψεν· καὶ ὡς ὁ δυνάμει ἀνδριὰς εἰς τὸν ἐνεργείᾳ ἀνδριάντα 〈μεταβάλλει, οὕτως ὁ ἐνεργείᾳ ἀνδριὰσ〉 χωνευθεὶς ἐπὶ τὸν δυνάμει παλινδρομεῖ ἀνδριάντα πάλιν καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος, εἴπερ, ἐξ οὗ ἡ γένεσις ἑκάστῳ, εἰς τοῦτο καὶ ἡ φθορά.
Aet Mund.360 εἰ οὖν ἡ γένεσις μεταβολή ἐστιν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ καὶ πάλιν ἡ φθορὰ μεταβολὴ ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, οὔτε ἄρα ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις οὔτε εἰς τὸ μὴ ὂν ἡ φθορά‘. τὰ μὲν οὖν παρ’ ἐκείνου τοιαῦτα. καὶ ἡμεῖς δὲ τοῦ λόγου τούτου τὸ πιθανὸν ἀπελέγχοντες ἀξίωμά τι κοινὸν καὶ ὁμολογούμενον παρὰ πᾶσι προειλήφαμεν, ὅτι ἄλλο τί ἐστιν τὸ δυνάμει τι εἶναι καὶ ἄλλο αὐτὴ ἡ ἐκείνου δύναμις, ὁμοίως καὶ τὸ ἐνεργείᾳ τι εἶναι ἄλλο ἐστὶν καὶ ἕτερον ἡ ἐκείνου ἐνέργεια. τὸ μὲν γὰρ δυνάμει φέρε λευκὸν τὸ ὑποκείμενόν ἐστιν σῶμα τὸ ἐπιτηδείως ἔχον τὴν τοῦ λευκοῦ εἰς ἑαυτὸ ποιότητα καταδέξασθαι, ἡ δὲ τοῦ λευκοῦ δύναμις αὐτὴ ψιλή ἐστιν ἡ ἐπιτηδειότης, ἣν ἔχον τόδε τὸ σῶμα λευκαίνεσθαι πέφυκεν ἑτέρων μηδὲ τὴν δύναμιν τοῦ λευκαίνεσθαι ἐχόντων. ὁμοίως ἐνεργείᾳ μέν ἐστιν λευκὸν σῶμα αὐτὸ τὸ λελευκασμένον σῶμα, οἷον φέρε τὸ λευκανθὲν λίνον, ἐνέργεια δέ ἐστιν λευκοῦ ἤτοι, ὡς Ἀριστοτέλης φησίν, ἐντελέχεια αὐτὴ ἡ τοῦ λευκοῦ ἰδέα ἡ ἐπιγενομένη τῷ σώματι· τὸ γὰρ τῆς τοιαύτης μετειληφὸς ἐνεργείας λέγεται ἐνεργείᾳ λευκὸν κατὰ τὴν δοτικὴν πτῶσιν προφερομένης τῆς λέξεως. τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων. ὅταν οὖν τὸ σῶμα τὸ ἐνεργείᾳ λευκὸν ἀποβαλὸν τὸ λευκὸν χρῶμα γένηται δυνάμει λευκόν, αὐτὸ μὲν τὸ πρότερον ἐνεργείᾳ λευκὸν σῶμα γεγονέναι δυνάμει λευκὸν σῶμα ἀληθὲς εἰπεῖν, αὐτὴν μέντοι τὴν τοῦ λευκοῦ ἐνέργειάν τε καὶ ἰδέαν, ἧς μετέχον τὸ σῶμα ἐνεργείᾳ εἶναι λευκὸν ἐλέγετο, οὐκέτι ἀληθὲς εἰπεῖν, ὅτι φθαρεῖσα εἶτα δυνάμει λευκὸν γέγονεν ἡ αὐτὴ ἡ τοῦ λευκοῦ χρώματος δύναμις· φθαρέντος γὰρ τοῦ λευκοῦ σώματος ἤτοι ἔμεινεν αὐτὴ ἡ τοῦ λευκοῦ ἐνέργεια καὶ τὸ εἶδος ἐν τῷ ὑποκειμένῳ ἢ οὐκ ἔμεινεν.
Aet Mund.361 εἰ μὲν οὖν ἔμεινεν ἡ τοῦ λευκοῦ ἐνέργεια ἤγουν τὸ εἶδος ἐν τῷ δυνάμει λευκῷ, ἀνάγκη τὸ αὐτὸ ἅμα καὶ ἐνεργείᾳ εἶναι λευκὸν καὶ δυνάμει, ταὐτὸν δὲ εἰπεῖν καὶ λευκὸν καὶ οὐ λευκόν· τὸ γὰρ δυνάμει λευκὸν οὔπω ἐστὶν λευκὸν οὐ μόνον, ἀλλὰ καὶ τἀναντία ἅμα τὸ αὐτὸ ἔσται· τὸ γὰρ δυνάμει λευκὸν καὶ μὴ ἐνεργείᾳ, κεχρωσμένον δὲ ὅμως, μέλαν εἶναι ἀνάγκη ἤ τι τῶν μεταξύ· εἰ οὖν ἢ ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον ἢ τὴν ἀντίφασιν συναληθεύειν ὡς τὸ αὐτὸ ἅμα καὶ λευκὸν εἶναι καὶ μὴ λευκὸν ἢ λευκὸν ἅμα καὶ μέλαν, ἀδύνατον ἄρα ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἰδέαν τε καὶ ἐνέργειαν. εἰ δὲ ἀδύνατον ἐν τῷ δυνάμει λευκῷ τὴν τοῦ λευκοῦ εἶναι ἐνέργειαν, φθαρέντος ἄρα τοῦ λευκοῦ σώματος ἡ ἐν αὐτῷ τοῦ λευκοῦ ἰδέα τε καὶ ἐνέργεια, εἰ μὴ ἀίδιός ἐστιν, εἰς τὸ πάντῃ μὴ ὂν ἐξ ἀνάγκης οἴχεται. ὥστε, κἂν τὸ ὑποκείμενον ἔκ τε τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλῃ καὶ πάλιν ἐκ τοῦ ἐνεργείᾳ εἰς τὸ δυνάμει, αὐτὰ γοῦν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ πάντῃ μὴ ὂν μεθίσταται καὶ διὰ τοῦτο καὶ ἐκ τοῦ πάντῃ μὴ ὄντος ὑπὸ τοῦ ποιοῦντος αὐτὰ εἰς τὸ εἶναι παράγεται.
Aet Mund.362 σκεπτέον δὲ καὶ οὕτως. εἴ τι εἴη λευκὸν σῶμα, εἶτα τῆς λευκότητος τῆς ἐν αὐτῷ φθαρείσης γένηται δυνάμει λευκόν, εἶτα πάλιν τὸ αὐτὸ γένηται ἐνεργείᾳ λευκόν, ἀνάγκη δήπου τὴν ὕστερον γενομένην ἐν αὐτῷ λευκότητα μὴ τὴν αὐτὴν εἶναι τῷ ἀριθμῷ τῇ πρότερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, εἰ καὶ τῷ εἴδει ἐστὶν ἡ αὐτή, ὡς καὶ Σωκράτης Πλάτωνι εἴδει μὲν ὁ αὐτός, ἀριθμῷ δ’ οὐχ 〈ὁ〉 αὐτός, καὶ ὡς ἡ κίνησις ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σφαίρας ἡ σήμερον φέρε τῇ χθὲς ἡ αὐτὴ μὲν κατ’ εἶδος, κατ’ ἀριθμὸν δ’ οὐχ ἡ αὐτή· τὸ γὰρ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ σῴζεσθαι δεῖ καὶ μὴ φθείρεσθαι, ἕως ἂν τὸ αὐτὸ μένῃ, ὥσπερ Σωκράτης φέρε ὁ αὐτός ἐστιν τῷ ἀριθμῷ, ἕως ἂν μένῃ καὶ σῴζηται. εἰ τοίνυν ἡ μὲν προτέρα λευκότης ἔφθαρται, αὖθις δὲ ἐν τῷ αὐτῷ ἑτέρα λευκότης γέγονε, δηλονότι διάφορός ἐστιν κατ’ ἀριθμὸν ἡ ὑστέρα τῇ προτέρᾳ. ἐπεὶ οὖν τοῦτο ὡμολόγηται καὶ ἔστιν ἀδύνατον τὴν πρὶν ἐν τῷδε τῷ σώματι λευκότητα τὴν αὐτὴν εἶναι κατ’ ἀριθμὸν τῇ ὕστερον ἐν τῷ αὐτῷ γενομένῃ λευκότητι, ἀδύνατον ἄρα τὴν πρὶν φθαρεῖσαν λευκότητα ἔτι αὖθις κατ’ ἀριθμὸν τὴν αὐτὴν γενέσθαι, εἰ καὶ τῷ εἴδει ἡ αὐτή. εἰ δὲ ἀδύνατον τὴν φθαρεῖσαν λευκότητα ἔτι τὴν αὐτὴν κατ’ ἀριθμὸν γενέσθαι, οὐδὲ δυνάμει ἄρα ἡ φθαρεῖσα ἄτομος λευκότης ἔτι ἐστὶν ἡ αὐτὴ κατ’ ἀριθμὸν ἐν τῷ ὑποκειμένῳ σώματι, εἴ γε τὸ δυνάμει τι ὂν καὶ ἐνεργείᾳ γενέσθαι ἐνδέχεται.
Aet Mund.363 εἰ οὖν τὴν φθαρεῖσαν λευκότητα τὴν αὐτὴν ἔτι κατὰ ἀριθμὸν γενέσθαι ἀδύνατον, οὐδὲ δυνάμει ἄρα ἔσται ἐν τῷ ὑποκειμένῳ σώματι. εἰ δὲ μηδὲ δυνάμει ἐστὶν ἐν τῷ ὑποκειμένῳ σώματι, φθαρεῖσα ἄρα ἐκείνη ἡ λευκότης οὐκ εἰς τὴν οἰκείαν ἐφθάρη δύναμιν· εἰ γὰρ φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμπτεν δύναμιν, καὶ γενέσθαι αὖθις ἠδύνατο ἄν. εἰ οὖν μηδὲ γενέσθαι ἔτι κατ’ ἀριθμὸν ἡ αὐτὴ λευκότης δύναται, οὐκ ἄρα φθαρεῖσα εἰς τὴν οἰκείαν ἀνέκαμψεν δύναμιν ἀλλ’ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ᾤχετο· ὅτι γὰρ οὐδ’ εἰς ἄλλο τι φθαρεῖσαν αὐτὴν ἀνατρέχειν αὐτὴν ἐνδέχεται, ἔφθημεν προαποδείξαντες. εἰ τοίνυν ἥδε ἡ λευκότης φθαρεῖσα εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν οἴχεται, εἰς ὃ δέ τι φθείρεται, ἐκ τούτου καὶ γεγονέναι αὐτὸ ἀνάγκη καὶ ἔμπαλιν, ἐξ οὗ τι γίνεται, εἰς τοῦτο καὶ φθείρεται, καὶ γέγονεν ἄρα ἐκ τοῦ μηδαμῶς ὄντος. ὁ αὐτὸς ἁρμόσει λόγος καὶ ἐπὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ἐνύλων εἰδῶν. καὶ ἐντεῦθεν ἄρα δέδεικται, ὡς πάντα τὰ γινόμενα καθὸ γίνεται ἐκ τοῦ μηδαμῶς ὄντος γίνεται καὶ τὰ φθειρόμενα καθὸ φθείρεται εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν ἀναλύεται. ἄλλως τε τὸ λέγειν τὰ ἔνυλα εἴδη φθειρόμενα εἰς τὸ δυνάμει ἀναλύεσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λέγειν φθειρόμενα αὐτὰ εἰς τὴν ὕλην ἀναλύεσθαι κἀκεῖ εἰσιέναι, εἴπερ τὸ δυνάμει ἐστὶν ἡ ὕλη· εἰ δὲ εἰς αὐτὴν φθειρόμενα εἰσιᾶσι καὶ ἐξ αὐτῆς γινόμενα τὴν ὕπαρξιν ἔλαβεν, ἔσονται οὖν ἐκ τοῦ χείρονος τὰ κρείττονα, ὅπερ ἐστὶν ἀδύνατον· ὃ γὰρ αὐτὴ μὴ ἔχῃ, τοῦτο γεννῆσαι αὐτὴν ἀμήχανον, ὡς καὶ πρότερον εἴρηται.
Aet Mund.364 καὶ τί μοι δεῖ μακρῶν λόγων, ὁπότε καὶ παρ’ αὐτοῖς τοῖς Ἕλλησιν τὸ τοιοῦτον ὡμολογημένον ὑπάρχον ἀποδείκνυμεν; ὁ γοῦν Πρόκλος ἐν τῷ πέμπτῳ λόγῳ τῶν εἰς τὸν Τίμαιον ἐξηγητικῶν τὴν Πλάτωνος περὶ τῶν ἐνύλων εἰδῶν διδασκαλίαν σαφηνίζων φησίν, ὡς ὅτι καὶ τὰς ποιότητας καὶ τὰ ἔνυλα πάντα εἴδη ἔκ τε τοῦ μὴ ὄντος ὑφίστασθαι λέγει Πλάτων καὶ εἰς τὸ μὴ ὂν αὖθις τοῦ συνθέτου διαλυομένου ἀπόλλυσθαι· ἔχει δ’ ἡ λέξις οὕτως ‘μήποτε δὲ ἄμεινον λέγειν, ὅτι καὶ τὰ εἴδη τὰ ἔνυλα καὶ οὐ μόνον αἱ ποιότητες εἰσιόντα κέκληται καὶ ἐξιόντα· ταῦτα γάρ ἐστιν τὰ ὁμοιώματα τῶν νοητῶν, οὐχ αἱ ποιότητες. ἄξιον τοίνυν ὁρᾶν τοῦτο τὸ εἶδος ποῦ ἄπεισιν· εἰ μὲν γὰρ εἰς τὴν φύσιν εἰσίοι, ἄτοπον· εἰσδέξεται γάρ τι τῶν μεθ’ ἑαυτὴν καὶ ἀφ’ ἑαυτῆς ἡ φύσις· ὅμοιον, ὡς εἰ καὶ εἰς τὸ νοητὸν ἔλεγέν τις ἀπὸ τῆς γενέσεως ἀπιέναι καὶ ὁτιοῦν. εἰ δὲ εἰς ἄλλην ὕλην, παρὰ τὰ ἐναργῆ λέξομεν· οὐ γὰρ σβεννυμένου πυρὸς καὶ τῆς ὕλης ἐξαερουμένης ὁρῶμεν ἄλλην ἐξαπτομένην. εἰ δὲ ἐν ἑαυτοῖς γίνεται, νοητὰ ἔσται καὶ αὐθυπόστατα καὶ ἀμερῆ· πόθεν οὖν ὁ ὄγκος; πόθεν ἡ διάστασις; πόθεν ὁ πόλεμος περὶ τῆς κοινῆς ὑποδοχῆς; τὰ γὰρ ἐν ἑαυτοῖς οὐ μάχεται περὶ τῆς ὑποκειμένης ἕδρας· οὐδὲ γὰρ δεῖταί τινος ὑποκειμένου. εἰ δὲ μήτε ἐν τῇ φύσει μήτε ἐν ἑαυτοῖς μηδὲ ἐν τῇ ὕλῃ δυνατὸν εἶναι τὰ τοιαῦτα εἴδη μετὰ τὴν φθοράν, ἀνάγκη χωρεῖν εἰς τὸ μὴ ὄν· οὐ γὰρ ὅλον τοῦτο ὑπομένει τῆς ὕλης ἀεὶ μενούσης ἀλλὰ τὸ εἶδος μόνον χωρὶς γενέσεως ὑφιστάμενον καὶ χωρὶς φθορᾶς ἀπολλύμενον‘.
Aet Mund.365 δέδεικται ἄρα καὶ διὰ λογικῆς ἀποδείξεως καὶ διὰ τῶν τοῦ Πρόκλου ῥημάτων καὶ αὐτῶν τὸ πιστὸν ἔκ τε τῆς Πλάτωνος δόξης καὶ ἐκ τῆς ἐναργείας ἐχόντων, ὡς καὶ αἱ ποιότητες καὶ τὰ ἔνυλα πάντα εἴδη καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπέστη καὶ εἰς τὸ μὴ ὂν αὖθις μεθίσταται ἀπολλύμενα. οὐκοῦν ψεῦδος τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι μηδὲ φθείρεσθαι εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν. βιʹ. Ἀλλ’ οὔτε γίνεται τὰ εἴδη, φησί, οὔτε φθείρεται, ἀλλὰ χωρὶς γενέσεως ὑφίσταται καὶ χωρὶς φθορᾶς πάλιν ἀπόλλυται, ὡς καὶ τοῦ Πρόκλου ἐν αἷς ἀρτίως παρεθέμεθα λέξεσιν ἠκούσαμεν λέγοντος. καὶ κατασκευάσειεν ἄν τις τοῦτο τοιῶσδε. πᾶσα γένεσις ἐν χρόνῳ πάντως καὶ κινήσει θεωρεῖται, οἷον ἡ τοῦ ἀνθρώπου γένεσις· δεῖται γὰρ τοσοῦδε φέρε χρόνου, ἵνα δημιουργηθῇ τὸ ζῷον. τὰ δὲ εἴδη ἀχρόνως τε τοῖς ὑποκειμένοις ἐπιγίνεται καὶ πάλιν ἀχρόνως τῶν ἰδίων ὑποκειμένων ὑπεξίσταται, οἷον ὡς ἐν εἰκόνι τὸ τῆς οἰκίας εἶδος οὐ πρότερον ὑφίσταται, πρὶν ἂν ὁ τελευταῖος φέρε τῇ ὀροφῇ ἐπιτεθῇ κέραμος· εἰ γὰρ ἐλλείψοι οὗτος, οὐ δύναται τὸ οἰκοδόμημα τὸν τῆς οἰκίας ὁρισμὸν ἐπιδέξασθαι· εἰ γὰρ ἡ οἰκία σκέπασμά ἐστιν ἐκ λίθων καὶ ξύλων κωλυτικὸν ὄμβρων καὶ καυμάτων, λείποντος δὲ κεράμου ἑνὸς κωλυτικὸν ὄμβρων οὐκ ἔστιν, λείποντος ἄρα κεράμου ἑνὸς οὔπω τὸ τῆς οἰκίας τῷ ὑποκειμένῳ ἐπιγέγονεν εἶδος, τοῦ δὲ ἐσχάτου ἐπιτεθέντος κεράμου ἀχρόνως 〈τῷ〉 ὑποκειμένῳ τὸ εἰρημένον ἐπιγίνεται εἶδος.
Aet Mund.366 τὸ αὐτὸ καὶ ἐπὶ τῶν φυσικῶν εἰδῶν συμβαίνει· εἰ γὰρ πρὶν τοῦ ὡρισμένου τῇ φύσει χρόνου μίαν καὶ μόνην ἡμέραν ἢ καὶ ὥραν πρὸ τῆς [τοῦ] τελείας τοῦ ζῴου συμπήξεως τῆς μήτρας χωρισθείη τὸ ἔμβρυον, ἅτε δὴ μὴ τελειωθὲν ὑπὸ τῆς δημιουργοῦ φύσεως φθείρεται ἐξ ἀνάγκης ὡς δὴ τελείας τοῦ ζῴου ἰδέας μὴ γενομένης τῷ ὑποκειμένῳ· ὥστε ἀχρόνως τὰ εἴδη τοῖς ὑποκειμένοις παραγίνεται. εἰ δὲ τοῦτο, καὶ ἄνευ γενέσεως· πᾶσα γὰρ γένεσις ἐν χρόνῳ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ εἰς τὸ μὴ ὂν αὐτῶν ἀνάλυσις ἀχρόνως γίνεται· ὅταν γὰρ εἰς τελείαν ἀναρμοστίαν ἔλθῃ τὸ κεκραμένον σῶμα, τότε ἀχρόνως ὑπαναχωρεῖ καὶ ἀποσβέννυται τοῦ ὑποκειμένου τούτου τὸ εἶδος, ὥσπερ ἐπὶ λυχνιαίας φλογὸς κατὰ βραχὺ μὲν μαραινομένης, μενούσης δὲ ἔτι φλογὸς καὶ ἀχρόνως ἀποσβεννυμένης. εἰ δὲ ἀχρόνως ἀπόλλυται, καὶ χωρὶς φθορᾶς ἐξ ἀνάγκης· πᾶσα γὰρ φθορὰ ἐν χρόνῳ γίνεται, ἐπεὶ καὶ μεταβολὴ πᾶσα. ἄνευ γενέσεως ἄρα ὑφίσταται τὰ εἴδη καὶ ἄνευ φθορᾶς ἀπόλλυται. τὸ γινόμενον οὖν ἐστιν, φασίν, τὸ ὑποκείμενον καὶ ἡ ὕλη, γίνεται δὲ εὐεργόν τε καὶ ἐπιτήδειον εἰς καταδοχὴν τοῦ εἴδους. ἐπειδὰν οὖν τοῦτο ἐπιτήδειον τῷ χρόνῳ γένηται, ἀχρόνως αὐτῷ τὸ εἶδος ἐπιγίνεται. εἰ οὖν γίνεται εὐεργὸν τὸ ὑποκείμενον, τὸ δὲ ὑποκείμενον οὐκ ἐκ μὴ ὄντος γίνεται ἀλλ’ ἐξ ὄντος, οὐδὲν ἄρα ἐκ μὴ ὄντος γίνεται. γιʹ.
Aet Mund.367 Τοσαῦτα μὲν οὖν ἄν τις συνηγορήσειεν τὰς ἀφορμὰς τῶν λόγων παρ’ αὐτῶν δεξάμενος εἰς τὸ δεῖξαι, ὡς ἄνευ γενέσεως καὶ φθορᾶς ἢ εἰσὶν ἢ οὔκ εἰσιν τὰ ἔνυλα εἴδη. ἡμεῖς δὲ πρῶτον μὲν εἰ καὶ τοῦτον ὡς ἀληθῆ τὸν λόγον παραδεξώμεθα, οὐδὲν μᾶλλον ἐκ τούτων δεικνύειν ἔχει τις, ὡς ἢ οὐ γέγονεν κόσμος ἤ, εἴπερ γέγονεν, ἐξ ὄντος γέγονεν· παρὰ γὰρ τὴν ὁμωνυμίαν τοῦ γίγνεσθαι τὴν ἀφορμὴν ὁ παραλογισμὸς εἴληφεν· γένεσιν γὰρ ἡμεῖς ἐπὶ τοῦ κόσμου μόνην ψιλὴν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ὀνομάζομεν, ὥσπερ καὶ Πλάτων ἐν οἷς φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενοσ‘, καὶ οὐχὶ τὴν ἐν παρατάσει χρόνου οἱονεὶ διάπλασιν αὐτοῦ καὶ οὐσίωσιν· κατὰ γὰρ τοῦτο τῆς γενέσεως τὸ σημαινόμενον μὴ γεγονέναι τὸν κόσμον ὁμολογοῦμεν· ἄχρονος γὰρ ἡ τοῦ θεοῦ δημιουργία καὶ ἀρκεῖ τὸ βούλεσθαι μόνον εἰς τὴν οὐσίωσιν ἑκάστου. μὴ οὖν παρὰ τὴν ὁμωνυμίαν ἡμῖν παρεχέτωσαν πράγματα. ἀλλ’ εἴπερ καὶ αὐτοὶ συγχωροῦσιν εἶναί τινα, ἅπερ ἀίδια οὐκ ὄντα ἀχρόνως εἰς τὸ εἶναι παράγεται ὥσπερ τὰ εἴδη πάντα, καὶ οὐκ ἐξ ὄντων ἡ τούτων ὕπαρξις γίνεται, τί κωλύει καὶ τὸ πᾶν οὕτως εἰς τὸ εἶναι παρῆχθαι πρὶν μὲν γενέσθαι οὐκ ὄν, ἐκ μηδενὸς δὲ προϋποκειμένου εἰς τὸ εἶναι παρηγμένον; οὐκ ἄρα, εἰ κατὰ τοῦτο λέγοιτο γεγονέναι ὁ κόσμος, ἐξ ὄντος αὐτὸν γεγονέναι ἀνάγκη, τοὐναντίον δὲ μᾶλλον ἐκ μὴ ὄντος, εἴπερ τὰ ἀχρόνως ὑφιστάμενα πάντα ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται.
Aet Mund.368 ἀχρόνως δὲ τὸν θεὸν παράγειν χρόνου ὄντα δημιουργὸν ἀνάγκη. ὅτι μὲν οὖν πάντα τὰ ἔνυλα εἴδη ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παράγεται, μετὰ τῆς λογικῆς ἀποδείξεως καὶ αὐτοὶ συμφώνως ἡμῖν ὁμολογοῦσιν. ἔνυλον δὲ εἶδος εἶναι τὸ τοῦ οὐρανοῦ καὶ τὸ τοῦ κόσμου παντός, εἴπερ σῶμά ἐστιν ὁ κόσμος, ὡμολόγηται. οὐκοῦν, εἰ γίνοιτο, τουτέστιν εἰ μὴ πρότερον ὂν αὖθις εἰς τὸ εἶναι παράγοιτο, ἐκ μὴ ὄντος καὶ αὐτὸ γεγονέναι ἀνάγκη καὶ οὐκ ἐξ ὄντος. ὅτι δὲ καὶ ἡ ὕλη, εἴπερ γένοιτο, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται καί, εἰ φθείροιτο, πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς 〈ὂν〉 ἀναλύεται, ἐν τῷ ἑνδεκάτῳ λόγῳ, ἐν ᾧ τὸν περὶ τῆς ὕλης ἡμῖν ὁ φιλόσοφος προὔτεινεν λόγον, ἀποδειχθήσεται· ἐκεῖθεν οὖν τὰς πίστεις ὁ βουλόμενος λαμβανέτω, ἵνα μὴ πολλάκις τὰ αὐτὰ γράφωμεν. εἰ τοίνυν καὶ τὸ εἶδος ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεται, ὡς καὶ αὐτοῖς δοκεῖ, καὶ ἡ ὕλη δὲ πάλιν, ὡς ἀποδείκνυσιν ὁ λόγος, οὐδὲν δὲ ἕτερόν ἐστιν παρὰ ταῦτα τὸ σύνθετον, καὶ τὸ σύνθετον ἄρα οὐκ ὂν ἀίδιον, εἰ καθ’ ὅλον αὐτὸ γίνοιτο, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθήσεται. οὐδὲν ἄρα τῶν γινομένων καθὸ γίνεται ἐξ ὄντος γίνεται καὶ διὰ τοῦτο οὐδὲ τῶν φθειρομένων οὐδὲν καθὸ φθείρεται εἰς ὂν ἀναλύεται ἀλλ’ εἰς μὴ ὄν· τὰ γὰρ μερικὰ πάντα γινόμενα καὶ φθειρόμενα οὐ κατὰ τὸ συναμφότερον, κατὰ δὲ τὸ εἶδος μόνον γίνεταί τε καὶ φθείρεται· ὅθεν ἐξ ὕλης τε γίνεται καὶ εἰς ὕλην πάλιν ἀναλύεται. διʹ.
Aet Mund.369 Μήποτε δὲ οὐ καλῶς συγκεχωρήκαμεν τὸ ἄνευ γενέσεως τὰ εἴδη ἀχρόνως ὑφίστασθαι ἐν τῇ τῶν μερικῶν γενέσει, εὐεργὸν δὲ μόνον τὴν ὕλην γίνεσθαι καὶ ἐπιτηδείαν εἰς τὴν τῶν εἰδῶν ὑποδοχήν. τὴν μὲν γὰρ τοῦ εἴδους τελειότητα ἀχρόνως ὑφίστασθαι καὶ ἡμεῖς συνομολογοῦμεν, αὐτοῦ μέντοι εἶναί φαμεν τὴν γένεσιν μάλιστα· ἡ γὰρ ἐν τῇ μήτρᾳ τοῦ ἐμβρύου ζώωσίς τε καὶ διάπλασις οὐ δήπου ὕλης ἀλλ’ εἴδους ἐστὶν γένεσις· ὅτι μὲν γὰρ ἔτι ἐν τῇ μήτρᾳ ὑπάρχον τὸ ἔμβρυον ζῇ τε καὶ ἀεὶ ἐπὶ τὸ τῆς ζωῆς τέλειον εἶδος πρόεισιν, παντὶ δῆλον, ὅτι δὲ οὐχ ὕλη τοῦ ζῴου ἐστὶν ἡ ζωὴ ἀλλ’ εἶδος, ὕλη δὲ τὸ ὑποκείμενον καὶ ζωούμενον σῶμα καὶ κατὰ τὸν ἴδιον τῆς φύσεως τοῦ σώματος λόγον ἄψυχον καὶ ἄζωον, καὶ τοῦτο δῆλον. εἰ οὖν καὶ πρὶν τελεσφορηθῆναι τὸ ἔμβρυον ζωῆς μετέχει, εἰ καὶ ἀτελοῦς ἔτι, ἡ δὲ ζωὴ εἶδός ἐστιν τοῦ ζῴου καὶ οὐχ ὕλη, αὕτη δέ ἐστιν ἡ χρόνῳ καὶ τῇ κατὰ μικρὸν γενέσει ἐπὶ τὸ τέλειον προϊοῦσα καὶ ἐν τῇ μήτρᾳ τὸ τέλειον ἀπολαμβάνουσα, οὐκ ἄρα ἀχρόνως καὶ ἄνευ γενέσεως τὸ εἶδος ὑφίσταται. καὶ ἄλλως· αὐτός φησιν ὁ Πρόκλος ἐν τῷ ἑνδεκάτῳ λόγῳ τοῦ προκειμένου βιβλίου, ὡς εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι, φησίν, τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλ’ ὅταν ταῦτα προσλάβωσιν. ὅταν ἄρα, φησίν, ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν ἀληθῶς ταῦτα λέγει ὁ Πρόκλος καὶ ποιοῦσιν μὲν εὐεργὸν τὴν ὕλην οἱ τεχνῖται, καθόσον δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος, οὐκ ἀχρόνως δὲ προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, οὐκ ἀχρόνως ἄρα τὸ εἶδος τῇ ὕλῃ παραγίνεται· καὶ εἰ τὸ μὴ ἀχρόνως ὑφιστάμενον διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ὥσπερ ἄρα προκόπτουσιν εἰς τὸ ποιεῖν τὴν ὕλην οἱ τεχνῖται, οὕτω καὶ εἰς τὸ ποιεῖν εἶδος προκόπτουσιν.
Aet Mund.370 ὁ αὐτὸς καὶ περὶ τῶν ὑπὸ φύσεως γινομένων ἁρμόσει ὁ λόγος· ἡ γὰρ τέχνη τῆς φύσεώς ἐστιν μίμημα. ἔτι εἰ οὐ γίνεται τὸ τῆς οἰκίας εἶδος, οὐδὲ ὁ οἰκοδόμος αὐτὸ ποιεῖ, εἰ δὲ μὴ ποιῇ τὸ τῆς οἰκίας εἶδος ὁ οἰκοδόμος, οὐδ’ ἂν εἴη ὁ οἰκοδόμος οἰκοδόμος, οὐδ’ ὁ ναυπηγὸς ναυπηγὸς ἂν εἴη, οὐδ’ ἂν οἰκία γίνεσθαι λέγοιτο, οὐ ναῦς, οὐχ ἱμάτιον, οὐκ ἄλλο οὐδέν· οὐ γὰρ ἡ τῆς νεὼς ὕλη ναῦς ἐστιν οὐδὲ ἡ τοῦ ἱματίου ἱμάτιον οὐδὲ ἡ τῆς οἰκίας οἰκία, ἵνα τῆς τούτων ὕλης εὐεργοῦ γενομένης λέγοιτο ταῦτα γίνεσθαι. εἰ οὖν τὴν ὕλην μόνον εὐεργὸν οἱ τεχνῖται ποιοῦσιν, τὸ δὲ εἶδος τῆς νεὼς ἀχρόνως ἄνευ γενέσεως παραγίνεται, οὔτε οἰκία ἄρα [παρα]γίνεται οὔτε ναῦς οὔτε ἄλλο οὐδέν, ὑλοποιοὺς κλητέον τοὺς τεχνίτας, οὐκ εἰδοποιούς, καὶ τὴν γένεσιν ὑλοποιίαν ὀνομαστέον, οὐκ εἰδοποιίαν. καὶ τὴν χρῆσιν δὲ τῶν ἀνθρώπων ἀναιρετέον ἅπασαν, οὐ μόνον τὴν κοινὴν ἀλλὰ καὶ τὴν τῶν σοφῶν ἁπάντων· ‘τρέπεσθε γὰρ ὑμεῖσ‘, πρὸς τὰ οὐράνιά φησιν ὁ παρὰ Πλάτωνι δημιουργός, ‘ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν‘, καὶ ‘ἄνθρωπος ἄνθρωπον γεννᾷ‘ φησὶν ὁ τούτου μαθητής· οὔτε οὖν ἄνθρωπον δεῖ λέγειν γεγονέναι ἢ γίνεσθαι, οὐχ ἵππον, οὐκ ἄμπελον, οὐ συκῆν, οὐκ ἄλλο οὐδέν· ἕκαστον γὰρ τῶν ὄντων οὐ κατὰ τὴν ὕλην κοινὴν οὖσαν πάντων ἀλλὰ κατὰ τὸ εἶδος ἔστιν τε καὶ ὀνομάζεται· εἰ οὖν μὴ γίνεται τὰ εἴδη, οὐ δεῖ λέγειν οὐκ ἀνθρώπου γένεσιν, οὐ συκῆς, οὐκ ἄλλου οὐδενός· οὐ γὰρ τῆς ὕλης ἐστὶν ταῦτα δηλωτικὰ ὀνόματα κοινῆς οὔσης ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ ἕκαστον τῶν ἄλλων διενήνοχεν.
Aet Mund.371 ἀλλ’ οἶμαι ταῦτα γέλωτος εἶναι μᾶλλον ἢ ἀντιλογίας ἄξια· ὁρᾶται γὰρ ἐν τῇ τῶν πραγμάτων γενέσει κατὰ βραχὺ τὸ εἶδος ἀναλάμπον καὶ χρόνῳ ἐπὶ τὸ τέλειον προϊόν, ὡς ἰδεῖν ἔνεστιν ἐπί τε τῶν ὑπὸ τέχνης ἁπάντων καὶ ἐπὶ τῶν ὑπὸ φύσεως γινομένων, ὡς καὶ ἐπὶ τῶν ζωοποιουμένων ἐμβρύων καὶ ἀεὶ ἐπὶ τὸ τέλειον εἶδος τῆς ζωῆς προϊόντων ἐδείξαμεν. ειʹ. Εἰ δ’, ὅτι ἡ τοῦ εἴδους τελειότης ἀχρόνως ὑφίσταται, διὰ τοῦτο οὔτε γίνεσθαι φήσουσιν τὰ εἴδη οὔτε ἐν χρόνῳ φοιτᾶν ἐπὶ τὰ ὑποκείμενα, ἀναιρείτωσαν καὶ τὴν τῆς ὕλης γένεσιν καὶ πᾶσαν γένεσιν. εἰ γὰρ οἱ λίθοι καὶ τὰ ξύλα οὐ πρότερον τῆς οἰκίας εἰσὶν ὕλη, ὡς ἐν οἷς παρεθέμεθα φησὶν ὁ Πρόκλος, πρὶν ξεσθῶσιν καὶ ἁρμοσθῶσιν, ἀλλ’ ὅταν ταῦτα προσλάβωσιν, τότε ὡς ἀληθῶς ὕλη γεγόνασιν, τότε δὲ καὶ τὸ εἶδος ἀχρόνως ἤδη πάρεστιν, οὐκ ἄρα, πρὶν τὸ εἶδος παραγένηται, κυρίως εὐεργὸς ὕλη τῆς οἰκίας εἰσὶν οἱ λίθοι καὶ τὰ ξύλα. ὥστε καὶ τὸ κυρίως ὕλη εἶναι ἀχρόνως αὐτοῖς παραγίνεται, ὅτε καὶ τὸ εἶδος· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ τὸ εἶδος καὶ θάτερον χωρὶς τοῦ ἑτέρου εἶναι ἀδύνατον καί, ὡς θάτερον ἔχει, οὕτω καὶ τὸ λοιπὸν ἔχειν ἀνάγκη· πάντα γὰρ τὰ πρός τι τοιαῦτα.
Aet Mund.372 εἰ οὖν ἡ τοῦ εἴδους τελειότης ἀχρόνως παραγίνεται, καὶ ἡ τῆς ὕλης ἄρα τελειότης, καθὸ ὕλη ἐστίν, ὅτε καὶ ὄντως ἐστὶν ὕλη, ἀχρόνως ὑφίσταται. εἰ οὖν τὰ ἀχρόνως τὴν οἰκείαν ἀπολαμβάνοντα τελειότητα οὐ γίνεται καὶ ἡ εὐεργὸς δὲ καὶ ὄντως ὕλη ἀχρόνως τὴν ἑαυτῆς καθὸ ὕλη ἐστὶν ἀπολαμβάνει τελειότητά τε καὶ δύναμιν, ὅτε καὶ τὸ εἶδος ἅμα αὐτῇ ἐπιγίνεται, οὐδ’ ἄρα ἡ ὕλη γίνεται. εἰ οὖν μήτε ἡ ὕλη γίνεται μήτε τὸ εἶδος, τί ἔσται λοιπὸν τὸ γινόμενον; οὐδὲν γάρ ἐστιν τούτων μεταξύ· ἐξ ὕλης γὰρ καὶ εἴδους μόνον τὰ σύνθετα σύγκειται καὶ οὐδενὸς μέσου τοῦ ἁρμόζοντος αὐτὰ δεῖται, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. ἐν οὖν τῷ τέμνειν τὸν λαοξόον καὶ ξέειν τοὺς λίθους, εἰ μήτε εἶδος οἰκίας ποιῇ διὰ τὴν αὐτῶν ὑπόθεσιν μήτε ὕλην διὰ τὴν ἐκ τῆς ὑποθέσεως αὐτῶν ἑπομένην τοῦ λόγου ἀνάγκην, τί ἂν εἴη λοιπὸν ποιῶν; ἢ τί ἔσται τὸ γιγνόμενον; ἢ οὐδὲν ποιεῖν τι ξέοντα τοὺς λίθους τὸν οἰκοδόμον φήσουσιν; εἰ οὖν ποιεῖ τι ξέων τοὺς λίθους καὶ ἁρμόζων, ἢ τὴν ὕλην τῆς οἰκίας ποιεῖν ἀνάγκη πάντως ἢ τὸ εἶδος. κἂν ὕλην δὲ ποιῇ, ἐπεί, καθόσον ἡ ὕλη γίνεται, κατὰ τοσοῦτον αὐτῇ παραγίνεται τὸ εἶδος, καὶ τὸ εἶδος ἄρα ἐν χρόνῳ παραγίνεται· εἰ δὲ ἐν χρόνῳ, καὶ διὰ γενέσεως ἐξ ἀνάγκης, ὡς ἤδη εἴπομεν· οὐ γὰρ ἂν ἐδεῖτο χρόνου εἰς ὕπαρξιν, εἰ μὴ καὶ γενέσεως ἐδεῖτο.
Aet Mund.373 εἰ δ’ ὅλως διαιρεῖν ταῦτα δεῖ (τὴν τῆς ὕλης γένεσιν λέγω καὶ τοῦ εἴδους), ὁπηνίκα μὲν τέμνῃ τε καὶ ξέῃ τοὺς λίθους καὶ τὰ ξύλα, καὶ τὸ τηνικαῦτα ὕλην ἐργάζεται εὐεργὸν ποιῶν, ὅταν δὲ ἤδη συντίθησί τε καὶ ἁρμόζει ταῦτα ἀλλήλοις, τότε κυρίως τὸ εἶδος τῆς οἰκίας ὑφίστησιν. καὶ καθόλου δ’ εἰπεῖν, εἰ τὸ ἀχρόνως ἀπολαμβάνον τὴν ἑαυτοῦ τελειότητα οὐ γίνεται, ἀναιρεθήσεται πᾶσα γένεσις· εἰ γὰρ τὸ γιγνόμενον ἐν χρόνῳ γίγνεται καὶ οὐ πρότερον τὴν τελείαν ὕπαρξιν λαμβάνει, πρὶν ὁ ὡρισμένος τῇ γενέσει συμπερανθῇ χρόνος, ἄχρονον δὲ τὸ τοῦ χρόνου συμπέρασμα τὸ νῦν, πᾶν ἄρα τὸ γινόμενον ἀχρόνως τὴν καθὸ γίνεται τελειότητα ἀπολαμβάνει· πᾶν δὲ τὸ τὴν ἑαυτοῦ τελειότητα ἀχρόνως ἀπολαμβάνον, ὥς φασιν, οὐ γίνεται· οὐδὲν ἄρα τῶν γινομένων γίνεται. ὥστε ἀναιροῖτο ἂν ἐκ τῶν ὄντων ἡ γένεσις. ϛιʹ. Εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα 〈τὸ〉 ἀχρόνως τὴν ἑαυτοῦ τελειότητα ἀπολαμβάνον οὐ γίνεται, οὐδ’ ἄρα διὰ τὸ ἀχρόνως τὴν τελειότητα τῶν εἰδῶν τοῖς ὑποκειμένοις παραγίνεσθαι οὐδὲ γίνεσθαι τὰ εἴδη φήσομεν. ὅτι δὲ οὐ μόνον ἡ προσεχὴς ὕλη ἀλλὰ καὶ τὰ εἴδη ὑπό τε τῶν δημιουργῶν καὶ ὑπὸ τῆς φύσεως γίνεται, δῆλον καὶ ἐντεῦθεν. ἐνδέχεται τὸν αὐτὸν λίθον καθ’ ἓν καὶ τὸ αὐτὸ σχῆμα ξεόμενον οἷον φέρε εἰπεῖν τετραγωνιζόμενον καὶ ὡς ὕλην οἰκίας τετραγωνίζεσθαι καὶ ὡς αὐτὸ μόνον εἰς καθέδραν ἐσόμενον ἐπιτήδειον. εἰ οὖν τις μὴ ὡς ὕλην οἰκίας τετραγωνίζοι τὸν λίθον ἀλλ’ ἁπλῶς, ἵνα βάθρον ἢ καθέδρα γένηται, παντὶ δῆλον, ὡς εἶδος μὲν ἔσται ἐν τούτῳ τὸ τετράγωνον ἢ τοῦτο τὸ κυβικὸν σχῆμα, ὡς καὶ τὸ τοῦ ἀνθρώπου ἐν τῷ ἀνδριάντι, ὕλη δὲ αὐτὴ ἡ τοῦ λίθου φύσις.
Aet Mund.374 οὐκοῦν ξέων τὸν λίθον ὁ τεχνίτης καὶ τὸ κυβικὸν ἐν αὐτῷ σχῆμα ποιῶν οὐχ ὕλην ἀλλ’ εἶδος ἐργάζεται. δῆλον οὖν, ὅτι, κἂν ὡς ὕλη οἰκίας γένοιτο, ὡς προσεχὲς εἶδος καὶ οὐχ ὡς ὕλη γίνεται τὸ αὐτὸ σχῆμα· εἰς ὕλην γὰρ τὸν λίθον ὁ τεχνίτης εἶδός τι ἐπιτίθησιν τὸ τοιόνδε σχῆμα, ἐπειδὰν δὲ γένηται, συμβαίνει τὸ ἐξ ἀμφοῖν ὕλην ἔστιν ὅτε οἰκίας γενέσθαι. πῶς δ’ οὐ γελοῖον τὸν ἀνδριαντοπλάστην μορφοῦντα τὸν κηρὸν ἢ ἄλλην ἡντιναοῦν ὕλην καὶ σχηματίζοντα μὴ τὸ εἶδος ἀλλὰ τὴν ὕλην τοῦ ἀνδριάντος λέγειν ἐργάζεσθαι; εἰ γὰρ τὸ ἀνδρείκελον σχῆμα ποιῶν ὕλην ποιεῖ, τί ἂν εἴη τὸ τοῦ ἀνδριάντος εἶδος; οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀνδριὰς ἢ ὕλη τοιάδε εἰς ἀνδρὸς εἰ τύχοι σχῆμα διαπλασθεῖσα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῶν φυσικῶν ἁπάντων γενέσεως· δεξαμένη γὰρ ἡ φύσις τὸ σπέρμα πρῶτον ἐξαιματοῖ τυχόν, εἶτα πήγνυσιν, εἶτα μερίζει εἰς σαρκῶν τε καὶ ὀστῶν καὶ τὴν τῶν λοιπῶν ὁμοιομερῶν γένεσιν, εἶτα διαπλάττει, εἶτα ζωοῖ, εἶτα αἰσθήσεως μεταδίδωσιν· τοῦτο δὲ τί ἄλλο ἐστὶν ἢ κατὰ βραχὺ τῆς τοῦ εἴδους τοῦ ζῴου παρουσίας ὑπόστασις; οὐ γὰρ ᾗ ζῷον καὶ ᾗ αἴσθησις ὕλη ἐστὶν τοῦ ζῴου, ὡς καὶ πρότερον εἶπον, ἅπερ δημιουργουμένῳ τῷ ζῴῳ ἐν τῇ μήτρᾳ ἔτι κατὰ βραχὺ ἐπιγίνεται· εἰ γὰρ καὶ συμβαίνει τὸ ἄλλης δυνάμεως ἔργον καὶ ἀποτέλεσμα ἑτέρᾳ τινὶ δυνάμει γίνεσθαι ὕλην, ἀλλ’ οὖν ἑκάστη δύναμις οὐχ ὡς ὕλην ἀλλ’ ὡς οἰκεῖον δημιουργεῖ ἀποτέλεσμα· σκοπὸς γάρ ἐστιν ἑκάστῃ φυσικῇ δυνάμει τὴν οἰκείαν παραλαβούσῃ ὕλην ταύτην κοσμῆσαί τε καὶ τὸ προσῆκον αὐτῇ ἐπιθεῖναι εἶδος· τὴν γὰρ ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἡ ἐνιδρυμένη τῷ ἥπατι φυσικὴ δύναμις παραλαβοῦσα ἀλλοιοῖ ταύτην καὶ εἰς αἵματος οὐσίαν μεταβάλλει καὶ τοῦτό ἐστιν αὐτῆς ἔργον καὶ ἀποτέλεσμα τὸ τοῦ αἵματος δημιουργῆσαι εἶδος καὶ οὐδὲν ἕτερον· ὥστε, εἰ μόνης τῆς τοῦ αἵματος ἰδέας ἡ ἐν τῷ ἥπατι στοχάζεται φυσικὴ δύναμις καὶ τοῦτο δημιουργεῖ, εἴδους ἄρα δημιουργός ἐστιν τὸ ἧπαρ, οὐχ ὕλης.
Aet Mund.375 ἀλλὰ πάλιν τὸ τοῦ ἥπατος ἀποτέλεσμα, τουτέστιν τὸ αἷμα, ὡς ὕλην οἰκείαν ἡ ἐν ἑκάστῳ τῶν λοιπῶν μορίων παραλαβοῦσα δύναμις εἰς τὴν τοῦ ὑποκειμένου μετασκευάζει φύσιν, ἢ ὀστέου τυχὸν ἢ σαρκὸς ἢ τῶν ἄλλων τινός· αὗται μὲν οὖν ὡς ὕλῃ τῷ αἵματι χρῶνται, ἡ δὲ ἐν τῷ ἥπατι ὡς εἶδος καὶ ἀποτέλεσμα τοῦτο εἰργάσατο ὕλην καὶ αὕτη, ὅπερ εἶπον, εἰς τὴν τοῦ αἵματος ἰδέαν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν τροφὴν ἑλκύσασα· ἐπεὶ καὶ ἡ ἀρτοποιητικὴ τέχνη ὡς εἶδός τι καὶ ἀποτέλεσμα οἰκεῖον τὴν τοῦ ἄρτου κατασκευάζει ἰδέαν, συμβαίνει δὲ τὸ ταύτης ἔργον ὕλην τῇ ἐν τῇ γαστρὶ ἀλλοιωτικῇ δυνάμει γίνεσθαι. καὶ οἱ τῆς τῶν φαρμάκων δὲ φύσεως δημιουργοὶ ὡς ὕλην οἰκείαν τὰ τῆς φύσεως λαβόντες ἀποτελέσματα (λίθους φέρε καὶ πόας καὶ τὰ λοιπά, ἅπερ ἡ φύσις οὐχ ὡς ὕλην ἐκείνοις ἐσόμενα ἀπειργάσατο ἀλλ’ ὡς οἰκεῖον εἶδος καὶ ἀποτέλεσμα) τὴν τῶν φαρμάκων ἐν αὐτοῖς ἰδέαν ἐργάζονται καὶ τοῦτο ἔχουσι τέλος, ἅπερ πάλιν τῷ ἰατρῷ ὕλη γίνεται.
Aet Mund.376 καὶ τί ἄν τις ἐπὶ πλείω μηκύνοι τὸν λόγον τοῖς παραδείγμασιν; καθόλου γὰρ πᾶσα τέχνη καὶ πᾶσα φυσικὴ δύναμις δημιουργοῦσά τι οὐχ ὡς ὕλην δημιουργεῖ ἀλλ’ ὡς εἶδός τι πάντως ἐργάζεται, εἴπερ ὕλην τινὰ παραλαβοῦσα καὶ ἡ τέχνη καὶ ἡ φύσις εἶδός τι αὐτῇ ἐπιτίθησιν. οὐδεμία δὲ ὕλη, καθὸ ὕλη ἐστίν, ἐν ἄλλῃ τινὶ ὑποκειμένῃ ὕλῃ ὑφίσταται· αὐτὴ γάρ ἐστιν τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον· ἡ γὰρ προσεχὴς καλουμένη ὕλη, οἷον φέρε τὰ στοιχεῖα καὶ οἱ ἐν τῷ ἡμετέρῳ σώματι τούτοις ἀναλογοῦντες χυμοί, οὐ κυρίως ὕλη ἀλλὰ πρός τι ὕλη· ὡς μὲν γὰρ πρὸς τὰ ἐξ αὐτῶν ἐσόμενα σύνθετα σώματα ὕλη εἰσίν, ταῦτα μέντοι καθ’ αὑτὰ θεωρούμενα σύνθετά ἐστιν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν αὐτοῖς τοῦ τριχῇ διαστατοῦ, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ τοῦ ἀερίου· καὶ ἐπὶ πάντων ὡσαύτως. δέδεικται ἄρα, ὅτι πᾶσα δημιουργικὴ δύναμις εἴδους ἐστὶν δημιουργός, εἰ καὶ συμβαίνει τὸ ἄλλης ἀποτέλεσμα ἄλλης ὕλην γίνεσθαι, χωρὶς εἰ μή τις τὴν ἐν παντὶ τῷ ζῴῳ κοινὴν φύσιν σκοπήσειεν, ἥτις τὰ ἑκάστης δυνάμεως ἔργα εἰς ἕνα σκοπὸν τὴν τοῦ ζῴου συνάγει σωτηρίαν. ἀλλ’ ἥ γε ἐν ἑκάστῳ μορίῳ δημιουργὸς φύσις οὐχ ὡς ὕλην ἀλλ’ ὡς εἶδος τὸ ἴδιον ἐργάζεται ἀποτέλεσμα. εἰ τοίνυν καὶ τέχνη πᾶσα καὶ φύσις εἶδός τι καὶ οὐχ ὕλην ἐργάζεται, τὰ δὲ εἴδη πάντα, ὡς καὶ αὐτοῖς ὡμολόγηται, ἐξ οὐκ ὄντος τε εἰς τὸ εἶναι παρῆλθεν καὶ εἰς τὸ μὴ ὂν πάλιν τῆς συνθέσεως διαλυομένης ἀπόλλυται, οὐδὲν ἄρα τῶν γινομένων ἐξ ὄντος γίνεται οὐδὲ φθείρεται πάλιν εἰς ὄν, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάντως εἰς τὸ μὴ ὄν ἐστιν τῶν φθειρομένων ἡ ἀνάλυσις.
Aet Mund.377 ζιʹ. Ὑπὸ τούτων τινὲς τῶν λόγων πιεζόμενοί φασιν, ὡς οὔτε ὕλης ἐστὶν ἡ γένεσις οὔτε τοῦ εἴδους ἀλλὰ τοῦ ἐξ ἀμφοῖν συνθέτου, τούτου δὲ εἶναι καὶ τὴν φθοράν· γίνεσθαι γάρ φασιν σύνθετον ἐξ ἀσυνθέτου· εἰ γὰρ τὸ γινόμενόν ἐστιν ἄνθρωπος ἢ βοῦς ἢ ἐλαία ἤ τι τῶν παραπλησίων, τούτων δὲ ἕκαστον ἐξ οὐ συνθέτου σύνθετον γέγονεν, δῆλον ἄρα, ὅτι τοῦ συνθέτου ἐστὶν ἡ γένεσις· σύνθετα γὰρ καὶ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τῶν γινομένων ἕκαστον, τὰ δὲ σύνθετα ἐξ ὑποκειμένης τῆς ὕλης γίνεται καὶ εἰς αὐτὴν πάλιν ἔσχατον ἀναλύεται· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ ἡ φθορὰ πάλιν εἰς ὄν. ἐπεὶ δ’, ἄν τις καὶ πρὸς τούτοις ὡς μάλιστα μένει, δέδεικται, ὅτι οὐ καθ’ ὅλον αὐτὸ τὸ σύνθετον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλει, ὅπερ ἐστὶν γένεσις, οὐδ’ αὖ πάλιν καθ’ ὅλον αὐτὸ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἀναλύεται, ὅπερ ἐστὶν φθορά, οὐκ ἂν ᾖ κυρίως τοῦ συνθέτου ἡ γένεσις· εἰ γὰρ καὶ τὸ σύνθετον λέγοιτο γίνεσθαι, ἀπὸ μέρους τοῦ παντὸς κατηγορεῖται ἡ γένεσις, ὡς καὶ τὸν ἄνθρωπον ἀπὸ μέρους τοῦ σώματος βαδίζειν λέγομεν. εἰ δέ τις καὶ συγχωρήσειε τοῦ συνθέτου εἶναι τὴν γένεσιν, διότι ἁπλῶς σύνθεσίς τις γίνεται, πρῶτον μὲν οὐκ ἐξ ὄντος μόνου τῆς ὕλης ἀλλὰ καὶ ἐκ μὴ ὄντος τοῦ εἴδους τὸ σύνθετον γίνεται, εἴπερ ἐξ ὕλης καὶ εἴδους τὰ σύνθετα σύγκειται· ὥστε καὶ φθείρεται πάλιν εἰς ὄν τε καὶ μὴ ὄν.
Aet Mund.378 διὰ τί οὖν τὸ ἥμισυ ἀποτεμόντες φασὶ τὸ σύνθετον ἐξ ὄντος γίνεσθαι καὶ μηδὲν γίνεσθαι ἐκ μὴ ὄντος; εἰ γὰρ ὡς γινόμενον σύνθετον λάβωμεν, ἐξ ὕλης καὶ εἴδους γινόμενον ὁρᾶται, ὧν τὸ μὲν ἦν πρὸ τῆς συνθέσεως, ἡ ὕλη, τὸ δὲ οὐκ ἦν, τὸ εἶδος· ὥστε καὶ ἡ γένεσις ἐξ ὄντος καὶ οὐκ ὄντος καὶ ἡ φθορὰ εἰς ὂν καὶ μὴ ὄν. δεύτερον εἰ τὸ γινόμενον μήτε ὕλη ἐστίν, διότι καὶ ἡ ὕλη κατ’ αὐτοὺς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, μηδὲ τὸ εἶδος διὰ τὸ ἄνευ γενέσεως καὶ φθορᾶς, ὥς φασιν, ἢ εἶναι τοῦτο ἢ μὴ εἶναι, σύγκρισις ἄρα μόνον ἐστὶν τῶν ἁπλῶν ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν διάκρισις. οὐσίας δὲ οὐδεμία σύγκρισις, ὥσπερ ἐπὶ σωροῦ σπερμάτων ἢ λίθων ἢ τοιούτων τινῶν οὐκ οὐσίας τινὸς ὕπαρξίς ἐστιν ὁ σωρὸς ἀλλὰ σύνθεσις μόνον εἰ τύχοι τῶν τοῦ σίτου κόκκων· καὶ συμβαίνει τὸν Ἐμπεδοκλέους λόγον εἶναι ἀληθῆ ‘φύσις οὐδενός ἐστιν‘ λέγοντα ‘ἀλλὰ μῖξίς τε διάλλαξίς τε μιγέντων‘. ἀλλ’ ἱκανῶς ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς τὴν δόξαν ταύτην Ἀριστοτέλης ἀπήλεγξεν. εἰ οὖν μὴ σύνθεσις μόνον ἡ γένεσις, οὐδὲ τὸ γινόμενον ἄρα ᾗ σύνθετόν ἐστιν μόνον γίνεται. εἰ δὲ μὴ μόνον συνθέσεώς ἐστιν γένεσις, ἀλλ’ ἔστιν τις ἐν τῇ τοῦ συνθέτου γενέσει καὶ οὐσίας γένεσις, ἐν δὲ τῷ συνθέτῳ παντὶ οὐδὲν ἕτερον θεωρεῖται παρὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἀνάγκη πᾶσα ἢ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδος εἶναι τὴν γένεσιν ἢ τῆς κατὰ τὴν ὕλην ἢ τοῦ ἐξ ἀμφοῖν.
Aet Mund.379 ἀλλ’ ἡ ὕλη οὔτε γίνεται οὔτε φθείρεται· οὐκ ἄρα τῆς ὕλης ἡ γένεσίς ἐστιν, οὐκοῦν οὐδὲ τοῦ συναμφοτέρου· οὕτω γὰρ ἂν πάλιν ἡ ὕλη γίνοιτο, εἴπερ τὸ ἐξ ἀμφοῖν (τὸ σύνθετόν φημι) καθ’ ὅλον αὐτὸ γίνοιτο, τουτέστιν καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. λείπεται ἄρα μόνου τοῦ εἴδους εἶναι τὴν γένεσιν. ὥστε γίνεται μὲν σύγκρισίς τις τῶν ἁπλῶν καὶ σύνθεσις, πολλῷ δὲ πρότερον καὶ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδός ἐστιν γένεσις· τῷ γὰρ ταύτην ἐν τῇ ὕλῃ γίνεσθαι διὰ τὸ καθ’ ἑαυτὴν ὑποστῆναι μὴ δύνασθαι συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι· ὥσπερ ἂν εἰ καὶ ἐπὶ τοῦ ἀνδριάντος τῆς γενέσεως συνθέτου εἶναι γένεσιν λέγοι τις (λέγω δὴ τοῦ συγκειμένου ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς), ἀλλὰ δηλονότι προηγουμένως τῆς τοιᾶσδε μορφῆς ἐστιν ἐν τῷ χαλκῷ ὑφισταμένης ἡ γένεσις, διὰ δὲ τὸ μὴ δύνασθαι τὴν μορφὴν αὐτὴν καθ’ αὑτὴν ἄνευ ὕλης ὑποστῆναι συμβαίνει καὶ τὸ σύνθετον ὡς σύνθετον γίνεσθαι. ὥστε κυρίως μὲν τῶν εἰδῶν ἐστιν ἡ γένεσις ἐπί τε τῶν ἐκ φύσεως καὶ ἐπὶ τῶν ὑπὸ τέχνης γενομένων, ἐκ παρεπομένου δὲ διὰ τὸ μὴ εἶναι χωριστὰ ὕλης τὰ τοιαῦτα εἴδη ἅμα κατὰ ταὐτὸν συμβαίνει καὶ τὸ σύνθετον γίνεσθαι. οὐκ ἄρα πρώτως τοῦ συνθέτου ἐστὶν ἡ γένεσις. τούτων οὕτως ἀποδεδειγμένων, ὅτι τὰ κυρίως γινόμενά εἰσιν τὰ ἔνυλα εἴδη καὶ ὅτι ταῦτα, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ἔκ τε τοῦ μὴ ὄντος ὑφίστανται καὶ εἰς τὸ μὴ ὂν αὖθις φθειρόμενα ἀναλύεται, ἔξεστιν ἄρα καὶ ἡμῖν τεθαρρηκότως αὐτοῖς ἀντιφθέγγεσθαι, ὡς οὐδὲν τῶν γινομένων, καθὸ κυρίως γίνεται, ἐξ ὄντος γίνεται οὐδὲ τῶν φθειρομένων οὐδέν, καθὸ φθείρεται, εἰς ὂν ἀναλύεται, ἀλλ’ ἔκ τε τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ γένεσις καὶ ἡ φθορὰ πάλιν εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν ἐστιν ἀνάλυσις· οὗπερ γὰρ κυρίως ἐστὶν ἡ γένεσις, τούτου ἐστὶν καὶ ἡ φθορὰ ἐξ ἀνάγκης· οὐκοῦν, εἰ τοῦ εἴδους ἡ γένεσις, τούτου πάντως καὶ ἡ φθορὰ ἂν εἴη.
Aet Mund.380 ψευδοῦς τοίνυν ἀπεληλεγμένου τοῦ πολυθρυλήτου τούτου παρ’ Ἕλλησιν ὡς ἂν αὐτοὶ φαῖεν ἀξιώματος τοῦ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι, ἀληθοῦς δὲ μᾶλλον ὄντος τοῦ μηδὲν τῶν γινομένων, καθὸ γίνεται, ἐξ ὄντος γίνεσθαι οὐδὲ τὸν κόσμον ἄρα, εἰ γέγονεν, ἐξ ὄντος ἀνάγκη γεγονέναι, ἵνα τὰ τούτῳ ἑπόμενα ὡς ἀδύνατα φυγόντες ἀγένητον αὐτὸν λέγειν ἀναγκαζόμεθα. Τέλος λύσεως τοῦ θʹ λόγου. Πρόκλου διαδόχου λόγος δέκατος. “Δέκατος· ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἢ μένει ἢ κύκλῳ κινεῖται· 〈τότε γὰρ ἐπ’ εὐθὺ κινεῖται,〉 ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν. εἰ οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἢ μένει ἢ κύκλῳ κινεῖται, εἴτε δὲ μένει ἐν τῷ κατὰ φύσιν τόπῳ, ἔχει τὸ κατὰ φύσιν, εἴτε κύκλῳ κινεῖται, οὔτε ἀρχὴν οὔτε τελευτὴν ἔχει τοῦ κινεῖσθαι, δηλονότι καὶ τὸ πᾶν ἀμετάβλητόν ἐστιν τῶν μὲν τοὺς κατὰ φύσιν τόπους ἐχόντων, τῶν δὲ ἀνάρχως καὶ ἀτελευτήτως κινουμένων· καὶ γὰρ τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων.
Aet Mund.381 εἰ οὖν τὰ στοιχεῖα τοῦ παντὸς ἐν τοῖς οἰκείοις ἐστὶν τόποις καὶ οὐδὲν ὅλον εἰς τὸν ἀλλότριον φέρεται τόπον οὐδὲ ἀπολιπὸν τὸν οἰκεῖον βιάζεται τὸ ἐν τῷ οἰκείῳ ὄν, ἀνάγκη τὸ πᾶν ἀμετάβλητον εἶναι πάντων ἀεὶ κατὰ φύσιν ἐχόντων τῶν ὅλων καὶ τῶν μενόντων ἐν αὐτῷ καὶ τῶν κινουμένων. εἰ μὲν οὖν, πρὶν κοσμηθῇ τὸ πᾶν, ἐν τοῖς οἰκείοις ἦν ἕκαστα τόποις, ἢ ἔμενεν ἢ κύκλῳ ἐκινεῖτο, καὶ οὕτω πάλιν ἦν τὸ πᾶν κεκοσμημένον, πρὶν κοσμηθῇ, καὶ οὐκ ἔσχεν ἀρχὴν τοῦ κοσμηθῆναι πάντων ὁμοίως ἐχόντων νῦν τε καὶ πρότερον. εἰ δὲ ἐν τοῖς ἀλλοτρίοις (πάντως γὰρ ἦν ἐν τόποις σώματα ὄντα), 〈εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα〉 τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, ἡ μὲν τοῦ παρὰ φύσιν, ἡ δὲ τοῦ κατὰ φύσιν, καὶ πρότερον τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν καὶ ταῦτα παρὰ φύσιν ὂν ὡς ἔκστασις τῆς φύσεως, ἧς φύσεως μηδ’ ὅλως οὔσης οὐδ’ ἂν αὐτὸ εἴη παρὰ φύσιν (οὐδὲ γὰρ τὸ παρὰ τέχνην ἔστιν μὴ οὔσης τέχνης· τὸ γὰρ παρ’ ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρ’ ὅ ἐστιν, εἴη ἄν)· ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον.
Aet Mund.382 εἰ δὲ μή, ὄντων ἄλλων οἰκείων οὐδ’ ἂν ἀλλότριοι εἴησαν ἄν, ἐν οἷς ἦσαν· τὸ γὰρ ἀλλότριον πρὸς τὸ οἰκεῖον ἔχει τὴν ἀναφοράν· εἰ δὲ καὶ τότε ἐκεῖνα μὴ ἐν ἀλλοτρίοις ἦν οἷς εἶχεν τόποις, ὥσπερ καὶ τὰ νῦν οὐκ ἐν ἀλλοτρίοις ἐστὶν οἷς ἐστιν τόποις, εἶχε κἀκεῖνα κατὰ φύσιν, ὥσπερ καὶ τὰ νῦν. ὥστε ἀεὶ μὲν ἔσται κόσμος, ἄλλοτε δ’ ἄλλων ὄντων κατὰ φύσιν τοῖς ἐν αὐτῷ καὶ παρὰ φύσιν. καθόσον ἄρα κόσμος ἐστίν, ἀίδιός ἐστιν. τὸ δὲ τοιόνδε τὸ ἐν αὐτῷ μόνον, εἴπερ ἄρα, οὐκ ἀεί ἐστιν. μετασχηματιζόμενον οὖν ἔσται τὸ πᾶν, ἀεὶ δὲ τὸ πᾶν· καὶ ὡς ἐκεῖνο παρὰ φύσιν πρὸς τὸ νῦν, οὕτω καὶ τὸ νῦν παρὰ φύσιν πρὸς ἐκεῖνο· καὶ ἐν ἐκείνῳ πάντα ἐν οἰκείοις καὶ ἐν τούτῳ τόποις, ἄλλοτε δὲ ἄλλοις. καὶ ὁ Ἐμπεδοκλῆς σοφῶς παρὰ μέρος κοσμοποιῶν, πλὴν ὅτι πολλάκις ἐκεῖνος, δὶς δὲ ἡμεῖς.” Κεφάλαια τῆς λύσεως τοῦ δεκάτου λόγου. αʹ. Ὅτι ἐκ δύο ψευδῶν προτάσεων τὸ δέκατον ἐπιχείρημα συνέθηκεν ὁ Πρόκλος δύο συλλογισμοὺς ἐκ τῶν δύο προτάσεων συμπλέξας. βʹ. Ὅτι ψεῦδος τὸ τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ τῶν στοιχείων ἀμετάβλητα εἶναι.
Aet Mund.383 ἐν ᾧ, ὅτι ὁ τοῦ ὅλου κατὰ φύσιν τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν. γʹ. Ὅτι ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν τόπῳ μένοντα τὰ στοιχεῖα κατὰ πᾶν εἶδος μεταβολῆς μεταβάλλει. δʹ. Ὅτι οὐ τὸ μὴ ὁρᾶσθαι ὅλον καθ’ ὅλον αὐτὸ μεταβάλλον μήτε τῶν στοιχείων μηδὲν μήτε τὸν ὅλον κόσμον τοῦτο ἀπόδειξίς ἐστιν τοῦ καὶ παντελῶς ἀμετάβλητον εἶναι τὸν κόσμον καὶ ἄφθαρτον, τοὐναντίον δὲ μᾶλλον ἡ τῶν μορίων φθορὰ καὶ γένεσις τοῦ καὶ τὸν ὅλον κόσμον τῆς αὐτῆς εἶναι φύσεως ἀπόδειξις. εʹ. Ὅτι οὐδὲ τὸ κατὰ μηδὲν εἶδος μεταβολῆς τὸν οὐρανὸν μεταβάλλειν πλὴν τῆς κατὰ τόπον τεκμήριόν ἐστιν τοῦ ἄφθαρτον εἶναι τὸν κόσμον. ϛʹ. Ὅτι ψυχρὸν τὸ τὰ κύκλῳ κινούμενα δι’ αὐτὸ τὸ κύκλῳ κινεῖσθαι μήτε ἄρξασθαι λέγειν τῆς κινήσεως μήτε παύσεσθαι. ζʹ. Ὅτι τὰ ἑξῆς τοῦ λόγου οὐδὲν ἔχει πραγματειῶδες, Πλατωνικὴν δὲ μᾶλλον ἐλέγχει ὑπόθεσιν. ηʹ. Ὅτι καὶ ἐν τούτοις καίτοι οὐκ ἀναγκαίοις οὖσι παραλογίζεται ὁ Πρόκλος. Λύσις τοῦ δεκάτου λόγου. αʹ. Δύο προτάσεις ἐν τούτῳ ψευδεῖς εἴληφεν ὁ φιλόσοφος, ἐξ ὧν πάλιν τοῦ ψεύδους συγχωρηθέντος τὸ προκείμενον αὐτῷ συμπεραίνεται. ὧν ἡ ἑτέρα ἐστὶν τοιαύτη· τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ, φησίν, διὰ τὸ ἔχειν τὸ κατὰ φύσιν ἀμετάβλητά ἐστιν· τὰ γὰρ μεταβάλλοντα ἐν τόποις ἀλλοτρίοις ὄντα μεταβάλλει· καὶ γὰρ τὰ ἡμέτερα φέρε μεταβάλλει σώματα τῶν στοιχείων, ἐξ ὧν ἐστιν, ἐν τῷ παρὰ φύσιν τόπῳ συνεχομένων· κάτω γὰρ ὂν παρὰ φύσιν τὸ πῦρ τὸ ἐν ἡμῖν ἄνω θεῖ τοῦ κατὰ φύσιν τόπου τυχεῖν ἐφιέμενον, ὡς ἔμπαλιν τὸ γήινον κάτω· ἔνθεν ἡ μάχη καὶ ἡ τῶν μερῶν τοῦ συνθέτου διάστασις, ἐξ ὧν τὴν λύσιν τοῦ συνεστῶτος συμβαίνει γίνεσθαι εἰς τἀναντία κινουμένων τῶν τοῦ συνθέτου στοιχείων.
Aet Mund.384 μία μὲν οὖν ψευδὴς ὑπόθεσις εἰρημένη. δευτέρα δέ· τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος. ἐξ ὧν δύο ὑποθέσεων δύο συλλογισμοὺς συμπλέκει, ἕνα μὲν τοιοῦτον· εἰ ἕκαστον, φησίν, τῶν τοῦ κόσμου μερῶν ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, τὰ δὲ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητά ἐστιν, καὶ τὰ τοῦ κόσμου ἄρα μέρη καὶ ὁ ἐξ αὐτῶν συγκείμενος κόσμος ἀμετάβλητος ἔσται. δεύτερον δέ· εἰ τὰ κύκλῳ, φησίν, κινούμενα οὔτε ἀρχὴν ἔχει τῆς κινήσεως οὔτε τέλος, ὁ δὲ οὐρανὸς κύκλῳ κινεῖται, οὔτε ἀρχὴν ἄρα ἔσχεν τῆς κινήσεως οὔτε δὲ τέλος. τὸ μὲν οὖν δέκατον δηλονότι τοῦ φιλοσόφου τῶν λόγων φροῦδος οἰχήσεται. βʹ. Ὅτι μὲν οὖν ψεῦδος τὸ μηδὲν μεταβάλλειν ἐν τῷ κατὰ φύσιν ὑπάρχον τόπῳ, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ ὄντα μεταβάλλει τόπῳ, οὐδὲν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ ὂν τόπῳ μεταβάλλει· εἰ γὰρ τὸ ἑπόμενον ψεῦδος, καὶ τὸ ἡγούμενον ἐξ ἀνάγκης· εἰ γὰρ ψεῦδος τὸ μηδέν, ὃ μή ἐστιν ἐν ἀλλοτρίῳ τόπῳ, μὴ μεταβάλλειν, ἐνδέχεται ἄρα καὶ τὰ ἐν μὴ ἀλλοτρίῳ ὄντα τόπῳ μεταβάλλειν· οὐκοῦν ψεῦδος τὸ τὰ μεταβάλλοντα πάντα ἐν ἀλλοτρίῳ τόπῳ ὄντα μεταβάλλειν.
Aet Mund.385 εἰ οὖν ἀληθὲς εἴη τοῦτο, πᾶν ἄρα, ὃ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ἐστίν, ἀμετάβλητόν ἐστιν. πᾶν δὲ τὸ μὴ ἐν ἀλλοτρίῳ τόπῳ ὂν τοῦτο ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐστὶν τόπῳ· πᾶν ἄρα τὸ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἀμετάβλητόν ἐστιν. ἀλλὰ δὴ καὶ οὗ ἂν τὸ ὅλον ἐν τῷ κατὰ φύσιν τόπῳ ᾖ, τούτου καὶ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ· ὁ γὰρ αὐτὸς τοῦ ὅλου καὶ τοῦ μέρους κατὰ φύσιν ἐστὶν τόπος, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται· πάντα ἄρα τὰ τῶν στοιχείων μέρη τὰ ἐν τῇ οἰκείᾳ ὁλότητι ὑπάρχοντα ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἀμετάβλητα ἔσται. ἀλλὰ μὴν καὶ ὅσα ἐν τοῖς παρὰ φύσιν νῦν ἐστιν τόποις τῶν στοιχείων μέρη, τῷ μακρῷ χρόνῳ πάντα ἐν τοῖς κατὰ φύσιν τόποις γενήσεται (οὐδὲν γὰρ ἐν τῷ παρὰ φύσιν μένει τὸν ἄπειρον χρόνον) καὶ γενόμενα μενεῖ ἐν αὐτοῖς· οὐ γὰρ δή γε πρὶν ἠρεμῆσαι ἐν τοῖς οἰκείοις τόποις ἐξίσταται τούτων· καὶ τὰ νῦν ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τῶν στοιχείων μέρη γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται. εἰ οὖν καὶ τὰ νῦν ἐν τῷ κατὰ φύσιν ὄντα τῶν στοιχείων μέρη ἀμετάβλητά ἐστιν διὰ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι καὶ τὰ ἐν τῷ παρὰ φύσιν ὄντα γενόμενά ποτε ἐν τῷ κατὰ φύσιν ἀμετάβλητα ἔσται, ἔσται ἄρα ποτέ, ὅτε οὐδὲν ἔσται τὸ μεταβάλλον.
Aet Mund.386 οὐδενὸς οὖν ὄντος τοῦ μεταβάλλοντος οἰχήσεται ἐκ τοῦ παντὸς πᾶσα μεταβολή τε καὶ γένεσις. εἰ οὖν τοῦτο ἀδύνατον, ἕως ἂν ὁ κόσμος εἴη, ψεῦδος ἄρα καὶ τὸ λέγειν, ὡς πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλει. εἰ δὲ τοῦτο ψεῦδος, ἐνδέχεται ἄρα καὶ ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὄντα τόπῳ τὰ στοιχεῖα μεταβάλλειν· οὐκ ἄρα διὰ τὸ νῦν ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ τὰς τῶν στοιχείων ὁλότητας ἤδη διὰ τοῦτο ἀμεταβλήτους καὶ αὐτὰς καὶ τὸν ἐξ αὐτῶν συγκείμενον κόσμον εἶναι ἀνάγκη. ὅτι δὲ τὰ ἐν τῷ ὅλῳ ὄντα μέρη ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ (τοῦτο γὰρ ἐν τῷ συλλογισμῷ παρειλήφαμεν), δῆλον ὂν ἐκ τῆς ἐναργείας καὶ ἐντεῦθεν ἄν τις κατίδοι. εἰ γὰρ μηδὲν τῶν συμπληρωτικῶν τῆς γῆς τυχὸν μορίων ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ, οὐδὲ τὸ ὅλον τὸ ἐξ αὐτῶν συγκείμενον ἐν τῷ κατὰ φύσιν ἔσται τόπῳ· οὐδὲν γάρ ἐστιν τὸ ὅλον ἢ πάντα τὰ μέρη· ὡς γὰρ ἡ ὅλη γῆ τὸν ὅλον καὶ κατὰ φύσιν ἑαυτῆς ἐπέχει τόπον, οὕτω καὶ τῶν μερῶν αὐτῆς ἕκαστον τὸ τῷ ὅλῳ συνημμένον μέρος τοῦ ὅλου καὶ κατὰ φύσιν ἐπέχει τόπου· ὥστε, εἰ ὁ ὅλος τῆς γῆς τόπος κατὰ φύσιν ἐστὶν τῇ ὅλῃ γῇ, καὶ τὸ μέρος ἄρα τοῦ τόπου, ὃ ἐπέχει τὸ τῆς γῆς μέρος, κατὰ φύσιν ἐστὶν τῷ μέρει· εἰ γὰρ καὶ μὴ καθ’ ἑαυτὸ καὶ οἷον ἀπεσπασμένον τοῦ ὅλου τὸ μέρος ἴδιον ἐπέχει τόπον, ἀλλ’ οὖν ὡς ἐν τῷ ὅλῳ περιεχόμενον μέρος τι τοῦ ὅλου κατέχει τόπου. καὶ τί δεῖ τὰ ἐναργῆ κατασκευάζειν δεικνύναι βουλόμενον, ὡς τὰ τῇ οἰκείᾳ ὁλότητι συνημμένα μέρη τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐπέχει τόπον; καὶ αὐτὸς γὰρ ἐν τούτοις ὁ Πρόκλος αὐτὸ τοῦτο εἰδὼς ἀκριβῶς ἐπὶ λέξεώς φησιν ὡς ὅτι ‘τὰ τῇδε μεταβάλλει ἐν τόπῳ ἀλλοτρίῳ ὄντων τῶν, ἐξ ὧν ἐστιν, καὶ τὸν οἰκεῖον καταλαβεῖν σπευδόντων‘ καὶ ὅτι ‘τότε ἐπ’ εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν‘ καὶ ὅτι ‘πάντως ἐν τόπῳ ἐστὶν σώματα ὄντα‘ καὶ ὅτι ‘εἴπερ ἔστιν τις παρὰ φύσιν τόπος τινί, πολλῷ πρότερόν ἐστιν τούτῳ καὶ ὁ κατὰ φύσιν· τὸ γὰρ παρὰ φύσιν ἔκστασίς ἐστιν τῆς φύσεως, ἧς μηδ’ ὅλως οὔσης οὐδ’ ἂν τὸ παρὰ φύσιν εἴη· τὸ γὰρ παρ’ ὁτιοῦν ὄν‘, φησίν, ‘ὄντος ἐκείνου εἴη ἄν‘.
Aet Mund.387 εἰ οὖν τὰ κατ’ εὐθεῖαν κινούμενα πάντα ἢ μέρη ἐστὶν τῶν στοιχείων ἢ τὰ ἐκ τούτων συγκείμενα, ταῦτα δὲ ἐν ἀλλοτρίῳ ἐστὶν τόπῳ, τὰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐκστάντα τοῦ οἰκείου καὶ κατὰ φύσιν τόπου ἐν τῷ ἀλλοτρίῳ γέγονεν, ἔστιν ἄρα καὶ τοῖς μέρεσιν τῶν στοιχείων οἰκεῖός τις καὶ κατὰ φύσιν τόπος. πάλιν δ’ αὖ εἰ τὰ ἐν ἀλλοτρίῳ τόπῳ ὄντα ἐπ’ εὐθὺ κινεῖται σπεύδοντα ἐκ τοῦ ἀλλοτρίου ἐπὶ τὸν οἰκεῖον ἐλθεῖν τόπον, τὸ μὲν πῦρ ἄνω, ἡ δὲ γῆ κάτω, σπεύδει δὲ ἐπὶ τὴν ἑαυτοῦ ὁλότητα ἕκαστον, τὸ ἄρα ἐν τῇ ἑαυτοῦ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. καὶ ἐξ ὧν ἄρα ὁ Πρόκλος ἡμῖν δίδωσιν λέγειν δῆλόν ἐστιν, ὡς ὁ τοῦ παντὸς ὕδατος τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν καὶ ὁ τοῦ παντὸς πυρὸς οὗτος καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν, ἐφ’ ὃν καὶ ἠπείγετο τὰ μέρη, ὅτε ἐν τῷ παρὰ φύσιν ὑπῆρχε τόπῳ.
Aet Mund.388 ὅτι μὲν οὖν ὁ τοῦ ὅλου στοιχείου οἰκεῖος καὶ κατὰ φύσιν τόπος οὗτος καὶ τοῦ μέρους ἐστὶν καὶ κατὰ φύσιν, δέδεικται· ἐπανιτέον δὲ πάλιν εἰς τὸ προκείμενον. εἰ τὸ παρὰ φύσιν ἔκστασίς ἐστιν τοῦ κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν πρότερόν ἐστιν τὸ κατὰ φύσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν (οὐ γὰρ ἐνδέχεται τὸ παρὰ φύσιν εἶναι μὴ ὄντος τοῦ κατὰ φύσιν· τὸ γὰρ παρ’ ὁτιοῦν ὂν ὄντος ἐκείνου, παρ’ ὅ ἐστιν, εἴη ἄν), τὰ ἄρα ἐν τῷ παρὰ φύσιν ὄντα τόπῳ τῶν στοιχείων μέρη ἐν τῷ κατὰ φύσιν τόπῳ πρότερον ἦν· εἰ γὰρ μὴ ἦν πρότερον ἐν τῷ κατὰ φύσιν τόπῳ, οὐδ’ ἂν νῦν ἐν τῷ παρὰ φύσιν ἦν· τὸ γὰρ ἐν τῷ παρὰ φύσιν ὂν ἐκστὰν τοῦ κατὰ φύσιν οὕτως ἐν τῷ παρὰ φύσιν γέγονεν· ὥστε πρὶν ἐν τῷ παρὰ φύσιν τόπῳ γένηται, πρότερον ἦν ἐν τῷ κατὰ φύσιν τόπῳ. εἰ δὲ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ πρότερον νῦν ἐστιν ἐν τῷ παρὰ φύσιν, οὐκ ἄρα τὸ ἐν τῷ κατὰ φύσιν ὂν τόπῳ διὰ τὸ ἔχειν τὸ κατὰ φύσιν ἀμετάβλητόν ἐστιν· μεταβάλλεται γὰρ ἐκ τοῦ κατὰ φύσιν τόπου, ἐν ᾧ πρότερον ἦν, εἰς τὸν παρὰ φύσιν, ἐν ᾧ νῦν ἐστιν. οὐδ’ ἄρα τὰς τῶν στοιχείων ὁλότητας δι’ αὐτὸ τὸ ἐν τῷ κατὰ φύσιν εἶναι τόπῳ ἀνεπιδέκτους εἶναι μεταβολῆς ἀνάγκη. οὐκοῦν οὐδὲ τὸ πᾶν τὸ ἐξ αὐτῶν συγκείμενον μεταβολῆς ἐστιν ἀνεπίδεκτον, ὅπερ ἐν τούτοις συνάγειν ἐκ ψευδοῦς ὑποθέσεως ὁ Πρόκλος ἔδοξεν· τῶν γὰρ μερῶν τοῦ παντὸς μὴ ὄντων ἀμεταβλήτως κατὰ φύσιν οὐδ’ ἂν τὸ πᾶν εἴη κατὰ φύσιν ἀμετάβλητον· τοῦ γάρ, ἐξ οὗ σύγκειταί τι, μεταβλητοῦ ὄντος καὶ αὐτὸ μεταβλητὸν ἔσται ἐξ ἀνάγκης· οὐ γὰρ δὴ τῶν στοιχείων μεταβαλλόντων τὸ ἐξ αὐτῶν ἀμετάβλητον διαμένειν οἷόν τε.
Aet Mund.389 ἅμα δὲ καὶ πάλιν διὰ τούτων δέδεικται, ὅτι καὶ τὰ ἐν τῇ ὁλότητι ἑαυτῶν ὄντα τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἔχει τόπον, εἴπερ ἐκστάντα τῆς οἰκείας ὁλότητος 〈ἐν〉 τοῖς παρὰ φύσιν γίνεται τόποις· τὸ δὲ ἐν τῷ παρὰ φύσιν τόπῳ γενόμενον τοῦ κατὰ φύσιν ἐξέστη· τὸ ἄρα τῆς οἰκείας ἐκστὰν ὁλότητος καὶ ἐκ τοῦ κατὰ φύσιν τόπου ἐξέστη· ὥστε τὸ ἐν τῇ οἰκείᾳ ὁλότητι ὂν καὶ ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ. ὁ αὐτὸς ἄρα τοῦ ὅλου καὶ τοῦ μέρους ἐστὶν κατὰ φύσιν τόπος. γʹ. Ἄνωθεν δὲ ἴσως διορθοῦντας τὸν λόγον πυθέσθαι τοῦ φιλοσόφου ἄξιον, πῶς φησιν πᾶν τὸ μεταβάλλον ἐν ἀλλοτρίῳ τόπῳ ὂν μεταβάλλειν καὶ διὰ τοῦτο ἐν τῷ κατὰ φύσιν νῦν τόπῳ τὰ στοιχεῖα μένοντα καὶ αὐτὰ καὶ τὸ ἐξ αὐτῶν ἀμετάβλητον εἶναι. πότερον γὰρ μεταβολήν φησιν τὴν κατὰ τόπον ὡς μηδέποτε τὰ ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ ἐξίστασθαι τούτου καὶ ἐπὶ τὸν παρὰ φύσιν γίνεσθαι ἢ καθ’ ἕτερον μεταβολῆς εἶδος, ὅτι τυχὸν τὰ ἐν τῷ οἰκείῳ ὄντα τόπῳ οὔτε ἀλλοιοῦται οὔτε αὔξεται οὔτε φθίνει οὔτε γίνεται οὔτε φθείρεται; ἀλλ’ ὅπερ ἂν εἴποι, καὶ ὑπὸ τοῦ λόγου καὶ ὑπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐλέγχεται. εἰ μὲν οὖν κατὰ τόπον φησὶν μὴ μεταβάλλειν τὰ ἐν τοῖς οἰκείοις ὄντα τόποις ὡς μηδέποτε ἐκ τούτων εἰς τοὺς ἀλλοτρίους ἐξίστασθαι (τοῦτο γάρ πως καὶ ἐδήλωσεν εἰπὼν ‘τότε γὰρ ἐπ’ εὐθὺ κινεῖται, ὅταν μὴ ἐν τῷ οἰκείῳ τόπῳ ᾖ σπεύδοντα εἰς ἐκεῖνον ἐλθεῖν‘, καὶ διὰ τῶν ἑξῆς δὲ πάντων περὶ τῆς κατὰ τόπον μεταβολῆς ποιεῖται τὸν λόγον), οὐδὲν ἔσται τὸ ἐκ τοῦ οἰκείου τόπου εἰς τὸν ἀλλότριον μεταβάλλον.
Aet Mund.390 οὐκοῦν οὐδέποτε παρὰ φύσιν τὰ στοιχεῖα κινηθήσεται. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· καὶ γὰρ ἡ βῶλος καὶ τὸ ὕδωρ βίᾳ καὶ παρὰ φύσιν ἐπὶ τὸ ἄνω φέρεται τοῦ οἰκείου ἐκστάντα τόπου καὶ τὸ πῦρ οἷον οἱ κεραυνοὶ καὶ 〈αἱ〉 ἀστραπαὶ ἄνωθεν κάτω ἐκθλιβόμενα φέρεται. ὅλως δέ, εἰ ἔστιν ἡ ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν τῶν στοιχείων μεταβολή, πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸν παρὰ φύσιν εἶναι ἀνάγκη· τὸ γὰρ ἐν ἀλλοτρίῳ τόπῳ ὂν ἢ τὸν ἄπειρον χρόνον ἐν τούτῳ ἦν ἢ ἐξ ἑτέρου τόπου καὶ αὐτοῦ ἀλλοτρίου ὄντος εἰς ἐκεῖνον μετέβαλεν ἢ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν, καὶ οὐκ ἔστιν παρὰ ταῦτα. ἀλλ’ οὔτε ἐν ἀλλοτρίῳ τόπῳ εἶναί τι τὸν ἄπειρον χρόνον ἐνδέχεται μηδέποτε ἐν τῷ οἰκείῳ γινόμενον (κάλλιον γὰρ τὸ μὴ εἶναι ἢ ἐν τῷ παρὰ φύσιν εἶναι τὸν ἄπειρον χρόνον, τοῦ καλλίστου δὲ ἡ φύσις στοχάζεται· καὶ ὁ θεὸς δὲ πάντα ἀγαθὰ εἶναι ἠβουλήθη, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. καὶ ἄλλως· ἄδηλον ἂν εἴη, ὅπερ αὐτός φησιν ἐν τούτοις ὁ Πρόκλος, εἰ καὶ κατὰ φύσιν ἦν ἐκεῖνος, ἐν ᾧ μηδέποτε γέγονεν) οὔτε μὴν ἐξ ἀλλοτρίου τόπου πάλιν εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα μεταβάλλειν δυνατόν· οὐδὲ γὰρ ἔστιν ὅλως ἐξ ἀλλοτρίου τόπου εἰς ἀλλότριον μεταβολή· τῶν γὰρ στοιχείων πάντων τῶν μὲν ὄντων βαρέων τῶν δὲ κούφων δύο καὶ οἱ κατὰ φύσιν εἰσὶν τόποι τῶν στοιχείων· τῶν μὲν γὰρ βαρέων τὸ κάτω ἢ τὸ μέσον ἐστὶν ὁ κατὰ φύσιν τόπος, τῶν δὲ κούφων τὸ ἄνω ἢ τὸ πέριξ.
Aet Mund.391 πᾶσα οὖν κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω γίνεται. ἡ μὲν οὖν κάτωθεν ἄνω μεταβολὴ τῶν μὲν κούφων (ἀέρος καὶ πυρός) ἐκ τοῦ ἀλλοτρίου καὶ παρὰ φύσιν εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν ἐστὶν μεταβολή, τῶν δὲ βαρέων (γῆς καὶ ὕδατος) ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν εἰς τὸν ἀλλότριον καὶ παρὰ φύσιν· ἡ δὲ ἄνωθεν κάτω τῶν μὲν κούφων ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον, τῶν δὲ βαρέων ἀνάπαλιν. ὥστε πᾶσα κατὰ τόπον τῶν στοιχείων μεταβολὴ ἢ ἐκ τοῦ οἰκείου ἐστὶν εἰς τὸν ἀλλότριον ἢ ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον. ἐξ ἀλλοτρίου δὲ εἰς ἀλλότριον καὶ εἴδει διαφέροντα οὐκ ἐνδέχεται εἶναι κίνησιν, εἰ μή τις ὡς ἐπὶ τὰ πλάγια λίθον ἀκοντίσειεν. ἀλλ’ οὐκ ἐξ ἄλλου εἰς ἄλλον καὶ τῷ εἴδει διαφέροντα, ἀλλ’ ἐκ τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν ἐπὶ τὰ πλάγια ἡ κίνησις γίνεται. ἄλλως τε εἰ καὶ ἐξ ἀλλοτρίου εἰς ἀλλότριον μεταβολὴ γίνοιτο, πάλιν περὶ ἐκείνου, ἐξ οὗ τὴν μεταβολὴν ἐποιήσατο, ὁ αὐτὸς ἔσται λόγος· ἢ γὰρ τὸν ἄπειρον χρόνον ἦν ἐν αὐτῷ ἢ ἐξ ἄλλου παρὰ φύσιν καὶ αὐτοῦ εἰς ἐκεῖνον μετέστη καὶ τοῦτο ἐπ’ ἄπειρον ἤ, εἰ ταῦτα ἀδύνατα, ἀνάγκη πάντως τὰ ἐν τῷ παρὰ φύσιν ὄντα τόπῳ ἐκ τοῦ οἰκείου καὶ κατὰ φύσιν ποτὲ εἰς ἐκεῖνον μεταβεβληκέναι.
Aet Mund.392 ὥστε οὐ μόνον ἐνδέχεται ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν οὔσης τῆς ἐκ τοῦ ἀλλοτρίου εἰς τὸν οἰκεῖον τόπον μεταβολῆς πολλῷ πρότερον καὶ τὴν ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον εἶναι. καὶ ἐκ τοῦ λόγου ἄρα καὶ ἐκ τῆς ἐπαγωγῆς ἀποδέδεικται, ὅτι ἀνάγκη ἐστὶν μεταβλητῶν ὄντων φύσει τῶν στοιχείων τὴν ἐκ τοῦ κατὰ φύσιν αὐτὰ τόπου ἐπὶ τὸν παρὰ φύσιν ποιεῖσθαι μεταβολήν. ὥστε οὐ παρὰ τὸ μένειν τι ἐν τῷ οἰκείῳ τόπῳ διὰ τοῦτο καὶ τὸ μηδέποτε αὐτὸ τοῦ οἰκείου τόπου ἐξίστασθαι συγχωρήσομεν. εἰ μὲν οὖν τὰ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις ἀμετάβλητα εἶναι λέγων ὁ φιλόσοφος κατὰ τόπον εἶναί φησιν ἀμετάβλητα ὡς μηδέποτε ἐκ τοῦ οἰκείου εἰς τὸν ἀλλότριον ἐξίστασθαι, οὕτως τὸν λόγον ἐλέγξομεν. εἰ δὲ κατά τι ἄλλο μεταβολῆς εἶδος ἀμετάβλητα εἶναί φησιν τὰ ἐν τῷ κατὰ φύσιν τόπῳ μένοντα, καὶ οὕτως πρόδηλον εἴη τὸ ψεῦδος καὶ ψευδὴς ἡ ὑπόθεσις· τὸ γὰρ ὕδωρ ἐν τῇ οἰκείᾳ μένον ὁλότητι καὶ ἀλλοιοῦται θερμαινόμενον ἢ ψυχόμενον καὶ ἄλλας ποιοτήτων ἰδέας δεχόμενον, ἀλλὰ δὴ καὶ φθείρεται ἐξατμιζόμενον καὶ εἰς ἀέρα μεταβάλλον, καὶ ἐν τῇ οἰκείᾳ δὲ σηπόμενον ὁλότητι μυρίας ἀπογεννᾷ ζῴων ἰδέας. ὁμοίως καὶ ὁ ἀὴρ τὸν κατὰ φύσιν ἐπέχων τόπον οὐ μόνον ἀλλοιοῦται θερμαινόμενος ἢ ψυχόμενος, ἀλλὰ καὶ φθαρεὶς εἰς ὕδωρ μὲν τῇ πυκνώσει, τῇ δὲ μανώσει εἰς πῦρ μεθίσταται, πολλὰς δὲ καὶ σηπόμενος ἀερίων ζῴων ἀποτελεῖ ἰδέας. τί δ’ ἄν τις περὶ τῆς γῆς εἴποι, ἥτις ἐν τῷ οἰκείῳ μένουσα τόπῳ πάσης μὲν ἀλλοιώσεως εἶδος δέχεται, εἰς μυρίας δὲ φυτῶν καὶ μετάλλων ἰδέας μεθίσταται; ἀλλὰ δὴ καὶ αἱ καπνώδεις ἀπ’ αὐτῆς ἀναθυμιάσεις γινόμεναι τῆς κατ’ εἶδος μεταβολῆς αὐτῆς ἀπόδειξιν ἔχουσιν.
Aet Mund.393 καὶ οἱ κεραυνῖται δὲ λεγόμενοι λίθοι ἄνωθεν κάτω καταφερόμενοι τῆς ἐν τῷ κατὰ φύσιν τόπῳ τοῦ πυρὸς μεταβολῆς εἰσιν τεκμήρια. καὶ τὰ σύνθετα δὲ ἐκ τῶν δʹ στοιχείων καὶ ἐν ὕδασιν ἢ ἐν γῇ διαιτώμενα σώματα (λέγω δὴ ζῷά τε καὶ φυτά) καὶ τὰ ὑπὸ γῆν ἅπαντα συνιστάμενα μέταλλα καὶ ὅσα γεννᾶται ἐν ὕδασιν ἐν τῇ οἰκείᾳ ὁλότητι μένοντα (λέγω δὴ τῇ γῇ ἢ τῷ ὕδατι· ταῦτα γὰρ ἐν τούτοις πλεονάζει τὰ στοιχεῖα) ὅλα καθ’ ὅλα αὐτὰ ἀλλοιούμενα φαίνεται αὐξόμενά τε καὶ φθίνοντα γινόμενά τε καὶ φθειρόμενα. καθόλου ἄρα ψεῦδός ἐστιν τὸ ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ τὰ στοιχεῖα ἀμετάβλητα εἶναι· τοὐναντίον γὰρ καὶ ἐν τοῖς οἰκείοις μένοντα τόποις πᾶν εἶδος μεταβολῆς μεταβάλλοντα δέδεικται. ‘ἀλλὰ τὰ μὲν τῶν στοιχείων μέρη‘, φησίν, ‘ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις μεταβάλλειν, αὐτὰς δὲ τὰς τῶν στοιχείων ὁλότητας, ἕως ἂν ἐν τῷ κατὰ φύσιν μένωσιν τόπῳ, ἀδύνατόν ἐστιν μεταβάλλειν· οὐδεμίαν γὰρ μεταβολὴν ὅλα καθ’ ὅλα αὐτὰ τὰ στοιχεῖα φαίνεται ὑπομένοντα‘. ἀλλ’ ὁ τοῦτο λέγων οὐδὲν ἕτερον ἢ τὸ ἐξ ἀρχῆς αἰτεῖται καὶ τὸ ζητούμενον συγχωρηθῆναι αὑτῷ ἀξιοῖ. ζητοῦμεν γὰρ νῦν, εἰ τὸ πᾶν ἐστιν ἀμετάβλητόν τε καὶ ἀίδιον· ἀμετάβλητον δ’ ἂν εἴη μηδὲν τῶν στοιχείων, ἐξ ὧν σύγκειται, ὅλον καθ’ ὅλον αὐτὸ μεταβάλλειν· ἅμα γὰρ τῇ τῶν στοιχείων, ἐξ ὧν σύγκειται, μεταβολῇ καὶ τὸ ἐξ αὐτῶν συγκείμενον συμμεταβάλλειν ἀνάγκη.
Aet Mund.394 δεήσει οὖν ἀποδεῖξαι τῷ θέλοντι τὸν κόσμον δεῖξαι ἀίδιον, ὅτι τῶν στοιχείων ἕκαστον καθ’ ὅλον αὐτὸ οὐδέποτε τοῦ κατὰ φύσιν εἴδους ἐξίσταται. ὁ οὖν ἄνευ λόγου καὶ ἀποδείξεως ἀξιῶν μηδὲν τῶν καθόλου στοιχείων αὐτὸ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν μεταβάλλειν αὐτὸ αἰτεῖται τὸ ζητούμενον. εἰ μὲν γὰρ καθόλου ἦν ἀληθὲς μηδὲν τῶν ὄντων τὸ σύνολον μήτε ὅλον τι ἢ μέρος ἐν τῷ κατὰ φύσιν ὑπάρχον εἴτε τόπῳ εἴτε εἴδει ἐξίστασθαί ποτε τούτου καὶ εἰς τὸ παρὰ φύσιν μεταβάλλειν, ἴσως εὔλογον ἦν τὸ αὐτὸ καὶ περὶ τῆς τῶν στοιχείων νοεῖν ὁλότητος· εἰ δὲ πάντα τὰ τῶν στοιχείων μέρη καὶ ἐν τοῖς κατὰ φύσιν μένοντα τόποις κατὰ πᾶν μεταβολῆς εἶδος μεταβάλλει, πόθεν δεικνύειν ἔχουσιν, ὡς οὐχὶ καὶ αἱ τῶν στοιχείων ὁλότητες τὸ αὐτὸ τοῖς οἰκείοις μέρεσιν ὑπομένουσιν; πολλῷ γὰρ οἶμαι τὸ ἐναντίον εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὑπονοεῖν· εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀμετάβλητόν ἐστιν, ἀλλ’ ὅτι ἄν τις αὐτῶν λάβοι μέρος, τοῦτο γενητόν τέ ἐστιν καὶ φθαρτὸν καὶ κατὰ πᾶν εἶδος μεταβολῆς τρεπόμενον, πῶς οὐκ ἀναγκαῖον φανεῖται καὶ περὶ ὅλου ἑκάστου στοιχείου τὰ αὐτὰ ἐννοεῖν, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ὁρῶμεν τοῖς μέρεσιν ὁμοιοπαθῆ τὰ ὅλα ὑπάρχοντα; ὡς γὰρ τὸ μέρος τοῦ ζῴου μεταβάλλει αὐξανόμενον ἢ φθίνον ἢ ἀλλοιούμενον ἢ κατὰ τόπον κινούμενον γινόμενόν τε καὶ φθειρόμενον, οὕτω καὶ τὸ ὅλον ζῷον τὰ αὐτὰ ὑπομένει.
Aet Mund.395 ἐδείξαμεν δὲ ἐν τοῖς ἔμπροσθεν, ὡς οὐδὲ κατὰ ἀριθμὸν αἱ αὐταὶ διηνεκῶς τῶν στοιχείων ὁλότητες ὑπομένουσιν· πῶς οὖν οὐκ εὔλογόν τε καὶ ἀναγκαῖον τὸ ὅλον τὰ αὐτὰ τοῖς οἰκείοις ὑπομένειν μέρεσιν; δʹ. Οὐδὲ γὰρ εἰ μὴ νῦν ὁρῶνται ὅλα καθ’ ὅλα αὐτὰ τὰ στοιχεῖα μεταβάλλοντα, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ πάντῃ αὐτὰ κατὰ φύσιν ἀμετάβλητα εἶναι. ἕκαστον γὰρ τῶν ὄντων, κἂν ἐπὶ σμικρὸν χρόνον ἐν τοῖς οὖσιν ὑπάρχῃ, ἕως ἂν ᾖ, ἀνάγκη πᾶσα ὅλον καθ’ ὅλον αὐτὸ ἀμετάβλητον εἶναι, οὐ μόνον δὲ καθ’ ὅλον αὐτὸ ἀλλὰ καὶ κατὰ τὰ κύρια αὐτοῦ καὶ συνεκτικὰ τοῦ ὅλου μέρη, οἷον φέρε εἰπεῖν ὁ ἄνθρωπος· ἔστ’ ἂν γὰρ τῶν ὄντων ᾖ, ὅλος καθ’ ὅλον αὐτὸν ἐξ ἀνάγκης ἀμετάβλητός ἐστιν· εἰ γὰρ καθ’ ὅλον αὐτὸν μεταβάλοι, εὐθὺς εἰς τὸ μὴ ὂν μεθίσταται. ἀλλὰ δὴ καὶ τὰ κυριώτατα τῶν τοῦ ζῴου μερῶν καθ’ ὅλα αὐτὰ ἀμετάβλητά ἐστιν, οἷον καρδία τε καὶ ἧπαρ πνεύμων τε καὶ ἐγκέφαλος καὶ εἴ τι τοιοῦτο· ὁποῖον γὰρ ἂν τούτων καθ’ ὅλον αὐτὸ μεταβάλῃ ἢ τοῦ οἰκείου ἐξιστάμενον τόπου ἢ ἐκ τῆς κατὰ φύσιν παντελῶς συμμετρίας τρεπόμενον, εὐθὺς καὶ τοῦ ὅλου ζῴου φθορὰν ἐργάζεται. τί οὖν κωλύει τῇ αὐτῇ ἐπιχειρήσει τινὰ χρώμενον λέγειν, ὡς, εἴπερ τόδε τὸ ζῷον οὔτε καθ’ ὅλον αὐτὸ τέως μεταβάλλει οὔτε πάλιν τῶν κυρίων τε καὶ συνεκτικῶν αὐτοῦ μερῶν οὐδὲν ὅλον καθ’ ὅλον αὐτὸ μεταβάλλον ὁρᾶται, καὶ παντελῶς ἄρα ἐστὶν ἀμετάβλητόν τε καὶ ἄφθαρτον καὶ αὐτὸ καὶ τῶν εἰρημένων μερῶν ἕκαστον; οὐ γὰρ ὁρᾶται, ἔστ’ ἂν εἴη, τὸ ζῷον κατὰ τὸν εἰρημένον μεταβάλλον τρόπον.
Aet Mund.396 ἀλλὰ δῆλον, κἂν μὴ ὁρᾶται, ἐν τῷ ζῴῳ ὅλον ἕκαστον τῶν μερῶν μεταβάλλον, ἕως ἂν ᾖ τὸ ζῷον. ἀλλ’ οὖν ἡ τῶν μερῶν τροπὴ καὶ ἀλλοίωσις φθορά τε καὶ γένεσις ἀπόδειξίς ἐστιν μεγίστη τοῦ καὶ τὸ ὅλον ποτὲ τὰ αὐτὰ τοῖς οἰκείοις πήσεσθαι μέρεσιν. οὕτω δὴ οὖν ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου, ἕως ἂν ᾖ ὁ κόσμος, μήτε αὐτὸν καθ’ ὅλον αὐτὸν τρέπεσθαι μήτε τῶν κυρίων μερῶν αὐτοῦ μηδέν· ἡ γὰρ ὅλου τοῦ μέρους φθορὰ καὶ τοῦ παντὸς ἐξ ἀνάγκης φθορὰν ἐργάζεται· ἐκ γὰρ τῆς πάντων κράσεως καὶ συμφωνίας ὁ κόσμος συνέστηκεν. ἀλλὰ κἀνταῦθα πάλιν ἡ κατὰ μόρια τῶν στοιχείων ἑκάστου μεταβολὴ γένεσίς τε καὶ φθορὰ καὶ τῆς ὅλου ἑκάστου στοιχείου φθορᾶς καὶ τοῦ ἐκ τούτων συγκειμένου κόσμου ἐναργῆ τὴν ἀπόδειξιν ἔχει τοῖς μὴ παντελῶς ἀγνώμοσιν καὶ τῆς ἀληθείας ἐπίπροσθεν τὴν οἰκείαν ποιουμένοις πρόληψιν. εʹ. Ἀλλ’ οὐδὲ τὸ τὰ οὐράνια κατὰ τόπον μόνον μεταβάλλειν κατ’ ἄλλο δὲ μηδὲν μεταβολῆς εἶδος τοῦτο θράττειν ὀφείλει τοὺς προκεκρατημένους τῇ περὶ τῆς ἀιδιότητος τοῦ κόσμου ὑπολήψει. τὴν μὲν γὰρ ἀκριβῆ περὶ τούτου ἐξέτασιν ἐν τοῖς πρὸς Ἀριστοτέλην, εἰ ἐπινεύσοι θεός, ποιησώμεθα· νυνὶ δὲ τοσοῦτον ἐροῦμεν, ὅτι καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν τὸ μάλιστα κυριώτατον τῶν μερῶν ἡ καρδία, ἐξ ἧς τὸ ζωτικὸν πνεῦμα γεννᾶταί τε καὶ τῷ παντὶ διασπείρεται σώματι, ἀεικίνητος οὖσα ἐν τῇ κατὰ τόπον μεταβολῇ τῶν κατὰ τὰ ἄλλα πάθη ἀλλοιώσεων οὐ πασῶν δεκτικὴ καθέστηκε σῳζομένη καὶ μένουσα· οὔτε γὰρ διαιρέσεως καὶ μάλιστα τῆς κατὰ τὰς κοιλίας οὔτε τῶν κατὰ τὰς φλεγμονὰς ἀποστημάτων ἀνέχεται, ὡς ἰατρῶν διδάσκουσι παῖδες, ἀλλὰ φθάνει τὴν τούτων σχεδὸν σύστασιν αὐτή τε φθαρεῖσα καὶ τὸ πᾶν συνδιαφθείρασα σῶμα.
Aet Mund.397 καὶ δεῖ γε τῷ ὄντι τὸ μάλιστα τοῦ ὅλου συνεκτικώτατον μόριον, ἕως ἂν τὸ ὅλον εἶναί τε καὶ σῴζεσθαι δέῃ, αὐτὸ ὡς οἷόν τέ ἐστιν ἐν τῷ κατὰ φύσιν τόπῳ τε καὶ εἴδει διαμένειν, ἵνα τό τε ὅλον συνέχειν δύναται καὶ τὰ νοσοῦντα πάλιν ἐπὶ τὸ κατὰ φύσιν ἀνακαλεῖσθαι μόρια, οἷόν ἐστιν καὶ τοῦ κόσμου τὸ οὐράνιον μέρος, οὗ τῇ κινήσει τὰ ἐντὸς ἰθύνεται πάντα σώματα. εὔλογον οὖν καὶ αὐτὸ τῶν ἄλλων ὡς ὅτι μάλιστα πάντων ἄνοσόν τε καὶ ἀγήρων εἶναι, ἕως ἂν ὁ θεὸς τόδε τὸ πᾶν σῴζεσθαι βούληται, ἀλλ’ οὐκ ἤδη διὰ τοῦτο καὶ παντελῶς ἀπαθὲς αὐτὸ κατὰ φύσιν καὶ ἄφθαρτον ὑπολαμβάνειν εὔλογον. ὅτι μὲν οὖν ψεῦδος τὸ πάντα ἐν τῷ κατὰ φύσιν μένοντα τόπῳ ἀμετάβλητα εἶναι 〈καὶ〉 διὰ τοῦτο καὶ πάντα κόσμον ἀμετάβλητόν τε εἶναι καὶ ἄφθαρτον, ἐπὶ τοσοῦτον ἡμῖν ἀποδεδείχθω. ϛʹ. Τὸ δὲ τὰ κύκλῳ κινούμενα λέγειν μήτε ἀρχὴν ἔχειν μήτε τέλος κινήσεως καὶ τοῦτο ἀξιοῦν ὥσπερ τινὰ κοινὴν ἔννοιαν ἄνευ πάσης πιστεύεσθαι ἀποδείξεως οὐκ οἶδα πότερον παίζοντός ἐστιν ἢ σπουδάζοντος.
Aet Mund.398 οὐδὲ γὰρ ἐπειδὴ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν ὡρισμένην μήτε ἀρχὴν λαβεῖν μήτε τέλος διὰ τὸ πανταχόθεν ἐπισυνῆφθαι ἀλλήλοις τὰ τοῦ κύκλου μόρια, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ μήτε ἄρξασθαι τὴν κύκλῳ κίνησιν μήτε παύσεσθαι ἀλλὰ ἄπειρον εἶναι· καὶ γὰρ αὐτὸς ὁ κύκλος καὶ ἡ σφαῖρα (αὐτό φημι τὸ οὕτως ἐσχηματισμένον σῶμα) ἀρχὴν μὲν σωματικὴν ὡρισμένην οὐδεμίαν οὔτε τέλος ἔχει διὰ τὸ πανταχόθεν ὡς εἶπον ἐπισυνῆφθαι ἀλλήλοις τὰ τούτων μέρη, ἀλλ’ ὅμως οὐκ ἔστιν κατὰ τὸ μέγεθος ἄπειρα· εἰ γὰρ ἔστιν κύκλος καὶ μείζων καὶ ἐλάττων, ὁμοίως δὲ καὶ σφαῖρα, καὶ ἐνδέχεται πάντα κύκλον καὶ σφαῖραν ὑπ’ εὐθυγράμμου περιέχεσθαι σχήματος, δηλονότι ἀδύνατον ἄπειρον εἶναι τῇ ἐκτάσει ἢ κύκλον ἢ σφαῖραν· οὔτε γὰρ τοῦ ἀπείρου μεῖζον ἔστιν καὶ ἔλαττον οὔτε μὴν περιέχεσθαι τὸ ἄπειρον ἐνδέχεται καὶ—ὅ φησιν Ἀριστοτέλης—ὅμοιόν ἐστιν πῆχυν ἄπειρον λέγειν καὶ κύκλον ἄπειρον· σχήματος γὰρ ὡρισμένου καὶ περιειλημμένου δηλωτικόν ἐστιν ὁ κύκλος καὶ ἡ σφαῖρα. ὥσπερ οὖν οὐκ ἔστιν μὲν ἀρχὴν τοῦ κύκλου λαβεῖν, οὐ διὰ τοῦτο δ’ ἐπ’ ἄπειρον ἐκτετάσθαι κατὰ μέγεθος τὸν κύκλον ἀνάγκη, οὕτως οὐδέ, εἰ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν λαβεῖν ὡρισμένην ἀρχήν, ὅθεν ἄρχεται, διὰ τὸ τὸ πέρας τῇ ἀρχῇ ἐπισυνῆφθαι, ἐκ τούτου οἴεσθαι δεῖ, ὡς οὐδὲ ὅλως ἡ κίνησις ἤρξατο οὐδὲ λήξει· καὶ γὰρ εἰ τὴν τεχνητὴν σφαῖραν οἷον τὴν Ἀράτου κινουμένην τις νοήσειε καὶ μάλιστα μὴ ἑωρακώς, πότε τοῦ κινεῖσθαι ἤρξατο, οὔτε ἀρχὴν ἂν τῆς κινήσεως αὐτῆς εἰπεῖν ἔχει οὔτε τέλος, καὶ οὐ δήπου διὰ τοῦτο ἄναρχός ἐστιν ἡ κίνησις αὐτῆς καὶ ἀτελεύτητος.
Aet Mund.399 τί οὖν θαυμαστὸν καὶ ἐπὶ τῶν οὐρανίων καὶ πάντων τῶν κύκλῳ κινουμένων μὴ εἶναι μὲν λαβεῖν, ὅθεν ἤρξαντο τοῦ κινεῖσθαι (οἷον εἰ τύχοι ὅτι ἀπὸ κριοῦ ἢ ἀπὸ ἄλλου τινός), διὰ τὸ ὡς εἶπον πανταχόθεν ἀλλήλοις ἐπισυνῆφθαι τὰ μέρη καὶ διὰ τοῦτο μηδὲν εἶναι τὸ πρώτως ἀρχόμενον τῆς κινήσεως ἀλλ’ ἅμα πάντα καὶ ἄρχεσθαι καὶ παύεσθαι, εἶναι μέντοι τινὰ χρόνου ἀρχήν, ἀφ’ οὗ τοῦ κινεῖσθαι ἤρξατο; εἰ γὰρ μὴ εἴη τὸ πᾶν ἀγένητον, ἀρχὴν τῆς τοῦ οὐρανοῦ συστάσεως λαβούσης ἀρχὴν δηλονότι καὶ ἡ τούτου κίνησις ἕξει· ὥστε καί, εἰ φθαρήσεται, ἅμα τῇ τοῦ οὐρανοῦ φθορᾷ καὶ τὴν κίνησιν παύσασθαι ἀνάγκη. οὐδεμία μέντοι ἀνάγκη φαίνεται τὸ τὴν κύκλῳ κίνησιν δι’ αὐτὸ τὸ κύκλῳ μήτε ἄρξασθαί ποτε τοῦ εἶναι μήτε παύσεσθαι. εἰ δὲ ταῖς Ἀριστοτέλους ἐπιχειρήσεσιν ἐπερειδόμενοι ἄναρχον εἶναί φασιν καὶ ἀτελεύτητον τὴν κύκλῳ κίνησιν, ὀψόμεθα, εἴ τις ἐκείνων τῶν λόγων ἔχει τὸ ἀναγκαῖον, ἐκεῖσε θεοῦ διδόντος γινόμενοι· οὐδεμία γὰρ νῦν ἐκεῖνα γυμνάζειν ἀνάγκη μηδὲν τοιοῦτον ἐν τοῖς ἰδίοις λόγοις τοῦ φιλοσόφου προτείναντος. ζητήσωμεν δὲ καί, εἴ τινές εἰσιν λόγοι, δι’ ὧν ὡς οὐχ οἷόν τε ἀίδιον εἶναι τὴν κύκλῳ κίνησιν δείξομεν. νῦν δὲ τοσοῦτον μόνον πρὸς τὰς ἐπιχειρήσεις ἐνστῆναι τοῦ Πρόκλου προθέμενοι μόνα τὰ πρὸς ἀνασκευὴν τῶν αὐτοῦ λόγων ὡς ἡμῖν ἦν δυνατὸν παρεθήκαμεν.
Aet Mund.400 ζʹ. Μέχρι μὲν οὖν τούτων τὰ τὴν ἀλήθειαν ἐν τῷ δεκάτῳ τῶν ἐπιχειρημάτων ὀχλοῦντα τῇ πιθανότητι διηλέγξαμεν. Πλάτωνος δὲ ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γεγονέναι λέγοντος καὶ οἱονεὶ μόνης τῆς τοῦ κόσμου τάξεως αἴτιον εἶναι τὸν θεὸν ὑποτιθεμένου ἐν τοῖς ἑξῆς ὁ Πρόκλος τὴν ὑπόθεσιν ταύτην ὡς ἀδύνατον οὖσαν ἐλέγχειν πειρᾶται. ὅθεν παρίημι τὴν τῶν εἰρημένων ἐξέτασιν μηδὲν τῆς ἀληθείας ἐξ αὐτῶν παραβλαπτομένης· ἐκ γὰρ τοῦ μηδαμῶς ὄντος γεγονέναι τὸν κόσμον ὁ ἀληθὴς ὑποτίθεται λόγος. εἰ οὖν καὶ δόξει τινὶ λόγου ἔχεσθαι τὰ παρὰ τοῦ Πρόκλου λεγόμενα, οὐδὲν ἕτερον ἢ τὴν Πλάτωνος ἀπελέγχει ὑπόθεσιν. καὶ δηλονότι οὐκ, ἐπειδὴ ἄτοπος ἡ ὑπόθεσις, διὰ τοῦτο μηδὲ εἰρῆσθαι αὐτὴν τῷ Πλάτωνι συναχθήσεται· τί γὰρ κωλύει τῷ αὐτῷ τρόπῳ καὶ πᾶσαν τῶν παλαιῶν ὑπόθεσιν ἄτοπον ἐκ τοῦ μὴ τῇ ἀληθείᾳ συμβαίνειν τὸ μηδὲ εἰρῆσθαι τοῖς παλαιοῖς ἀναπλάττεσθαι; συμβήσεται δὲ οὕτω μηδένα πώποτε ψεύσασθαι, ἐλεγχομένου μὲν τοῦ ψεύδους, συλλογιζομένου δὲ τοῦ ἐλέγχοντος, ὡς, ἐπείπερ ἐστὶν ψεῦδος, οὐδ’ ὅλως αὐτὸ ἐδόξαζεν ὑποθέμενος. τὰ μὲν οὖν ἄλλα τῶν ἐφεξῆς παρίημι, ἐκεῖνο δὲ μόνον οὐκ ἄτοπον ἴσως ἐπισκέψασθαι. ηʹ. Εἰ γὰρ πρὸ τῆς τοῦ κόσμου γενέσεως, φησίν, ἐν ἀλλοτρίοις τόποις τὰ στοιχεῖα ὑπῆρχεν, εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν τόπων ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις; οὐ γὰρ ἑαυτοῖς ἦν αἴτια σώματα ὄντα τῆς μεταθέσεως· ὥστε δύο ἀρχαί, φησίν, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν.
Aet Mund.401 οὐκοῦν, ἐπειδὴ καὶ νῦν τινα ἐκ τῶν κατὰ φύσιν ἐπὶ τοὺς παρὰ φύσιν τόπους μεταβάλλει, ὡς ὅταν τὸ πῦρ κάτω γένηται ἢ τὸ ὕδωρ ἄνω, καὶ οὐκ ἔστιν ἑαυτοῖς τῆς μεταθέσεως αἴτια σώματα ὄντα, καὶ νῦν δύο ἀρχὰς ὑποτίθεσθαι ἀνάγκη, μίαν μὲν τὴν ἐπὶ τὸ παρὰ φύσιν μεθιστῶσαν τὰ σώματα, ἑτέραν δὲ τῆς τε κατὰ φύσιν θέσεως αὐτοῖς αἰτίαν καὶ τῆς ἐκ τοῦ παρὰ φύσιν ἐπὶ τὸ κατὰ φύσιν ἐπανόδου τοῖς τοῦ κατὰ φύσιν ἐκπεπτωκόσιν. οὐδὲν οὖν ἀναγκαῖον ὁ λόγος οὗτος ἔχειν μοι φαίνεται. ὡς γὰρ καὶ ἐν ἑτέροις (σὺν θεῷ δὲ εἰπεῖν) δείξομεν, τὰ δεκτικὰ τοῦ κατὰ φύσιν τε καὶ παρὰ φύσιν οὐχ ὑπὸ ἀντικειμένων δυνάμεων ἐπὶ τὰ ἀντικείμενα φέρεται, ἀλλ’ ἐπὶ τὸ κατὰ φύσιν μὲν ὑπὸ τῆς φυσικῆς τε καὶ σωστικῆς τῶν πραγμάτων δυνάμεως, ἐπὶ δὲ τὸ παρὰ φύσιν τῇ στερήσει ταύτης ἀπολισθάνει· ἡ δὲ στέρησις διὰ τὸ πεπερασμένον τῆς δυνάμεως συμβαίνει τοῖς πράγμασιν· ἐπεὶ καὶ ὁ ἡνίοχος καὶ ὁ κυβερνήτης καὶ τῆς σωτηρίας καὶ τῆς ἀπωλείας τῶν ὑποκειμένων ἐστὶν αἴτιος, ὁ μὲν τοῦ ἅρματος, ὁ δὲ τῆς νεώς, ἀλλὰ τῆς μὲν σωτηρίας καθ’ αὑτό, τῆς δὲ ἀπωλείας κατὰ συμβεβηκός· τῆς γὰρ δυνάμεως τῶν τεχνιτῶν ἐξασθενούσης διὰ τὸ πεπεράνθαι συμβαίνει λοιπὸν τοῦ σῴζοντος μὴ παρόντος εἰς τὸ ἀντικείμενον τὴν φθορὰν μεθίστασθαι τὰ ὑπὸ τῆς δυνάμεως σῳζόμενα πρότερον.
Aet Mund.402 τούτοις ἐφεξῆς κατασκευάσας ὁ Πρόκλος, ὅτι πρότερόν ἐστιν τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν, ἐπιφέρει ταῦτα ‘ὥστε, εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον‘. τὰ μαχόμενα συνέπλεξεν ὁ Πρόκλος· ἀνωτέρω γὰρ εἰπὼν ‘εἰ μὲν ὄντων αὐτοῖς τῶν κατὰ φύσιν ἄλλων, τίς ὁ μεταθεὶς αὐτὰ ἐν τοῖς ἀλλοτρίοις;‘ καὶ τούτῳ ὡς ἑπόμενον ἄτοπον ἐπαγαγὼν τὸ ἑτέραν εἶναι ἀρχὴν τὴν μεταθεῖσαν ἐν τοῖς ἀλλοτρίοις ἐνταῦθά φησιν ὅτι ‘εἰ καὶ ἦσαν τόποι κατὰ φύσιν, τούτων ἐν ἐκείνοις μὴ γενομένων ἄδηλον, εἰ καὶ κατὰ φύσιν πρεσβυτέρων ὄντων τὸν ἄπειρον χρόνον‘. εἰ οὖν τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ φύσιν ἦσαν τόποις καὶ οὐδέποτε ἐν τοῖς κατὰ φύσιν ἐγένοντο, οὐ μετετέθησαν δηλονότι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὥστε οὐδὲ αἰτίαν ἔσχον τῆς μεταθέσεως. πῶς οὖν φησιν ἑτέραν ἀρχὴν εἶναι δεῖν τῆς ἐκ τοῦ κατὰ φύσιν ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως τῶν μηδ’ ὅλως μετατεθέντων; εἰ δὲ πάλιν διὰ τὸ ἐν τῷ παρὰ φύσιν εἶναι ἀνάγκην εἶναι οἴεται ὁ φιλόσοφος αἰτίαν ἄλλην τινὰ εἶναι τῆς ἐπὶ τὸ παρὰ φύσιν αὐτῶν μεταθέσεως, δηλονότι ἐκ τοῦ κατὰ φύσιν τόπου ἐπὶ τὸν παρὰ φύσιν. εἰ δὲ μετετέθησαν ἐν τοῖς παρὰ φύσιν τόποις, ἦσαν δηλονότι πρότερον ἐν τοῖς κατὰ φύσιν πρὶν μετατεθῆναι. οὐκοῦν οὐ τὸν ἄπειρον χρόνον ἐν τοῖς παρὰ φύσιν ἦσαν.
Aet Mund.403 ὥστε οὐκ ἄδηλον, εἰ κατὰ φύσιν αὐτοῖς ἐκεῖνοι ἦσαν οἱ τόποι, ἐξ ὧν ἐπὶ τοὺς παρὰ φύσιν μετέβαλον· ἡ γὰρ εἰς τὸ παρὰ φύσιν μεταβολὴ ἐκ τοῦ κατὰ φύσιν πάντως γίνεται, ὡς ἀρτίως ἐδείξαμεν. οὐκοῦν τῶν δύο ἀτόπων τὸ ἕτερον μόνον, εἴπερ ἄρα, ἀνάγκη ἕπεσθαι καὶ οὐκ ἄμφω, ὡς συνήγαγεν ὁ φιλόσοφος· ἢ γὰρ ἐν τοῖς παρὰ φύσιν ὄντα τόποις τὰ στοιχεῖα τὸν ἄπειρον χρόνον ἄδηλον, εἰ καὶ εἶχεν κατὰ φύσιν ἑτέρους τόπους, καὶ οὐκέτι δύο ἀρχαί, ἤ, εἴπερ δύο ἀρχαί, ἡ μὲν τοῦ κατὰ φύσιν, ἡ δὲ τοῦ παρὰ φύσιν, οὐκ ἄδηλον, εἰ ἦσαν αὐτοῖς ἕτεροι κατὰ φύσιν τόποι. Τέλος λύσεως τοῦ δεκάτου λόγου. Πρόκλου διαδόχου λόγος ἑνδέκατος. “Ἑνδέκατος· τὴν ὕλην ἕνεκα τοῦ παντὸς εἶναί φησιν· ὑποδοχὴν γὰρ εἶναι γενέσεως. τὸ δέ, οὗ ἕνεκα τῇ ὕλῃ τὸ εἶναι, οὐκ ἄλλο τί ἐστιν ἢ γένεσις. εἰ μὲν οὖν ἐκ μηδενὸς ἡ ὕλη, κατὰ τύχην ἕνεκά του ἂν εἴη καὶ τὸ γενόμενον ὕλην ἔχει κατὰ τύχην. οὐδὲν δὲ τῶν κατὰ τύχην ἀναγκαῖόν ἐστιν· ὥστε οὐδὲ τὴν δημιουργίαν ἔχειν τὸ βέβαιον φήσομεν. εἰ δὲ ἔκ τινος αἰτίας ἕνεκά του καὶ ἡ ὕλη τῆς γενέσεως, ἀνάγκη μετ’ ἀλλήλων εἶναι ταῦτα, τὴν ὕλην καὶ τὴν γένεσιν. καὶ γὰρ τὸ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα μετ’ ἀλλήλων πρὸς ἄλληλα ὄντα.
Aet Mund.404 εἰ οὖν ἀίδιον ἡ ὕλη καὶ καθὸ ὕλη ἕνεκά του, καὶ ἡ γένεσις ἀίδιος· καὶ γὰρ καὶ ταύτην οὗ ἕνεκα, καθότι γένεσίς ἐστιν, ἀνάγκη εἶναι. σύνεστιν ἄρα ἀλλήλοις τὸν ἀεὶ χρόνον ἥ τε ὕλη καὶ ἡ γένεσις, ὡς τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του· τινὸς γάρ ἐστιν ἡ ὕλη τοῦ ἐπ’ αὐτῆς εἴδους· καὶ γὰρ ἡ τὶς ὕλη τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται τὴν μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλ’ ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδος. εἰ οὖν καὶ ἡ ἁπλῶς ὕλη πάντως ἐστὶν ὕλη πάσης γενέσεως καὶ ἔστιν δυνάμει πάντα καὶ οὐδὲν αὐτῇ δεῖ πρὸς τὸ ὕλῃ εἶναι καθάπερ τῇ τινί (τὸ γὰρ ἁπλῶς πανταχοῦ τοιοῦτο καὶ πρώτως οὐδενὸς εἰς τὸ εἶναι ὅ ἐστιν δεόμενον), ἅμα ἐστὶν καὶ τὰ εἴδη πάντα ἐν αὐτῇ· μηδενὸς γὰρ δεομένη πρὸς τὸ εἶναι ὕλη οὐδενὸς δεῖται πρὸς τὸ εἴδη ἔχειν· ὥστ’, ἀφ’ οὗ ἔστιν, ἔχει τὰ εἴδη, ὧν ὕλη ἐστίν. ἀγένητος δέ ἐστιν καὶ ἄφθαρτος, ἵνα μὴ ὕλης ἄλλης δέηται ὕλη οὖσα ἁπλῶς. ἔστιν ἄρα καὶ τὰ εἴδη ἐν αὐτῇ ἐξ ἀιδίου καὶ ὁ κόσμος· ὕλη γὰρ ἦν κόσμου καὶ οὐκ ἀκοσμίας καὶ ἦν ἕνεκα κόσμου καὶ οὐκ ἀκοσμίας· καὶ γὰρ ἡ τὶς ὕλη οὐ τῆς στερήσεώς ἐστιν ἀλλὰ τοῦ εἴδους ἕνεκα· ὥστ’, ἀφ’ οὗ ὕλη κόσμου, καὶ κόσμος ἔστιν.” Κεφάλαια τῆς λύσεως τοῦ ιαʹ λόγου.
Aet Mund.405.(1n) αʹ. Πῶς μὲν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος, πῶς δὲ οἱ ἀπὸ τῆς Στοᾶς περὶ τῆς ὕλης ἐδόξαζον. ἐν ᾧ, ὅτι οὐδέποτε γυμνὴ τῶν εἰδῶν ἐστιν ἡ ὕλη. βʹ. Τίσι λόγοις κατασκευάζουσιν, ὅτι τέ ἐστιν μία καὶ ἡ αὐτὴ πᾶσιν τοῖς φυσικοῖς ὑποκειμένη ὕλη καὶ ὅτι ἀνείδεός ἐστιν αὕτη καὶ ἀμετάβλητος. γʹ. Ὅτι, δι’ ὧν δείκνυται λόγων, ὅτι ἔστιν τις μία κοινὴ πάντων ὕλη, δι’ αὐτῶν τούτων ἀποδείκνυται, ὅτι οὐκ ἔστιν ἡ θρυλουμένη ἀσώματος καὶ ἀνείδεος ὕλη, ἀλλὰ τὸ ἄποιον σῶμα τοῦτό ἐστιν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ πρώτη ὕλη. δʹ. Εἰς τοὐναντίον συνηγορία, ὅτι τὸ ἄποιον σῶμα οὐκ ἔστιν ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν, διὰ τὸ ἐκ μικροῦ μέγα γίνεσθαι καὶ ἐκ μεγάλου μικρόν, καὶ ἔλεγχος ταύτης, ὅτι οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει ἀλλὰ κατὰ ποσότητα. ἐν ᾧ, ὅτι οὐ ταὐτόν ἐστιν μέγα τι εἶναι λέγειν ἢ μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι ἢ ὅλως σῶμα. εʹ. Ὅτι ἀδύνατον στοιχεῖα εἶναι τῶν σωμάτων τὰ συμβεβηκότα, ὥστε ἐξ αὐτῶν καὶ τῆς ὕλης εἶναι τὰ σύνθετα σώματα. ϛʹ. Ὅτι οὔτε πᾶσα ποιότης οὔτε ποσότης συμβεβηκός ἐστιν, ἀλλ’ ἔστιν οὐσιῶδες ποσὸν καὶ ποιόν. καὶ ὅτι τὸ ἐν τοῖς σώμασιν αὐθυπόστατον καὶ ἡ ἁπλῶς οὐσία τὸ ἀόριστόν ἐστιν τριχῇ διαστατὸν ἔσχατον ὂν πάντων ὑποκείμενον. ζʹ.
Aet Mund.406 Ὅτι οὐδὲν κωλύει ὑποκείμενον εἶναι ἤτοι ὕλην τὸ τριχῇ διαστατόν, κἂν μὴ ἀνείδεον ὑπάρχῃ. καὶ ὅτι οὐδὲν τῶν ὄντων πάντῃ εἶναι ἀνείδεον ἐνδέχεται οὐδὲ αὐτὴν ἣν ὑποτίθενται ὕλην ἀσώματον, εἴπερ ὅλως τῶν ὄντων ἦν. καὶ ὅτι ἁπλούστατόν ἐστιν τὸ τριχῇ διαστατόν. ηʹ. Ἐπιχειρήματα πλείονα, ὅτι τῶν ἀδυνάτων ἐστὶν εἶναι τὴν μυθευομένην ἀσώματόν τε καὶ ἀνείδεον ὕλην. καὶ ὅτι, δι’ ὧν ἀνασκευάζεται λόγων ἡ ἀσώματος ὕλη, διὰ τῶν αὐτῶν δείκνυται πρῶτον εἶναι ὑποκείμενον καὶ ὕλη τὸ τριχῇ διαστατόν. ἐν ᾧ, πῶς τε ἀόριστον εἶναι λέγεται καθ’ αὑτὸ τὸ τριχῇ διαστατὸν καὶ κατὰ τί μέν ἐστιν ἀμετάβλητον, κατὰ τί δὲ οὐκ ἀμετάβλητον. θʹ. Ἔκθεσις τῆς ἐφόδου τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος. καὶ τίσι μὲν τῶν ἐν τῷ προβλήματι συγχωρουμένων οὐδὲν τὴν ἀλήθειαν παραβλάπτουσιν, τίνα δὲ ἐλέγξαι προὐθέμεθα. ιʹ. Ἐπιχειρήματα πλείονα, ὅτι ἀδύνατον τὴν ὕλην, εἴπερ γίνοιτο, ἐξ ὕλης γίνεσθαι, εἴτε τὴν τινὰ ὕλην τις εἴτε τὴν ἁπλῶς βούλοιτο. αιʹ. Ὅτι, κἂν πάντα τὰ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, δι’ αὐτὸ δὴ τοῦτο μάλιστα πᾶσά ἐστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, μὴ δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται. βιʹ. Ὅτι οὐκ, ἐπειδὴ ἐν τῇ τῶν μερικῶν γενέσει καὶ φθορᾷ ἀμετάβλητον μένει τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἤδη διὰ τοῦτο ἀνάγκη καὶ ἁπλῶς ἀγένητον αὐτὴν εἶναι καὶ ἄφθαρτον.
Aet Mund.407 γιʹ. Ὅτι οὔτε ἀίδιον εἶναι τὴν ὕλην καὶ ἄναρχον οὐδαμοῦ λέγει ὁ Πλάτων οὔτε, εἰ τοῦτο ἔλεγεν, εὔλογον ἦν διὰ τοῦτο καὶ τὴν περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον αὐτῷ περιτιθέναι ὑπόληψιν. διʹ. Ὅτι καὶ ἐν ἄλλοις ἐναργῶς τὰ μαχόμενα ὑπέθετο Πλάτων, ὧν ἐστιν τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἶναι λέγειν καὶ τὰ σύνθετα σώματα ἐκ τῶν δʹ συγκεῖσθαι στοιχείων· ταῦτα γὰρ συναληθεύειν ἀδύνατον. ειʹ. Ὅτι οὐ τὸν κόσμον ἀίδιον εἶναι κατὰ Πλάτωνα διὰ τὴν ὕλην ἀνάγκη, ἀλλὰ τοὐναντίον καὶ τὴν ὕλην διὰ τὸν κόσμον ἀρχὴν ἔχειν τοῦ εἶναι. Λύσις τοῦ ἑνδεκάτου λόγου. αʹ. Ἐπειδὴ τὸν περὶ τῆς ὕλης ἐνταῦθα κεκίνηκεν ἡμῖν ὁ φιλόσοφος λόγον καὶ ἐκ ταύτης ἀίδιον εἶναι τὸν κόσμον κατασκευάζειν ἐπιχειρῶν, εὔλογον ἡγοῦμαι πρὸ τῆς τοῦ προκειμένου ἐπιχειρήματος ἐξετάσεως μικρόν τι παρεκβάντας διασκοπῆσαι, τίς ποτέ ἐστιν ἡ κοινῶς ἅπασι τοῖς φυσικοῖς ὑποκειμένη ὕλη, ὅπερ καὶ ἔμπροσθεν ποιήσειν ἐν τῷ προκειμένῳ κεφαλαίῳ γινόμενος ἐπηγγειλάμην. Πλάτων μὲν οὖν καὶ τῶν παλαιῶν οἱ διαφανέστατοι μάλιστα ἀσώματον εἶναι τὴν ὕλην καὶ ἀνείδεον ἀπεφήναντο· πολλοὶ δὲ αὐτὴν καὶ ἀίδιον εἶναι ὑπέθεντο γενέσεως ἁπάσης καὶ φθορᾶς καὶ ὅλως μεταβολῆς ἐστερημένην.
Aet Mund.408 ταύτῃ δὴ τῇ ἀνειδέῳ τε καὶ ἀσωμάτῳ ὕλῃ τὸ ποσόν φασιν πρῶτον συνδυαζόμενον τὸ τριχῇ διαστατὸν ἀπεργάζεσθαι, ὅπερ ἐστὶν τὸ ἄποιόν τε καὶ ἁπλῶς λεγόμενον σῶμα. τούτου δὴ τοῦ ἁπλῶς σώματος διαφορὰν εἶναι πρώτην τὸ μέγα καὶ τὸ μικρὸν ὑποτίθενται· αὐτὸ μὲν γὰρ τὸ σῶμα καθ’ αὑτὸ μόναις ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον ὄγκον εἶναί τινα ἀόριστον, ὁρίζεσθαι δὲ τῇ τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾷ· ὥσπερ γὰρ ἡ τοῦ ζῴου φύσις τῷ ἐμψύχῳ τε καὶ αἰσθητικῷ ὁριζομένη [ἡ] αὐτὴ μὲν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον τῆς τοῦ λογικοῦ τε καὶ ἀλόγου διαφορᾶς ἐστιν ἑτέρα, ἐν ὑπάρξει μέντοι ἀδύνατόν ἐστιν ἄνευ τινὸς τῶν ἰδίων διαφορῶν θεωρηθῆναι τὸ ζῷον (οὐ γάρ εἰσιν αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει τὰ καθόλου γένη—λέγω δὴ τὰ φυσικά τε καὶ ἐν τοῖς πολλοῖς τὸ εἶναι ἔχοντα—, ἀλλὰ σύν τινι πάντως εἴδει θεωρεῖται· οὐ γὰρ ἔστιν ζῷον αὐτὸ καθ’ αὑτό, ὃ μὴ πάντως ἢ λογικόν ἐστιν ἢ ἄλογον. ἀλλ’ οὐδὲ ἄλογον ζῷον αὐτὸ καθ’ αὑτὸ ἐν ὑποστάσει εἶναι δύναται, ὃ μὴ πάντως ἢ ἵππος ἐστὶν ἢ κύων ἤ τι τῶν λοιπῶν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· καὶ γὰρ τῶν πρός τι ταῦτα· εἴτε γὰρ ἀναιρεθῇ τὸ γένος, συναναιρεῖται πάντως καὶ τὰ εἴδη, τῶν τε εἰδῶν τῶν ἀναιρουμένων καὶ τὸ γένος ἀνάγκη συναναιρεῖσθαι), ὥσπερ οὖν τὸ ζῷον ἄνευ τινὸς τῶν οἰκείων διαφορῶν ἐν ὑπάρξει εἶναι ἀδύνατον, οὕτω δὴ καὶ ἡ ἁπλῶς τοῦ σώματος φύσις ὁρίζεται μέν, ὡς εἶπον, ταῖς τρισὶ διαστάσεσιν αὐτὴ καθ’ αὑτὴν ἑτέρα οὖσα τῆς τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾶς, ἐν ὑποστάσει μέντοι αὐτὴν εἶναι ἄνευ τινὸς τῶν διαφορῶν τούτων ἀδύνατον.
Aet Mund.409 τούτῳ δὴ λοιπὸν τῷ ἀποίῳ σώματι ἡ ποιότης ἐπιγινομένη τὴν τῶν στοιχείων ἀπεργάζεται φύσιν· θερμῆς μὲν γὰρ αὐτῷ καὶ ξηρᾶς ἐπιγινομένης ποιότητος τὸ πῦρ γίνεται, θερμῆς δὲ καὶ ὑγρᾶς ὁ ἀήρ, ὑγρᾶς δὲ καὶ ψυχρᾶς τὸ ὕδωρ, ψυχρᾶς δὲ καὶ ξηρᾶς ἡ γῆ, τῆς τοιαύτης τάξεως ἐν ὑποθέσει δηλονότι νοουμένης εἰς θεωρίαν τῆς τῶν πραγμάτων ὡς ἔχουσιν φύσεως· οὐδέποτε γὰρ γυμνὸν εἶναι τὸ ὑποκείμενον τῶν εἰδῶν ἢ τῶν ποιοτήτων ὑπονοεῖν εὔλογον· ἅμα γὰρ ὑπὸ θεοῦ εἰδοπεποιημένη ὕλη παράγεται, ἥτις ποτ’ ἂν εἴη· εἰ γὰρ τῶν πρός τι ἥ τε ὕλη καὶ τὸ εἶδος (εἴπερ ἡ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν), τὰ δὲ πρός τι συνεισάγει ἄλληλα καὶ συναναιρεῖ, οὔτε ἄρα τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται οὔτε τὰ εἴδη χωρὶς ὕλης. ἐκ δὴ τῶν τεσσάρων στοιχείων συνιόντων λοιπὸν καὶ συντιθεμένων ἀλλήλοις τὰ σύνθετα γίνεται σώματα. πρώτην οὖν ὕλην καὶ ἁπλῶς εἶναι ὕλην φασὶν τὴν ἀσώματον ἐκείνην καὶ ἀνείδεον, δευτέρως δὲ τὸ τριχῇ διαστατόν τε καὶ ἄποιον σῶμα, ὃ καὶ δεύτερόν φασιν μετὰ τὴν ὕλην ὑποκείμενον, τρίτως δὲ καὶ προσεχέστερον τὰ τέσσαρα στοιχεῖα· οὐ γὰρ ἁπλῶς ὕλη ταῦτα, ἀλλὰ πρός τι· πρὸς γὰρ τὰ ἐξ αὐτῶν γενόμενα, ἐπεὶ καὶ τὰ ἐκ τούτων σύνθετα ὕλη πρὸς ἕτερα γίνεται, οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον ὕλη τοῦ ζῴου. οὕτω μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλάτωνος· τῶν δὲ ἀπὸ τῆς Στοᾶς οἱ πλεῖστοι πρὸς τῇ ὕλῃ τὸ τριχῇ διαστατὸν εἶναι ὑπέθεντο.
Aet Mund.410 τὰ μὲν οὖν περὶ τῆς ὕλης παρὰ τῶν εὐδοκίμων μάλιστα λεγόμενα ὡς συντόμως εἰπεῖν ταῦτά ἐστιν. βʹ. Ὅτι δέ ἐστιν αὐτὸ τοῦτο ἕν τι καὶ κοινὸν πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενόν τε καὶ ὕλη ἀμετάβλητον αὐτὸ ὂν καὶ ἀσώματον, τοιοῖσδε λόγοις κατασκευάζουσιν. πάντα τὰ φυσικὰ σώματα τά τε στοιχεῖα καὶ τὰ ἐκ τούτων συγκείμενα εἰς ἄλληλα ὁρῶμεν μεταβάλλοντα. ἀδύνατον δὲ ἦν πάντα μεταβάλλειν εἰς ἄλληλα μηδενὸς ἐν τοῖς μεταβάλλουσιν ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμεταβλήτου ὑπομένοντος καὶ τῶν εἰδῶν, καθ’ ἃ ἡ μεταβολὴ γίνεται, παρὰ μέρος ἕκαστον δεχομένου. ὃ δὲ λέγω, δι’ ὑποδείγματος ποιήσω φανερόν. ἔστω τις χαλκοῦς ἀνδριὰς καὶ ἵππος εἰ βούλει καὶ κύων καὶ βοῦς καὶ ἁπλῶς εἰπεῖν ὅσα ἐκ χαλκοῦ γίνεσθαί ἐστιν δυνατόν. δῆλον δήπου παντί, ὡς τῶν εἰρημένων ἕκαστον εἰς ἅπαντα τὰ λοιπὰ μεταβάλλειν δύναται· ὁ γὰρ ἀνδριὰς ὁ χαλκοῦς μεταβάλλοι ἂν ὑπὸ τοῦ τεχνίτου μεταπλαττόμενος εἰς χαλκοῦν ἵππον καὶ κύνα καὶ τὰ λοιπά, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον εἰς τὰ λοιπὰ πάντα μετασκευασθῆναι δύναται· οὐκ ἂν δέ ποτε μεταβάλλοι ὁ χαλκοῦς ἀνδριὰς εἰς ξύλινον ἵππον ἢ εἰς ἄλλο τι τῶν μὴ ὁμοΰλων, οἷον εἰς οἰκίαν ἢ ναῦν ἢ ἱμάτιον· τίνος ἕνεκα; ὅτι τοῖς μὲν προειρημένοις μία τις ἡ τοῦ χαλκοῦ ὕλη ὑπόκειται, τῷ δὲ χαλκῷ ἀνδριάντι καὶ τῇ οἰκίᾳ καὶ τῇ νηὶ οὐκέτι ἡ αὐτὴ ὑποβέβληται ὕλη· μεταβάλοι γὰρ ἂν ἡ ναῦς εἰς κλίνην καὶ θύραν καὶ ὅσα ἐκ ξύλων συνέστηκεν καὶ ἡ οἰκία εἰς θέατρον εἰ τύχοι καὶ ὅσα ἐκ λίθων γίνεται διὰ τὸ μένειν τὸ ὑποκείμενον καὶ τὴν ὕλην ἀμετάβλητον κοινὴν οὖσαν τῶν εἰρημένων πάντων, κλίνης μὲν εἰ τύχοι καὶ πλοίου τὰ ξύλα, θεάτρου δὲ καὶ οἴκου τοὺς λίθους· οὐκέτι μέντοι εἰς ἱμάτιον μεταβάλλειν τὴν οἰκίαν ἐνδέχεται· ἡ γὰρ ὕλη τῆς τε οἰκίας καὶ τοῦ ἱματίου διάφορος.
Aet Mund.411 οὐδὲν ἄρα μεταβάλλειν εἰς ἕτερόν τι δυνήσεται μὴ μιᾶς καὶ τῆς αὐτῆς ἀμφοῖν ὑποκειμένης ὕλης. ὥσπερ οὖν ἐνταῦθα ἐπὶ τῶν τεχνητῶν, ὅσα μὲν ὁμόϋλά ἐστιν, οἷον τὰ ἐκ χαλκοῦ δημιουργήματα, διὰ τὸ μίαν καὶ τὴν αὐτὴν τοῦ χαλκοῦ ὕλην αὐτοῖς ὑποκεῖσθαι ἅπαντα μεταβάλλειν εἰς ἄλληλα δύναται αὐτοῦ τοῦ χαλκοῦ ἐν τῇ μεταβολῇ τῇ ἐκείνων ἀμεταβλήτου μένοντος κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον, τὰ δὲ μὴ ὁμόϋλα εἰς ἄλληλα μεταβάλλειν οὐ δύναται, οὕτω δήπουθεν, εἰ μὴ μία τις ἅπασιν τοῖς φυσικοῖς σώμασιν ὕλη ὑπέκειτο ἀμετάβλητος αὐτὴ ὑπομένουσα, οὐκ ἂν ἅπαντα τὰ φυσικὰ σώματα μεταβάλλει εἰς ἄλληλα. μίαν ἄρα καὶ κοινὴν εἶναι πάντων τῶν φυσικῶν σωμάτων τὴν ὕλην ἀνάγκη. καὶ ὥσπερ ὁ χαλκὸς αὐτὸς καθ’ αὑτὸν ἀσχημάτιστός ἐστιν μηδὲν σχῆμα τῶν, ὅσα δέχεται, συμπληρωτικὸν τῆς ἰδίας ἔχων φύσεως, οὕτω δὴ καὶ τὴν κοινῶς πᾶσι τοῖς φυσικοῖς σώμασιν ὑποκειμένην ὕλην ἑτέραν εἶναι πάντων τῶν φυσικῶν εἰδῶν, ὧν δεκτική ἐστιν, ἀνάγκη· ὃ δὲ παντὸς εἴδους ἐστὶν ἕτερον, τοῦτο ἀνείδεον εἶναι ἀνάγκη· ὥστε καὶ ἀνείδεον εἶναι τὴν κοινὴν πάντων ὕλην ἐκ τῶν εἰρημένων δέδεικται.
Aet Mund.412 δεῖ δὲ καὶ ἀμετάβλητον αὐτὴν εἶναι, ὡς εἴρηται, ἵνα ἔχῃ τὰ μεταβάλλοντα περὶ τὶ τὸ αὐτὸ μένον τὴν εἰς ἄλληλα μεταβολὴν ποιεῖσθαι· εἰ γὰρ μηδὲν ὑπέμενεν ἐν τῇ εἰς ἄλληλα τῶν σωμάτων μεταβολῇ ἀμετάβλητον, παντὸς τοῦ μεταβάλλοντος καθ’ ὅλον αὐτὸ εἰς τὸ μὴ ὂν φθειρομένου οὐδὲν ἂν τῶν ὄντων εἰς ἕτερόν τι μετέβαλεν. οἱ μὲν οὖν λόγοι, δι’ ὧν κατασκευάζουσιν μίαν τινὰ καὶ κοινὴν τοῖς φυσικοῖς σώμασιν ὕλην ὑποκεῖσθαι καὶ ταύτην ἀνείδεόν τε εἶναι καὶ ἀμετάβλητον, οὗτοί εἰσιν. γʹ. Τάχα δ’ ἄν τις ἐξ αὐτῶν τούτων τῶν λόγων ὀρόμενος τὸ μὴ εἶναι τὴν πρώτην ὕλην ἀσώματόν τε καὶ ἀνείδεον ἀποδείξειεν. ἐν γὰρ τῇ τῶν σωμάτων εἰς ἄλληλα μεταβολῇ τὸ τριχῇ διαστατὸν ἀμετάβλητον ὑπομένον ὁρᾶται· τὸ γὰρ ὕδωρ εἰς ἀέρα μεταβάλλον οὐχ, ᾗ σῶμά ἐστιν, μεταβάλλει· μένει γὰρ τὸ τριχῇ διαστατὸν τὸ τῷ ὕδατι ὑποκείμενον, ᾗ τοιοῦτόν ἐστιν, ἀμετάβλητον καὶ μεταβάλλοντος εἰς ἀέρα τοῦ ὕδατος· οὔτε γὰρ ἐκ μὴ τριχῇ διαστατοῦ τὸ τριχῇ διαστατὸν ὁρῶμεν γινόμενον οὔτε ἐκ τριχῇ διαστατοῦ μὴ τριχῇ διαστατόν· οὔτε γὰρ σῶμά ποτε μεταβάλλον ἀσώματον γέγονεν οὔτ’ αὖ πάλιν ἀσώματόν τι πρότερον ὂν γέγονεν σῶμα· ὥστε τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητόν ἐστιν. εἰ μὲν οὖν δεικνύειν ἔχει τις, ὡς ἐκ τοῦ τριχῇ διαστατοῦ (τουτέστιν ἐκ τοῦ ἁπλῶς σώματος) εἰς τὸ μὴ τριχῇ διαστατὸν (τουτέστιν εἰς τὸ ἁπλῶς μὴ σῶμα) μεταβολή ποτε γίνεται, συγχωρήσωμεν εἶναί τι καὶ τῷ τριχῇ διαστατῷ ὑποκείμενον, περὶ ὃ ὑποκείμενον ἀμετάβλητον ἡ τοῦ τριχῇ διαστατοῦ (τουτέστιν τοῦ ἀποίου σώματος) εἰς τὸ μὴ τοιοῦτο μεταβολὴ γίνεται.
Aet Mund.413 καὶ τοῦτο δηλονότι ἀσώματόν ἐστιν· τὸ γὰρ ὑποκείμενόν τινι ἕτερόν ἐστιν τούτου, ᾧ ὑπόκειται, ὡς ὁ χαλκὸς τοῦ ποιοῦ σχήματός ἐστιν ἕτερος. οὐκοῦν καὶ τὸ τῷ τριχῇ διαστατῷ, τουτέστιν τῷ σώματι, ᾗ σῶμά ἐστιν, ὑποκείμενον οὐκ ἔσται σῶμα ἀλλ’ ἀσώματον. εἰ δὲ μήτε ἐκ σώματός ποτε εἰς τὸ μὴ εἶναί τι σῶμα μεταβέβληκεν μήτε ἐκ μὴ σώματος σῶμα γέγονεν (οὐδὲν γὰρ πώποτε μὴ ὂν τριχῇ διαστατὸν γέγονε τριχῇ διαστατὸν οὔτ’ αὖ πάλιν τριχῇ διαστατὸν ὂν εἰς τὸ μὴ εἶναι τριχῇ διαστατὸν μεταβέβληκεν, ἀλλὰ τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ὑπομένει ἐν τῇ τῶν στοιχείων εἰς ἄλληλα μεταβολῇ), τίς ἔτι λόγος ὑπολείπεται δεικνύς, ὡς τῷ τριχῇ διαστατῷ ἀσώματός τις ὕλη ὑπόκειται; ἐκ γὰρ τῆς τῶν πεποιωμένων σωμάτων μεταβολῆς τὸ δεῖν αὐτοῖς ὑποκεῖσθαί τι ἀμετάβλητον ἕτερον ὂν παρ’ αὐτὰ ἀπεδείκνυτο. τοῦ οὖν τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, ᾗ σῶμά ἐστιν, μὴ μεταβάλλοντος, ἀλλ’ ἢ καθὸ πεποίωται ἢ κατὰ μέγεθος ἢ σμικρότητα πάσης σωμάτων μεταβολῆς γινομένης, τίς ἔτι λείπεται ἀνάγκη, δι’ ἧς ἄν τις συλλογίσαιτο τὸ καὶ τῷ τριχῇ διαστατῷ ἕτερόν τι ὑποκεῖσθαι ἀσώματον καὶ μὴ αὐτὸ εἶναι τὸ πρῶτον πάντων ὑποκείμενον καὶ τὴν ἁπλῶς ὕλην, ὡς καὶ τοῖς Στωικοῖς καλῶς ἔδοξεν; ἁπλῶς δὲ λέγω ὕλην καὶ ἁπλῶς σῶμα οὐ τὸ καθόλου καὶ οἱονεὶ γεγονὸς καὶ ἐν τῇ ἡμετέρᾳ μόνῃ ἐπινοίᾳ καὶ τῷ λόγῳ θεωρούμενον ἀλλὰ τὸ ἐν ὑπάρξει καὶ μέρος ἤδη τοῦ συνθέτου ἤγουν στοιχεῖον γενόμενον, τῷ μέντοι οἰκείῳ λόγῳ πάσης ἐστερημένον ποιότητος, ὧν παρὰ μέρος ἐστὶν δεκτικόν.
Aet Mund.414 τοῦτο οὖν λέγω ἁπλῶς σῶμα τὸ ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον, διότι οὔτε θερμόν ἐστιν αὐτὸ καθ’ αὑτὸ οὔτε ψυχρὸν οὔτε βαρὺ οὔτε κοῦφον οὔτε τινὰ τῶν τοιούτων προσδιορισμῶν κατὰ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως ἐπιδέχεται λόγον, ὡς λέγεσθαι βαρὺ σῶμα ἢ θερμὸν σῶμα. οὕτως οὖν μοι πανταχοῦ τὸ ἁπλῶς σῶμα νοείσθω. εἰ τοίνυν τὸ τοιοῦτο σῶμα τῶν στοιχείων φθειρομένων ἀμετάβλητον ὑπομένον ὁρῶμεν, ἔοικεν τοῦτ’ εἶναι τὸ πρῶτον ἑκάστου τῶν φυσικῶν ὑποκείμενον καὶ ἡ πρώτη ὕλη· οὐ γάρ, ἐπειδὴ τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, ἤδη διὰ τοῦτο καὶ τὸ ἄποιον σῶμα τὸ τοῖς πεποιωμένοις, καθὸ πεποιωμένα ἐστίν, ὑποκείμενον σύνθετον εἶναι ἐξ ὑποκειμένου καὶ εἴδους ἀνάγκη· οὐδὲ γὰρ τῶν πεποιωμένων σωμάτων ἕκαστον, ᾗ σῶμά ἐστιν, ἐξ ὑποκειμένου ἐστὶν καὶ εἴδους, ἀλλ’ ᾗ τοιόνδε σῶμά ἐστιν καὶ πεποίωται, θερμὸν εἰ τύχοι ἢ ψυχρόν, βαρὺ ἢ κοῦφον· τούτοις γὰρ ἅπασιν τὸ ἄποιον ὑπόκειται σῶμα.
Aet Mund.415 ἔστιν οὖν τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου μὲν τοῦ τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, εἴδους δὲ τοῦ πυρίου τυχὸν ἢ ἀερίου ἤ τινος ἄλλου. ὡς οὖν τὸ εἶδος οὐκ ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, οὕτως οὐδὲ τὸ ἁπλῶς σῶμα τὸ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν ὑποκείμενον ἐξ ὑποκειμένου καὶ εἴδους σύνθετον ἔσται, ἀλλ’ ἔστιν αὐτὸ ὑποκείμενον πᾶσιν καὶ ἁπλοῦν. δʹ. Σαφὲς μὲν οὖν ἐξ αὐτῆς οἶμαι τῆς τῶν πραγμάτων ἐναργείας εἶναι, ὡς οὐδεμίαν ἐν τῇ τῶν πραγμάτων εἰς ἄλληλα μεταβολῇ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, τροπὴν ἢ ἀλλοίωσιν ὑπομένει, τουτέστιν τὸ εἶναι σῶμα ἕσταται· τοῦτο γάρ ἐστιν τὸ ᾗ σῶμά ἐστιν μεταβάλλειν. ἐπειδὴ δέ τινες πειρῶνται κατασκευάζειν, ὡς ὅτι καὶ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μεταβάλλει (τουτέστιν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν), ἵν’ οὕτως, ὡς οἴονται, δείξωσιν, ὅτι καὶ τῷ σώματι ἀσώματός τις ὕλη ὑπόκειται, ἀναγκαῖον οἶμαι καὶ τούτων τοὺς λόγους ἐκθέμενον ἐπισκέψασθαι. φασὶ γάρ, ὡς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος μήτε προσθέσεως γενομένης μήτ’ ἀφαιρέσεως ἐξ ἐλαττόνων τὰ σώματα μείζονα γίνεται καὶ ἐκ μειζόνων πάλιν εἰς ἐλάττονα ὄγκον συστέλλεται.
Aet Mund.416 οἱ γοῦν γλεύκους μεμεστωμένοι πίθοι τε καὶ ἀσκοὶ ῥήγνυνται, εἰ πλήρεις ὄντες [εἰ] μὴ διαπνέωνται· τοῦ γὰρ γλεύκους εἰς πνεῦμα μεταβάλλοντος καὶ τοῦ πνεύματος μείζονα ὄγκον ἔχοντος τῆς εἰς αὐτὸ μεταβληθείσης τοῦ γλεύκους οὐσίας καὶ τοῦ τόπου, ἐν ᾧ ἦν τὸ γλεῦκος, πρὶν μεταβάλλῃ, μὴ οἵου τε ὄντος μείζονα χωρῆσαι σώματος ὄγκον μήτε δὲ διέξοδον ἐπὶ τὸν ἀέρα τοῦ πνεύματος ἔχοντος ἀμέτρως ὑπὸ τοῦ μεγέθους τοῦ πνεύματος διατεινόμενοι οἵ τε ἀσκοὶ καὶ οἱ πίθοι ῥήγνυνται, ὅπερ συμβαίνει καὶ ἐν τοῖς ὑπεράγαν ναττομένοις σάκκοις ἢ τοιούτοις τισὶν γίνεσθαι· οὐ γὰρ τὸ πνεῦμα ἁπλῶς τῆς ῥήξεώς ἐστιν αἴτιον (οὐδὲ γὰρ οἱ φυσώμενοι τῶν ἀσκῶν πλήρεις ὄντες πνεύματος ῥήγνυνται) ἀλλ’ ἡ εἰς μείζονα ὄγκον τοῦ γλεύκους μεταβολή. ἔτι δὲ ἐναργεστέραν ἄν τις κατίδοι τὴν ἐκ τοῦ ἐλάττονος σώματος εἰς τὸ μεῖζον μεταβολὴν καὶ αὐτῇ τῇ αἰσθήσει ὑποπίπτουσαν ἐπί τε τῶν ἐξατμιζομένων ὑδάτων (ὀλίγου γὰρ δαπανωμένου ὕδατος πολλή τις ἀτμὶς γινομένη φαίνεται), ἔτι δὲ καὶ ἐπὶ τῶν καιομένων ξύλων (ἐλαχίστης γὰρ τῇ καύσει τῶν ξύλων μεταβαλλούσης οὐσίας πολύς τις καὶ ἐπιπολὺ διήκων ὁ καπνὸς ἀναφαίνεται)· καὶ ἐσθιόντων δὲ ἡμῶν παραυτὰ μὲν πολλάκις οὐδεὶς περὶ τὴν γαστέρα γίνεται ὄγκος, ἐπειδὰν δὲ ἐκπνευματωθῇ τὰ σιτία, ἅτε δὴ εἰς μείζονα μεταβάλλοντα ὄγκον καὶ μείζονος τόπου δεόμενα διάτασιν περὶ τὴν γαστέρα ἐργάζεται.
Aet Mund.417 πάλιν δ’ αὖ καὶ ἐκ μείζονος ὄγκου εἰς ἐλάττονα μεταβάλλει τὰ σώματα, ὅταν τὰ κουφότερα εἰς τὰ βαρύτερα μεταβάλλῃ· πολὺς γὰρ ἀὴρ πυκνούμενος εἰς ἐλάχιστον ὕδατος μεταπίπτει ὄγκον· ὡς γὰρ τὸ βραχὺ ὕδωρ εἰς πολὺν ἀέρα μεταβάλλον ὁρᾶται, οὕτως ἀνάγκη καὶ πολύν τινα ἀέρος ὄγκον εἰς ἑαυτὸν συμπιλούμενόν τε καὶ συνιζάνοντα εἰς ἔλαττον μέγεθος ὕδατος μεταβάλλειν. εἰ δὲ μήτε προσθέσεως γινομένης ἐκ μικροῦ τι γίγνεται μέγα μήτε δ’ αὖ ἀφαιρέσεως ἐκ μεγάλου μικρόν, ἔοικεν ἄρα καὶ τὸ τριχῇ διαστατὸν γίγνεσθαί τε καὶ φθείρεσθαι· εἰ δὲ τοῦτο, καὶ ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη διὰ τὸ τὰ μεταβάλλοντα πάντα ἐν κοινῷ τινι ὑποκειμένῳ μεταβάλλειν, ὡς δέδεικται. ταῦτα μὲν οὖν εἴποι ἄν τις εἰς συνηγορίαν τοῦ καὶ τῷ τριχῇ διαστατῷ τὴν ἀσώματον ὑποκεῖσθαι ὕλην καὶ μὴ εἶναι αὐτὸ τὴν πρώτην τῶν σωμάτων ὕλην. ἀλλ’ ἡμεῖς ἤδη δυνάμει καὶ τὴν ἀπορίαν ταύτην ἐπελυσάμεθα· εἴπομεν γάρ, ὡς τὸ μικρὸν καὶ τὸ μέγα πρώτη διαφορά ἐστιν σώματος. ὥσπερ οὖν οὔτε ἡ ἐκ βαρέος εἰς τὸ κοῦφον μεταβολὴ οὔτε ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν τοῦ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται, οὕτως οὐδὲ ἡ ἐκ μικροῦ εἰς μέγα οὐδὲ ἡ ἐκ μεγάλου εἰς μικρὸν γένεσίς ἐστιν ἢ φθορὰ σώματος, ᾗ σῶμά ἐστιν, ἐπεὶ οὐδὲ ἡ αὔξησις ἐκ μὴ σώματος σῶμα ἐργάζεται, ἀλλὰ τῆς τοῦ σώματος φύσεως, ᾗ σῶμά ἐστιν, ἀμεταβλήτου μενούσης τῷ ποσῷ μόνον ἡ κατὰ τὴν αὔξησιν μεταβολὴ προστίθησιν. τῷ αὐτῷ δὴ οὖν τρόπῳ κἂν φθειρόμενον τὸ ὕδωρ εἰς μείζονα μεταβάλλῃ ὄγκον ἀὴρ γινόμενον, καθὸ μὲν ἐξ ὕδατος ἀὴρ γέγονεν, φθορὰ μέν ἐστιν ὕδατος, ἀέρος δὲ γένεσις, καθὸ δὲ οὔτε ἐξ ἀσωμάτου σῶμα γέγονεν οὔτε ἐκ σώματος ἀσώματον, ἀλλ’ ὁ τοῦ σώματος λόγος ἀπαθὴς ἔμεινε καὶ πρὸ τῆς φθορᾶς τοῦ ὕδατος καὶ ἐν τῇ φθορᾷ καὶ μετὰ τὴν φθοράν, παντὶ δῆλον, ὡς τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὔτε ἔφθαρται οὔτε γέγονεν ἀλλὰ κατὰ μόνον τὸ ποσὸν μεταβέβληκεν ἐκ μικροῦ μεῖζον γενόμενον, ὥσπερ καὶ κατὰ τὸ ποιὸν ἐκ ψυχροῦ τε θερμὸν καὶ ἐκ βαρέος κοῦφον· πᾶσα γὰρ μεταβολὴ ἔκστασίς ἐστιν τοῦ, καθ’ ὃ γίνεται· τὸ γὰρ λευκόν, εἰ καθὸ λευκόν ἐστιν μεταβάλοι, καὶ τοῦ εἶναι λευκὸν πάντως ἐξίσταται, καὶ τὸ ζῷον, εἰ καθὸ ζῷόν ἐστιν μεταβάλοι, ἐξίσταται τοῦ εἶναι ζῷον, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· ἐκστατικὸν γάρ τι χρῆμα πᾶσα μεταβολὴ τυγχάνει ὂν τούτου, καθ’ ὃ γίνεται.
Aet Mund.418 οὐκοῦν, εἰ καὶ τὸ σῶμα, καθὸ σῶμά ἐστιν, μεταβάλλει, ἐκσταίη ἂν τοῦ εἶναι σῶμα. ὥστε καὶ ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ ἔμπαλιν ἡ ἐκ μεγάλου εἰς μικρὸν εἰ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴ ὑπῆρχεν, οὐκέτ’ ἂν ἦν σῶμα τὸ ἐκ μικροῦ μέγα γιγνόμενον ἢ ἐκ μεγάλου μικρόν. ἀλλ’ οὐδεμία μεταβολὴ ἐκ μὴ σώματος σῶμα ποιεῖ τὸ μεταβάλλον ἢ ἐκ σώματος οὐ σῶμα· οὐδεμίαν ἄρα μεταβολὴν ἐν τοῖς μεταβάλλουσιν ἡ τοῦ σώματος, ᾗ σῶμά ἐστιν, ὑπομένει οὐσία· εἰ γὰρ ὁρίζεται τὸ σῶμα ἐν τῷ τριχῇ εἶναι διαστατόν, μετέβαλλεν δὲ τὸ σῶμα, ᾗ σῶμά ἐστιν, μετέβαλλεν ἂν τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν· οὐκέτι οὖν τριχῇ διαστατὸν ἔμενεν, ἀλλ’ ἢ πάσας ἢ τινὰς τῶν διαστάσεων ἔφθειρεν.
Aet Mund.419 εἰ οὖν ἐν πάσῃ μεταβολῇ τὸ τριχῇ διαστατὸν (ταὐτὸν δ’ εἰπεῖν τὸ σῶμα) ὡσαύτως ἔχον μένει οὐδεμίαν ἀλλοίωσιν, ᾗ τοιοῦτόν ἐστιν, ὑπομένον, δηλονότι πάντῃ ἐστὶν ἀμετάβλητον. ἡ δὲ τοῦ μικροῦ καὶ μεγάλου μεταβολὴ κατὰ ποσὸν τοῦ σώματός ἐστιν μεταβολή, ὥσπερ οὖν καὶ ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἡ ἐξ ὑγροῦ εἰς ξηρὸν ἢ ἔμπαλιν κατὰ τὸ ποιόν ἐστιν τοῦ σώματος μεταβολή. ὡς οὖν ἡ κατὰ ταῦτα μεταβολὴ (τουτέστιν κατὰ τὸ ποιόν) οὐ τοῦ ἁπλῶς σώματος, ᾗ τοιοῦτόν ἐστιν, μεταβολὴν ποιεῖται, οὕτως οὐδὲ ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρὸν μεταβολὴ (τουτέστιν ἡ κατὰ ποσόν) σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται· ἐκτείνει γὰρ μόνον ἢ συστέλλει τὰς τοῦ σώματος διαστάσεις, οὐ μὴν φθορὰν ἢ γένεσιν ἐργάζεται σώματος, ᾗ σῶμά ἐστιν. καὶ ἄλλως· τὸ μέγα καὶ τὸ μικρόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ τριχῇ διαστατοῦ ἐστιν ἕτερον. ὅτι γὰρ οὐ ταὐτόν ἐστιν τὸ μεγάλῳ εἶναί τινι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, δῆλον ἐντεῦθεν. τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν· οὐδὲν γάρ ἐστιν αὐτὸ καθ’ αὑτὸ μέγα τι ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλου παράθεσιν μέγα τι εἶναι καὶ μικρὸν λέγεται. ὅθεν ἐνδέχεται τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο συγκρινόμενον· τὸν γὰρ κύαμον εἰ τύχοι μέγαν μὲν ἐρεῖς πρὸς σίνηπι συγκρίνων, μικρὸν δὲ πρὸς μῆλον· ἀλλὰ καὶ ὁ Ὄλυμπος τὸ ὄρος μέγας μὲν ὡς πρὸς τὸν Ὑμηττόν, μικρὸς δὲ ὡς πρὸς πᾶσαν τὴν γῆν· καὶ αὐτὴ ἡ γῆ ὡς πρὸς τὸν ὅλον κόσμον μικρά ἐστιν καὶ σχεδὸν τὸ μηδέν, εἴπερ σημείου καὶ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν.
Aet Mund.420 τὸ δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, οὐκ ἔστιν τῶν πρός τι· οὐδὲ γὰρ ἐν τῇ πρὸς ἄλλα παραθέσει τριχῇ διαστατά ἐστιν τὰ σώματα, ἀλλ’ αὐτὸ ἐφ’ ἑαυτοῦ ἀπολελυμένως ἕκαστον. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν, οὐδὲν δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῶν πρός τί ἐστιν, οὐκ ἄρα ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι ἤ, εἰ ταὐτὸν ἦν τὸ μεγάλῳ εἶναί τινι καὶ τριχῇ διαστατῷ εἶναι, οὐδέν, ὃ μὴ ἦν μέγα, τριχῇ διαστατὸν ὑπῆρχεν. πάλιν εἰ ταὐτὸν ἦν τὸ μικρῷ τε εἶναι καὶ τριχῇ διαστατῷ, οὐδὲν μὴ μικρὸν ὑπάρχον τριχῇ διαστατὸν ἦν. εἰ οὖν ἐνδέχεται καὶ μὴ εἶναί τι μέγα καὶ τριχῇ διαστατὸν εἶναι, ὁμοίως μὴ εἶναί τι μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι, τὸ ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐστιν ἕτερον. ἔτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπιπλέον ἐστὶν τοῦ τριχῇ διαστατοῦ· καὶ γὰρ γραμμὴ καὶ ἐπιφάνεια μεγάλη εἶναι λέγεται καὶ μικρά, ὧν ἡ μὲν διχῇ διαστατόν ἐστιν, ἡ ἐπιφάνεια, ἡ δὲ γραμμὴ ἐφ’ ἓν διαστατόν. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν καὶ ἐν γραμμῇ ὑπάρχει καὶ ἐν ἐπιφανείᾳ, οὐδὲν δὲ τριχῇ διαστατὸν γραμμή ἐστιν ἢ ἐπιφάνεια, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, μέγα ἐστὶν ἢ μικρόν. ἔτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἀλλήλων διαφέρει, ᾗ τοιοῦτόν ἐστιν ἑκάτερον, οὐδὲν δὲ τριχῇ διαστατὸν οὐδενὸς τριχῇ διαστατοῦ, ᾗ τοιοῦτόν ἐστιν, διαφέρει, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῷ μεγάλῳ καὶ τῷ μικρῷ ταὐτόν ἐστιν.
Aet Mund.421 εἰ οὖν μηδενὶ ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, οὐκ ἄρα ἡ ἐκ μικροῦ εἰς μέγα μεταβολὴ ἢ πάλιν ἐκ μεγάλου εἰς μικρὸν τοῦ τριχῇ διαστατοῦ, ᾗ τοιοῦτον ὑπάρχει, μεταβολὴν ποιεῖται· οὐδὲν γὰρ οὔτε μᾶλλον οὔτε ἧττον ἔμεινεν τριχῇ τε διαστατὸν καὶ σῶμα τὸ ἐκ μεγάλου μικρὸν γενόμενον ἢ ἔμπαλιν, καὶ πρὶν μεταβάλῃ καὶ μεταβεβληκός. ὥστε τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ἔμεινεν ἐν τῇ τοῦ μεγάλου καὶ μικροῦ μεταβολῇ, ὥσπερ οὖν καὶ ἐν τῇ κατὰ τὰς ποιότητας ἀλλοιώσει οὐδεμίαν τροπὴν κατὰ τὸν τοῦ σώματος λόγον τὸ μεταβάλλον ὑπομένει, ὡς πολλάκις εἴρηται. εʹ. Ἴσως δὲ πάλιν καὶ τοῦτο ἀπορήσειεν, ὡς διακεκριμέναι εἰσὶν ἀπ’ ἀλλήλων αἱ δέκα κατηγορίαι καὶ τῆς οὐσίας τὸ ποσόν ἐστιν ἕτερον, τὸ δὲ τριχῇ διαστατὸν αὐτὸ καθ’ αὑτὸ τοῦ ποσοῦ ἐστιν, τὸ δὲ σῶμα οὐσία ἐστίν· ὥστε οὐκ ἂν εἴη αὐτὸ καθ’ αὑτὸ τὸ τριχῇ διαστατὸν σῶμα, ἐπεὶ μηδὲ οὐσία ἐστίν, ἀλλὰ ποσόν. εἰ οὖν τὸ σῶμα, ᾗ σῶμά ἐστιν, οὐσία ἐστίν, πᾶν δὲ σῶμα τριχῇ ἐστιν διαστατὸν καὶ εἰδοποιεῖται τούτῳ, ἀνάγκη ἄρα εἶναί τι τῷ τριχῇ διαστατῷ ὑποκείμενον, ἐν ᾧ γινόμενον τὴν τοῦ σώματος ἀποτελεῖ φύσιν. σύνθετος ἄρα ἔσται ἡ τοῦ σώματος φύσις ἔκ τε ὑποκειμένου τῆς ὕλης καὶ ἐκ τοῦ ταύτην εἰδοποιοῦντος τριχῇ διαστατοῦ, ὥστε τὸ συναμφότερον τὴν τοῦ σώματος εἶναι οὐσίαν.
Aet Mund.422 οὐκ ἄρα ἁπλοῦν ἐστιν τὸ σῶμα καὶ ὑποβάθρα πάντων, ἀλλὰ καὶ τούτῳ τις ἀσώματος ὕλη ὑπόκειται. ἀλλ’ εἴπερ τὸ τριχῇ διαστατὸν διὰ τὸ ποσὸν εἶναι συμβεβηκός ἐστιν, καὶ ἡ ἐν τῷ πυρὶ ἄρα θερμότης καὶ ξηρότης ποιότητες οὖσαι συμβεβηκότα ἔσονται, ὁμοίως δὲ καὶ ἡ ἐν ὕδατι ψῦξις ἥ τε βαρύτης καὶ κουφότης ἡ ἐν τοῖς σώμασιν καὶ τὰ τούτοις παραπλήσια. οὐκοῦν συμβήσεται ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ πᾶσαν τὴν σωματικὴν οὐσίαν ἐξ ὕλης καὶ συμβεβηκότων συγκεῖσθαι· ὥστε στοιχεῖα τῆς σωματικῆς οὐσίας ἡ ὕλη ἔσονται καὶ τὰ συμβεβηκότα· καὶ ἐπειδὴ τὰ στοιχεῖα πρῶτά ἐστιν τῇ φύσει τῶν ἐξ αὐτῶν συγκειμένων, πολλάκις δὲ καὶ τῷ χρόνῳ ἐστὶν πρῶτα, ὥσπερ ἀμέλει τά, ἐξ ὧν τὸ ἡμέτερον σύγκειται σῶμα, καὶ χρόνῳ καὶ φύσει πρῶτα τοῦ ἡμετέρου ἐστὶν σώματος καὶ διὰ τοῦτο ἀναιρουμένων μὲν τῶν στοιχείων καὶ τὸ ἡμέτερον συναναιρεῖσθαι σῶμα ἀνάγκη, τοῦ δὲ ἡμετέρου μὴ ὄντος σώματος οὐκ ἀνάγκη μὴ εἶναι τὰ στοιχεῖα, πῦρ ὕδωρ ἀέρα καὶ γῆν, οὐκοῦν καὶ τῆς σωματικῆς οὐσίας πρῶτα τῇ φύσει ἔσται τὰ συμβεβηκότα. ὥστε ἀναιρουμένων μὲν τῶν συμβεβηκότων ἀναιρεθήσεται καὶ ἡ οὐσία· τῶν γάρ, ἐξ ὧν σύγκειταί τι, ἀναιρουμένων καὶ αὐτὸ ἀναιρεῖσθαι ἀνάγκη, τῆς δὲ οὐσίας ἀναιρουμένης ἐνδέχοιτο ἂν τά, ἐξ ὧν σύγκειται, τουτέστιν τὰ συμβεβηκότα, εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· τοὐναντίον γὰρ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ἀναιρουμένη μὲν ἡ οὐσία συναναιρεῖ τὰ συμβεβηκότα αὐτῇ ἅτε ὑποστῆναι χωρὶς αὐτῆς, ᾗτινι καὶ συμβέβηκε, μὴ δυνάμενα, ἀναιρούμενα δὲ τὰ συμβεβηκότα οὐκ ἀναιρεῖ τὴν οὐσίαν, εἴπερ συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τὰ δὲ στοιχεῖα ἢ ὅλως τὰ συμπληρωτικά τινος οὐ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς ἐκείνου φθορᾶς (ἐξ αὐτῶν γὰρ ὑφέστηκεν)· οὐκ ἄρα στοιχεῖά ἐστιν τῆς σωματικῆς οὐσίας τὰ συμβεβηκότα οὐδ’ ὅλως ἐξ αὐτῶν συμπληροῦνται.
Aet Mund.423 εἰ δὲ μή ἐστιν στοιχεῖα τοῦ σώματος τὰ συμβεβηκότα, οὐδ’ ἄρα ἐξ αὐτῶν καὶ τῆς ὕλης τὸ σῶμα ὑφέστηκεν. ὅτι μὲν οὖν ἀδύνατον ἐκ συμβεβηκότων καὶ ὕλης συγκεῖσθαι τὸ σῶμα, ἱκανῶς οἶμαι ἐκ τῶν εἰρημένων ἀποδέδεικται. τί οὖν πρὸς τὴν ἀπορίαν φαμέν; ὅτι, ὥσπερ οὐ πᾶν ποιὸν συμβεβηκός ἐστιν, ἀλλ’ ἔστιν καὶ οὐσιῶδες ποιόν (τὰς γοῦν διαφορὰς οἷον τὸ λογικὸν ἢ τὸ δίπουν ἐν τῷ ποῖόν τί ἐστιν τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων φαμὲν κατηγορεῖσθαι. ὅθεν ἐν κατηγορίαις Ἀριστοτέλης διὰ τὸ τῶν διαφορῶν μετέχειν τὰ εἴδη καὶ τὰ γένη περὶ τὴν οὐσίαν αὐτὰ τὸ ποιὸν ἀφορίζειν εἴρηκεν· οὐδὲ γὰρ ἡ ἐν τῷ πυρὶ θερμότης ποιότης τις οὖσα συμβεβηκός ἐστιν τῷ πυρὶ ἀλλ’ οὐσιώδης αὐτοῦ καὶ συστατικὴ διαφορά, οὐδ’ ἡ βαρύτης ἐν τῇ γῇ, οὐ τὸ ὑγρὸν ἐν ἀέρι τε καὶ ὕδατι, οὐχ ἡ γλυκύτης ἐν τῷ μέλιτι, οὐδὲ τὸ λευκὸν ἐν ψιμυθίῳ ἢ ἐν χιόνι, οὐ τὸ σφαιρικὸν σχῆμα ἐν τῷ οὐρανῷ· ἐγίνετο γὰρ ἂν ταῦτα καὶ ἀπεγίνετο χωρὶς τῆς τῶν ὑποκειμένων φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον· οὐδὲ γὰρ κατ’ ἐπίνοιαν ἄνευ θερμότητος ἔστιν νοῆσαι τὸ πῦρ χωρὶς θερμότητος ἢ τὴν χιόνα χωρὶς λευκότητος ἢ τὸν οὐρανὸν χωρὶς τοῦ σφαιρικοῦ σχήματος οὔτε τῶν ἄλλων τῶν εἰρημένων οὐδέν), ὥσπερ οὖν ἔστιν οὐσιῶδες ποιὸν οὐχ ὑπὸ τὸ ποιὸν ἀλλ’ ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδης διαφορὰ ἀναγόμενον, οὕτω δήπου καὶ ποσόν ἐστιν οὐσιῶδες καὶ τοῦτο μάλιστά ἐστιν τὸ τριχῇ διαστατόν· τοῦτο γάρ ἐστιν μόνον τῶν ἐν τοῖς σώμασιν θεωρουμένων τὸ αὐθυπόστατον καὶ ἡ ἁπλῶς τοῦ σώματος οὐσία, ὅπερ ἐστὶν ὄγκος τις τριχῇ διαστατὸς ἀόριστος μεγέθει τε καὶ σμικρότητι.
Aet Mund.424 ϛʹ. Τούτου δὲ τοῦ τριχῇ διαστατοῦ πρώτη διαφορά ἐστιν τὸ μέγα τε καὶ μικρόν, ὡς εἴρηται· τῇ γὰρ τῶν τριῶν διαστάσεων ἐπὶ τοσόνδε ἢ τοσόνδε ἐκτάσει τε καὶ συστολῇ τὸ μέγα τε καὶ μικρὸν τῷ τριχῇ διαστατῷ ἐπιγίνεται καὶ τὸν ἀόριστον ὄγκον εἰς ὁρισμὸν ἄγει καὶ πέρας. συστολὴ δὲ καὶ διαστολὴ οὔτε γένεσιν οὔτε φθορὰν ἐργάζεται τοῦ σώματος, ᾗ σῶμά ἐστιν, τουτέστιν τοῦ εἰρημένου τριχῇ διαστατοῦ· γίνεται γὰρ ἐν τοῖς σώμασιν καὶ ἀπογίνεται τὸ μέγα καὶ τὸ μικρόν, τουτέστιν διαστέλλεται τὰ σώματα καὶ συστέλλεται, τοῦ σώματος, ᾗ σῶμά ἐστιν, οὐδὲν κατὰ τὸν ἴδιον ὑπομένοντος λόγον. ὥστε ἡ ἁπλῶς τοῦ σώματος οὐσία οὐδέν ἐστιν ἕτερον ἢ τὸ ἀόριστον τριχῇ διαστατόν, ὅπερ τῇ τοῦ μικροῦ τε καὶ τοῦ μεγάλου διαφορᾷ ὁριζόμενον καὶ τὰς εἰδοποιοὺς τῶν σωματικῶν οὐσιῶν διαφορὰς δεχόμενον τὰς μερικὰς τῶν σωμάτων οὐσίας ἀποτελεῖ, ὕδατός φημι πυρὸς ἡλίου σελήνης καὶ τῶν λοιπῶν πάντων.
Aet Mund.425 τούτων οὖν δεδειγμένων δῆλον, ὡς οὐκ ἔστιν ποσὸν συμβεβηκὸς τὸ τριχῇ διαστατόν· ἐγίνετο γὰρ ἂν χωρὶς τῆς τοῦ σώματος φθορᾶς καὶ ἀπεγίνετο, νῦν δὲ οὐδὲ ἐπινοῆσαι ἔστιν σῶμα χωρὶς τοῦ τριχῇ διαστατοῦ. αὐτὸ ἄρα οὐσία ἐστὶν σώματος. εἰ οὖν καὶ οὐσία ἐστὶν τοῦ ἁπλῶς σώματος τὸ τριχῇ διαστατὸν καὶ τοῦτο μόνον ἐν τῇ μεταβολῇ τῶν σωμάτων ἀμετάβλητον ὑπομένει, ὡς δέδεικται, οὐδεὶς ἄρα λόγος ἔστιν ὁ δεικνύς, ὡς ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη. ὥστε τοῦτό ἐστιν τὸ πρῶτον τῶν φυσικῶν ἁπάντων εἰδῶν ὑποκείμενον, ἐξ οὗ λοιπὸν καὶ τῶν οὐσιωδῶν ποιοτήτων συντιθεμένων τὰ ἐν ὑπάρξει πεποιωμένα γίνεται σώματα, πῦρ ὕδωρ καὶ τὰ λοιπά· ὥσπερ γὰρ τὸ ἄλογον ἢ τὸ θνητὸν καθ’ ἑαυτὸ μὲν οὐχ ὑφίσταται, συνδυαζόμενα δὲ τῷ ζῴῳ, τουτέστιν τῷ ἐμψύχῳ αἰσθητικῷ, τὴν ὕπαρξιν λαμβάνει (λέγω δὲ ζῴῳ οὐ τῷ γένει, ἀλλὰ τῷ ἐν ὑπάρξει ἤδη, ὃ καὶ μέρος τοῦ συνθέτου γίνεται), οὕτω δὴ καὶ τὸ ἐν πυρὶ θερμὸν ἢ κοῦφον καὶ ὅς’ ἂν τὴν τοῦ πυρὸς συμπληροῦσιν οὐσίαν, ὁμοίως καὶ τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἅπερ συμπληρωτικά ἐστιν τοῦ ὕδατος, καὶ γῆς καὶ ἀέρος τὰ χαρακτηριστικὰ τούτων διαφοραὶ ὑπάρχοντα σώματος ἐν τῷ ἁπλῶς σώματι τῷ τριχῇ διαστατῷ τὴν ὑπόστασιν λαμβάνει. ζʹ. Ἀλλ’ ἴσως πάλιν ἐρεῖ τις, ὡς ὅτι τὴν πρώτην ὕλην ἀνείδεον εἶναι δεῖ, τὸ δὲ τριχῇ διαστατὸν οὐκ ἔστιν ἀνείδεον, εἴπερ αὐτὸ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος. συμβήσεται οὖν μὴ εἶναι ἀνείδεον τὸ τοῖς φυσικοῖς σώμασιν ὑποκείμενον ἀλλ’ εἶδος εἴδεσιν ὑποκεῖσθαι.
Aet Mund.426 εἰ οὖν δεῖ, φασί, τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον ἀνείδεον εἶναι, οὐκ ἂν εἴη τὸ τριχῇ διαστατὸν ὕλη. φήσαιμεν δ’ ἂν καὶ ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὡς πρῶτον μὲν τὸ δεῖν τὴν πρώτην ὕλην ἀνείδεον εἶναι αἴτημά ἐστιν, οὐκ ἀπόδειξις· εἰ μὲν γὰρ καθόλου ἀδύνατον ἦν εἰδοπεποιημένον τι ὂν ἑτέρῳ εἴδει ὑποκεῖσθαι καὶ εἶναι αὐτοῦ ὕλην, συγχωρεῖν ἦν ἀνάγκη τὸ πάντως ἀνείδεον δεῖν εἶναι τὴν πάντων τῶν εἰδῶν κοινὴν ὕλην· νῦν δὲ πᾶσα γένεσις φυσική τε καὶ τεχνητὴ οὐκ ἀνείδεον ἀλλ’ εἰδοπεποιημένην ὕλην εἰς τὰ οἰκεῖα παραλαμβάνει ἀποτελέσματα· εἰδοπεποιημένα γὰρ ὄντα τὰ ξύλα ὕλη τῶν τεκτονικῶν σκευῶν γίνεται, ὁμοίως καὶ ὁ χαλκὸς τῶν χαλκευτικῶν, ἀλλὰ δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ ἀνομοιομερῆ τοῦ ζῴου μόρια ἤτοι τὸ ἐκ τούτων συγκείμενον σῶμα εἰδοπεποιημένον ὑπάρχον ὕλη τῶν ζωτικῶν τῆς ψυχῆς δυνάμεων εἶναι ὡμολόγηται, καὶ τὰ στοιχεῖα δὲ τῶν ἐξ αὐτῶν συγκειμένων ἐστὶν ὕλη καὶ οἱ ἀνάλογον τούτοις χυμοὶ ὕλη τοῦ ἡμετέρου εἰσὶν σώματος. καὶ αὐτὸ δὲ τὸ τριχῇ διαστατὸν καὶ ἄποιον σῶμα, εἰ καὶ μὴ πρώτην εἶναι ὕλην, δεύτερον γοῦν ὑποκείμενον εἶναι καὶ ὕλην προσεχῆ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν καὶ αὐτοὶ ὁμολογοῦσιν· δεῖ μὲν γὰρ τὴν τινῶν ὕλην μηδὲν εἶδος ἔχειν τούτων, ὧν ἐστιν ὕλη· ὁ γὰρ χαλκὸς οὐδὲν εἶδος κατὰ τὸν τῆς οὐσίας αὑτοῦ λόγον ἔχει, ὧν δέχεται, καὶ οἱ χυμοὶ δὲ σαρκὸς ὄντες ὕλη καὶ νεύρων καὶ ὀστῶν καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων οὐδὲν αὐτοὶ τούτων τῶν εἰδῶν συμπληρωτικὸν τῆς οὐσίας ἑαυτῶν ἔχουσιν.
Aet Mund.427 καὶ ταύτῃ γε ἀνείδεος ἂν κληθείη πᾶσα ὕλη μηδὲν ὧν δέχεται εἶδος ἔχουσα, οὐ μὴν καὶ πάντῃ εἴδους ἐστερημένην εἶναι ἀνάγκη, εἴ γε ἅπασα ἡ προσεχὴς ὕλη καὶ μέχρις αὐτοῦ τοῦ τριχῇ διαστατοῦ εἰδοπεποίηται. ὥστε καὶ τὸ τριχῇ διαστατόν, καθὸ μὲν πάντων τῶν εἰδῶν ἐστιν ἕτερον, οἷς ὑπόκειται, ταύτῃ ἂν εἴη ἀνείδεον καὶ ὕλη πάντων, οὐ μὴν ἐπειδὴ εἶδός τί ἐστιν, ἤδη διὰ τοῦτο οὐδὲ πρώτην ὕλην αὐτὴν εἶναι ἀνάγκη· οὐδὲ γὰρ ἐνδέχεται τῶν ὄντων οὐδὲν πάντῃ εἶναι ἀνείδεον· εἰ γὰρ ὅλως τῶν ὄντων ἐστὶν τὸ τοιοῦτο, ἀνάγκη πάντως εἶναί τινα φυσικὸν λόγον τῆς τούτου ὑπάρξεως, κἂν ἡμῖν ἄρρητος ᾖ· εἰ γὰρ μηδένα λόγον ἔχοι, καθ’ ὃν ὑφέστηκέν τε καὶ τὸ εἶναι ἔχει, οὐδὲ τῶν ὄντων ἂν εἴη· ἕκαστον γὰρ τῶν ὄντων ἔχει τινὰ λόγον φυσικόν, καθ’ ὃν ὑφέστηκεν. εἰ δὲ τοῦτο, οὐδὲν ἄρα τῶν ὄντων ἀνείδεόν ἐστιν· ὁ γὰρ φυσικὸς ἑκάστου λόγος, καθ’ ὃν ἔστιν, εἶδός ἐστιν ἑκάστου καὶ οὐσία καὶ ἔμπαλιν τὸ ἑκάστου συμπληρωτικὸν τῆς οὐσίας εἶδος λόγος τίς ἐστιν φυσικός, καθ’ ὃν τὸ εἶναι ἔχει. οὐκοῦν καὶ ἡ ὕλη, εἴπερ μὴ κενόν ἐστιν ὄνομα, ἀλλ’ ἔστιν φυσικόν τι πρᾶγμα ὑφεστός, ἕξει λόγον δηλονότι, καθ’ ὃν ὑφέστηκεν. ὁ δὲ τῆς ὑπάρξεως ἑκάστου λόγος εἶδος αὐτοῦ ἐστιν καὶ οὐσία· καὶ ὁ τῆς ὕλης ἄρα λόγος, καθ’ ὃν ἔστιν, εἶδος αὐτῆς ἐστιν καὶ οὐσία. οὐκ ἄρα ἐνδέχεται πάντῃ εἶναι τὴν ὕλην ἀνείδεον· ταὐτὸν γὰρ τοῦτό ἐστιν τῷ μηδὲ εἶναι αὐτὴν ὅλως, καθάπερ εἴπομεν· ὃ γὰρ μηδένα λόγον ἔχει τοῦ εἶναι, τοῦτό που πάντως οὐδὲ τῶν ὄντων ἐστίν.
Aet Mund.428 ὥστε οὐ κωλύσει εἶναι πρώτην ὕλην τὸ τριχῇ διαστατὸν τὸ εἰδοπεποιῆσθαι αὐτὸ καὶ μὴ εἶναι ἀνείδεον· αὐτὸ γὰρ τὸ ἐναντίον ὁ λόγος ἔδειξεν, ὡς οὐδὲν ἐνδέχεταί τι τῶν ὄντων πάντῃ πάντων εἶναι ἀνείδεον. εἰδοπεποιημένον δὲ λέγοντες τὸ τριχῇ διαστατὸν οὐ σύνθετον αὐτό φαμεν ἀλλ’ ἁπλούστατον· οὐ γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν, ἀλλ’ αὐτὸ ἁπλοῦς τίς ἐστιν ὄγκος ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχον καὶ τοῖς λοιποῖς ἅπασιν ὑποκείμενον. ἀλλ’ οὐδὲ τὸ τριχῇ διεστάναι συνθέσεώς τινα ἡμῖν παρέχει ἔννοιαν· εἰ μὲν γὰρ ἐξ ἐπιπέδων τὰ σώματα ὑπῆρχεν, ὡς δοκεῖ λέγειν Πλάτων, ἢ ὅλως ἐκ γραμμῶν, οὐκ ἂν ἦν ἁπλοῦν τὸ τριχῇ διαστατόν. εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, δέδεικται δέ, ὅτι οὐδὲ ἄλλο τι τῷ τριχῇ διαστατῷ ὑπόκειται, ἀλλ’ αὐτό ἐστιν ὑποβάθρα πάντων, δῆλον ἄρα, ὡς ἁπλούστατόν ἐστιν καὶ ὕλη πάντων ἐξ οὐδενὸς τὴν σύνθεσιν εἰληφός. τούτων οὕτως ἐχόντων καὶ αὐθυποστάτου τοῦ τριχῇ ὄντος διαστατοῦ, μηδεμιᾶς δ’ ἐπ’ αὐτοῦ μεταβολῆς θεωρουμένης, οὐδεὶς ἄρα ἔστιν λόγος ὁ κατασκευάζειν δυνάμενος, ὡς ὕλη τις ἀσώματος τοῖς φυσικοῖς ὑπόκειται σώμασιν, ἀλλ’ εἰς αὐτὸ ἀνάγκη τὰ φυσικὰ ἀναλύεσθαι τό, εἰς ὃ ἔσχατον, εἴτε ὑποκείμενόν τις πρῶτον εἴτε ὕλην αὐτὸ λαλεῖν βούλοιτο· οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων φιλονεικήσωμεν. ηʹ. Οὐ μόνον δὲ ἀναπόδεικτον τοῖς εἰσηγησαμένοις τὴν περὶ τῆς ἀσωμάτου ὕλης ὑπόθεσιν εἶναί φημι τῶν λόγων, δι’ ὧν εἶναι ἐδόκει, ἐληλεγμένων, ἀλλ’ ἤδη καὶ ἄτοπα τῇ ὑποθέσει ταύτῃ καὶ ἀδύνατα πολλὰ ἕπεσθαι, ἐξ ὧν ὡς ψευδής ἐστιν ἀποδείκνυται.
Aet Mund.429 εἰ γὰρ περὶ ἀσώματον ὕλην ἡ μεταβολὴ τῶν πραγμάτων ἐγίνετο δυνάμει πάντα οὖσαν καὶ διὰ τοῦτο πεφυκυῖαν μίαν καὶ τὴν αὐτὴν ὑπομένουσαν εἰς πᾶν εἶδος μεταβάλλειν, περὶ αὐτὴν δηλονότι καὶ ἡ πρώτη μεταβολὴ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐγίνετο ἄν, ὥσπερ ἀμέλει καὶ τοῖς ὑποθεμένοις τὴν ὕλην Πλάτωνί τε καὶ τοῖς λοιποῖς ἔδοξεν· εἰ γὰρ περὶ τὸ τριχῇ διαστατὸν ἡ τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολὴ γίνοιτο ἄν, αὐτὸ ἀμετάβλητον ὑπομένειν ἀνάγκη καὶ τοῦτο εἶναι τὸ πρῶτον ὑποκείμενον ἤτοι τὴν ὕλην, εἰς ὃ ἔσχατον τὰ φυσικὰ ἀναλύεται. εἰ οὖν μὴ τοῦτο εἶναι βούλωνται τὴν πρώτην ὕλην, ἀλλὰ καὶ τούτῳ τὴν ἀσώματον ὕλην ὑποκεῖσθαι, ἀνάγκη πᾶσα καὶ τὴν κατὰ τὸ μέγα καὶ τὸ μικρὸν πρωτίστην μεταβολὴν περὶ ταύτην γίνεσθαι. πότερον οὖν ἀδιάφορόν ἐστιν τῇ ᾡτινιοῦν σώματι ὑποκειμένῃ ἀσωμάτῳ ὕλῃ εἰς ὁπηλικονοῦν μέγεθος μικρόν τε καὶ μεῖζον μεταβάλλειν, ὡς τὴν τυχοῦσαν ὕλην τὸν ὁντιναοῦν ὄγκον δύνασθαι δέχεσθαι, ἢ οὐκ ἀδιάφορον; εἰ μὲν οὖν ἀδιάφορον, δύναιτο ἂν ἡ ὑποκειμένη τῷ κυαθιαίῳ ὕδατι ὕλη ἀσώματος μεταβάλλειν εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον, ὁμοίως δὲ καὶ ἡ τῷ ἀέρι παντὶ ὑποκειμένη ὕλη μεταβάλλοι ἂν εἰς κύαθον ὕδατος· εἰ γὰρ ἀδιάφορον αὐτῇ διὰ τὸ ἀσώματον εἶναι καὶ δυνάμει πάντα τὸ εἰς ὁπηλικονοῦν μέγεθος μεταβάλλειν, τί μᾶλλον ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς ξεστιαῖον εἰ τύχοι μεταβάλλει ἀέρα ἢ εἰς ἑκατονταπλασίονα καὶ εἰς ὅλον ἁπλῶς τὸν τοῦ ἀέρος ὄγκον; εἰ δὲ οὐκ ἀδιάφορον τῇ τυχούσῃ ἀσωμάτῳ ὕλῃ τὸ τυχὸν δέχεσθαι μέγεθος (ἐπεὶ μηδὲ ἡ ἐνάργεια τοῦτο ὑπαγορεύει· εἰς ὡρισμένα γὰρ μεγέθη ἡ εἰς ἄλληλα τῶν σωμάτων μεταβολὴ γίνεται), καίτοι ἑκάστῳ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ὕλης, λέγω δὴ τῆς πρώτης, ἀναιρεθήσεται τὰ περὶ τῆς ὕλης αὐτῶν ἀξιώματα ἄλλας ἐν ἄλλῃ ὕλῃ ἡμῶν ἐξ ἀνάγκης ὑποτιθεμένων· εἰ μὴ γὰρ ἄλλη ὕλη ἄλλαις διαφοραῖς κατείληπτο, διὰ τί μὴ ἡ τυχοῦσα ὕλη τὸ τυχὸν μέγεθος δέξασθαι δύναται; ὥσπερ γὰρ διὰ τὸ μὴ προκατειλῆφθαι εἴδει τινὶ συμπεφυκότι αὐτῇ ἀλλὰ τῷ ἰδίῳ λόγῳ καθά φησιν εἶναι ἀνείδεον πᾶν εἶδος εἰς ἑαυτὴν καταδέξασθαι δύναται, οὕτω δήπου κατὰ τὸ ἀναγκαῖον, ἐπειδὴ μηδὲ μεγέθει τινὶ κατείληπται τῷ ἰδίῳ λόγῳ ἀλλ’ ἔστιν ἀμεγέθης ἀσώματος οὖσα καὶ δυνάμει πάντα, δύναιτο ἂν εἰς πᾶν μέγεθος ἡ αὐτὴ μεταβάλλειν.
Aet Mund.430 μεταβαλλέτω οὖν ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ἀσώματος ὕλη εἰς μυρία τυχὸν κυαθιαῖα ἢ καὶ εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον. ἀλλὰ τοῦτο ἀδύνατον φαίνεται· εἰ γὰρ καὶ τὸ μικρὸν ὕδωρ εἰς μείζονα μεταβάλλει ἀέρα, ἀλλ’ οὐκ ἀορίστως εἰς ὁπηλικονοῦν ἀλλὰ μέχρι τινὸς ὡρισμένου ὄγκου ἡ διαστολὴ καὶ μάνωσις ἑκάστου μεγέθους γίνεται. εἰ τοίνυν ἀσώματος οὖσα καὶ ἀμεγέθης ὕλη καὶ δυνάμει πάντα καὶ περὶ αὐτὴν τῆς τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολῆς γινομένης εἰς πᾶν μέγεθος μεταβάλλειν ἠδύνατο ἄν, οὐ μεταβάλλει δέ, οὐδ’ ἄρα ἀσώματός ἐστιν οὐδ’ ἀμεγέθης· οὐ γὰρ δὴ γραμμή ἐστιν ἢ ἐπιφάνεια.
Aet Mund.431 οὐ μόνον δ’ οὐκ εἰς πᾶν μέγεθος ἀλλ’ οὐδ’ εἰς πᾶν εἶδος πᾶσαν ὕλην ὁρῶμεν μεταβάλλουσαν· ἡ γὰρ τῇ κεγχραμίδι ὑποκειμένη ὕλη οὐκ ἄν ποτε ἡ αὐτὴ μένουσα τὸ ἀνθρώπειον ἢ τὸ τοῦ ἐλέφαντος εἰς αὑτὴν καταδέξαιτο εἶδος· δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως, ὅτι οὐ τὸ τυχὸν μέγεθος τοῦ τυχόντος εἴδους ἐστὶν δεκτικόν, ἀλλ’ ὥρισται τὸ δεκτικὸν ἑκάστου εἴδους μέγεθος ἐπὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· οὐ γὰρ οἷόν τέ ἐστιν οὔτε δακτυλιαῖον φέρε εἰπεῖν ἄνθρωπον γενέσθαι οὔτε μέχρι σελήνης τῷ μεγέθει διήκοντα. καὶ οὐ μόνον ἐπὶ τῶν ἀνομοιομερῶν ζῴων τε καὶ φυτῶν τοῦτό ἐστιν ἀληθὲς ἀλλὰ καὶ ἐπὶ τῶν ὁμοιομερῶν, ὕδατός φημι πυρός τε καὶ ἀέρος καὶ γῆς, καὶ τῶν συνθέτων, σαρκός τε καὶ αἵματος καὶ φλεβὸς καὶ τῶν λοιπῶν ἁπάντων· οὐδὲ γὰρ ἐν τῷ τυχόντι μεγέθει, οἷον εἰ τύχοι ἐν κεγχραμίδος, τὸ τῆς σαρκὸς εἶδος συσταίη ἂν οὐδὲ τοῦ ὕδατος ἤ τινος τῶν ἄλλων· οὐ γὰρ ὥσπερ τὸ μέγεθος ἐπ’ ἄπειρόν ἐστιν διαιρετόν, οὕτω καὶ τὰ εἴδη διαιρεῖσθαι ἐπ’ ἄπειρον δύναται σῴζοντα τὴν ἑαυτῶν οὐσίαν, ἀλλ’ ἐπειδὰν ὑπερβῇ τὸ ὑπὸ τῆς φύσεως ὡρισμένον τῷ εἴδει μέγεθος ἡ διαίρεσις, εὐθὺς καὶ τὸ εἶδος ἀπόλλυται· τὸ γὰρ ὕδωρ εἰ ἐπὶ πολὺ τῇ διαιρέσει κατατέμοις, φθάνει ἐξαερωθέν, ἐπειδὰν ὑπερβῇ ἡ διαίρεσις τὴν τοῦ ὕδατος οὐσίαν παρὰ τὸ τῆς φύσεως μέτρον ἀφωρισμένον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καίτοι εἰ ἀσώματος ἦν καὶ ἀμεγέθης ἡ τῇ κεγχραμίδι ὑποκειμένη ὕλη καὶ δυνάμει πάντα, τί ἐκώλυεν τοῦ εἴδους τῆς κεγχραμίδος φθαρέντος ἐξ αὐτοῦ τυχὸν γενέσθαι σάρκα ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο ἅμα εἴς τε τὸ εἶδος καὶ εἰς τὸ τῷ εἴδει προσῆκον μέγεθος μεταβαλλούσης αὐτῆς προσθέσεως μηδεμιᾶς γινομένης; εἰ γὰρ καὶ γίνεται ἐκ κεγχραμίδος συκῆ, ἀλλὰ προσθήκης πρότερον γινομένης μεγέθους καὶ ὕλης ἐκ τῆς τῷ προστιθεμένῳ ὑποκειμένης μεγέθει· προστίθεται δὲ τῇ κεγχραμίδι μέγεθος καὶ ὕλη ἔκ τε τοῦ ἀρδεύοντος ὕδατος καὶ τῆς παρακειμένης τε καὶ τρεφούσης γῆς.
Aet Mund.432 ὁμοίως κἂν εἰ ἐξ ὀλίγου σπέρματος ἄνθρωπος γίνεται, ἀλλὰ τὸ καταμήνιον ἡ φύσις ἐπέχουσα τῇ τούτου προσθήκῃ τρέφει τε καὶ εἰς τὸ κατὰ φύσιν μέγεθος τὸ κύημα ἄγει τῆς ὑποκειμένης τῷ καταμηνίῳ πρώτης ὕλης προστιθεμένης τῇ ὕλῃ τοῦ ἐξ ἀρχῆς καταβληθέντος σπέρματος. ἐπεὶ τοίνυν ἡ αὐτὴ μένουσα ἡ τῆς κεγχραμίδος ἢ ἡ τοῦ σπέρματος ἀσώματος ὕλη οὐκ ἄν ποτε τὸ εἶδος εἰς ἑαυτὴν δέξαιτο ἢ τὸ τῆς συκῆς ἢ τὸ τοῦ ἀνθρώπου, ὥσπερ τυχὸν φθειρόμενον τὸ κυαθιαῖον ὕδωρ προσθήκης μὴ γινομένης ἀὴρ γίνεται καὶ ὁ ἄρτος σὰρξ ἢ ὁ οἶνος αἷμα, δῆλον, ὡς οὐδὲ τὸ τυχὸν εἶδος ἡ τυχοῦσα ὕλη ἀσώματος καταδέξασθαι δύναται, ἐπεὶ μηδὲ εἰς τὸ τυχὸν μέγεθος ἡ τυχοῦσα μεταβάλλει. εἰ οὖν ἀσωμάτου μενούσης καὶ ἀμεγέθους τῆς ἑκάστῳ σώματι ὑποκειμένης πρώτης ὕλης ἐνδεχόμενον ἦν τὴν τῷ τυχόντι μεγέθει ὑποκειμένην ὕλην τὸ τυχὸν μέγεθος καὶ εἶδος ἐν αὑτῇ καταδέξασθαι διὰ τὸ ἀσώματόν τε εἶναι καὶ πάντῃ ἀνείδεον καὶ πάντα εἶναι δυνάμει, τοῦτο δὲ οὐχ ὁρῶμεν γιγνόμενον, ψεῦδος ἄρα τὸ ἀσώματον ὕλην καὶ ἀνείδεον ὑποκεῖσθαι τοῖς πράγμασιν.
Aet Mund.433 ἐπὶ δὲ τοῦ τριχῇ διαστατοῦ, εἴπερ τοῦτο εἴη ὕλη καὶ τὸ πρῶτον τῶν φυσικῶν εἰδῶν ὑποκείμενον, ὡς πρότερον ἀπεδείξαμεν, οὐκέτι ἀνάγκη τὸ τυχὸν εἰς τὸ τυχὸν μεταβάλλειν οὔτε μέγεθος οὔτε εἶδος· συστέλλεσθαι μὲν γὰρ καὶ διαστέλλεσθαι τὸ μέγεθος πέφυκεν, ἀλλ’ ὡρισμένην ἑκάστου καὶ τὴν συστολὴν καὶ τὴν διαστολὴν ἀνάγκη γίνεσθαι· μεγέθους γὰρ εἰς μέγεθος ἡ μεταβολὴ γίνεται, οὐκ ἀσωμάτου εἰς μέγεθος. οὐκοῦν δύο μεγεθῶν ὑποκειμένων φέρε εἰπεῖν ὕδατος τοῦ μὲν ἡμίσεος τοῦ δὲ διπλασίου καὶ ἑκατέρου μανουμένου τε καὶ εἰς ἀέρα μεταβάλλοντος τὸ μὲν ἔλαττον εἰς ἐλάττονα ὄγκον ἀέρος τὸ δὲ μεῖζον εἰς μείζονα μεταβάλλει ἐξ ἀνάγκης. καὶ ὃν λόγον ἔχει πρὸς ἄλληλα κατὰ μέγεθος ἐξαερωθέντα τὰ ὑδάτια, τοῦτον ἔχειν ἀνάγκη τὸν λόγον καὶ τοὺς ἐξ αὐτῶν γενομένους τοῦ ἀέρος ὄγκους. εὐλόγως δ’ ἂν οὐδ’ εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μέγεθος ἐπαρκέσει διὰ τὸ ὡρίσθαι μὲν ὑπὸ τῆς φύσεως, ἐν ἡλίκῳ μεγέθει ἕκαστον εἶδος ὑφίσταται, τὸ δὲ πρῶτον ὑποκείμενον τὸ τριχῇ εἶναι διαστατὸν καὶ προκατειλῆφθαι τῶν ὄντων ἕκαστον ὡρισμένῳ τινὶ τοῦ τριχῇ διαστατοῦ μεγέθει· εἰ γὰρ καὶ ἀόριστόν ἐστιν τῷ ἰδίῳ λόγῳ τὸ τριχῇ διαστατόν, ἀλλ’ οὖν ἐπινοίᾳ μόνον καὶ τῷ θεωρητικῷ λόγῳ οὐ καθ’ ὕπαρξιν καὶ ἐνέργειάν ἐστιν ἀόριστον, ὥσπερ καὶ τὸ ἁπλῶς ζῷον ἕτερον μέν ἐστιν τῷ ἰδίῳ λόγῳ τοῦ λογικοῦ καὶ ἀλόγου, οὐ μὴν ὑφέστηκεν χωρὶς τούτων τινός· πᾶν γὰρ ζῷον ἐν ὑπάρξει ὂν ἢ λογικόν ἐστιν ἢ ἄλογον.
Aet Mund.434 ἀλλ’ οὐδὲ καθὸ ἀόριστόν ἐστιν τὸ τριχῇ διαστατὸν ἢ ἄποιον, κατὰ τοῦτο ἀμετάβλητον αὐτό φημι εἶναι, ἀλλὰ μόνον καθὸ ὄγκος ἐστὶν τριχῇ διαστατός. τοῦτο γὰρ μόνον ἐν τῇ γενέσει τῶν σωμάτων καὶ τῇ φθορᾷ ἀμετάβλητον ὑπομένον ὁρῶμεν, καθὸ δὲ ἀόριστον ἢ ἄποιον, οὐκ ἀμετάβλητον· ἔκ τε γὰρ μικροῦ μέγα γίγνεται καὶ ἔμπαλιν ἐκ μεγάλου μικρὸν καὶ πᾶσαν ἐξαλλάσσει ποιότητα. καὶ ἀόριστον δὲ λέγω εἶναι τὸ τριχῇ διαστατὸν οὐ καθὸ εἰς ὅσον ἄν τις ἐπινοήσειεν μέγεθος μεταβάλλειν δύναται (ὥρισται γὰρ τὸ τοῦ παντὸς κόσμου μέγεθος καὶ μεῖζον εἶναι τούτου ἐν τῇ φύσει ἀδύνατον), ἀλλὰ καθὸ ὅλως πέφυκε τὸ αὐτὸ ἐκτεινόμενον καὶ συστελλόμενον ἢ μεῖζον ἢ ἔλαττον γίγνεσθαι. ὥρισται οὖν ἥ τε ἐπὶ τὸ μέγιστον καὶ ἡ ἐπὶ τὸ ἐλάχιστον τοῦ τριχῇ διαστατοῦ συστολή τε καὶ ἔκτασις· οὐδὲ γὰρ εἰ δυνάμει ἐστὶν ἐπ’ ἄπειρον διαιρετὸν τὸ μέγεθος, ἤδη διὰ τοῦτο καὶ ἐπ’ ἄπειρον συστέλλεσθαι δύναται· ἐπειδὰν γὰρ εἰς τὸ παχύτατον τῇ πυκνώσει συσταλῇ, οἷον τὴν γῆν, ἵσταται λοιπὸν ἡ συστολή· εἰ γὰρ ἐπ’ ἄπειρον συστέλλεσθαι τὸ αὐτὸ λέγοι τις δύνασθαι, δύναιτο ἂν δήπουθεν ἡ πᾶσα γῆ μᾶλλον καὶ μᾶλλον πυκνουμένη εἰς κέγχρου συσταλῆναι ὄγκον· νῦν δὲ τοῦτο ἀδύνατόν ἐστιν· εἰ γὰρ ἠδύνατο, κἂν συνεστάλη. καίτοι ἐπ’ ἄπειρον δυνάμει διαιρεῖσθαι δύναται ὡς μεμεγεθυσμένη· ἀλλ’ ἕτερόν τι εἶναι ἔοικεν συστολή τε καὶ πύκνωσις καὶ ἕτερον διαίρεσις. ὥστε διαιρεῖται μὲν δυνάμει τὰ μεγέθη ἐπ’ ἄπειρον, συστέλλεται δὲ οὐκ ἐπ’ ἄπειρον, ὥσπερ οὐδὲ ἐκτείνεται ἐπ’ ἄπειρον· τοῦτο γὰρ αὐτὴ ἡ τῶν πραγμάτων ἐνάργεια λέγειν ἡμῖν ὑποβάλλει· δεῖ γὰρ οἶμαι τὸν περὶ τῶν φυσικῶν πραγμάτων διαλεγόμενον οὐκ αὐτὸν συντιθέναι λόγους ἀσυμφώνους τοῖς πράγμασιν ἀλλὰ τοῖς φαινομένοις συμφώνους τε καὶ προσήκοντας ἐφαρμόζειν τοὺς περὶ αὐτῶν λόγους.
Aet Mund.435 οἱ μὲν οὖν τὴν ὕλην ἀσώματον καὶ ἀμερῆ εἶναι καὶ πάντῃ ἀνείδεον ὑποτιθέμενοι καὶ δυνάμει πάντα λόγον οὐχ ἕξουσι δοῦναι, τί δήποτε ἡ τῷ τοσῷδε φέρε ἄρτῳ ὑποκειμένη ὕλη εἰς τοσόνδε καὶ οὐ μεῖζον σαρκὸς μέγεθος μεταβάλλει, ὁμοίως καὶ ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς τοσόνδε ἀέρος, ἢ τὸ τῆς σαρκὸς ἐπιδέξασθαι δύναται εἶδος, οὐχὶ δὲ καὶ τὸ τοῦ ἵππου τυχὸν ἢ τὸ τοῦ ἐλέφαντος προσθέσεως μηδεμιᾶς γενομένης· τὸ γὰρ ἀσώματον καὶ ἀμερὲς καὶ δυνάμει πάντα, εἴπερ ὅλως πέφυκε σωματοῦσθαι, τί δεῖται προσθήκης ἔξωθεν μεγέθους, ἵνα εἰς τοσόνδε μέγεθος ἢ εἰς τοιόνδε εἶδος μεταβάλλῃ; οἱ δὲ τὸ τριχῇ διαστατὸν τὴν πρώτην ὕλην εἶναι ὑποτιθέμενοι καὶ τοῦτο δηλονότι οὐκ ἀνείδεον οὐδὲ ἀμερὲς (αὐτὸ γὰρ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος καὶ μέγεθος τὸ πρῶτον) οὐκ ἀπορήσουσιν αἰτίας, διότι οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ἢ μέγεθος ἢ εἶδος μεταβάλλει προσθήκης χωρίς· οὐκ ἀμεγέθους γὰρ οὐδὲ ἀμεροῦς ὄντος τοῦ τριχῇ διαστατοῦ ἀλλὰ μεριστοῦ τὸ ὅλον δηλονότι τοῦ ἰδίου μέρους ἐστὶν μεῖζον· εἰ δὲ τοῦτο, καὶ ἡ συστολὴ δὲ καὶ διαστολὴ τῶν σωμάτων οὐκ εἰς ἀόριστα ἀλλ’ εἰς ὡρισμένα γίνεται μεγέθη, ὡς δέδεικται, ἀνάγκη ἄρα πᾶσα τὸ μεῖζον τοῦ τριχῇ διαστατοῦ μέρος ἐκτεινόμενον εἰς μεῖζον μέγεθος μεταβάλλειν ἤπερ τὸ ἔλαττον· καὶ ἐπειδὴ ἕκαστον εἶδος ἔν τινι ὡρισμένῳ μεγέθει ὑφίσταται, ὡς ἐν τῇ φυσικῇ δέδεικται, ἀνάγκη μηδὲ εἰς τὸ τυχὸν εἶδος τὸ τυχὸν μεταβάλλειν μέγεθος, ἐπεὶ μηδὲ εἰς μέγεθος τὸ τυχὸν προσθήκης χωρίς.
Aet Mund.436 εἰ τοίνυν τοῦ μὲν τριχῇ διαστατοῦ ὑποκειμένου ὄντος καὶ ὕλης εὔλογον τὸ μὴ εἰς τὸ τυχὸν μέγεθος τὴν ἔκτασιν καὶ συστολὴν τῶν σωμάτων γίνεσθαι, τῆς δὲ ὕλης ἀσωμάτου καὶ ἀνειδέου οὔσης ἐνδεχόμενόν ἐστιν εἰς ὁπηλικονοῦν μέγεθος τὸ τυχὸν μεταβάλλειν, τοῦτο δὲ ψεῦδός ἐστιν καὶ ἀδύνατον, οὐκ ἄρα περὶ ἀσώματόν τινα ὕλην καὶ ἀνείδεον καὶ ἡ συστολὴ τοῦ μεγέθους καὶ ἡ διαστολὴ γίνεται· ὥστε ψεῦδος τὸ ἀσώματον ὕλην ὑποκεῖσθαι τοῖς πράγμασιν. ἔτι εἰ ἀσώματός ἐστιν ἡ ὕλη καὶ ἀμεγέθης καὶ μία καὶ ἡ αὐτὴ πάντων καὶ οὐ πλείους ὗλαι, διῄρηται δὲ ἀπ’ ἀλλήλων τὰ φυσικὰ σώματα, οἷον τὸ ὕδωρ ἀπὸ τοῦ πυρὸς καὶ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππου καὶ ἁπλῶς εἰπεῖν ἕκαστον τῶν ἐν ὑπάρξει σωμάτων 〈ἀπὸ τῶν〉 λοιπῶν πάντων, πῶς ἡ ἀσώματος ὕλη καὶ ἀμεγέθης καὶ μία εἰς διάφορα μερίζεται καὶ ἄτομα; τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές ἐστιν ἐξ ἀνάγκης· οὐδὲ γὰρ ταὐτὸν συμβαίνειν ἐπὶ τῆς ὕλης ἐνδέχεται, ὅπερ φέρε εἰπεῖν ἐπὶ τῆς ποιότητος· ἀσώματος μὲν γὰρ καὶ ἡ λευκότης καὶ πᾶσα ποιότης· ἀλλ’ ἐπεὶ καθ’ αὑτὴν ὑποστῆναι ἡ ποιότης οὐ δύναται ἀλλ’ ἐν ὑποκειμένῳ τινὶ μεγέθει τὸ εἶναι ἔχει, συνδιίστασθαι αὐτὴν τῷ δεξαμένῳ μεγέθει ἀνάγκη· ἡ δὲ ὕλη οὐκ ἐν μεγέθει τὸ εἶναι ἔχει οὐδὲ ὅλως ἐν ἑτέρῳ ὑφέστηκεν· τοὐναντίον γὰρ δεξαμένην καὶ ὑποβάθραν αὐτὴν ἁπάντων ὑποθέμενοι εἶναι ἀπεφήναντο.
Aet Mund.437 πῶς οὖν τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται; τίς δὲ καὶ ὁ τῆς διαιρέσεως τρόπος; τὰ γὰρ διαιρούμενα ἢ ὡς γένος εἰς εἴδη διαιρεῖται, ὡς τὸ ζῷον εἰς ἵππον καὶ ἄνθρωπον, ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς Σωκράτη καὶ Πλάτωνα, εἴπερ τις καὶ τοῦτο διαίρεσιν καλεῖν ἀξιώσειεν, ἢ ὡς ὅλον εἰς μέρη, ὡς Σωκράτης εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ τὰ λοιπὰ μόρια ἢ τὸ δεκάπουν ξύλον εἰς τὰ δέκα ποδιαῖα ξύλα, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἡ κύων φωνὴ εἰς τὸν ἀστρῷον καὶ χερσαῖον καὶ θαλάττιον. ὡς μὲν οὖν γένος εἰς εἴδη ἀδύνατον διαιρεῖσθαι τὴν ὕλην· τὰ γὰρ γένη ταῖς εἰδοποιοῖς διαφοραῖς εἰς τὰ εἴδη διαιρεῖται, ἡ δὲ ὕλη παντελῶς ἐστιν κατὰ τοὺς ὑποθεμένους αὐτὴν ἀνείδεος. ὥστε οὐδὲ διαφορὰν συστατικὴν ἢ διαιρετικὴν ἕξει καὶ διὰ τοῦτο οὔτε ὡς γένος εἰς εἴδη διαιρεθήσεται ἡ ὕλη ἀλλ’ οὐδὲ ὡς εἶδος εἰς ἄτομα· καὶ γὰρ τὰ ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγόμενα ἄτομα διαφοραῖς τισιν ἀπ’ ἀλλήλων τέμνεται· καὶ γὰρ ἄνθρωπος ἀνθρώπου καὶ ἵππος ἵππου διαφέρει· δύο γοῦν ἄτομα κατὰ πάντα τὰ αὐτὰ εἶναι καὶ ἀδιάφορα πάντῃ ἀδύνατον· οὐκοῦν, εἰ καὶ ἡ ὕλη εἰς ἄτομα τέμνεται, διοίσουσι πάντως ἀλλήλων διαφοραῖς τισιν τὰ ὑπὸ τὴν αὐτὴν ὕλην ἀναγόμενα ἄτομα. καὶ ἄλλως δέ· ἀριθμὸν ὅλως καὶ πλῆθος ἄνευ διαφορᾶς εἶναι ἀδύνατον· εἰ οὖν ἄλλῳ ἄλλη ἡ ἀσώματος κατ’ ἀριθμὸν ὕλη ὑπόκειται, εἴπερ πλείονά ἐστιν καὶ διῃρημένα ἀλλήλων τὰ ἔνυλα, πλείονες ἄρα κατ’ ἀριθμὸν αἱ ἀσώματοι ὗλαι· ἄλλη γὰρ ἡ Σωκράτει ὑποκειμένη ὕλη ἀσώματος καὶ ἄλλη Πλάτωνι καὶ τῷδε τῷ ξύλῳ καὶ τῷδε τῷ ἵππῳ· εἰ δὲ πλείονες τῷ ἀριθμῷ αἱ ἀσώματοι ὗλαι, οὐκ ἄρα ἀδιάφοροι· πῶς οὖν ἔτι ἀνείδεος ἡ ὕλη, ἧς τὰ μέρη διαφοραῖς τισι διαφέρει ἀλλήλων; πάλιν δ’ αὖ τὰ μὲν ἄτομα ἀδιαίρετά ἐστιν, ᾗ τοιαῦτά ἐστιν· ὁ γὰρ Σωκράτης εἰ διαιρεθείη, οὐκέτι ἐστὶν Σωκράτης, ἡ δὲ ὕλη διαιρουμένη ἔτι ἐστὶν ὕλη· διαιρουμένου γὰρ τοῦ ξύλου συνδιαιρεῖται μὲν καὶ ἡ ὑποκειμένη αὐτῷ ἀσώματος ὕλη, μένει δὲ ὕλη οὐδὲν ἧττον ἡ ἐν ἑκάστῳ τμήματι· οὐκ ἄρα οὐδὲ ὡς εἶδος εἰς ἄτομα διαιρεῖται ἡ ὕλη.
Aet Mund.438 ἀλλ’ οὐδ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα μερισθήσεται, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής· οὐδὲ γὰρ φωνή ἐστιν μόνον ἡ ὕλη ὁμώνυμος. καὶ εἰ φωνὴ δὲ ἦν ὁμώνυμος ἡ ὕλη, καὶ οὕτω πάλιν οὐκ ἂν ἦν ἀνείδεος ἑκάστου μέρους αὐτῆς ἴδιόν τι σημαινόμενον καὶ ἰδίαν φύσιν ἔχοντος· πάντα γὰρ τὰ ὁμώνυμα τοιαῦτά ἐστιν· ὁμώνυμος μὲν γὰρ ἡ κύων φωνή, ἀλλ’ ἄλλο μέν τι σημαίνει ἐπὶ τοῦ χερσαίου κυνός, ἕτερον δὲ ἐπὶ τοῦ θαλαττίου καὶ ἐπὶ τοῦ ἀστρῴου ἄλλο· ὥστε τὰ ὁμώνυμα πάντα εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρει. οὐκοῦν, εἰ καὶ ἡ ὕλη ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα διῄρητο σημαινόμενα, ἀνάγκη πᾶσα τὰ τμήματα αὐτῆς εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρειν· ὥστ’ οὐκέτι ἂν εἴη ὕλη ἀνείδεος· οὐκ ἄρα οὐδ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα διαιρεῖται σημαινόμενα.
Aet Mund.439 λείπεται τοίνυν ὡς ὅλον εἰς μέρη αὐτὴν διαιρεῖσθαι. ἀλλ’ εἰ μὲν εἰς ἀνομοιομερῆ διῄρηται, εἰδοπεποιῆσθαι καὶ αὐτὴν καὶ τῶν μερῶν ἕκαστον ἀνάγκη· καὶ γὰρ τὸ ὅλον εἰδοπεποίηται, οἷον ὁ ἄνθρωπος ἢ τὸ τοῦ ἀνθρώπου σῶμα, καὶ τῶν μερῶν αὐτοῦ ἕκαστον ἀνάγκη, κεφαλὴ καὶ ποὺς καὶ τὰ λοιπά. εἰ δὲ εἰς ὁμοιομερῆ, πῶς πάλιν τὸ ἀσώματον καὶ ἀμερὲς διαιρεῖται; ἄλλως τε ἡ τοῦ ὅλου εἰς μέρη διαίρεσις σώματός ἐστιν καὶ μεγέθους, εἴτε ὁμοιομερὲς ᾖ τὸ ὅλον εἴτε ἀνομοιομερές· τὸ γὰρ ἀσώματον καὶ ἀμέγεθες ἀμερές· ὥστε οὐδὲ ὅλον ἕξει καὶ μέρος. εἰ οὖν ὅλον ἕξει καὶ μέρος ἡ ὕλη, μέγεθος ἂν εἴη καὶ σῶμα, οὐκ ἀμεγέθης τε καὶ ἀσώματος. διὰ τοῦτο οὐδὲ ἀνείδεος· οὐ γὰρ ἀνείδεον τὸ μέγεθος ἢ τὸ σῶμα. καὶ τὸ δὴ ἀτοπώτερον· οὐ γὰρ μόνον τὸ ἀμερὲς μεριστὸν ποιεῖν συμβήσεται τοῖς τὴν ὕλην ἀσώματον εἶναι καὶ ἀνείδεον ὑποτιθεμένοις, ἀλλὰ καὶ τοῖς ἀμερέσι διαιρέσεως τὸ ἀμερὲς εἶναι λέγειν αἴτιον γίνεσθαι· ἕκαστον γὰρ τῶν εἰδῶν ἀσώματον ὂν καὶ ἀμερὲς τῷ ἰδίῳ λόγῳ, ἐπειδὰν ἐν ὕλῃ καὶ ὑποκειμένῳ γένηται, συνδιίσταται τούτῳ καὶ συμμερίζεται, ὡς ἀρτίως περὶ τῆς λευκότητος ἐλέγομεν· ὥστε καὶ τοῖς ἀμερέσιν εἴδεσι μερισμοῦ αἰτία ἡ ὕλη γίνεται. τοῦτο δὲ καὶ αὐτοὶ ὁμολογεῖν ἀξιοῦσιν. πῶς οὖν οἷόν τέ ἐστιν, εἴπερ ἀμερής ἐστιν ἡ ὕλη, αὐτήν τε διαιρεῖσθαι εἰς μέρη καὶ τοῖς ἀμερέσιν εἴδεσιν μερισμοῦ αἰτίαν γενέσθαι; καὶ εἰ πάσχον τι τὸ ἀμερὲς μεριστὸν γίνεται, ἀμερῆ δὲ ὄντα τὰ εἴδη κατὰ τὸν ἴδιον λόγον ἐν τῇ ὕλῃ γινόμενα μεριστὰ γίνεται, τοῦ δὲ πάθους τούτου ἡ ὕλη ἐστὶν αἰτία, δηλονότι ποιητικὸν ἂν εἴη τοῦ πάθους τούτου (τῆς διαιρέσεώς φημι) ἡ ὕλη αἴτιον· ὥστε οὐκ ἀνείδεος ἡ ὕλη· τὸ γὰρ ποιοῦν δυνάμει τινὶ καὶ εἴδει ποιεῖ.
Aet Mund.440 καὶ ἐντεῦθεν οὖν δῆλον, ὅτι τριχῇ διαστατόν ἐστιν τὸ πρῶτον ἁπάντων ὑποκείμενον καὶ ἡ ὕλη, ὅπερ φύσει μεριστὸν ὂν τοῖς ἐν αὐτῷ ὑφισταμένοις εἴδεσιν μερισμοῦ καὶ διαστάσεως αἴτιον γίνεται. ἔνθεν καὶ εἰς ἄτομα τὰ εἴδη τέμνεται οὐκ αὐτὰ καθ’ αὑτὰ μεριζόμενα ἀλλὰ τῷ ὑποκειμένῳ μεριστῷ ὄντι συνδιαιρούμενα· φύσει γὰρ καθ’ αὑτὸ ἀμερές ἐστιν τὸ ἀσώματον, ἀλλὰ τοῦ ὑποκειμένου (τουτέστιν τοῦ τριχῇ διαστατοῦ, ἐν ᾧ καὶ ὑφέστηκεν) μεριστοῦ ὄντος καὶ τοῦ ὅλου τὴν εἰς ὁμοιομερῆ τομὴν δεχομένου συμβαίνει καὶ τὰ ἐν τούτῳ ἐνιδρυμένα εἴδη ἅτε δὴ συνδιασταθέντα αὐτῷ διὰ τὸ ἐν αὐτῷ γενέσθαι διαστατῷ ὄντι καὶ συνδιαιρεῖσθαι αὐτῷ ἐξ ἀνάγκης. εἰ δέ τις εἴποι ποσωθεῖσαν πρότερον καὶ σωματωθεῖσαν τὴν ὕλην οὕτω λοιπὸν μεριστὴν γενέσθαι, οὐδὲν ἧττον καὶ οὕτως ἀπορήσομεν, πότερον αὐτὴ ἡ ἀσώματος ὕλη μεταβαλοῦσα καὶ τοῦ εἶναι ἀσώματος ἐκστᾶσα αὐτόχρημα σῶμα γέγονεν καὶ μέγεθος ἢ ἀμετάβλητος καὶ ἀσώματος μείνασα τὸ τοῦ σώματος εἶδος ἐδέξατο, ὥσπερ τὸ μέγεθος δεξάμενον εἰ τύχοι τὸ τῆς σαρκὸς εἶδος οὐδὲν ἧττον ᾗ μέγεθός ἐστιν ἔμεινεν ἀμετάβλητον καὶ ὡσαύτως ἔχον καὶ ἡ σὰρξ λευκὴ γενομένη ἢ μέλαινα οὐδὲν μᾶλλον ἢ ἧττον σάρξ ἐστιν μηδὲν ἐκ τῆς λευκότητος ἢ μελανίας καθὸ σάρξ ἐστιν μεταβάλλουσα.
Aet Mund.441 εἰ μὲν οὖν ἔμεινεν ἡ ὕλη ἀσώματος καὶ μετὰ τὸ δέξασθαι τὸ τοῦ σώματος εἶδος, ἔτι μένει τὸ ἄπορον, πῶς τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται καὶ πῶς τοῖς ἀμερέσι μερισμοῦ αἰτία γίνεται ἀμερὴς οὖσα καὶ ἀσώματος. εἰ δὲ ἐξέστη τοῦ εἶναι ἀσώματος καὶ αὐτὸ σῶμα καὶ μέγεθος γέγονεν, οὐκέτ’ ἂν ἀμετάβλητος εἴη· ὥστε οὐδὲ ἀγένητός τε καὶ ἄφθαρτος καὶ ἄλλως· εἰ ἀσώματος οὖσα μετέβαλεν καὶ γέγονεν σῶμα, ἀνάγκη πᾶσα ἢ εἶναί ποτε αὐτὴν ἐνεργείᾳ ἀσώματον, εἶτα γεγονέναι σῶμα, ἢ μηδέποτε αὐτὴν γεγονέναι ἐνεργείᾳ ἀσώματον. εἰ μὲν οὖν ἐνεργείᾳ ποτὲ ἦν ἀσώματος, εἶτα μεταβαλοῦσα γέγονεν σῶμα, πρῶτον μὲν δύναιτ’ ἂν πάλιν καὶ τὸ σῶμα γενέσθαι ἀσώματον, εἶτα καθὸ οὐκ ἔμεινεν ἀσώματος ἐφθάρη. εἰ δὲ τὸ ἀσώματον ἐφθάρη, καὶ γέγονεν ἐξ ἀνάγκης· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον. εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσα ἄλλο τι τῇ ὕλῃ ὑποκείμενον εἶναι κατὰ τὰ πρότερον δεδειγμένα, περὶ ὃ τὸ ποτὲ μὲν ἀσώματον ὂν ποτὲ 〈δὲ〉 σῶμα μεταβάλλει, καὶ τοῦτο πάντως οὔτε σῶμα ἔσται οὔτε ἀσώματον, εἴπερ σώματί τε καὶ ἀσωμάτῳ ὑπόκειται· ἀλλ’ οὐδὲν εἶναι μεταξὺ σώματός τε καὶ ἀσωμάτου ἐνδέχεται, ἐπεὶ μηδὲ τῆς ἀντιφάσεως· τὸ γὰρ ἀσώματον πάντως που καὶ σῶμα οὐκ ἔστιν, ἀδύνατον δὲ μήτε σῶμα εἶναί τι μήτε μὴ σῶμα τὸ αὐτό· ἀντίφασις γὰρ τοῦτο, οὐδὲν δὲ οὔτε τῶν ὄντων οὔτε τῶν μὴ ὄντων ἐκφυγὸν καυχήσεται τὴν ἀντίφασιν.
Aet Mund.442 ὥστε ἀδύνατον ἄλλο τι τῇ ἀσωμάτῳ ὕλῃ ὑποκεῖσθαι· οὐδὲ γὰρ Ἕλλησι τοῦτο δοκεῖ. οὐκοῦν ἀδύνατον ἐνεργείᾳ ποτὲ τὴν ὕλην ἀσώματον οὖσαν μεταβάλλειν ἀπὸ χρόνου καὶ γενέσθαι σῶμα. εἰ δὲ μηδέποτε ἐνεργείᾳ ἦν ἀσώματος ἡ ὕλη, τὸν ἄπειρον χρόνον δυνάμει ἦν ἀσώματος, εἰ δὲ δυνάμει ἐστὶν ἀσώματος, ἐνεργείᾳ ἐστὶν σῶμα τὸν ἄπειρον χρόνον· τὸ γὰρ δυνάμει ἀσώματον εἰ μὴ ἐνεργείᾳ εἴη σῶμα, οὔτε ἀσώματον ἔσται οὔτε σῶμα· τοῦτο δὲ ἀδύνατον ἄρτι δέδεικται, εἴπερ ἀντίφασις μέν ἐστιν τὸ εἶναι σῶμα καὶ μὴ εἶναι σῶμα, τὴν δὲ ἀντίφασιν συναληθεύειν ἀδύνατον. εἰ δὲ ἐνεργείᾳ ἐστὶν σῶμα ἡ ὕλη τὸν ἄπειρον χρόνον, εἰ μὲν τὸ σῶμα ᾗ σῶμά ἐστιν ἀμετάβλητον ὑπάρχει, οὐχ ἕξουσι δεικνύειν, εἰ ὅλως δυνάμει ὂν ἀσώματον ἡ ὕλη τοῖς φυσικοῖς σώμασιν ὑπόκειται· δέδεικται γὰρ ἐν ἀρχῇ τοῦ προκειμένου λόγου, ὅτι ἀμεταβλήτου ὄντος τοῦ ἀποίου σώματος, τουτέστιν μήτε γινομένου μήτε φθειρομένου, αὐτὸ εἶναι τὸ ἔσχατον τῶν φυσικῶν ὑποκείμενον καὶ τὴν πρώτην ὕλην ἀνάγκη. εἰ δὲ καὶ αὐτὸ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλειν φήσουσιν, ἀνάγκη μήτε καθὸ ἀσώματός ἐστιν ἡ ὕλη ἀμετάβλητον αὐτὴν εἶναι, εἴπερ μὴ ἔμεινεν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον ἀσώματος, μήτε καθὸ σεσωμάτωται, εἴπερ καὶ τὸ σῶμα ᾗ σῶμά ἐστιν μεταβάλλει. ὥστε κατ’ οὐδένα τρόπον ἡ ὕλη ἀμετάβλητός ἐστιν οὔτε ἔσται· οὔτε γάρ, ὅπερ ἐστὶν φύσει, τουτέστιν ἀσώματος, ἔμεινεν ἀμετάβλητος οὔτε ὃ γέγονε, τοῦτο δέ ἐστιν σῶμα, εἴπερ καὶ αὐτὸ μεταβάλλει.
Aet Mund.443 ἀλλ’ εἰ ἀδύνατον, ὡς πολλάκις εἴρηται, τὸ πρῶτον ὑποκείμενον μεταβάλλειν, οὐκ ἄρα οὔτε δυνάμει ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται τὸν ἄπειρον χρόνον, δέδεικται δὲ ὅτι οὔτε ἐνεργείᾳ. ὥστε οὐδ’ ὅλως ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται. ἔτι εἰ ἡ πρώτη τῶν σωμάτων ὕλη ἀσώματος καὶ τὰ εἴδη πάντα ἀσώματά ἐστιν (τοῦτο γὰρ ἀληθὲς ὂν καὶ παρὰ πάντων ὁμολογεῖται), πῶς δύο ἀσωμάτων τε καὶ ἀμερῶν σύνθεσις τὸ ἐξ ἀμφοῖν μέγεθος καὶ σῶμα πεποίηκεν; καὶ εἰ μυρία ἀμερῆ συντιθέμενα μέγεθος οὐ ποιεῖ ὡς τὰ σημεῖα, πόθεν δύο ἀμερῶν σύνθεσίς τις (τῆς ὕλης φημὶ καὶ τοῦ εἴδους) μέγεθος καὶ σῶμα γεγένηται; εἰ δὲ φήσουσιν δυνάμει εἶναι σῶμα τὴν ὕλην, κἂν ἀσώματος εἴη, εἰ μὲν ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δήπουθεν ἔσται ἐνεργείᾳ σῶμα, ἀεὶ δὲ ἐνεργείᾳ ἀσώματος· τὸ γὰρ δυνάμει τι ὂν ἕως ἂν μόνως ᾖ δυνάμει, ἐνεργείᾳ τοῦτο εἶναι ἀδύνατον· τὸ γὰρ ὕδωρ ἕως ἂν μόνως ᾖ δυνάμει θερμόν, ἐνεργείᾳ θερμὸν οὐκ ἔστιν. εἰ οὖν ἀεὶ δυνάμει ἐστὶν σῶμα ἡ ὕλη, ἀεὶ ἔσται ἐνεργείᾳ ἀσώματος· μένει οὖν ἡ ἀπορία. πῶς δὲ ἀσώματον ἀσωμάτῳ συντιθέμενον μέγεθος ποιεῖ καὶ σῶμα; ἄλλως τε εἰ ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δὲ ἐνεργείᾳ γίνεται σῶμα, μάτην ἕξει τὴν δύναμιν μηδέποτε προϊοῦσαν εἰς ἐνέργειαν. ἀλλ’ οὐδὲν τῶν ἀιδίων δυνάμει ἐστὶν μόνως τὸν ἄπειρον χρόνον, ὡς καὶ Ἀριστοτέλει δοκεῖ· ἐν μὲν γὰρ τοῖς γινομένοις καὶ φθειρομένοις ἐνδέχεται δυνάμει τι εἶναι, ὃ μὴ πρόεισιν εἰς ἐνέργειαν φθανούσης τῆς φθορᾶς τὴν τῆς δυνάμεως τελείωσιν καὶ ἐνέργειαν (δυνάμενος γὰρ πᾶσαν ἐπιστήμην ὁ ἄνθρωπος ἐπιδέξασθαι οὐ πάντως δέχεται φθανούσης τῆς φθορᾶς τὴν ἐνέργειαν, καὶ τὸ ξύλον δυνάμει ὂν θρόνος ἢ ναῦς οὐ πάντως καὶ ἐνεργείᾳ γίνεται), ἐπὶ δὲ τῶν ἀιδίων ἀδύνατον εἶναί φησιν Ἀριστοτέλης μόνως δυνάμει τι εἶναι τὸν ἄπειρον χρόνον· μάτην γὰρ ἕξει τὴν δύναμιν μηδέποτε προιοῦσαν εἰς ἐνέργειαν.
Aet Mund.444 οὐκ ἄρα ἐνδέχεται τὸν ἄπειρον χρόνον δυνάμει σῶμα εἶναι τὴν ὕλην. εἰ δὲ δυνάμει οὖσα σῶμα ἢ ποτὲ γέγονεν ἐνεργείᾳ σῶμα ἢ ἀεί ἐστιν ἐνεργείᾳ σῶμα, τὰ αὐτὰ πάλιν ἐροῦμεν· εἰ μὲν γὰρ ἀμετάβλητον εἴη τὸ σῶμα ᾗ σῶμά ἐστιν, οὐδεμίαν ἕξουσιν ἀπόδειξιν τοῦ ὅλως ὑποκεῖσθαί τινα τοῖς σώμασιν ὕλην ἀσώματον· εἰ δὲ καὶ τὸ σῶμα μεταβάλλει, κατ’ οὐδέν ἐστιν ἡ ὕλη ἀμετάβλητος, οὔτε καθὸ ἦν ἀσώματος οὔτε καθὸ γέγονε σῶμα· εἰ δὲ μὴ εἴη ἀμετάβλητος, ἄλλο τι ἔσται καὶ αὐτῇ ὑποκείμενον καὶ ὕλης ὕλην ἐπινοήσομεν καὶ περὶ ἐκείνης πάλιν τὰς αὐτὰς ἀπορήσομεν ἀπορίας καὶ εἰς ἄπειρον τὸ ἄτοπον ἄνεισιν. ἀλλ’ οὔτε μεταβάλλειν τὸ πρῶτον τῶν φυσικῶν ὑποκείμενον ἐνδέχεται καὶ τοῦ, ὅ ἐστιν, ἐξίστασθαι οὔτε ἄλλο τι αὐτῷ ὑποκεῖσθαι· οὐ γὰρ ἂν ἔτι πρῶτον εἴη ὑποκείμενον. δῆλον οὖν ἐντεῦθεν, ὡς οὐκ ἐνδέχεται δυνάμει σῶμα εἶναι τὴν ὕλην. ἀποδέδεικται δὲ νῦν, ὡς οὔτε ἀσώματον αὐτὴν εἶναι οἷόν τε οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἔτι δὲ οὐδὲ ἀνείδεον διὰ τὸ μηδ’ ὅλως ἐνδέχεσθαί τι τῶν ὄντων ἀνείδεον εἶναι· τὸ γὰρ μηδένα λόγον ἔχον τοῦ εἶναι ὅμοιον ἐδείξαμεν τῷ μηδ’ εἶναι ὅλως.
Aet Mund.445 ὁ δὲ τοῦ εἶναι ἑκάστου λόγος εἶδός ἐστιν καὶ φύσις ἑκάστου· τὸ γὰρ ζῷον λογικὸν θνητὸν λόγος ἐστὶν τοῦ εἶναι καὶ εἶδος ἀνθρώπου. ἐκ τούτων οὖν πάντων δῆλον γεγένηται, ὅτι οὔτε ἀνείδεον παντελῶς οὔτε ἀσώματον εἶναι τὴν πρώτην ὕλην ἐνδέχεται. ὥστε μῦθος ψευδὴς καὶ αἴτημα ἀναπόδεικτον ἡ περὶ τῆς ἀσωμάτου τε καὶ ἀνειδέου ὕλης ὑπόθεσις ἀποδέδεικται, κἂν μυρίοι Πλάτωνες καὶ ὁ λοιπὸς τῶν ἀρχαίων κατάλογος τὴν περὶ αὐτῆς εἰσηγήσαντο δόξαν· οὐδενὶ γὰρ πιστεύειν ἀξιώσομεν μὴ ὑπὸ λόγου τὴν ἀπόδειξιν ἔχοντι· ‘εἰ μὴ σὺ γὰρ σαυτοῦ λέγοντος ἀκούσῃσ‘, φησὶν ὁ Πλάτων, ‘ἄλλῳ λέγοντι μηδέποτε πιστεύσῃσ‘. οἱ μὲν οὖν ἔλεγχοι τῆς ἀνειδέου ὕλης καὶ ὡς ἀληθῶς οὐδὲν οὔσης τῶν ὄντων ἐντεῦθεν ἡμῖν πέρας ἐχέτωσαν νόθων τῷ ὄντι καὶ ἀνυποστάτων τῶν περὶ αὐτῆς λογισμῶν ἀποφανθέντων. εἰ δὲ αὐτὴ ἡ περὶ τῆς ὕλης αὐτῶν ὑπόθεσις ψευδὴς δέδεικται καὶ ἀνυπόστατος, καὶ τὰ τῇ ἀρχῇ ἄρα τῇ ψευδεῖ ταύτῃ ἑπόμενα τῆς ἀρχῆς ἐληλεγμένης συναπελήλεγκται καὶ διὰ τοῦτο ἴσως περιττὸν ἦν τὸ ὅλως εἰς τὸ προκείμενόν τι λέγειν ἐπιχείρημα. συγχωρήσαντες δ’ οὖν ἡμεῖς τῇ περὶ τῆς ὕλης ὑποθέσει, εἴτε σῶμα ταύτην εἶναί τις τὸ ἄποιον βούλοιτο εἴτε ἀσώματον, ἐπὶ τὴν ἐξέτασιν τοῦ προκειμένου ἑνδεκάτου ἐπιχειρήματος τὸν λόγον τρέψωμεν· ἔστιν δ’, ἵνα συνελὼν εἴπω, τοιοῦτον. θʹ. Ἡ ὕλη, φησίν, οὐ κατὰ τύχην ἀλλ’ ἔκ τινος αἰτίας τὸ εἶναι ἔχουσα ἕνεκά τού ἐστιν καὶ τοῦτό ἐστιν αὐτῇ τὸ εἶναι· τῆς γὰρ γενέσεώς ἐστιν ἕνεκα· οὐκοῦν καὶ ἡ γένεσις οὗ ἕνεκά ἐστιν.
Aet Mund.446 τὸ δὲ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα τῶν πρός τι, τὰ δὲ πρός τι ἅμα τὸ εἶναι καὶ τὸ μὴ εἶναι ἔχει· ἀφ’ οὗ ἄρα ἡ ὕλη ἐστίν, ἀπὸ τότε καὶ ἡ γένεσίς ἐστιν· καὶ γὰρ ἡ ὕλη εἴδους ἐστὶν ὕλη καὶ τὸ εἶδος ὕλης ἐστὶν εἶδος. ὥστε ἅμα τῷ εἶναι τὴν ὕλην εὐθὺς καὶ ἡ γένεσίς ἐστιν καὶ τὰ εἴδη ἐστὶν ἐν αὐτῷ· ἔστιν γὰρ ἡ ὕλη οὐκ ἀκοσμίας ἕνεκα καὶ τῆς τῶν εἰδῶν στερήσεως ἀλλὰ κόσμου τε καὶ εἰδοποιίας. εἰ οὖν ἡ ὕλη ὡς καὶ ἡ γένεσις ἐξ ἀνάγκης ἀίδιος, καὶ ἡ εἰδοποιία. ὥστε καὶ ὁ κόσμος ἀίδιος. ὅτι δὲ ἡ ὕλη ἀίδιος, δῆλον ἐντεῦθεν· εἰ γὰρ γίνοιτο, φησίν, καὶ φθείροιτο, ὕλης ἄλλης δεήσεται, ἐξ ἧς τε γίνεται καὶ εἰς ἣν φθαρεῖσα ἀναλυθήσεται· τοῦτο δὲ πάλιν ἀνάγκη συμβαίνειν διὰ τὸ ἐν τῷ ἐνάτῳ λόγῳ εἰρημένον, ὡς πᾶν τὸ γιγνόμενον ἔκ τινος γίνεται καὶ ἐκ μηδενὸς γενέσθαι τι ἀδύνατον εἶναι. ἔστιν δὲ Ἀριστοτελικὸν τὸ ἐπιχείρημα· αὐτὸς γὰρ ἐν τῷ πρώτῳ τοῦτο τῆς φυσικῆς ἔθηκεν ἀκροάσεως. ὁ μὲν οὖν προκείμενος συλλογισμὸς τοιοῦτος. ἡμεῖς δὲ τοῖς ἄλλοις ἅπασιν συγχωρήσαντες τοῦτο μόνον τῶν εἰρημένων ζητήσωμεν, εἰ ἕπεται ἐξ ἀνάγκης τῷ γίνεσθαι καὶ φθείρεσθαι τὴν ὕλην τὸ δεῖσθαι αὐτὴν ὕλης ἑτέρας· τοῦτο γάρ ἐστιν τὸ δοκοῦν ἕπεσθαι ἄτοπον· οὗ δειχθέντος ὡς οὐχ ἕπεται (τουτέστιν ὡς οὐκ ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, ἐξ ὕλης καὶ αὐτὴν γίγνεσθαι), οὐδὲν ἔσται λοιπὸν τὸ κωλύον μὴ εἶναι τὴν ὕλην ἀίδιον ἀλλ’ ἀρχὴν ἔχειν γενέσεως.
Aet Mund.447 μηδενὸς οὖν ὄντος λόγου τοῦ ἀίδιον εἶναι αὐτὴν κατασκευάζοντος οὐδ’ ἂν δι’ αὐτὴν ἀίδιος εἶναι πιστεύοιτο ἅμα τῆς τε ὕλης τοῦ κόσμου καὶ τοῦ εἴδους αὐτοῦ συνυποστάντων· ἐκ γὰρ τοῦ λαβεῖν, ὅτι ἀίδιος ἡ ὕλη, συνήγαγεν, ὅτι καὶ ὁ κόσμος ἀίδιος. ιʹ. Πυθέσθαι δὲ πρῶτον αὐτοῦ ἄξιον, πῶς φησιν πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται, ἆρ’ ὡς ἐκ τῆς ὕλης τοῦ γιγνομένου τὸ εἶναι καὶ τὴν οὐσίαν λαμβάνοντος καὶ οἷον αὐτῆς τῆς ὕλης εἰς τὴν τοῦ γινομένου μεταβαλλούσης οὐσίαν καὶ αὐτὸ γινομένης ἐκεῖνο, ἢ ὡς δεομένου τοῦ γινομένου ὑποκειμένου τινός, ἵν’ ἐν ἐκείνῳ τὴν ὕπαρξιν λαμβάνῃ, διὰ τὸ αὐτὸ καθ’ αὑτὸ ἄνευ ὑποκειμένου συστῆναι μὴ δύνασθαι, ὥσπερ τὰ γράμματα δεῖται κηροῦ τυχόν, ἵνα ὑποστῇ, οὐ τῆς τοῦ κηροῦ οὐσίας αὐτὰ τὰ γράμματα γινομένης, ἀλλ’ ἐν αὐτῷ ὡς ἐν δοχείῳ τινὶ τῶν γραμμάτων τὴν ὕπαρξιν λαμβανόντων, καὶ ὡς τὸ σχῆμα δεῖται χαλκοῦ ἢ ἑτέρας ὕλης, ἵνα γένηται, οὐ τοῦ χαλκοῦ αὐτὸ σχῆμα γινομένου, ἀλλ’ ἐν αὐτῷ τοῦ σχήματος ὑφισταμένου. εἰ μὲν οὖν τὸ πρότερόν τις ὑπόθοιτο, ἤδη τοῦτο ἐν τῷ τέλει τοῦ ἐνάτου λόγου πρὸς ἡμῶν ἀπελήλεγκται καὶ πάρεστιν ἐκεῖθεν τὴν τούτων ἀκριβῆ διδασκαλίαν ἐκλέγεσθαι, ὅτι οὐχ ἡ ὑποκειμένη τοῖς εἴδεσιν ὕλη αὐτόχρημα τὰ εἴδη γίνεται ἀλλὰ μόνον ὑποδοχή ἐστιν τῶν εἰδῶν, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις παρὰ τοῦ Πλάτωνος εἶπε λαβών· καὶ γὰρ ὁ χαλκὸς μένων ἀμετάβλητος ὑποδοχὴ τῶν σχημάτων γίνεται καὶ ὁ κηρὸς τῶν γραφομένων· καὶ ἐπὶ τῶν φυσικῶν δὲ πάντων τὸ τριχῇ διαστατὸν μένον ἐπὶ τῆς ἰδίας φύσεως καὶ μηδεμίαν μεταβολὴν ὑπομένον, ᾗ τοιοῦτόν ἐστιν, πάντων ἐστὶν τῶν φυσικῶν εἰδῶν δοχεῖον· εἰ γὰρ τὸ ὑποκείμενον εἰς τὴν τοῦ γινομένου μετέβαλλεν οὐσίαν, οὐκέτ’ ἂν ἐπὶ τῆς αὑτοῦ φύσεως ἔμενεν τὸ ὑποκείμενον· ἐξ οὗ γάρ τι μεταβάλλει, οὐκέτι ἐστὶν ἐν ἐκείνῳ· ὥστε καὶ τὴν ὕλην, καθὸ ὕλη ἐστίν, μεταβάλλειν συνέβαινεν καὶ οὐκέτ’ ἂν ἔμενεν ἡ ὕλη· οὕτω δ’ ἂν ἡ εἰς ἄλληλα μεταβολὴ τῶν πραγμάτων ἀνῄρητο μηδενὸς μένοντος ἀμεταβλήτου, ὡς ἀκριβῶς ἐν ἐκείνοις ἐδείξαμεν· ὥστε ἀδύνατον τὴν ὕλην εἰς τὴν τοῦ γινομένου μεταβάλλειν οὐσίαν.
Aet Mund.448 εἰ δὲ τὸ δεύτερον ἀναγκαῖον εἶναι φήσουσιν τὸ δεῖσθαι πᾶν τὸ γινόμενον ὑποκειμένου τινὸς καὶ ὕλης τῆς ὑποδεξομένης αὐτοῦ τὴν ὕπαρξιν, ὡς διὰ τοῦτο ἀναγκαῖον φαίνεσθαι καὶ τὴν ὕλην, εἴπερ γένοιτο, δεῖσθαι ἑτέρας ὕλης, οὐχ ὁρῶ, πόθεν τὴν ἀνάγκην τοῦ λόγου κατασκευάζουσιν· εἰ μὲν γὰρ πᾶν τὸ γινόμενον ἄλλου τινὸς ἐδεῖτο τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, ἀκόλουθον ἦν καὶ τὴν ὕλην, εἴπερ γίνοιτο, δεῖσθαι ὕλης ἑτέρας· νῦν δὲ τοῦτο καὶ ψεῦδός ἐστιν καὶ ἀδύνατον· τῶν γὰρ γινομένων πάντων συνθέτων ὄντων ἐξ ὕλης καὶ εἴδους ἀνάγκη πᾶσα ἢ τὸ εἶδος εἶναι τὸ γιγνόμενον ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν συγκείμενον. εἰ οὖν πᾶν τὸ γιγνόμενον ἑτέρου δεῖται τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται, εἴτε τὸ εἶδος εἴη τὸ γιγνόμενον, ἄλλου δεήσεται τοιούτου εἴδους, ἵνα γένηται, καὶ τοῦτο πάλιν, εἰ γίνοιτο, ἑτέρου, εἴτε τὸ σύνθετον, ἄλλου συνθέτου δεήσεται, οἷον αὐτό ἐστιν, ἵνα γένηται, κἀκεῖνο πάλιν, εἰ γίγνοιτο, ἄλλου.
Aet Mund.449 ἵνα οὖν γένηται χαλκός, χαλκοῦ δεήσεται καί, ἵνα γένηται λευκόν, λευκοῦ δεήσεται καί, ἵνα βαρύ, βαρέος. τοῦτο δ’ ἄτοπόν ἐστιν· ἐπ’ ἄπειρον γὰρ ἀνιέναι ἀνάγκη καὶ ταύτῃ καὶ γένεσιν ἀναιρεῖν· ἀδύνατον γὰρ δι’ ἀπείρων χωρῆσαι τὴν γένεσιν, ὡς καὶ ἐν τοῖς περὶ γενέσεως Ἀριστοτέλει δέδεικται· καὶ πρὸς τῷ ἀτόπῳ καὶ παρ’ αὐτὴν τὴν τῶν πραγμάτων ἐστὶν ἐνάργειαν· τοὐναντίον γὰρ πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται· ἐξ οὐ χαλκοῦ γὰρ ὁ χαλκὸς γίνεται καὶ ἐξ οὐχ ὕδατος ὕδωρ καὶ ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος (λέγω δὲ κατὰ τὸ ὑλικὸν αἴτιον· περὶ τούτου γὰρ νῦν ἡμῖν ὁ λόγος· εἰ γὰρ καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ, ἀλλὰ τὸ μέν ἐστιν ποιοῦν, τὸ δὲ γιγνόμενον· οὐ περὶ τοῦ ποιητικοῦ δὲ νῦν αἰτίου ἡ ζήτησις· ἀνάγκη γὰρ τὸ γιγνόμενον πᾶν ἐκ ποιοῦντος γίγνεσθαι, εἴτε ὅμοιον εἴη τὸ ποιοῦν εἴτε ἀνόμοιον τῷ γιγνομένῳ· καὶ γὰρ εἰ ἐκ σίτου σῖτος γίνεται, ἀλλ’ ὡς ἐκ ποιητικοῦ αἰτίου γίνεται· ἐνυπάρχουσιν γὰρ οἱ δημιουργικοὶ τοῦ γιγνομένου λόγοι ἐν τῷ καταβαλλομένῳ σπέρματι, ὡς καὶ ἐν τῷ ἀνθρωπείῳ καὶ τοῖς λοιποῖς, τὴν δὲ ὕλην τό τε ἀρδεῦον ὕδωρ καὶ ἡ παρακειμένη γῆ ὑποτίθησιν, ὡς καὶ ἡ μήτρα τὸ καταμήνιον· διόπερ, εἰ ἐλλείποι τὸ ὕδωρ, οὐ διὰ τὸ ποιοῦν ἀλλὰ διὰ τὴν τῆς ὕλης ἔνδειαν ἀτέλεστος ὁ καρπὸς γίνεται).
Aet Mund.450 εἰ οὖν πᾶν τὸ γιγνόμενον ἐξ οὐ τοιοῦδε γίνεται κατὰ τὸ ὑλικὸν αἴτιον, οἷον ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου καὶ τὸ πῦρ ἐξ οὐ πυρὸς καὶ ὁ ἐπιστήμων ἐξ οὐκ ἐπιστήμονος, εἴτε τὸ σύνθετον εἴη τὸ γινόμενον εἴτε τὸ εἶδος, οὐδὲν ἄρα τῶν γιγνομένων δεῖται ἄλλου τοιούτου, οἷον αὐτό ἐστιν, ἵνα γένηται. οὐδὲ ἡ ὕλη ἄρα ἡ πρώτη καὶ τὸ πρῶτον ὑποκείμενον, εἴπερ γίνοιτο, ἄλλης δεήσεται ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται· οὐδὲ γὰρ ἐπειδὴ τὰ εἴδη δεῖται ὕλης, ἵνα γένηται εἴδη, διὰ τοῦτο καὶ ἡ ὕλη, εἴπερ γίγνοιτο, ὕλης δεήσεται· τὰ μὲν γὰρ εἴδη ἅτε δὴ καθ’ αὑτὰ ὑποστῆναι μὴ δυνάμενα δεῖται τῆς ὑποδεξομένης αὐτὰ ὕλης, ἐν ᾗ λαμβάνει τὴν ὕπαρξιν, ἡ δὲ ὕλη ὑποδοχὴ πάντων οὖσα καὶ τὸ πρῶτον ἁπάντων ὑποκείμενον οὐ δεῖται ἑτέρου τοῦ ὑποδεξομένου πρὸς ὕπαρξιν· οὐδὲ γὰρ τὰ φυσικὰ εἴδη, εἰ καθ’ αὑτὰ ὑφίστασθαι ἠδύνατο, ἐδεήθησαν τῆς ὕλης εἰς ὕπαρξιν παραγινόμενα, ἀλλ’ ἐγίνετο ἂν χωρὶς ὕλης. ὥστ’ οὐδ’ ἡ ὕλη, εἰ μὴ οὖσα πρότερον ἀρχὴν τοῦ εἶναι λαμβάνει, ὕλης ἑτέρας καὶ ὑποκειμένου δεήσεται, ἵνα γένηται, αὐτὴ οὖσα τὸ πρώτιστον πάντων ὑποκείμενον καὶ μὴ δεομένη ἑτέρου ὑποκειμένου εἰς ὕπαρξιν· οὐ γὰρ ἐν ὑποκειμένῳ ἡ ὕλη ἀλλ’ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μὲν τοῦ ἀνθρώπου τυχὸν ἢ τὸ τοῦ ἵππου ὁμοίωμα δεῖται χαλκοῦ, ἵνα ὑποστῇ, ὁ μέντοι χαλκὸς οὐ δεῖται χαλκοῦ, ἵνα γένηται χαλκός, οὕτω κατὰ τὸ ἀκόλουθον ἀνάγκη καὶ ἐν τῇ φυσικῇ γενέσει τὰ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχοντα, εἰ γένοιτο, δεῖσθαι ὕλης καὶ ὑποκειμένου, ἵνα γένηται ἐν ἐκείνῳ, ἅτε δὴ καθ’ αὑτὰ εἶναι μὴ δυνάμενα, οὐκέτι μέντοι τὸ ὑποκείμενον αὐτὸ καὶ ἡ ὕλη, εἴπερ γίνοιτο, ὑποκειμένου τινὸς καὶ ὕλης δεήσεται· οὕτω γὰρ οὐκέτ’ ἂν ἦν ὑποκείμενον καὶ ὕλη ἀλλ’ ἐν ὑποκειμένῳ τε καὶ εἶδος.
Aet Mund.451 εἰ δ’ ὅλως καὶ δεῖταί τινος ἡ ὕλη, ἵνα γένηται, εἴδους πάντως δεήσεται· ὥσπερ γὰρ τὸ ἔνυλον εἶδος ἄνευ ὕλης εἶναι οὐ δύναται, οὕτως οὐδὲ ἡ ὕλη, καθὸ ὕλη ἐστίν, ἄνευ εἴδους εἶναι οὐ δύναται διὰ τὸ πρὸς ἄλληλα εἶναι τὴν ὕλην καὶ τὸ εἶδος, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις φησίν· ὥσπερ οὖν τὸ γινόμενον δεξιὸν οὐ δεξιοῦ δεῖται ἀλλ’ ἀριστεροῦ, ἵνα γένηται δεξιόν, καὶ τὸ ἀριστερὸν οὐκ ἀριστεροῦ ἀλλὰ δεξιοῦ, ἵνα ἀριστερὸν γένηται, καὶ ἐπὶ πάντων τῶν πρός τι τὸ ἀντικείμενον τοῦ ἀντικειμένου δεῖται, ἵνα ὑποστῇ, οὕτω δήπου καὶ ἡ ὕλη, ἵνα γένηται ὕλη, οὐχ ὕλης ἀλλ’ εἴδους δεήσεται· τὰ γὰρ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. οὔτε οὖν τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται, καθὸ ὕλη ἐστίν (μάτην γὰρ ἔσται), οὔτε τὰ εἴδη χωρὶς τῆς ὕλης (οὐδὲ γὰρ ὑποστῆναι καθ’ αὑτὰ δύναται χωρὶς ὕλης)· τὸ ἕτερον οὖν τοῦ ἑτέρου δεήσεται καὶ οὐκ αὐτὸ αὑτοῦ ἢ τοῦ ὁμοίου. ὡς οὖν τὸ λέγειν τὰ εἴδη δεῖσθαι ὕλης, ἵνα γένηται, οὐκ εἰσάγει τὰ ἔνυλα εἴδη ἀίδια (ἀρχὴν γὰρ τοῦ εἶναι καὶ τέλος ἔχοντα ἐναργῶς ὁρᾶται), οὕτως οὐδὲ τὸ δεῖσθαι τῶν εἰδῶν τὴν ὕλην, εἴπερ γίνοιτο, ἀίδιον εἶναι αὐτὴν εἰσάγει.
Aet Mund.452 οὐδεμία ἄρα πέφηνεν ἀνάγκη, εἴπερ ἡ ὕλη γίνοιτο, δεῖσθαι αὐτὴν ὕλης, ἵνα γένηται, τοὐναντίον δὲ μᾶλλον, εἴπερ ἡ ὕλη γίνοιτο, ἀδύνατον ὕλης αὐτὴν ἑτέρας δεήσεσθαι. καὶ ἄλλως· εἰ, ὡς ἔχει ἡ ἁπλῶς ὕλη καὶ τὸ ἁπλῶς εἶδος, οὕτως ἔχει καὶ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος, ἡ δὲ ἁπλῶς ὕλη, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἄλλης δεήσεται, καὶ ἡ τὶς ἄρα ὕλη, εἴπερ γίνεται, καθὸ ὕλη ἐστίν, ὕλης δεήσεται. εἰ οὖν τὸ δεύτερον ψεῦδος δειχθείη καὶ ἀδύνατον (λέγω δὴ τὸ τὴν τινὰ ὕλην, καθὸ γίνεται ὕλη, δεῖσθαι ὕλης), ψεῦδος ἄρα καὶ τὸ τὴν ἁπλῶς ὕλην, εἴπερ γίνοιτο, καθὸ ὕλη ἐστίν, ὕλης δεῖσθαι, ἵνα γένηται ὕλη (λέγω δὲ τινὰ ὕλην τὴν τῆς οἰκίας τυχὸν ἢ τοῦ πλοίου καὶ ἐν τοῖς φυσικοῖς τοῦ Σωκράτους φέρε ἢ τοῦδε τοῦ φυτοῦ). ὅτι μὲν οὖν ἡ τὶς ὕλη γίνεται καὶ οὐκ ἔστιν ἀγένητος ἀλλὰ τότε γίνεται καὶ ἔστιν, ὅτε καὶ τὸ εἶδος ἔστιν, οὗ ἐστιν ὕλη, αὐτὸς ἐν τούτοις σαφῶς φησιν ὁ Πρόκλος· ‘καὶ γὰρ ἡ τὶς ὕλη‘, φησίν, ‘τότε ὕλη ἐστίν, ὅταν ᾖ καὶ τὸ εἶδος· διὸ καὶ εὐεργὸν ποιοῦσιν οἱ τεχνῖται μήπω οὖσαν ὕλην καί, καθόσον προκόπτουσιν εἰς τὸ ποιεῖν ὕλην, κατὰ τοσοῦτον παραγίνεται τὸ εἶδος· οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν εἰ τύχοι καὶ ἁρμοσθῶσιν, ἀλλ’ ὅταν ταῦτα προσλάβωσιν· ὅταν ἄρα ὡς ἀληθῶς ὕλη γένωνται, τότε πάρεστιν ἀχρόνως ἤδη τὸ εἶδοσ‘. εἰ οὖν ἡ τὶς ὕλη μὴ ἀίδιός ἐστιν ἀλλὰ γίνεται ὕλη, ἡ δὲ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεῖται ὕλης, ἵνα γένηται ὕλη, καὶ ἡ ταύτης ἄρα ὕλη οὔτε ἀεί ἐστιν, ἀλλ’ ὅταν ᾖ κἀκείνη, ἧς ἐστιν ὕλη, καὶ διὰ τοῦτο γενητή ἐστιν καί, ἵνα γένηται ὕλη, καὶ αὐτὴ ἄλλης ὕλης τρίτης δεήσεται· καὶ ἐπειδὴ πάλιν αὕτη οὐκ ἔστιν ἀίδιος, ἐπεὶ μηδὲ ἐκείνη, ἧς ἐστιν ὕλη, ἀίδιός ἐστιν, ἀλλὰ γίνεταί ποτε ὕλη, δεήσεται καὶ αὐτὴ τετάρτης ὕλης, ἵνα γένηται ὕλη, καὶ πάλιν ἡ τετάρτη οὐκ ἀεὶ οὖσα ἀλλὰ ποτὲ γινομένη ὕλη ἄλλης δεήσεται πέμπτης κἀκείνη ἄλλης καὶ τοῦτο ἐπ’ ἄπειρον.
Aet Mund.453 εἰ οὖν τοῦτο ἄτοπον, οὐκ ἄρα ἡ τὶς ὕλη, καθὸ γίνεται ὕλη, δεήσεται ὕλης, ἵνα γένηται ὕλη· εἰ γὰρ τὴν τινὰ ὕλην οἷον τοὺς ἐξεσμένους λίθους, ἵνα γένωνται ὕλη οἰκίας, μὴ ὡς ἓν καὶ ἁπλῶς λάβωμεν ἀλλ’ ὡς σύνθετόν τι ἐξ ὑποκειμένου τινὸς λίθου καὶ τῆς τοιᾶσδε ξέσεως, οὐκέτι ὡς γινομένην ὕλην ἐλάβομεν ἀλλ’ ὡς εἴδους ἢ συνθέτου γένεσιν, ὡς εἴ τις καθέδραν ἑαυτῷ ποιῆσαι βουλόμενος ὕλῃ χρησάμενος τῷ λίθῳ τούτῳ τὸ τῆς καθέδρας ἐπιθήσει εἶδος· εἰ δὲ ὡς ὕλην οἰκίας τὸν ἐξεσμένον τε καὶ ἡρμοσμένον λίθον θεωρήσωμεν, οὐκέτι τούτου τὸ μὲν ἔσται ὑποκείμενον, τὸ δὲ εἶδος (οὐδεμία γὰρ ὕλη, καθὸ ὕλη ἐστίν, ἐξ ὕλης καὶ εἴδους σύγκειται· οὕτω γὰρ ἐπὶ τὸ ἄπειρον ἥξομεν, ὡς ἔφθημεν δείξαντες), ἀλλ’ ὡς ἕν τι καὶ ἁπλοῦν τὸ ὅλον τοῦτο λαμβάνεται, ὁ ἐξεσμένος τε καὶ εὖ ἡρμοσμένος λίθος· ὥστε ὕλην οἰκίας ποιῶν ὁ οἰκοδόμος ὡς ἕν τι καὶ ἁπλοῦν λίθον ἐξεσμένον ποιεῖ· οὐ γὰρ τὸ τοιόνδε τοῦ λίθου σχῆμα αὐτὸ καθ’ αὑτὸ οἷον εἰ τύχοι τὸ κυβικὸν τοῦτο ὕλη ἐστὶν οἰκίας, ἀλλ’ οὐδὲ ἄνευ τοῦ σχήματος αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ λίθου φύσις ἡ ἀσχημάτιστος, ἀλλὰ τὸ συναμφότερον ὡς ἓν ὕλη ἐστὶν οἰκίας.
Aet Mund.454 τοῦτο δὲ αὐτὸ καὶ ὁ Πρόκλος ἡμῖν ἐν τοῖς προκειμένοις σαφῶς διωρίσατο εἰπὼν ‘οὐ γὰρ οἱ λίθοι τοῦ εἴδους τῆς οἰκίας ὕλη, πρὶν ξεσθῶσιν 〈εἰ τύχοι καὶ ἁρμοσθῶσιν〉, ἀλλ’ ὅταν ταῦτα προσλάβωσιν‘. ὥστε οὔτε οἱ λίθοι καθ’ αὑτοὺς ἄνευ τοῦ ξεσθῆναι καὶ ἁρμοσθῆναι ὕλη οἰκίας οὔτε πολλῷ μᾶλλον αὐτὸ καθ’ αὑτὸ τὸ σχῆμα, ἐπεὶ μηδὲ ὑποστῆναι καθ’ αὑτὸ δύναται. εἰ οὖν τὸ συναμφότερον ὡς ἓν ὕλη ἐστὶν οἰκίας, ὡς καὶ ὁ Πρόκλος καλῶς εἴρηκεν, τὸ δὲ συναμφότερον οὐ δεῖταί τινος ὑποκειμένου, ἵνα γένηται, ἡ ἄρα τὶς ὕλη οὐ δεῖται ὕλης, ἵνα γένηται ὕλη· πᾶσα μὲν γὰρ γένεσις, ὥσπερ καὶ ἐν τῷ ἐνάτῳ δέδεικται λόγῳ, εἴδους τινός ἐστιν γένεσις. ἐπειδὴ δέ, ὡς ἐν ἐκείνοις εἴπομεν, τὸ ἄλλου ἀποτέλεσμα ἄλλου γίνεται ὕλη, ὅταν ὡς ὕλην ἑτέρου λάβωμεν τὸ συναμφότερον ἅμα (λέγω δὴ τό τε ὑποκείμενον καὶ τὸ εἶδος), ὡς ἓν καὶ ἁπλοῦν γινόμενον αὐτὸ λαβεῖν ἀνάγκη· οὐδὲ γὰρ ἡ μερικὴ ὕλη οἷον ἡ τῆς οἰκίας καὶ ἡ τοῦδε τοῦ ἀνθρώπου καὶ ἡ τῶν συνθέτων πάντων ἁπλῶς ἐστιν ὕλη καὶ μόνως ὕλη, ἵνα καὶ τῷ ὄντι ἁπλουστάτην καὶ ἀσύνθετον αὐτὴν εἶναι ζητῶμεν, ἀλλὰ πρός τι μὲν ὕλη, πρός τι δὲ οὐχ ὕλη ἀλλὰ σύνθετόν τι χρῆμα ἐξ ὕλης καὶ εἴδους, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ ἀκριβῶς δέδεικται, ἵνα μὴ πάλιν τοὺς αὐτοὺς ἀνακυκλῶμεν λόγους. εἰ μὲν οὖν ὡς σύνθετόν τι χρῆμα τὴν τινὰ ὕλην θεωρήσει τις, οὐκέτι ὡς ὕλην θεωρήσει ἀλλ’ ὡς ἐξ ὕλης τε καὶ εἴδους συγκείμενον, οἷον τὸν λίθον καὶ τὸ τοιόνδε αὐτοῦ σχῆμα, εἰ δὲ ὡς ὕλην οἰκίας λήψεται, ὡς ἓν καὶ ἁπλοῦν τὸν τοιῶσδε ἐσχηματισμένον λίθον νοεῖν ἀνάγκη· οὐ γὰρ ὁ ἀσχημάτιστος ἀλλ’ ὁ ἐσχηματισμένος λίθος ὕλη ἐστὶν τῆς οἰκίας, ὡς καὶ ὁ Πρόκλος εἴρηκεν· ὥσπερ οὖν οὐχ ἁπλῶς εἰσιν ὕλη οἱ ἐσχηματισμένοι λίθοι ἀλλὰ πρός τι ὕλη ὡς πρὸς τὸ ἐκ τῆς συνθέσεως αὐτῶν ἐγγινόμενον τῆς οἰκίας εἶδος, οὕτως καὶ πρός τι ἁπλοῖ εἰσιν, λέγω δὴ πρὸς τὴν οἰκίαν, ἥτις ἐξ αὐτῶν καὶ τοῦ τοιοῦδε σύγκειται σχήματος· ὥστε, εἰ τὸ συναμφότερον, λέγω δὴ οἱ ἐσχηματισμένοι λίθοι, ὡς ἕν τι καὶ ἁπλοῦν ὄντες ὕλη τῆς οἰκίας εἰσίν, τὸ δὲ συναμφότερον οὐ δεῖται ὕλης, ἵνα γένηται, οὐκ ἄρα ἡ τὶς ὕλη δεῖται ὕλης, ἵνα γένηται, καίτοι γενητὴ οὖσα.
Aet Mund.455 εἰ οὖν ἡ τὶς ὕλη, εἴπερ ὡς γινομένη ὕλη λαμβάνοιτο, οὐ δεῖται ἑτέρας ὕλης, ὡς δὲ ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτως καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ἁπλῶς εἶδος ἔχει, οὐδ’ ἡ ἁπλῶς ἄρα ὕλη, εἰ γίνοιτο, καθὸ ὕλη ἐστίν, ἑτέρας ὕλης δεήσεται. δῆλον οὖν καὶ ἐντεῦθεν, ὡς οὐδεμία ἔστιν ἀνάγκη, εἴπερ ἡ ὕλη γένοιτο, ἔκ τινος ὄντος αὐτὴν γίνεσθαι. ὥστε οὐδεὶς ἔσται λόγος ὁ κατασκευάζων, ὅτι δεῖ τὴν ὕλην εἶναι ἀγένητον, τοῦ λόγου τοῦ εἰς ἄτοπον τὸν περὶ τῆς γενέσεως αὐτῆς λόγον ἀπάγειν δοκοῦντος ἀπελεγχθέντος. αιʹ. Ἀλλ’ οὐδέν, φησίν, ὁρῶμεν γινόμενον, ὃ μὴ ὕλης δεῖται· οὐκοῦν καὶ ἡ ὕλη, εἰ γίνοιτο, ὕλης δεήσεται. ἀλλὰ πᾶν τὸ νῦν γινόμενον μερικὸν οὐ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην καὶ τὸ πρῶτον τῷ εἴδει αὐτοῦ ὑποκείμενον γίνεται, ἀλλὰ καθὸ εἰδοπεποίηται· καὶ δέδεικταί γε ἐν τῷ ἐνάτῳ τοῦτο πρότερον λόγῳ καὶ ὡς οὐχ ὁμοίως τό τε ὅλον καὶ τὸ μέρος γίνεσθαι ἀνάγκη καὶ ὅτι ἀναγκαίως, ἵνα μένῃ εἷς καὶ ὁ αὐτὸς ὢν κόσμος, ἡ τῶν μερῶν φθορά τε καὶ γένεσις τῇ εἰς ἄλληλα μεταβολῇ γίνεται τῶν μὲν εἰδῶν εἰς τὸ μὴ ὂν φθειρομένων, μένοντος δὲ τοῦ αὐτοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐν τοῖς μεταβάλλουσιν, ἵνα καὶ τὸ πᾶν ἓν καὶ ταὐτὸν μένῃ.
Aet Mund.456 εἰ οὖν ἡ γένεσις νῦν οὐ τῶν καθόλου οὖσα γένεσις ἀλλὰ τῶν μερικῶν κατὰ τὰ εἴδη γίνεται καὶ οὐ κατὰ τὴν ὕλην, εἴπερ νῦν οὔτε γινομένην τὴν ὕλην οὔτε φθειρομένην ὁρῶμεν, εἰκότως ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται ἅτε δὴ τῶν εἰδῶν καθ’ αὑτὰ ὑποστῆναι μὴ δυναμένων, οὐκέτι μέντοι, εἰ καὶ ἡ ὕλη γέγονεν, ὕλης ἐδεήθη, εἴπερ καὶ τὰ εἴδη· οὐδὲ γὰρ τὴν αὐτὴν εἶναι γένεσιν ὑπονοεῖν εὔλογον τῶν τε εἰδῶν καὶ τῆς ὕλης· τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχον ὕλης δεήσεται τῆς ὑποδεχομένης αὐτό, ἵνα γενόμενον ὑποστῇ, αὐτὸ μέντοι τὸ ὑποκείμενον, εἰ γίνοιτο, οὐκέτι ἄλλου ὑποκειμένου δεήσεται· οὐ γὰρ ἂν ἦν ἔτι ὑποκείμενον ἀλλ’ ἐν ὑποκειμένῳ. μὴ οὖν ἐν τοῖς οὐχ ὁμοίοις μᾶλλον δὲ ἀντικειμένοις ὁμοίαν τὴν γένεσιν ἀπαιτείτωσαν· εἰ γὰρ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, εἴ γε ἡ μὲν ἕνεκά τού ἐστιν, τὸ δὲ οὗ ἕνεκα, τὰ δὲ πρός τι τῶν ἀντικειμένων ἐστίν, καὶ τὰς γενέσεις ἄρα τούτων ἀντικεῖσθαι ἀνάγκη· ἐπεὶ καὶ ἡ τοῦ ψυχροῦ γένεσις τῇ τοῦ θερμοῦ ἀντίκειται, εἴπερ ἡ μὲν πυκνώσει ἡ δὲ μανώσει γίνεται, καὶ ἡ τοῦ ἄνω τῇ τοῦ κάτω· ἡ μὲν γὰρ ἀνάβασίς ἐστιν ἡ δὲ κατάβασις· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
Aet Mund.457 εἰ οὖν τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον ὑπάρχειν ἀνάγκη, ὡς ἐν τοῖς τόποις δέδεικται, ὑπάρχει δὲ τῇ τοῦ εἴδους γενέσει τὸ δεῖσθαι ὕλης, ἵνα γένηται, τὸ ἄρα ἀντικείμενον τούτῳ τῇ γενέσει τῆς ὕλης ὑπάρξει, τοῦτο δέ ἐστιν τὸ μὴ δεῖσθαι, ἵνα ἡ ὕλη γένηται. βιʹ. Τί οὖν; οὐκ ἐλέγομεν καὶ ἡμεῖς μικρῷ πρόσθεν, ὡς δεῖ τὴν ὕλην τὴν αὐτὴν καὶ ἀμετάβλητον ὑπομένειν, εἴτε τὸ τριχῇ διαστατὸν εἴη ἡ πρώτη ὕλη εἴτε ἄλλη τις παρὰ τοῦτο ἀνείδεος; τὸ δὲ πάντῃ ἀμετάβλητον καὶ φθορᾶς δήπου καὶ γενέσεως ἐξῃρῆσθαι ἀνάγκη. ἀλλ’ οὐ καθάπαξ τὸ ἀμετάβλητον αὐτῇ προσεῖναι συνεχωρήσαμεν (οὐδένα γὰρ λόγον ὁρῶμεν τοῦτο κατασκευάζοντα), ἀλλ’ ἐν τῇ τῶν μερικῶν εἰς ἄλληλα μεταβολῇ ἀνάγκην εἶναι ἔφαμεν τὴν κοινὴν ὕλην τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητον ὑπομένειν· ἀλλ’ οὐ δήπου διὰ τοῦτο καὶ καθάπαξ αὐτὴν ἀμετάβλητον εἶναι ἀνάγκη· καὶ γὰρ τῶν ἐκ χαλκοῦ ἢ χρυσοῦ δημιουργημάτων εἰς ἄλληλα μεταβαλλόντων ὁ ὑποκείμενος τούτοις χαλκὸς ἢ χρυσὸς ἐν τῇ ἐκείνων μεταβολῇ ἀμετάβλητος ὑπομένει οὐδὲν κατὰ τὸν τῆς ἰδίας οὐσίας πάσχων λόγον, ἀλλ’ ὅμως οὔτε ἀγένητος διὰ τοῦτό ἐστιν οὔτε ἄφθαρτος.
Aet Mund.458 οὐκοῦν οὐδ’ εἰ ἐν τῇ τῶν μερῶν τῶν τοῦ κόσμου [ἐν τῇ] εἰς ἄλληλα μεταβολῇ ἀμετάβλητον μένει τὸ ὑποκείμενον, ἤδη καὶ παντελῶς ἀγένητον αὐτὸ καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ἀλλ’ εἴπερ ἡ κοσμοποιία ἀρχὴν τοῦ εἶναι δειχθείη λαβοῦσα, ἀνάγκη καὶ τὴν ὕλην ἀρχὴν τοῦ εἶναι ἔχειν καὶ μὴ εἶναι ἀίδιον. ἀρχὴν δὲ τοῦ εἶναι λαβοῦσα ἐξ οὐδενὸς προϋποκειμένου γεγένηται· πᾶν γὰρ τὸ γινόμενον (τουτέστιν πᾶν τὸ ἀρχὴν τοῦ εἶναι λαμβάνον) πρότερον οὐκ ὂν (τοῦτο γὰρ λέγω γινόμενον καὶ οὐ μόνον τὸ διὰ γενέσεώς τινος καὶ χρονικῆς παρατάσεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλον) ἐξ οὐκ ὄντος τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν λαμβάνει, καθ’ ὃ γίνεται, καὶ εἰς τὸ μὴ ὂν πάλιν φθαρὲν ἀναλύεται, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ δέδεικται. ὥστε καὶ ἡ ὕλη, εἰ γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, ἐξ οὐδενὸς προϋποκειμένου γενήσεται, ἀλλὰ μηδαμῶς οὖσα, πρὶν γένηται, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὑπὸ τοῦ δημιουργήσαντος αὐτὴν παράγεται. οὕτω μὲν οὖν αὐτὸ καθ’ αὑτὸ τὸ προκείμενον ἐξετάσαντες ἐπιχείρημα οὐδεμίαν ἀνάγκην εὕρομεν, ὡς, εἴπερ ἡ ὕλη γένοιτο, ὕλης ἑτέρας δεήσεται διὰ τὸ τὰ γινόμενα ἐξ ὕλης γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ἀναγκαῖον ἐφάνη, ἐπειδὴ τὰ γινόμενα, καθὰ εἰδοπεποίηνται γινόμενα, τουτέστιν εἰς τὸ εἶναι παραγόμενα, ὕλης δεῖται, ἀκόλουθον τὴν ὕλην, εἴπερ γίνοιτο, μὴ δεῖσθαι ὕλης. γιʹ. Ἐπειδὴ δὲ πάλιν ὡς ἐκ τῶν Πλάτωνι δοκούντων ὁ λόγος τῷ Πρόκλῳ πρόεισιν, δειξάτω τις ἡμῖν, ποῦ Πλάτων οὑτωσὶ διαρρήδην ἄναρχον εἶναι τὴν ὕλην ὑπέθετο καὶ ἀίδιον γενέσεως ἀρχὴν οὐκ ἔχουσαν· οὐδαμοῦ γὰρ ἔστιν τῶν διαλόγων τοῦτο εὑρεῖν Πλάτωνα λέγοντα· ὁπότε καί, εἰ σαφῶς οὕτως ἀίδιον αὐτὴν εἶναι ὑπέθετο, τῷ δὲ ἀίδιον εἶναι τὴν ὕλην συνεισήγετο ἐξ ἀνάγκης τὸ καὶ τὸν κόσμον εἶναι ἀίδιον, οὐδεὶς ἂν εὐλόγως οἶμαι τῆς ἀληθείας μᾶλλον ἢ τοῦ Πλάτωνος φροντίδα ποιούμενος ἐντεῦθεν συνῆγεν, ὡς καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἀίδιον ὁ Πλάτων ᾤετο, ἐκείνου σαφῶς ἀπό τινος ἀρχῆς γεγονέναι αὐτὸν καὶ οὐκ ἀεὶ εἶναι λέγοντος καὶ πρὶν γενέσθαι μὴ εἶναι· τί γάρ, εἰ τῇ περὶ τῆς ὕλης ὑποθέσει μὴ συνεῖδεν ὁ Πλάτων τὸ ἐξ ἀνάγκης ἑπόμενον; πολλαχοῦ γὰρ ἄνθρωπός γε ὢν τῆς ἀληθοῦς τῶν πραγμάτων διήμαρτεν καταλήψεως, ὡς ἐν τῷ πρὸ τούτου ὑπεμνήσαμεν λόγῳ.
Aet Mund.459 ἀλλ’ οὐδ’ ἐκ τοῦ τὰ μαχόμενά τινας ὑποθέσθαι οὐ συνεωρακότας, ὡς μάχεται, τὸ μὴ θάτερον τῶν μαχομένων αὐτοὺς ὑποθέσθαι συνάγεται, ἀλλὰ τὸ ψευδῶς θάτερον ὑποθέσθαι τὸ τῷ ἀληθεῖ ἀντικείμενον. ὅτι δὲ καὶ ἐν ἑτέροις τοῦτο πεπονθὼς ὁ Πλάτων φαίνεται (λέγω δὴ τὰ μαχόμενα ὑποθέμενος), ἑνός που τῶν ἐκείνου καὶ νῦν ὑποδείγματος χάριν μνησθήσομαι. διʹ. Τῶν τεσσάρων στοιχείων μόνην τὴν γῆν ἀμετάβλητον εἶναι ἐν Τιμαίῳ Πλάτων ὑπέθετο, τὰ δὲ λοιπὰ τρία μεταβάλλειν εἰς ἄλληλα· καὶ ἔξεστίν γε τοῦτο αὐτοῦ Πλάτωνος ἐπὶ λέξεως ἀκούειν λέγοντος· ‘τὰ γὰρ τέτταρα‘, φησίν, ‘γένη δι’ ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθῶς φανταζόμενα· γίνεται μὲν γὰρ ἐκ τῶν τριγώνων ὧν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς ἀνίσους τὰς πλευρὰς ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου ξυναρμοσθέν.
Aet Mund.460 οὔκουν δύναται πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν μικρῶν ὀλίγα καὶ μεγάλα καὶ τοὐναντίον γίνεσθαι, τὰ δὲ τρία οἷόν τε· ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τῶν μειζόνων πολλὰ σμικρὰ ἐκ τῶν αὐτῶν ξυστήσεται δεχόμενα τὰ προσήκοντα ἑαυτοῖς σχήματα‘· καὶ μεθ’ ἕτερα ‘γῆ μὲν ξυντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτο ἄν, εἴτε ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτε ἐν ἀέρος εἴτε ἐν ὕδατος ὄγκῳ τύχοι, μέχριπερ αὐτῆς πῃ ξυντυγχάνοντα τὰ μέρη πάλιν ξυναρμοσθέντα αὐτὰ αὑτοῖς γῆ γένοιτο· οὐ γὰρ εἰς ἄλλο εἶδος ἔλθοι ποτ’ ἄν‘. τρία, πῦρ ὕδωρ ἀήρ, εἰς ἄλληλα μεταβάλλειν δύναται. ὅτι μὲν οὖν μόνην τὴν γῆν τῶν τεσσάρων στοιχείων ἀμετάβλητον εἶναί φησιν εἰς τὰ λοιπὰ τῶν ἄλλων εἰς ἄλληλα μεταβαλλόντων, δῆλον γέγονεν ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως καὶ πᾶσίν ἐστιν γνώριμόν τε καὶ ὁμολογούμενον· ὅθεν οὐδὲ πλείονος ἡμῖν τῆς ἐπεξεργασίας ἐδέησεν. πάλιν δ’ αὖ ὁ αὐτὸς Πλάτων τόν τε οὐρανὸν αὐτὸν καὶ τὰ τῶν ζῴων σώματα καὶ τῶν συνθέτων ἕκαστον ἐκ τῶν αὐτῶν τούτων τεσσάρων στοιχείων συνίστησιν.
Aet Mund.461 περὶ μὲν οὖν τοῦ οὐρανίου σώματος ἐν ἑτέροις ὑπομνήσομεν. ὅτι δὲ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ τῶν λοιπῶν ζῴων ἐκ τῶν τεσσάρων στοιχείων συντίθησιν (τοῦτο γὰρ νῦν μοι χρῄζει ὁ λόγος), ἄκουε πάλιν αὐτοῦ Πλάτωνος λέγοντος· ‘καὶ ὁ μὲν δή‘, φησίν, ‘ταῦτα διατάξασ‘ (λέγει δὲ περὶ τοῦ δημιουργοῦ τοῦ παντός) ‘ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, μένοντος δὲ ἐννοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου μιμούμενοι τὸν σφέτερον δημιουργὸν πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν εἰς ταὐτὸν τὰ λαμβανόμενα ξυνεκόλλων‘. ὁ αὐτὸς ἄρα Πλάτων καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ στοιχεῖά φησιν τῶν ἄλλων στοιχείων εἰς ἄλληλα μεταβαλλόντων καὶ τὰ τῶν θνητῶν ζῴων σώματα καὶ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν αὐτῶν τούτων τεσσάρων στοιχείων συγκεῖσθαι βούλεται. ταῦτα δὲ μαχόμενά τέ ἐστιν καὶ ἀσύγκλωστα καὶ οὐ λίνον λίνῳ συνάπτοντος κατὰ τὴν παροιμίαν, λέγω δὴ τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ λέγειν καὶ τὰ σύνθετα ἐκ τῶν τεσσάρων συγκεῖσθαι στοιχείων. εἰ μὲν γὰρ ἡ γῆ ἀμετάβλητός ἐστιν, οὐδὲν τῶν συνθέτων ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν· εἰ δὲ ἐκ τῶν τεσσάρων τὰ σύνθετα, ἀδύνατον εἶναι τὴν γῆν εἰς τὰ λοιπὰ ἀμετάβλητον· οὐδὲν γὰρ ἐν τοῖς συνθέτοις ἐνεργείᾳ τῶν στοιχείων ὁρᾶται, οὐ πῦρ, οὐ γῆ, οὐ τῶν ἄλλων οὐδέν· παράθεσις γὰρ εἶναι τῶν στοιχείων καὶ οὐ κρᾶσις ἔμελλεν, ὡς οἱ περὶ Ἐμπεδοκλέα ὑπετίθεντο, νῦν δὲ πᾶσαι δι’ ἀλλήλων κεχωρήκασιν αἱ τῶν στοιχείων ποιότητες, εἰ καὶ ὄγκοι παράκεινται· οὐδὲν γάρ ἐστιν τοῦ συνθέτου μόριον, κἂν τὸ ἀτομώτατον εἴποις, ὃ μὴ ἐκ τῶν τεσσάρων συνέστηκεν· τοῦτο δὲ τῶν ἀδυνάτων ἦν, εἰ παράθεσις τῶν στοιχείων καὶ μὴ κρᾶσις ὅλων δι’ ὅλων ἐν τῷ συνθέτῳ ὑπῆρχεν.
Aet Mund.462 εἰ οὖν μηδέν ἐστιν ἐν τῷ συνθέτῳ τῶν στοιχείων ἐνεργείᾳ, ἀλλὰ κραθέντων αὐτῶν ἡ μὲν ἑκάστου ἰδέα ἐφθάρη, ἄλλο δέ τι τῇ τούτων μίξει καὶ κράσει ἐπιγέγονεν εἶδος, τὸ τῆς σαρκὸς φέρε ἢ τὸ τοῦ αἵματος ἢ ἄλλο ὁτιοῦν, δῆλον οἶμαι παντί, ὡς ἐν τῷ συνθέτῳ καὶ ἡ γῆ μεταβέβληκεν. εἰ δὲ τῆς ἰδέας τῶν στοιχείων ἐν τῷ συνθέτῳ φθαρείσης ἕν τι καὶ ὁμοειδὲς τὸ ἐκ πάντων ἐγένετο, οἷον ἢ σὰρξ ἢ ὀστοῦν ἢ ὁτιοῦν ἄλλο, ἐνδέχεται δὲ πάλιν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν φθειρομένην τὴν σάρκα εἰς τά, ἐξ ὧν συνέστηκεν, ἀναλύεσθαι τῶν ἐκ τοῦ κόσμου δανεισθέντων μορίων ἀποδιδομένων αὖθις, ἐνδέχεται ἄρα τὸ τυχὸν αὐτῆς μόριον καὶ τὸν τυχόντα ὄγκον πάσης ὁμοειδοῦς οὔσης καὶ γῆν γενέσθαι καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἀποκληρωτικὸν γὰρ καὶ πλασματῶδες τὸ λέγειν, ὅτι τόδε μὲν τὸ μόριον τῆς σαρκὸς ὕδωρ γίνεται, τοῦτο δὲ γῆ, πῦρ δὲ ἄλλο κἀκεῖνο ἀήρ, παντὸς μορίου τῆς σαρκὸς τοῖς λοιποῖς ὁμοειδοῦς ὄντος καὶ πάσης εἰς τὰ στοιχεῖα ἀναλυομένης. εἰ οὖν ἐνδέχεται τὸν τυχόντα τῆς σαρκὸς ὄγκον τὴν ἑκάστου τῶν στοιχείων ἰδέαν ἐν ἑαυτῷ καταδέξασθαι, ἐνδέχεται ἄρα τὸ πρότερον τῷ τῆς γῆς εἴδει ὑποκείμενον τῆς σαρκὸς μόριον (λέγω δὴ αὐτὸ τὸ τριχῇ διαστατὸν καὶ σῶμα) φθαρείσης τῆς σαρκὸς τὸ τοῦ ὕδατος ἢ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ καταδέξασθαι εἶδος· ὥστε καὶ τὴν γῆν εἰς τὰ λοιπὰ τῶν στοιχείων μεταβάλλειν ἀνάγκη· τοῦτο γάρ ἐστιν ἡ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ τὸ τὸ αὐτὸ ὑποκείμενον ἄλλοτε ἄλλου στοιχείου δέχεσθαι εἶδος, ὡς πρότερον δέδεικται.
Aet Mund.463 καὶ τί με δεῖ μακρότερον τοῦ καὶ τὴν γῆν εἰς τὰ λοιπὰ στοιχεῖα μεταβάλλειν ἀποτείνειν λόγον τούτου σαφῶς καὶ παρὰ τῶν μετὰ Πλάτωνα πάντων φυσικῶν ἀποδεδειγμένου; οὗ δὲ χάριν τούτων νῦν τῶν λόγων ἐμνήσθημεν, ἐκεῖνό ἐστιν· ὅτι, εἰ δέδεικται, ὡς τὸ τὴν γῆν λέγειν ἀμετάβλητον εἶναι μάχεται τῷ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι λέγειν τὰ σύνθετα σώματα, τί κωλύει καὶ ἄλλον τὴν περὶ τοὺς λόγους αὐτῶν ἀγνωμοσύνην μιμούμενον συνάγειν ἐντεῦθεν, ὡς, εἰ τὴν γῆν ἀμετάβλητον εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα ἐκ τῶν τεσσάρων εἶναι στοιχείων τὰ σύνθετα βούλεται σώματα, κἂν τοῦτο δοκῇ λέγειν διὰ τῆς λέξεως; ἀλλ’ οἶμαι τὸ τοιοῦτο τῶν λόγων εἶδος ἢ παντελῶς ἐστιν φιλονείκων ἢ φιλούντων μᾶλλον τῆς ἀληθείας τὸν Πλάτωνα· τί γὰρ κωλύει καὶ ἕκαστον ταύτῃ τῇ μεθόδῳ χρώμενον, ὅπερ καὶ πρότερον εἴπομεν, συλλογίζεσθαι, ὡς οὐδεὶς οὐδεπώποτε οὔτε τῶν παλαιῶν οὔτε τῶν νῦν ψευδῆ περὶ τῶν πραγμάτων ἔσχεν ὑπόληψιν; εἴποι γὰρ ἄν τις τῶν Πρωταγόρᾳ φίλων, ὡς, εἰ τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν τῶν πραγμάτων φύσιν ἔχειν ὡρισμένην τάδε καὶ τάδε τὰ ἄτοπα ἕπεται, οὐκ ἂν τοῦτο Πρωταγόρας ὑπέθετο, εἰ καὶ τῇ λέξει τοῦτο ὑποτιθέμενος φαίνεται.
Aet Mund.464 ὥσπερ οὖν ἐν τούτοις τὸ ἐκ τῶν τεσσάρων στοιχείων συγκεῖσθαι τὰ σύνθετα δεξάμενοι τὸ ἀμετάβλητον εἶναι τὴν γῆν ψευδὲς εἶναι φιλαλήθως ὁμολογοῦμεν οὐδὲν τὴν Πλάτωνος αἰδεσθέντες ὑπόληψιν, οὕτω δηλονότι καί, εἰ τὴν ὕλην ἀίδιον εἶναι ἔλεγεν, ἐπειδὴ καὶ τὸν κόσμον διαρρήδην γεγονέναι τε καὶ ἀρχὴν τοῦ εἶναι ἔχειν ὑπέθετο, τὸ φαινόμενον ἀληθὲς δεξάμενοι κατὰ θάτερον ἡμαρτηκέναι τὸν φιλόσοφον ὁμολογοῦμεν, οὐκ ἐχθροὶ Πλάτωνος, φίλοι δὲ δι’ αὐτὸ τοῦτο μᾶλλον γινόμενοι σαφῶς διαταξαμένου καὶ κελεύσαντος Σωκράτους μὲν ὀλίγον τῆς δὲ ἀληθείας πολὺ μᾶλλον φροντίδα τίθεσθαι. ὁ αὐτὸς δὲ οὗτος ἡμῖν καὶ ἐν τοῖς ἑξῆς κἂν φυλαττέσθω, ἵνα μὴ τὰ αὐτὰ λέγειν πολλάκις ἀναγκαζώμεθα. ειʹ. Νῦν δέ, ὅπερ προλαβὼν εἴρηκα, οὐδὲ φαίνεται ὁ ἀνὴρ οὐδαμοῦ τῶν ἰδίων λόγων ἄναρχον εἶναι τὴν ὕλην ἢ ἀίδιον ἀποφηνάμενος. εἰ τοίνυν ὑποστῆναι μὲν ἐκ θεοῦ καὶ τὴν ὕλην σαφῶς ὁ Πλάτων βούλεται, γεγονέναι δὲ καὶ τὸν κόσμον καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι διαρρήδην εἴρηκεν οὐδαμοῦ τὴν ὕλην ἄναρχον εἶναι ἢ ἀίδιον ἀποφηνάμενος, τῶν πρός τι δὲ ἡ ὕλη καὶ ἡ γένεσις καὶ ἅμα ἢ εἰσὶν ἢ οὔκ εἰσιν, τί μᾶλλον ἦν εὐλογώτερόν τε καὶ ἀναγκαῖον ὡς Πλάτωνι δοκοῦν συλλογίζεσθαι, πότερον ἐκ τοῦ λαβεῖν, ὅτι ἀίδιος ἡ ὕλη, οὐδαμοῦ τοῦτο ὑποθεμένου τοῦ Πλάτωνος, τὰ ἐναντιώτατα ταῖς ἐκείνου συνάγειν ἀποφάνσεσιν, ὡς οὐδὲ ὁ κόσμος κατ’ αὐτὸν ἀρχὴν τοῦ εἶναι εἴληφεν, ἐκείνου λαμπρᾷ τῇ φωνῇ μὴ εἶναι ἀεὶ τὸν κόσμον ἀλλ’ ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ πρὶν γενέσθαι μὴ εἶναι εἰπόντος τε καὶ ἀποδείξαντος, ὡς ἐν τῷ ἕκτῳ μεμαθήκαμεν λόγῳ, ἢ ἐκ τοῦ τὴν τοῦ κόσμου γένεσιν ἀρχὴν ἔχειν κατὰ Πλάτωνα τὸ καὶ τὴν ὕλην μὴ εἶναι κατ’ αὐτὸν ἀίδιον ἀλλ’ ἀρχὴν ἔχειν τοῦ εἶναι συλλογίζεσθαι, κἂν μὴ διαρρήδην τοῦτο λέγων φαίνηται; ἐγὼ μὲν οὖν οἶμαι, ὡς παντὶ τῷ πρὸς ἀλήθειαν βλέποντι καὶ τὸ ἐν τοῖς λόγοις ἀκόλουθόν τε καὶ μαχόμενον δυναμένῳ κρίνειν τὸ δεύτερον ἀληθές τε καὶ ἀναγκαῖον φανεῖται.
Aet Mund.465 οὐκοῦν, εἰ ἀρχὴν τῇ τοῦ κόσμου γενέσει δίδωσιν ὁ Πλάτων, καὶ τὴν ὕλην ἄρξασθαι τοῦ εἶναι καὶ οὐκ ἀγένητον αὐτὴν οὐδὲ ἀίδιον ᾤετο, ὁπότε καί, εἰ ἀίδιον εἶναι τὴν ὕλην ἔλεγεν, ἵνα τις καὶ τοῦτο συγχωρήσοι, οὐδ’ οὕτως τὸ καὶ τὸν κόσμον εἶναι ἀίδιον κατ’ αὐτὸν συνήγετο, ὡς ἀρτίως ἐδείξαμεν. Τέλος λύσεως τοῦ ιαʹ λόγου. Πρόκλου διαδόχου λόγος δωδέκατος.
Aet Mund.466.(1n) “Δωδέκατος· πᾶν τὸ γενητὸν ὕλης δεῖται καὶ ποιοῦντος. ὥστε, εἰ τὸ γενητὸν ὂν μὴ ἀεί ἐστιν ἀλλὰ ποτέ, ἢ διὰ τὴν ὕλην ἀνεπιτήδειον οὖσαν οὐκ ἔστιν ἢ διὰ τὸ ποιοῦν ἐλλεῖπον εἰς τὸ ποιεῖν ἢ δι’ ἀμφότερα, μήτε ὕλης ἐπιτηδείας οὔσης μήτε τοῦ ποιοῦντος αὐτάρκους. εἰ οὖν ὁ κόσμος οὐκ ἦν πρότερον ἢ οὐκ ἔσται ὕστερον, ἢ διὰ τὴν ὕλην τοῦτο πέπονθεν ἢ διὰ τὸ ποιοῦν αὐτὸν κόσμον. ἀλλὰ τοῦτο μὲν εἰς τὸ ποιεῖν ἀεὶ αὔταρκες τὸ αὐτὸ ὂν ἀεὶ καὶ οὐκ ἄλλοτε ἀλλοῖον· ἢ οὖν οὐδὲ νῦν εἰς τὸ κοσμεῖν ἱκανὸν ἢ καὶ νῦν καὶ πρότερον καὶ ὕστερον. ἡ δὲ ὕλη 〈ἢ〉 ὡσαύτως ἀεὶ ἦν ἐπιτηδεία πρὸς τὸ κοσμεῖσθαι καθάπερ καὶ νῦν ἢ οὐδὲ νῦν ὡσαύτως ἀεὶ ἡ αὐτὴ οὖσα· καὶ γὰρ αὕτη ἀναλλοίωτος ὡς τὸ ποιοῦν ἀμετάβλητον. εἰ οὖν πᾶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἱκανόν ἐστιν τοιοῦτο ἢ παρὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν, οὔτε δὲ τὸ ποιοῦν τὸν κόσμον ποτὲ μὲν ἱκανόν ἐστιν ποιεῖν ποτὲ δὲ οὐχ ἱκανὸν οὔτε ἡ ὕλη ποτὲ μὲν εὐεργὸς ποτὲ δὲ οὐκ εὐεργός, οὐκ ἂν εἴη ποτὲ μὲν ὂν ποτὲ δὲ οὐκ ὄν. τὸν ἀεὶ ἄρα χρόνον καὶ τὸ δημιουργοῦν ποιεῖ καὶ ἡ ὕλη κοσμεῖται καὶ ὁ κόσμος ἔστιν. Κεφάλαια τῆς λύσεως τοῦ δωδεκάτου λόγου. αʹ. Ὅτι ψεῦδος τὸ ‘πᾶν τὸ γινόμενον ὕλης δεῖται‘. βʹ.
Aet Mund.467 Ὅτι ἔστι τινὰ καὶ τῶν κατ’ αὐτοὺς ἀεὶ γινομένων ὕλης δεόμενα. ἐν ᾧ πάλιν, ὅτι οὐ πᾶν τὸ γινόμενον ὕλης δεῖται. γʹ. Ὅτι οὐδὲ τὰ ποτὲ γινόμενα ὕλης πάντως δεῖται. δʹ. Ὡς ἐν πορίσματι, ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι. εʹ. Ὅτι, εἰ καὶ ἀληθὲς ἦν τὸ τὰ ποτὲ ὄντα καὶ μὴ ἀεὶ ἢ διὰ τὴν ὕλην ἀνεπιτηδείως ἔχουσαν μὴ ἀεὶ εἶναι ἢ διὰ τὸ ποιοῦν ἐλλιπῶς ἔχον εἰς τὸ ποιεῖν, οὐδ’ οὕτως ἀναγκαῖον ἦν τὸν κόσμον εἶναι ἀίδιον. ϛʹ. Ὅτι ψεῦδός ἐστιν τὸ τὰ μὴ ἀεὶ ὄντα ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ ποιητικὸν αἴτιον ἢ δι’ ἄμφω μόνον μὴ ἀεὶ εἶναι, ἀλλ’ ἐνδέχεται καὶ δι’ ἑτέρας αἰτίας παρὰ ταύτας μὴ ἀεί τι εἶναι. ἐν ᾧ, ὅτι [τὸ εἶναι] τὴν ὕλην ἐπιτηδείαν καὶ εὐεργὸν εἰς γένεσιν πρὸ τῆς γενέσεως ἀνάγκη εἶναι. Λύσις τοῦ δωδεκάτου λόγου. αʹ. Ἐδείξαμεν ἐν τῷ πρὸ τούτου, ὡς, εἴπερ ἡ ὕλη γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, οὐ δεήσεται ὕλης, ἵνα γένηται. οὐκ ἄρα πᾶν τὸ γινόμενον (ὥς φησιν ὁ φιλόσοφος) ὕλης δεῖται, ἀλλ’ ἔστιν τινὰ τῶν γινομένων, ἃ μόνου δεῖται τοῦ ποιοῦντος· ‘παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν‘, ὥς φησιν Πλάτων. καὶ ἄλλως· εἰ μήτε κατὰ τύχην ἐστὶν ἡ ὕλη, ὡς καὶ αὐτῷ δοκεῖ, μήτε χωρὶς αἰτίας ὑφέστηκεν διὰ τὸ ἓν εἶναι τὸ πάντων αἴτιον καὶ τὴν ἀρχὴν μίαν, ἀλλ’ ἔστιν καὶ αὐτῆς τῆς ὕλης ὁ θεὸς δημιουργός, ἐπεὶ καὶ τοῦ παντὸς κόσμου, μέρος δὲ τοῦ κόσμου ἢ στοιχεῖον ἡ ὕλη, δηλονότι καὶ ἡ ὕλη ὑπὸ θεοῦ γίνεται, εἰ καὶ μὴ ποτέ, ἀλλ’ ἀεί (τοῦτο γὰρ τέως συγκεχωρήσθω)· τὸ γὰρ ποιοῦν τι καὶ δημιουργοῦν τι γινομένου πάντως καὶ δημιουργουμένου ποιητικόν ἐστιν.
Aet Mund.468 εἰ οὖν καὶ τὴν ὕλην ὁ θεὸς δημιουργεῖ, καὶ ἡ ὕλη που πάντως ὑπὸ θεοῦ γίνεται. οὐκοῦν, εἰ πᾶν ἁπλῶς τὸ γινόμενον ὕλης δεῖται, γίνεται δὲ καὶ ἡ ὕλη, καὶ ἡ ὕλη ἄρα δεήσεται ὕλης· κἀκείνη οὖν, εἰ ὑπὸ θεοῦ γίνοιτο, ἄλλης δεήσεται ὕλης· ἢ οὖν στησόμεθα εἴς τινα ὕλην, ἥτις οὐχ ὑπὸ θεοῦ γίνεται, οὐδὲ ἔστιν ταύτης τοῦ εἶναι αἴτιος ὁ θεὸς ἢ εἰς ἄπειρον ἥξομεν ὕλην ὕλης ἐπιζητοῦντες. εἰ οὖν ταῦτα ἄτοπα, οὐκ ἄρα πᾶν τὸ γινόμενον ὕλης δεῖται. τὰ αὐτὰ δ’ ἂν εἴποιμεν καὶ περὶ τῆς λογικῆς ψυχῆς καὶ τῶν παραπλησίων πάντων· καὶ τούτων γάρ ἐστιν ὁ θεὸς δημιουργός, εἰ καὶ ἐξ ἀιδίου αὐτὰ παρήγαγεν· καὶ οὐ δήπουγε καὶ ἡ λογικὴ ψυχὴ γινομένη ὑπὸ θεοῦ ὕλης δεήσεται ἁπλῆ οὖσα καὶ ἄυλος. βʹ. Ἀλλὰ τὰ γινόμενα μέν, φησίν, μὴ ἀεὶ δὲ ὄντα ἀλλὰ ποτὲ ταῦτά φαμεν ὕλης δεῖσθαι, ἵνα γένηται· ἡ δὲ ὕλη καὶ ἡ ψυχὴ ἀιδία ἐστὶ καὶ οὐκ ἀπὸ χρόνου τὴν ἀρχὴν εἴληφεν τοῦ εἶναι. πρῶτον μὲν οὖν ἄδηλον, ἵνα τοσοῦτον νῦν εἴπω, εἰ μὴ ἀρχὴν τοῦ εἶναι τῶν εἰρημένων ἑκάτερον εἴληφεν· οὐδεὶς γὰρ ἔστιν λόγος ὅσον ἐμέ γε εἰδέναι ὁ ἀναγκάζων αὐτὰ εἶναι ἄναρχα· καὶ τοῦτο γὰρ ἡμῖν ἱκανῶς ἐν ἑτέρῳ λόγῳ γεγύμνασται, ὡς οὐδεμία φύσις δεκτικὴ οὖσα κακίας, οἵα ἐστὶν ἡ ἡμετέρα ψυχή, ἄναρχον τὴν ὕπαρξιν δύναται ἔχειν.
Aet Mund.469 καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ δέδεικται, ὡς ἀδύνατον εἶναι τὸν κόσμον ἄναρχον· τοῦ δὲ κόσμου μὴ ἄναρχον τὴν ὑπόστασιν ἔχοντος οὐδὲ τὴν ὕλην ἄναρχον εἶναι ἐνδέχεται· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ ἡ γένεσις καὶ μετ’ ἀλλήλων εἶναι ἀνάγκη τήν τε ὕλην καὶ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διεξῆλθεν, πλὴν συγκεχωρήσθω, ὡς εἶπον, καὶ τὴν ὕλην καὶ τὴν ἡμετέραν ψυχὴν ἄναρχον ἔχειν τὴν ὕπαρξιν. πάντως δήπου ποιητὴς ὢν αὐτῶν καὶ δημιουργὸς ὁ θεὸς ἢ ποτὲ αὐτὰ ποιεῖ ἢ ἀεί· πᾶν γὰρ τὸ ποιοῦν τι ἢ ἀεὶ αὐτὸ ποιεῖ ἢ ποτέ· καὶ ἐπειδὴ τὸ ποτὲ αὐτὰ γίνεσθαι οὐ βούλονται, ἀεὶ δηλονότι ὑπὸ θεοῦ γίνονται. τίς οὖν ἡ αἰτία τοῦ τὰ μὲν ποτὲ γινόμενα ὕλης δεῖσθαι, ἵνα γένηται, τὰ δὲ ἀεὶ γινόμενα μὴ δεῖσθαι ὕλης; οὐ γὰρ δή γε ταῖς ψιλαῖς αὐτῶν ἀποφάνσεσιν πεισθησόμεθα· εἰ γὰρ πᾶν τὸ γινόμενον ὕλης δεῖται, ὡς ἐν τούτοις φησὶν ὁ Πρόκλος, ὥσπερ τὸ ποτὲ γινόμενον δεῖται ὕλης ποτέ, οὕτω δήπου καὶ τὸ ἀεὶ γινόμενον ἀεὶ δεῖσθαι ὕλης εὔλογον, ἤ, εἰ μὴ τοῦτο, οὐ πᾶν ἄρα τὸ γιγνόμενον ὕλης δεῖται· ἄλλως τε εἰ μόνον 〈τὸ ποτὲ γινόμενον〉 ὕλης δεῖται, ὁ δὲ κόσμος κατ’ αὐτοὺς ἀεὶ γίνεται καὶ οὐ ποτέ, οὐ δεηθήσεται ὕλης ὁ κόσμος ἀεὶ ὑπὸ θεοῦ γινόμενος· ἄυλος οὖν ἡ τοῦ κόσμου γένεσις.
Aet Mund.470 καίτοι ὥσπερ τῶν ποτὲ γινομένων ἕκαστον (λέγω δὴ τῶν μερικῶν) ἐξ ὕλης καὶ εἴδους σύγκειται, οὕτω δὴ καὶ ὅλος ὁ κόσμος ὡς ὅλος ἐξ ὕλης καὶ εἴδους σύγκειται, καὶ ὡς ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτω καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ὅλον ἔχει καὶ πᾶν. ἢ οὖν ὁ κόσμος οὐδὲ ἀεὶ γινόμενος ὕλης δεήσεται, εἴπερ μόνα τὰ ποτὲ γινόμενα δεῖται ὕλης, μὴ δεόμενος δὲ ὕλης ἁπλοῦς τε ἔσται καὶ ἄυλος, ὅπερ ἐστὶν ψεῦδος, ἤ, εἴπερ ἀεὶ γινόμενος ἀεὶ δεῖται ὕλης ἔνυλός γε ὤν, οὐκ ἄρα μόνα τὰ ποτὲ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, ἀλλ’ ἔστιν τινὰ καὶ τῶν ἀεὶ γινομένων ὕλης δεόμενα. εἰ οὖν ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, δυοῖν ἀνάγκη θατέρῳ συγχωρεῖν, ἢ μὴ εἶναι τῆς ὕλης τὸν θεὸν αἴτιόν τε καὶ δημιουργόν, καὶ οὕτως οὐ μία ἡ τῶν ὄντων ἔσται ἀρχὴ ἀλλὰ δύο τὰ ἄναρχα καὶ ἐξ οὐδενὸς τὴν αἰτίαν τοῦ εἶναι ἔχοντα, θεὸς καὶ ὕλη κατὰ τοὺς Μανιχαίων λήρους, ἤ, εἴπερ καὶ τῆς ὕλης ἐστὶν δημιουργὸς ὁ θεός, ἀνάγκη καὶ τὴν ὕλην γινομένην ὕλης δεῖσθαι, ἵνα γένηται. εἰ οὖν ἄμφω ταῦτα ἄτοπα καὶ οὔτε ὕλης ὕλην ἐνδέχεται εἶναι καὶ τῶν πάντων αἴτιον εἶναι τὸν θεὸν ἡ περὶ τοῦ μίαν εἶναι τὴν πάντων ἀρχὴν ἀληθὴς ὑπαγορεύει δόξα, ψεῦδος ἄρα τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται. γʹ. Ἀλλὰ τὰ μὲν ἀεὶ γινόμενα, φησίν, οὐ πάντως ὕλης δεῖται, τὰ δὲ ποτὲ γινόμενα καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα πάντως ὕλης δεῖται. ἀλλ’ ἤδη δυνάμει καὶ τοῦτο ἡμῖν ἱκανῶς διευκρίνηται ἐν τῷ πρὸ τούτου λόγῳ.
Aet Mund.471 ἐδείξαμεν γὰρ ἐν ἐκείνῳ, ὡς, εἰ καὶ ποτὲ γίνοιτο ἡ ὕλη, οὐδαμῶς ὕλης δεήσεται διὰ τὸ τὰ μὲν ὑπὸ φύσεως γινόμενα νῦν κατὰ τὸ εἶδος γίνεσθαι καὶ τὸ εἶδος αὐθυπόστατον μὴ εἶναι καὶ διὰ τοῦτο εἰκότως δεῖσθαι ὕλης, ἵνα ὑποστῇ, ἀντικειμένως δὲ ἔχειν πρὸς τὸ εἶδος τὴν ὕλην, τῷ δὲ ἀντικειμένῳ τὸ ἀντικείμενον ἕπεσθαι, λέγω δὴ τῇ γενέσει τῆς ὕλης τὸ μὴ δεῖσθαι ὕλης ἅτε δὴ μὴ δεομένης ὑποκειμένου πρὸς ὕπαρξιν διὰ τὸ αὐτὴν εἶναι ὑποκείμενον τῶν φυσικῶν ἁπάντων· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον πάντως ὕλης δεήσεται. ἐπεὶ καὶ ἡ τῶν μερικῶν προσεχὴς ὕλη ποτὲ γίνεται, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου εἴρηκε λόγῳ, καὶ ἐδείξαμεν ἐν ἐκείνῳ διὰ πλειόνων, ὅτι, ἐπὰν ὡς ὕλη τι γίνηται, οὐκ ἐξ ὕλης γίνεται· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον ὕλης δεῖται πάντως, ἵνα γένηται. καὶ ἄλλως· εἰ κατ’ αὐτοὺς ἀεὶ γίνεται ὑπὸ θεοῦ ὁ κόσμος, δηλονότι καὶ νῦν γίνεται· εἰ γὰρ μὴ νῦν γίνεται, οὐκ ἀεὶ γίνεται ἀλλὰ ποτὲ μόνως. οὐκοῦν καὶ ἡ ὕλη τοῦ κόσμου ἢ ἀεὶ γίνεται ὑπὸ θεοῦ ἢ ποτὲ μόνον ἢ οὐδέποτε. ἀλλ’ ἐπεὶ τὸ μηδέποτε ὑπὸ θεοῦ γίνεσθαι ἀδύνατον δέδεικται (εἴπερ πάντων ἐστὶν ποιητὴς καὶ δημιουργὸς ὁ θεὸς καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ τοῦ εἶναί ἐστιν αἴτιον ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου πάντα ὑφέστηκεν) μήτε δὲ ποτὲ καὶ ἀπὸ χρόνου γεγονέναι τὴν ὕλην συγχωροῦσιν, ἀεὶ δηλονότι γίνεται. εἰ οὖν ἀεὶ γίνεται ἡ ὕλη, καὶ νῦν δηλονότι γίνεται· εἰ γὰρ νῦν μὴ γίγνεται, γίγνεται δ’ ὅμως, οὐκ ἀεὶ γίγνεται ἀλλὰ ποτέ· τὸ μὲν γὰρ ποτὲ γινόμενον οὐ πάντως καὶ ἀεὶ γίνεται, ὡς Πλάτων φέρε καὶ τόδε τὸ φυτὸν καὶ τῶν ἀτόμων ἕκαστον.
Aet Mund.472 τὸ δὲ ἀεὶ γινόμενον καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχον καὶ τὸ ἀεὶ χρονικὸν καὶ οὐκ αἰώνιον καὶ ποτὲ γίνεσθαι ἀεὶ ἀνάγκη· τὸ γὰρ ἀνὰ πάντα τὸν χρόνον γινόμενον καὶ ἔν τινι χρόνῳ γίνεται πάντως, καὶ τοῦτό γε αὐτὸ καὶ ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου σαφῶς δεδείχαμεν. νῦν οὖν γιγνομένη ὑπὸ θεοῦ ἡ ὕλη ἢ δεῖται ὕλης ἢ οὐ δεῖται. εἰ μὲν οὖν δεῖται, κἀκείνη ἄλλης δεήσεται καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ μὴ δεῖται, οὐδὲ τὸ ποτὲ ἄρα γινόμενον πάντως ὕλης δεῖται, ἵνα γένηται. εἶπον δὲ πολλάκις, ὅτι γένεσιν καλῶ αὐτὴν τὴν ψιλὴν τῶν πραγμάτων εἰς τὸ εἶναι παραγωγὴν καὶ οὐσίωσιν, κἂν ἀθρόαν καὶ ἐν τῷ νῦν τῷ ἀμερεῖ λαμβάνῃ τὴν ὕπαρξιν, ὥσπερ ἀχρόνως ὑπὸ ἡλίου τὸ διαφανὲς καταλάμπεται, κἂν μὴ χρονικῆς δέηται παρατάσεως, ὡς ἡ ναῦς τυχὸν καὶ τὰ τικτόμενά τε καὶ φυόμενα ἐν παρατάσει τινὶ χρόνου τὴν εἰς τὸ εἶναι λαμβάνει πάροδον. δʹ. Καὶ ἐντεῦθεν δὲ οἶμαι δῆλον, ὡς οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται. εἰ γὰρ ἀεὶ γινόμενος ὑπὸ θεοῦ ὁ κόσμος καὶ νῦν γίνηται (εἴπερ χρονικὸν τοῦ κόσμου τὸ ἀεί), εἰ μὲν ἐξ ὄντος νῦν γίνοιτο, ἕτερον δηλονότι παρ’ αὐτόν ἐστιν τό, ἐξ οὗ γίνεται. πότερον οὖν κἀκεῖνο ὑπὸ θεοῦ γίνεται ἢ οὔ; εἰ μὲν οὖν οὐχ ὑπὸ θεοῦ ἐκεῖνο γίνεται, οὐ πάντων ἔσται δημιουργὸς ὁ θεὸς οὐδ’ αὐτά, ἅπερ δημιουργεῖ, καθ’ ὅλα αὐτὰ δημιουργεῖ, εἴπερ τό, ἐξ οὗ δημιουργεῖ τὸν κόσμον, οὐκ αὐτὸς ποιεῖ.
Aet Mund.473 εἰ δὲ κἀκεῖνο γίνεται, ἐξ ὄντος δηλονότι γίνεται, εἴπερ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνηται, κἀκεῖνο πάλιν ἐξ ἄλλου καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἄρα ἐξ ὄντος γίνεται ὁ κόσμος. οὔτε ἄρα ἐξ ὕλης οὔτε ἁπλῶς ἐξ ὄντος πᾶν τὸ γιγνόμενον γίνεται, κἄν τε ἀεὶ καὶ κατὰ πάντα τὸν χρόνον γίνεται κἄν τε ποτέ. εʹ. Εἰ μὲν οὖν ἦν τις λόγος ὁ τὴν ὕλην ἀίδιον εἶναι κατασκευάζων, συγχωρεῖν ἦν ἀνάγκη καὶ τὸν κόσμον εἶναι ἀίδιον διὰ τὸ καὶ τὴν ὕλην εἰς τὸ κοσμεῖσθαι ἀεὶ εἶναι ἐπιτηδείαν ἀίδιον οὖσαν καὶ τὸν θεὸν ἀεὶ εἰς τὸ ποιεῖν αὐτάρκη, εἶναι δὲ καὶ τῶν πρός τι τήν τε ὕλην καὶ τὸ εἶδος καὶ διὰ τοῦτο συναναιρεῖσθαι καὶ συνυφίστασθαι ἀλλήλοις. εἰ δὲ μηδεὶς ἔστιν λόγος ὁ τὴν ὕλην ἀίδιον εἶναι κατασκευάζων τῶν δοκούντων κατασκευάζειν ἐληλεγμένων ἐν τοῖς ἔμπροσθεν, ἐνδέχεται δηλονότι καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον οὐ παρὰ τὸ ἐλλιπὲς εἶναι τὸ ποιοῦν κατὰ τὴν δημιουργικὴν δύναμιν ἀλλὰ διὰ τὸ μὴ πεφυκέναι τὰ γινόμενα ἀεὶ εἶναι· οὐδὲν γὰρ τῶν γινομένων ὁρῶμεν ἅμα τῷ ποιητικῷ ἑαυτοῦ αἰτίῳ συνυφιστάμενον, ἀλλὰ πᾶν τὸ γινόμενον τοῦ ποιοῦντος ὑπάρχει ὕστερον. ὅτι δὲ οὐ διὰ τὴν τοῦ ποιοῦντος ἀδυναμίαν ἀλλὰ διὰ τὴν τῶν γινομένων φύσιν οὐκ ἔστιν ὁ κόσμος ἀίδιος, ἐν τῷ πρώτῳ λόγῳ ἱκανῶς δέδεικται καὶ ἔστιν τοῦτο ἐκ τῶν ἐκεῖσε εἰρημένων τὸν βουλόμενον ἀναλέξασθαι. εἰ οὖν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν ἐλλιπὲς ὂν εἰς τὸ ποιεῖν ἢ διὰ τὸ 〈τὸ〉 γινόμενον μὴ ἀεὶ εἶναι δύνασθαι ἢ δι’ ἀμφότερα οὐκ ἀεί ἐστιν, ὡς ἐν τούτοις καλῶς ὁ Πρόκλος εἴρηκεν, δέδεικται δὲ ἐν τῷ πρώτῳ λόγῳ, ὡς αὐτὴ ἡ τῶν γινομένων φύσις τὸ ἐξ ἀιδίου εἶναι οὐκ ἐπιδέχεται, δι’ ἃς ἐν ἐκείνοις εἴπομεν αἰτίας, ἐνδέχεται ἄρα καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος μὴ ἀεὶ εἶναι τὸν κόσμον.
Aet Mund.474 ϛʹ. Μήποτε δὲ οὐδὲ ἀληθὲς ἐν τῷ καθόλου ἐστὶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἀεὶ αὔταρκες εἰς τὸ ποιεῖν ἢ διὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐνδέχεται γὰρ οἶμαι καὶ τοῦ ποιοῦντος αὐτάρκους ὄντος εἰς τὸ ποιεῖν (λέγω δὲ εἰς τὸ ποιεῖν αὔταρκες ὅσον ἐπὶ τῇ δημιουργικῇ δυνάμει τε καὶ τέχνῃ) καὶ τῆς ὕλης κατὰ τὸν ἴδιον λόγον ἐπιτηδείας οὔσης εἰς τὸ γίνεσθαι ὅμως τὸ πεφυκὸς γίνεσθαι μὴ ἀεὶ εἶναι· τί γὰρ κωλύει καὶ τῶν λίθων ἐξεσμένων ὄντων (τοῦτο γάρ ἐστιν τὸ εὐεργὸν εἶναι τὴν τῆς οἰκίας) καὶ τῆς λοιπῆς ὕλης ἐπιτηδείας οὔσης εἰς οἴκου γένεσιν, ἔτι δὲ καὶ τοῦ οἰκοδόμου παρόντος τε καὶ αὐτάρκους ὄντος ὅσον ἐπὶ τῇ οἰκείᾳ τέχνῃ εἰς τὸ ποιῆσαι τὴν οἰκίαν ὅμως τὴν οἰκίαν μήτε γεγονέναι πω μήτε γίνεσθαι; ἔτι δὲ καὶ τοῦ κηροῦ ὄντος ἐπιτηδείου εἰς τὴν τῶν γραμμάτων ὑποδοχὴν καὶ τοῦ γραφέως ἱκανοῦ ὄντος εἰς τὸ γράφειν μήπω τὰ γράμματα γεγράφθαι ἄλλης τινὸς αἰτίας κωλυούσης τήν τε τῶν γραμμάτων καὶ τὴν τῆς οἰκίας γένεσιν, οἷον τοῦ ἀγαθοῦ, δι’ ὃ τούτων ἕκαστον γίνεται; καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος.
Aet Mund.475 εἰ δέ φησιν ὁ Πρόκλος μὴ εἶναι τοὺς ἤδη ἐξεσμένους λίθους ἐπιτηδείαν ὕλην οἰκίας, πρὶν συντεθῆναί τε καὶ ἀλλήλοις προσαρμοσθῆναι, οὐδὲν ἕτερον ἐρεῖ ἢ ὅτι, εἰ μὴ τὸ εἶδος ἐπιτεθῇ τῇ ὕλῃ, οὐκ ἔστιν ἡ ὕλη ἐπιτηδεία εἰς τὸ δέξασθαι τὸ εἶδος· ἡ γὰρ τῶν λίθων ἁρμονία μετὰ τῶν λοιπῶν τῶν συνιόντων εἰς οἰκίας γένεσιν αὐτὸ ἤδη γένεσίς ἐστιν τοῦ τῆς οἰκίας εἴδους· ὥστε, ἐπειδὰν ἁρμοσθῶσιν οἱ λίθοι ἤδη οἰκία γενόμενοι, οὐκέτι λέγονται ἐπιτήδειοι εἶναι εἰς οἰκίας γένεσιν ἀλλ’ ἤδη ἐνεργείᾳ γεγονέναι οἰκία· ἐπιτήδειον γὰρ λέγεται εἰς τὸ γενέσθαι τι τὸ ἔτι δυνάμει ὂν καὶ μήπω κατ’ ἐνέργειαν ἐκεῖνο γενόμενον, ὡς τὸ ὕδωρ ἐπιτήδειον λέγεται εἰς τὸ θερμαίνεσθαι, κἂν ψυχρὸν ᾖ· ἐπειδὰν γὰρ θερμανθῇ ἤδη, λοιπὸν ἐνεργείᾳ εἶναι θερμὸν καὶ οὐκ ἐπιτηδείως ἔχειν εἰς τὸ θερμαίνεσθαι λέγεται. καὶ ὁ κηρὸς δὲ ἐπειδὰν ἤδη τὰ γράμματα δέξηται, οὐ λέγεται ἁπλῶς ἐπιτήδειος εἶναι εἰς τὸ γραφῆναι ἀλλ’ ἤδη ἐνεργείᾳ γεγράφθαι· ὁ γὰρ κηρὸς ὁ μηδὲν ἐλλείπων ἐπιτηδειότητος εἰς τὸ γραφῆναι τί μᾶλλον ὡς ὕλη γραμμάτων ἐπιτηδειότερος γέγονεν μετὰ τὸ γραφῆναι ἢ πρὶν γραφῆναι; ὁμοίως καὶ οἱ κατὰ λόγον ἐξεσμένοι λίθοι τί μᾶλλον ἐπιτηδεία ὕλη εἰσὶν οἰκίας μετὰ τὸ ἁρμοσθῆναι ἤδη καὶ τὸ τῆς οἰκίας δέξασθαι εἶδος ἢ πρὶν ἁρμοσθῆναι; ἡ γὰρ σύνθεσις καὶ ἁρμονία τῶν τε λίθων καὶ τῶν ξύλων οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοῦ εἴδους τῆς οἰκίας γένεσις· οὐ γὰρ ὕλην ποιεῖ συντιθεὶς τὰ ξύλα καὶ τοὺς λίθους ὁ οἰκοδόμος, ἀλλ’ αὐτὸ τὸ τῆς οἰκίας αὐτοῖς ἐπιτίθησιν εἶδος· ὥστε οἱ μήπω μὲν συντεθέντες λίθοι ἐξεσμένοι δὲ ὅμως οὗτοι λοιπὸν ἐπιτηδεία ὕλη εἰσὶν εἰς οἰκίας γένεσιν.
Aet Mund.476 τί οὖν ἐκώλυεν ὅσον ἐπὶ τοῖς νῦν εἰρημένοις καὶ τῆς τοῦ κόσμου ὕλης ἀεὶ ἐπιτηδείας οὔσης εἰς γένεσιν κόσμου, εἰ καὶ ἀίδιον αὐτὴν εἶναί τις συγχωρήσειεν, καὶ τοῦ δημιουργοῦ αὐτάρκως ἔχοντος εἰς τὸ κοσμοποιεῖν δι’ ἄλλην τινὰ αἰτίαν μὴ ἀεὶ εἶναι τὸν κόσμον, εἰ συνεῖδεν τυχὸν ὁ δημιουργὸς ἀγαθὸν εἶναι τοῖς γινομένοις τὸ ποτὲ γενέσθαι; τοῦτο δὲ εἶπον οὐκ οἰόμενός ποτε τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν χωρὶς τῶν εἰδῶν ὑποστῆναι (οὐ γὰρ χωρὶς μὲν τὴν ὕλην τοῦ κόσμου, χωρὶς δὲ τὸ εἶδος ὁ δημιουργὸς παρήγαγεν, ἀλλ’ ἅμα καὶ ἀχρόνως τὸ συναμφότερον δημιουργεῖ, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν πολλάκις εἴπομεν) ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι, εἰ καί τις ἀίδιον εἶναι τὴν ὕλην συγχωρήσειεν καὶ τοῦ κόσμου προϋπάρχειν, οὐδὲν ἀναγκαστικὸν ἔχει αὐτὸς καθ’ αὑτὸν ὁ νῦν εἰρημένος τοῦ Πρόκλου λόγος, ὥστε καὶ τὸν κόσμον δεῖξαι ἀίδιον· οὐ γὰρ μόνον διὰ τὴν ὕλην ἀνεπιτηδείαν οὖσαν οὐδὲ διὰ μόνον τὸ ποιοῦν οὐκ αὐτάρκως ἔχον ὅσον ἐπὶ τῷ ποιεῖν δύνασθαι τὰ γινόμενα οὐ γίνεται, ἀλλ’ ἔστιν καὶ δι’ ἕτερα ἄττα αἴτια τὸ δυνάμενον γενέσθαι μὴ γίνεσθαι· ὥστε, εἰ μὴ μόνον αἴτια τῶν γινομένων ἐστὶν τό τε ποιητικὸν αἴτιον καὶ ἡ ὕλη, ἀλλ’ ἔστιν πρὸς τοῖς ἄλλοις καὶ τὸ τελικὸν μάλιστα (τουτέστιν τὸ συμφέρον τε καὶ ἀγαθὸν τῷ γινομένῳ, δι’ ὃ γίνεται), οὐκ ἄρα ἢ διὰ τὴν ὕλην μόνην ἀνεπιτήδειον οὖσαν ἢ διὰ τὸ ποιοῦν μόνον ἐλλεῖπον εἰς τὸ ποιεῖν τὰ γινόμενα οὐ γίνεται ἢ δι’ ἄμφω ἀλλὰ καὶ διὰ τὸ τῷ γινομένῳ ἀγαθόν, εἰ μὴ ἀγαθὸν ἦν αὐτῷ τὸ νῦν ἀλλ’ αὖθις γενέσθαι· ἀγαθὸν δὲ τὸ κατὰ φύσιν ἑκάστῳ.
Aet Mund.477 οὐδὲν ἄρα ἀναγκαῖον ἔχει τὸ προκείμενον τοῦ φιλοσόφου ἐπιχείρημα αὐτὸ καθ’ αὑτὸ γυμναζόμενον, εἰ μή τις ἐκ τοῦ πρός τι εἶναι τὴν ὕλην καὶ ἀίδιον εἶναι τὸ καὶ τὴν γένεσιν ἀίδιον εἶναι συνάγοι· τοῦτο δ’ ἡμῖν ἐν τῷ πρὸ τούτου αὐτάρκως ἐξήτασται. Τέλος λύσεως τοῦ ιβʹ λόγου. Πρόκλου διαδόχου λόγος τρισκαιδέκατος. “Τρισκαιδέκατος· τὴν κίνησιν ἀπονεῖμαί φησιν τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. εἰ οὖν τῷ κόσμῳ ταύτην οἰκείαν εἶναι συγχωρεῖ τὴν κίνησιν, συγχωρήσει ἂν καὶ αὐτὸς φύσει κυκλοφορητικὸν εἶναι τὸν οὐρανόν. εἰ δὲ ταύτην ἔχει κατὰ φύσιν κίνησιν, οὔτ’ ἂν τὴν ἐπὶ τὸ ἄνω κίνησιν οὔτε τὴν ἐπὶ τὸ κάτω φαῖμεν αὐτῷ προσήκειν· αὗται δὲ τῶν τῇδε στοιχείων εἰσὶν αἱ κινήσεις· τὸν ἄρα οὐρανὸν ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων ἀνάγκη σωμάτων.
Aet Mund.478 οὔτ’ ἄρα πῦρ ἐστιν οὔτε γῆ οὔτε τι τῶν μέσων ἐν τούτοις σωμάτων οὔτε κοῦφον οὔτε βαρὺ τὸ οὐράνιον σῶμα, εἰ βαρὺ μέν ἐστιν τὸ κάτω φερόμενον, τὸ δὲ ἄνω κοῦφον. εἰ δὲ μηδέν ἐστιν τῶνδε τῶν στοιχείων, ἄλλο τι ἂν εἴη παρὰ ταῦτα τὸ κύκλῳ κατὰ φύσιν κινούμενον. εἰ οὖν αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων ἀλλήλοις εἰσίν, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις καὶ ἓν ἑνὶ ἐναντίον (καὶ γὰρ τοῦτο Πλατωνικὸν ἐν Πρωταγόρᾳ ῥηθέν), ταῦτα μὲν ἂν φθείροιτο καὶ γίνοιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον. εἰ δὲ καὶ ταῦτα τοῖς μὲν μέρεσιν γίγνεται καὶ φθείρεται, τὰ δὲ ὅλα ἀεὶ κατὰ φύσιν ἔχει μένοντα ἐν τοῖς ἑαυτῶν τόποις, ἐκ δὲ τούτων ὁ κόσμος ἔκ τε οὐρανοῦ καὶ τῶν τεττάρων ὅλου ἑκάστου, εἴη ἂν καὶ αὐτὸς ἀγένητος καὶ ἄφθαρτος (τὰ γοῦν ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνος) καὶ τὰ γένη τῶν ποιούντων· φαντάζεται δ’ εἶναι καὶ ταῦτα μέρη τοῦ παντὸς ἐν αὐτῷ περιεχόμενα καίτοι καὶ τῶν ἄλλων πάντων αἰτιατῶν ἐν τοῖς οἰκείοις αἰτίοις περιεχομένων καὶ συνεχομένων ὑπ’ αὐτῶν. εἰ οὖν ὁ κόσμος ἐκ τῶν ἀγενήτων ἐστὶν καὶ ἀφθάρτων, καὶ αὐτὸς πολλῷ μᾶλλον ἀγένητος καὶ ἄφθαρτος· εἴη γὰρ ἂν τῶν μερῶν χεῖρον τὸ ὅλον, εἰ αὐτὸ μὲν ἔχει γένεσιν καὶ φθοράν, τὰ δὲ μέρη τοὐναντίον ἀγένητα εἴη καὶ ἄφθαρτα.
Aet Mund.479 καίτοι γε ὅτι τὸ ὅλον τῶν μερῶν κρεῖττον, αὐτός ἐστιν ὁ λέγων· οὐ γὰρ τὸ ὅλον ἕνεκα εἶναι τῶν μερῶν ἀλλὰ τὰ μέρη τοῦ ὅλου· τὸ δὲ οὗ ἕνεκα τῶν ἕνεκά του κρεῖττον· τὰ δὲ στοιχεῖα μέρη τοῦ ἐξ αὐτῶν· ὥστε τὸ ἐκ τῶν στοιχείων τῶν ἑαυτοῦ στοιχείων κρεῖσσον. εἰ οὖν ὁ οὐρανὸς ἐκ στοιχείων ἐστὶν ἀγενήτων καὶ ἀφθάρτων, καὶ αὐτὸς ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ δέδεικται καὶ τοῦτο ἀπὸ τῶν Πλατωνικῶν ἀρχῶν.” Κεφάλαια τῆς λύσεως τοῦ τρισκαιδεκάτου λόγου. αʹ. Ὡς ἐν προοιμίῳ, ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος καὶ Πλάτωνι ἀντιφθέγγεται ἑτέρας οὐσίας εἶναι παρὰ τὰ τέσσαρα στοιχεῖα τὸν οὐρανὸν οἴεσθαι λέγων τὸν Πλάτωνα. βʹ. Ὅτι ὡς ζῷον τὴν κύκλῳ κίνησιν κινεῖσθαι τὸν οὐρανὸν ὁ Πλάτων βούλεται οὐχ ὑπὸ φύσεως ἀλλ’ ὑπὸ ψυχῆς αὐτῷ ταύτης τῆς κινήσεως γινομένης. καὶ ὅτι ἐπὶ πάντων τῶν ζῴων ἡ ὑπὸ ψυχῆς αὐτοῖς ὡς ζῴοις ἐνδιδομένη κίνησις οὐ κατὰ φύσιν. καὶ ὅτι οὔτε ἡ τοῦ σχήματος τῶν ζῴων διαφορότης οὔτε ἡ τῆς κινήσεως ἐκ διαφόρων καὶ οὐκ ἐκ τῶν αὐτῶν στοιχείων συγκεῖσθαι τὰ σώματα αὐτῶν λέγειν ἡμᾶς ἀναγκάζει. γʹ. Ὅτι ἐξ αὐτῶν, ὧν συμφώνως τῇ φύσει τῶν πραγμάτων συνεχώρησεν ὁ Πρόκλος, οὐδεμία ἀνάγκη τὸν οὐρανὸν ἐπ’ εὐθείας κινεῖσθαι, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα, ἀλλ’ εἴτε ὑπὸ ψυχῆς κύκλῳ τις αὐτὸν κινεῖσθαι λέγοι εἴτε ὡς σῶμα ἄψυχον ὑπὸ φύσεως, κατὰ λόγον κύκλῳ κινεῖται ἐκ τῆς τῶν στοιχείων ὑπάρχων φύσεως.
Aet Mund.480 δʹ. Ὅτι καὶ ἑαυτῷ ὁ Πρόκλος μάχεται καὶ διὰ τὸ κύκλῳ κινεῖσθαι ἑτέρας οὐσίας λέγων εἶναι τὸν οὐρανόν. εʹ. Ὅτι ἀδύνατον ἐπ’ εὐθείας κινεῖσθαι τὸν οὐρανόν, κἂν ἐκ πυρὸς εἴη πλείστου κατὰ Πλάτωνα. ϛʹ. Ὅτι οὐδεμία ἀνάγκη δι’ αὐτὸ μόνον τὸ κύκλῳ φέρεσθαι ἕτερον εἶναι τῆς τῶν στοιχείων φύσεως τὸ οὐράνιον σῶμα. ζʹ. Ὅτι ἔκ τε τῶν Πλάτωνος ἀρχῶν καὶ ἐξ ὧν ὁ Πρόκλος δέδωκεν γενητὸν εἶναι καὶ φθαρτὸν φύσει τὸ οὐράνιον ἀνάγκη σῶμα. ηʹ. Ὅτι ψεῦδος τὸ μὴ εἶναι τοῦ κόσμου μέρη τὰ γινόμενα καὶ φθειρόμενα. ἐν ᾧ, ὅτι τὸ τοῦ μέρους μέρος ἀνάγκη καὶ τοῦ ὅλου μέρος εἶναι. θʹ. Ὅτι εἰς ἀντίφασιν ὁ Πρόκλος πανταχόθεν περιπίπτει τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι λέγων τοῦ κόσμου μέρη ἀλλ’ ἀποτελέσματα. ἐν ᾧ, ὅτι καὶ Πλάτων τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου μόρια εἶναί φησιν. ιʹ. Ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ τὸ ὅλον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ διὰ τοῦτο καὶ τὰς τῶν στοιχείων ὁλότητας καὶ τὸν ὅλον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. αιʹ. Ὡς ἐν ἐπαναλήψει πάλιν, ὅτι ψεῦδος τὸ τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη καὶ ὅτι τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μέρη.
Aet Mund.481 βιʹ. Ὅτι καὶ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ λοιπὰ σύνθετα σώματα μέρη ἐστὶν τοῦ παντὸς κόσμου καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸν Πλάτωνα. γιʹ. Πλάτωνος ἐκ Τιμαίου, ὅτι ὁ μὲν σύμπας κόσμος ἐκ τεσσάρων καὶ μόνον συνέστηκεν σωμάτων, ὁ δὲ οὐρανὸς ἐκ πυρὸς καὶ μάλιστα. διʹ. Ὅτι οὐκ ἀναγκαία ἡ ἐν τῷ πρώτῳ τῶν μετεώρων ἐπιχείρησις Ἀριστοτέλους, δι’ ἧς ὡς οὐκ ἔστιν πύρια τὰ οὐράνια κατασκευάζειν δοκεῖ. ειʹ. Χρήσεις Ταύρου τοῦ Πλατωνικοῦ, Πορφυρίου, Πρόκλου, Πλωτίνου, ὅτι ἐκ τῶν τεσσάρων καὶ μόνον στοιχείων συνεστάναι τὸν κόσμον βούλεται Πλάτων ἀγνοῶν τὸ παρὰ Ἀριστοτέλει πέμπτον καλούμενον σῶμα, ἐξ οὗ φησιν εἶναι τὸν οὐρανὸν ἐκεῖνος. ϛιʹ. Ὅτι ταῖς αὐταῖς ποιότησι (θερμότητί φημι καὶ ψύξει καὶ ταῖς λοιπαῖς), αἷς παρ’ ἡμῖν τὰ στοιχεῖα εἰδοποιεῖται, καὶ τὸν οὐρανὸν πεποιῶσθαί φησιν ὁ Πλάτων. ζιʹ. Ὅτι οὐδὲ ἐνδέχεσθαί φησιν ὁ Πλάτων ἕτερον εἶναι σῶμα ἁπλοῦν παρὰ τὰ τέσσαρα στοιχεῖα. ηιʹ. Τίσι λόγοις ὁ Πλάτων πέντε στερεῶν καὶ ἁπλῶν σωμάτων ὄντων, κύβου πυραμίδος ὀκταέδρου καὶ δωδεκαέδρου καὶ εἰκοσαέδρου, τὰ μὲν τέσσαρα τοῖς τέτρασιν στοιχείοις ἀπένειμεν, τὸ δωδεκάεδρον δὲ τῷ παντὶ κόσμῳ.
Aet Mund.482 καὶ ὅτι οὐδὲ ἐκ τούτου τὴν πέμπτην εἰδὼς οὐσίαν φαίνεται. Λύσις τοῦ τρισκαιδεκάτου λόγου. αʹ. Οὐκ ἔστιν μέτρον ἀναιδείας οὐδέν, ὃ οὐκ ἂν ἡ τῶν ἀνθρώπων παραδράμοι φύσις, εἰ Πλάτωνος ἐναργῶς οὑτωσὶ βοῶντος ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος τὸν πάντα συνεστάναι κόσμον, οὐχ ἥκιστα δὲ καὶ τὸν οὐρανὸν καὶ τὰ κατ’ οὐρανὸν ἅπαντα ἐκ τῶν αὐτῶν μὲν τούτων συγκεῖσθαι σωμάτων, πλείονος δὲ μοίρας μετέχειν πυρός, γεγόνασί τινες ἄνθρωποι τὸ σεμνὸν τῆς φιλοσοφίας ἐπαγγελλόμενοι πρόσχημα καὶ τῶν Πλάτωνος ὑφηγηταὶ δογμάτων εἶναι βουλόμενοι εἰς τοσαύτην ὑπερβολὴν ἀγνωμοσύνης ἐλάσαντες, οὓς ἥκιστα ἐχρῆν, ὡς τολμῆσαι εἰπεῖν (οὐ γὰρ φρονεῖν γε, ὡς ἐμοὶ φαίνεται), ὡς ἑτέρας σώματος οὐσίας παρὰ τὰ τέσσαρα τὸν οὐρανὸν εἶναι ὁ Πλάτων ἠβούλετο μήτε γῆν ὄντα μήτε πῦρ μήτε τι τῶν μεταξὺ ἀλλὰ μήτε σύνθετον ἐκ τούτων. καίτοι γε αὐτὸς οὗτος ἡμῖν ὁ τοῦ Πλάτωνος ἐξηγητής, ἐν οἷς πρὸς τὸν Ἀριστοτέλην κατὰ τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον εἰρημένων ἐκείνῳ ἀντεξανίστατο, Ἀριστοτέλους ἐγκαλοῦντος Πλάτωνι ἐκ τῶν τεσσάρων στοιχείων συντιθέντι τὸν οὐρανόν, πολὺς γέγονεν πείθειν ἐπιχειρῶν, ὡς οὐκ ἔκφυλός τις καὶ ξένη τῶν τεσσάρων στοιχείων, ἐξ ὧν ὁ πᾶς κόσμος συνέστηκεν, ἡ τοῦ οὐρανίου σώματός ἐστιν φύσις, οἵαν ὁ Ἀριστοτέλης τὴν τοῦ πέμπτου σώματος τῷ παντὶ φύσιν εἰσέφρησεν, ἀλλ’ ὅτι αὐτῶν ἡ καθαρωτάτη μοῖρα τὸ οὐράνιον ἀπετέλεσεν σύγκραμα.
Aet Mund.483 πῶς οὖν νῦν ἡμῖν τὴν ἐφ’ ἑκάτερα τῶν λόγων ἐπιδεικνύμενος δύναμιν συκοφαντεῖ μὲν τὸν συνηγορούμενον Πλάτωνα, αὐτὸς δὲ πρύμναν ἐν τοῖς λόγοις κρουσάμενος παλινῳδίαν ᾄδει; ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον δείξομεν ἐξ αὐτοῦ τε Πλάτωνος καὶ τῶν τοῦτον ὑπομνηματισαμένων καὶ τῆς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας καὶ αὐτοῦ δὲ Πρόκλου προάγοντες τὰς πίστεις, ὡς Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν συγκεῖσθαι βούλεται ἅπαντα. ἐκεῖνο δὲ νῦν πρῶτον ἐξεταστέον, εἴ τινα πιθανὴν γοῦν ἀφορμὴν ὁ λόγος ἔχει τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ ἑτέρας αὐτὸν οὐσίας εἶναι παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι. τὰς μὲν οὖν Ἀριστοτέλους ὑπὲρ τοῦ πέμπτον εἶναί τι σῶμα τὸν οὐρανὸν ἐπιχειρήσεις ἐν τοῖς πρὸς αὐτὸν (σὺν θεῷ δὲ εἰρήσθω) λεχθησομένοις ἐπισκεψόμεθα· νῦν δὲ τοσοῦτον μόνον ὁ λόγος ἐξετάσει, εἰ μαχόμενα Πλάτων ὑπέθετο ἐκ πυρὸς πλείστου τὸν οὐρανὸν εἶναι λέγων, σφαιρικὸν δὲ αὐτῷ σχῆμα καὶ τὴν κύκλῳ κίνησιν ὡς οἰκείαν ἀφορίζων. εἰ μὲν οὖν ἀνάγκη τις ἐκ τοῦ λόγου φαίνοιτο τῷ κύκλῳ τὸν οὐρανὸν κινεῖσθαι λέγοντι τὸ καὶ τῆς τῶν τεσσάρων οὐσίας ἕτερον αὐτὸν ὑποτίθεσθαι, οὐδ’ οὕτω μὲν εὔλογον, ὅπερ πολλάκις εἶπον, τὰ διαρρήδην καὶ ἄνευ τινὸς ἐπικρύψεως εἰρημένα Πλάτωνι ἀπό τινων ἀδήλων στοχασμῶν ὡς οὐδ’ εἴρηται διακρούεσθαι, ἀλλ’, εἴπερ ἄρα, τῇ μάχῃ μόνον φιλαλήθως ἐφιστάνειν τῶν ὑποθέσεων.
Aet Mund.484 ὅμως δ’ οὖν συγγνώμη τοῖς φιλοπλάτωσι εἰς συμφωνίαν αὐτὸν εἰ καὶ παρὰ τὴν ἀλήθειαν ἄγουσιν. εἰ δὲ ἐνδεχόμενον σαφῶς φανείη καὶ ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι καὶ κατὰ φύσιν κύκλῳ φέρεσθαι, σοφιστὴν ἄντικρυς τὸν ἐπικεχειρηκότα γινώσκειν εὔλογον πρὸς τὸ δοκοῦν μόνον καὶ οὐ πρὸς ἀλήθειαν τοὺς λόγους ἐκβιαζόμενον· οὐ γὰρ ἀγνοεῖν οἶμαι τὸ ἀληθὲς τὸν οὕτως εἰς τὸ τὰ ἐναργῆ συσκιάζειν εὐμήχανον. πρόεισι δ’ οὖν τῷ Πρόκλῳ τὸν τρόπον τοῦτον ἡ ἐπιχείρησις. βʹ. Τὴν κίνησίν φησιν ὁ Πλάτων ἀπονεῖμαι τῷ κόσμῳ τὸν θεὸν τὴν οἰκείαν τοῦ σώματος σφαιροειδοῦς ὄντος τὴν κύκλῳ 〈περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν. οὐκοῦν, εἰ κύκλῳ〉 κινεῖται, φησίν, ὁ οὐρανός, τῶν εὐθυφορουμένων σωμάτων ἐστὶν ἕτερος, πυρὸς ἀέρος ὕδατός τε καὶ γῆς· τούτων γὰρ τὰ μὲν βαρέα κάτω τὰ δὲ κοῦφα ἄνω φέρεται. οὔτε κοῦφον ἄρα, φησίν, οὔτε βαρὺ τὸ οὐράνιον σῶμα ὁ Πλάτων ᾤετο. ἀλλ’ εἰ μὲν ἁπλοῦν ὁ Πλάτων ἢ ἄψυχον εἶναι σῶμα τὸν οὐρανὸν ὑπετίθετο, τάχα ἂν τὸ πιθανὸν ἔχειν, εἰ καὶ μὴ τἀληθές, τῷ λόγῳ συνεχωρήσαμεν σύνθετον μὲν αὐτὸν ἐκ τῶν στοιχείων εἶναι, εἰ καὶ πλείστης μοίρας μετέχειν πυρός, ἔμψυχον δ’ ὅμως καὶ ζῷον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι.
Aet Mund.485 παντὶ δῆλον οἶμαι, ὡς τὴν κύκλῳ κίνησιν οἰκείαν φησὶν καὶ κατὰ φύσιν ὑπάρχειν τῷ οὐρανῷ οὐχ, ᾗ σῶμά ἐστιν αὐτὸς καθ’ αὑτὸν χωρὶς τῆς ἐφεστηκυίας αὐτῷ ψυχῆς ἐπινοούμενος, ἀλλ’ ᾗ ζῷόν ἐστιν, ὑπὸ ψυχῆς αὐτῷ ἐγγινομένην. ἡ δὲ τῶν κούφων ἐπὶ τὸ ἄνω κίνησις καὶ ἡ τῶν βαρέων εἰς τοὔμπαλιν οὐκ ἐμψύχων σωμάτων ἀλλ’ ἀψύχων ἐστὶν κίνησις ἀπροαιρέτως μόνῃ τῇ ἐμφύτῳ ῥοπῇ φερομένων. καὶ συμβαίνει γε πολλάκις τὴν ὡς ζῴῳ κατὰ φύσιν ὑπάρχουσάν τινι κίνησιν μὴ κατὰ φύσιν εἶναι τῷ ὑποκειμένῳ σώματι· καὶ γὰρ τὰ παρ’ ἡμῖν ζῷα τὴν ἐπὶ τὰ πλάγια κινούμενα κίνησιν κατὰ φύσιν μὲν ὡς ζῷα κινεῖται, οὐδενὸς δὲ τῶν στοιχείων, ἐξ ὧν τὰ σώματα αὐτῶν σύγκειται, οὐδ’ αὐτοῦ τοῦ συνθέτου κατὰ φύσιν ἐστὶν ἡ ἐπὶ τὰ πλάγια κίνησις· κατὰ γὰρ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν τῶν ἐν αὐτοῖς κινεῖται τὰ σύνθετα, ὅταν ὡς ἄψυχα καὶ οὐχ ὡς ζῷα κινεῖται· πλεοναζόντων γὰρ ἐν τοῖς τῇδε συνθέτοις σώμασι τῶν βαρέων στοιχείων γῆς τε καὶ ὕδατος κατὰ φύσιν αὐτοῖς ἡ ἐπὶ τὰ κάτω φορά· ὥστε τῶν ζῴων ἐπὶ τὰ πλάγια ὑπὸ ψυχῆς γινομένη οὐ κατὰ φύσιν τοῖς τῶν ζῴων ἐστὶν σώμασιν. καὶ τὰ αὐξόμενα δὲ τῶν ἐμψύχων σωμάτων ἐπὶ τὸ ἄνω τῇ αὐξήσει φερόμενα καὶ τὰ πτηνὰ ὅλα καθ’ ὅλα αὐτὰ κάτωθεν ἄνω μεθιστάμενα ὡς μὲν ἔμψυχα κατὰ φύσιν τὴν τοιαύτην ποιεῖται κίνησιν, ὡς δὲ γεηρά τε καὶ βαρέα παρὰ φύσιν.
Aet Mund.486 τί δ’ ἄν τις εἴποι τῶν φυτῶν τὰ τῇ περιφορᾷ τοῦ ἡλίου συμπεριθέοντα, ἅπερ ἐπωνύμως ἐκ τῆς κινήσεως ἡλιοτρόπια προσαγορεύεται; λεγέτωσαν γὰρ ἡμῖν, ποίου σώματος τῶν ἁπλῶν ἐστιν κατὰ φύσιν ἡ τοιαύτη κίνησις. ἢ οὖν ἀνάγκη καὶ ταῦτα τῆς τῶν στοιχείων ἀλλοτριοῦν φύσεως διὰ τὸ διάφορον τῆς κινήσεως ἤ, εἴπερ ἄλλη μέν ἐστιν ἑκάστου σώματος ἡ παρὰ τῆς ἰδίας φύσεως ὡς ἀψύχου κίνησις, ἄλλη δὲ ὡς ἐμψύχου ἀπὸ τῆς ψυχικῆς ἐγγινομένη δυνάμεως, καὶ τὸν οὐρανὸν δὲ ὁ Πλάτων ἔμψυχον εἶναι καὶ ὑπὸ ψυχῆς κινεῖσθαι βούλεται, δῆλον ἄρα, ὅτι ὡς ζῴῳ κατὰ φύσιν αὐτῷ τὴν κύκλῳ κίνησιν ἀφορίζει· εἰ γὰρ περὶ νοῦν μάλιστα εἶναί φησιν τὴν κύκλῳ κίνησιν καί, ὡς Πλωτῖνός φησιν, κύκλῳ κινεῖται, ὅτι νοῦν μιμεῖται, δῆλον, ὡς ἀπὸ ψυχῆς ἐφήκειν αὐτῷ τὴν κύκλῳ βούλεται κίνησιν πρὸς μίμησιν τῆς νοερᾶς ἐνεργείας τὸ οἰκεῖον σῶμα κινούσης· οὐ γὰρ ἄνευ ψυχῆς κατὰ μόνην τὴν ἄλογόν τε καὶ φυσικὴν ὁρμὴν τῆς κινήσεως μιμεῖσθαι τὸν νοῦν τὸ ἄψυχόν τις εὐλόγως σῶμα ὑπονοήσειεν. εἰκότως δὲ καὶ τῷ σχήματί φησιν οἰκείαν εἶναι τὴν κύκλῳ κίνησιν· καὶ γὰρ ἑκάστῳ σχήματι ζῴου πρόσφορος ἡ παρὰ τῆς ἐνούσης ψυχῆς ἐνδίδοται κίνησις· ὅθεν ἄλλη μὲν πτηνῶν, ἄλλη δὲ χερσαίων, ἄλλη δὲ τῶν ἐνύδρων ζῴων ἡ κίνησις, καὶ τὰ μὲν πτηνὰ καὶ ἔνυδρα ὁμοίως ἄνω τε καὶ κάτω καὶ ἐπὶ τὰ πλάγια φέρεται, τῶν δὲ χερσαίων ἄλλως μὲν τὰ ὑπόποδα, ἄλλως δὲ κινεῖται τὰ ἄποδα.
Aet Mund.487 τί οὖν θαυμαστόν, εἰ καὶ ὁ οὐρανὸς πρὸς λόγον τοῦ σώματος ὑπὸ ψυχῆς κινεῖται, εἴπερ καὶ μᾶλλον πρὸς λόγον τῶν τῆς ψυχῆς ὁρμῶν καὶ δυνάμεων διαπέπλασταί τε αὐτὸς καὶ κινεῖται, ὡς καὶ ἐπὶ τῶν λοιπῶν πάντων ζῴων ἡ διάπλασις τῶν σωμάτων καὶ διοργάνωσις οὐ παρὰ τὴν διάφορον τῶν ἁπλῶν οὐσίαν, ἐξ ὧν τὰ ζῷα σύγκειται, ἀλλὰ παρὰ τὰς διαφόρους δυνάμεις τῶν ἐνεργεῖν μελλουσῶν ἐν αὐτοῖς ψυχῶν ὑπὸ τῆς δημιουργοῦ φύσεως προῳκονόμηται, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ διὰ πλειόνων ἐδείξαμεν. εἰ οὖν ἡ τῶν σχημάτων διαφορὰ οὐσίας ἐξαλλαγὴν οὐκ ἐργάζεται (λέγω δὲ οὐσίας τῆς κατὰ τὰ στοιχεῖα, ἐξ ὧν τὰ ζῷα σύγκειται), οὐδ’ ἄρα ἡ διὰ τὸ σχῆμα γενομένη τῶν ἐμψύχων κίνησις ἑτεροφυῆ λέγειν ἡμᾶς αὐτῶν ἀναγκάσει τὰ σώματα. ἐνδέχεται ἄρα Πλάτωνα καὶ κύκλῳ λέγειν κατὰ φύσιν κινεῖσθαι τὸ οὐράνιον σῶμα ὡς ἔμψυχον καὶ τῆς τῶν κοινῶν στοιχείων αὐτὸ φύσεως ὑποτίθεσθαι. ἔτι εἰ πᾶν ζῷον τοπικήν τινα κίνησιν ἀπὸ ψυχῆς κινεῖται (τό τε γὰρ ἵπτασθαι τοῖς πτηνοῖς ὑπὸ ψυχῆς γίνεται καὶ τοῖς ἐνύδροις τὸ νήχεσθαι καὶ τοῖς χερσαίοις τό τε ἕρπειν καὶ τὸ διὰ σκελῶν κινεῖσθαι), ζῷον δὲ εἶναι τὸν οὐρανὸν ὁ Πλάτων λέγει, δηλονότι καὶ τοπικὴν αὐτῷ κίνησιν ὑπὸ ψυχῆς γίνεσθαι συγχωρήσει· πᾶν γὰρ ζῷον ὑπὸ ψυχῆς τοπικήν τινα κινεῖται κίνησιν καὶ οὐδὲν ἔστιν ζῷον ἐστερημένον ταύτης. οὐδεμίαν δὲ ἄλλην τοπικὴν κινεῖται κίνησιν ὁ οὐρανὸς ἢ τὴν κύκλῳ· οὐκοῦν ὑπὸ ψυχῆς ταύτην κατὰ Πλάτωνα κινηθήσεται.
Aet Mund.488 εἰ δὲ ὑπὸ ψυχῆς κύκλῳ κινεῖται, ἑτέρα δέ ἐστιν ἡ ὑπὸ ψυχῆς τῶν ζῴων γινομένη κίνησις παρὰ τὴν ἐκ τῆς ἐμφύτου ῥοπῆς ὡς ἀψύχοις τοῖς σώμασιν αὐτῶν ἐνδιδομένην, οὐκ ἄρα φυσικὴν εἶναι τοῦ οὐρανίου σώματος τὴν κύκλῳ κίνησιν ᾤετο ὁ Πλάτων ἀλλ’ ἀπὸ ψυχῆς αὐτῷ ἐγγίγνεσθαι. ὅθεν αὐτὸς ἐν τῇ ψυχογονίᾳ ὁ Πλάτων τὰς τῶν οὐρανίων σφαιρῶν κινήσεις τῇ ψυχῇ τοῦ σώματος περιῆψεν, ὡς ἐξ αὐτῶν μαθεῖν ἔστιν τῶν ῥητῶν Πλάτωνος· τὴν γὰρ τῆς ἀπλανοῦς κίνησιν, ἣν καλεῖ ταὐτοῦ, καὶ τὴν τῶν ἐντὸς ἑπτὰ πλανωμένων, ἣν θατέρου προσηγόρευσεν, αὐτὴν τὴν ψυχὴν τοῦ παντὸς εἶπεν κινεῖσθαι καί, ὅπερ φησὶν Ἀριστοτέλης, ὡς οὔσας τὰς τοῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις. εἰ τοίνυν σαφῶς νοερὰν εἶναί φησιν καὶ ἀσώματον τὴν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, διαπλέξας δὲ αὐτὴν πρὸς τὸν οὐρανὸν τὰς τοῦ οὐρανίου σώματος κινήσεις τοπικὰς οὔσας κινήσεις αὐτὴν εἶπεν κινεῖσθαι, τὴν δὲ ψυχὴν ἀσώματον οὖσαν κατὰ τόπον κινεῖσθαι ἀδύνατον, καὶ τυφλῷ γε οἶμαι δῆλόν ἐστιν, ὡς ὅτι τὸν συμβολικὸν τῆς διδασκαλίας τρόπον τὸ τῆς κινήσεως τῷ οὐρανῷ αἴτιον αὐτὸ εἶπεν κινεῖσθαι· τὰ γὰρ ἐν τῷ αἰτιατῷ εἰκονικῶς ἐνυπάρχοντα ταῦτα ἐν τῷ αἰτίῳ παραδειγματικῶς προϋπάρχει· τὸ γὰρ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου τῆς οἰκίας εἶδος παράδειγμά τέ ἐστιν καὶ αἴτιον τῆς ἐκ λίθων οἰκίας· ἐκ ταύτης γὰρ τῆς ἐννοίας καὶ ὁ Πλάτων ἰδέας εἶναι τῶν πάντων ὑπέθετο.
Aet Mund.489 γʹ. Ἀλλ’ εἰ καὶ μὴ φύσει κύκλῳ κινεῖται ὁ οὐρανός, φησίν, ἀλλ’ ὑπὸ ψυχῆς, τίς ἐστιν ἡ φυσικὴ τοῦ οὐρανίου σώματος κίνησις; εἰ γὰρ τῶν εὐθυφορουμένων ἐστὶν σωμάτων, ἢ ἄνω ἢ κάτω κινηθήσεται, ὧν ἑκατέρας ἐξῄρηται. αὐτὸς ἡμῖν ὁ Πρόκλος τὴν ἔνστασιν ἐπελύσατο· ἐν γὰρ τῷ δεκάτῳ λόγῳ φησίν, ὡς ἤδη ἔγνωμεν, ὅτι τῶν τοῦ κόσμου στοιχείων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ἢ μένει ἢ κύκλῳ κινεῖται· ‘τότε γὰρ ἐπ’ εὐθείας κινεῖται‘, φησίν, ‘ὅταν μὴ ἐν τῷ οἰκείῳ ᾖ, σπεῦδον εἰς ἐκεῖνον ἐλθεῖν‘. εἰ τοίνυν ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἕκαστον ἢ μένει ἀκίνητον ὡς ἡ γῆ ἢ κύκλῳ κινεῖται καὶ οὐκ ἐπ’ εὐθείας ὡς τὸ ὑπέκκαυμα καὶ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀήρ, ἕκαστον δὲ τῶν συνθέτων σωμάτων, ἐξ οὗ πλείστου μετέχει στοιχείου, τὸν ἐκείνου τόπον κατείληφεν, ὡς τὰ ἡμέτερα σώματα γεώδη ὄντα ἐν τῷ αὐτῷ ἐστιν τῇ γῇ τόπῳ, ὁ δὲ οὐρανὸς ἐκ πλείστου πυρὸς συνέστηκε κατὰ Πλάτωνα καὶ πυρὸς τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, τῷ δὲ πυρὶ τόπος ἐστὶν κατὰ φύσιν ὁ ἐξωτάτω, ἐν τούτῳ δέ ἐστιν καὶ ὁ οὐρανός, καὶ ὁ οὐρανὸς ἄρα τὸν οἰκεῖον τόπον κατείληφεν καὶ κατειληφὼς κύκλῳ κινεῖται. εἴτε ἄρα ὑπὸ ψυχῆς αὐτῷ ἐφήκει ἡ κύκλῳ κίνησις, αὐτὸς δὲ οὐδεμίαν ἀπὸ τῆς ἑαυτοῦ φύσεως κινεῖται κίνησιν, κατὰ φύσιν δηλονότι μένει καὶ οὐ κινεῖται ἐπ’ εὐθείας ὡς τὸν οἰκεῖον κατειληφὼς τόπον καὶ ἡ κίνησις ἡ κύκλῳ ὡς ζῴῳ κατὰ φύσιν ὑπάρχει, εἴτε μὴ ὑπὸ ψυχῆς ἀλλ’ ὑπὸ φύσεως κύκλῳ φέρεται, κἂν τῶν εὐθυφορουμένων ᾖ σωμάτων, ἅτε δὴ ἐν τῷ οἰκείῳ ὑπάρχων τόπῳ, διότι τῶν εὐθυφορουμένων οὐδὲν ἐπ’ εὐθείας κινεῖσθαι δύναται ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ.
Aet Mund.490 δʹ. Πῶς οὖν πάλιν ὁ Πρόκλος μετὰ τῶν Πλάτωνος ταῖς οἰκείαις ἀποφάνσεσιν καλῶς τεθείσαις τὰς ἐναντίας φωνὰς ἐν τούτοις ἀφίησιν; εἰ γὰρ ἀνάγκη ἐστὶν τὸ οὐράνιον σῶμα δι’ αὐτὸ μόνον τὸ μὴ ἐπ’ εὐθείας ἀλλὰ κύκλῳ κινεῖσθαι τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας ἕτερον εἶναι, δηλονότι, εἰ καὶ τῶν εὐθυφορουμένων ᾖ καὶ ἐν τῷ οἰκείῳ ὑπάρχον τόπῳ, ἐπ’ εὐθείας ἂν αὐτὸ κινεῖσθαι ἠξίωσεν. πῶς οὖν ἔτι ἀληθεύσει αὐτῷ ἐκεῖνος ὁ λόγος τὸ μηδὲν τῶν στοιχείων ἐν τῷ οἰκείῳ τόπῳ ὂν ἐπ’ εὐθὺ κινεῖσθαι ἀλλ’ ἢ μένειν ἀκίνητον ἢ κύκλῳ φέρεσθαι; εἰ δὲ συμφώνως τῇ φύσει τῶν πραγμάτων ἐκεῖνα ὡμολόγηκεν (οὔτε γὰρ ἡ γῆ οὔτε τὸ ὕδωρ οὔτε τὸ πῦρ οὔτε ὁ ἀὴρ τὸν οἰκεῖον ἔχοντα τόπον ἐπ’ εὐθείας κινεῖται, εἰ μὴ βιασθέντα ἐκσταίη τούτου), οὐδὲ τὸν οὐρανὸν ἄρα ἀνάγκη κατ’ εὐθεῖαν κινεῖσθαι τὸν οἰκεῖον ἔχοντα τόπον, κἂν τῆς τῶν εὐθυφορουμένων ὑπάρχῃ φύσεως. εʹ. Οὐ μόνον δ’ οὐκ ἀναγκαῖον ἀλλὰ καὶ ἀδύνατον ἐπ’ εὐθείας τὸν οὐρανὸν φέρεσθαι, κἂν τῆς τῶν στοιχείων ὑπάρχῃ φύσεως· οὐδὲν γὰρ τῶν στοιχείων οὔτε ὅλον ἕκαστον οὔτε μέρος ἐν τῷ οἰκείῳ καὶ κατὰ φύσιν ὑπάρχον τόπῳ ἐπ’ εὐθείας κινούμενον φαίνεται· οὐ γὰρ ἄλλως ἐπ’ εὐθείας ἐμφύτῳ ὁρμῇ κινεῖται τὰ σώματα, εἰ μὴ τοῦ κατὰ φύσιν ἐκσταίη τόπου· ἕκαστον γὰρ ἐν τῷ κατὰ φύσιν μένειν ἐθέλει τόπῳ ὡς ἐν τούτῳ σῳζόμενον καὶ βίας δεῖ, ἵνα τοῦ κατὰ φύσιν μεταστῇ τόπου τὰ σώματα (ὥσπερ ἀμέλει τὸ ὕδωρ καὶ τὰ γεηρὰ τῶν σωμάτων μηχαναῖς τισιν ἢ δυνάμει κρείττονι κάτωθεν ἄνω ἐκβιαζόμενα φέρεται· καὶ τὸ πυρῶδες πνεῦμα τοῖς νέφεσιν ἐναποκλειόμενον καὶ τῇ πιλήσει συνθλιβόμενον εἰς τὸν κάτω καὶ παρὰ φύσιν τόπον ἐξακοντίζεται), ἐκστάντα δ’ ὅμως τοῦ οἰκείου τόπου τὰ σώματα ἐμφύτῳ λοιπὸν ὁρμῇ ἐπ’ ἐκεῖνον εὐθυφορούμενα φέρεται ὡς ἐν αὐτῷ σῳζόμενα.
Aet Mund.491 εἰ τοίνυν καὶ ὁ οὐρανὸς ἐν τῷ κατὰ φύσιν ἐστὶν τόπῳ ἐκ πυρὸς ὢν κατὰ Πλάτωνα καὶ πυρὸς ὡς ἔνι μάλιστα τοῦ λεπτοτάτου τε καὶ καθαρωτάτου, ὡς καὶ τὸν Πρόκλον ταῦτα ὁμολογοῦντα ἐν τοῖς ἑξῆς παραθήσομεν, ὅθεν καὶ τὴν ἐξωτάτω πάντων χώραν κατείληφεν, ἀδύνατον ἄρα αὐτὸν ἐμφύτῳ ὁρμῇ τὴν κατ’ εὐθεῖαν κινεῖσθαι κίνησιν· ἐπ’ εὐθείας γὰρ κινούμενον ἐπὶ τὸ ἄνω μὲν κινεῖσθαι ἀδύνατον (οὐδὲν γὰρ εἶναι τοῦ οὐρανοῦ ἔξω καὶ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς ὡμολόγηται), ἐπὶ τὸ κάτω δ’ εἰ κινηθείη, τοῦ κατὰ φύσιν ἐξίστασθαι τόπου ἀνάγκη· ἀλλ’ οὐδὲν ἔστιν σῶμα φυσικῇ τινι δυνάμει τοῦ κατὰ φύσιν ἐξιστάμενον τόπου (πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται, ἔστιν δὲ μάλιστα καὶ σῴζεται ἕκαστον ἐν τῷ κατὰ φύσιν ὑπάρχον), ἀλλὰ βίας ὡς εἶπον ἔξωθεν δεῖ, ἵνα τοῦ κατὰ φύσιν ἐκσταίη τόπου τῶν σωμάτων ἕκαστον· ὥστε οὐδὲ τὸν οὐρανὸν ἐνδέχεται ἄνευ τινὸς ἔξωθεν βίας ἐπὶ τὸ κάτω κινηθῆναι, κἂν πύριος ᾖ· δέδεικται δέ, ὅτι οὐδὲ ἐπὶ τὸ ἄνω· ὅλως ἄρα ἀδύνατον ἐπ’ εὐθείας τὸν οὐρανὸν κινεῖσθαι τῆς τοῦ πυρὸς μάλιστα μετέχοντα φύσεως κατὰ Πλάτωνα.
Aet Mund.492 ϛʹ. Ποία δὲ ὅλως ἀνάγκη δι’ αὐτὸ μόνον τὸ κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν εὐθὺς αὐτὸν καὶ ἑτέρας εἶναι φύσεως παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι; εἰ γὰρ ἡ τοῦ πυρὸς ὁλότης, λέγω δὴ τὸ αἰθέριον σῶμα, ὅπερ Ἀριστοτέλης ὑπέκκαυμα προσηγόρευσεν, κύκλῳ κινούμενον ἐναργῶς καὶ οὐκ ἐπ’ εὐθείας φαίνεται, ὡς τὰ ἐν αὐτῷ γινόμενα πάθη παρίστησιν (κομῆταί φημι καὶ τὰ παραπλήσια· ὁρᾶται γὰρ ἀνατέλλοντά τε καὶ δύνοντα καὶ κύκλῳ τῷ οὐρανῷ συμπεριθέοντα) καὶ οὐδεὶς ἂν διὰ τοῦτο τῆς τῶν στοιχείων αὐτὸ φύσεως ὑπεξέλοι (αὐτὴ γάρ ἐστιν τοῦ στοιχειώδους πυρὸς ἡ ὁλότης), οὐδ’ ἄρα τὸν οὐρανὸν διὰ τὸ κύκλῳ καὶ μὴ ἐπ’ εὐθείας κινεῖσθαι ἑτέρας ὑπονοεῖν οὐσίας καὶ οὐ τῆς τῶν στοιχείων εὔλογον, εἴτε αὐτοῦ τοῦ σώματος εἶναί τις τὴν τοιαύτην βούλοιτο κίνησιν εἴτε ἀπὸ τῆς ἐνούσης αὐτῷ ψυχῆς ἐγγίνεσθαι. ὡς οὖν ἡ τοῦ πυρὸς ὁλότης οὐχ ὑπὸ φυσικῆς ὁρμῆς τὴν κύκλῳ ποιεῖται κίνησιν ἀλλὰ τῷ περιέχοντι οὐρανῷ συμπεριάγεται (ὥσπερ ἀμέλει καὶ τὸ ἐντὸς τῶν μηχανημάτων ὕδωρ κύκλῳ συμπεριδινεῖται τοῖς μηχανήμασιν) καὶ ἔστιν αὐτῷ τῷ ὑπεκκαύματι ὑπὲρ τὴν αὐτοῦ φύσιν ἡ τοιαύτη κίνησις, οὕτω καὶ ὁ οὐρανὸς ὑπὸ κρείττονος δυνάμεως καὶ ἀσωμάτου κυκλοφορούμενος καὶ ὑπὲρ τὴν τοῦ σώματος αὐτοῦ φύσιν τὴν τοιαύτην ἔχων κίνησιν οὐδεμίαν ἕξει ἀνάγκην ἑτέρας εἶναι διὰ τοῦτο οὐσίας, πλὴν ὅτι ἀμέσως μὲν ὑπὸ τῆς ἀσωμάτου φύσεως ὁ οὐρανός, διὰ μέσου δὲ τούτου τὰ ἐντὸς κύκλῳ φερόμενα τῆς τοιαύτης ἀπολαύει κινήσεως, καὶ τοῦτο εἰκότως· εἰ γὰρ καὶ μία ὕλη τῷ γένει πᾶσι τοῖς συνθέτοις ὑπόκειται σώμασιν (τὰ τέσσαρα λέγω στοιχεῖα), ἀλλ’ οὖν ἐπειδὴ ἄλλο εἶδος ἄλλου εἴδους ἐστὶν κρεῖττον, οἷον φέρε 〈τὸ〉 τοῦ χρυσοῦ ἢ τὸ τοῦ σιδήρου καὶ τὸ τοῦ συνθέτου ἀνθρώπου ἢ τὸ τοῦ κυνός, πρὸς λόγον δὲ τῆς τῶν εἰδῶν ὑπεροχῆς ἡ φύσις καὶ τὴν τῶν στοιχείων καθαρωτέραν μοῖραν εἰς τὴν τῶν συνθέτων ἐκλέγεται γένεσιν, ἡ δὲ τοῦ οὐρανίου σώματος ἰδέα τῶν ἄλλων ἁπάντων σωμάτων ὑπεραναβέβηκεν, ἀνάγκη δήπου καὶ τῶν στοιχείων αὐτὸ τὸ εἰλικρινέστατον καὶ οἷον ἀπάνθισμα ὕλην τῇ τοῦ οὐρανίου σώματος ὑποκεῖσθαι ἰδέᾳ.
Aet Mund.493 ἐπεὶ οὖν καὶ ὕλῃ καὶ εἴδει κρεῖττον ὑπάρχει τῶν ἐντὸς ἁπάντων τὸ οὐράνιον σῶμα καὶ ταύτῃ μακροβιώτατόν ἐστιν καὶ ὡς ἔνι μάλιστα ἀπαθές, εἰκότως καὶ πρῶτον τῶν ἐντὸς (φημὶ δὴ τῆς γε τοῦ πυρὸς ὁλότητος καὶ τοῦ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀέρος) τῆς κύκλῳ μετέχει κινήσεως καὶ δι’ ἐκείνου οὔτε τὰ ἐντὸς ἀλλ’ οὐδὲ τὰ ἐκτὸς πέμπτης ἂν εἶεν διὰ τὸ κύκλῳ φέρεσθαι φύσεως οὔτε ὁ οὐρανός. ζʹ. Δεδειγμένου τοίνυν, ὡς οὐδεμία ἔστιν ἀνάγκη διὰ τὴν κύκλῳ κίνησιν ἔκφυλον καὶ ξένον τῆς τῶν τεσσάρων στοιχείων φύσεως τὸ οὐράνιον ὑπονοεῖν σῶμα, ἐκ τούτων δὲ αὐτῶν καὶ ὁ οὐρανὸς κατὰ Πλάτωνα συνέστηκεν, ἐν δὲ τοῖς στοιχείοις τὰ ἐναντία θεωρεῖται, θερμόν τε καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ αἱ λοιπαὶ ἐναντιώσεις, αἱ δὲ γενέσεις καὶ αἱ φθοραί, ὡς Πρόκλος ἐν τούτοις εἴρηκεν, τῶν ἐναντίων εἰσίν, γενητὸν ἄρα καὶ φθαρτὸν εἶναι κατὰ φύσιν τὸ οὐράνιον σῶμα ἐκ τῶν Πλατωνικῶν ἀρχῶν καὶ ἐκ τῶν παρὰ Πρόκλου δεδομένων ἀνάγκη, ὥσπερ οὖν καὶ ἐν τῷ ἕκτῳ λόγῳ τοῦτο δοκεῖν Πλάτωνι διὰ πλειόνων ἀπεδείξαμεν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον.
Aet Mund.494 ηʹ. Σκοπεῖν δὲ καὶ τὰ ἑξῆς τοῦ λόγου ἄξιον, πῶς ὑπὸ τῆς ἐναργείας ὁ Πρόκλος συνελαυνόμενος ὁμολογεῖ μὲν τὰ τοῦ κόσμου στοιχεῖα τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι, ἐν οἷς φησιν ‘εἰ δὲ καὶ ταῦτα τοῖς μέρεσιν γίνεταί τε καὶ φθείρεται‘, εἶτα τὸ ἐξ ἀνάγκης ἀκολουθοῦν συναισθόμενος, ὅτι, οὗ τὰ μέρη γενητά ἐστιν καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, βραχὺ προελθὼν τὴν ἑαυτοῦ θέσιν ἀνῄρηκε· φησὶ γὰρ ὅτι ‘τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, ᾗ φησιν ἐκεῖνοσ‘. εἰ οὖν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδ’ ἄρα τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τῶν γινομένων καὶ φθειρομένων ὄντα μέρη τοῦ κόσμου εἰσίν. εἰ δὲ τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ οὐκ ἔστιν μέρη τοῦ κόσμου, οὐδὲν δὲ ἔστιν μέρος στοιχείου, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, οὐδὲν ἄρα στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος.
Aet Mund.495 ἀλλὰ μὴν ὅλον ἕκαστον στοιχεῖον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ ἑαυτοῦ μέρη ἅμα ὄντα· οὐδ’ ἄρα τὰ ὅλα στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν. καίτοι καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις μέρη εἶναι τοῦ κόσμου τὰ στοιχεῖα παρὰ Πλάτωνος λαβὼν ὡμολόγησεν. εἰ οὖν τὰ στοιχεῖα μέρη τοῦ κόσμου εἰσίν, καὶ τὰ τῶν στοιχείων μέρη καὶ αὐτὰ τοῦ ὅλου κόσμου μόρια ὑπάρχει· ὥσπερ γὰρ ἡ ὅλη χεὶρ τοῦ ἀνθρώπου ἐστὶν μέρος, οὕτω δηλονότι καὶ τὸ τῆς χειρὸς μέρος ὁ δάκτυλος τοῦ ὅλου ἀνθρώπου ἐστὶν μέρος. ἀμέλει λείποντος δακτύλου ἑνὸς τὸ τοῦ ἀνθρώπου σῶμα κολοβὸν καὶ οὐχ ὅλον ἐστίν· καίτοι γε εἰ μὴ τὸ τοῦ μέρους μέρος καὶ τοῦ ὅλου μέρος ὑπῆρχεν, οὐκ ἂν λείποντος δακτύλου ἑνὸς ἐλλιπὲς τὸ ὅλον σῶμα ἐγίνετο. καὶ ἐπὶ τοῦ κόσμου ἄρα, εἴπερ μέρη τοῦ κόσμου εἰσὶν τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ ὅλου κόσμου ἐστὶν μέρη. καὶ ἄλλως· εἰ τῶν στοιχείων ἕκαστον ὑπὸ τῶν ἰδίων μερῶν συμπληροῦται, πάλιν δ’ αὖ ὁ πᾶς κόσμος ὑπὸ τῶν ὅλων συμπληροῦται στοιχείων, τὰ ἄρα τῶν στοιχείων μέρη τὸν ὅλον συμπληροῖ κόσμον. τὰ δὲ ἑκάστου συμπληρωτικὰ μέρη αὐτοῦ ἐστιν. τὰ ἄρα τῶν στοιχείων μέρη τοῦ ὅλου κόσμου εἰσὶν μέρη· οὐ γὰρ μεγέθει τε καὶ σμικρότητι τὰ μέρη κρίνεται· ὡς γὰρ τῆς ὅλης οἰκίας μέρος ἐστὶν ἢ στοιχεῖον ὁ δεκάπηχος εἰ τύχοι λίθος, οὕτω καὶ ὁ ποδιαῖος μέρος ἐστὶν τῆς οἰκίας ἢ στοιχεῖον, καὶ ὥσπερ τὸ εἰκοσάπηχυ ξύλον τῆς νεώς ἐστιν μέρος, οὕτω καὶ τὸ ποδιαῖον, καὶ ἐπ’ αὐτοῦ δὲ τοῦ κόσμου ὡς ἡ ὅλη ἀπλανὴς μέρος ἐστὶν τοῦ κόσμου, οὕτω καὶ τῆς ἀπλανοῦς τὸ μέρος οἷον ὁ κύων ἢ ἄλλος ὁστισοῦν τῶν ἐν αὐτῇ ἀστέρων μέρος ἐστὶν τοῦ παντὸς κόσμου.
Aet Mund.496 εἰ οὖν καὶ ἡ ὅλη γῆ μέρος ἐστὶν τοῦ κόσμου, καὶ τὸ τῆς γῆς ἄρα μέρος οἷον ὁ Ὄλυμπος μέρος ἐστὶν τοῦ κόσμου· ὥστε καὶ τὸ τοῦ Ὀλύμπου μέρος τοῦ κόσμου ἐστὶν μέρος· καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος. εἰ οὖν τὰ τῶν στοιχείων μέρη τοῦ κόσμου ἐστὶν μέρη, πάντα δὲ τὰ τῶν στοιχείων μέρη γενητά ἐστιν καὶ φθαρτά, ἔστιν ἄρα τινὰ τῶν τοῦ κόσμου μερῶν, ἅπερ γενητά ἐστιν καὶ φθαρτά· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματα τοῦ κόσμου ἐστὶν καὶ οὐ μέρη, ὥς φησιν ὁ Πρόκλος. θʹ. Τούτων οὖν δεδειγμένων παντὶ δῆλόν [ὅτι] ἐστιν, ὡς αὐτὸς ἑαυτῷ παραχρῆμα τὰ ἐναντία ὁ Πρόκλος ὑπέθετο καὶ εἰς ἀντίφασιν περιπέπτωκεν. καὶ ἄξιόν γε θεωρῆσαι, ὅπως εὐρίπου δίκην ὡς ὑπὸ πνευμάτων ἐναντίων συνελαυνόμενος ἀντιμεταρρεῖ τοῖς λόγοις καί, ἅπερ ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν ἀναγκάζεται, ταῦτα πάλιν ἀναιρεῖ τὸν προτεθέντα αὐτῷ ψευδῆ σκοπὸν συμπερᾶναι βουλόμενος. εἰπὼν γάρ, ὡς ἀλλότριόν ἐστιν τὸ οὐράνιον σῶμα τῆς τῶν στοιχείων φύσεως διὰ τὸ μήτε ἄνω κινεῖσθαι μήτε κάτω, καὶ δεῖξαι βουλόμενος, ὅτι διὰ τοῦτο ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ὁμολογεῖ μὲν ἐξ ἀνάγκης, ὅτι αἱ γενέσεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων ἀλλήλαις εἰσὶν καὶ ὅτι ἐναντία τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις, οἷον τὸ πῦρ καὶ τὸ ὕδωρ· ταῦτα γὰρ ἐναντίας ἔχοντα κινήσεις ταῖς ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζονται· τὸ μὲν γὰρ πῦρ κοῦφον ὑπάρχον καὶ ἀνωφόρον θερμόν ἐστιν καὶ ξηρόν, τὸ δ’ ὕδωρ βαρὺ ὂν καὶ κάτω βρῖθον ψυχρόν ἐστιν καὶ ὑγρόν, ἐξ ὧν ἐναντίων ὄντων θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ αἱ γενέσεις ἐν τοῖς φυσικοῖς καὶ φθοραὶ γίνονται· ἐπεὶ οὖν ἐναντία τὰ στοιχεῖα ὡς τῶν ἐναντίων μετέχοντα δυνάμεων, διὰ τοῦτό φησιν ὁ Πρόκλος ‘ταῦτα μὲν ἂν γίνοιτο καὶ φθείροιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον‘ ἅτε δὴ τῆς τούτων φύσεως ἀλλότριον ὑπάρχον καὶ μηδεμίαν ἔχον ἐναντίωσιν.
Aet Mund.497 εἰπὼν δὲ πάντα καὶ ὥσπερ ἰλιγγιάσας διὰ τὸ συνεωρακέναι τὸ ἐξ ἀνάγκης ἑπόμενον (τῶν γὰρ τοῦ κόσμου μερῶν, λέγω δὴ τῶν στοιχείων, γενητῶν ὄντων καὶ φθαρτῶν καὶ αὐτὸν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη) παραχρῆμα τὴν ἰδίαν θέσιν ἀνῄρηκεν· τὰ γὰρ στοιχεῖα ταῦτα, ἅπερ γίνεσθαι καὶ φθείρεσθαι ὡμολόγηκεν, προελθὼν εὐθὺς τοῖς μὲν μέρεσίν φησιν αὐτὰ γίγνεσθαί τε καὶ φθείρεσθαι, τὰ δὲ ὅλα κατὰ φύσιν ἔχειν, καὶ ἐφεξῆς σαφῶς ἀγένητά φησιν αὐτὰ εἶναι καὶ ἄφθαρτα, 〈ἃ〉 καλῶς αὐτὸς προωμολόγησεν, ταῦτα διαγράφων. καίτοι τοῦ μὲν γενητὰ εἶναι καὶ φθαρτὰ ἱκανωτάτην ἀποδέδωκεν αἰτίαν τὸ ταῖς ἐναντίαις αὐτὰ ποιότησι πεποιῶσθαι, αἵτινες τῆς γενέσεώς εἰσιν καὶ τῆς φθορᾶς αἴτιοι, τοῦ δὲ ἀγένητα εἶναι καὶ ἄφθαρτα, μόνοις δὲ τοῖς μέρεσιν γίνεσθαί τε καὶ φθείρεσθαι οὐδὲ πιθανὴν γοῦν αἰτίαν εἴρηκεν, ἐπεὶ μηδὲ εἶχεν.
Aet Mund.498 ἀλλ’ οὐδ’ ἐκ τῆς ἐναργείας τὸ πιστὸν εἴληφεν· οὐ γὰρ τὸ νῦν μὴ ἐφθαρμένον ἤδη καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ὅτι μὲν οὖν οὐ μόνον κατὰ μόρια ἀλλὰ καὶ καθ’ ὅλα αὐτὰ τὰ στοιχεῖα γενητά ἐστιν καὶ φθαρτά, προϊόντες δείξομεν. νῦν δὲ ὁ σοφὸς ἡμῖν Πρόκλος, ἵνα μὲν τὸν κόσμον δείξῃ ἀγένητον καὶ ἄφθαρτον, λαμβάνει ἐκ τῶν φαινομένων, ὅτι αἱ γενέσεις καὶ φθοραὶ τῶν ἐναντίων εἰσὶν καὶ διὰ τοῦτο τὰ μὲν στοιχεῖα γίνοιτ’ ἂν καὶ φθείροιτο, ὁ δὲ οὐρανὸς οὐκέτι ἅτε δὴ μηδὲν ἔχων ἐναντίον· συναισθόμενος δέ, ὡς καὶ οὕτως εἰς πᾶν ἡ γένεσις καὶ φθορὰ περιάγεται (τῶν γὰρ τοῦ παντὸς μερῶν γενητῶν ὄντων καὶ φθαρτῶν καὶ τὸ πᾶν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη), εὐθὺς ἀναιρεῖ τὸ τεθὲν φήσας κατὰ μόρια μόνον γίγνεσθαι τὰ στοιχεῖα καὶ φθείρεσθαι, ὅλον δὲ ἕκαστον αὐτῶν ἀγένητον εἶναι καὶ ἄφθαρτον, καίτοι γε τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις στοιχείοις θεωρουμένου, λέγω δὴ τῶν ἐναντίων καὶ φθαρτικῶν ἀλλήλων ποιοτήτων. ἀλλ’ ἐπειδὴ καὶ οὕτως οὐδὲν ἧττον τὸ φθαρτὸν εἶναι τὸν κόσμον συνήγετο (εἰ γὰρ μηδὲν στοιχείου μέρος ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ἐκ τούτων δὲ αὐτῶν καὶ ὅλον ἕκαστον στοιχεῖον καὶ ὁ πᾶς κόσμος συνέστηκεν, οὐδ’ ἂν αὐτὸς ἀγένητος εἴη καὶ ἄφθαρτος), εὐθὺς πάλιν δυνάμει καὶ τὸ μέρη εἶναι τῶν στοιχείων τὰ γινόμενα καὶ φθειρόμενα ἀναιρεῖ· φησὶν γάρ, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη.
Aet Mund.499 δῆλον οὖν, ὅτι τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ εἶναι καὶ φθαρτὰ τοῖς φαινομένοις ἑπόμενος ὡμολόγηκεν, καὶ αὐτὰ ἀποτελέσματα εἶναι τοῦ κόσμου καὶ οὐ μέρη βούλεται. εἰ οὖν μηδὲν στοιχείου μέρος τοῦ ὅλου κόσμου ἐστὶν μέρος, διότι πάντα γενητά ἐστιν καὶ φθαρτά, ἀνάγκη πᾶσα ἢ μηδὲ τὰ στοιχεῖα μέρη εἶναι τοῦ κόσμου (τὸ γὰρ ὅλον ὕδωρ καὶ ἡ ὅλη γῆ οὐδὲν ἕτερόν ἐστιν παρὰ πάντα τὰ οἰκεῖα μέρη ἅμα ὄντα, ὡσαύτως δὲ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ, καὶ συμβήσεται, ἅπερ μέρη εἶναι τοῦ κόσμου ὡμολόγηκεν, ταῦτα πάλιν ἐκ τῶν ἰδίων ὑποθέσεων οὐκ εἶναι μέρη λέγειν ἀναγκάζεσθαι) ἤ, εἴπερ τὰ ὅλα στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, δέδεικται δέ, ὅτι καὶ τὰ τῶν μερῶν μέρη τοῦ ὅλου ἐστὶν μέρη, μηδὲν δὲ τῶν γινομένων καὶ φθειρομένων μέρος ἐστὶν τοῦ κόσμου, οὐδὲ τὰ τῶν στοιχείων ἄρα μέρη τοῦ κόσμου ἐστὶν μέρη. εἰ δὲ μή ἐστιν μέρη τοῦ κόσμου, οὐδ’ ἄρα τῶν μερῶν τοῦ κόσμου μέρη ἐστίν· εἰ γὰρ ἦν τῶν τοῦ κόσμου μερῶν μέρη, ἦν ἂν καὶ τοῦ ὅλου κόσμου μέρη. τὰ ἄρα τῶν στοιχείων μέρη οὐκ ἔστιν τῶν στοιχείων μέρη· τοιοῦτο γὰρ τὸ ψεῦδος αὐτὸ ὑφ’ ἑαυτοῦ συμποδιζόμενον ἀπελέγχεται. καὶ τί δεῖ μακρῶν λόγων; εἰπὼν γὰρ ὁ Πρόκλος, ὅτι τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, εὐθὺς τὴν Πλάτωνος ῥῆσιν οἰκειωσάμενος ἐπήγαγεν ἔχουσαν οὕτως ‘τῶν ἐν αὐτῷ θεῶν δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν, φησὶν ἐκεῖνοσ‘.
Aet Mund.500 εἰ οὖν ἔστιν μόρια τοῦ κόσμου τὰ εἰς τὴν γένεσιν τῶν συνθέτων σωμάτων παρὰ τῶν ἐν τῷ κόσμῳ θεῶν λαμβανόμενα, ταῦτα δέ ἐστιν τὰ τῶν στοιχείων μέρη, ἅπερ γενητὰ καὶ φθαρτὰ εἶναι ἐκ τῆς ἐναργείας ὁ Πρόκλος ὡμολόγηκεν, τὰ ἄρα τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ κόσμου μόρια ὑπάρχει, ὡς Πλάτων μὲν εἶπεν, ὁ δὲ Πρόκλος ἐδέξατο. εἰ δὲ τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. ἦν δὲ τὰ αὐτὰ ταῦτα καὶ μόρια τοῦ κόσμου· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ μόρια τοῦ κόσμου ἐστὶν καὶ πάλιν οὐ μέρη ἀλλ’ ἀποτελέσματα. ἀλλὰ οὐδὲ ἐνδεχόμενόν ἐστιν τὸ αὐτὸ τοῦ αὐτοῦ ἅμα καὶ κατὰ ταὐτὸν καὶ μόριον εἶναι καὶ ἀποτέλεσμα· τὸ μὲν γὰρ μόριον συμπληρωτικόν ἐστιν τούτου, οὗ ἐστιν μόριον, ὡς ὁ δάκτυλος τοῦ ἀνθρωπείου σώματος, τὸ δὲ ἀποτέλεσμα οὐκ ἔστιν συμπληρωτικὸν τῆς τοῦ ἀποτελοῦντος οὐσίας· ἡ γὰρ οἰκία οὐ συμπληροῖ τὸν οἰκοδόμον οὐδὲ τὴν γεννῶσαν φύσιν τὸ γεννώμενον, οἷον τῆς τοῦ πατρὸς οὐσίας οὐχ ᾗ πατήρ ἐστιν ἀλλ’ ᾗ ἄνθρωπος οὐκ ἔστιν συμπληρωτικὸς ὁ υἱός, καὶ τὸ μὲν μόριον συνήνωται τῷ ὅλῳ ἐπὶ τῶν συνεχῶν (ὁ γὰρ δάκτυλος τῷ ὅλῳ ἀνθρώπῳ συνήνωται), τὸ δὲ ἀποτέλεσμα κεχώρισται τοῦ ἀποτελοῦντος μάλιστα, ἐπειδὰν ἀποτελεσθῇ, ὡς τοῦ τέκτονος ἡ θύρα καὶ τῆς γεννησάσης φύσεως τὸ γεννηθέν. οὐκ ἄρα ἐνδέχεται τὸ μόριόν τινος αὐτοῦ ἐκείνου ἅμα καὶ κατὰ τὰ αὐτὰ καὶ ἀποτέλεσμα εἶναι.
Aet Mund.501 προσέθηκα δ’ ‘ἅμα καὶ κατὰ ταὐτόν‘, διότι ἡ εἰς τὴν τοῦ ἐμβρύου γένεσιν παραλαμβανομένη παρὰ τοῦ πατρὸς ἢ τῆς μητρὸς ὕλη οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον μόριον μὲν ἴσως ἂν εἴη τῶν γεννησάντων, ἀλλ’ οὐχ ἅμα καὶ κατὰ ταὐτὸ καὶ ἀποτέλεσμά ἐστιν, ἀλλ’ ὅταν ἀλλοιωθῇ καὶ μεταβληθῇ. οὔτε οὖν, ὅτε σπέρμα ἐστὶν ἢ καταμήνιον, ἀποτέλεσμά ἐστιν οὔτε, ὅταν μέρος τοῦ ἐμβρύου γένηται φθαρὲν καὶ μεταβληθὲν εἰς τὴν ἐκείνου φύσιν, μόριον ἔτι ἐστὶν τοῦ ἀποτελοῦντος· ὥστε, εἰ μόρια ἐπὶ τοῦ κόσμου τὰ τῶν στοιχείων μέρη, οὐκ ἂν εἴη τοῦ αὐτοῦ καὶ ἀποτελέσματα. ἀλλὰ μὴν τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου, ὡς Πρόκλῳ δοκεῖ· τὰ ἄρα τῶν στοιχείων μέρη καὶ ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐκ ἔστιν πάλιν αὐτοῦ ἀποτελέσματα. ἄλλως τε κἂν συγχωρήσῃ τις ἐνδέχεσθαι ἐπί τινων τὰ αὐτὰ τοῦ αὐτοῦ καὶ μέρη εἶναι καὶ ἀποτελέσματα, οὐδὲν ἧττον καὶ οὕτως εἰς ἀντίφασιν ὁ Πρόκλος περιπίπτει· εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, συγχωρηθείη δὲ αὐτὰ καὶ ἀποτελέσματα εἶναι τοῦ κόσμου, δηλονότι, καθὸ μόριά ἐστιν, ψευδὴς ἔσται ἡ τοῦ Πρόκλου ἀπόφανσις ἡ λέγουσα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα μὴ εἶναι τοῦ κόσμου μέρη· ὥστε τὰ αὐτὰ καὶ μόρια εἶναι τοῦ κόσμου διὰ τῆς Πλάτωνος λέξεως, ἣν παρέθηκεν, ὡμολόγηκεν καὶ πάλιν τὸ εἶναι μόρια ἀνεῖλεν διὰ τῆς οἰκείας ἀποφάνσεως.
Aet Mund.502 πῶς οὖν οὐ συνεῖδεν ὁ φιλόσοφος εἰς ἀντίφασιν αὐτὸς ὑφ’ ἑαυτοῦ παραχρῆμα περιαγόμενος; ἦ ὅτι τυφλὸν τὸ ψεῦδος καὶ οὔτε ἑαυτὸ οὔτε τὴν ἀλήθειαν ἐπιβλέπειν δυνάμενον; ιʹ. Δῆλος δέ ἐστιν ὁ Πρόκλος αὐτῷ τῷ φεύγειν τὰ γινόμενα καὶ φθειρόμενα μέρη λέγειν εἶναι τοῦ κόσμου εἰδὼς ἀκριβῶς, ὡς, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη. ἐνῆν μὲν οὖν καὶ ἑτέρους πολλοὺς τῶν ἐν φιλοσοφίᾳ διαφανεστάτων αὐτὸ τοῦτο ἐπὶ λέξεως παραθέσθαι λέγοντας, ὅτι, οὗ ἂν τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη, ἀλλ’ ἱκανὸν οἶμαι καὶ τὸν λόγον εἰς αὐτάρκη τούτου πίστιν, ἵνα τὸ μῆκος ἐκκλίνωμεν. εἰ γὰρ μηδὲν ἔστιν τοῦ ὕδατος μέρος, ὃ μὴ γενητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα ἅμα τὰ μέρη, πῶς, ὃ μηδὲν ἔχει μέρος ἀγένητον καὶ ἄφθαρτον, αὐτὸ ἀγένητον εἶναι καὶ ἄφθαρτον δύναται; τὸ γὰρ κυρίως ἀγένητον καὶ ἄφθαρτον τὸ αὐτὸ εἶναι κατ’ ἀριθμὸν ἀνάγκη, οὐδὲν δὲ τῶν στοιχείων τὸ αὐτὸ μένειν κατ’ ἀριθμὸν δύναται τῷ μακρῷ χρόνῳ πάντων αὐτοῦ τῶν μερῶν φθειρομένων καὶ ἄλλων τινῶν γινομένων· ὃ γὰρ καὶ πρότερον εἴπομεν, ὥσπερ οὐχ ἡ αὐτή ἐστιν κατ’ ἀριθμὸν ναῦς ἡ κατὰ σανίδα μὲν ἀμειβομένη τῷ δὲ χρόνῳ πᾶσα ἀμειφθεῖσα καὶ ἄλλη ἐξ ἄλλης γενομένη, οὕτως οὐδὲ τὸ νῦν ὕδωρ τὸ αὐτὸ κατ’ ἀριθμόν ἐστιν τῷ πρὸ τρισχιλίων φέρ’ εἰπεῖν ἐτῶν ὑπάρχοντι ἢ πάλιν τῷ μετὰ μακρὸν ἐσομένῳ χρόνον πάντων τῶν μερῶν τοῦ τε πρὶν ὕδατος φθαρέντων νῦν καὶ τοῦ νῦν ὄντος αὖθις φθαρησομένου, καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος.
Aet Mund.503 πῶς οὖν ἀγενήτους εἶναι καὶ ἀφθάρτους τῶν στοιχείων τὰς ὁλότητας φήσομεν τὰς μὴ κατ’ ἀριθμὸν ἀεὶ τὰς αὐτὰς οὔσας; ἀλλ’ οὐδὲ τὸ νῦν ἀθρόον καθ’ ὅλα αὐτὰ τὰ στοιχεῖα μὴ φθείρεσθαι ἀλλὰ κατ’ εἶδος τὰ αὐτὰ μένειν ἀπόδειξίς ἐστιν τοῦ καὶ παντελῶς μηδέποτε τὰ ὅλα στοιχεῖα φθαρήσεσθαι· ἀνάγκη γάρ, ἕως ἂν ᾖ ὁ κόσμος, ἕκαστον τῶν τοῦ κόσμου στοιχείων, ἐξ ὧν τὸ εἶναι ὁ κόσμος ἔχει, ὅλον καθ’ ὅλον αὐτὸ κατ’ εἶδος σῴζεσθαι· καὶ γὰρ ἕως ἂν ἡ οἰκία μένῃ οἰκία, δεῖ καὶ τά, ἐξ ὧν σύγκειται, καθ’ ὅλα αὐτὰ μένειν κατ’ εἶδος τὰ αὐτά, λέγω δὴ λίθους ξύλα καὶ τὰ λοιπά, κἂν κατὰ μέρη φθείρωνται οἵ τε λίθοι καὶ τὰ ξύλα, ὡς καὶ ἐν τῷ πρὸ τούτου λόγῳ ἐδείξαμεν· καὶ ἐν ὅσῳ τῶν ὄντων ἦν ὁ Σωκράτης, ἀνάγκη ἦν καὶ τὰ τούτου μέρη κατ’ εἶδος σῴζεσθαι, σάρκας φημὶ καὶ αἷμα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μόρια, κἂν κατὰ μέρη ἄλλα μὲν ἐφθείρετο, ἄλλα δὲ ἐγίνετο, εἴπερ ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι οἱ ἄνθρωποι ἔχομεν. οὐ τὸ μὴ φθείρεσθαι οὖν νῦν κατ’ εἶδος τὰς τῶν στοιχείων ὁλότητας τοῦτο ἀπόδειξίς ἐστιν τοῦ ἄφθαρτον εἶναι τὸν κόσμον, ἀλλ’ εἰ διὰ λόγου δειχθείη μηδένα λόγον γενέσεως καὶ φθορᾶς ἔχων. νῦν δὲ τοὐναντίον ἅπαν ἥ τε τῶν μερῶν ἁπάντων φθορὰ καὶ γένεσις καὶ τῶν ὁλοτήτων κατ’ ἀριθμὸν ἐξαλλαγὴ καὶ τὸ ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζεσθαι τὸ γενητὰ εἶναι καὶ φθαρτὰ καὶ τῶν στοιχείων ἕκαστον καὶ τὸν ἐκ τούτων συνεστῶτα κόσμον λέγειν ἡμᾶς ἀναγκάζει· εἰ γὰρ αἱ γενέσεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα ποιότητας, ἐναντίαις δὲ ποιότησιν αἱ τῶν στοιχείων ὁλότητες χαρακτηρίζονται, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενέσει τε καὶ φθορᾷ ὑποπεπτώκασιν· ὁμοειδεῖς γάρ εἰσιν καὶ αἱ τῶν στοιχείων ὁλότητες τοῖς ἰδίοις μέρεσιν· ἧς γὰρ οὐσίας ἐστὶν τὸ ὅλον ὕδωρ ὡς ὕδωρ, τῆς αὐτῆς ἐστιν καὶ τὸ μερικὸν ὕδωρ· ὑγρὸν γὰρ καὶ ψυχρὸν καὶ τὸ ὅλον ὕδωρ ἐστὶν καὶ τὸ μέρος, ὁμοίως θερμὸν καὶ ὑγρὸν κατὰ φύσιν ἀλλὰ δὴ καὶ ὅλος ὁ ἀὴρ ὡς καὶ τὸ μέρος, θερμόν τε καὶ ξηρὸν τὸ πῦρ, ξηρόν τε καὶ ψυχρὸν κατὰ τὸν αὐτὸν τρόπον ἡ γῆ.
Aet Mund.504 εἰ οὖν αὗται αἱ ποιότητες ἐναντίαι οὖσαι γενέσεώς εἰσιν καὶ φθορᾶς τοῖς μέρεσιν τῶν στοιχείων αἰτίαι, αἱ αὐταὶ δὲ αὗται ποιότητες ἀπαραλλάκτως καὶ τὰς λοιπὰς ὁλότητας τῶν στοιχείων εἰδοποιοῦσιν ὥσπερ καὶ τὰ μέρη, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενηταὶ εἶεν ἂν καὶ φθαρταί, ὥσπερ ἀμέλει καὶ τὰ μέρη· τοῦ γὰρ τῆς φθορᾶς αἰτίου (λέγω δὴ τῶν ἐναντίων δυνάμεων) ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις θεωρουμένου τίς ἡ ἀποκλήρωσις τὰ μὲν μέρη γίνεσθαι καὶ φθείρεσθαι λέγειν, τὰ δὲ ὅλα μηκέτι; πῶς δὲ οὐχὶ τοῖς μέρεσιν τὰ αὐτὰ πάσχειν καὶ τὰ ὅλα ἀνάγκη τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ἐν ἑκατέρῳ θεωρουμένου; τῶν δὲ ὅλων στοιχείων γενητῶν εἶναι καὶ φθαρτῶν ἀποδεδειγμένων καὶ τὸν ἐξ αὐτῶν συγκείμενον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη· τούτων γὰρ φθειρομένων σῴζεσθαι τὸν ἐκ τούτων συγκείμενον κόσμον ἀδύνατον· τῶν γὰρ στοιχείων, ἐξ ὧν ἐστιν ἕκαστον τῶν 〈ὄντων〉, φθειρομένων καὶ αὐτὸ φθείρεσθαι ἀναγκαῖον.
Aet Mund.505 ὅτι μὲν οὖν, οὗ τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ ὅτι καὶ αἱ τῶν στοιχείων ὁλότητες καὶ διὰ τοῦτο καὶ ὁ ἐκ τούτων συγκείμενος κόσμος γενητός ἐστιν καὶ φθαρτός, δέδεικται διὰ τῶν εἰρημένων. αιʹ. Ὅτι δὲ γελοίως ὁ Πρόκλος τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ εἶναί φησιν τοῦ παντὸς μέρη, ἤδη μὲν πρὸ βραχέος ἐδείξαμεν, καὶ νῦν δὲ τὸν λόγον ἐπαναλαβόντες δείκνυμεν τὸν τρόπον τοῦτον. πρῶτον οὖν ἔστω κατ’ αὐτὸν τὰ ἐκ τῶν στοιχείων συγκείμενα τῶν ζῴων σώματα ἀποτελέσματα εἶναι τοῦ παντὸς καὶ οὐ μέρη· ταῦτα γὰρ ὑπὸ τῶν κατ’ οὐρανὸν θεῶν γίνεσθαί φησιν ὁ Πλάτων δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν. ὅτι δὲ τὰ στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, καὶ αὐτὸς ὁμολογεῖ καὶ ἐπιστῆσαι χρή, ὅπερ καὶ πρότερον εἶπον, ὅτι καὶ τὰ τῶν στοιχείων μέρη τὰ ἐκ τοῦ παντὸς δεδανεισμένα εἰς γένεσιν τῶν ζῴων καὶ αὐτὰ μόρια εἶναι τοῦ κόσμου φησὶν παρὰ Πλάτωνος λαβὼν ὁ Πρόκλος. εἰ μὲν οὖν μόνα τὰ σύνθετα ἦν τὰ γινόμενα καὶ φθειρόμενα, ἴσως ἂν παρακρούσασθαι τοὺς ἁπλουστέρους ὁ λόγος ἠδύνατο, ὡς ἀποτελέσματα τοῦ κόσμου εἰσὶν καὶ οὐ μέρη τὰ γενητὰ καὶ φθαρτὰ πάντα· εἰ δὲ καὶ αὐτὰ τὰ μέρη τῶν 〈συνθέτων τὰ〉 στοιχεῖα γίνεταί τε καὶ φθείρεται (εἴπερ εἰς ἄλληλα μεταβάλλει καὶ ἐξ ὕδατος φθειρομένου ἀὴρ γίνεται καὶ ἐξ ἀέρος πῦρ ὕδωρ καὶ ἐκ πάντων πάντα), δηλονότι καὶ τὰ τῶν στοιχείων μέρη γίνεταί τε καὶ φθείρεται.
Aet Mund.506 εἰ οὖν τὰ τῶν στοιχείων μέρη γενητὰ ὄντα καὶ φθαρτὰ καὶ τοῦ ὅλου κόσμου ἐστὶν μόρια, ὡς Πλάτων τε καὶ Πρόκλος φησίν, οὐκ ἄρα τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη· τὸ γὰρ μόριον τοῦ μέρους ἐπὶ τῶν ὁμοιομερῶν μάλιστα τῷ ποσῷ μόνῳ καὶ οὐ τῷ εἴδει διενήνοχεν. οὐδεὶς δ’ ἂν οἶμαι νοῦν ἔχων τῷ ποσῷ τὸ εἶναι τόδε τοῦδε μέρος ἢ μὴ εἶναι κρίνειεν· εἰ γὰρ τῆς θύρας μέρος ἐστὶν ἥδε ἡ σανίς, καὶ τὸ τῆς σανίδος ἄρα μέρος τῆς θύρας ἐστὶν μέρος· τὸ γὰρ μικρὸν ξύλον τῷ μεγίστῳ ἐστὶν ὁμοειδές, ᾗ ξύλον ἐστίν. ὁμοιομερῆ δὲ καὶ τὰ στοιχεῖα εἶναι ὡμολόγηται· ὁ γὰρ μερικὸς ἀὴρ τοῦ ὅλου ἀέρος κατ’ αὐτὴν τὴν τοῦ ἀέρος φύσιν τῷ ποσῷ μόνον καὶ οὐ τῇ οὐσίᾳ διενήνοχεν, ὁμοίως καὶ τὸ στοιχειῶδες πῦρ τῷ μέρει τὸ ὅλον τῆς αὐτῆς κεκοινώνηκε φύσεως τῆς ἐπισυμβαινούσης ἔξωθεν τοῖς στοιχείοις ποιότητος ἐκ τῆς ἀλλήλων ἐπιμιξίας οὐκ εἰς τὸν τῆς οὐσίας αὐτῶν ἀναφερομένης λόγον· κἂν γὰρ ἄλλη ἄλλῳ ὕδατι ποιότης ἐπιμίγνυται (τὰ μὲν γὰρ αὐτῶν ἐστιν γλυκέα, τὰ δὲ πικρά, τὰ δὲ ἁλμυρά), ἀλλ’ ἔξωθεν ταῦτα ἐκ τῆς ὑποκειμένης γῆς τῷ ὕδατι συμβέβηκεν καὶ οὐσίας ὕδατος διαφορὰν οὐκ ἐργάζεται· καὶ ἡ φλὸξ δὲ ὑπερβολή τις εἶναι πυρὸς καὶ οὐ τὸ στοιχειῶδες πῦρ ὡμολόγηται καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως.
Aet Mund.507 εἰ οὖν τὰ ὅλα στοιχεῖα ὁμοειδῆ τοῖς ἰδίοις ὑπάρχουσι μέρεσιν, τοῦ δὲ ὅλου κόσμου συμπληρωτικά ἐστιν ὡς μέρη αὐτοῦ τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη συμπληρωτικὰ ὄντα τῶν ἰδίων ὁλοτήτων καὶ τοῦ ὅλου κόσμου ἐστὶν συμπληρωτικὰ ὡς μέρη αὐτοῦ ἢ μόρια ὑπάρχοντα. εἰ δὲ τὰ μέρη τῶν στοιχείων γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ ὅλου κόσμου ἐστὶν μέρη, οὐκ ἄρα πάντα τὰ γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. τάχα δὲ ἀκριβέστερόν τις γυμνάζων τὰ τοιαῦτα καθόλου ψευδῆ ὄντα τὸν Πρόκλου λόγον εὑρήσει. εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου μέρη ἐστὶν ἢ μόρια, ἐκ τούτων δὲ πάντα τὰ σύνθετα συνέστηκε σώματα, πῶς οὐκ ἀνάγκη καὶ τὰ σύνθετα πάντα σώματα μέρη εἶναι τοῦ κόσμου ἢ μόρια; θαυμαστὸν γὰρ οἶμαι, εἰ τῶν συνθέντων στοιχείων ἕκαστον τὰ τῶν ζῴων καὶ φυτῶν σώματα, λέγω δὴ τὸ μερικὸν πῦρ καὶ μερικὸν ὕδωρ ἥ τε γῆ καὶ ὁ ἀήρ, τοῦ κόσμου ἐστὶν μόρια, τὰ δὲ ἐκ τῶν τοῦ κόσμου συγκείμενα μὴ ᾖ τοῦ κόσμου μόρια· ὥσπερ γὰρ τὸ τῆς θύρας μέρος, φημὶ δὴ τόδε τὸ ξύλον, μέρος ἐστὶν τοῦ ὅλου ξύλου, φέρ’ εἰπεῖν τῆς δρυός, ἐξ ἧς ἀποτέτμηται, καὶ διὰ τοῦτο καὶ ἡ ὅλη θύρα ἐξ ἀνάγκης ὡς ξύλον τῆς αὐτῆς δρυός ἐστιν μέρος, οὕτω δήπου κατὰ τὸ ἀκόλουθον, εἰ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται τὰ σύνθετα σώματα, μέρη ἐστὶν τοῦ παντὸς κόσμου, καὶ τὰ ἐκ τούτων συγκείμενα σύνθετα σώματα τοῦ αὐτοῦ κόσμου μέρη εἶναι ἀνάγκη.
Aet Mund.508 βιʹ. Ἄλλως τε εἰ τὰ σύνθετα σώματα καὶ ὅλως τὰ γενητὰ καὶ φθαρτὰ μὴ μέρη εἶναι τοῦ κόσμου ἀλλ’ ἀποτελέσματα ὁ Πλάτων ἠβούλετο, πῶς ἐν Τιμαίῳ φησίν, ὡς, εἰ μὴ εἴη τὰ θνητὰ τῶν ζῴων γένη, ἀτελὴς ὁ κόσμος ἔσται; τὸ γὰρ ἀτελὲς ἐλλείποντός τινος τῶν εἰς τὴν οὐσίαν αὐτοῦ συντελούντων ἀτελές ἐστιν· οὐ γὰρ τὰ ἀποτελέσματα τῷ εἶναι ἢ μὴ εἶναι τέλειον ἢ ἀτελῆ ποιεῖ τὸν ἀποτελοῦντα οὔτε κατ’ οὐσίαν οὔτε κατ’ αὐτὴν τὴν τοῦ ποιεῖν ἕξιν, ὡς πολλάκις ἐδείξαμεν· οὔτε γὰρ ὁ μαθητὴς τὸν διδάσκαλον οὔτε ἡ ναῦς τὸν ναυπηγὸν τελειοῖ τὸν τελείαν τοῦ ναυπηγεῖν τὴν ἕξιν ἔχοντα. ὅτι δὲ καί, εἰ ἐτελειοῦτο τὸ ἀποτελοῦν ὑπὸ τοῦ ἀποτελουμένου, οὐχ ὡς ποιητικὸν αἴτιον ἀτελῆ φησιν εἶναι τὸν κόσμον ὁ Πλάτων ἐλλειπόντων τῶν θνητῶν ζῴων ἀλλ’ ὡς μὴ πάντων τῶν συμπληρωτικῶν αὐτοῦ μερῶν ὑφεστώτων, ἐξ ὧν ἔχει τὸ εἶναι, ἐξ αὐτῆς ἔστιν συνιδεῖν τῆς λέξεως Πλάτωνος· ἔστιν δὲ ὁ δημιουργὸς ἐν Τιμαίῳ πρὸς τοὺς κατ’ οὐρανὸν ἤδη γενομένους θεοὺς ἀφανεῖς τε καὶ φαινομένους διαλεγόμενος, φησὶν ταῦτα ‘νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη τρία ἀγένητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελής ἐστιν· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλοι τέλειος ἱκανῶς εἶναι.
Aet Mund.509 δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως πᾶν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν‘. σκοπεῖν ἄξιον, ὡς τῶν θνητῶν ζῴων μὴ γενομένων, ἐνύδρων τε καὶ χερσαίων καὶ ἀερίων (ταῦτα γὰρ λέγει τρία γένη), τὸν οὐρανὸν εἶναί φησιν ὁ Πλάτων ἀτελῆ, οὐρανὸν συνήθως τὸν κόσμον καλῶν· οὕτω γὰρ καὶ ἐν ἀρχῇ εἶπεν ‘ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅτι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω‘ καὶ ἐν πολιτικῷ πάλιν ‘ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν‘. εἰ οὖν τέλειον μέν ἐστιν, ᾧ μηδὲν τῶν μερῶν ἐλλείπει, ἐλλειπόντων δὲ τῶν θνητῶν ζῴων ἀτελὴς ὁ κόσμος, μέρη ἄρα τοῦ κόσμου ἐστὶν τὰ θνητὰ ζῷα· εἰ γὰρ μὴ 〈μέρη〉 ἦν τοῦ κόσμου τὰ θνητὰ ζῷα, μὴ γενομένων δηλονότι τῶν θνητῶν ζῴων οὐδὲν ἂν τῷ κόσμῳ μέρος ἔλειπεν. πῶς οὖν μηδενὸς μέρους ἐλλείποντος ἀτελὴς εἶναι ὁ κόσμος ἤμελλεν τῶν θνητῶν ζῴων μὴ γινομένων; κατανοεῖν δὲ πάλιν ἄξιον, πῶς οὐκ εἶπεν ὁ Πλάτων ‘τούτων δὲ μὴ γινομένων ὑμεῖς ἀτελεῖς ἐστε οἱ δημιουργοῦντες αὐτὰ διὰ τὸ ἀτελὲς εἶναι τὸ ἀποτελοῦν μὴ ὄντος τοῦ ἀποτελέσματοσ‘, ἀλλ’ ‘οὐρανὸς ἀτελὴς ἔσται‘, τουτέστιν ὁ κόσμος· τὰ γὰρ πάντα ἐν αὑτῷ ἔτι γένη τῶν ζῴων οὐ περιέξει· τὰ γὰρ μέρη ὑπὸ τοῦ ὅλου καὶ παντὸς περιέχεται· ὅλον δέ ἐστιν καὶ πᾶν τὸ ἐκ πάντων τῶν μερῶν αὑτοῦ συγκείμενον· εἰ δέ τι τῶν μερῶν ἐλλείψοι, οὐκέτι τὸ ὅλον ἐστὶν ὅλον οὐδὲ τὸ πᾶν ἔτι ἐστὶν πᾶν· εἰ γὰρ τῷ ἀνδριάντι ποὺς ἐλλείψοι, οὐκέτι ἔσται ὅλος ἀνδριάς, οὐδ’ εἰ τοῦ δήμου φέρε τοῦ τῶν Ἀθηναίων τινὲς ἀπολείπωνται, ὅλος ἔτι ἐστὶν ὁ τῶν Ἀθηναίων δῆμος.
Aet Mund.510 εἰ οὖν προστάσσει ὁ δημιουργὸς τὰ θνητὰ ζῷα γενέσθαι, ἵνα τὸ πᾶν τόδε ὄντως πᾶν ᾖ, δῆλον ἄρα, ὅτι, εἰ μὴ γεγόνει τὰ θνητὰ ζῷα, οὐκέτι τὸ πᾶν τόδε ὄντως πᾶν ἦν. οὐκοῦν, εἰ τὸ πᾶν ἐλλείποντός τινος τῶν μερῶν οὐκέτι ἐστὶν πᾶν, ὡς ἐδείξαμεν, μὴ γενομένων δὲ τῶν θνητῶν ζῴων τὸ πᾶν τόδε οὐκ ἦν ὄντως πᾶν, ὡς Πλάτων φησίν, δῆλον ἄρα, ὅτι μέρος εἶναι τοῦ παντὸς τὰ θνητὰ ζῷα ὁ Πλάτων βούλεται. καὶ τί μοι δεῖ συλλογισμῶν ἐξὸν διαρρήδην παραθέσθαι βοῶντα Πλάτωνα, ὡς μέρη τοῦ κόσμου εἰσὶν πάντα τὰ ἐν τῷ κόσμῳ ζῷα, καθ’ ἓν δὲ ἕκαστον αὐτῶν καὶ κατὰ γένη, καὶ τὰ λοιπὰ πάντα ὁρατὰ σώματα; ἐν γὰρ τῷ αὐτῷ Τιμαίῳ πρὸ τῶν προκειμένων ῥημάτων περί τε τοῦ κόσμου καὶ τοῦ, πρὸς ὃ γέγονεν, παραδείγματος ταῦτά φησιν ὁ Πλάτων ἐπὶ λέξεως ‘τούτου δὲ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ ξυνιστὰς ξυνέστησεν. τῶν μὲν 〈οὖν ἐν〉 μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν· ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτε ἂν γένοιτο καλόν· οὗ δέ ἐστιν τὰ ἄλλα ζῷα καθ’ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν· τὰ γὰρ δὴ νοητὰ ζῷα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος 〈ἡμᾶσ〉 ὅσα τε ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά· τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατὸν ὅσα αὐτοῦ πάντα κατὰ φύσιν ξυγγενῆ ζῷα ἐντὸς αὑτοῦ ἔχον ξυνέστησεν‘.
Aet Mund.511 εἰ, καθάπερ τὸ τοῦ κόσμου παράδειγμα πάντα τὰ νοητὰ ζῷα ἐν αὑτῷ περιλαβὸν ἔχει, οὕτω καὶ ὁ κόσμος ἡμᾶς περιέχει καὶ ὅσα ἄλλα θρέμματα ξυνέστηκεν ὁρατά, τὰ δὲ νοητὰ ζῷα καθ’ ἓν καὶ κατὰ γένη μόριά ἐστιν ἐκείνου τοῦ ζῴου, πρὸς ὃ παράδειγμα ὁ κόσμος γέγονεν, καὶ ἡμεῖς ἄρα καὶ τὰ λοιπὰ ὁρατὰ καθ’ ἓν καὶ κατὰ γένη μέρη ἐστὶν κατὰ Πλάτωνα τοῦ περιέχοντος ἡμᾶς κόσμου· εἰ γάρ, ὡς ἔχει τὸ ὅλον παράδειγμα πρὸς τὴν ὅλην εἰκόνα, τουτέστιν τὸν κόσμον, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς τὰ ὑπὸ τῆς εἰκόνος περιεχόμενα αἰσθητὰ ζῷα, καὶ ἐναλλὰξ ἄρα, ὡς ἔχει τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα πρὸς αὐτό, οὕτως ἔχει καὶ τὰ ὑπὸ τοῦ κόσμου περιεχόμενα αἰσθητὰ ζῷα πρὸς αὐτόν. εἰ οὖν τὰ ὑπὸ τοῦ παραδείγματος περιεχόμενα νοητὰ ζῷα μέρη αὐτοῦ ἐστιν καθ’ ἓν καὶ κατὰ γένη, καὶ τὰ ὑπὸ τῆς εἰκόνος ἄρα, λέγω δὴ τοῦ κόσμου, περιεχόμενα ζῷα μέρη αὐτοῦ ἐστιν καθ’ ἓν καὶ κατὰ γένη.
Aet Mund.512 καὶ σκόπει, ὡς οὐ μόνον τὰ γένη τῶν ζῴων μέρη εἶναί φησιν τοῦ παντὸς κόσμου, ἀλλὰ καὶ καθ’ ἓν ἕκαστον ἄτομον, οἷον Σωκράτην καὶ Πλάτωνα καὶ τόνδε τὸν ἵππον καὶ τόνδε τὸν λίθον, καὶ μέρη συγγενῆ αὐτοῦ κατὰ φύσιν ὑπάρχοντα, ὡς ἠκούσαμεν Πλάτωνος λέγοντος, καὶ οὐκ ἔκφυλα καὶ ξένα τῆς τοῦ οὐρανοῦ φύσεως ἄλλο τι ὄντος παρὰ τὴν τῶν στοιχείων φύσιν, ἐξ ὧν τὰ ὁρατὰ πάντα συνέστηκεν, ὡς νῦν ἡμᾶς παρακρούεται ὡς ἐν προσχήματι τοῦ ὑφηγεῖσθαι τὰ Πλάτωνος ἔκφυλα μὲν τῷ ὄντι καὶ ξένα τῆς ἐκείνου διδασκαλίας ἡμῖν ἐπεισάγων, αὐτῇ δὲ τῇ ἀθετήσει τῶν αὐτοῦ δογμάτων αὐτὸν ἐφυβρίζων· οὔτε γὰρ συσκιάσαι δεδύνηται τὴν ἀλήθειαν καὶ αὐτῷ τῷ φαίνεσθαι μὴ ἀρεσκόμενος τοῖς ὑπὸ τοῦ Πλάτωνος ἐναργῶς εἰρημένοις φανερῶς αὐτὸν ἐφυβρίζων φαίνεται. γιʹ. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. καιρὸς δ’ ἂν εἴη λοιπόν, ὅπερ 〈ποιήσειν ἐπηγγειλάμην, αὐτοῦ τοῦ Πλάτωνοσ〉 ἀναγνῶναι ῥήματα, δι’ ὧν ἄνευ πάσης ἀμφιβολίας καὶ ἐπικρύψεως ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν, εἶτα ἐφεξῆς καὶ τὰς τῶν ἄλλων φιλοσόφων περὶ αὐτοῦ μαρτυρίας παραθέσθαι. Πλάτωνος ἐκ τοῦ Τιμαίου, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων μόνων ὁ οὐρανὸς καὶ ὁ ὅλος συνέστηκε κόσμος. ‘Διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ’ εἷς ὅδε μονογενὴς οὐρανὸς ἔστι τε καὶ ἔσται.
Aet Mund.513 σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐκ ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος ξυνιστάναι σῶμα ὁ θεὸς ποιεῖ. δύο δὲ μόνω καλῶς ξυνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν ξυναγωγὸν γίνεσθαι· δεσμῶν δὲ κάλλιστος, ὃς ἂν αὑτὸν καὶ τὰ ξυνδούμενα ὅτι μάλιστα ἓν ποιῇ. τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν· ὁπόταν γὰρ ἀριθμῶν τινων εἴτε ὄγκων εἴτε δυνάμεων ὡντινωνοῦν ᾖ τὸ μέσον, ὅτιπερ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὖθις, ὅτι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρῶτον, τό τε μέσον μὲν πρῶτον καὶ ἔσχατον γινόμενον, τὸ δὲ ἔσχατον καὶ τὸ πρῶτον αὖ μέσα ἀμφότερα πάνθ’ οὕτως ἐξ ἀνάγκης ταὐτὰ εἶναι συμβήσεται, ταὐτὰ δὲ γενόμενα ἀλλήλοις ἓν πάντα ἔσται. εἰ μὲν οὖν ἐπίπεδον βάθος δὲ μηδὲν ἔχον ἔδει γίνεσθαι τὸ τοῦ παντὸς σῶμα, μία μεσότης ἂν ἐξήρκει τά τε μεθ’ αὑτῆς συνδεῖν καὶ ἑαυτήν· νῦν δέ—στερεοειδῆ γὰρ αὐτὸν προσῆκεν εἶναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες ξυναρμόττουσιν· οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα θεὸς ἐν μέσῳ θεὶς καὶ πρὸς ἄλληλα καθ’ ὅσον ἦν δυνατὸν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅτι πρὸς ἀέρα πῦρ, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, ξυνέδησεν καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν.
Aet Mund.514 καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεσσάρων 〈ἓν〉 ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών‘. Ὅτι μὲν οὖν ἐκ τῶν τεσσάρων καὶ μόνων στοιχείων ὅ τε οὐρανὸς καὶ ὁ κόσμος ἅπας συνέστηκεν, σαφῶς ἠκούσαμεν Πλάτωνος λέγοντος καὶ τὴν αἰτίαν ἀκριβῶς διεξιόντος. ἐπεὶ γὰρ ἐκ τῶν ἐναντιωτάτων ὁ κόσμος συνέστηκεν πυρός τε καὶ γῆς καὶ φύσει καὶ τόποις διεστηκότων, τὰ δὲ ἐναντία, φησίν, ἑνοῦσθαι ἀλλήλοις οὐ πέφυκεν, ἔδει τινὸς μεσότητος τῆς συνδεούσης καὶ εἰς μίαν ἕνωσιν καὶ ὁμολογίαν τὸ πᾶν συναγούσης. ἀλλ’ ἐπειδὴ στερεὰ ταῦτά ἐστιν καὶ οὐκ ἐπίπεδα, ἀδύνατόν φησιν μιᾷ ταῦτα συνδεῖσθαι μεσότητι. διὰ τοῦτο οὖν δύο μεσοτήτων, φησίν, ἐδέησεν ἀέρος τε καὶ ὕδατος. τὴν μὲν οὖν μαθηματικωτέραν τούτων ἐξήγησιν λεγέτωσαν ἕτεροι· ἡμεῖς δὲ τὴν φυσικωτέραν ἐκτιθέμενοί φαμεν, ὡς ὅτι μεσότητες ὄντα πυρός τε καὶ γῆς ἀήρ τε καὶ ὕδωρ, εἰ καὶ ἐναντιοῦται τῷ ἀέρι τὸ πῦρ, καθὸ τὸ μὲν ξηρόν ἐστιν, ὁ δὲ ὑγρός, ἀλλ’ οὖν συνδεῖται πρὸς ἄλληλα ταῦτα τῇ τοῦ θερμοῦ κοινωνίᾳ· ἄμφω γὰρ κατὰ φύσιν ἐστὶν θερμά· πάλιν δ’ αὖ πρὸς ὕδωρ ψυχρὸν ὂν θερμὸς ὢν ὁ ἀὴρ μαχόμενος τῇ ὑγρᾷ πρὸς αὐτὸ κοινωνῶν ποιότητι καὶ δι’ ἑαυτοῦ μέσου καὶ τῷ ὕδατι τὴν πρὸς τὸ πῦρ χαρίζεται ἕνωσιν· ὁμοίως τὸ ὕδωρ ὑγρὸν ὂν καὶ τῇ γῇ ξηρᾷ οὔσῃ πολεμοῦν τῇ ταυτότητι τῆς ψυχρᾶς ποιότητος τὴν πρὸς αὐτὴν φιλίαν ἀσπάζεται καὶ δι’ ἑαυτοῦ πρὸς τὸν ἀέρα καὶ δι’ ἐκείνου πρὸς τὸ πῦρ αὐτὴν συνάπτει· καὶ αὐτὴ δὲ ἡ γῆ ψυχρὰ οὖσα καὶ ταύτῃ τῷ πυρὶ θερμῷ ὄντι ἀντικειμένη τε καὶ πολεμοῦσα τῇ κοινωνίᾳ τῆς ξηρᾶς ἑνοῦται δυνάμεως καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, καθὸ ὑγρά ἐστιν, ξηρῷ ὄντι τῷ πυρὶ μαχόμενα δι’ ἑαυτῆς μέσης συνάπτει.
Aet Mund.515 καὶ ὅπερ ἐστὶν τοῖς ἄκροις τὰ μέσα, τοῦτ’ αὖ πάλιν τοῖς μέσοις τὰ ἄκρα γίνεται· συνδέων γὰρ ὁ ἀὴρ θερμὸς ὢν ψυχρὰν οὖσαν τὴν γῆν δι’ ἑαυτοῦ μέσου πρὸς τὴν τοῦ πυρὸς θερμότητα καὶ συναπτόμενος αὐτὸς πρὸς τὴν γῆν διὰ μέσου τοῦ ὕδατος (ὑγρὰ γὰρ ἄμφω, ἀὴρ καὶ ὕδωρ) πάλιν αὐτὸς ὁ ἀὴρ ὑγρὸς ὢν διὰ μέσης τῆς γῆς πρὸς τὴν τοῦ πυρὸς συμφωνεῖ ξηρότητα (ξηρὰ γὰρ πῦρ τε καὶ γῆ)· πρὸς δὲ τούτοις τὸ ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρὸν κατὰ μὲν τὸ θερμὸν δι’ ἀέρος μέσου, κατὰ δὲ τὸ ξηρὸν διὰ τῆς γῆς μέσης τῷ πυρὶ συμπλέκεται, καὶ οὕτως ὡς ἐν χορῷ διὰ τῶν μέσων καὶ τὰ ἄκρα ἀλλήλοις καὶ τὰ μέσα τοῖς ἄκροις ἐπισυνάπτεται καὶ τὰ μέσα ἄκρα καὶ τὰ ἄκρα μέσα γινόμενα καὶ μία ἐκ πάντων ἀποτελεῖται συμφωνία καὶ σύμπνοια.
Aet Mund.516 εἰ δέ τι τῶν μέσων ἐλλείποι, ἀδύνατον ἔτι τὸν εἰρημένον συστῆναι σύνδεσμον· ἐλλειπέτω γὰρ εἰ τύχοι ὁ ἀὴρ καὶ μέσον ἔστω πυρός τε καὶ γῆς τὸ ὕδωρ μόνον· πῶς ἂν οὖν τὸ πῦρ θερμόν τε ἅμα καὶ ξηρὸν ὑπάρχον τῷ ὕδατι ὑγρῷ καὶ ψυχρῷ συμπλακὲν συμφωνῆσαι δυνήσεται; συνδεθῆναι γὰρ ἀλλήλοις τὰ πάντῃ μαχόμενα καὶ κατὰ μηδὲν κοινωνοῦντα ἀμήχανον· κἂν γὰρ διὰ μέσης τῆς γῆς κατὰ τὴν ξηρότητα πρὸς αὐτὸ ἑνωθείη, πρὸς ἄμφω, γῆν τε καὶ ὕδωρ, κατὰ τὸ θερμὸν πολέμιον ἔσται καὶ ἀσύμφωνον. ἀλλὰ δὴ πάλιν ἡ τοῦ ὕδατος ἐλλειπέτω οὐσία, ὑπαρχέτω δὲ μεταξὺ πυρός τε καὶ γῆς μόνος ὁ ἀήρ· πῶς ἂν οὖν ὁ ἀὴρ θερμὸς ὢν ἅμα καὶ ὑγρὸς πρὸς τὴν γῆν ψυχράν τε καὶ ξηρὰν οὖσαν ὁμολογήσειεν; πρὸς γὰρ πῦρ τε καὶ γῆν ξηρὰ ὄντα πολεμίως ἕξει κατὰ τὴν ὑγρότητα. ἀνάγκη ἄρα ἐστὶν πᾶσα, ᾗ φησιν Πλάτων, δύο τῶν ἄκρων ὄντων, πυρός τε καὶ γῆς, δύο καὶ τὰς τούτων συνδετικὰς μεσότητας εἶναι, ἀέρα καὶ ὕδωρ. οὕτως οὖν κοινῶς περὶ τῆς τοῦ παντὸς κόσμου συνθέσεως φυσιολογήσας ὁ Πλάτων, ὡς ἐκ μόνων εἴη τῶν τεσσάρων σωμάτων, ἐφεξῆς λοιπὸν ἰδικώτερον τὰ οὐράνια τῆς πυρώδους οὐσίας πλείστης φησὶ μετειληφέναι· εἰπὼν γὰρ τέσσαρας εἶναι τὰς τοῦ ζῴου ἰδέας ‘μία μὲν οὖν‘, φησίν, ‘οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνῶν καὶ ἀεροπόρων, τρίτη δὲ ἔνυδρον εἶδος, πεζῶν δὲ καὶ χερσαίων τέταρτον. τοῦ μὲν οὖν θείου‘, φησίν, ‘τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπειργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ ξυνεπόμενον νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανὸν κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι‘.
Aet Mund.517 διʹ. Ὅτι μὲν οὖν ἐκ πλείστου πυρὸς τὰ οὐράνια συνέστηκε σώματα, σαφῶς ὁ Πλάτων εἴρηκεν. ἃ δέ φησιν Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν μετεωρολογικῶν ἀναιρεῖν ἐπιχειρῶν τὸ ἐκ πυρὸς συνεστάναι τὰ οὐράνια σώματα, οὐδὲν ἀναγκαῖον ἔχειν μοι φαίνεται· φησὶν γάρ, ὡς, εἰ πύρια ἦν τὰ οὐράνια, πάντα ἂν πάλαι τὰ ἔνδον κατέφλεξεν διὰ τὸ πολλῷ ὑπερέχειν τῷ μεγέθει τῶν ἐντὸς ἁπάντων· ἡ γὰρ τοῦ πυρὸς φύσις καὶ ἐν ἐλάττονι οὖσα ὄγκῳ διὰ τὸ δραστήριον τῆς δυνάμεως καὶ τὰ πολλῷ μεγέθει ὑπερέχοντα κατακαίει, μή τί γε καὶ ἐν πολλῷ μείζονι ὄγκῳ τυγχάνουσα· καὶ τὸν ἥλιον δὲ μόνον καθ’ αὑτὸν καὶ πολλοὺς τῶν ἀπλανῶν ἀστέρων πολλῷ μείζονας εἶναι τῆς γῆς ἀστρονόμων παῖδες βούλονται, μή τί γε τοὺς ἀστέρας ἅμα πάντας καὶ τὰς σφαίρας αὐτάς, ἐν αἷς καθίδρυνται· ἀσύγκριτος οὖν ἡ τοῦ οὐρανοῦ πρὸς τὰ ἐντὸς ὑπεροχή. πῶς ἂν οὖν ἀντέσχεν τὰ ἐντός, φησὶν ὁ Ἀριστοτέλης, εἰ πύρια ἦν τὰ οὐράνια; ἀλλ’ ἔστιν πρὸς αὐτὸν εἰπεῖν πρῶτον μέν, ὅτι οὐδὲ αὐτὸς σὺ ταύτης τῆς ἀπορίας ἐκτὸς πέπτωκας· τὴν γὰρ τοῦ πυρὸς ὁλότητα περιέχειν τὰ λοιπὰ στοιχεῖα βουλόμενος, ὅπερ καλεῖς ὑπέκκαυμα, ἀνάγκη σε πάντως μείζονα τῶν ἐντὸς αὐτὴν ὑποτίθεσθαι· τὸ περιέχον γὰρ τοῦ περιεχομένου μεῖζον· πῶς οὖν οὐ πέφλεκται τὰ ἐντὸς ἐν πολλῷ μείζονι ὑπεροχῇ τῶν λοιπῶν ἅμα πάντων τοῦ πυρὸς τυγχάνοντος; δεύτερον αὐτὸς σὺ λέγεις, ὡς ὅτι ἡ φλὸξ οὐκ ἔστιν τὸ φυσικὸν πῦρ ἀλλ’ ὑπερβολὴ πυρός, ὡς καὶ ἡ χιὼν ὑπερβολὴ ψυχροῦ· τὸ γὰρ φυσικὸν πῦρ ζωτικὸν μᾶλλον εἶναι, οὐ καυστικόν, οἷόν ἐστιν τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καλούμενον καὶ ὅλως ἐξ οὗ τὸ σύγκριμα τοῦ συνθέτου συνέστηκε σώματος· τοιοῦτο δὲ εἶναι φῂς καὶ τὸ ὑπέκκαυμα· οὐκοῦν καὶ τὸ οὐράνιον πῦρ τοιοῦτόν ἐστιν ζωτικὸν μᾶλλον, οὐ καυστικόν· ὥστε κίνδυνος οὐδείς, μὴ καταφλέξῃ τὰ ἐντὸς πάντα.
Aet Mund.518 ἄλλως τε οὐδὲ μόνως ἐκ πυρὸς εἶπε τὸν οὐρανὸν συνεστάναι Πλάτων, ἀλλὰ πλείστου πυρὸς μετέχειν ὡς πρὸς τὴν ἀναλογίαν τῶν λοιπῶν στοιχείων ἢ τῶν λοιπῶν συνθέτων σωμάτων· ὥστε τῇ μίξει κολάζεσθαι τοῦ πυρὸς τὴν ἀκρότητα. προσθείην δ’ ἂν ἔτι καὶ τέταρτον, ὅτι καὶ καθαρωτάτη καὶ λεπτομερεστάτη ἡ τοῦ πυρὸς ἐκείνου φύσις ἐστίν. ὁρῶμεν δέ, ὅτι καὶ αὐτὴ ἡ φλὸξ ὑπερβολὴ οὖσα πυρὸς καὶ οὐ τὸ ζωτικόν τε καὶ φυσικὸν πῦρ, ὁπηνίκα λεπτομερεστέρα ὑπάρχει, ἢ οὐδ’ ὅλως ἢ παντελῶς βραχυτάτου τοῦ καυστικοῦ μετέχειν, οἵα ἐστὶν ἡ ἀστραπή. καὶ τὸ παρ’ ἡμῖν δὲ πῦρ, ὡς στερεωτέρας ὕλης ἐπιλαμβάνεται, καὶ παχυμερέστερον ὂν καυστικὸν μᾶλλόν ἐστιν· οὐ γὰρ οὕτω καίει φλὸξ ἡ ἐκ στυππείου φέρε ἐξαφθέντος ἢ ἡ ἐκ παπύρου ὡς ἡ ἐκ ξύλων, καὶ τούτων ἡ ἐκ δρυίνων μᾶλλον.
Aet Mund.519 ἀλλὰ δὴ καὶ δι’ αὐτῆς μὲν τῆς φλογὸς πολλάκις διαγαγεῖν τὴν χεῖρα δυνάμεθα, ἄνθρακος δὲ οὐδὲ ἐφάψασθαι. καὶ ἄνθρακος δὲ ἧττον θιγεῖν δυνατὸν τοῦ ἐκ στερεωτέρας ὑπάρχοντος ὕλης· μᾶλλον γὰρ τοῦ ἐκ θρυαλλίδος καὶ τοῦ ἐκ παπύρου ἄνθρακος θιγεῖν δυνάμεθα ἤπερ τοῦ ἐκ ξύλων, καὶ τούτου πάλιν μᾶλλον ἤπερ σιδήρου πεπυρακτωμένου, σχεδὸν δὲ οὐδὲ πλησιάσαι τούτῳ δυνάμεθα. εἰ οὖν τὸ παχυμερέστερον πῦρ καίει μᾶλλον, λεπτομερέστατον δὲ καὶ καθαρώτατον ὡς ἔνι μάλιστα τὸ οὐράνιον πῦρ καὶ οὐδὲ ὑπερβολὴ πυρὸς οὐδὲ φλὸξ ἀλλ’ αὐτὸ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ, πῶς οὐκ ἂν πολλῷ τοῦ κάειν τε καὶ φθείρειν ἀποδέοιτο, ζωοποιὸν δὲ μᾶλλον ἂν εἴη ὡς καὶ τὸ ἐν τοῖς ζῴοις ἔμφυτον θερμὸν καλούμενον, οἷόν ἐστιν καὶ τὸ πῦρ τὸ αἰθέριον. ειʹ. Ἐκ μὲν οὖν τοῦ γνῶναι τὴν Πλάτωνος διάνοιαν, ὡς ἐκ τῶν τεσσάρων στοιχείων οἴεται τὸ πᾶν συνεστάναι καὶ αὐτὸν τὸν οὐρανόν, ἱκανὰ καὶ ταῦτα· ἐφεξῆς δὲ καὶ τῶν αὐτὸν ὑπομνηματισαμένων φιλοσόφων ὀλίγας παραθέσθαι χρήσεις ἄξιον. Ἀττικὸς μὲν οὖν καὶ Πλούταρχος ἐάσθων καὶ εἴ τις ἄλλος γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ἀπεφήνατο· μάρτυρες δὲ ἡμῖν ἔστωσαν μόνοι τοῦ, ὅτι Πλάτων ἐκ τῶν τεσσάρων στοιχείων τὸν πάντα κόσμον συνεστάναι βούλεται, ὅσοι τῆς τοῦ ἀίδιον εἶναι αὐτὸν κατὰ Πλάτωνα δόξης ἐγένοντο.
Aet Mund.520 Ταύρου τοῦ Πλατωνικοῦ ἐκ τοῦ πρώτου τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων προκειμένης τῆς παρ’ ἡμῶν προεκτεθείσης τοῦ Πλάτωνος περικοπῆς ‘σωματοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε τὸ γενόμενον‘ καὶ τῶν ἑξῆς. ‘Ὁ δημιουργὸς ἤρχετο τῆς συστάσεως τοῦ κόσμου ἐκ πυρὸς καὶ γῆς, δεῖ δὲ τὸ γενησόμενον σωματοειδὲς ἀντιτυπητικὸν εἶναι καὶ ὁρατόν. τὸ μὲν εἶναι ὁρατὸν ἐκ τοῦ πυρὸς αὐτῷ γίνεται, τὸ δὲ ἁπτὸν ἐκ τῆς γῆς· καθ’ ἕκαστον γὰρ στοιχεῖον αἴσθησις, κατὰ τὸ πῦρ ἡ ὅρασις (ὁρατοῦ ὅρασις, ὁρατὸν δὲ χρῶμα), κατὰ τὴν γῆν ἡ ἁφή (ἁπτοῦ ἁφή), κατὰ τὸ ὕδωρ ἡ γεῦσις (γευστοῦ γεῦσις), κατὰ τὸν ἀέρα ἡ ἀκοή (ἀκουστοῦ ἀκοή). τί οὖν; τῇ ὀσφρήσει ποῖον ἀπονεμοῦμεν στοιχεῖον; ἀναμέσον τοῦ ὕδατος καὶ τοῦ ἀέρος, ὡς κατὰ τὸν τόπον γενόμενοι ἐροῦμεν. Θεόφραστός φησιν ‘εἰ τὸ ὁρατὸν καὶ τὸ ἁπτὸν ἐκ γῆς καὶ πυρός ἐστιν, τὰ ἄστρα καὶ ὁ οὐρανὸς ἔσται ἐκ τούτων· οὐκ ἔστιν δέ‘. ταῦτα λέγει εἰσάγων τὸ πέμπτον σῶμα τὸ κυκλοφορητικόν. ὅταν οὖν ἐκεῖνο παραστήσῃ, ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω‘. σκοπεῖν ἄξιον, πῶς οὐ μόνον ἀληθὲς οἴεται Πλάτωνα ἐκ τῶν τεσσάρων μόνων στοιχείων συγκεῖσθαι τὸν κόσμον λέγειν ὁ τούτου ἐξηγητὴς Ταῦρος, ἀλλὰ καὶ Θεοφράστῳ μάχεται λέγοντι μὴ εἶναι ἐκ τούτων τὸν οὐρανόν (τῆς γὰρ Ἀριστοτέλους διατριβῆς ὁ Θεόφραστος), καὶ ὅτι οὐδὲ οἴεται ὁ τοῦ Πλάτωνος ἐξηγητὴς τὸ πέμπτον ἀποδεδεῖχθαι στοιχεῖον, ὅτι ἔστιν, ὑπὸ Ἀριστοτέλους· ‘ὅταν γὰρ ἐκεῖνο παραστήσῃ‘, φησίν, ‘ὅτι ἔστιν, τότε πρὸς ταῦτα ἐνιστάσθω‘.
Aet Mund.521 ἀναμέσον δ’ ὕδατός φησιν καὶ ἀέρος τὴν ἀτμίδα· ὁδὸς γάρ ἐστιν αὕτη ἐξ ὕδατος εἰς ἀέρα καὶ ἐξ ἀέρος εἰς ὕδωρ· πυκνουμένη μὲν γὰρ ὕδωρ γίνεται, μανουμένη δὲ ἀήρ. ἔστιν οὖν ἡ ἀτμὶς ὀσφρήσεως· ὀσφραντοὶ γὰρ οἱ ἀτμοὶ πεποιωμένοι πως ὄντες ταῖς ὀσφρανταῖς ποιότησι. καὶ μετ’ ὀλίγα πάλιν ὁ αὐτὸς Ταῦρος ἐπιφέρει καὶ ταῦτα ‘ἔλαβεν δύο ἄκρα ἀντικείμενα ἀλλήλοις, πῦρ καὶ γῆν, καὶ ταῦτα βούλεται συναρμόσαι μεσότησί τισιν ἀνάλογον ἐχούσαις πρὸς ἀλλήλας καὶ πρὸς ἑκάτερον τῶν ἄκρων καὶ τίθησιν ὕδωρ καὶ ἀέρα κατὰ τὰς προειρημένας δυνάμεις τὰ αὐτά τε ἀλλήλοις συνάπτοντα καὶ τὰ ἄκρα αὐτοῖς καὶ ἀλλήλοις φησίν τε, ὅτι ὁ θεὸς ἐν μέσῳ τῶν ἄκρων τοῦ πυρὸς καὶ τῆς γῆς ἔθηκεν ἀέρα καὶ ὕδωρ καὶ συνῆψεν ἀλλήλοις, ἐφ’ ὅσον ἦν δυνατόν, ἀνάλογον συνδήσας ταῖς μεσότησιν. ἐγένετο οὖν ἐκ τούτων συντεθεὶς ὁ οὐρανὸς ἁπτὸς καὶ ὁρατός· ἐκ τῶν ἄκρων ἔλαβεν τὰ αἰσθητά, ἐξ ὁρατοῦ καὶ ἁπτοῦ καὶ ὁράσεως καὶ ἁφῆς, ὧν ὅρασις μὲν κατὰ τὸ πῦρ, ἁφὴ δὲ κατὰ τὴν γῆν‘. Ὁ μὲν οὖν Ταῦρος ταῦτα. καὶ ὁ Πορφύριος δὲ ἐν τοῖς πρὸς τὸν Τίμαιον ὑπομνήμασιν ἐξηγούμενος τὰ προεκκείμενα χωρία τοῦ Πλάτωνος καὶ πολλὰ εἰπὼν περὶ τοῦ ἐκ τῶν τεσσάρων στοιχείων μόνων συνεστάναι τὸν κόσμον προστίθησιν ἐπὶ λέξεως καὶ ταῦτα ‘τὰ δὲ οὐράνια φάναι μὴ ἐκ τῶν τεσσάρων συνεστηκέναι οὐκ ἄρα κατὰ τὸ ἑπόμενον δόγμα τῷ Πλάτωνι λέγοντός ἐστιν ἀλλ’ ἰδίῳ ἑπομένου δόγματι, ἐπεί γε ὁ Πλάτων καὶ τὰ οὐράνια ἐκ πλείονος μὲν πυρὸς γεγονέναι φησίν, ἐλαττόνων δὲ τῶν ἄλλων καὶ εἰλικρινεστέρων καὶ καθαρωτέρων· κατὰ δὴ Πλάτωνα δύο μὲν τὰ πρῶτα στοιχεῖα γῆ καὶ πῦρ, τὰ δὲ λοιπὰ δεσμοῦ καὶ συνοχῆς χάριν προὐνοήθη‘.
Aet Mund.522 καὶ μεθ’ ἕτερα δὲ ἐξηγούμενος τὸ χωρίον Πλάτωνος, ἐν ᾧ φησιν ‘καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη‘, πάλιν ὁ αὐτὸς Πορφύριος ταῦτά φησιν ἐπὶ λέξεως ‘τέτταρα μόνα τὰ σώματα λέγει, ἐπεὶ μηδὲν παρὰ ταῦτα ἐν τοῖς οὖσιν εὑρίσκεται, πλὴν τὰ ἐκ τούτων συνδέσματα‘· εἶτα διὰ πολλῶν κατασκευάσας ὁ Πορφύριος, ὅτι οὐκ ἔστιν ἄλλο σῶμα παρὰ τὰ τέσσαρα, πάλιν προσθεὶς τὴν προκειμένην ῥῆσιν τοῦ Πλάτωνος ἐπιφέρει ταῦτα ‘σαφῶς τὸν κόσμον ἐκ τῶν τεσσάρων φησὶν συνεστάναι στοιχείων· ὥστε τὸ πέμπτον σῶμα δῆλός ἐστιν οὐχ ἡγούμενος τὸ ὑπὸ Ἀριστοτέλους καὶ Ἀρχύτου εἰσαγόμενον· ἑξῆς δ’ ἀκριβέστερον ὀψόμεθα‘. ταῦτα μὲν οὖν καὶ ὁ Πορφύριος. οὐδὲ ὁ Πρόκλος δὲ αὐτός, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ἐποιεῖτο μηδὲ σκοπὸν ἴδιον ἐν προσχήματι τῶν Πλάτωνι δοκούντων ἀνῦσαι προϋπέθετο, ἔξω ταύτης περὶ Πλάτωνος τῆς δόξης γέγονεν· ἐν γὰρ τῷ πολλάκις μνημονευθέντι λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘, πολύς ἐστιν τῇ Πλάτωνος παριστάμενος δόξῃ καὶ κατασκευάζων, ὡς οὐ ξένη τις τῶν τῇδε στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς Ἀριστοτέλης φησίν, ἀλλ’ ἐκ τούτων κἀκεῖνος συνέστηκε.
Aet Mund.523 παραθήσομαι δὲ καὶ ἐντεῦθεν ἐκ πολλῶν ὀλίγας μαρτυρίας, ἐξ ὧν ἔστιν ἰδεῖν, ὡς οὐδ’ ἑαυτῷ συμφώνως τὰ περὶ τῆς Πλάτωνος δόξης ἐν τοῖς προκειμένοις ὁ Πρόκλος διωρίσατο· φησὶν γὰρ ἐν τῷ μνημονευθέντι λόγῳ ἐπὶ λέξεως ταῦτα ‘οὐ γὰρ καυστικὸν τὸ οὐράνιον πῦρ ἀλλ’ ὡς ἂν ἔγωγε φαίην ζωοποιόν, ὡς καὶ τὸ ἐν ἡμῖν ἔμφυτον θερμόν. καὶ αὐτὸς ἐν τοῖς περὶ γενέσεως ζῴων εἶναί φησίν τινα ἔλλαμψιν, ἧς παρούσης ζῆν τῶν θνητῶν ἕκαστον. ὁ μὲν οὖν ὅλος οὐρανὸς ἐκ τοῦ τοιούτου πυρός ἐστιν, τὰ δὲ ἄστρα πλεῖστον μὲν ἔχει τοῦτο τὸ στοιχεῖον, ἔχει δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητασ‘· καὶ μετ’ ὀλίγα ‘καὶ μὴν καὶ εἰ τοῦτο ἐννοήσαιμεν, ὅτι γῆ μὲν ἐπισκοτεῖ πᾶσιν τοῖς φωτίζουσιν καὶ σκιὰν ἀποτελεῖ, τὰ δὲ μέσα γῆς καὶ πυρὸς διαφανῆ κατὰ τὴν αὑτῶν φύσιν δεκτικά ἐστιν ἀμφοτέρων, σκότους καὶ φωτός, καὶ οὐδετέρου τούτων αἴτια τοῖς σώμασιν, μόνον δὲ τὸ πῦρ παρεκτικὸν φωτός, ὡς ἡ γῆ σκότους, πλεῖστον ἀλλήλων ἀπέχοντα, μάθοιμεν ἄν, ὅπως καὶ τὰ ἐν οὐρανῷ πύρια τὴν φύσιν ἐστίν· ὅτι μὲν γὰρ φωτίζει, καθάπερ τὸ τῇδε πῦρ, δῆλον· εἰ δὲ ἀμφοτέρων τοῦτο κοινόν, συγγενὲς δήπου τὸ τῇδε πῦρ πρὸς τὸ εἶδος τῶν οὐρανίων‘.
Aet Mund.524 ταῦτα εἰπὼν ὁ Πρόκλος καὶ τὴν συγγένειαν ἐφεξῆς τοῦ οὐρανοῦ πρὸς τὰ στοιχεῖα δι’ ἑτέρων πλειόνων κατασκευάσας ἐπήγαγεν ‘οὐκ ἄρα δεῖ καθάπερ ξένην φύσιν ἐπεισάγειν τῷ παντὶ τὴν οὐρανίαν, ἀλλ’ ἐκεῖ θεμένους τὴν ἀκρότητα τῆς φύσεως τῶν τῇδε ἀπ’ ἐκείνης διδόναι καὶ διὰ τῆς ἐκείνῃ συγγενοῦς καὶ τοῖς ἐνταῦθα στοιχείοις τὴν γένεσιν‘. εἰ οὖν μὴ ξένη τῶν παρ’ ἡμῖν στοιχείων ἡ τοῦ οὐρανοῦ φύσις ἐστίν, ὡς καὶ Πρόκλῳ δοκεῖ, ἀλλ’ ἡ ἀκρότης τῶν τῇδε ἐν ἐκείνοις ἐστίν, πυρίων μὲν ὄντων τὴν φύσιν τῶν οὐρανίων, ἐχόντων δὲ καὶ τῶν ἄλλων τὰς ἀκρότητας, εἰ ταῦτα συνηγορῶν τῇ δόξῃ τοῦ Πλάτωνος ὁ τοῦ Πλάτωνος λέξει ἐξηγητής, πῶς ἐν τοῖς νῦν προκειμένοις ὥσπερ καὶ τῶν ἰδίων ἐπιλαθόμενος αὐτὸς ἑαυτῷ τὰς ἐναντίας ἀφῆκε φωνὰς τὸν οὐρανὸν λέγων ἐξῃρῆσθαι τῶν εὐθυπορουμένων σωμάτων καὶ μηδὲν εἶναι τῶν τῇδε στοιχείων, μήτε γῆν μήτε πῦρ μήτε τι τῶν μέσων; ποῦ δὲ καὶ τὸν πολὺν Πλωτῖνον θήσομεν, ὃς εἴπερ τις ἄλλος τῆς αἱρέσεως εἶναι Πλάτωνος ἀξιῶν οὐ προήκατο μὲν οὐδ’ αὐτὸς τὸ πρὸς Ἀριστοτέλους ἐπεισκριθὲν τῷ παντὶ σῶμα πέμπτον, ἐξ οὗ τὰ οὐράνια συνίστησιν ἐκεῖνος, τῇ Πλάτωνος δὲ σύμφωνα δόξῃ φθεγγόμενος ἐκ τῶν τεσσάρων καὶ αὐτὸς στοιχείων τὸ οὐράνιον σῶμα συνίστησιν καὶ Πλάτωνος εἶναι τὴν δόξαν ταύτην ἀποφαίνεται; λέγει γοῦν ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ ταῦτα ‘καίτοι ὡσαύτως τῆς φύσεως τοῦ σώματος ῥεούσης ἀεί· τοῦτο γὰρ δοκεῖ τοῖς τε ἄλλοις τοῖς περὶ φύσεως εἰρηκόσιν καὶ αὐτῷ τῷ Πλάτωνι οὐ μόνον περὶ τῶν ἄλλων σωμάτων ἀλλὰ καὶ περὶ τῶν οὐρανίων αὐτῶν· πῶς γὰρ ἄν, φησίν, σώματα ὄντα καὶ ὁρώμενα τὸ ἀπαραλλάκτως ἕξει καὶ τὸ ὡσαύτως; συγχωρῶν καὶ ἐπὶ τούτων δηλονότι τῷ Ἡρακλείτῳ, ὃς ἔφη ἀεὶ καὶ τὸν ἥλιον γίνεσθαι.
Aet Mund.525 Ἀριστοτέλει μὲν γὰρ οὐδὲν πρᾶγμα εἴη, εἴ τις αὐτῷ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος· τοῖς δὲ μὴ τοῦτο τιθεμένοις, τοῦ σώματος δὲ ἐκ τούτων ὄντος τοῦ οὐρανοῦ, ἐξ ὧνπερ καὶ τὰ τῇδε ζῷα, πῶς τὸ τόδε ἂν ἔχοι;‘ καὶ μεθ’ ἕτερα ‘τῷ μὲν οὖν Τιμαίῳ τὸ τοῦ παντὸς σῶμα πεποιηκότι πρῶτον ἐκ γῆς καὶ πυρός, ἵνα ὁρατόν τε ᾖ διὰ τὸ πῦρ, στερεὸν δὲ διὰ τὴν γῆν, ἀκολουθεῖν ἔδοξε καὶ τὰ ἄστρα ποιεῖν οὐ πᾶν ἀλλὰ τὸ πλεῖστον πυρὸς ἔχειν, ἐπεὶ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. καὶ ἴσως ὀρθῶς ἂν ἔχοι συνεπικρίναντος καὶ Πλάτωνος τῷ εἰκότι τὴν γνώμην ταύτην· παρὰ μὲν γὰρ τῆς αἰσθήσεως κατά τε τὴν ὄψιν κατά τε τὴν τῆς ἁφῆς ἀντίληψιν πυρὸς ἔχειν τὸ πλεῖον ἢ τὸ πᾶν φαίνεται, διὰ δὲ τοῦ λόγου ἐπισκοποῦσιν, εἰ τὸ στερεὸν ἄνευ γῆς οὐκ ἂν γένοιτο, καὶ γῆς ἂν ἔχοι. ὕδατος δὲ καὶ ἀέρος τί ἂν δέοιτο; ἄτοπόν τε γὰρ δόξειεν ὕδατος εἶναι ἐν τοσούτῳ πυρί, ὅ τε ἀήρ τε εἰ ἐνῇ, μεταβάλοι ἂν εἰς πυρὸς φύσιν.
Aet Mund.526 ἀλλ’ εἰ δύο στερεὰ ἄκρων λόγον ἔχοντα δύο μέσων δεῖται, ἀπορήσειεν ἄν τις, εἰ καὶ ἐν φυσικοῖς οὕτωσ‘. καὶ ὁ Πλωτῖνος ἄρα σαφῶς τῇ μὲν Ἀριστοτέλους περὶ τοῦ πέμπτου σώματος ἀπείρηκεν ὑπολήψει, τὴν δὲ Πλάτωνος καλῶς ἔχειν ἐπέκρινεν ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ τῇδε ζῷα συνέστηκεν, καὶ τὸν οὐρανὸν συγκεῖσθαι λέγουσαν. καὶ ἐν τοῖς ἑξῆς δὲ πάλιν ὁ Πλωτῖνος ἐδίδαξεν, ὡς οὔτε ἄλλο τι νομιστέον ἢ πυρὸς εἶναι καὶ τῶν λοιπῶν στοιχείων τὰ οὐράνια σώματα οὔτε γῆν ἀκούοντας ἐν ἐκείνοις εἶναι πρὸς τὸ χεῖρον τῆς γῆς ἀποφέρεσθαι ἢ φλόγα νομίζειν ἐκεῖνο τὸ πῦρ· ζέσιν γὰρ εἶναι τοῦτο κατὰ Ἀριστοτέλην φησὶν ὁ Πλωτῖνος καὶ οἱονεὶ πῦρ διὰ κόρον ὑβρίζον καὶ οὐχὶ τὸ στοιχειῶδές τε καὶ ζωτικὸν πῦρ· τὸ δὲ ἐκεῖ φησιν πῦρ ὁμαλὸν εἶναι καὶ ἠρεμαῖον τῇ τῶν ἄστρων πρέπον φύσει καὶ προσηνῶς θερμόν· τὴν γὰρ τῶν στοιχείων καθαρωτάτην μάλιστα καὶ εἰλικρινεστάτην μοῖραν εἰς τὴν τοῦ οὐρανίου σώματος ἀποκριθῆναι σύστασιν, ὡς μήτε ἔκφυλον καὶ ξένην τῶν παρ’ ἡμῖν στοιχείων τὴν τοῦ οὐρανίου σώματος εἶναι φύσιν μήτε ἀπαραλλάκτως τοιοῦτον εἶναι τὸ ἐκεῖ πῦρ ἢ τὴν γῆν ἢ τῶν ἄλλων τι, ἀλλὰ παρ’ ἡμῖν μὲν τὸ τρυγῶδες καὶ οἱονεὶ τὴν ὑποστάθμην τῶν στοιχείων ἀπορρεῦσαι, ἐκεῖσε δὲ τὴν λεπτομερεστάτην αὐτῶν καὶ ἀμείνονα διακριθῆναι μοῖραν· ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φησὶν ὁ Πλωτῖνος, ἐν τοῖς κυριωτάτοις αὐτῶν μάλιστα τὰ ἀμείνω ἐκλέγεται ἡ φύσις.
Aet Mund.527 πολλὰς μὲν οὖν καὶ ἄλλας ἐνῆν μαρτυρίας παραθέσθαι τὴν προκειμένην δόξαν πιστούμενον Πλάτωνος· τὸν γὰρ αὐτοῦ Πλάτωνος μαθητὴν Ἀριστοτέλην ὡς ὡμολογημένον παρ’ ἡμῖν ταῦτά τε προσμαρτυροῦντα καὶ ἐγκαλοῦντα δι’ αὐτό γε τοῦτο Πλάτωνι· δοκεῖ γὰρ πρῶτος πάντων Ἀριστοτέλης τὴν περὶ τοῦ πέμπτου σώματος δόξαν εἰσηγήσασθαι· ἀλλ’ οἶμαι τοῖς εὐγνώμοσιν εἰς πειθὼ τελείαν αὐτάρκη καὶ τὰ εἰρημένα, ἵνα μὴ τῆς χρείας πλέον τὸν περὶ τούτου λόγον ἐκτείνωμεν. ϛιʹ. Ὅτι δὲ οὐ μόνον ἐκ τῶν τεσσάρων στοιχείων τὸ οὐράνιον οἴεται σῶμα συνεστάναι ὁ Πλάτων ἀλλὰ καὶ ταῖς συνεγνωσμέναις ἡμῖν ποιότησι τὰ ἐκεῖ στοιχεῖα χαρακτηρίζει, θερμότητί φημι καὶ ψύξει ὑγρότητι καὶ ξηρότητι κουφότητί τε καὶ βαρύτητι, ὡς μηδὲν κατ’ οὐσίαν τῶν παρ’ ἡμῖν διαφέρειν πλὴν ὅσον λεπτότητί τε καὶ καθαρότητι, αὐτὸς πάλιν ὁ Πλάτων σαφῶς ἐν τῷ Τιμαίῳ γέγραφεν οὕτως ‘ἔκ τε γὰρ δὴ τούτων καὶ τῶν τοιούτων καὶ τῶν ἀριθμῷ τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεττάρων ἓν ὅλον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπὼν τάδε διανοηθείς, πρῶτον μὲν ἵν’ ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτ’ ἄν, ἔτι δ’ ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν, ὡς ξυστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάντα, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύσεις καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ.
Aet Mund.528 διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ὅλον ἐξ ὅλων ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο‘. εἰ οὖν ὅλον ἐξ ὅλων θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν ἄλλων, ὅσα δυνάμεις ἰσχυρὰς ἔχει, ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν τούτων ἔξωθεν καταλιπών, ἵνα μὴ ὑπ’ αὐτῶν πάθῃ προσπιπτόντων ἀκαίρως ἔξωθεν, παντὶ δῆλον, ὡς ταῖς αὐταῖς ποιότησιν, αἷς τὰ παρ’ ἡμῖν εἰδοπεποίηται στοιχεῖα, καὶ τὰ τὸν οὐρανὸν σύνθετα στοιχεῖα χαρακτηρίζεσθαι ὁ Πλάτων βούλεται· εἰ γὰρ μὴ ὁμοειδῆ καὶ ὁμόυλα ἦν τοῖς ἐνταῦθα στοιχείοις τὰ οὐράνια, οὐδ’ ἂν ἐπεφύκει ὑπ’ αὐτῶν πάσχειν ἔξωθεν προσπιπτόντων· νῦν δὲ ἐπειδὴ πάσχειν ὑπὸ τῶν δραστηρίων τούτων δυνάμεων πέφυκεν, ἵνα μὴ πάθῃ, οὐδὲν ἔξωθεν, φησίν, τοῦ οὐρανοῦ καταλέλοιπεν ὁ θεὸς οὔτε μέρος στοιχείου οὔτε δύναμιν· πάσχειν δὲ ὑπ’ ἀλλήλων τὰ μὴ ὁμόυλα μήτε ὁμοφυῆ ἀδύνατον, ὡς τοῖς φυσικοῖς ἀποδέδεικται. ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τοῖς εἰς τὸ ἕκτον ἀκριβέστερον εἴρηται καὶ δεῖ γε ἐκεῖθεν πάντα ἐκλέγεσθαι. ζιʹ.
Aet Mund.529 Ὅτι δὲ οὐδ’ εἶναί τι παρὰ τὰ τέτταρα ταῦτα ἁπλοῦν σῶμα ἐνδέχεσθαί φησιν ὁ Πλάτων, αὐτοῦ λέγοντος ἔξεστιν ἀκούειν· φησὶν γὰρ πάλιν ἐν Τιμαίῳ ταῦτα ‘δεῖ δὴ λέγειν, ποῖα κάλλιστα σώματα γένοιτ’ ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν ἄττα διαλυόμενα γίνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς καὶ πυρὸς τῶν τε ἀνάλογον ἐν μέσῳ· τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν 〈γένοσ〉 ἕκαστον ὄν. τοῦτο οὖν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη ξυναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμᾶς φύσιν ἱκανῶς εἰληφέναι‘. εἰ οὖν μηδενί φησιν συγχωρεῖν ὁ Πλάτων κάλλιον λέγειν εἶναί που τῶν τεττάρων τούτων σῶμα ἁπλοῦν (τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ ‘καθ’ ἓν γένοσ‘, ἵνα μὴ τὸ οὐράνιόν τις σῶμα ὡς κάλλει διαφέρον τῶν στοιχείων προφέρῃ· τοῦτο γὰρ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων κατ’ αὐτὸν συνέστηκεν), δῆλον ἐκ τούτων οἶμαι παντί, ὡς οὐ μόνον τέσσαρα καὶ μόνον εἶναι σώματα τά, ἐξ ὧν πᾶς ὁ κόσμος συνέστηκεν, βούλεται ἀλλ’ οἱονεὶ καὶ μαντικῶς προανῄρηκεν τὴν ὑπ’ Ἀριστοτέλους τῷ παντὶ μέλλουσαν τοῦ πέμπτου σώματος ἐπεισάγεσθαι φύσιν. τάχα δ’ ἄν τις ἀληθέστερον εἰπεῖν ἔχοι, ὡς ἤδη τοῦ ἰδίου μαθητοῦ προαισθόμενος ἐν ταῖς κοιναῖς οἷα φιλεῖ συνουσίαις ἀντειπόντος αὐτῷ καὶ μὴ συγχωροῦντος ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν συνεστάναι ἀλλ’ ἤδη προεισηγησαμένου περὶ τοῦ πέμπτου σώματος ὑπόληψιν, ἐξ οὗ τὸ οὐράνιον εἶναί φησιν ἐκεῖνος, διά τε τὸ διάφορον τῆς κινήσεως καὶ τὸ μηδὲν ὑπὸ τούτων φαίνεσθαι πάσχοντα, τὴν ἐκείνου δόξαν ὁ Πλάτων ἀποκρουόμενος οὐδενὶ συγχωρεῖν ἔφη καλλίω τούτων τῶν τεσσάρων ὁρώμενα σώματα εἶναί που καθ’ ἓν γένος ἕκαστον, μονονουχὶ λέγων, ὅτι, εἰ καὶ ἔστιν κάλλιον τὸ οὐράνιον σῶμα τῶν στοιχείων διὰ τὰς ἐξαιρέτους ἐν αὐτῷ δυνάμεις, ἀλλὰ οὐχὶ τῷ ἑτέρας εἶναι σωμάτων φύσεως τοιοῦτόν ἐστιν ἀλλὰ τῷ τε ἐκ τῆς τούτων καθαρωτάτης τε καὶ λεπτομερεστάτης συνεστάναι μοίρας καὶ τῇ τῆς ἀρίστης κράσεως ἀρρήτῳ ἀιδιότητι· καὶ γὰρ ἐν τοῖς παρ’ ἡμῖν συνθέτοις σώμασιν τοῖς ὁμολογουμένως ἐκ τῶν στοιχείων τούτων συνεστῶσι πολλὰ καὶ θαύματος ἄξια ὑπὸ τῆς φύσεως ἐγγίνεται, ὧν οὐδὲν ἐν τοῖς ἁπλοῖς ἐνυπάρχον φαίνεται· δυνάμεις τε γὰρ μυρίαι καὶ λόγου κρείττονες ὑπὸ τῆς διαφόρου κράσεως τοῖς συνθέτοις ἐγγεννῶνται σώμασιν συμπάθειαί τε ἄλλων πρὸς ἄλλα καὶ ἀντιπάθειαι χρωμάτων τε καὶ ποιοτήτων ἄπειροι διαφοραὶ κινήσεών τε καὶ ἀλλοιώσεων ἐξηλλαγμένα εἴδη, ὡς ἡ πεῖρά τε αὐτὴ καὶ οἱ τὰ φυσικὰ ἡμῖν ἱστορήσαντες γράφουσιν, ὧν οὐ καιρὸς μνήμην ἐν τῷ νῦν ποιεῖσθαι· τί οὖν θαυμαστόν, εἰ καὶ ἐν τῷ οὐρανίῳ σώματι διά τε τὴν τῶν συνθέτων στοιχείων καθαρότητά τε καὶ λεπτομέρειαν καὶ διὰ τὴν τῆς κράσεως ἀρίστην συμμετρίαν ἰδιότητές τινες ἄρρητοι ὥσπερ καὶ ἐν ἄλλοις ἐγγεγόνασιν, ἃς ἐν τοῖς ἁπλοῖς ἰδεῖν οὐκ ἔστιν; διὰ ταῦτα τοίνυν ὁ Πλάτων οὐκ εἶπεν οὕτως ἁπλῶς ὅτι ‘καλλίω τούτων οὐδενὶ συγχωρήσομεν ὁρώμενα σώματα εἶναί που‘, ἀλλ’ ἀκριβῶς προσέθηκεν ‘κατὰ ἓν γένος ἕκαστον‘, τουτέστιν ἁπλοῦν καὶ ἄμικτον πρὸς ἕτερον, ἵνα μή τις τὰ ἐκ τούτων συγκείμενα εἰς ἔλεγχον προφέρῃ τοῦ λόγου, ὧν εἶναι καὶ τὸν οὐρανὸν ὁ Πλάτων βούλεται.
Aet Mund.531 τούτων οὖν οὕτως ἀποδεδειγμένων καὶ ὑπὸ τοσούτων Πλατωνικῶν ἀνδρῶν μεμαρτυρημένων τίς οὐκ ἂν ὑπερεκπλαγείη τὴν ὑπερβολὴν τῆς ἀναιδείας, ὅπερ τοῦ λόγου καταρχόμενος ἔλεγον, τῶν τολμησάντων εἰπεῖν, ἢ ὅτι οὐκ ἐκ τῶν τεσσάρων στοιχείων σύνθετον εἶναί φησιν τὸν οὐρανὸν ὁ Πλάτων ἀλλ’ οἶδεν καὶ αὐτὸς τὴν ὑπ’ Ἀριστοτέλους ἐπινοηθεῖσαν τοῦ πέμπτου σώματος φύσιν, ἢ πάλιν τῶν συγχωρούντων μὲν ἐκ τῶν τεσσάρων στοιχείων λέγειν αὐτὸν συνεστάναι τὰ οὐράνια, μὴ τῷ θερμῷ δὲ τὸ οὐράνιον πῦρ χαρακτηρίζειν Πλάτωνα ἢ τῷ ψυχρῷ τὸ ὕδωρ καὶ ἁπλῶς εἰπεῖν τῶν ἐν τῷ οὐρανῷ στοιχείων ἕκαστον, αἷς καὶ τὰ παρ’ ἡμῖν στοιχεῖα ποιότησιν χαρακτηρίζεσθαι. ηιʹ. Ἀλλὰ γὰρ ἵνα μηδὲν τῶν ὑπ’ αὐτῶν κομψῶς εἰς παρεξήγησιν τῆς Πλάτωνος διανοίας ἀναπεπλασμένων ἀνέλεγκτον καταλείπωμεν, μικρὸν ἔτι συγγνῶναι ἡμῖν τῇ περὶ ταῦτα ἐνδιατρίβουσιν ἀδολεσχίᾳ τοὺς ἐντυγχάνοντας ἀξιῶ. πέντε γὰρ ὄντων τῶν ὑπὸ εὐθυγράμμων καὶ ὁμοειδῶν ἐπιπέδων συνισταμένων στερεῶν σχημάτων, κύβου πυραμίδος ὀκταέδρου τε καὶ εἰκοσαέδρου καὶ δωδεκαέδρου (ταῦτα γὰρ μόνα ἁπλᾶ στερεὰ εἶναι σχήματα τοῖς περὶ ταῦτα δεινοῖς ἀποδέδεικται), γεωμετρικώτατος ὢν ὁ Πλάτων καὶ μηδὲ ἐν τῇ τῶν φυσικῶν διδασκαλίᾳ τῆς κατὰ γεωμετρίαν μεθόδου ἐκτὸς εἶναι βουλόμενος καὶ συμβολικώτερον ἐξ ἐπιπέδων τὰ τῶν στοιχείων γεννῶν σώματα τὸ μὲν κυβικὸν σχῆμα τῇ γῇ ἀφορίζει, τὴν δὲ πυραμίδα τῷ πυρί, τὸ εἰκοσάεδρον τῷ ὕδατι, τὸ ὀκτάεδρον τῷ ἀέρι.
Aet Mund.532 λειπομένου δὲ ἔτι τοῦ δωδεκαέδρου σχήματος τούτῳ, φησὶν ὁ Πλάτων, εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο. ὁ μὲν οὖν Πλάτων εἰς τοσοῦτον περὶ τούτου τοῦ σχήματος εἴρηκεν, ὅτι εἰς τὸ πᾶν αὐτῷ ὁ θεὸς κατεχρήσατο, οἱ δὲ τὸ ἑαυτοῖς δοκοῦν πανταχόθεν καὶ οὐ τὸ ἀληθὲς συνάγειν μηχανώμενοι διὰ τοῦ δωδεκαέδρου φασὶν σχήματος τὴν πέμπτην αὐτὸν τοῦ στοιχείου φύσιν αἰνίττεσθαι, ἐξ ἧς τὰ οὐράνια γεγονέναι σώματα· ὥστε πρὸ Ἀριστοτέλους, φασίν, ὁ Πλάτων τὸ πέμπτον στοιχεῖον ἐγίνωσκεν. καίτοι γε Πλάτων οὐκ εἰς τὴν τῶν οὐρανίων δημιουργίαν τῷ δωδεκαέδρῳ φησὶν τὸν θεὸν καταχρήσασθαι ἀλλ’ εἰς τὸ πᾶν, τουτέστιν εἰς τὸν ὅλον κόσμον· φησὶν γὰρ ἐν Τιμαίῳ ἐπὶ λέξεως ταῦτα ‘ἔτι δὲ οὔσης ξυστάσεως μιᾶς πέμπτης εἰς τὸ πᾶν ὁ θεὸς αὐτῇ κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν. ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελῶς ἀποροῖ, πότερον ἀπείρους χρὴ κόσμους εἶναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν ἀπείρους ἡγήσαιτο ἄν τις ὄντως ἀπείρου τινὸς εἶναι δόγμα, ὧν ἔμπειρον χρεὼν εἶναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μᾶλλον ἂν ταύτῃ εἰκότως διαπορήσαι.
Aet Mund.533 τὸ μὲν οὖν δὴ παρ’ ἡμῶν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δ’ εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει‘. ὅτι μὲν οὐκ εἰς τὰ οὐράνια τῷ δωδεκαέδρῳ σχήματι τὸν θεὸν ὁ Πλάτων φησὶν καταχρήσασθαι ἀλλ’ εἰς τὸ πᾶν, δῆλον ἐκ τῶν αὐτοῦ λέξεων γέγονεν. ὁ δὲ οὐρανὸς οὐκ ἔστιν τὸ πᾶν ἀλλὰ τοῦ παντὸς μέρος. καὶ ἐκ τῶν φθασάντων ἐναργῶς δέδεικται, ὡς σύνθετον ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν εἶναι ὁ Πλάτων βούλεται καὶ οὐχὶ τῶν τεσσάρων ἕτερον. τὴν δὲ τῶν προκειμένων ῥητῶν τοῦ Πλάτωνος ἀκριβεστέραν ἐξήγησιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προυπομνηματισαμένων λαβεῖν ἔξεστιν· καὶ ἡμεῖς δὲ συντόμως τὴν ἐκείνων εἰς τὰ προκείμενα διάνοιαν ἐκθησόμεθα. καὶ γὰρ ἐξ αὐτῆς τῆς Πλάτωνος λέξεως παντὶ δῆλόν ἐστιν, τί ποτε αὐτῷ βούλεται ἡ τῶν πέντε σχημάτων συμβολικὴ διδασκαλία, ὅτι οὐ πρὸς ἔνδειξιν τοῦ ἐκ πέντε σωμάτων ἁπλῶν τόδε τὸ πᾶν συνεστάναι, ὡς οἱ περὶ Ἀριστοτέλην ὑπέθεντο· ἔφθη γὰρ εἰπὼν ἤδη Πλάτων περὶ τῶν τεσσάρων στοιχείων διαλεγόμενος ὅτι ‘οὐδενὶ συγχωρησόμεθα καλλίω τούτων ὁρώμενα σώματα εἶναί που κατὰ ἓν γένος ἕκαστον ὄν‘, ἀλλ’ ἐπεὶ πολλὴ γέγονεν τοῖς ἀρχαιοτέροις ἡ ζήτησις, πότερον εἷς ἐστιν κόσμος ἢ πλείονες ἢ ἄπειροι, καὶ οἵ γε περὶ Δημόκριτον ἀπείρους εἶναι κόσμους ὑπέθεντο, φησὶν ὁ Πλάτων, ὅτι, εἴπερ ὅλως ἀπορεῖν περὶ τούτου δέοι, οὐκ ἀπορητέον, εἰ ἄπειροί εἰσιν οἱ κόσμοι (ἀπείρου γὰρ ὄντως φησὶν τοῦτο καὶ οὐκ ἐπιστήμονος ἀνδρὸς ἂν εἴη τὸ πρόβλημα), ἀλλὰ μή ποτε πέντε εἰσὶν οἱ κόσμοι διὰ τὸ πέντε εἶναι τὰ ἁπλᾶ στερεὰ σχήματα ἑκάστου κόσμου καθ’ ἕν τι τῶν σχημάτων χαρακτηριζομένου, ὥσπερ ἀμέλει τὸν κατὰ τὸ δωδεκάεδρον ἐχαρακτήρισεν· ὅπερ οὐδὲ αὐτῷ δοκεῖ τῷ Πλάτωνι· ἕνα γὰρ μονογενῆ τὸν κόσμον εἶναι βούλεται.
Aet Mund.534 πρὸς δὲ τούτοις καὶ τοῦτο καλῶς τοῖς προϋπομνηματισαμένοις ἔδοξεν ἐξ αὐτῶν κινουμένοις τῶν Πλάτωνος, ὡς καὶ τούτῳ ἂν τῷ κόσμῳ ἁρμόσειεν ἡ τῶν πέντε σχημάτων εἰκών. τὸ μὲν γὰρ κυβικὸν σχῆμα συμβολικῶς τῇ γῇ ἠφόρισται διὰ τὸ στάσιμον αὐτῆς καὶ ἀμετακίνητον· τοιοῦτος γὰρ ὁ κύβος ἑδραίαν ἔχων τὴν βάσιν καὶ οὐκ εὐόλισθον· ἔστιν δὲ ὁ κύβος σχῆμα στερεὸν ἐξ ἐπιπέδων τετραγώνων ἓξ περιεχόμενον ἀλλήλοις ἐφαρμοζόντων κατὰ 〈τὰ〉 πέρατα. ἡ δὲ πυραμὶς εἰκόνα ἂν φέρει πυρός· ἔστιν δὲ καὶ αὕτη σχῆμα στερεὸν ἐκ τεσσάρων τριγώνων ἰσοπλεύρων τε καὶ ἰσογωνίων συγκείμενον, τὸ μὲν ἓν τῶν τριγώνων βάσιν ἔχον, τὰ δὲ λοιπὰ πλευρὰς εἰς ἓν σημεῖον συννενευκότα, ὃ τῆς πυραμίδος κορυφὴ γίνεται. τῷ δὲ πυρὶ τοῦτο τὸ σχῆμα Πλάτων ἀφώρισεν ἴσως μὲν καὶ διὰ τὸ τμητικόν τε καὶ διιτητικὸν τῆς τοῦ πυρὸς φύσεως (ἀπὸ γὰρ πλατέος κάτωθεν ἀρχομένη ἡ πυραμὶς εἰς ὀξύτατον τὴν κορυφὴν ἀποπαύεται, τμητικὸν δὲ τὸ ὀξὺ καὶ διιτητικόν), ἴσως δὲ καὶ διὰ τὸ ἀνωφόρον (ἄνω γὰρ ἡ τῆς πυραμίδος κορυφὴ νένευκεν), τάχα δὲ καὶ διὰ τὸ τὸ σχῆμα τοῦ διακονικοῦ πυρὸς πυραμοειδές πως ὑπάρχειν.
Aet Mund.535 τὸ δὲ εἰκοσάεδρον, ὅπερ ἐστὶν σχῆμα στερεὸν ἐξ εἴκοσι τριγώνων περιεχόμενον, τῷ ὕδατι προσῳκείωσεν διὰ τὸ εὐόλισθον τῆς τοῦ ὕδατος φύσεως· ἔστιν γὰρ τὸ σχῆμα τοῦτο ἔγγιον σφαίρας· ἡ δὲ σφαῖρα κατὰ σημεῖον τοῦ ἐπιπέδου ἁπτομένη εὐόλισθός ἐστιν· οὐκοῦν καὶ τῶν εὐθυγράμμων τὸ ἔγγιον σφαίρας μᾶλλον τῶν ἄλλων εὐόλισθον. ἔγγιον δὲ σφαίρας τὸ πολυγωνιώτερον· πολυγωνιώτερον δὲ τῶν ἄλλων τὸ εἰκοσάεδρον· πλείονας γὰρ ἔχον τὰς ἕδρας, εἰ καὶ μὴ κατὰ σημεῖον τοῦ ἐπιπέδου ἅπτεται, ἀλλ’ ἐλάττονι γοῦν μέρει πάντως τῶν ἄλλων ἰσοπεριμέτρων ἧττον τῆς ὑποκειμένης ἐφάπτεται χώρας καὶ διὰ τοῦτο τῶν ἄλλων ἐστὶν ὀλισθηρότερον. τὸ δὲ ὀκτάεδρον τῷ ἀέρι προσένειμεν. νοείσθω δὲ τόδε τὸ σχῆμα τὸν τρόπον τοῦτον· ὑποκείσθω τις βάσις τετράγωνος, ἀπὸ δὲ τῶν τεσσάρων ταύτης πλευρῶν τέσσαρα τρίγωνα ἀνεστάτω ἀφ’ ἑκάστης ἓν καὶ συννευέτω εἰς μίαν κορυφήν, τουτέστιν εἰς ἓν καὶ ταὐτὸ σημεῖον· τὸ αὐτὸ δὲ καὶ εἰς τὰ ἀντικείμενα τῆς βάσεως νοείσθω γινόμενον· συστήσεται οὖν ἐκ τούτων σχῆμα στερεὸν ἐξ ὀκτὼ τριγώνων συγκείμενον, ἅπερ κατὰ μὲν τὸ μέσον ἐφαρμοζούσας ἀλλήλαις ἔχουσι τὰς βάσεις τὰ ὑποκάτω τρίγωνα τοῖς ἄνω, κατὰ δὲ τὰ πέρατα τὰς κορυφὰς ἀλλήλων εἰς ἓν σημεῖον συννευούσας, τὰ τέσσαρα εἰς ἓν καὶ τὰ λοιπὰ τέσσαρα εἰς ἕτερον.
Aet Mund.536 τοῦτο δὲ τὸ σχῆμα καθ’ οἱανδήποτε τεθὲν θέσιν ὁμοίαν ἔχει τὴν ἄνω σχέσιν τῇ κάτω, ὡσαύτως καὶ κατὰ τὰ πλάγια. καὶ ὁ ἀὴρ μέσης πώς ἐστιν φύσεως τῶν τε βαρέων καὶ τῶν κούφων· ἔστιν γὰρ τῶν μὲν κουφοτέρων βαρύτερος, οἷον πυρός, τῶν δὲ βαρυτέρων κουφότερος, γῆς τε καὶ ὕδατος· καὶ κενῆς χώρας δραττόμενος ἐπί τε τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω, ὁμοίως καὶ ἐπὶ τὰ πλάγια μεταρρεῖ. διὰ ταύτην αὐτῷ τὴν αἰτίαν τὸ σχῆμα τοῦτο ἀφώρισεν. ταῦτα μὲν οὖν τὰ τέσσαρα σχήματα διὰ τὰς εἰρημένας αἰτίας τοῖς τέτρασιν στοιχείοις ὁ Πλάτων ᾠκείωσεν, τὸ δὲ πέμπτον, ὅπερ ἐστὶν τὸ δωδεκάεδρον, τῷ παντί· ἔστιν δὲ σχῆμα στερεὸν ἐκ δώδεκα πενταγώνων συγκείμενον ἔχον ἓν τῶν πενταγώνων βάσιν, ἐκ δὲ τῶν πέντε τοῦ πενταγώνου πλευρῶν πέντε πεντάγωνα ἀνεστηκότα καθ’ ἑκάστην πλευρὰν ἓν καὶ πάλιν ἐκ τῶν πέντε τούτων πενταγώνων ἄλλα πέντε συνεστῶτα ἐξ ἑκάστου ἓν συννεύοντα εἰς ἄλληλα καὶ ἐπὶ τούτοις ἄλλο πεντάγωνον ἐφ’ ἕδρᾳ τούτοις ἐπικείμενον. τὸ μὲν οὖν δωδεκάεδρον σχῆμα τοιοῦτόν ἐστιν. ὅνπερ οὖν τρόπον ἐπὶ τῶν ἄλλων τεσσάρων σχημάτων ἀπό τινος ἀναλογίας τὴν πρὸς αὐτὰ τῶν στοιχείων οἰκείωσιν ἐλαμβάνομεν, κατὰ τὸν αὐτὸν δὴ λόγον ἀνάγκη καὶ τὸ δωδεκάεδρον ἔκ τινος ἀναλογίας τῷ παντὶ ἐφαρμόζειν· ἔχοι δ’ ἂν πρὸς τὸ πᾶν οἰκειότητα πρῶτον μέν, ὅτι ἐγγύς πως καὶ αὐτὸ μιμεῖται σφαῖραν, καὶ τὸ πᾶν δὲ μία ἐστὶν στερεὰ σφαῖρα· ἔπειτα ὥσπερ τὸ δωδεκάεδρον ἐκ δώδεκα πενταγώνων σύγκειται, οὕτως καὶ ὁ πᾶς κόσμος ἐκ δώδεκα τῶν μεγίστων μερῶν συνέστηκεν, τεσσάρων μὲν τῶν στοιχείων, ἑπτὰ δὲ τῶν πλανωμένων σφαιρῶν καὶ μιᾶς τῆς ἀπλανοῦς (οὐδὲ γὰρ οἶδε Πλάτων τὴν ἐνάτην σφαῖραν τὴν ἄναστρον τὴν ὑπὸ τοῦ Πτολεμαίου ἐπινενοημένην, ἀλλ’ ὀκτὼ τὰς πάσας εἶναι βούλεται, ὡς ἐκ τῆς ψυχογονίας αὐτοῦ σαφῶς ἐδείξαμεν).
Aet Mund.537 καὶ ἄλλας μὲν οὖν αἰτίας οἱ ὑπομνηματισάμενοι ἀποδεδώκασιν τοῦ τὸ δωδεκάεδρον τῷ παντὶ κόσμῳ προσοικειῶσαι τὸν Πλάτωνα· ἀλλ’ ἵνα μὴ ἐπιπλέον ἐν τοῖς μὴ ἀναγκαίοις τὸν λόγον μηκύνωμεν, ἐνταῦθα καὶ τὰ περὶ τούτων ἡμῖν πέρας ἐχέτωσαν μηδεμιᾶς ὀχλήσεως μηδὲ ἐκ τούτου γινομένης τῷ Πλάτωνι, ὡς ἐκ τοῦ πέμπτου στοιχείου τὰ κατ’ οὐρανὸν συνίστησιν σώματα, ἤδη διὰ πλειόνων προαποδεδειγμένου, ὅτι τε σύνθετα αὐτὰ ἐκ τῶν τεσσάρων εἶναι βούλεται καὶ ὅτι οὐδὲ ἐνδέχεσθαι οἴεται ἕτερον ἁπλοῦν σῶμα φυσικὸν παρὰ τὰ τέσσαρα εἶναι στοιχεῖα. Τέλος λύσεως τοῦ τρισκαιδεκάτου λόγου. Πρόκλου διαδόχου λόγος τεσσαρισκαιδέκατος.
Aet Mund.538.(1n) “Τεσσαρισκαιδέκατος· πᾶς τεχνίτης ἢ αὐτὸς ὑφίστησιν τὴν ὕλην, οὗ ἐστιν αἴτιος, ἢ ποιεῖ οὖσαν εὐεργόν. κἂν ποιῇ δ’ εὐεργὸν οὖσαν, ὕλην αὐτὸς ποιεῖ· τὸ γὰρ εὐεργὸν ὕλην δείκνυσιν, ἀλλ’ οὐχ ἁπλῶς τὸ ὑποκείμενον· ἕως γοῦν ἐστιν μὴ εὐεργός, οὐκ ἔχει τὴν ὕλης δύναμιν· εἴτε οὖν ὑφίστησιν τὴν οἰκείαν ὕλην εἴτε οὖσαν ὡς ὑποκείμενον ἔχουσαν εὐεργὸν ποιεῖ, αὐτὸς ὕλην ποιεῖ τοῦ οἰκείου ἔργου πάντως. εἰ δ’ ἕκαστος τῶν μερικῶν τεχνιτῶν οὕτως, πολλῷ μᾶλλον ὁ θεῖος τεχνίτης ποιεῖ τὴν οἰκείαν ὕλην, αὐτὸ τοῦτο ὕλην ὑφιστὰς ἢ εὐεργὸν ἀποτελῶν, ἵνα μὴ τῶν τῇδε τεχνιτῶν ἀτιμότερος ᾖ δανειζόμενος ὕλην, ἣν οὐκ ἀποδώσει μὴ ὑποστήσας αὐτήν, καίτοι τῶν παρ’ αὐτοῦ δανειζομένων ὕλην εἰς τὴν γένεσιν τῶν θνητῶν ἀποδιδόντων τὰ δανεισθέντα μόρια. τὴν οὖν πρώτην ὕλην, ἣν ὁρίζεται γενέσεως ὑποδοχὴν καὶ τιθήνην, ἐπειδὴ τεχνίτης ἐστὶν τοῦ παντός, ὅ ἐστιν γένεσις, αὐτὸς ὑπέστησεν καὶ γενέσεως ὑποδοχὴν ἐποίησεν· οὐ γὰρ ἄλλο ἔχει τὸ εἶναι ἢ τὸ ὕλη εἶναι, εἴπερ ὅρος αὐτῆς τὸ εἶναι γενέσεως ὑποδοχήν. ὥστε εἴτε εὐεργὸν ἐποίησεν, γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν (τοῦτο δ’ ἦν τὸ εἶναι ὕλην), εἴτε ὑπέστησεν αὐτόθεν ὕλην, ἐποίησεν τὴν ὕλην ὁ τοῦ παντὸς τεχνίτης. διὸ καὶ πᾶς τεχνίτης τούτων ποιεῖ θάτερον· ὁπότερον δ’ ἂν ποιῇ τούτων, ὕλην ποιεῖ, καθάπερ εἴπομεν.
Aet Mund.539 εἰ δ’ οὖν τὴν ὕλην τὴν τῆς γενέσεως ὑποδοχὴν αὐτὸς ἐποίησεν ὁ τοῦδε τοῦ παντὸς τεχνίτης, ἢ καὶ τὰ ἴχνη τῶν εἰδῶν αὐτὸς ὑπέστησεν, ἀφ’ ὧν ἐγίνετο πλημμελῶς καὶ ἀτάκτως κινουμένη καθ’ ἑαυτὴν ἀκίνητος οὖσα καὶ παντελῶς ἀνείδεος, ἢ ἀλλαχόθεν εἰς τὴν ὕλην ἥκειν ταῦτα φήσομεν ἀπό τινος ἄλλου νοητοῦ καὶ αὐτοῦ θεοῦ. εἰ μὲν οὖν αὐτὸς τῶν ἰχνῶν τούτων αἴτιος, πῶς οὐκ ἀτοπώτατον ποιεῖν μὲν εὐεργὸν τὴν ὕλην εἰς τὴν τῆς γενέσεως ὑποδοχήν, διδόναι δὲ ταῦτα, ἀφ’ ὧν οὐκ εὐεργὸς ἔμελλεν ἀλλὰ δυσεργὸς ἔσεσθαι πρὸς τὴν τῆς γενέσεως ὑπόστασιν; τὸ γὰρ ἄτακτον τῷ τεταγμένῳ μάχεται· ἡ δὲ ὑποδοχὴ τῆς γενέσεως οὐ μάχεται πρὸς τὴν τεταγμένην γένεσιν. εἰ δὲ ἄλλος τις τῶν ἰχνῶν αἴτιος, πῶς οὐκ ἄλογον αὐτὸν μὲν εὐεργὸν ποιεῖν, ἐκεῖνον δὲ δυσεργόν, αὐτὸν δὲ περιμένειν γενέσθαι πρότερον δυσεργόν, ἣν ἐποίησεν εὐεργόν, ἵν’ ὕστερον ποιήσῃ καὶ τοῦτο, οὗ ἕνεκα εὐεργὸν ἐποίει τὴν ὕλην, ὥσπερ οὐκ ὂν δυνατὸν τὸ ἐπιτήδειον τελειοῦν μὴ γενόμενον ἀνεπιτήδειον· εἰ μὲν γὰρ εὐεργὸν ἐποίει πρὸς τὸ τὰ ἴχνη δέξασθαι μόνα τῶν εἰδῶν αὐτὰ καθ’ αὑτά, ἄτοπον (ἔσται γὰρ εὐεργὸν ποιῶν πρὸς τὸ ἄτακτον γενέσθαι γένεσιν), εἰ δὲ πρὸς 〈τὸ〉 τὴν τεταγμένην δέξασθαι γένεσιν, πῶς, ἐξὸν ἅμα τῷ εὐεργὸν ἀποτελέσαι τὴν τοιαύτην ὑποστῆσαι γένεσιν, περιέμενεν γενέσθαι τὴν ἑτέραν, ἵν’ οὕτως ἐνθῇ τῷ ἀτάκτῳ τάξιν, ὥσπερ ἄνευ ἀταξίας τάξιν ὑποστῆσαι μὴ δυνάμενος; εἰ δὴ ταῦτα ἄτοπα καὶ οὐ πρότερα τὰ ἴχνη τῶν εἰδῶν τῆς ἐπ’ αὐτοῖς τάξεως, ἀγένητον δὲ μετὰ τῶν ἰχνῶν τὸ ὑποκείμενον, ἀγένητος καὶ ἡ ἐπ’ αὐτοῖς τάξις καὶ οὐ πρότερόν τι καὶ ὕστερον τούτων.
Aet Mund.540 ἀλλὰ μὴν οὐδὲ ὕλη πρότερον, εἶτα ἡ τῶν ἰχνῶν γένεσις· τὸ γὰρ εἶναι αὐτῆς ὕλη ἐστὶν εἶναι αὐτῇ· ἐν αὐτῇ οὖν ἐστιν καὶ τὰ ἴχνη, ἀφ’ οὗ ἐστιν ὕλη, καὶ οὐ προτέρα τῶν ἰχνῶν· ἅμα γὰρ αὐτὴ ἐπιτηδεία λαβεῖν καὶ τὸ διδὸν ἐνδίδωσιν τὰ ἴχνη αὐτῷ τῷ εἶναι διδόν. εἰ οὖν ἀγένητός ἐστιν καὶ ἄφθαρτος ἀεὶ οὖσα, ἀεὶ εἶχεν τὰ ἴχνη τῶν εἰδῶν. ἀλλὰ μὴν ἅμα τούτοις καὶ ἡ τάξις, ὡς δέδεικται· ἡ τάξις ἄρα ἀγένητός ἐστιν καὶ ἄφθαρτος καὶ τῶν τριῶν οὐδὲν πρῶτον οὐδὲ δεύτερον οὐδὲ τρίτον, πλὴν εἰ τῇ ἐπινοίᾳ μόνον· ὥστ’ ἀρθείσης τῆς ἐπινοίας ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη, ἡ τάξις. ἀφ’ οὗ δὲ τάξις ἐστίν, καὶ κόσμος ἐστίν· ὥστ’ ἀγένητος ἂν εἴη καὶ ἄφθαρτος.” Κεφάλαια τῆς λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου. αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ τεσσαρισκαιδεκάτου ἐπιχειρήματος. βʹ. Ὅτι οὐδὲν τὸ σύνολον πραγματειῶδες ἔχει τὸ προκείμενον ἐπιχείρημα. καὶ ὅτι, εἰ καὶ πᾶσιν τοῖς ἐν τούτῳ λεγομένοις συγχωρήσωμεν, μόνῳ δὲ τῷ εἶναι τὴν ὕλην ἀίδιον ἐνστῶμεν ὡς ἤδη ἐληλεγμένῳ, οὐκέτι συνάγεται τὸ ἀίδιον εἶναι τὸν κόσμον. γʹ.
Aet Mund.541 Ὅτι οὐ παντοκάλως ἐξείληφεν ὁ Πρόκλος τὸ λεγόμενον ὑπὸ Πλάτωνος πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι. καὶ Πορφυρίου εἰς τὸν τόπον ἐξήγησις. καὶ ὅτι οὐδ’ οὕτως συνάγεται τὸ κατὰ Πλάτωνα ἀγένητον εἶναι τὸν κόσμον. Λύσις τοῦ τεσσαρισκαιδεκάτου λόγου. αʹ. Τὸ προκείμενον τεσσαρισκαιδέκατον ἐπιχείρημα πραγματειῶδες μὲν οὐδὲν ἔχει τὸ σύνολον οὐδὲ πρότασίν τε καὶ ἀρχήν, ᾗ ἄν τις συγχωρήσειεν ὡς ἐκ τῆς τῶν πραγμάτων ὁμολογουμένῃ φύσεως, ἐξ ὑποθέσεων δὲ ὅλον ἀναποδείκτων εἴληπται, ὧν τὰς μὲν Πλάτων ὑπέθετο, τὰς δὲ καὶ αὐτὸς ὁ Πρόκλος ὡς συμφώνους δῆθεν τῇ Πλάτωνος διανοίᾳ συνελογίσατο, ἐξ ὧν λοιπὸν ὑποθέσεων ὡς ἐξ ἀρχῶν Πλατωνικῶν τὸ ἀγένητον εἶναι τὸν κόσμον συνήγαγεν. τοῦ γὰρ Πλάτωνος ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸν τεταγμένον κόσμον γενέσθαι εἰπόντος (‘βουληθεὶς γάρ‘, φησίν, ‘ὁ θεὸς ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον‘), τί δὲ ἦν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, μὴ σαφῶς διαρθρώσαντος Πλάτωνος, ἔτι δὲ καὶ τὴν ὕλην ἀνείδεον μὲν εἶναι λέγοντος ὑποδοχὴν δ’ ὅμως καὶ τιθήνην γενέσεως, πάλιν δὲ τοῦ αὐτοῦ ὑποθεμένου καὶ λέγοντος, ὡς, ὅταν ἐπεχείρει τὸ πᾶν δημιουργεῖν ὁ θεός, πρῶτον μὲν τὰ στοιχεῖα εἰδοποιήσας διεσχημάτισεν, καὶ πρὶν δὲ τὰ στοιχεῖα γενέσθαι προϋπάρχειν αὐτῶν τὰ ἴχνη ἀλόγως καὶ ἀμέτρως ἔχοντα, ἐντεῦθεν ὁ Πρόκλος ὥσπερ συλλογισάμενος διὰ τὸ πᾶν τὸ γινόμενον ἐξ ὕλης δοκεῖν γίνεσθαι τὴν ὕλην εἶναί φησιν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐξ οὗ τὸ τεταγμένον ὁ θεὸς ποιῆσαι παρὰ Πλάτωνι λέγεται· εἶτα ἐπειδὴ παντελῶς ἀνείδεον εἶναι τὴν ὕλην ὁ Πλάτων ὑπέθετο, ἀνείδεος γὰρ οὖσα καὶ πάντῃ ἐστὶν ἀκίνητος μηδὲ πλημμελῶς καὶ ἀτάκτως κινεῖσθαι δυναμένη (τὸ γὰρ ὅλως κινούμενον, κἂν πλημμελῶς κινῆται, εἶδός τι ἔχειν ἀνάγκη), διὰ τοῦτο οὐ παντελῶς ἀνείδεον οὖσαν τὴν ὕλην πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι (αὐτὴ γὰρ καθ’ αὑτὴν πάντῃ ἐστὶν ἀκίνητος), ἀλλ’ οὐδὲ παντελῶς εἰδοπεποιημένην (οὐ γὰρ ἂν ἔτι πλημμελῶς τε καὶ ἀτάκτως ἐκινεῖτο τέλεια τὰ εἴδη ἔχουσα), ἀλλὰ τὰ εἰρημένα ἴχνη ἀμυδρά τε ὄντα καὶ πρόδρομα τῶν τελείων εἰδῶν δεξαμένην καὶ οἱονεὶ σκιαγραφηθεῖσαν δι’ αὐτῶν τὴν ἐσομένην εἰδοποιίαν πλημμελῶς φησιν καὶ ἀτάκτως κινεῖσθαι, ὥσπερ ἂν εἴ τις τὰ μήπω τῶν ἐμβρύων διηρθρωμένως μεμορφωμένα νοήσειεν ἀλλ’ ἔτι συγκεχυμένους τῆς διαμορφώσεως τοὺς τύπους ἔχοντα.
Aet Mund.542 ὅθεν κινεῖσθαι μέν φησιν τὴν ὕλην ὡς ἤδη τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, πλημμελῶς δὲ καὶ ἀτάκτως, κινεῖσθαι δ’ αὐτὸ τὸ ἀτελὲς τῆς εἰδοποιίας καὶ ἀδιάρθρωτον· εἰ γὰρ τῷ τεταγμένῳ τὸ ἄτακτον ἀντίκειται καὶ τῷ τελείῳ τε καὶ διηρθρωμένῳ τὸ ἀτελές τε καὶ ἀδιάρθρωτον, τὰ δὲ τέλεια εἴδη τῆς τεταγμένης κινήσεώς ἐστιν αἴτια, καὶ τὰ ἀδιάρθρωτα ἄρα καὶ ἀτελῆ καὶ οἱονεὶ ἴχνη τῶν τελείων τῆς ἀτάκτου κινήσεως αἴτια ἔσται.
Aet Mund.543 ταύτας οὖν τὰς ὑποθέσεις λαβὼν ὁ Πρόκλος ὁ καὶ πρὸ τούτων δείξας ἐν ἀρχῇ τοῦ λόγου, ὡς καὶ αὐτὴν τὴν ὕλην ὁ τοῦ κόσμου δημιουργὸς καὶ τεχνίτης ἐποίησεν, ἐπεὶ καὶ πᾶς τεχνίτης αὐτὸς ἑαυτῷ τὴν οἰκείαν ὕλην παρασκευάζει, καὶ ὅτι καὶ τὰ πρόδρομα πάλιν τῶν εἰδῶν ἴχνη, ἐξ ὧν πλημμελῶς καὶ ἀτάκτως κινουμένη γέγονεν ἡ ὕλη, αὐτὸς ἐν αὐτῇ ὁ τῆς ὕλης δημιουργὸς ὑπέστησεν, συλλογίζεται ἐφεξῆς, ὡς οὐχ οἷόν τέ ἐστιν κατὰ χρόνον ταῦτα ἀλλήλων διακεκρίσθαι, ὡς πρώτην μὲν τὴν ἀνείδεον ὕλην ὑφίστασθαι, εἶτα ἐφεξῆς αὐτῇ τὰ ἴχνη τῶν εἰδῶν ἐντίθεσθαι καὶ τρίτον τὸ ἄτακτον κοσμεῖσθαί τε καὶ τάττεσθαι, χωρὶς εἰ μὴ τῇ ἐπινοίᾳ, φησίν, ταῦτά τις ἀπ’ ἀλλήλων χωρίζοι. ἀτόπου οὖν δειχθέντος τοῦ ἀνὰ μέρος καὶ ἰδίᾳ τούτων θεωρεῖν ἕκαστον (οὔτε γὰρ ἡ ὕλη ποτὲ ἀνείδεος ἦν οὔτε τοῦ τεταγμένου προηγεῖτο τὸ ἄτακτον) ἀνάγκη πᾶσα ἅμα πάντα εἶναι, τὴν ὕλην, τὰ ἴχνη τῶν εἰδῶν, αὐτὰ τὰ τέλεια εἴδη· ἅμα τε γὰρ τῷ εἶναι ἐπιτηδεία ἐστὶν ἡ ὕλη τὰ ἴχνη τῶν εἰδῶν δέξασθαι ὑποδοχὴ γενέσεως οὖσα καὶ ἐν τούτῳ τὸ εἶναι ἔχουσα καὶ εὐθὺς αὐτῇ ταῦτα ἐγγίνεται καὶ ἅμα τῷ παρεῖναι τὰ τῶν εἰδῶν ἴχνη καὶ ἡ τάξις εὐθὺς καὶ τὰ τέλεια εἴδη ἐπιγίνεται· εἰ γὰρ καὶ τῇ ἐπινοίᾳ ταῦτα διακέκριται, ἀλλ’ οὖν ὁ θεὸς ἅμα πάντα ὑφίστησιν, ὥσπερ ἅμα τε σῶμά ἐστιν καὶ πεποιωμένον σῶμα καίτοι τῆς ποιότητος ἑτέρας οὔσης τῷ ἰδίῳ λόγῳ τοῦ σώματος.
Aet Mund.544 ταῦτα συλλογισάμενος ὁ Πρόκλος καὶ λαβὼν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν, τουτέστιν ἀρχὴν οὐκ ἔχει τοῦ εἶναι, ὅπερ Πλάτων οὐδαμοῦ λέγων φαίνεται, εἰκότως συνάγει, ὡς, εἴπερ ἅμα πάντα ἐστίν, ἡ ὕλη, τὰ ἴχνη τῶν εἰδῶν, ἡ τάξις, ἡ δὲ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος, καὶ ἡ τάξις ἄρα, τουτέστιν ἡ κοσμοποιία, ἀγένητός ἐστιν καὶ ἄφθαρτος. τοιαύτη τίς ἐστιν πᾶσα ἡ τοῦ προκειμένου λόγου οἰκονομία καὶ μέθοδος. βʹ. Τὰ μὲν οὖν πρὸ τούτου ἐπιχειρήματα πάντα, εἰ καὶ τὰς ἀρχὰς καὶ προτάσεις τῶν συλλογισμῶν ὡς δοκούσας ἁπλῶς ἐλάμβανεν Πλάτωνι, ἀλλ’ οὖν εἴχοντό πως καὶ τῶν κοινῇ δοκούντων αἱ ὑποθέσεις, οἷον τὸ ἐκ τῆς ἀγαθότητος τοῦ θεοῦ, δι’ ἣν πάντα ποιεῖ, ἀίδιον εἶναι τὸν κόσμον συλλογίζεσθαι, τὸ ἐκ τοῦ τὸ τοῦ κόσμου παράδειγμα αἰωνίως τῷ δημιουργῷ συνυπάρχειν καὶ πρὸς εἰκόνα λέγεσθαί τε καὶ εἶναι τὸ παράδειγμα τὸ δεῖν τὸν θεὸν ἀεὶ ἐνεργείᾳ εἶναι δημιουργόν, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· τὸ δὲ προκείμενον οὐδεμιᾶς ὅλως ἐχόμενον ὑποθέσεως τὸ πιθανὸν ἢ πιστὸν οἴκοθεν ἐχούσης οὐ πολλὴν ἡμῖν κινεῖ φροντίδα εἰς τὸ ἀπελέγχειν, ὅπῃ τε καλῶς ἔχῃ καὶ ὅπῃ μὴ συλλελόγισται. εἰδέναι μέντοι δεῖ, ὡς τὴν ἀφορμὴν πᾶσαν καὶ τὴν ἰσχὺν τοῦ συλλογίσασθαι ἀγένητον εἶναι τὸν κόσμον ἐν τῷ προκειμένῳ ἐπιχειρήματι οὐδαμόθεν ἔσχεν, εἰ μὴ ἐκ τοῦ λαβεῖν πάλιν, ὡς ἡ ὕλη ἀγένητός ἐστιν καὶ ἄφθαρτος· κἂν γὰρ ταῖς ἄλλαις ἁπάσαις ὑποθέσεσι συγχωρήσωμεν οὐ μόνον ὡς Πλάτωνι δοκούσαις ἀλλὰ καὶ ὡς ἀληθέσι, ἔτι δὲ καὶ οἷς αὐτὸς ὁ Πρόκλος ἐκ τῶν εἰλημμένων Πλάτωνος ὑποθέσεων συλλελόγισται, μόνῳ δὲ τῷ τὴν ὕλην ἀίδιον εἶναι μὴ συγχωρήσωμεν διὰ τὸ μήτε Πλάτωνι μήτε τῇ ἀληθείᾳ δοκεῖν τῶν λόγων τῶν ἀίδιον εἶναι τὴν ὕλην κατασκευαζόντων ἐν τῷ ἑνδεκάτῳ λόγῳ ἐληλεγμένων, οὐκέτι τὸ ἀγένητον εἶναι τὸν κόσμον τῶν λοιπῶν κειμένων ὑποθέσεων συμβήσεται· ἅμα μὲν γὰρ τῷ τὴν ὕλην ὑποστῆναι εὐθὺς καὶ τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ γέγονε καὶ ἡ τάξις, καὶ οὐδὲν τούτων οὔτε πρότερόν ἐστιν οὔθ’ ὕστερον, ἀρχὴν δὲ τῆς ὕλης ἐχούσης ἀρχὴν ἕξει καὶ ἡ τάξις καὶ ὁ κόσμος.
Aet Mund.545 ὅτι μὲν οὖν, εἴ τις τὰς εἰρημένας ὑποθέσεις ὑπόθοιτο (πρῶτον μὲν τὴν ἀνείδεον εἶναι ὕλην, εἶτα τὰ ἴχνη τῶν εἰδῶν ἐν αὐτῇ ὑφίστασθαι, ἐξ ὧν γίνεται τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἶτα λοιπὸν τὸ ἄτακτον εἰς τάξιν ἄγεσθαι), ψεῦδός τε ὑποτίθεται καὶ καλῶς ὁ Πρόκλος τοῖς ἐλέγχοις ἐχρήσατο, καὶ ἡμεῖς ὁμολογοῦμεν· οὐ τὸ ἐλέγξαι δὲ τὰς ὑποθέσεις ταύτας τοῦτ’ ἔστιν δεῖξαι, ἢ ὅτι οὐχὶ ταῦτα οὕτως ὁ Πλάτων ὑπέθετο ἢ ὅτι οὐ γεγονέναι τὸν κόσμον ἀπό τινος ἀρχῆς ἀρξάμενον πρὶν γενέσθαι οὐκ ὄντα εἴρηκεν ἐκεῖνος.
Aet Mund.546 γʹ. Ἀλλ’ οὐδὲ ἄντικρυς τοῦτο ἔστιν λαβεῖν, ὡς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην ὁ Πλάτων ἔλεγεν τὴν τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην. ὁ γοῦν Πορφύριος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν αὐτὸ δὴ τοῦτο τοῦ Τιμαίου τὸ μέρος ἐξηγούμενος οὐ τὴν ὕλην φησὶν μετὰ τῶν ἰχνῶν τὸ πλημμελῶς εἶναι καὶ ἀτάκτως κινούμενον, ὡς ἐν τούτοις ὁ Πρόκλος φησίν, ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους γενόμενα σώματα, ἐξ ὧν ὁ κόσμος συνέστηκεν· οὐ γὰρ εἶναι κόσμου ἀρχὰς ὕλην καὶ εἶδος, ἀλλὰ ταῦτα μὲν σώματος εἶναι ἀρχάς (ἐξ ὕλης γὰρ καὶ εἴδους τὰ σώματα), κόσμου δὲ ἀρχὰς τὰ ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα· ἅπερ εἴ τις αὐτὰ καθ’ αὑτὰ τοῦ τάξαντος χωρὶς ἐπινοήσειεν, ἐν κινήσει μὲν αὐτὰ πάντως θεάσεται διὰ τὸ φυσικὰ εἶναι σώματα, τὴν δὲ φύσιν κινήσεως εἶναι καὶ ἠρεμίας ἀρχήν, ἐν πλημμελεῖ δὲ πάντως καὶ ἀτάκτῳ κινήσει διὰ τὸ τὴν ἐμμελῆ καὶ εὔτακτον κίνησιν θεόθεν αὐτοῖς ἐπιγίνεσθαι· εἰ γὰρ γενόμενα μὲν καὶ ὑποστάντα θεωρηθείη, μὴ ταχθέντα δὲ καὶ τὴν προσήκουσαν θέσιν καὶ πρὸς ἄλληλα σχέσιν ἀπειληφότα, τί λείπεται ἢ ἄτακτον καὶ πλημμελῆ κίνησιν αὐτὰ κινεῖσθαι, ὡς πλοῖον τοῦ κυβερνοῦντος καὶ ἅρμα τοῦ ἡνιοχοῦντος ἐστερημένον; ‘ὅτι δέ‘, φησὶν ὁ Πορφύριος, ‘τὰ σώματα λέγει Πλάτων καὶ οὐ τὴν ὕλην τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, τεκμήριον τὸ ὁρατὸν εἶναι λέγειν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐξ οὗ τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἐποίησε· πᾶν γάρ, φησὶν ὁ Πλάτων, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας.
Aet Mund.547 τὰ δὲ ὁρατὰ τί ἂν εἴη‘, φησὶν ὁ Πορφύριος, ‘ἢ σώματα; ἡ γὰρ ὕλη ἀειδὴς καὶ ἄμορφος κατ’ αὐτὸν Πλάτωνα καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη. κἂν τὰ ἴχνη δὲ τῶν εἰδῶν ἡ ὕλη δεξαμένη νοῆται, ἐπειδὴ τὰ ἴχνη τῶν εἰδῶν οὔπω εἴδη δηλονότι, ἔτι αὐτὴν ἀσώματόν τε καὶ ἀνείδεον ὑπονοεῖν ἀνάγκη, ὡς καὶ τὰ ἴχνη καὶ ἡ σκιαγραφία τῆς Σωκράτους εἰκόνος οὔπω Σωκράτους ἐστὶν εἰκών. εἰ δὲ καὶ τὰ ἴχνη δεξαμένη ἔτι ἐστὶν ἀσώματος καὶ διὰ τοῦτο ἀόρατος ἅτε δὴ μήπω σωματωθεῖσα, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν εἶναί φησιν ὁ Πλάτων, οὐκ ἄρα τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον τὴν ὕλην εἶναί φησιν ὁ Πλάτων τὰ ἴχνη τῶν εἰδῶν δεξαμένην, τὰ σώματα δὲ μᾶλλον τὰ μήπω τῆς προσηκούσης τάξεωσ‘. εἰ μὲν οὖν ταῦθ’ οὕτω διακεκρίσθαι κατὰ χρόνον ὁ Πλάτων ἔλεγεν, λέγω δὴ τά τε σώματα τὰ ἐξ ὧν ὁ κόσμος καὶ τὴν ἐπ’ αὐτοῖς τάξιν, οὐδεὶς ἂν οἶμαι τὸν λόγον νοῦν ἔχων ἀπεδέξατο· ἅμα γὰρ ὑφίστησιν ὁ θεὸς μετὰ τῆς προσηκούσης τάξεως ἕκαστον. εἰ δὲ διδασκαλίας χάριν, ᾗ φησιν ὁ Πορφύριος, ταῦτα ὑπέθετο, ἐφ’ ᾧ συνιδεῖν, τί μὲν αὐτὰ καθ’ αὑτὰ ἀπὸ τῆς ἰδίας ἔχει τὰ σώματα φύσεως καὶ αὐτῆς δηλονότι τῆς φύσεως αὐτῶν θεόθεν παρασχεθείσης, τί δὲ ἀπὸ τοῦ τάξαντος αὐτὰ θεοῦ προσγίνεται, οὐδὲν μὲν ἴσως ἔγκλημα ὁ λόγος ἕξει, οὐκ ἐντεῦθεν δέ, ὡς ἂν οἰηθείη τις, συνάγεται τὸ ἄναρχον εἶναι κατὰ Πλάτωνα τὸν κόσμον σαφῶς ἐκείνου γενέσεως ἔχειν αὐτὸν ἀρχὴν εἰπόντος καὶ πρὶν γενέσθαι μὴ εἶναι καί, ἐπείπερ ἐγένετο, μήτε ἄλυτον εἶναι πάμπαν μήτε ἀθάνατον, εἰ καὶ ἐπίκτητον καὶ ἐπισκευαστὴν παρὰ τοῦ θεοῦ τὴν ἀθανασίαν λαμβάνοι· ἐπεὶ καὶ πόλιν ἐπισκευαζομένην ἀθάνατον διαμένειν ἐνδέχεται.
Aet Mund.548 καὶ τὸ πανταχοῦ δὲ ταῦτα περὶ τῆς τοῦ κόσμου γενέσεως λέγειν Πλάτωνα καὶ τὸ κατὰ φύσιν αὐτὸν εἶναι λύσεως δεκτικόν, μηδαμοῦ δὲ μηδὲ ψιλὸν ἀφεῖναι ῥῆμα, ὡς ἢ ἀγένητος εἴη ὁ κόσμος ἢ ἀρχὴν τοῦ εἶναι οὐκ ἔχει ἢ κατὰ φύσιν ἄφθαρτος εἴη ἢ ἕτερόν τι τοιοῦτο παραπλήσιον, πῶς οὐ μεγίστην ἔχει τῆς Πλάτωνος διανοίας ἀπόδειξιν τὸ γενητὸν εἶναι κατὰ χρόνον οἴεσθαι, τουτέστιν τῇ τοῦ χρόνου γενέσει συνάρξασθαι οὐκ ὄντος ἀιδίου τοῦ χρόνου; χρόνον γάρ φησιν μετ’ οὐρανοῦ γεγονέναι, ἵν’ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν τις αὐτῶν λύσις γένηται. εἰ γὰρ καὶ ἐν Τιμαίῳ ἅτε δὴ περὶ τοῦ κόσμου διδάξαι προθέμενος διδασκαλίας 〈χάριν〉, ὥς φασιν, γένεσιν αὐτοῦ ὑπέθετο, τί δήποτε, εἰ καὶ ἐν πολιτικῷ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν τὰ αὐτὰ περὶ τῆς τοῦ κόσμου λέγει γενέσεως, οὐδαμοῦ δὲ κατ’ οὐδένα τρόπον ὡς ἀγένητος εἴη ἐδίδαξεν; ἀλλ’ ἐπειδὴ ταῦθ’ ἡμῖν ἐντελέστερον ἐν τῷ ἕκτῳ εἴρηται λόγῳ καὶ μᾶλλον τῆς ἐκ τῶν πραγμάτων ἐχόμεθα ἀποδείξεως καὶ οὐχὶ τὰ δοκοῦντα μόνον Πλάτωνι νῦν ἡμῖν ἐξετάζειν πρόκειται, αὐτοῦ καὶ τοῦτον περιγράφομεν τὸν λόγον, ἵνα μὴ περιττὸν ὄχλον τοῖς ἐντυγχάνουσιν ἐπιφέρωμεν.
Aet Mund.549 Τέλος λύσεως τοῦ τεσσαρισκαιδεκάτου λόγου. Πρόκλου διαδόχου λόγος πεντεκαιδέκατος. “Πεντεκαιδέκατος τοίνυν νοείσθω τοιόσδε· τὸ παράδειγμα τοῦ κόσμου τρισὶν τούτοις αὐτὸς ὀνόμασιν ὑμνεῖ, μονογενές, αἰώνιον, παντελές. 〈τούτων δὲ τὸ μὲν παντελὲσ〉 ὑπάρχει μόνῳ τῷ παντί· τῶν γὰρ ἄλλων οὐδὲν παντελές· διὸ καὶ αὐτὸς τὸν ὅλον φησὶν κόσμον εἰκάσθαι τῷ παντελεῖ ζῴῳ μόνον. τὸ δὲ μονογενὲς οὐδὲ τοῦτο πᾶσιν πάρεστιν, εἰ καὶ τοῖς ἐν οὐρανῷ πᾶσιν· ἕκαστον γὰρ ἐκείνων μονογενές. τὸ δὲ ἀεὶ εἶναι τοῦτο πᾶσιν κοινὸν εἶναι τῶν εἰδῶν ἤ, εἰ μηδὲ τοῦτο, τί πᾶσιν ἥκει κοινὸν οὐχ εὑρήσομεν τοῖς εἴδεσιν. εἰ δὴ πᾶν εἶδος ἔχειν δεῖ τὸ ἀεί (τοῦτο γὰρ εἰκὼν τοῦ αἰωνίου), τί τὸ ἀεί, σκόπει, πότερον τὸ κατὰ τὸν ἄπειρον χρόνον ἐφ’ ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν· εἰ γὰρ τοῦτο εἴη τὸ ἀεί, τί ποτ’ ἔσται τὸ τῷ αἰωνίῳ ὡμοιωμένον; ἐκεῖνο μὲν γὰρ οὐδαμῇ ἔχει τὸ ποτέ οὐδὲ παράτασιν οὐδὲ τὸ πρότερον καὶ ὕστερον ἀλλὰ τὸ κατ’ ἄμφω ἄπειρον, οὐχ ἅμα δὲ τὸ ἄπειρον ἀλλὰ γινόμενον.
Aet Mund.550 εἰ δὲ τοῦτό ἐστιν τὸ αἰώνιον, ἢ οὐδέν ἐστιν ἐκείνῳ ὅμοιον ἢ πρὸ πάντων ὁ κόσμος. ἀλλὰ τὸ μηδὲν ἄτοπον, τοῦ δημιουργοῦ ἀρίστου ὄντος καὶ βουλομένου ὅμοια ποιεῖν [ἐν] τῷ παραδείγματι καὶ ποιοῦντος. ὁ ἄρα κόσμος ὅμοιος ὢν μάλιστα τῷ παραδείγματι τὸ ἀεί ἔχει κατ’ ἄμφω καὶ οὐ κατὰ θάτερα μόνον. ἔσται οὖν ὁμοίως τῷ παραδείγματι ὅμοιον καὶ τὸ ἄτακτον διὰ τὸ ἀγένητον καὶ τὸ τεταγμένον διὰ τὸ ἄφθαρτον. εἰ οὖν ταῦτα ἀδύνατα καὶ πᾶν τὸ ἀγένητον ἄφθαρτον καὶ πᾶν τὸ ἄφθαρτον ἀγένητον, ἵν’ ᾖ τὸ συναμφότερον ὅμοιον τῷ αἰωνίῳ ἀλλὰ μὴ τὸ κατὰ θάτερον ἄπειρον καὶ διὰ τοῦτο οὐδὲν μᾶλλον τοῦ ἀτάκτου τὸ τεταγμένον, κατ’ ἄμφω ἄρα τὸ πρὸς τὸ παράδειγμα γεγονὸς ὅμοιον ὤφειλεν εἶναι τῷ παραδείγματι. τὸ δὲ πρὸς τὸ παράδειγμα γεγονός ἐστιν ὁ κόσμος· οὔτε ἄρα γένεσιν ἔχων ἄφθαρτός ἐστιν οὔτε ἀγένητος ὢν ἔχοι ἄν τινα φθοράν (τοῦτο γὰρ κατὰ θάτερον ἄπειρον), ἀλλὰ ἀγένητος ἅμα καὶ ἄφθαρτος καὶ κατ’ ἄμφω τὴν ἀπειρίαν ἔχων, ἵν’ ᾖ τῷ αἰωνίῳ κατὰ πάντα ὅμοιος παραδείγματι, καθάπερ αὐτός φησιν.” Κεφάλαια τῆς λύσεως τοῦ ιεʹ λόγου.
Aet Mund.551.(1n) αʹ. Ἐξήγησις τῆς διανοίας τοῦ ιεʹ ἐπιχειρήματος. βʹ. Ὅτι οὐκ ὀρθῶς τὴν πρὸς τὸ αἰώνιον τοῦ κόσμου παράδειγμα ὁμοίωσιν ἐξείληφεν ὁ Πρόκλος. καὶ πῶς κατὰ Πλάτωνα ὡμοίωται ὁ κόσμος τῷ αἰωνίῳ παραδείγματι αὐτὸς ἀρχὴν ἔχων τοῦ εἶναι. γʹ. Ὅτι, εἰ ἀκριβῆ τὴν ὁμοίωσιν τοῦ κόσμου πρὸς τὸ παράδειγμα ἀπαιτήσωμεν, οὐδ’ ὅλως ὡμοιῶσθαι τῷ παραδείγματι τὸν κόσμον ἐνδέχεται. καὶ ὅτι κατὰ δύναμιν δεῖ τὴν εἰκόνα ὡμοιῶσθαι τῷ παραδείγματι, ὡς καὶ τῶν ὄντων ἕκαστον παραπλήσιον λέγεται θεῷ γεγονέναι κατὰ δύναμιν. Λύσις τοῦ πεντεκαιδεκάτου λόγου. αʹ. Ὁ προκείμενος πεντεκαιδέκατος λόγος ὁ αὐτός ἐστιν σχεδὸν τῷ δευτέρῳ· καὶ ἐν τούτῳ γὰρ καὶ ἐν ἐκείνῳ ἐκ τοῦ ἀεὶ εἶναι κατὰ Πλάτωνα τὸ τοῦ κόσμου παράδειγμα τὸ καὶ τὴν τοῦ παραδείγματος εἰκόνα τὸν κόσμον ἀεὶ εἶναι συνελογίσατο, ἀλλ’ ἐκεῖ μὲν ἐκ τοῦ πρὸς ἄλληλα εἶναι τὴν εἰκόνα καὶ τὸ παράδειγμα καὶ μὴ δύνασθαι 〈θάτερον εἶναι θατέρου μὴ ὄντοσ〉 (θατέρου οὖν ἀεὶ ὄντος, τοῦ παραδείγματος, καὶ τὸ λοιπόν, τὴν εἰκόνα, φησίν, ἀεὶ εἶναι ἀνάγκη), ἐνταῦθα δὲ ἐκ τοῦ δεῖν πάντως, ὡς δοκεῖ Πλάτωνι, ὁμοίαν εἶναι τὴν εἰκόνα τῷ παραδείγματι. τὸ δὲ παράδειγμα τοῦ κόσμου, φησίν, τρισὶν ἐξυμνεῖ τούτοις ὀνόμασιν ὁ Πλάτων, παντελὲς αὐτὸ καλῶν, μονογενές, αἰώνιον.
Aet Mund.552 εἰ οὖν κατὰ τὸ παντελὲς τῷ ἑαυτοῦ παραδείγματι, φησίν, ὡμοίωται, εἴπερ ὅλον ἐστὶν καὶ πᾶν ὁ κόσμος ἐν αὑτῷ πάντα περιέχων καὶ οὐδὲν ἀπολελοιπὼς ἔξωθεν, ἀλλὰ δὴ καὶ εἷς ἐστιν καὶ μονογενής (‘ἵνα γάρ‘, φησὶν Πλάτων, ‘τόδε κατὰ τὴν μόνωσιν ὅμοιον εἴη τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ’ εἷς ὅδε μονογενὴς γεγονὼς οὐρανὸς ἔστιν καὶ ἔσται‘), ἀνάγκη οὖν δήπου, φησὶν ὁ Πρόκλος, καὶ κατὰ τὸ τρίτον ὡμοιῶσθαι τὸν κόσμον τῷ παραδείγματι, λέγω δὴ τὸ ἀεί. πῶς οὖν, φησίν, ὁμοιωθείη ἂν κατὰ τοῦτο; πότερον κατὰ τὸν ἄπειρον χρόνον ἐφ’ ἑκάτερα ὢν ἢ ἐπὶ θάτερα μόνον ἔχων τὸ ἄπειρον, κατὰ τὸ τέλος, ὥς φησιν ὁ Πλάτων, κατὰ δὲ τὴν ἀρχὴν οὐκέτι; ἀλλ’ εἴπερ ἐκεῖνο αἰώνιον ὑπάρχον μήτε ἀρχὴν τοῦ εἶναι μήτε τέλος ἔχῃ, δηλονότι οὐ τὸ κατὰ θάτερα ἄπειρον αὐτῷ ὡμοίωται ἀλλὰ τὸ κατ’ ἄμφω. ὥστε, φησίν, εἴπερ ὅμοιος τῷ παραδείγματι κατὰ τὸ ἀεί ὁ κόσμος ἐστίν, ἐφ’ ἑκάτερα ἕξει τὸ ἄπειρον οὔτε ἀρχὴν τοῦ εἶναι οὔτε τέλος ἔχων. ὅτι μὲν οὖν, εἴπερ καὶ εἶναί τις κατὰ Πλάτωνα τὰς ἰδέας καὶ τὰ παραδείγματα συγχωρήσειεν, οὐκ ἀνάγκη ἅμα ἢ εἶναι ἢ μὴ εἶναι τὰς τοιαύτας εἰκόνας τοῖς παραδείγμασιν, εἴρηται ἐν ἐκείνοις· νῦν δὲ οὐ πρὸς αὐτὰ τὰ πράγματα ἀλλὰ πρὸς ὑποθέσεις Πλάτωνος ἡμῖν ὁ λόγος εὐθύνεται, εἴπερ εἰκάσθαι μέν φησιν ὁ Πλάτων τὸν κόσμον τῷ παραδείγματι, ἐκεῖνο δὲ εἶναι αἰώνιον.
Aet Mund.553 ἀνάγκη οὖν αὐτὸν καὶ ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀτελεύτητον οἴεσθαι· οὕτω γὰρ μόνως ἐφάνη κατὰ τὸ ἀεί τῷ ἰδίῳ παραδείγματι ὁ κόσμος ὁμοιούμενος. βʹ. Ἀλλ’ οἶμαί γε, εἴ τις ἀκριβῶς καὶ αὐτοῖς ἐπισκήψειε τοῖς Πλάτωνος ῥήμασιν καὶ τοῖς νῦν ὑπὸ τοῦ Πρόκλου εἰρημένοις, εὑρήσει κἀνταῦθα αὐτὸν μὲν ἑαυτῷ σύμφωνον Πλάτωνα, τὸν δὲ τοῦ Πλάτωνος ἐξηγητὴν παρακρουόμενον μᾶλλον ἡμᾶς ἢ τὴν διάνοιαν ἡμῖν τὴν Πλάτωνος σαφηνίζοντα· ἔσται δὲ τοῦτο σαφὲς αὐτὰ πρῶτον ἀναγνοῦσι τὰ περὶ τοῦ προκειμένου Πλάτωνος ῥήματα· συστήσας γὰρ ἐν Τιμαίῳ τὸν κόσμον καὶ ψυχὴν αὐτῷ ἐνθεὶς καὶ τὴν προσήκουσαν κινήσας κίνησιν ἐπιφέρει ταῦτα ‘ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι· καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δὲ ἐπενόει κινητόν τι αἰῶνος ποιῆσαι καὶ διάκοσμον ἅμα οὐρανῷ ποιεῖ μένοντος αἰῶνος ἓν κατ’ ἀριθμὸν οὖσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τε ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει‘· καὶ μετ’ ὀλίγα ‘περὶ μὲν οὖν τούτων τάχα ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι.
Aet Mund.554 χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν’ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνά ἐστιν, ὁ δ’ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενοσ‘. εἰ οὖν ὡμοιῶσθαι ὁ Πλάτων φησὶν τὸν κόσμον τῷ παραδείγματι, διότι, ὡς ἐκεῖνο πάντα αἰῶνά ἐστιν, οὕτως ἀνὰ πάντα τὸν χρόνον ὁ κόσμος, εἰ μὲν δεικνύειν ἔχει τις, ὡς ἄπειρον ἐφ’ ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, συγχωροῦμεν μὴ ἄλλως ὡμοιῶσθαι τῷ ἰδίῳ παραδείγματι τὸν κόσμον, εἰ μὴ ἐφ’ ἑκάτερα τοῦ χρόνου ἔχοι τὸ ἄπειρον· ἀπείρου γὰρ ὄντος τοῦ χρόνου οὐκ ἔσται πάντα τὸν χρόνον ὁ κόσμος, εἰ ἀρχὴν μὲν ἔχει τοῦ εἶναι, τέλος δὲ μή· λαβὼν γὰρ ὁ Πρόκλος τὸ εἶναι τὸν χρόνον ἐφ’ ἑκάτερα ἄπειρον ῥᾳδίως τὸν παραλογισμὸν ὕφηνεν· ‘τί‘ γάρ, φησίν, ‘ταῦτα, σκόπει, πότερον τὸ κατὰ τὸν ἄπειρον χρόνον ἐφ’ ἑκάτερα ὂν ἢ τὸ κατὰ θάτερα μὲν ἀρχὴν ἔχον κατὰ θάτερα δὲ τελευτήν‘.
Aet Mund.555 ὅρα γάρ, πῶς προχείρως λαμβάνει τὸ εἶναι τὸν χρόνον ἐπ’ ἀμφότερα ἄπειρον. καίτοι, εἰ μὴ τὰ αὐτῷ δοκοῦντα Πλάτωνι δὲ μᾶλλον κατασκευάζειν ἠβούλετο, ὥσπερ ἔλαβεν ἀπὸ Πλάτωνος τὸ δεῖν ὅμοιον εἶναι τὸν κόσμον τῷ παραδείγματι, οὕτως ἔδει δεῖξαι, εἰ καὶ τὸν χρόνον ἄπειρον ἐφ’ ἑκάτερα εἶναι ὁ Πλάτων ἠβούλετο, ἵν’ οὕτω λοιπὸν ἐκ τῶν αὐτοῦ Πλάτωνος συναγάγῃ προτάσεων, ὅτι, εἰ ταύτῃ ὡμοίωται τῷ παραδείγματι ὁ κόσμος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι, ὡς ἐκεῖνο τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ χρόνος ἐφ’ ἑκάτερα ἄπειρος κατὰ Πλάτωνα, ἀνάγκη καὶ τὸν κόσμον ἐφ’ ἑκάτερα τῇ ἀπειρίᾳ τοῦ χρόνου συμπαρατείνεσθαι· νῦν δὲ παρὰ Πλάτωνος τοῦτο δεικνύειν οὐκ ἔχων αὐτὸς οἴκοθεν ἔλαβεν ἀναποδείκτως, ὅτι ἄπειρός ἐστιν ἐφ’ ἑκάτερα ὁ χρόνος. ὅτι δὲ οὐκ εἶναι ἄπειρον ἐφ’ ἑκάτερα τὸν χρόνον ὁ Πλάτων ᾤετο, ἐξ αὐτῶν δῆλον, ὧν αὐτὸς ἡμῖν Πλάτων περὶ τοῦ χρόνου πεφυσιολόγηκεν· ‘χρόνοσ‘ γάρ, φησίν, ‘μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται‘ καὶ πάλιν ‘ἡμέρας γὰρ καὶ νύκτας καὶ ἐνιαυτοὺς οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται‘. εἰ οὖν ἅμα οὐρανῷ γέγονεν ὁ χρόνος καὶ πρὶν γενέσθαι οὐκ ἦν, τὸν δὲ οὐρανὸν γεγονέναι μέν φησιν ἀπ’ ἀρχῆς τινος ἀρξάμενον καὶ μὴ εἶναι πρὶν γενέσθαι, ὡς ἐν τῷ ἕκτῳ δέδεικται, ἀθάνατον δὲ εἶναι ἐπισκευαστὴν τὴν ἀθανασίαν προσκτώμενον, καὶ τὸν χρόνον ἄρα ἀρχὴν μὲν ἔχειν τοῦ εἶναι βούλεται, τέλος δὲ οὔ.
Aet Mund.556 οὐκοῦν, εἰ ἅμα τε οὐρανῷ ὁ χρόνος ἤρξατο καὶ παντὶ τῷ εἶναι αὐτοῦ συμπαρατείνεται, ταύτῃ δὲ ὁ κόσμος ὡμοίωται τῷ παραδείγματι τῷ ἑαυτοῦ, διότι πάντα ἐστὶν τὸν χρόνον, ὡς ἐκεῖνο ἐν τῷ αἰῶνί ἐστιν παντί, ὁ δὲ χρόνος τοῦ εἶναι ἤρξατο, καὶ ὁ κόσμος ἄρα τοῦ εἶναι ἀρξάμενος καὶ τῇ ἀπειρίᾳ τοῦ χρόνου κατὰ τὸ ἑξῆς συμπαρατεινόμενος τῷ ἐν παντὶ τῷ χρόνῳ εἶναι τῷ αἰωνίῳ παραδείγματι ὡμοίωται. καίτοι, εἰ ἄναρχον εἶναι τὸν κόσμον ὁ Πλάτων ἐβούλετο, διὰ τί μὴ εἶπεν ὅτι ‘ὡς τὸ παράδειγμα οὔτε ἤρξατο τοῦ εἶναι οὔτε παύσεται, οὕτω καὶ ὁ κόσμος οὔτε τοῦ γίνεσθαι ἤρξατο οὔτε παύσεται‘; οὕτω γὰρ ἂν μᾶλλον τὴν πρὸς τὸ παράδειγμα αὐτοῦ ἐδείκνυεν εἰκόνα· ἀλλ’ ὡς τὸ παράδειγμα, φησίν, πάντα αἰῶνά ἐστιν, οὕτως ὁ κόσμος τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. εἰ μὲν οὖν ἔστιν τις χρόνος, ἐν ᾧ μὴ ἔστιν ὁ κόσμος, ἐκπίπτειν αὐτὸν ἀνάγκη τῆς πρὸς τὸ παράδειγμα ὁμοιώσεως. εἰ δὲ ἐν παντί ἐστιν τῷ χρόνῳ, ἀρχὴν δὲ ἔχει τοῦ εἶναι ὁ χρόνος, ἐνδέχεται ἄρα τὸν κόσμον κατὰ τὰ Πλάτωνι δοκοῦντα καὶ ἀρχὴν ἔχειν τοῦ εἶναι καὶ τῷ αἰωνίῳ αὐτοῦ παραδείγματι ὡμοιῶσθαι. μηδεὶς δὲ νῦν ἡμῖν περὶ τοῦ χρόνου ἀπορίας κινείτω ἄπειρον αὐτὸν ἐφ’ ἑκάτερα δεῖξαι βουλόμενος· ἤδη μὲν γὰρ ἐν τῷ πέμπτῳ λόγῳ τὴν μάλιστα καρτερωτάτην τῶν ἀποριῶν, δι’ ἧς δοκεῖ ἐφ’ ἑκάτερα εἶναι ἄπειρος ὁ χρόνος, ἐπελυσάμεθα· καὶ εἴ τινες δὲ ἄλλαι εἶεν, ἐν καιρῷ καὶ ταῦτα ἐπισκεψόμεθα· οὐ γὰρ νῦν ἡμῖν ἐξετάζειν τὸ ἐπὶ τοῦ χρόνου πρόκειται σκέμμα, τοσοῦτον δὲ μόνον δεῖξαι βουλόμεθα, ὡς αὐτὸς ἑαυτῷ κἀνταῦθα σύμφωνος ὁ Πλάτων φαίνεται καὶ ὡμοιῶσθαι λέγων τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι καὶ ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἄρξασθαι.
Aet Mund.557 εἰ μὲν οὖν (ὅπερ ἤδη εἶπον) δεικνύειν τις ἔχει, ὡς ἄπειρον ἐφ’ ἑκάτερα τὸν χρόνον εἶναι ὁ Πλάτων βούλεται, δειξάτω παρελθὼν μὴ ἐξ οἰκείων λογισμῶν ἀλλ’ ἐκ τῶν συγγραμμάτων τῶν Πλάτωνος καὶ πεπαύμεθα· εἰ δὲ τοὐναντίον συνάρξασθαι τῷ οὐρανῷ τὸν χρόνον φησὶν καὶ μὴ εἶναι πρὶν γενέσθαι, ὁ δὲ Πρόκλος λαβὼν ὡς δοκοῦν Πλάτωνι τὸ ἄπειρον εἶναι τὸν χρόνον ἐφ’ ἑκάτερα οὕτω τὰ ἑξῆς συνελογίσατο, κἀνταῦθα ἄρα Πλάτωνος μὲν καταψευδόμενος ἡμᾶς δὲ πεφώραται παραλογιζόμενος. γʹ. Εἰ δὲ λέγοι μὴ ἄλλως ὡμοιῶσθαι δύνασθαι τὸν κόσμον τῷ αἰωνίῳ παραδείγματι, εἰ μὴ ἐφ’ ἑκάτερα ἔχοι τὸ ἄπειρον ἄναρχος ὢν καὶ ἀτελεύτητος, πρῶτον μὲν οὐχ ὡς δοκοῦν τοῦτο Πλάτωνι συλλογίζεται· εἴρηται γάρ, ὅπως ἐκεῖνος εἰκάσθαι φησὶν τὸν κόσμον τῷ παραδείγματι. εἰ δ’ ὅλως ἀκριβῆ σῴζειν ἐνταῦθα κἀκεῖ τοῦ ἀεί τὴν ὁμοιότητα βούλεται, ἐπειδὴ τὸ παράδειγμα οὐ γινομένην ἀλλ’ ἅμα οὖσαν ἔχει τοῦ εἶναι τὴν ἀπειρίαν, ὡς καὶ αὐτῷ Πρόκλῳ δοκεῖ, δεῖ καὶ τὸν κόσμον μὴ γινομένην ἀλλ’ ὑφεστῶσαν ἔχειν τοῦ εἶναι τὴν ἀπειρίαν· οὐχ ὅμοιον γὰρ τῷ ὄντι ἀεὶ τὸ ἐν χρόνῳ γινόμενον· καὶ εἰ τὸ παράδειγμα τὸ ποτέ οὐκ ἔχει οὐδὲ τὸ πρότερον καὶ τὸ ὕστερον οὐδὲ ὅλως παράτασιν, οὐδὲ τὸν κόσμον ἄρα τούτων οὐδὲν ἔχειν ἐνδέχεται, εἴπερ ἐκείνῳ ὡμοίωται.
Aet Mund.558 εἰ οὖν ὁ κόσμος καὶ τὸ ποτέ ἔχει καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ οὐχ ὑφεστὸς ἅμα τὸ ἄπειρον ἀλλὰ γινόμενον καὶ κατὰ τοὺς ἀίδιον αὐτὸν εἶναι βουλομένους, δῆλον, ὡς οὐδ’ ὅλως τῷ αἰωνίῳ ὡμοίωται παραδείγματι. ἀλλ’ εἴπερ ὑφίστασθαι δεῖ τὴν εἰκόνα τοῦ παραδείγματος καί, ὡς ἐνδέχεται, τὴν ὁμοιότητα σῴζεσθαι, ὡς καὶ αὐτὸς εἴρηκεν ὁ Πλάτων (‘καθάπερ‘ γάρ, φησίν, ‘αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησεν τοιοῦτον ἀποτελεῖν‘), εἰ οὖν εἰς δύναμιν εἰκάσθαι δεῖ τὴν εἰκόνα τῷ παραδείγματι, ὥσπερ ἐν τοῖς εἰρημένοις τοῦ παραδείγματος διενήνοχεν, διαφερέτω καὶ κατὰ τὸ ἀεί καί, ὡς ὁ Πλάτων εἶπεν, σῳζέτω τὴν εἰκόνα τὴν πρὸς ἐκεῖνο οὐ τῷ ἐφ’ ἑκάτερα ἔχειν τὸ ἄπειρον ἀλλὰ τῷ εἶναι ἐν ἅπαντι τῷ χρόνῳ, ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ μόνον τὸν κόσμον εἶναί φησιν ὁ Πλάτων τῷ αἰωνίῳ παραδείγματι, ἀλλὰ καὶ τὰ ὄντα πάντα εἶναι τῷ θεῷ φησιν παραπλήσια· ‘ἀγαθὸς γὰρ ἦν‘, φησίν, ‘ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ’ ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ‘.
Aet Mund.559 ἆρ’ οὖν διὰ τὸ πάντα θεῷ λέγεσθαι εἶναι παραπλήσια, τὸν δὲ θεὸν ἀεὶ εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀναιρήσωμεν ἐκ πάντων τῶν ὄντων τὴν φθορὰν καὶ τὴν γένεσιν καὶ ὅλως τὴν μεταβολήν, ἧς οὐδέν ἐστιν τῶν ἐν τῷ κόσμῳ ἄμοιρον; ἢ ἕκαστον τῶν ὄντων κατὰ δύναμιν καὶ ὡς πέφυκε τὴν πρὸς τὴν πρώτην ἀρχὴν τὴν ἑαυτοῦ ὁμοίωσιν ἀνεδέξατο; οὕτω δὴ οὖν εὐγνωμόνως καὶ ἐπὶ τοῦ κόσμου τὴν πρὸς τὸ αἰωνίως ὂν παράδειγμα ὁμοίωσιν ἀκουσόμεθα οὐκ ἀναιροῦντες τὸ ἀρχὴν ἔχειν τὸν χρόνον καὶ τὸν κόσμον φανερῶς εἰρημένον τῷ Πλάτωνι ἀλλ’, ὡς αὐτὸς εἶπεν ὁ Πλάτων, τῷ ἐν παντὶ εἶναι τῷ χρόνῳ τὸν κόσμον, κἂν ἀρχὴν τοῦ εἶναι ἔχῃ ὁ χρόνος, ὅμοιον αὐτὸν εἶναι φήσομεν τῷ πάντα τὸν αἰῶνα ὄντι παραδείγματι. ὅτι δὲ καὶ τὸ ἐπίκτητον καὶ οὐκ οὐσιώδη ἔχον τὴν ἀφθαρσίαν οὐ διὰ τὸ οὕτως εἶναι ἄφθαρτον ἤδη διὰ τοῦτο καὶ ἀγένητόν ἐστιν, τοὐναντίον δὲ μᾶλλον, ἐπειδὴ μὴ φύσει ἐστὶν ἄφθαρτον, διὰ τοῦτο καὶ γενητόν ἐστιν, ἐδείξαμεν ἔμπροσθεν ἐν τῷ ἕκτῳ λόγῳ μάλιστα. Τέλος λύσεως τοῦ ιεʹ λόγου. Πρόκλου διαδόχου λόγος ἑκκαιδέκατος.
Aet Mund.560.(1n) “Ἑκκαιδέκατος· εἰ δύο βουλήσεις εἰσὶν ἐν τῷ δημιουργῷ, μία μὲν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον (ὡς αὐτὸς λέγει ‘βουληθεὶς γὰρ μηδὲν εἶναι κακὸν εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίασ‘), ἑτέρα δὲ δεδέσθαι τὸ πᾶν (‘τῆς γὰρ ἐμῆς βουλήσεωσ‘, φησίν, ‘δεσμοῦ τυχόντες μείζονος ἐκείνων, οἷς ὅτε ἐγένεσθε συνεδεῖσθε, οὐδαμῶς λυθήσεσθε‘), καὶ τούτων ἑκατέρα τῶν βουλήσεων αὐτῶν τὸ εἶναί ἐστιν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον, ἡ δὲ τοῦ σῴζεσθαι τὸ τεταγμένον, ἀνάγκη ἢ ἀεὶ εἶναι τὰς βουλήσεις ἐν αὐτῷ ταύτας ἢ ποτὲ ἑκατέραν ἢ τὴν μὲν ἀεὶ τὴν δὲ ποτέ. ἀλλὰ τὸ ποτὲ ψεῦδος· τὸ γὰρ τὸ ποτὲ μὲν βούλεσθαι ποτὲ δὲ μὴ δῆλον ὡς οὐκ ἀεί ἐστιν, κἄν τε πρότερον μὴ βούληται ὕστερον δὲ βούλεται, κἂν ἔμπαλιν πρότερον μὲν βούληται ὕστερον δὲ μὴ βούληται· ἔσται γὰρ ἐν ταῖς βουλήσεσιν καὶ ἀβουλησίαις ταύταις τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ ἔσται· ταῦτα δὲ εἴδη χρόνου φησὶν αὐτός· χρόνος δὲ οὐκ ἐν αὐτῷ ἀλλ’ ἀπ’ αὐτοῦ καὶ μετ’ αὐτόν· ἀεὶ ἄρα καὶ τὸ πλημμελὲς μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι βούλεται. τῆς οὖν βουλήσεως αὐτῷ τῷ εἶναι ποιούσης ὃ βούλεται, εἰ ἀεὶ ἑκατέρα, ἀεὶ τῷ εἶναι ποιήσει. εἰ δὲ ἀεὶ ποιήσει ὃ βούλεται ἑκατέρα, ἀεὶ δήπουθεν ἡ μὲν ἀφανίσει τὸ ἄτακτον, ἡ δὲ φυλάξει τὸ τεταγμένον· οὕτως γὰρ ποιήσει ἑκατέρα τὸ ἑαυτῆς ἡ μὲν ἀναιροῦσα ὃ βούλεται μὴ εἶναι, ἡ δὲ φρουροῦσα ὃ βούλεται εἶναι.
Aet Mund.561 τούτων δὲ ταύτῃ τὸ οἰκεῖον ἑκατέρας ποιουσῶν εἶναι δεῖ καὶ τὸ ἀεὶ ὑφ’ ἑκατέρας γιγνόμενον· ἅμα γὰρ ἀλλήλοις τὸ ποιοῦν καὶ τὸ γιγνόμενον, ὡς ἐν Φιλήβῳ λέγει καὶ αὐτὸς τὸ μὲν ποιούμενον καλῶν τὸ δὲ δημιουργοῦν καὶ ποιοῦν, καὶ ἄνευ θατέρου θάτερον οὐκ ἔστιν· ἀεὶ ἄρα καὶ τὸ ἄτακτον ἀφανίζεται διὰ τὴν ἀεὶ τοῦ μὴ εἶναι αὐτὸ βούλησιν καὶ τὸ τεταγμένον σῴζεται διὰ τὴν τοῦ εἶναι αὐτὸ βούλησιν ἀεὶ ἑκατέραν οὖσαν. εἰ δὲ ἀεὶ ἑκάτερον γίγνεται, οὐκ ἔσται πρότερον ἄτακτον εἶτα τεταγμένον, ὡς οὐδὲ πρότερον τεταγμένον εἶτα ἄτακτον. εἰ δὲ μὴ ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον, οὐκ ἔσχεν ἀρχὴν τὸ τεταγμένον τὴν μετὰ τὸ ἄτακτον, καὶ εἰ μὴ ἔστιν τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου, οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου. εἰ δὲ μήτε ἤρξατο μετὰ τὸ ἄτακτον μήτε τελευτήσῃ πρὸ τοῦ ἀτάκτου, ἄναρχός ἐστιν καὶ ἀτελεύτητος ἡ τάξις καὶ αὐτὴ ἀγένητός ἐστιν καὶ ἄφθαρτος. ἀλλὰ μὴν οὐδὲν ἄλλο ἐστὶν κόσμος ἢ τάξις καὶ τὸ τεταγμένον· ἀγένητος ἄρα καὶ ἄφθαρτος ὁ κόσμος. ἐπεὶ καὶ ἄτοπον ἐν τῷ θεῷ βουλήσεων δύο οὐσῶν ἢ τὴν μὲν ἀεὶ ποιεῖν τὴν δὲ μὴ ἀεὶ ἢ τὴν μὲν αὐτῷ τῷ εἶναι δρᾶν λέγειν τὴν δὲ μὴ αὐτῷ τῷ εἶναι, τῆς αὐτῆς οὐσίας οὐσῶν καὶ ἀμφοτέρων διὰ τὴν αὐτὴν αἰτίαν ἐχουσῶν τὸ εὔλογον· καὶ γὰρ ἡ μὲν τοῦ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον διὰ τὸ εἶναι ἀγαθόν ἐστιν, ὥς φησιν αὐτός, ἡ δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον διὰ τὸ μὴ εἶναι κακόν.
Aet Mund.562 ὅσῳ τοίνυν τοῦ μὴ εἶναι κακὸν τὸ εἶναι ἀγαθὸν τῷ θεῷ προσήκει μᾶλλον, τοσούτῳ θεία μειζόνως ἐστὶν ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις τῆς τοῦ εἶναι τὸ τεταγμένον· οἰκειότερον γὰρ θεῷ τὸ ἀγαθὸν τοῦ μὴ κακοῦ. παντελῶς οὖν ἄτοπον τὴν οἰκειοτέραν αὐτῷ βούλησιν μὴ αἰωνιωτέραν ποιεῖν, εἰ θέμις εἰπεῖν, καὶ δραστικωτέραν θειοτέραν οὖσαν. ὥστε, εἰ ταῖς βουλήσεσιν ἕπεται τῇ μὲν τὸ ἀγένητον εἶναι τὸν κόσμον τῇ δὲ τὸ ἄφθαρτον, μειζόνως ἂν ἀγένητος εἴη ἢ ἄφθαρτος τὸ μὲν ἔχων διὰ τὴν κυριωτέραν βούλησιν καὶ θειοτέραν τὸ δὲ διὰ τὴν ὑφειμένην. ἀλλὰ μὴν ἡ ἑτέρα δήλη πᾶσιν ἡ τῆς ἀφθαρσίας· καὶ ἡ ἑτέρα ἄρα πολλῷ μᾶλλον ἂν εἴη ταύτης πρόδηλος ἡ τῆς ἀγενησίας. εἰ μὲν οὖν μία εἰσὶν αἱ δύο, ὁμοίως καὶ ἀγένητον καὶ ἄφθαρτον τὸ πᾶν· εἰ δὲ δύο, δυνατωτέρα δὲ ἡ διὰ τὸ ἀγαθὸν ἢ ἡ διὰ τὸ μὴ κακόν, μᾶλλον ἀγένητον ἢ ἄφθαρτον τὸ πᾶν. δόξειεν δ’ ἂν εἶναι μία μᾶλλον ἢ δύο· τῆς γὰρ αὐτῆς ἐστιν ἀναίνεσθαι τὸ ἄτακτον, εἴτε πρὸ τῆς τάξεως εἴη εἴτε μετὰ τὴν τάξιν, καὶ τὸ τεταγμένον ἀνάρχως τε παράγειν καὶ ἀτελευτήτως διακρατεῖν· καὶ γὰρ οὐδ’ ἄλλο τι δημιουργῷ παντὶ τῆς τάξεως οἰκειότερον· τάττειν γοῦν ἐθέλει τὸ δημιούργημα τὸ ἑαυτοῦ πᾶς· ὥστε ὀρεκτὸν αὐτῷ, καθ’ ὅσον δημιουργός, ἡ τάξις. εἰ δὲ ἓν τὸ ὀρεκτόν, μία ἡ ὄρεξις τάξεως οὖσα ὄρεξις· εἰ δ’ ἡ ὄρεξις μία, καὶ ἡ βούλησις ὄρεξις οὖσα τοῦ βουλητοῦ μία δήπουθέν ἐστιν, ἥ τε ἀεὶ πρὸ χρόνου τεταγμένον ποιοῦσα καὶ ἡ συνέχουσα τοιοῦτον ὂν εἰς τὸν ἀεὶ χρόνον· μιᾶς δὲ οὔσης ἄτοπον μᾶλλον δ’ ἀδύνατον μερίζειν καὶ τὸ μὲν αὐτῆς διδόναι τῷ θεῷ καὶ τοῦτο τὸ ἀτελέστερον, τὸ δὲ μὴ διδόναι καὶ τοῦτο τὸ τελειότερον· προσήκει γὰρ τῷ θεῷ τὸ τελειότερον τοῦ ἀτελεστέρου μεῖζον ὄν.
Aet Mund.563 ” Κεφάλαια τῆς λύσεως τοῦ ιϛʹ λόγου. αʹ. Ὅτι οὐ ταὐτόν ἐστι τὸ ἀεὶ βούλεσθαί τι τὸν θεὸν καὶ τὸ ἀεὶ εἶναι ἐκεῖνο αὐτὸν βούλεσθαι. καὶ ὅτι, κἂν ἀεὶ βούληται ὁ θεὸς τἀγένητον ὂν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλ’ οὖν οὐχ ὁμοίως ἅπαντα ἀλλ’ ὡς ἕκαστον πέφυκεν καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν. βʹ. Ὅτι ἑνιαία καὶ ἄχρονος καὶ ἀμέριστος ἡ τοῦ θεοῦ βούλησις ὥσπερ καὶ ἡ γνῶσις καὶ ἡ πρόνοια, κἂν τὰ γινόμενά τε καὶ γινωσκόμενα καὶ τῆς θείας προνοίας ἀπολαύοντα πεπληθυσμένα τε καὶ μεριστὰ εἴη καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα. γʹ. Ὅτι τὰ ἀλλαχοῦ καλῶς αὐτῷ τεθεολογημένα ὁ Πρόκλος περὶ τῆς ἀμεροῦς τοῦ θεοῦ γνώσεώς τε καὶ δημιουργίας διὰ τῶν ἐνταῦθα πρὸς ἔριν εἰρημένων ἀνῄρηκεν. δʹ. Ὅτι, κἂν ἐν ὑποθέσει συγχωρήσῃ τις τῶν βουλήσεων τοῦ θεοῦ τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη ὑπὸ χρόνον ποιεῖν τὰς τοῦ θεοῦ βουλήσεις.
Aet Mund.564 καὶ ὅτι ὅσον ἐπὶ τῷ τοῦ Πρόκλου σοφίσματι, κἂν ἀίδιον εἶναι τὸν κόσμον συγχωρήσωμεν, ἀνάγκη πάντως ὑπὸ χρόνον εἶναι καὶ τὰς νοερὰς πάσας οὐσίας καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν θεόν. ἐν ᾧ, ὅτι καὶ τῶν καθ’ ἕκαστα ἔχει τὴν γνῶσιν ὁ θεός. εʹ. Ὅτι οὔτε μετὰ τὸ ἄτακτον τὸ τεταγμένον γέγονεν οὔτε τελευτήσει πρὸ τοῦ ἀτάκτου καὶ οὐδεμία ἐκ τούτου ἀνάγκη ἄναρχον εἶναι τὸ τεταγμένον καὶ ἀτελεύτητον, ὡς συνάγει ὁ Πρόκλος. καὶ περὶ ποίου ἀτάκτου ἡμῖν ὁ λόγος. ϛʹ. Ὅτι οὐ καλῶς ὁ Πρόκλος ὡς ἐν ὑποθέσει λαβὼν δύο εἶναι τοῦ θεοῦ βουλήσεις, τὴν μὲν τοῦ εἶναι τὸ τεταγμένον, τὴν δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον, τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον τῆς ἑτέρας φησὶν κρείττονα καὶ τῷ θεῷ οἰκειοτέραν. καὶ ὅτι, εἴπερ ὅλως μερίζειν δεῖ, ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας ἐστὶν κρείττων. καὶ ὅτι καὶ Πλάτων οὐ δύο ἀλλ’ ἄμφω μίαν εἶναι βούλεται. Ἀρχὴ τῆς λύσεως τοῦ ιϛʹ λόγου. αʹ. Ἃ μὲν ἔδει περὶ τῆς Πλάτωνος εἰπεῖν ὑποθέσεως ἐκ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου τὸ τεταγμένον γίνεσθαι λέγοντος, μετρίως ἡμῖν ἐν τοῖς πρὸς τὸ τεσσαρισκαιδέκατον εἴρηται· ὅθεν περὶ τῶν αὐτῶν οὐ παλιλλογητέον τὰ νῦν. ἐπειδὴ δὲ τὸ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον καὶ τὸ βούλεσθαι εἶναι τὸ τεταγμένον λαβὼν παρὰ Πλάτωνος ὁ φιλόσοφος ἐκ τούτου πάλιν τὸ ἀγένητον εἶναι τὸν κόσμον συλλογίζεται καὶ χωρὶς δὲ τοῦ Πλάτωνα ταῦτα περὶ τῆς τοῦ θεοῦ βουλήσεως ἀποφήνασθαι ἴσως ἄν τις καὶ αὐτὸ καθ’ αὑτὸ τοῦτο ἡμῖν προτείνειεν, εἰ βούλεται ὁ θεὸς μὴ εἶναι τὸ ἄτακτον καὶ εἰ τὸ τεταγμένον εἶναι βούλεται, ἐξ ὧν πάλιν τὰ αὐτὰ συλλογιεῖται, δίκαιον ἡμᾶς ἐγγυμνάσασθαι τῷ λόγῳ.
Aet Mund.565 εἰ γὰρ αὐτὸ καθ’ αὑτὸ τὸ θεώρημα γυμναζόμενον μὴ φανείη συνελαῦνον ἡμᾶς εἰς τὸ λέγειν τὸν κόσμον ἀγένητον, οὐδὲ Πλάτωνα δήπουθεν ἀναγκάσειεν διὰ τὸ λέγειν βούλεσθαι τὸν θεὸν καὶ τὸ ἄτακτον μὴ εἶναι καὶ τὸ τεταγμένον εἶναι. ὁμόσε δὲ τῷ λόγῳ χωρήσαντες ὁμολογοῦμεν ἀεὶ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. τοιγαροῦν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται ἄτακτόν 〈τι (ἄτακτον〉 δὲ λέγω τὸ τῆς κατὰ φύσιν τάξεως καὶ ἁρμονίας ἐστερημένον)· οὐ γὰρ δήπου παράγει μέν τι ὁ θεός, πλημμελὲς δὲ αὐτὸ παράγει καὶ ἄτακτον· χεῖρον γὰρ τὸ κακῶς εἶναι τοῦ μηδ’ ὅλως εἶναι. ἀλλ’ οὐδὲ ἐκ ταυτομάτου ἢ ἐξ ἄλλης ἀρχῆς ἄτακτόν τι κατ’ οὐσίαν συγχωροῦμεν ἢ εἶναι ἢ γίνεσθαι· οὐδενός τε γὰρ αἴτιον τὸ αὐτόματον καὶ μίαν εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. ἅμα οὖν παράγει ὁ θεὸς ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ παράγει τάξεως. ἀλλὰ δὴ καὶ τὸ εἶναι τὸ τεταγμένον φαμὲν τὸν θεὸν ἀεὶ βούλεσθαι.
Aet Mund.566 εἰ δὲ ἅμα τῷ εἶναι ὁ θεὸς καὶ τὸ τεταγμένον εἶναι βούλεται, ὡς εἶναι αὐτῷ συναΐδιον, τοῦτο ἐπισκέψεως δεῖσθαι οἰόμεθα. οὐδὲ γάρ, εἰ ἀεὶ εἶχεν τὴν τοῦ [ἀεὶ] εἶναι τὸ τεταγμένον βούλησιν ὁ θεός, ἤδη καὶ ἀεὶ εἶναι αὐτὸ ἠβούλετο· εἰ γὰρ καὶ μόνῳ τῷ βούλεσθαι ὑφίστησιν ὁ θεὸς ἅπαντα, ἀλλ’ ὅτε καὶ εἶναι αὐτὰ βούλεται· βούλεται δέ, ὅτε ἀγαθὸν ἑκάστῳ τὸ εἶναι· ἀγαθὸν δὲ τὸ ὡς δύναται καὶ πέφυκεν ἕκαστον εἶναι· ἐπεὶ καὶ ἀεὶ βούλεται ὁ θεὸς τὰς λογικὰς οὐσίας τοῦ ἀγαθοῦ ἔχεσθαι καὶ μηδέποτε ἀποκλίνειν ἐπὶ τὰ χείρονα (λέγω δὲ χείρονα τάς τε ψευδεῖς τῶν δοξῶν καὶ τὰς ἀπηγορευμένας τῶν πράξεων)· ‘τῶν μὲν γὰρ ἀγαθῶν‘, φησὶν ὁ Πλάτων, ‘οὐδένα ἄλλον αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κακῶν ἕτερα ἄττα ζητητέον 〈τὰ αἴτια, ἀλλ’ οὐ τὸν θεόν〉‘, καὶ πάλιν ὁ αὐτὸς ‘ἑλομένου αἰτία· θεὸς ἀναίτιοσ‘· ἀλλὰ δὴ καὶ εἶναι πάντα ἀγαθὰ βούλεται, φλαῦρον δὲ μηδὲν κατὰ δύναμιν. εἰ οὖν καὶ τῶν κακῶν ἐστιν ἀναίτιος καὶ βούλεται πάντα ἀγαθὰ εἶναι φλαῦρον δὲ μηδὲν καὶ ἔστιν τὰ κακά, οὐκ ἄρα πᾶν, ὃ βούλεται εἶναι, τοῦτο εὐθὺς ἅμα τῷ εἶναι τὸν θεὸν καὶ αὐτὸ ἔστιν, ἀλλ’ ὡς ἕκαστον πέφυκε δηλονότι καὶ εἶναι καὶ ἀγαθὸν εἶναι, οὕτως καὶ εἶναι αὐτὸ βούλεται καὶ τοῦ ἀγαθοῦ μετέχειν· βούλεται γὰρ ἑκάστην ψυχὴν αὐθαιρέτῳ γνώμης ὁρμῇ ἀγαθήν τε εἶναι καὶ τῆς κακίας παντελῶς ἄμοιρον, εἴπερ τῶν κακῶν θεὸς ἀναίτιος, ὡς καὶ Πλάτωνα λέγοντα παρεθήκαμεν. εἰ οὖν ἅμα τῇ περί τινος τοῦ θεοῦ βουλήσει εὐθὺς καὶ ἄνευ τινὸς προσδιορισμοῦ κἀκεῖνο εἶναι ἀνάγκη, ὡς ὁ Πρόκλος ὑποτίθεται, πῶς ὑπέστη κακία τοῦ θεοῦ ἀεὶ βουλομένου μὴ εἶναι αὐτὴν καὶ πάντα ἀγαθὰ εἶναι ἀεὶ θέλοντος; πῶς δ’ οὐ πᾶσα ψυχὴ ἀεὶ τοῦ ἀγαθοῦ ἀντέχεται ἀεὶ βουλομένου τοῦ θεοῦ ἑκάστην ψυχὴν ἀγαθὴν εἶναι ἐκ προαιρέσεως τὸ ἀγαθὸν αἱρουμένην; ἢ γὰρ διδόναι αὐτὸν ἀνάγκη τὸ μὴ ἀεὶ βούλεσθαι τὸν θεὸν ἐν ἀγαθῷ εἶναι τὰς ψυχάς, οὕτω δὲ καὶ τῶν κακῶν ἂν εἴη αἴτιος, ἤ, εἴπερ τοῦτο ἄτοπον, βούλεται δὲ αὐτὰς ἐπὶ τὸ ἀγαθὸν ἀεὶ τὰς ἰδίας ὁρμὰς ἀποκλίνειν καὶ τῆς κακίας μηδὲ καθ’ ὁτιοῦν μετέχειν, τοῦτο δὲ οὐκ ἀεὶ γίνεται, οὐκ ἄρα ἅμα τῷ βούλεσθαί τι τὸν θεὸν πάντως κἀκεῖνο εἶναι ἀνάγκη (ἐπεὶ καὶ βούλεται ἑαυτῷ πάντα εἶναι παραπλήσια, ὥς φησιν Πλάτων), ἀλλ’ ὡς ἡ ἑκάστου δηλονότι φύσις τὴν πρὸς αὐτὸν ὁμοίωσιν δέξασθαι δύναται, οὕτως καὶ δέχεται.
Aet Mund.567 οὕτως οὖν καὶ τῶν μερικῶν ἕκαστον βούλεται γενέσθαι τε καὶ εἶναι ὁ θεός· αὐτὸς γοῦν ἐστιν κατὰ Πλάτωνα ὁ τοῖς οὐρανίοις ἐν Τιμαίῳ παρακελευόμενος τρέπεσθαι ἐπὶ τὴν τῶν θνητῶν ζῴων δημιουργίαν. ἀλλὰ δηλονότι, ὅτε δεῖ καὶ πέφυκεν ἕκαστον τῶν μερικῶν γίνεσθαι, τότε καὶ εἶναι αὐτὰ βούλεται· οὐ γὰρ ὁ Σωκράτης πρὶν Σωφρονίσκον γενέσθαι, ἐπεφύκει γίνεσθαι, ἀλλὰ καὶ πρὶν γενέσθαι Σωφρονίσκον, ἐβούλετο θεὸς Σωκράτην γενέσθαι, ἀλλ’ οὐχ ἁπλῶς γενέσθαι ἢ ἀεὶ γενέσθαι, ἀλλ’ ὅτε γενέσθαι ἠδύνατο. οὕτως οὖν καὶ πρὶν τὸ τεταγμένον γενέσθαι ἠβούλετο εἶναι τὸ τεταγμένον, ἀλλ’ ὅτε εἶναι ἠδύνατο γενητόν γε ὄν.
Aet Mund.568 οὐδὲν δὲ τῶν γενητῶν ἄναρχον εἶναι δύναται, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· οὐκ ἄρα, εἰ ἀεὶ ἐβούλετο ὁ θεὸς εἶναι τὸ τεταγμένον, ἤδη καὶ ἀίδιον αὐτὸ εἶναι ἀνάγκη. βʹ. Ἀλλ’ οὐδὲ εἰ ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ὅπερ εἶναι ὁ θεὸς βούλεται, ἤδη διὰ τοῦτο ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἄλλο βούλεσθαι τὸν θεὸν φήσομεν· μία γάρ ἐστιν ἐν τῷ θεῷ καὶ ἁπλῆ ἡ τοῦ ἀγαθοῦ βούλησις, ἧς τῶν ὄντων ἕκαστον μετέχει πάντως, ὡς πέφυκεν. ὡς οὖν θέλει μὲν πάντα εἶναι ἑαυτῷ παραπλήσια, ἀλλ’ ἡ ὁμοιότης οὐκ ἐν ἅπασιν ἡ αὐτὴ ἀλλὰ τῇ τῶν οὐσιῶν ἀναλογίᾳ κατάλληλος, οὕτω καί, εἰ ἐθέλει πάντα τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν, ἀλλ’ ὡς δύναται καὶ πέφυκεν ἕκαστον καὶ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ μετέχειν. ὥστε καὶ τὸ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀεὶ ἤθελεν, ἀλλ’ ὡς δύναται καὶ πέφυκεν εἶναι ἤθελεν· πέφυκεν δὲ γενητόν γε ὂν ἀπό τινος ἀρχῆς καὶ οὐκ ἀνάρχως εἶναι. ἑνοειδὴς οὖν ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις, ὡς καὶ ἡ πρόνοια καὶ ἡ γνῶσις ἑνοειδής· ἀλλ’ ὥσπερ ἡ τοῦ θεοῦ πρόνοια τῷ πλήθει τῶν προνοουμένων οὐ συμπληθύνεται οὐδὲ μὴν ἡ γνῶσις μέχρι τῶν ἀτομωτάτων διήκουσα οὔτε τῇ ποικιλίᾳ τῶν ὄντων οὔτε τῷ μεριστῷ τῆς οὐσίας αὐτῶν συμποικίλλεταί τε καὶ συνδιίσταται ἀλλὰ τὰ μεριστὰ ἀμερῶς καὶ τὰ ποικίλα ἑνοειδῶς γινώσκει καὶ τὰ ἐν χρόνῳ ἀχρόνως, οὕτω δὴ καὶ ἡ περὶ τοῦ εἶναι πάντα τοῦ θεοῦ βούλησις οὐ τῇ διαστάσει τοῦ χρόνου τῶν εἰς τὸ εἶναι παραγομένων συνδιίσταται· οὐ γάρ, ἐπειδὴ ἄλλο ἐν ἄλλῳ χρόνῳ γίνεταί τε καὶ ἔστιν, διὰ τοῦτο καὶ ἡ τοῦ εἶναι αὐτὰ τοῦ θεοῦ βούλησις ἄλλου ἐν ἄλλῳ χρόνῳ γίνεται, ἀλλ’ ὡς τὸ μέλλον οἶδεν ἀεὶ καὶ πάρεστιν αὐτῷ τῇ προγνώσει τὸ μήπω ὄν, οὕτω δήπου καὶ τοῦ εἶναι τὸ μέλλον βούλησιν ἀεὶ ἔχει· οὐδὲν γὰρ αὐτῷ πρότερόν ἐστιν οὐδὲ ὕστερον.
Aet Mund.569 ἀλλ’ οὐδὲ ἄλλο τι φήσομεν παρὰ θεῷ τὴν τοῦ μέλλοντος εἶναι νόησιν ἢ τὴν τοῦ εἶναι τὸ μέλλον βούλησιν— ὑπεξῃρήσθω δέ μοι τοῦ λόγου ἡ κακία—· εἰ γὰρ καὶ οἶδεν, ὡς ἔσται, ἀλλ’ οὐκ ἔσεσθαι αὐτὴν βούλεται· ἐπεὶ μηδὲ ὑπόστασίς τις ἔστιν κακοῦ ἰδίᾳ καὶ καθ’ αὑτό, ἀλλ’ ἐν τῇ παραχωρήσει τῆς κατὰ φύσιν ἐνεργείας τὴν δοκοῦσαν λαμβάνει ὕπαρξιν. εἰ οὖν ἡ τοῦ μέλλοντος ἐν τῷ θεῷ νόησις ἀεί ἐστιν καὶ οὐκ ἔχει τὸ ποτέ, οὐδὲ ἡ τοῦ εἶναι ἄρα τὸ μέλλον βούλησις τὸ ποτέ ἕξει. ἀμερῶς οὖν καὶ ἀδιαστάτως, ὡς προνοεῖ πάντων καὶ γινώσκει πάντα, οὕτω καὶ βούλεται εἶναι πάντα. τούτων οὖν οὕτως ἐχόντων οὐδεμία λείπεται ἀνάγκη διὰ τὸ ἀεὶ βούλεσθαι τὸν θεὸν εἶναι τὸ τεταγμένον ἤδη καὶ αὐτὸ εἶναι ἀίδιον. γʹ. Ὅτι δὲ καὶ αὐτὸς ὁ Πρόκλος, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ποιεῖται ἀλλ’ αὐτὴν καθ’ αὑτὴν περιαθρεῖ τὴν τῶν πραγμάτων ἀλήθειαν, ταῦτα καὶ γινώσκει σαφῶς καὶ λέγει, ἔγνωμεν ἐξ ἧς αὐτοῦ καὶ ἄλλοτε περικοπῆς παρεθέμεθα ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων· φησὶν γὰρ ταῦτα ‘συλλήβδην οὖν λέγοντες πάντων παρακτικὸν ἐκεῖνο τὸ ἓν πάντων σωστικὸν εἶναί φαμεν, πάσης οὐσίας ὕπαρξιν ἔχον ἀληθεστέραν καὶ πάσης γνώσεως τρανεστέραν, οὐ μεριζόμενον τοῖς γνωστοῖς οὐδὲ κινούμενον περὶ αὐτά· τούτων μὲν γὰρ ἡ ψυχικὴ καὶ νοερὰ γνῶσις ἔχει τὰς ἰδιότητας· καὶ γὰρ νοῦς πᾶς εἷς πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν καὶ ψυχὴ πᾶσα κίνησις οὖσα καὶ νοεῖ μετὰ κινήσεως.
Aet Mund.570 ἐκεῖνο δὲ ἐν τῷ ἑνὶ μένον ἀμετάβατον ἅμα καὶ ἀδιαίρετον καὶ γινώσκει πάντα τὸν αὐτὸν τρόπον, καὶ οὐκ ἄνθρωπον μόνον καὶ ἥλιον καὶ πᾶν ὅτι τοιοῦτο ἀλλὰ καὶ ἕκαστον τῶν καθ’ ἕκαστον· οὐδὲν γὰρ ἐκφεύγει τὸ ἓν ἐκεῖνο, κἂν τῷ εἶναι λέγῃς, κἂν τῷ γινώσκεσθαι‘· καὶ μετ’ ὀλίγα ‘οὕτως καὶ ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν ἕκαστον κατὰ τὸ ἕν, οὕτως καὶ γινώσκει ἕκαστον κατὰ τὸ ἕν‘. εἰ οὖν μὴ συμμερίζηται τοῖς γνωστοῖς ἡ τοῦ θεοῦ γνῶσις, ἀλλ’ ἀμεταβάτως ἐν τῷ ἑνὶ μένουσα καὶ ἀδιαιρέτως γινώσκει πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ αὐτὰ τὰ καθ’ ἕκαστά τε καὶ ἀτομώτατα, οὕτω δὲ γινώσκει ἕκαστον ὁ θεός, ὥσπερ καὶ ὑπέστησεν ἕκαστον, ἀμερῶς τε καὶ ἀμεταβάτως, οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ ἀτομώτατα καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα, μὴ συγκινούμενος τῇ τῶν γινομένων κινήσει, κἂν τὰ γινόμενα ποτὲ μὲν εἴη ποτὲ δὲ μὴ εἴη, ἡ δὲ τοῦ θεοῦ βούλησις αὐτῷ τῷ εἶναι παράγει ὃ βούλεται, ὥς φησιν ὁ Πρόκλος, ἡ βούλησις ἄρα τοῦ θεοῦ ἀμερῶς καὶ ἀμεταβάτως κατὰ τὸ ἓν πάντα ὑφίστησιν οὐ συμμεριζομένη τοῖς παραγομένοις οὐδὲ κινουμένη περὶ αὐτὰ ἀλλ’ ἑνοειδῶς τὰ πεπληθυσμένα ποιεῖ καὶ τὰ μεριστὰ ἀμερῶς καὶ ἀμεταβάτως τὰ ἐν μεταβάσει τοῦ χρόνου τὸ εἶναι ἔχοντα.
Aet Mund.571 εἰ δὲ καὶ τὰ ἀτομώτατα ἀμερῶς τε καὶ ἀμεταβάτως ποιεῖ ἡ τοῦ θεοῦ βούλησις μὴ κινουμένη περὶ αὐτά, τὰ δὲ μερικά τε καὶ ἀτομώτατα ποτὲ μὲν ἔστιν ποτὲ δὲ οὐκ ἔστιν, ἐνδέχεται ἄρα καὶ τὴν περὶ τοῦ ποτὲ ὄντος κόσμου τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι μηδὲ τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον ἅτε δὴ μηδὲ κινουμένην περὶ τὰ ὑπ’ αὐτῆς γινόμενα. τούτοις δ’ αὐτοῖς καὶ τὸν Πλωτῖνον σύμφωνα λέγοντα παρεθήκαμεν ἐν τοῖς ἔμπροσθεν, ὧν καὶ νῦν ἐπιμνησθῆναι οὐκ ἄχρηστον· λέγει δ’ οὖν κἀκεῖνος περὶ τῆς τοῦ θεοῦ δημιουργικῆς δυνάμεως ταῦτα ‘οὐ μὴν ἀλλ’ εἰ δεῖ ἑκάστην ἐνέργειαν παντελῆ εἶναι μηδὲ θέμις τοῦ θεοῦ ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν καὶ τοῦ ἀεὶ εἶναι, δεῖ τοίνυν καὶ τοῦ μέλλοντος ὡς ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ πρῶτον γίνεται.
Aet Mund.572 εἰ οὖν ἤδη πάρεστιν τὸ μέλλον, ἀνάγκη οὕτως παρεῖναι ὡς προνενοημένον εἰς τὸ ὕστερον, τοῦτο δέ ἐστιν ὡς τὸ δεῖσθαι μηδενὸς τότε, τοῦτο δέ ἐστιν μηδὲν ἐλλείποντος. πάντ’ ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε· ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε, τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν‘. εἰ οὖν κατὰ τὸν σοφὸν Πλωτῖνον τὸ μέλλον ἀεὶ τῷ θεῷ πάρεστιν καὶ οὐδὲν παρ’ αὐτῷ ὕστερον ἀλλὰ τὸ ἐν ἄλλῳ ὕστερον ἤδη τῷ θεῷ πάρεστιν καὶ ἀεὶ πάρεστιν, τούτοις δὲ αὐτοῖς σύμφωνα καὶ τὸν Πρόκλον δείξομεν λέγοντα, οὐκ ἄρα οὐδέ, εἰ τὸ τεταγμένον ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται, καὶ ἡ περὶ τοῦ εἶναι αὐτὸ τοῦ θεοῦ βούλησις ποτὲ μὲν ἔσται ποτὲ δὲ οὐκ ἔσται. ὥστε οὐδὲ τὸ πρότερον ἕξει διὰ τοῦτο καὶ τὸ ὕστερον οὐδὲ χρόνον. οὐ μὴν οὐδέ, ἐπειδὴ ἀεὶ εἶχε τὴν τοῦ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, βούλησιν ὁ θεός, ἤδη διὰ τοῦτο καὶ ἀνάρχως εἶναι τὸν κόσμον ἀνάγκη τῆς σωματικῆς καὶ γενητῆς φύσεως τὴν ἄναρχον ὕπαρξιν μὴ ἐπιδεχομένης. εἰ δὲ διὰ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸ τεταγμένον, τουτέστιν τὸν κόσμον, ἀναγκάζει καὶ τὴν τοῦ θεοῦ βούλησιν ὁ Πρόκλος ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ διὰ τοῦτο καὶ ὑπὸ χρόνον εἶναι, ὑποστατικὴ δὲ πάντων ἡ τοῦ θεοῦ βούλησις, ὡς δὲ ὑφίστησι πάντα, οὕτω καὶ γινώσκει πάντα (ὡς αὐτὸς πάλιν εἶπεν), γινώσκει δὲ πάντα οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα καὶ τὰ ἀτομώτατα (ὡς καὶ τοῦτο πάλιν αὐτὸν παρεθήκαμεν λέγοντα), ταῦτα δὲ μεριστά τέ ἐστιν καὶ οὐκ ἀίδια ἀλλὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, καὶ ἡ τοῦ θεοῦ ἄρα περὶ τῶν ὄντων γνῶσις ἕξει τὸ πρότερόν τε καὶ τὸ ὕστερον καὶ τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ τὸ ὑπὸ χρόνον εἶναι καὶ οὐχ ἑνοειδῶς οὐδὲ ἀδιαστάτως ἀλλὰ πεπληθυσμένως καὶ διαστατῶς τῶν καθ’ ἕκαστον ἀντιλήψεται.
Aet Mund.573 καὶ ἡ πρόνοια δὲ πάλιν ὡσαύτως συμμερισθήσεται τοῖς προνοουμένοις καὶ οὐχ ἑνοειδὴς ἀλλὰ πεπληθυσμένη ἔσται, ὥσπερ ἐκεῖνα, καὶ τὸ ἐν χρόνῳ πρότερον ἕξει καὶ τὸ ὕστερον, ὡς καὶ ἐκεῖνα. ἀθετείτω οὖν ὁ φιλόσοφος τῶν ἰδίων ἀποφάνσεων ὁποτέραν βούλεται· οὐ γὰρ δυνατὸν ἀμφοτέρας τὸ ἀληθὲς ἔχειν, λέγω δὴ τό τε ἑνοειδῶς τὸ πρῶτον αἴτιον καὶ ἀμεταβάτως καὶ αὐτὰ τὰ ἀτομώτατα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα παράγειν τε καὶ γινώσκειν καὶ προνοεῖν αὐτῶν, ὡς ἐν τῷ περὶ προνοίας λόγῳ τεθεολόγηκεν, καὶ τό, εἰ ποτὲ μὲν εἴη ὁ κόσμος ποτὲ δὲ μὴ εἴη, καὶ τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι (ὡς ἐνταῦθά φησιν) καὶ διὰ τοῦτο τὸ πρότερον ἔχειν καὶ τὸ ὕστερον· ἀλλ’ εἴπερ ἐν τῷ περὶ προνοίας αὐτοῦ λόγῳ εἰς αὐτὰ μόνα τὰ πράγματα βλέπων κατὰ τὰς ὀρθὰς περὶ θεοῦ ἐννοίας ἐκεῖνα καλῶς τεθεολόγηκεν, ἀθετητέον τὰ δεύτερα φιλονεικότερον αὐτῷ μᾶλλον καὶ οὐ πρὸς ἀλήθειαν εἰρημένα. εἰ οὖν ἐκεῖνα ἀληθῆ καὶ τὸ τῶν ὄντων πάντων αἴτιον ἐν τῷ ἑνὶ μένον ἀμετάβατόν τε ἅμα καὶ ἀδιαίρετον καὶ τὰ ἀτομώτατα καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχοντα παράγει μὴ κινούμενον περὶ αὐτὰ καὶ κατὰ τὸν Πλωτῖνον τὸ μέλλον ἤδη τῷ θεῷ πάρεστιν, καὶ οὐδὲν ὕστερον ἐν αὐτῷ, ἐνδέχεται ἄρα, μᾶλλον δ’ ἀναγκαῖόν ἐστιν, κἂν ποτὲ μὲν ᾖ τὸ τεταγμένον, τουτέστιν ὁ κόσμος, ποτὲ δὲ μὴ ᾖ, τὴν περὶ τοῦ εἶναι αὐτὸν τοῦ θεοῦ βούλησιν ἀίδιον εἶναι μὴ συγκινουμένην αὐτῷ μηδὲ τῷ διαστατῷ τῆς ὑπάρξεως αὐτοῦ συνδιισταμένην, εἴπερ ἑνοειδὴς ἀεὶ καὶ τοῦ ἀγαθοῦ μόνου ἡ βούλησις· βούλεται γὰρ ἀεὶ τὸ ἀγαθὸν εἶναι, ἀλλ’ ὡς πέφυκεν ἕκαστον τοῦ ἀγαθοῦ μετέχειν· πέφυκε δὲ τὰ γενητὰ καὶ μάλιστα τὰ σώματα μὴ ἀεὶ εἶναι, ὡς πολλάκις ἡμῖν δέδεικται.
Aet Mund.574 δʹ. Ἀλλὰ γὰρ εἰ καὶ καθ’ ὑπόθεσιν συγχωρήσειέ τις αὐτοῖς τὸ ποτὲ μὲν βούλεσθαι τὸν θεὸν εἶναί τι ποτὲ δὲ βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ἢ ἔμπαλιν ποτὲ μὲν βούλεσθαι μὴ εἶναι τὸ αὐτὸ ποτὲ δὲ εἶναι βούλεσθαι καὶ διὰ τοῦτο τῶν βουλήσεων τὴν μὲν εἶναι προτέραν τὴν δὲ ὑστέραν, ποία ἐντεῦθεν ἀνάγκη φαίνεται τὸ καὶ χρόνον ἐν ταῖς τοῦ θεοῦ βουλήσεσιν ἐναποτίθεσθαι διὰ τὸ μόνον ἁπλῶς τὴν μὲν προτέραν τῶν βουλήσεων λέγεσθαι τὴν δὲ ὑστέραν; σοφιστικὸν γὰρ οἶμαι καὶ παρὰ τὴν ὁμωνυμίαν τοῦ πρότερόν ἐστιν καὶ τοῦ ὕστερον ἤδη διὰ τοῦτο καὶ τὸ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ πρότερόν τε καὶ ὕστερον χρόνον ὑπονοεῖν ἀνάγκη· οὐδὲ γὰρ πᾶν τὸ ὁπωσοῦν λεγόμενον πρότερόν τε καὶ ὕστερον χρόνου πάντως ἐστὶν δηλωτικόν· οὕτως γὰρ καὶ τὴν νοερὰν οὐσίαν πᾶσαν καὶ παντὸς ἐξῃρημένην σώματος καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργόν, κἂν ἀίδιος ᾖ ὁ κόσμος, ἢ ὑπὸ χρόνον ποιήσομεν ἢ ἐν αὐτῷ τὸν χρόνον ὑφίστασθαι δώσομεν.
Aet Mund.575 ὅτι μὲν οὖν τὰς νοερὰς οὐσίας ὅσον ἐκ τοῦ λόγου τούτου ὑπὸ χρόνον ποιεῖν ἀνάγκη, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ἀμερής ἐστιν ἡ τοῦ νοῦ ἐπιβολὴ καὶ ἀδιάστατος, ἀλλ’ οὖν τὸ μὴ ἅμα πάντα νοεῖν αὐτὸν καὶ αὐτοὶ ἡμῖν συνομολογήσουσιν, ὡς καὶ ὁ Πρόκλος ἐν τοῖς προτεθεῖσιν αὐτοῦ ῥητοῖς ἐκ τοῦ περὶ προνοίας λόγου ᾐνίξατο εἰπὼν ‘καὶ γὰρ νοῦς πᾶς εἷς καὶ πολὺς καὶ τῷ εἶναι καὶ τῷ νοεῖν‘· τὸ γὰρ κινεῖσθαι περὶ τὰ γνωστὰ ἴδιον εἶναί φησιν τῆς νοερᾶς τε καὶ ψυχικῆς γνώσεως. νοῦν δὲ λέγομεν οὐ τὸν δημιουργικὸν δηλονότι ἀλλὰ τὰς μετ’ ἐκεῖνον καὶ ἀπ’ ἐκείνου νοερὰς οὐσίας, αἵτινές ποτ’ ἂν εἶεν. ὁ τοιοῦτος οὖν νοῦς, ὡς ἂν καὶ Ἑλλήνων συμφήσαιεν παῖδες, οὐχ ἅμα τυχὸν καὶ θεὸν καὶ ἄγγελον καὶ ψυχὴν καὶ κόσμον καὶ αἰῶνα καὶ χρόνον καὶ τῶν ἄλλων νοεῖν ἕκαστον δύναται ἀλλ’ ἑκάστῳ ἰδίᾳ ἐπιβάλλει ἀπὸ νοήματος εἰς νόημα μεταβαίνων, εἰ καὶ ἀχρόνως τε καὶ ἀδιαστάτως ἑκάστου νοητοῦ θιγγάνει· τοῦ γὰρ δημιουργικοῦ νοῦ ἴδιον ἡ ἀθρόα καὶ ἀμερὴς ἅμα πάντων νόησις. οὐκοῦν τὸ μέν τι πρῶτον νοεῖ ὁ νοῦς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. εἰ οὖν ὅτι δήποτε ἁπλῶς τὸ ὕστερον ἔχει καὶ πρότερον, ἐν τούτῳ καὶ χρόνος ἐστίν· καὶ αἱ νοεραὶ ἄρα πᾶσαι οὐσίαι καὶ σωμάτων ἐξῃρημέναι ὑπὸ χρόνον ἔσονται καὶ ἐν αὐταῖς ὁ χρόνος συστήσεται καὶ πὼς τὰ πάντῃ κεχωρισμένα σώματος καὶ σωματικῆς ἐστερημένα κινήσεως ὑπὸ χρόνον ἔσονται τὸν μετὰ σωμάτων τὴν ὕπαρξιν ἔχοντα· ὁ μὲν γὰρ χρόνος ἐν κινήσει, καὶ ἄνευ κινήσεως ὁ χρόνος οὐκ ἔστιν, ὡς Ἀριστοτέλης ὑπέδειξεν καὶ πᾶσιν δοκεῖ, ἡ δὲ κίνησις ἐν σώματι πάντως· ὅπερ ἄρα πάντῃ κεχώρισται σώματος καὶ καθ’ ὕπαρξιν καὶ κατὰ σχέσιν, τοῦτο καὶ χρόνου κεχώρισται.
Aet Mund.576 νοῦς δὲ πᾶς καὶ καθ’ ὕπαρξιν κεχωρίσθαι σωμάτων ὡμολόγηται χωριστὴν ἔχων παντὸς σώματος τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ σχέσιν· ὡς γὰρ Ἀριστοτέλης καλῶς ἐν τοῖς περὶ ψυχῆς εἴρηκεν, ποῖον μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι. εἰ οὖν ἐπέκεινα μὲν χρόνου πᾶς νοῦς, τινὲς δὲ τούτων ἢ πάντες μεταβατικὴν τὴν νόησιν ἔχουσιν τὸ μέν τι πρότερον νοοῦντες τὸ δὲ ὕστερον, οὐκ ἄρα τὸ ὁπωσοῦν πρότερόν τε καὶ ὕστερον εὐθὺς καὶ χρόνου δηλωτικόν ἐστιν. ἔτι εἰ καὶ κατὰ Πλάτωνα μετ’ οὐρανοῦ γέγονεν ὁ χρόνος, ἵν’ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δῆλον, ὡς, εἴ τις κατ’ ἐπίνοιαν μὴ εἶναι τὸν κόσμον ὑπόθοιτο, οὐδὲ ὁ χρόνος ἔσται. ἐνδέχεται δέ, μᾶλλον δ’ ἀναγκαῖόν ἐστιν καὶ τοῦ κόσμου μὴ ὄντος εἶναι τὰς νοερὰς οὐσίας· οὐ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχουσιν, ἵνα τῶν σωμάτων κατ’ ἐπίνοιαν ἀναιρουμένων καὶ ἡ νοερὰ συναναιρεθείη οὐσία· εἰ γὰρ καὶ ἅμα πάντα ὑποστῆναί τις συγχωρήσειεν (καὶ τὰς νοερὰς οὐσίας φημὶ καὶ τὰ σώματα), οὐδέν γε ἄτοπον, ὡς ἐν ἑτέροις ἠκούσαμεν τοῦ Πρόκλου λέγοντος, τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν ἑκάστῳ τῶν ἅμα ὄντων τί μὲν ἐκ τῆς ἰδίας αὐτοῦ φύσεως πρόσεστιν τί δὲ ἀπὸ τῆς πρὸς ἕτερον συντάξεώς τε καὶ σχέσεως.
Aet Mund.577 χωριζέσθω τοίνυν κατ’ ἐπίνοιαν τῶν ὄντων ὁ κόσμος, μενέτωσαν δὲ αἱ ἀσώματοι καὶ νοεραὶ οὐσίαι, οἵα ἐστὶν καὶ ἡ ἡμετέρα ψυχή. οὐκοῦν καὶ τοῦ κόσμου μὴ ὄντος οὐδὲν ἧττον αὐτὸς καθ’ αὑτὸν μεταβατικὴν τὴν νόησιν ὁ νοῦς ἕξει· τοῦτο γάρ ἐστιν αὐτοῦ φύσις τὸ μέν τι πρότερον νοεῖν τὸ δὲ ὕστερον· εἰ μὲν γὰρ ἀπὸ σώματος ἢ χρόνου τὸ μεταβατικῶς νοεῖν πᾶς νοῦς ἔχει, χωριστὴ δὲ σωμάτων ἡ τοῦ νοῦ οὐσία, ἐνδέχεται ἄρα τὸν νοῦν αὐτὸν καθ’ αὑτὸν γενόμενον ἀμεταβάτως καὶ ἀμερῶς ἀθρόον ἅμα πάντα θεωρεῖν· εἰ γὰρ τὸ μεταβατικῶς θεωρεῖν ἀπὸ τῆς πρὸς τὸ σῶμα σχέσεως ἔχει, αὐτοῦ ἄρα καθ’ αὑτὸν ἀμετάβατος κατὰ φύσιν ἐστὶν ἡ ἐνέργεια· οὐκοῦν καὶ ἐνεργήσει ποτὲ οὕτως, εἰ μὴ μάτην ἕξει τὴν οὐσιώδη ταύτην δύναμιν· ἐνεργῶν δὲ οὕτως καὶ πάντα ἅμα νοῶν τὰ ὄντα οὐδὲν ταύτῃ διοίσει τοῦ θείου τε καὶ δημιουργικοῦ νοῦ· ὅπερ ἄτοπον. εἰ οὖν καὶ αὐτοὶ ὁμολογοῦσιν μεταβατικὴν εἶναι τὴν οὐσιώδη τοῦ νοῦ ἐνέργειαν καὶ διὰ τοῦτο τὸ πρότερον ἐν τῇ νοήσει εἶναι καὶ τὸ ὕστερον, ἀναιρουμένης δὲ κατ’ ἐπίνοιαν τῆς τῶν σωμάτων φύσεως τὸν μὲν χρόνον συναναιρεῖσθαι ἀνάγκη τὸν δὲ νοῦν οὐκέτι, τοῦ ἄρα χρόνου ἀναιρουμένου κατ’ ἐπίνοιαν ἐνδέχεται τὸ πρότερον εἶναι καὶ τὸ ὕστερον. εἰ οὖν πᾶν ἁπλῶς τὸ ὁπωσδήποτε πρότερόν τε καὶ ὕστερον χρόνου ἐστὶν δηλωτικόν, ἐνδέχεται ἄρα καὶ μὴ ὄντος χρόνου εἶναι χρόνον, ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ὑποθέσεσιν.
Aet Mund.578 εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀδύνατον, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, εὐθὺς πάντως καὶ χρόνος ἐστίν· οὕτω γὰρ καὶ αἱ νοεραὶ πᾶσαι οὐσίαι ὑπὸ χρόνον ἔσονται, ὡς ἐδείξαμεν, καὶ οὐ μόνον τὰς νοερὰς οὐσίας ἀλλὰ καὶ αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἐκ ταύτης τῆς ὑποθέσεως ὑπὸ χρόνον ποιήσομεν. σκόπει γὰρ οὕτως. τῶν οὐρανίων σφαιρῶν ἑκάστη ἄλλη κατὰ ἄλλον χρόνον τὸν ἴδιον κύκλον ἐκπεριέρχεται· ταχυτάτη μὲν γὰρ ἡ τῆς ἀπλανοῦς τυγχάνει περιφορὰ ἐν εἴκοσι τέτρασιν ὥραις ἀπὸ τοῦ αὐτοῦ σημείου εἰς τὸ αὐτὸ πάλιν ἐπαναστρέφουσα, ἡ δὲ σελήνη διὰ μηνὸς τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ὁ δὲ ἥλιος καὶ οἱ τούτῳ ἰσοδρομοῦντες ὅ τε ἕσπερος καὶ ὃν τοῦ Ἑρμοῦ ἐπιφημίζουσιν δι’ ἐνιαυτοῦ τὴν ἰδίαν ποιοῦνται ἀποκατάστασιν, ὁ καλούμενος τοῦ Ἄρεως ἐγγὺς δι’ ἐνιαυτῶν δύο, ὁ τοῦ Διὸς διὰ δώδεκα, ὁ τοῦ Κρόνου διὰ τριάκοντα· καὶ ταύτης δήπου τῆς διαφόρου τῶν οὐρανίων ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστάσεως ὁ δημιουργός ἐστιν πάντων αἴτιος ἀμέσως αὐτὸς τὸν κόσμον ὑποστήσας, ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ. ὑποκείσθω τοίνυν πάντας ἅμα τοὺς πλανωμένους ἐν τῷ αὐτῷ γεγονέναι σημείῳ, οἷον ἐν τῇ τοῦ κριοῦ ἢ ἐν ἄλλου τινὸς ζῳδίου ἀρχῇ· τοῦτο γὰρ οὐκ ἀδύνατόν ἐστι ἀλλ’ ἐνδεχόμενόν τε καὶ ἀναγκαῖόν ποτε ἢ γεγονέναι ἢ γενήσεσθαι.
Aet Mund.579 δῆλον δήπου πάντως ἐντεῦθεν, ὡς προτέρα μὲν πάντων ἡ ἀπλανὴς εἰς τὸ αὐτὸ σημεῖον ἀποκαταστήσεται, δευτέρα δὲ ἡ σελήνη, τρίτος ὁ ἥλιος καὶ οἱ τούτῳ ἰσόδρομοι, τέταρτος ὁ τοῦ Ἄρεως, πέμπτος ὁ τοῦ Διός, ἔσχατος ὁ τοῦ Κρόνου. οὐδὲν δὲ διοίσει πρὸς τὴν παροῦσαν ἀπόδειξιν, κἂν μὴ ἐν τῷ αὐτῷ τόπῳ ἅπαντας ὑποθώμεθα ἀλλ’ ἄλλον ἀλλαχοῦ, ὡς ἂν τύχοιεν ὄντες· ὁ γὰρ αὐτὸς ἡμῖν ἁρμόσει περὶ τῆς ἑκάστου ἀποκαταστάσεως λόγος· σαφηνείας δὲ χάριν ἐκ τοῦ αὐτοῦ σημείου πάντας τῆς αὐτῆς ἀρχομένους περιόδου ὑπεθέμεθα, ὅπερ καὶ γεγονέναι τε καὶ ἔσεσθαί ἐστιν ἀναγκαῖον καὶ μάλιστα κατὰ τοὺς ἀίδιον εἶναι τὸν κόσμον ὑποτιθεμένους· καὶ νῦν γὰρ ἐφ’ ἡμῶν κατὰ τὸ διακοσιοστὸν τεσσαρακοστὸν πέμπτον Διοκλητιανοῦ ἔτος ἐν τῷ αὐτῷ ζῳδίῳ τῷ ταύρῳ γεγόνασιν οἱ ἑπτὰ πλανώμενοι, εἰ καὶ μὴ ἐν τῇ αὐτῇ μοίρᾳ ἅπαντες· ὥστε καὶ ἐν τῷ αὐτῷ σημείῳ γενέσθαι πάντας ἐνδέχεται. ἆρ’ οὖν ὁ ταῦτα οὕτως διαταξάμενος καὶ δημιουργήσας θεὸς ἔγνω ἑκάστης περιφορᾶς τὴν ἀποκατάστασιν ἢ οὐκ ἔγνω; εἰ μὲν οὖν οὐκ ἔγνω, ἀγνοήσει τὴν τάξιν, ἧς αὐτός ἐστιν αἴτιος. καίτοι λέγεται ἐν Τιμαίῳ ‘ὡς κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάζεσθαι‘. εἰ δὲ ἔγνω κινούμενον καὶ διὰ τοῦτο πάλιν ἐξ ἀνάγκης ἔγνω, πότε ἑκάστη περιφορὰ εἰς τὸ αὐτὸ σημεῖον ἀπεκατέστη, δηλονότι πρότερον μὲν ἔγνω, ὅτι ἡ ἀπλανὴς ἀπεκατέστη, δεύτερον δέ, ὅτι ἡ σελήνη, τρίτον ὁ ἥλιος, τέταρτον ὁ τοῦ Διός, καὶ τοὺς λοιποὺς ἀκολούθως.
Aet Mund.580 εἰ δὲ τὴν μὲν πρότερον ἀποκαταστᾶσαν ἔγνω τὴν δὲ ὕστερον, ἔστιν ἄρα καὶ ἐν ταῖς τοῦ δημιουργοῦ νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται· ἐν ᾧ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, ἐκεῖ καὶ χρόνος, ὡς δοκεῖ τῷ Πρόκλῳ· ἔσται ἄρα καὶ ἐν τῷ τοῦ χρόνου δημιουργῷ χρόνος. καὶ οὐ μόνον ἐν ταῖς γνώσεσι τῶν περιφορῶν τῶν οὐρανίων ἕξει τὸ πρότερον καὶ τὸ ὕστερον ὁ δημιουργὸς ἀλλὰ καὶ ἐν ταῖς περὶ αὐτῶν βουλήσεσιν οὐδὲν ἧττον· δῆλον γάρ, ὅτι, ὅτε ἡ ἀπλανὴς τὸν ἴδιον ἐκπεριῆλθεν κύκλον, ἠβούλετο ὁ θεὸς αὐτὴν μὲν τὸ τηνικαῦτα ἐκπεριεληλυθέναι, τὰς δὲ λοιπὰς οὐδέπω ἠβούλετο· εἰ γὰρ ἐβούλετο καὶ τὰς ἄλλας ἐκπεριεληλυθέναι τὸν ἑαυτῶν κύκλον, πῶς οὐκ ἐκπεριεληλύθασιν; οὕτω γὰρ οὐχ ἅμα τῷ εἶναι ποιήσει ἡ βούλησις, ὅπερ τῷ Πρόκλῳ δοκεῖ. καὶ εἰ ἀεὶ τάττει τὸ πᾶν ὁ θεός, ἀεὶ δήπου βούλεται αὐτὸ τάττεσθαι, εἰ δὲ ἀεὶ βούλεται αὐτὸ τάττεσθαι, ἀεὶ βούλεται αὐτὸ κατὰ τὸν εἰρημένον τῆς κινήσεως τρόπον κινεῖσθαι (τοῦτο γάρ ἐστιν αὐτῷ τάξις), εἰ δὲ τοῦτο, βούλεται δήπου τὴν εἰς τὸ αὐτὸ σημεῖον ἀποκατάστασιν τὴν μὲν τῶν σφαιρῶν πρώτην, τὴν δὲ δευτέραν, τὴν δὲ τρίτην καὶ ἐφεξῆς κατὰ τὸν εἰρημένον τρόπον τὰς λοιπὰς ποιεῖσθαι. οὐκοῦν, ὅτε ἡ πρώτη εἰς τὸ αὐτὸ ἀπεκατέστη σημεῖον, οὔπω τὴν δευτέραν ἀποκαταστῆναι ἠβούλετο, καὶ ὅτε ἡ δευτέρα, οὔπω τὴν τρίτην, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως.
Aet Mund.581 εἰ δὲ μὴ ἅμα ἠβούλετο πάσας ἀποκαταστῆναι, ὅτε δηλονότι ἑκάστη ἀπεκατέστη, τότε καὶ ἠβούλετο αὐτὴν ἀποκαταστῆναι· εἰ δὲ τοῦτο, ἀποκαθίσταται δὲ ἡ μὲν προτέρα, ἡ δὲ δευτέρα, τρίτη δὲ καὶ τετάρτη καὶ ἐφεξῆς, ἔστιν ἄρα καὶ ἐν ταῖς βουλήσεσιν τοῦ θεοῦ ὥσπερ καὶ ἐν ταῖς νοήσεσιν τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἦν καὶ τὸ ἔσται, διὰ τοῦτο δὲ καὶ χρόνος, ὅσον ἐπὶ ταῖς ἀφύκτοις ταύταις τῶν συλλογισμῶν ἐπιχειρήσεσιν, κἂν ἀίδιόν τις εἶναι τὸν κόσμον ὑπόθοιτο. ἔτι πότερον οἶδεν ὁ θεὸς τὸ μέλλον ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδεν τὸ μέλλον, οὐδὲ τὸ ἐνεστὸς εἴσεται· εἰ γὰρ τὸ παρὸν οἶδεν ἀγνοῶν τὸ μέλλον, καὶ τῶν ἀνθρώπων ἔσται χείρων· πολλοὶ γὰρ τῶν ἀνθρώπων τὸ μέλλον ἐγνώκασιν. ὥστε, εἰ τὰ ἐνεστῶτα τῶν μερικῶν οἶδεν, καὶ τὰ μέλλοντα εἴσεται, ἵνα μὴ καὶ ἀνθρώπων ᾖ χείρων, τάχα δὲ καὶ ἀλόγων· πολλὰ γὰρ καὶ τούτων τοῦ μέλλοντος λαμβάνουσιν αἴσθησιν, ὡς γέρανοι μὲν χειμῶνα φεύγουσαι καὶ ἕτερα δὲ πλεῖστα. εἰ δὲ μήτε τὸ ἐνεστὸς οἶδεν μήτε τὸ μέλλον, καθόλου πάντα ἀγνοήσει· οὐδὲ γὰρ τὸ παρελθὸν εἴσεται· τοῦτο γὰρ πρότερον ἐνεστὸς γέγονεν· ὁ δὲ τὸ ὂν ἀγνοῶν, ὅτι ἔστιν, πολλῷ δήπου τὸ μηκέτι ὂν οὐκ εἴσεται εἰ γέγονεν. οὐκοῦν οὐδὲ εἰ ἔσται ὁ ὑπ’ αὐτοῦ δημιουργούμενος κόσμος εἴσεται· ἐνέστηκεν γὰρ ὁ κόσμος, καὶ πάντα ἐν τῷ νῦν ἔχει τὴν ὕπαρξιν. καὶ ὁ κόσμος δὲ τοῖς τοῦ χρόνου συνδιαιρούμενος τμήμασιν καὶ τὸ ἦν ἔχει καὶ τὸ ἔστιν καὶ τὸ ἔσται, ὡς καὶ τοῦ Πρόκλου πολλάκις ἐν αἷς αὐτοῦ παρεθέμεθα ῥήσεσιν ἐκ τῆς ὑπὲρ τοῦ Τιμαίου πρὸς Ἀριστοτέλην ἀπολογίας ἠκούσαμεν λέγοντος.
Aet Mund.582 εἰ οὖν ὁ κόσμος καὶ τὸ παρεληλυθὸς ἔχει καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀγνοεῖ δὲ τὸ μέλλον ὁ θεός, οὐδ’ εἰ ἔστιν ὅλως ὁ ὑπ’ αὐτοῦ γενόμενος κόσμος εἴσεται· εἰ γὰρ μὴ οἶδεν ὡς ἐσόμενον, οὐδ’ εἰ ἐνέστηκεν εἴσεται· καὶ τί λέγω τὰ ἄλλα; καὶ ἑαυτὸν εἰ ἔστιν ἀγνοήσει, εἴπερ τὸ ἐνεστὸς ἀγνοεῖ· ἔστιν γὰρ καὶ αὐτός. οὐκοῦν οὐδὲν διοίσει τῆς φύσεως· κἀκείνη γὰρ ποιοῦσα τὰ σώματα καὶ ἑαυτὴν ἀγνοεῖ καὶ τὰ γινόμενα· τάχα δὲ καὶ πολλῷ χείρων ἔσται τῆς φύσεως, εἴ γε ἐν τοῖς λογικοῖς ζῴοις ἡ φύσις ἔχει τὸν ἐπιλάμποντα λόγον ἡγεμονοῦντα καὶ ἑαυτὸν κἀκείνην καὶ πάντα γινώσκοντα. ποῦ δὲ θήσομεν καὶ τὸ ‘οἶδα δ’ ἐγὼ ψάμμου τε ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω‘, ποῦ δὲ τὸ ‘θεοὶ δέ τε πάντα ἴσασιν‘ καὶ τὸ ‘πάντα θεοῦ πλήρη, πάντῃ δέ οἵ εἰσιν ἀκουαὶ καὶ διὰ πετράων καὶ ἀνὰ χθόνα καί τε δι’ αὐτοῦ ἀνέρος, ὅττι κέκευθεν ἐνὶ στήθεσσι νόημα‘; εἰ δὲ τὸ μέλλον οἶδεν, οὐδὲν δὲ τῶν καθόλου μέλλει ὡς μήπω ὄν, εἰ μὴ κατὰ τὴν ἀεὶ γένεσιν, ὡς δοκεῖ Πλάτωνι, τὰ δὲ μερικὰ μὲν μήπω δὲ ὄντα ταῦτά ἐστιν τὰ μέλλοντα, οἶδεν ἄρα καὶ τὰ μερικὰ ὁ θεὸς καὶ οὐχ, ὡς ἀθέως τῶν παρ’ Ἕλλησιν θεομάχων μᾶλλον οὐ θεολόγων τινὲς ἔφασαν, ἀγνοεῖ ὁ θεὸς τὰ καθ’ ἕκαστα, μόνον οὐκ ἐκεῖνο τὸ κωμικὸν λέγοντες ‘οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν, ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ’ ἡμέραν νέμειν ἑκάστῳ;‘ ἀγνοεῖν δὲ τὰ καθ’ ἕκαστα λέγων τὸν θεὸν καὶ τὴν περὶ αὐτὰ δηλονότι τοῦ θεοῦ συνανῄρηκεν πρόνοιαν· οὐ γὰρ δὴ τῶν ἀγνοουμένων προνοήσει, ὡς ἡ φύσις ἡ ἄλογος.
Aet Mund.583 ἔχομεν δὲ καὶ ἐν ταῖς προεκκειμέναις Πρόκλου τε καὶ Πλωτίνου ῥήσεσιν, ὅτι καὶ τὸ μέλλον οἶδεν καὶ μέχρι τῶν ἀτομωτάτων ἡ τοῦ θεοῦ διήκει πρόνοια καὶ γνῶσις. οὐκοῦν, εἰ οἶδεν τὸ μέλλον ὁ θεός, οἶδεν δήπουθεν, ὅτι οὔπω ἐνέστηκεν, μέλλει δὲ εἶναι. ἀλλ’ ἐπειδὰν τὸ μέλλον ἐνεστὸς γένηται, οἶδεν πάντως, ὅτι ἐνέστηκεν ἤδη καὶ οὐ μέλλει, καὶ εἰ φθαρείη ὡς ἀρχὴν τοῦ εἶναι ἔχον, οἶδεν πάλιν, ὅτι οὐκέτι τῶν ὄντων ἐστίν. οὐκοῦν ἡ γνῶσις, καθ’ ἣν οἶδε, ὅτι μέλλει καὶ οὔπω ἔστιν, προτέρα ἔσται τῆς γνώσεως, καθ’ ἣν ἔγνω, ὅτι ἐνέστηκεν ἤδη, καὶ αὕτη πάλιν προτέρα ἔσται τῆς γνώσεως, καθ’ ἣν ἔγνω, ὅτι ἐφθάρη καὶ οὐκέτι τῶν ὄντων ἐστίν. ἔσται οὖν πάλιν ἐν ταῖς γνώσεσιν τοῦ θεοῦ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ διὰ τοῦτο χρόνος. ὥστε εἰ μέν, ἔνθα τὸ πρότερον ἁπλῶς καὶ τὸ ὕστερον, ὅπως ἂν λέγηται, ἐκεῖ πάντως καὶ χρόνον εἶναι ἀξιώσουσιν, ἀνάγκη πᾶσα μὴ τὰς νοερὰς οὐσίας μήτε αὐτὸν τὸν τοῦ χρόνου δημιουργὸν ἀπηλλάχθαι χρόνου καὶ ἔτι ἐνδεχόμενον ἔσται μὴ ὄντος τοῦ χρόνου εἶναι χρόνον.
Aet Mund.584 εἰ δὲ ταῦτα οὕτω ἄτοπα καὶ ἀδύνατα, οὐκ ἄρα, ὅπου τὸ πρότερον καὶ τὸ ὕστερον, ἐκεῖ πάντως καὶ χρόνος ἔσται. ἢ οὖν κατὰ τὰ πρότερον τεθεολογημένα ἑνιαίαν τε καὶ ἀμερῆ καθόλου τὴν τοῦ θεοῦ γνῶσιν καὶ βούλησιν νοητέον ἑνὸς μόνου τοῦ ἀγαθοῦ οὖσαν, μᾶλλον δ’ αὐτὸ τἀγαθόν, μὴ συμπληθυνομένην ἢ συνδιισταμένην τοῖς παραγομένοις τε καὶ γινωσκομένοις, μηδὲ μέλλειν τι παρὰ θεῷ ἀλλὰ καὶ τὰ μήπω ὄντα προνενοημένα ὡς ὄντα οὕτω ἀεὶ παρεῖναι, ὡς καλῶς ὁ Πλωτῖνος τεθεολόγηκε, ἤ, εἰ διὰ τὸ ταῦτα διεστάναι τῷ χρόνῳ καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι τὸν χρόνον διὰ τοῦτο καὶ τὸν θεὸν ὑπὸ χρόνον ποιεῖν ἡμᾶς ἀξιοῦσιν, ποτὲ μὲν αὐτὸν βουλόμενον εἶναι ποτὲ δὲ μὴ εἶναι, ἴστωσαν, ὡς ὅτι, κἂν συγχωρηθείη ὁ κόσμος εἶναι ἀίδιος, αὐτοὶ τοῖς ἑαυτῶν πτεροῖς ἁλώσονται οὐ μόνον τοῖς αὐτοῖς ἀτόποις ἀλλὰ καὶ πλείοσιν περιπίπτοντες, ὡς ἐδείξαμεν. εʹ. Δεδειγμένου τοίνυν ἔμπροσθεν τοῦ ὅτι διὰ τὸ ἑνοειδὲς καὶ τὴν ἀμέρειαν τῆς τοῦ θεοῦ βουλήσεως ἀνάγκη τὸ τεταγμένον εἶναι, οὐ πάντως δέ, ἐπειδὴ ἐν τῇ βουλήσει τοῦ θεοῦ ἐστιν τὸ ἀεί, διὰ τοῦτο καὶ ἐν τοῖς πράγμασίν ἐστιν τὸ ἀεί, ἀληθοῦς τε ὄντος τοῦ βούλεσθαι τὸν θεὸν μηδέποτε εἶναι τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, συνάγεται μὲν ἐκ τούτων, ὅτι οὔτε πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον ἦν (καὶ διὰ τοῦτο ἀληθὲς τὸ μὴ μετὰ τὸ ἄτακτον ἀρχὴν εἰληφέναι τὸ τεταγμένον· οὐδὲ γὰρ ἦν ὅλως τὸ ἄτακτον) καὶ ὅτι οὐκ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον (καὶ διὰ τοῦτο οὐχ ἕξει τὸ τεταγμένον πρὸ τοῦ ἀτάκτου τελευτήν, ἐπειδὴ μηδὲ ἔσται μετὰ τὸ τεταγμένον τὸ ἄτακτον), οὐ μήν, ἐπειδὴ μήτε μετὰ τὸ ἄτακτον ἀρχὴν ἔσχεν μήτε τελευτὴν [ἢ] πρὸ τοῦ ἀτάκτου, διὰ τοῦτο οὐδὲ ἀρχὴν ὅλως ἔσχεν τὸ τεταγμένον οὐδὲ τελευτὴν ἕξει· εἰ μὲν γὰρ ἀνάγκη ἦν ἀμοιβαῖα εἶναι τὸ τεταγμένον καὶ τὸ ἄτακτον, ὡς μὴ ὄντος θατέρου πάντως θάτερον εἶναι, καλῶς ὁ Πρόκλος συνελογίζετο, ὡς, εἰ τὸ ἄτακτον μήτε πρὸ τοῦ τεταγμένου ἔστιν μήτε μετ’ αὐτό, τοῦ ἀτάκτου μηδέποτε ὄντος τὸ τεταγμένον ἀεὶ ἔσται μήτε ἀρχὴν ἔχον μήτε τέλος.
Aet Mund.585 εἰ δὲ μηδὲ ἐνδέχεται ὅλως εἶναι τὸ ἄτακτον, διότι μήτε ἐκ ταυτομάτου ἐστὶν μήτε ἐξ ἄλλης αἰτίας, ὅτε ὁ θεὸς ἅμα τε παράγει ἕκαστον καὶ μετὰ τῆς προσηκούσης αὐτὸ τάξεως παράγει, οὐχ ἕξει μὲν μετὰ τὸ ἄτακτον ἀρχὴν τὸ τεταγμένον, ἐπεὶ μηδὲ ἦν ὅλως τὸ ἄτακτον, ἀρχὴν μέντοι ἔχειν αὐτὸ ἐνδέχεται· πάλιν δ’ αὖ οὐχ ἕξει τελευτὴν πρὸ τοῦ ἀτάκτου τὸ τεταγμένον (οὐδὲ γὰρ ἔσται πώς ποτε τὸ ἄτακτον), τελευτὴν μέντοι ἔχειν ἐνδέχεται. ἄτακτον δὲ λέγω τὸ τῷ τεταγμένῳ ἐναντίον, τουτέστιν τὸ πλημμελές, ὡς ἄφωνον τὸν κακόφωνον καὶ ἄμορφον τὸν κακόμορφον, οὕτω καὶ ἄτακτον τὸ τῆς κατὰ φύσιν ἐστερημένον τάξεως, ὡς εἴ τις τὴν τοῦ παντὸς τάξιν συγκεχυμένην ἐπινοήσειεν· οὕτως οὖν λέγω τὸ ἄτακτον καὶ οὐ τὸ κατὰ τὴν παντελῆ τοῦ τεταγμένου στέρησιν, ὡς τὸ ἄψυχον τὸ ἐστερημένον ψυχῆς καὶ ἄφιλον τὸν ἐστερημένον φίλων· τὸ γὰρ οὕτω λεγόμενον ἄτακτον οὐδὲν κωλύει ἑκατέρωθεν εἶναι τοῦ τεταγμένου· τοῦτο δέ ἐστιν τὸ μὴ ὄν, εἴπερ γενητὸν κατὰ φύσιν εἴη καὶ φθαρτὸν τὸ τεταγμένον.
Aet Mund.586 τὸ δὲ μὴ εἶναί τι οὐ πάντως κακόν, ὡς καὶ ἐν τῷ ἕκτῳ λόγῳ ἐδείξαμεν· τοῦ γοῦν κακῶς εἶναι τὸ μὴ εἶναι ὅλως αἱρετώτερον· καὶ τὸ μὴ εἶναι δέ ποτε τῶν μερικῶν ἕκαστον οὐ κακόν. ϛʹ. Ταῦτα μὲν οὖν ἱκανῶς καὶ εἰς τὸ προκείμενον ἑξκαιδέκατον ἐπιχείρημα ἡμῖν εἰρήσθω. ἐν δὲ τοῖς ἑξῆς τοῦ αὐτοῦ τούτου ἐπιχειρήματος κατασκευάζει μὲν καλῶς ὁ φιλόσοφος, ὅτι ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον θεοῦ βούλησις καὶ ἡ τοῦ εἶναι τὸ τεταγμένον μία ἐστὶν καὶ οὐ δύο, ὡς ἐν ὑποθέσει δὲ λαβὼν τὸ δύο αὐτὰς εἶναί φησιν τὴν μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν τελειοτέραν εἶναι καὶ θεῷ μᾶλλον οἰκειοτέραν, τὴν δὲ τοῦ βούλεσθαι εἶναι τὸ τεταγμένον ὑφειμένην τε καὶ ἀτελεστέραν καὶ ἧττον θεῷ προσήκουσαν ἐκείνης· καὶ τοῦτο πιστοῦσθαι πειρᾶται, διότι, φησίν, ἡ μὲν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις ὑπὲρ τοῦ εἶναι τὸ ἀγαθόν ἐστιν· ‘βουληθεὶς γὰρ ὁ θεόσ‘, φησὶν Πλάτων, ‘ἀγαθὰ μὲν πάντα φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατόν, παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον‘· ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον, φησίν, τοῦ θεοῦ βούλησις ὑπὲρ τοῦ μὴ εἶναι αὐτὸ κακόν ἐστιν, πολλῷ δὲ θειότερον καὶ οἰκειότερον θεῷ τοῦ μὴ εἶναι τὸ κακὸν τὸ εἶναι τὸ ἀγαθὸν βούλεσθαι· ὥστε, φησίν, καὶ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθὸν οὖσα τελειοτέρα ἐστὶν τῆς ἑτέρας καὶ θεῷ προσήκουσα μᾶλλον.
Aet Mund.587 καὶ οὐδὲν μὲν ἴσως ἡμῖν συντελεῖ διά τε τὸ ὡς ἐν ὑποθέσει ὑπὸ τοῦ Πρόκλου γυμνάζεσθαι τὸν λόγον καὶ ἤδη πρὸς ἡμῶν ἀπεληλέγχθαι τὸ προκείμενον ἐπιχείρημα ἡ τούτων ἐξέτασις. ὅμως δ’ οὖν ἐροῦμεν, ὡς οὐκ εὐλόγως ταῦτα φαίνεται λέγων ὁ φιλόσοφος. εἰ γὰρ ὅλως ἐν ὑποθέσει δύο τὰς τοῦ θεοῦ βουλήσεις εἶναι συγχωρήσωμεν, πολλῷ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτον δι’ αὐτὸν τὸν ἀποδεδομένον παρ’ αὐτοῦ τοῦ Πρόκλου συλλογισμόν· ἕκαστον γὰρ δεῖ ἐκ τῆς αὐτῆς αὐτοῦ κρίνειν φύσεως μᾶλλον καὶ οὐκ ἐκ τῶν παρεπομένων. εἰ οὖν τὸ μὲν ἄτακτον κακόν, τὸ δὲ τεταγμένον ἀγαθόν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις αὐτόθεν μὲν αἱρεῖται τὸ ἀγαθόν, ἑπόμενον δὲ ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν· ἅμα γὰρ εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀμήχανον. ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις αὐτόθεν μὲν ἔχει τὸ βούλεσθαι μὴ εἶναι τὸ κακόν, ἑπόμενον δὲ τὸ βούλεσθαι εἶναι τὸ ἀγαθόν. ὥστε, εἰ ἑκάστην ἐξ αὐτῆς χαρακτηρίζειν δεῖ μᾶλλον καὶ μὴ ἐκ τοῦ ἑπομένου, αὐτόθεν κρείττων καὶ θειοτέρα ἔσται ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτον.
Aet Mund.588 ἀλλὰ δὴ καὶ 〈εἰ〉 ἐκ τῶν παρεπομένων σκοπεῖν δέοι ἑκάστην, οὐδὲν ἧττον καὶ οὕτω διὰ συλλογισμοῦ κατασκευασθήσεται, ὅτι ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις κρείττων τῆς ἑτέρας τῆς τοῦ μὴ εἶναι τὸ ἄτακτόν ἐστιν· εἰ γὰρ ἡ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἀγαθὸν δὲ οὐδὲν ἕτερον ἐν τούτοις φαμὲν ἢ τὸ τεταγμένον, ἡ δὲ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, ἡ ἄρα τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν. πάλιν εἰ ἡ τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ μὴ εἶναι τὸ κακόν ἐστιν, κακὸν δὲ πάλιν ἐν τούτοις οὐδὲν ἕτερον ὁ Πλάτων φησὶν ἢ τὸ ἄτακτον, ἡ δὲ τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, ἡ ἄρα τοῦ εἶναι τὸ τεταγμένον βούλησις διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν. ὥστε καὶ οὕτως δέδεικται αὕτη τῆς ἑτέρας κρείττων. ἀλλὰ δὴ καὶ ὁ Πλάτων τὸ βούλεσθαι τὸν θεὸν μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθὸν εἶπεν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ καὶ διὰ τὸ μὴ εἶναι τὸ κακόν· ‘βουληθεὶς γάρ‘, φησίν, ‘ὁ θεὸς φλαῦρον μὲν μηδὲν ἀγαθὰ δὲ πάντα κατὰ δύναμιν‘. πῶς οὖν ὁ Πρόκλος τὴν τοῦ μὴ εἶναι τὸ ἄτακτον βούλησιν δι’ ἄμφω εἶναι εἰρημένην αὐτὸς ἀποδιελὼν διὰ τὸ ἕτερον μόνον, τὸ εἶναι τὸ ἀγαθόν, εἶπεν ὑπάρχειν; ὥστε καὶ αὐτὸς ὁ Πλάτων τὰς δύο βουλήσεις εἰς ἓν συνήγαγεν, εἴπερ τὸ βούλεσθαι μὴ εἶναι τὸ ἄτακτον οὐ μόνον διὰ τὸ εἶναι τὸ ἀγαθόν ἐστιν, τουτέστιν τὸ τεταγμένον, ἀλλὰ καὶ διὰ τὸ μὴ εἶναι τὸ κακόν, τουτέστιν αὐτὸ τὸ ἄτακτον.
Aet Mund.589 καὶ κατὰ Πλάτωνα ἄρα οὐ δύο ἀλλὰ μία ἐστὶν ἡ τοῦ θεοῦ βούλησις διαφόροις προσαγορευομένη ὀνόμασιν. Τέλος λύσεως τοῦ ιϛʹ λόγου. Πρόκλου διαδόχου λόγος ἑπτακαιδέκατος. “Ἑπτακαιδέκατος ἔστω λόγος τῶν ἀξιωμάτων ἡμᾶς ἀναμιμνῄσκων τῶν Ἀριστοτελικῶν ὡς πολλῷ πρότερον Πλατωνικῶν ὄντων, ἃ δή ἐστιν ‘πᾶν τὸ γενητὸν φθαρτόν‘ καὶ ‘πᾶν τὸ ἀγένητον ἄφθαρτον‘· τούτων γὰρ τὸ μὲν ἐν πολιτείᾳ λέγει, τὸ δὲ ἐν τῷ Φαίδρῳ. ‘ἀλλ’ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν‘ φησὶν ὁ Σωκράτης τὰς μούσας ὑποκρινόμενος καὶ ‘ἐπειδὴ ἀγένητόν ἐστιν, καὶ ἀδιάφθαρτον ἀνάγκη εἶναι‘ φησὶν πᾶσαν ἀρχὴν ἀγένητον εἶναι δείξας καὶ διὰ τὸ ἀγένητον ὅτι καὶ ἄφθαρτος καταδούμενος. τούτων γὰρ ὄντων ἀληθῶν καὶ πᾶν ἀνάγκη τὸ φθαρτὸν εἶναι γενητὸν (εἰ γὰρ ἀγένητον, ἔσται ἄφθαρτον τὸ φθαρτόν· ὅπερ ἀδύνατον) καὶ πᾶν ἄφθαρτον ἀγένητον (εἰ γὰρ γενητόν, ἔσται φθαρτὸν τὸ ἄφθαρτον). τούτων δὲ ἑπομένων ἐξ ἀνάγκης εἰ ἄφθαρτον τὸ πᾶν ἐστιν (ὡς ἐκ τῶν κειμένων δῆλον· τῶν γὰρ ἀθανάτων, φησίν, αὐτὸς δημιουργός· τὸ δὲ ἀθάνατον ἀνώλεθρον, ὡς ἐν Φαίδωνι λέγεται· ‘σχολῇ γὰρ ἄν τι ἄλλο εἴη ἀνώλεθρον, εἰ τὸ ἀθάνατον μὴ τοιοῦτον‘ ἔφη μὲν ὁ Κέβης, συνεχώρησεν δὲ ὁ Σωκράτης), εἰ δ’ οὖν ἀνώλεθρον τὸ πᾶν ὑπὸ τοῦ δημιουργοῦ γεγονός (τὸ γὰρ ὑπ’ ἐκείνου γεγονὸς ἀθάνατον, τοῦτο δ’ ἀνώλεθρον), ἀνάγκη καὶ ἀγένητον αὐτὸ εἶναι διὰ τῶν δεδειγμένων ἕπεσθαι τοῖς δύο πρότερον ἀξιώμασιν, ὧν τὸ μέν ἐστιν ‘πᾶν τὸ γενητὸν φθαρτόν‘, τὸ δὲ ‘πᾶν τὸ ἀγένητον ἄφθαρτον‘.
Aet Mund.590 ὥστε οὐ κατὰ Ἀριστοτέλην μόνον ἀλλὰ καὶ κατὰ Πλάτωνα διὰ τούτων ἀποδείκνυται τῶν δύο τεθέντων ὁ κόσμος οὔτε γενητὸς ὢν οὔτε φθαρτός. εἰ γάρ ἐστιν τὸ μὲν ἄτακτον ἀγένητον, τὸ δὲ τεταγμένον ἄφθαρτον, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖσσον· τὸ γὰρ ἀγένητον πρὸς τὸ γενητὸν καὶ τὸ ἄφθαρτον ὡσαύτως ἔχει πρὸς τὸ φθαρτόν· ὥστε καὶ ἐναλλὰξ οὕτως τὸ ἀγένητον ἕξει πρὸς τὸ ἄφθαρτον, ὡς τὸ γενητὸν πρὸς τὸ φθαρτόν, ὡς δὲ τὸ γενητὸν πρὸς τὸ φθαρτόν, οὕτως γένεσις πρὸς φθοράν· εἰ οὖν γένεσις κρείττων φθορᾶς, καὶ τὸ γενητὸν καθ’ αὑτὸ τοῦ φθαρτοῦ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον· εἰ οὖν τὸ ἄτακτον ἀγένητον ᾖ καὶ φθαρτόν, τὸ δὲ τεταγμένον ἄφθαρτον καὶ γενητόν, ἔσται τὸ ἄτακτον τοῦ τεταγμένου κρεῖττον καὶ ὁ ποιῶν ἐξ ἀτάκτου τεταγμένον ἐκ τοῦ ἀμείνονος ποιήσει χεῖρον ἐκ τοῦ ἀγενήτου ποιῶν καὶ φθαρτοῦ γενητὸν ὕστερον καὶ ἄφθαρτον· οὐκ ἄρα τὸ μὲν ἀγένητον ἔσται καὶ φθαρτόν, τὸ δὲ γενητὸν καὶ ἄφθαρτον ἤγουν ἀνάπαλιν· ἀλλ’ οὔτε ὁ ποιητὴς κακός, ὥστε οὐ φθαρτὸν τὸ τεταγμένον, καί, εἰ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον, οὐκ ἄφθαρτον τὸ ἄτακτον· οὐ γὰρ ἔστιν τοῦ τεταγμένου ὄντος· ἢ ἑκάτερον γενητὸν καὶ φθαρτόν· ἀλλ’ εἴτε γενητὸν τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν, εἴτε φθαρτὸν τὸ τεταγμένον, ὁ φθείρων τὸ ταχθὲν ἢ οὐ καλῶς ἥρμοσεν καὶ οὐκ ἀγαθὸς ἢ φθείρει τὸ καλῶς ἁρμοσθὲν καὶ ἔστιν κακός.
Aet Mund.591 ταῦτα δὲ πάντα ἀδύνατα. οὐκ ἄρα ἔστιν πρὸ τοῦ τεταγμένου τὸ ἄτακτον. ἀγένητον ἄρα τὸ τεταγμένον ἐστίν, ὡσαύτως καὶ ἄφθαρτον.” Κεφάλαια τῆς λύσεως τοῦ ιζʹ λόγου. αʹ. Ὅτι τὸ προκείμενον ιζʹ ἐπιχείρημα τὸ αὐτό ἐστιν τῷ ἕκτῳ. καὶ τίς ἡ πρὸς ἐκεῖνο τούτου διαφορά. καὶ τίς ἡ ἐν ἑκατέρῳ τῶν συλλογισμῶν ἀγωγή. βʹ. Ὅτι τῷ ἕκτῳ καὶ τὸ προκείμενον συναπελήλεγκται. καὶ σύντομος τῶν ἐν ἐκείνῳ εἰρημένων ἀνακεφαλαίωσις, ὅτι τῷ κατὰ φύσιν ἀφθάρτῳ καὶ οὐ τῷ ἐπίκτητον τὴν ἀφθαρσίαν ἔχοντι τὸ ἀγένητον ἕπεται. γʹ. Ὅτι ὅσον ἐκ τῶν Πλάτωνος λέξεων ἔδει μᾶλλον ἐκ τοῦ γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος συλλογίζεσθαι, ὅτι οὐκ ἄφθαρτος ἀλλὰ φθαρτός, ἢ ἐκ τοῦ λέγειν μὴ φθείρεσθαι αὐτὸν τὸ μηδὲ γεγονέναι συνάγειν. δʹ.
Aet Mund.592 Ὅτι σύμφωνος ἑαυτῷ ὁ Πλάτων καὶ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι λέγων καὶ τὸν κόσμον γεγονέναι τε καὶ μὴ φθείρεσθαι. καὶ ὅτι οὐ πᾶν ἄφθαρτον ἀγένητόν ἐστιν. εʹ. Γαληνοῦ μαρτυρία ἐκ τῶν περὶ ἀποδείξεως, ὅτι οὐ πᾶν τὸ ἄφθαρτον πάντως καὶ ἀγένητον εἶναι ἀνάγκη. καὶ ὅτι Πλάτων ταύτης ἐστὶν τῆς δόξης. ϛʹ. Ὅτι καὶ ἐν τοῖς ἑξῆς οὔτε ὀρθῶς οὔτε τῇ Πλάτωνος ὑποθέσει τὰ ἀκόλουθα ὁ Πρόκλος συλλογίζεται. Ἀρχὴ τῆς λύσεως τοῦ ἑπτακαιδεκάτου λόγου. αʹ. Καὶ οὗτος ὁ λόγος τῷ ἕκτῳ ὁ αὐτός ἐστιν. κἀκεῖ ὡς Πλατωνικὸν λαβὼν τὸ πᾶν γενητὸν φθαρτὸν εἶναι, ἔτι δὲ καὶ τὸ μὴ φθείρεσθαι τὸν κόσμον κατὰ Πλάτωνα (‘τὸ γὰρ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ‘, φησὶν ἐκεῖνος, ‘λύειν ἐθέλειν κακοῦ‘), ἐκ τούτων συνήγαγεν τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρησάμενος, ὡς, εἰ τὸ γενητὸν ἅπαν φθαρτόν ἐστιν, εἴ τι μὴ φθείρηται, τοῦτο οὐδὲ γενητόν ἐστιν. εἰ οὖν μὴ φθείρηται κατὰ Πλάτωνα ὁ κόσμος, δηλονότι οὐδὲ γέγονεν κατ’ αὐτόν. οὕτω μὲν οὖν ἐν τῷ ϛʹ. ἐν δὲ τῷ προκειμένῳ τὰς αὐτὰς μὲν πάλιν ἔλαβεν προτάσεις (καὶ ὅτι τὸ γενητὸν φθαρτὸν καὶ ὅτι οὐ φθείρεται ὁ κόσμος), ὅτι δὲ τὸ μὴ φθειρόμενον οὐδὲ γέγονεν, οὐ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ ὡς ἐν ἐκείνῳ ἀλλ’ ἐξ ἑτέρου τινὸς Πλατωνικοῦ ἀξιώματος συνελογίσατο· φησὶν γὰρ ἐκεῖνος πᾶν εἶναι τὸ ἀγένητον ἀδιάφθορον· ἔκ τε οὖν τούτου καὶ ἐκ τοῦ πᾶν τὸ γενητὸν φθαρτὸν εἶναι συνάγει, ὅτι οὔτε τὸ φθαρτὸν ἀγένητον εἶναι ἐνδέχεται οὔτε τὸ ἄφθαρτον γενητόν, ὡς ἀντιστρέφειν ἑκατέραν ἀπόφανσιν, καὶ ὥσπερ πᾶν τὸ γενητὸν φθαρτόν, οὕτω καὶ πᾶν τὸ φθαρτὸν γενητόν, καὶ πάλιν ὥσπερ πᾶν ἀγένητον ἄφθαρτον, οὕτω καὶ πᾶν ἄφθαρτον ἀγένητον.
Aet Mund.593 ὅτι μὲν οὖν πᾶν φθαρτὸν γενητόν, τῇ εἰς ἄτοπον ἀπαγωγῇ τὸν τρόπον τοῦτον συνελογίσατο. εἰ γὰρ μὴ πᾶν φθαρτὸν γενητόν, ἀλλ’ ἐνδέχεσθαι λέγοι τις εἶναι τὶ φθαρτὸν ἀγένητον, ἐπειδὴ καὶ πᾶν ἀγένητον ἄφθαρτόν ἐστιν, ἐνδέχεται ἄρα τὶ φθαρτὸν ἄφθαρτον εἶναι κατὰ τὸν τρίτον τρόπον τοῦ αʹ σχήματος· ἔστιν γὰρ ὁ συλλογισμὸς τοιοῦτος· τὶ φθαρτὸν ἀγένητον, πᾶν ἀγένητον ἄφθαρτον 〈,τὶ ἄρα φθαρτὸν ἄφθαρτον〉· ὅπερ ἄτοπον. οὐκ ἄρα ἐνδέχεται τὶ φθαρτὸν ἀγένητον εἶναι. εἰ δὲ οὐδὲν φθαρτὸν ἀγένητον, ἀνάγκη δὲ ἢ γενητὸν πᾶν ἢ ἀγένητον εἶναι, πᾶν ἄρα φθαρτὸν γενητόν ἐστιν ἐξ ἀνάγκης. ὁμοίως δ’ ὅτι καὶ πᾶν ἄφθαρτον ἀγένητον διὰ τοῦ αὐτοῦ τρόπου συνήγαγεν. εἰ γὰρ λέγοι τις ἐνδέχεσθαι τὶ ἄφθαρτον γενητὸν εἶναι, ἐπειδὴ πᾶν γενητὸν φθαρτόν, τὶ ἄρα ἄφθαρτον φθαρτόν· ὅπερ ἄτοπον. εἰ οὖν τοῦτο ἄτοπον, οὐδὲν ἄρα ἄφθαρτον γενητόν· τοῦτο γὰρ τὸ ἄτοπον ἠκολούθησεν. οὐκοῦν πᾶν ἄφθαρτον ἀγένητον. δέδεικται ἄρα, ὅτι καὶ πᾶν φθαρτὸν γενητὸν καὶ ὅτι πᾶν ἄφθαρτον ἀγένητον. εἰ οὖν ἄφθαρτος, φησίν, ὁ κόσμος κατὰ Πλάτωνα, δῆλον ἄρα, ὅτι καὶ ἀγένητος.
Aet Mund.594 τοῦ αὐτοῦ οὖν ὄντος τοῦ τε ἑπτακαιδεκάτου καὶ τοῦ ϛʹ λόγου, μόνῳ δὲ τῷ συλλογιστικῷ τρόπῳ διαφερόντων, ἔδει τὸν φιλόσοφον τὸ δεύτερον ἀξίωμα, ὅπερ ἐν τούτῳ προσέθηκεν εἰς κατασκευὴν τοῦ τὸ ἄφθαρτον ἀγένητον εἶναι, τῷ ἕκτῳ λόγῳ προσθέντα τοῦ παρόντος μὴ δεῖσθαι· ἀλλ’ οἶμαι καὶ τῷ πλήθει τῶν ἐπιχειρημάτων ταράξαι τοὺς ἐντυγχάνοντας βουλόμενος ὀλίγαις προσθήκαις τὰ αὐτὰ ἡμῖν διπλασιάζει ἐπιχειρήματα, ὡς καὶ ἐπ’ ἄλλων ἐδείξαμεν. βʹ. Εἰ οὖν τὸ αὐτό ἐστιν τοῦτο τῷ ἕκτῳ, δῆλον, ὡς ἐκείνῳ καὶ τοῦτο συναπελήλεγκται· ἀδιάφορον γάρ, εἴτε τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ δειχθείη τὸ φθαρτὸν ἀγένητον εἴτε τῷ νῦν εἰρημένῳ τρόπῳ. αἴτιον δὲ τοῦ παραλογισμοῦ, ὡς ἐν ἐκείνοις εἴρηται, ἡ ὁμωνυμία καὶ τὸ ἀπροσδιορίστως λαμβάνειν τὰ μετὰ προσδιορισμοῦ εἰρημένα τῷ Πλάτωνι. τὸ γὰρ ἀθάνατον καὶ τὸ ἄφθαρτον διττόν, ἢ τὸ κατὰ τὸν λόγον τῆς ἰδίας φύσεως τὴν ἀθανασίαν τε καὶ ἀφθαρσίαν ἔχον τὸ μηδὲ λόγον ἔχον θανάτου τε καὶ φθορᾶς ἢ τὸ δεκτικὸν μὲν φθορᾶς τε καὶ διαλύσεως ἐπίκτητον δὲ τὴν ἀθανασίαν προσκτώμενον, ὥσπερ καὶ τὸ ἀγαθὸν διττόν ἐστιν καὶ ἕτερα πλείονα, οἷον τὸ λευκὸν ἢ τὸ θερμὸν τὸ μὲν ἐν τῇ οὐσίᾳ συνουσιωμένον τοῦ ἔχοντος, ὥσπερ τῷ πυρὶ τὸ θερμὸν συνουσίωται, τὸ δὲ ἐξ ἐπικτήσεως προσγενόμενον ὡς ἐπὶ τοῦ θερμανθέντος ὕδατος καὶ τοῦ πεπυρακτωμένου σιδήρου.
Aet Mund.595 ἀλλὰ δὴ καὶ μέλαν τὸ μέν ἐστιν κατ’ οὐσίαν ὑπάρχον τινὶ ὡς τῇ ἐβένῳ, τὸ δὲ ἐξ ἐπικτήσεως προσγινόμενον ὡς ἐπὶ τοῦ βεβαμμένου ἐρίου. καὶ φῶς τὸ μέν ἐστιν κατ’ οὐσίαν ὡς τὸ ἐν τῷ ἡλίῳ, τὸ δὲ ἐξ ἐπικτήσεως, κἂν ἀεὶ παρῇ τισιν, ὡς τὸ ἐξ ἡλίου φῶς ταῖς ἀνωτέρω τοῦ ἡλίου σφαίραις ἀεὶ μὲν πάρεστιν, ἐπιγενήτως δὲ πάρεστιν· ὅθεν, εἰ τὸν ἥλιον αὐτῶν ὑπεξέλοιμεν κατ’ ἐπίνοιαν, καὶ τὸ φῶς τὸ ἐν αὐταῖς εὐθὺς συναφίσταται ἅτε δὴ μὴ λόγῳ τῆς φύσεως τῆς αὐτῶν ἐνυπάρχον αὐταῖς, εἰ καὶ ἀεὶ πάρεστιν· ὥστε ἀεὶ φωτιζόμεναι διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ὅμως τῷ ἰδίῳ λόγῳ τῆς φύσεώς εἰσιν ἀφώτιστοι. ὥσπερ οὖν ἐπὶ τούτων διττόν ἐστιν τῶν εἰρημένων ἕκαστον, τὸ μὲν ἐκ φύσεως συνουσιωμένον τῷ ὑποκειμένῳ, τὸ δὲ ἐπικτήτως αὐτῷ προσγενόμενον, οὕτως καὶ τὸ ἄφθαρτον διττὸν εἶναι ἀνάγκη, ἢ τὸ κατ’ οὐσίαν ὑπάρχον τινὶ ἢ τὸ ἐπικτήτως αὐτῷ καὶ μὴ ἀπὸ τοῦ λόγου τῆς οἰκείας φύσεως προσγενόμενον· οὕτω γὰρ καὶ αἱ στοιχείων ὁλότητες νῦν τὸ ἀδιάλυτον ἔχουσιν οὐ τῆς οὐσίας αὐτῶν τὸν λόγον οὐκ ἐχούσης τῆς διαλύσεως (τοὐναντίον γὰρ οὐδὲν ἔστιν στοιχείου μέρος, ὃ μὴ κατ’ ἐνέργειαν φθείρεται) ἀλλ’ ὡς συνεχῆ καὶ ἀδιάκοπον τὴν ἐπισκευὴν δεχόμεναι· ἀντὶ γὰρ τοῦ φθαρτοῦ πυρὸς ἕτερον εὐθὺς ἐπιγίνεται καὶ τὴν τοῦ πυρὸς ὁλότητα ἀναπληροῖ, καὶ τὸ διαπνευσθὲν τοῦ ὕδατος μόριον ἄλλο ὕδωρ γενόμενον ἀνεπλήρωσεν, καὶ ἐπὶ γῆς καὶ ἀέρος ὡσαύτως.
Aet Mund.596 διττῆς οὖν οὔσης τῆς ἀφθαρσίας, εἰ μὲν ἔχει τις δεικνύειν κατὰ φύσιν ἀθάνατόν τε καὶ ἄφθαρτον εἶναι τὸν κόσμον λέγειν τὸν Πλάτωνα, ἕψεται ἐξ ἀνάγκης κατὰ τὰς αὐτοῦ Πλάτωνος ὑποθέσεις τὸ καὶ ἀγένητον αὐτὸν εἶναι, κἂν μυριάκις γενητὸν αὐτὸν εἶναί φησιν· εἰ δὲ τοὐναντίον φύσει μὲν θνητὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀποφαίνεται εἶναι καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ μετὰ κατασκευῆς τε καὶ ἀποδείξεως (‘ἐπείπερ ἐγένεσθε‘, φησίν, ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν‘), ὅτι δὲ γέγονεν, ἐκ τοῦ ὁρατόν τε καὶ ἁπτὸν εἶναι καὶ σῶμα ἔχειν συνελογίσατο καὶ προσέτι τὴν ἀθανασίαν ἐπίκτητον αὐτῷ καὶ ἐπισκευαστὴν παρὰ τοῦ ἀεὶ ὄντος φησὶν ἐπιγίνεσθαι, ποία ἔτι ἀνάγκη τῇ ἐπικτήτῳ μὴ κατὰ φύσιν ἀθανασίᾳ τὸ ἀγένητον ἕπεσθαι; πᾶν γὰρ τοὐναντίον ἀνάγκη· τὰ γὰρ ἐπικτήτως τι ἔχοντα καὶ τῶν ἀντικειμένων ἐστὶν κατὰ τὸν τῆς φύσεως αὐτῶν λόγον δεκτικά. οὕτω γοῦν ὁ ἀὴρ καὶ ἡ σεληνιακὴ σφαῖρα ἐπίκτητον ἔχοντα τὸ φῶς καὶ σκότους εἰσὶν δεκτικὰ καὶ μετέχει ποτὲ τούτου. ἐδείξαμεν δὲ πρὸς τῷ τέλει τοῦ πρώτου λόγου, ὅτι, εἰ καὶ ἀεὶ πάρεστιν ταῖς ἀνωτέραις σφαίραις τὸ φῶς, ἀλλ’ οὖν καὶ αὐτὸ φύσει φθαρτόν ἐστιν. καὶ αἱ ἡμέτεραι δὲ ψυχαὶ ἐπικτήτους ἔχουσαι τὰς ἐπιστήμας καὶ ἀνεπιστημοσύνης εἰσὶν δεκτικαί. εἰκότως ἄρα ὁ Πλάτων ἐπικτήτως τῷ κόσμῳ τὴν ἀθανασίαν προσγίνεσθαι λέγων φύσει φθαρτὸν εἶναι αὐτὸν καὶ λυτὸν ἀπεφήνατο. γʹ.
Aet Mund.597 Πῶς δὲ καὶ οὐ κακοῦργον καὶ φιλοσόφου ἤθους ἀλλότριον τιθέμενον τῇ Πλάτωνος ἀποφάνσει τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτὸν καὶ ἀκούοντα τοῦ ἀνδρὸς τοῖς οἰκείοις ἑπομένου καὶ βοῶντος ‘ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν‘ τοῦτο μὲν ἑκόντα παρατρέχειν, ἁπλῶς δὲ οὕτως τῆς λέξεως τοῦ 〈μὴ〉 λυθήσεσθαι τὸν κόσμον δράττεσθαι καὶ ταῦτα μηδὲ ἀπροσδιορίστως εἰρημένης καὶ ἐντεῦθεν τὸ μηδὲ γεγονέναι συνάγειν ἐκείνου σαφῶς γενητὸν εἶναι καὶ γεγονέναι αὐτὸν εἰπόντος. καίτοι γε εἰ τῶν δύο θάτερον ἐκβάλλειν ἐχρῆν, ἢ ἐκ τοῦ μὴ φθείρεσθαι τὸν κόσμον τὸ γενητὸν εἶναι ἢ ἐκ τοῦ γενητὸν εἶναι τὸ ἄφθαρτον, πολλῷ γε ἦν εὐλογώτερον τοῦ μὲν γεγονέναι τὸν κόσμον ἁπλῶς καὶ ἄνευ προσδιορισμοῦ τινος παρὰ Πλάτωνος εἰρημένου, τοῦ δὲ μένειν ἀδιάλυτον μετά τινος προσδιορισμοῦ (οὐ γὰρ φύσει τὸ ἀδιάλυτον ἔχειν τὸν κόσμον ἀλλ’ ἐπίκτητον εἴρηκεν, φύσει δὲ μᾶλλον λυτὸν εἶναι) ἐκ τοῦ γεγονέναι αὐτὸν τὸ ἀδιάλυτον εἶναι ἀθετεῖν, εἴπερ καθόλου ἐστὶν ἀληθὲς τὸ πᾶν εἶναι τὸ γενητὸν φθαρτόν, καὶ σαφῶς εἰπόντος τοῦ Πλάτωνος, ἐπείπερ γέγονεν, μήτε ἄλυτον εἶναι μήτε ἀθάνατον, ἢ ἐκ τοῦ μὴ διαλύεσθαι μηδὲ γενητὸν εἶναι συνάγειν· οὐδαμοῦ γάρ, ὡς ἄφθαρτός ἐστιν ὁ κόσμος, λέγων ὁ Πλάτων φαίνεται, τοὐναντίον δέ, ὡς οὔτε ἀδιάλυτός ἐστιν οὔτε ἀθάνατος. ὅτι μέντοι λυτὸς ὢν οὐ λυθήσεται, λέγει· πολλῷ δὲ τοῦτο ἐκείνου διέστηκε· τὸ μὲν γὰρ ἄφθαρτον σημαίνοι ἂν τὸ μηδὲ λόγον ἔχον φθορᾶς, τὸ δὲ μὴ φθαρησόμενον οὐ πάντως τῷ μηδὲ λόγον ἔχειν φθορᾶς οὐ φθείρεται· ἐνδέχεται γὰρ καὶ τῷ τὰ πεπονηκότα κατὰ συνέχειαν ἐπανορθοῦσθαι καὶ τὸ φθαρτὸν μὴ φθείρεσθαι.
Aet Mund.598 τοιαύτην δὲ εἶναι καὶ τὴν τοῦ κόσμου ἀθανασίαν σαφῶς ὁ Πλάτων εἴρηκεν· θνητὸν γὰρ ὄντα καὶ αὐτὸν φύσει ἐπίκτητόν τε καὶ ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ τὴν ἀθανασίαν πορίζεσθαι. δʹ. Ἡμεῖς οὖν οὐδὲν τῶν ὑπὸ Πλάτωνος ἐν τούτοις εἰρημένων ἀθετήσομεν οὐδ’, ἵνα τὰ ἡμῖν αὐτοῖς καὶ μὴ αὐτῷ δοκοῦντα πιστωσώμεθα, εἰς ἀσυμφωνίαν ἐν τούτοις συκοφαντοῦντες αὐτὸν περιάξομεν· σύμφωνος γὰρ ἑαυτῷ λίαν ὑπάρχει καὶ τὸ γενητὸν πᾶν φθαρτὸν εἶναι λέγων καὶ διὰ τοῦτο καὶ τὸν κόσμον, ἐπεὶ γενητός ἐστιν, καὶ φθαρτὸν εἶναι καὶ τὴν ἀθανασίαν αὐτοῦ οὐκ ἀπὸ φύσεως ἀλλ’ ἀπὸ τῆς βουλήσεως τοῦ θεοῦ καταδούμενος· αὐτῷ γὰρ τῷ ἐπικτᾶσθαι τὴν ἀθανασίαν φθαρτὸς ὢν δείκνυται· εἰ γὰρ μὴ εἰς διάλυσιν ἐκ φύσεως διὰ τὸ γεγονέναι ἐξωλίσθανεν, οὐδ’ ἂν ἐπισκευάζεσθαι καὶ ἐπικτᾶσθαι τὴν ἀθανασίαν ἔχρῃζεν. ὥστε, κἂν εἰς τὸ παντελὲς ἀδιάλυτος διαμένῃ, ἀλλ’ οὖν γε ἕπεται τῷ γεγονέναι αὐτὸν τὸ κατὰ βραχὺ διαλύεσθαι· ὅπερ ὑπὸ τῆς τοῦ θεοῦ βουλήσεως ἀνυφαίνεται· εἰ γὰρ ἀνέδωκεν κατ’ ἐπίνοιαν τὸ τὴν ἐπισκευαστὴν αὐτῷ καὶ τὴν ἐπίκτητον ἀθανασίαν χαριζόμενον, οἰχήσεται πάντως ἑαυτὸν συνέχειν ἐς ἀεὶ μὴ δυνάμενος.
Aet Mund.599 ὥστε, κἂν λέγῃ Πλάτων, ὡς τὰ ὑπὸ τοῦ δημιουργοῦ γινόμενα ἀθάνατά ἐστιν καὶ ἀνώλεθρα, τῷ εἰρημένῳ φησὶν τρόπῳ ἀθάνατα αὐτὰ διαμένειν, διότι μόνῳ τῷ βούλεσθαι διακρατοῦντος τὸ πᾶν τοῦ δημιουργήσαντος ἀνάγκη πᾶσα τῆς βουλήσεως ἀκινήτου μενούσης καὶ αὐτὰ μένειν ἀθάνατα ἐπίκτητον ἐκ τῆς βουλήσεως τοῦ θεοῦ καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως τὸ ἀθάνατον ἔχοντα. ταῦτα δὲ οὕτω λέγειν ἡμᾶς τὴν Πλάτωνος ἐξηγουμένους διάνοιαν ἀνάγκη, εἰ μὴ τῷ ὄντι εἰς ἀντίφασιν τὸν Πλάτωνα περιάγειν βουλοίμεθα· ἔφθη γὰρ εἰπὼν ‘ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν.‘ πῶς οὖν ἐγχωρεῖ λέγειν τοὺς αὐτοὺς καὶ ἀθανάτους εἶναι καὶ οὐκ ἀθανάτους καὶ λυτοὺς καὶ οὐ λυτούς, εἰ μὴ τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ τοῦ θεοῦ βουλήσει παρέξομεν; εʹ. Ἱκανῶς μὲν οὖν οἶμαι τοῖς μὴ πάντῃ φιλονείκοις καὶ ἀπηρυθριακόσιν πρὸς τὴν ἀλήθειαν ὁ λόγος ἀπέδειξεν, ὡς οὔτε πᾶν ἁπλῶς τὸ ἄφθαρτον ἀγένητον ἀλλ’, εἴπερ ἄρα, τὸ φύσει, οὔτε Πλάτων φύσει ἄφθαρτον εἶναι τὸν κόσμον οἴεται καὶ διὰ τοῦτο οὐδὲ ἀγένητον. εἰ δὲ δεῖ καὶ μαρτυρίαις ἀξιοπίστων ἀνδρῶν βεβαιῶσαι τὸν λόγον, εἴ τῳ δοκεῖ Γαληνὸς ἀξιόπιστος εἶναι τούτων μάρτυς, ἀνὴρ φυσικώτατός τε καὶ οὐδὲν ἧττον τῆς ἰδίας ἐπιστήμης τὰ κατὰ φιλοσοφίαν ἠκριβωκὼς θεωρήματα, παρίτω τῷ ἡμετέρῳ λόγῳ συνήγορος.
Aet Mund.600 οὗτος οὖν ἐν τῷ δʹ λόγῳ ἧς αὐτὸς συνέγραψεν ἀποδεικτικῆς πραγματείας φησὶν ἐπὶ λέξεως ταῦτα ‘σύνθετός ἐστιν ἡ νόησις τοῦ ἀιδίου· καὶ γὰρ ἀγένητος καὶ ἄφθαρτος. ἕπεται δὲ ἑκατέρῳ θάτερον‘ —δηλονότι κἀνταῦθα δείξας, ὁπότερον αὐτῶν, εἶθ’ ὡς ἕπεται θάτερον, ἐκεῖνο προλαβὼν ἀποδέδειχεν ἂν εἴη τὸ προκείμενον—. ‘εἰ τοίνυν καλῶς ὑπὸ πάντων ὡμολόγηται τῷ ἀγενήτῳ τὸ ἄφθαρτον ἕπεσθαι, σκοποῦντες ἅμα μὲν ἀναπόδεικτόν τε καὶ πρῶτον καὶ ἐξ αὑτοῦ πιστὸν εἶναι ἀξίωμα κατενοήσαμεν, ἅμα δὲ ὑφ’ ἑτέρου τινὸς ἐναργοῦς μαρτυρούμενον ἀξιώματος, ὃ μικρὸν ἔμπροσθεν εἴρηται, τοιοῦτο ὑπάρχειν ‘εἴ τι λόγον οὐδ’ ὅλως ἔχει γενέσεως, οὐδὲ φθορᾶς ἕξει τὸ τοιοῦτο λόγον‘. ὅτι μὲν οὖν ἅπαν ἀγένητον εὐθὺς καὶ ἄφθαρτόν ἐστιν, ἑτοίμως ἡ διάνοια δέχεται καὶ εἴπερ τι καὶ ἄλλο τῶν πρὸς νόησιν ἐναργῶν πρῶτον ὑπάρχει καὶ τὸ τοιοῦτον ἀξίωμα. τὸ μέντοι πᾶν ὅσον ἄφθαρτον ἐξ ἀνάγκης τοῦτο καὶ ἀγένητον εἶναι διορισμοῦ δεῖταί τινος, ἵν’ ἑτοίμως αὐτὸ δεχώμεθα· τίς οὖν ὁ διορισμός; ἐν τῷ διελέσθαι, πῶς ἄφθαρτον εἶναι τόδε τι συγχωρεῖται, πότερον ὡς οὐδὲ τὸν λόγον ὅλως ἐπιδεχόμενον τῆς φθορᾶς, οἷον τὸ τελείως ἁπλοῦν ἐστιν καὶ ἀπαθές, ἢ ὡς ἐπισκευαστῆς τῆς ἀθανασίας τετυχηκός, οἷόν τι δοκεῖ καὶ περὶ τῶν θεῶν ἐν Τιμαίῳ λέγειν ὁ Πλάτων, ἐν οἷς πεποίηκεν τὸν πρῶτον θεὸν αὐτοῖς διαλεγόμενον· ἔστιν δ’ ἡ ῥῆσις ἥδε ‘ἐπείπερ γεγόνατε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι καὶ κυριωτέρου δεσμοῦ λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε συνεδεῖσθε‘.
Aet Mund.601 ταὐτὸ δὲ τοῦτο κἀν τῷ πολιτικῷ περὶ τοῦ παντὸς οὐρανοῦ διεξέρχεται. ἐπινοεῖται γάρ τι, κἂν εἰ γέγονεν, ὅμως οὐ φθαρησόμενον· οἷον ἡ τῶν Λακεδαιμονίων πόλις εἰ τύχοι· ἐγχωρεῖ γὰρ αὐτὴν φθαρῆναι μηδέποτε, καίτοι τῶν κατὰ μέρος οἰκιῶν ἁπασῶν φθείρεσθαι φύσιν ἐχουσῶν, ἀλλὰ τῷ δύνασθαι κατὰ βραχὺ γίνεσθαι τὴν ἐπανόρθωσιν ἐνδέχεται μὴ φθαρῆναι τὸ σύμπαν. οὐ μόνον δὲ πόλιν οὕτως δυνατὸν ἄφθαρτον ἐπινοεῖν ἀλλὰ καὶ μίαν οἰκίαν, εἰ τὸ πονῆσαν αὐτῆς ἐπανορθώσεως ἑκάστοτε τυγχάνοι. κατὰ λόγον οὖν, εἰ μὲν ἀγένητόν τι, πάντως καὶ ἄφθαρτον, εἰ δὲ ἄφθαρτον, οὐκ ἐξ ἀνάγκης ἀγένητον‘. σαφῶς ἄρα καὶ οὗτος ὁ ἀνὴρ οὔτε τῷ ὁπωσοῦν ἀφθάρτῳ τὸ ἀγένητον εἶπεν ἕπεσθαι ἀλλὰ τῷ μηδὲ τὸν λόγον τῆς φθορᾶς ἔχοντι καὶ Πλάτωνα οὕτω τὴν ἀφθαρσίαν διδόναι ὡμολόγηκεν τῷ οὐρανῷ. ἀλλὰ περὶ μὲν τούτων ἅλις κἀνταῦθα. ϛʹ. Ἐν δὲ τοῖς ἑξῆς λαβὼν πάλιν ὁ φιλόσοφος παρὰ Πλάτωνος τὸ ἐκ τοῦ ἀτάκτου γεγονέναι τὸ τεταγμένον αὐτὸς προστίθησιν, ὅτι καὶ ἀγένητόν ἐστιν τὸ ἄτακτον, Πλάτωνος οὐδὲ ὅτι γενητὸν οὐδ’ ὅτι ἀγένητον εἰπόντος. εἶτα συλλογίζεται, ὅτι καὶ φθαρτόν· εἰ γὰρ ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον γέγονεν, τοῦ δὲ τεταγμένου ὄντος οὐκ ἔστιν τὸ ἄτακτον, φθαρτὸν ἄρα ἔσται τὸ ἄτακτον. ὥστε ἀγένητόν ἐστιν καὶ φθαρτὸν τὸ ἄτακτον.
Aet Mund.602 εἰ οὖν τὸ ἄτακτον, φησίν, ἀγένητόν ἐστιν καὶ φθαρτόν, τὸ δὲ τεταγμένον γενητὸν καὶ ἄφθαρτον, κρεῖττον δὲ τὸ ἀγένητον τοῦ ἀφθάρτου, ὡς ἔδειξεν (ἐπεὶ καὶ ἡ γένεσις κρείττων τῆς φθορᾶς), ἐκ τοῦ κρείττονος ἄρα τοῦ ἀγενήτου τὸ χεῖρον τὸ γενητὸν καὶ ἄφθαρτον ὁ δημιουργὸς ἐποίησεν. περὶ μὲν οὖν τῆς Πλάτωνος ὑποθέσεως εἴρηται. καὶ οὕτω δὲ φίλως ἐχούσης τῆς ὑποθέσεως λέγεται μᾶλλον ἦν ἐντεῦθεν εὐλογώτερον συλλογίσασθαι, ὡς, εἴπερ πᾶν τὸ φθαρτὸν γενητόν ἐστιν, ὡς αὐτὸς ἔδειξεν, φθαρτὸν δὲ κατὰ Πλάτωνα τὸ ἄτακτον, καὶ γενητὸν ἄρα. εἰ δὲ καὶ γενητὸν καὶ φθαρτόν, χεῖρον ἔσται τοῦ τεταγμένου γενητοῦ καὶ ἀφθάρτου ὄντος. ἀλλὰ εἰ γενητόν, φησίν, τὸ ἄτακτον, ἐκ τοῦ τεταγμένου γέγονεν. πρῶτον μὲν οὐκ ἀνάγκη, εἴ γε πολλάκις ἐδείξαμεν, ὡς οὐ πάντως ἐξ ὄντος τὰ γινόμενα γίνεται. ἔπειτα εἰ καὶ τοῦθ’ οὕτως εἶχεν, οὐ νῦν ζητοῦμεν, τί ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ γενητὸν εἶναι τὸ ἄτακτον, ἀλλὰ τί ἕπεται τῷ εἶναι τὸ ἄτακτον φθαρτὸν ἐκ τῶν Πλάτωνος ὑποθέσεων. εἰ οὖν τῷ φθαρτῷ τὸ γενητὸν ἕπεται κατὰ Πλάτωνα, φθαρτὸν δὲ κατ’ αὐτὸν τὸ ἄτακτον, καὶ γενητὸν ἄρα κατ’ αὐτὸν ἔσται· οὐδαμοῦ γὰρ ἀγένητον αὐτὸ εἶναι λέγει. εἰ δὲ ὁ Πρόκλος ἀγένητον ἐξ ἀνάγκης ἀπαιτήσει εἶναι τὸ ἄτακτον, ἐναργῶς δὲ αὐτὸ φθαρτὸν εἶναι βούλεται Πλάτων (τὸ γὰρ πλημμελῶς, φησίν, καὶ ἀτάκτως κινούμενον εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας), ἐνδέχεται τὶ ἄρα ἀγένητον ὂν φθαρτὸν εἶναι, εἴ γε τὸ μὲν ὁ Πρόκλος δέδωκεν τὸ ἀγένητον, τὸ δὲ Πλάτων τὸ φθαρτόν.
Aet Mund.603 τί οὖν κωλύει καὶ τὸ τεταγμένον γενητὸν μὲν εἶναι ἄφθαρτον δέ; ἄλλως τε εἰ καὶ τὸ ἀγένητον τοῦ ἀφθάρτου κρεῖττον καὶ τὸ ἄτακτον ἀγένητον εἶναι συγχωρήσωμεν, ἀλλά γε καὶ τὸ ἄφθαρτον τοῦ φθαρτοῦ κρεῖττόν ἐστιν. ὥστε καὶ τὸ τεταγμένον ἄφθαρτον ὂν κατὰ Πλάτωνα κρεῖττόν ἐστιν κατὰ τοῦτο τοῦ ἀτάκτου φθαρτοῦ ὄντος. οὐκοῦν κατά τι μὲν ἐκ τοῦ κρείττονος τοῦ ἀγενήτου, κατά τι δὲ ἐκ τοῦ χείρονος τοῦ φθαρτοῦ ἡ τοῦ τεταγμένου ἐστὶν γένεσις καὶ οὐχ ἁπλῶς ἐκ κρείττονος τὸ χεῖρον γεγένηται, ὡς Πρόκλος φησίν. καὶ εἰ τὸ εἶναι τοῦ μὴ εἶναι κρεῖττον, ἐπεὶ καὶ γένεσις φθορᾶς, ὡς αὐτός φησιν, καὶ τὸ μὲν ἄτακτον δυνατὸν ἦν μηκέτι εἶναι φθαρτόν, καίτοι γε ὂν καὶ φθαρέν, τὸ δὲ τεταγμένον ἀδύνατον ἦν μὴ εἶναι ἄφθαρτον ὄν, καὶ ἁπλῶς ἄρα κρεῖττον τὸ τεταγμένον τοῦ ἀτάκτου. ἐκ τοῦ χείρονος ἄρα ἡ τοῦ τεταγμένου γένεσις. ἀλλ’ οἶμαι φιλοτιμία μόνον ἐστὶν περιττὴ ἡ τοιαύτη τῶν λόγων στροφή, χρήσιμον δὲ οὐδὲ πραγματειῶδες οὐδὲν ἔχει· ὅθεν ἡμᾶς ἀνάγκη τῶν τοιούτων θᾶττον ἀποπηδᾶν λόγων· καὶ οὐδὲ κινεῖν οἶμαι τὴν ἀρχὴν τὰ τοιαῦτα τὸν φιλόσοφον ἦν εὔλογον. ὅτι δὲ οὐδὲ κακὸς ὁ δημιουργός, εἰ τὸ τεταγμένον φθείροι, ἐν τῷ ϛʹ διὰ πλειόνων ἐδείξαμεν. ἔσονται δὲ οὕτω καὶ οἱ ἐγκόσμιοι θεοὶ κακοὶ τὰ μερικὰ τεταγμένα ὄντα φθείροντες καὶ ὁ τῶν κακῶν θεῶν δημιουργὸς οὐκ ἀγαθὸς ἔσται ἀλλὰ κακός.
Aet Mund.604 εἰ οὖν ἀγαθὸς ὁ δημιουργός, ἀγαθοὺς ἐποίησεν τοὺς ἐγκοσμίους θεούς· εἰ ἀγαθοὺς ἐποίησεν, ἀγαθὰ καὶ αὐτοὶ ποιοῦσιν καὶ οὐ κακά· εἰ οὖν φθείρουσιν τὰ μερικὰ τεταγμένα ὄντα (οὐδὲν γὰρ ποιῆσαι δύνανται μὴ φθείροντες ἄλλο, εἴπερ ἡ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν), οὐκ ἄρα κακὸν πάντως ἀλλ’ ἔσθ’ ὅπῃ καὶ ἀγαθὸν ἡ τοῦ τεταγμένου φθορά, εἴπερ τὰ δανεισθέντα μόρια εἰς γένεσιν τῶν συνθέτων τοῖς δανείσασιν ἀγαθὸν ἀποδίδοσθαι κατὰ Πλάτωνα. Τέλος λύσεως τοῦ ιζʹ λόγου. Πρόκλου διαδόχου λόγος ὀκτωκαιδέκατος. “Ὀκτωκαιδέκατος· εἰ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, ὡς αὐτὸς ἐν τῷ πολιτικῷ φησιν, εἰ μὲν ὁ δημιουργὸς ἐν τοῖς θειοτάτοις ἐστίν, μόνως αὐτῷ προσήκει κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, εἰ δὲ μή ἐστιν τῶν θειοτάτων, μήτε ἀεὶ ὄντα θεὸν αὐτὸν λέγωμεν μήτε ἄριστον τῶν αἰτίων. ἀλλὰ μὴν ταῦτα περὶ αὐτοῦ φαμεν, ὡς ἐν Τιμαίῳ γέγραπται. προσῆκεν ἄρα αὐτῷ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· εἰ γὰρ μὴ τὸ ἀεὶ ὂν ἕξει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως, τὸ μὴ ἀεὶ ὂν ἔσται τοιοῦτον, καὶ εἰ μὴ τὸ ἄριστον τῶν αἰτίων, τὸ μὴ ἄριστον τῶν αἰτίων· ὧν ἀτόπων ὄντων ἀνάγκη τὸν ἄριστον τῶν αἰτίων καὶ τὸν ἀεὶ ὄντα θειότατον εἶναι καὶ ὄντα θειότατον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν.
Aet Mund.605 τῷ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι προσήκει μηδέποτε ἄλλοτε ἄλλως ἔχειν· ἐναντία γὰρ ταῦτα τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. τῷ δὲ μηδέποτε ἄλλοτε ἄλλως ἔχοντι μηδὲ ποτὲ μὴ ποιεῖν εἶτα ποιεῖν μηδὲ ποιεῖν ποτὲ εἶτα μὴ ποιεῖν· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς. τῷ δὲ μὴ ποτὲ μὴ ποιητικῶς εἶτα ποιητικῶς ἢ ποιητικῶς εἶτα μὴ ποιητικῶς ἔχοντι ἢ ἀεὶ ποιεῖν ἢ ἀεὶ μὴ ποιεῖν ἀναγκαῖον· οὐ γὰρ ἔστιν παρὰ ταῦτα ἄλλο οὐδέν· ἄκρα μὲν γὰρ τὸ ἀεὶ ποιεῖν καὶ τὸ ἀεὶ μὴ ποιεῖν, μέσα δὲ τὸ μὴ ποιοῦν ποιεῖν αὖθις ἢ ἔμπαλιν τὸ ποιοῦν μὴ ποιεῖν αὖθις. ἀλλὰ μὴν τὸ μηδέποτε ποιεῖν δημιουργὸν ὄντα τὸν δημιουργὸν ἀμήχανον· οὐ γὰρ δημιουργῷ τὸ ἀργεῖν ἀεὶ προσήκει· πότε γὰρ ἂν εἴη δημιουργὸς μηδέποτέ τι ποιῶν; ἀνάγκη ἄρα ποιεῖν τὸν δημιουργὸν καὶ αὐτὸ τοῦτο δημιουργεῖν ἀεί. τὸν δὲ ἀεὶ δημιουργοῦντα εἰ κόσμον ποιεῖν ἀνάγκη τὸν δημιουργόν, ἀνάγκη τὸν κόσμον μήτε ἀρχὴν ἔχειν τοῦ δημιουργεῖσθαι μήτε τελευτήν· εἰ γὰρ ἀρχὴν ἔσχεν, οὐκ ἀεὶ ἐκοσμεῖτο, εἰ δὲ τελευτήν, οὐκ ἀεὶ κοσμηθήσεται· δεῖ δὲ ἀεὶ κοσμεῖσθαι τὸν κόσμον, εἴπερ καὶ τὸν δημιουργὸν ἀεὶ κοσμεῖν, τοῦτο δ’, εἴπερ ἀεὶ ὡσαύτως ποιεῖν, τοῦτο δ’, εἰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει.
Aet Mund.606 ἀνάγκη ἄρα τὸν κόσμον μήτε ἀρχὴν ἔχοντα κόσμον εἶναι μήτε τελευτήν, ἄνευ γενέσεως εἶναι κόσμον καὶ ἄνευ φθορᾶς, ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ὁ δημιουργὸς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ ὡσαύτως, ἀνάγκη τὸν κόσμον ἀγένητον εἶναι καὶ ἄφθαρτον. ὥστε, εἰ ἐκεῖνο λέγει σαφῶς αὐτός, ἀνάγκη καὶ τὸν κόσμον κατ’ αὐτὸν ἀγένητον εἶναι καὶ ἄφθαρτον. εἰ ἄρα τὸν θεὸν ἀπεῖναι λέγει τοῦ κόσμου καὶ παρεῖναι αὖθις ἐν πολιτικῷ καὶ ἐν Τιμαίῳ ἀπεῖναι πρότερον εἶτα παρεῖναι (οὕτω γὰρ εἶχεν, φησίν, τὸ πᾶν, ὡς εἰκὸς ἔχειν ἦν, οὗ ἂν ἀπῇ θεός) καὶ ὁμοίως ἄμφω λέγει Πλάτων καὶ διὰ ταῦτα τοτὲ μὲν ἐξ ἀτάκτου μεταβάλλειν εἰς τάξιν τὸν κόσμον, τοτὲ δὲ ἐκ τεταγμένου μεταπίπτειν εἰς ἀταξίαν, ἕως ἔφεδρος αὐτοῦ γένηται τῶν πηδαλίων ἁψάμενος ὁ θεός, οὐκ ἔδει τοὺς περὶ Ἀττικὸν εἰς τὰ ἐν Τιμαίῳ μόνα βλέπειν τὸν ἀπόντα ποτὲ παρόντα ποιοῦντα, οὗ ἀπῆν, ἀλλὰ καὶ εἰς τὰ ἐν πολιτικῷ τὸν παρόντα ποτὲ ἀπόντα ποιοῦντα ἐκείνου, ᾧ παρῆν, καὶ ὡς δι’ ἐκεῖνα τὴν τάξιν ἀπὸ τῆς ἀταξίας ποιοῦσιν, οὕτω διὰ ταῦτα καὶ μετὰ τὴν τάξιν ἀταξίαν ποιεῖν. εἰ δ’ οὖν ταῦτα συναμφότερα λέγοι κατ’ ἐπίνοιαν ταῦτα πάντα θεώμενος πρὸ τοῦ κόσμου, περὶ αὐτὸν ὁρᾷ τὸν θεὸν μεταβολάς, ἃς ἀρθείσης ἀδύνατον εἶναι τῆς ἐπινοίας· οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς δι’ αὑτοῦ ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον ἢ τεταγμένον εἶναι.
Aet Mund.607 ὥστε, εἰ ἐκεῖνο ἀμήχανον διὰ τὸ τὸν θεὸν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀδύνατον καὶ τὸν κόσμον ἀτάκτως καὶ τεταγμένως ἔχειν. καὶ τοῦτο ἐγὼ ἂν φαίην ὄντως θεῖον εἶναι μηχάνημα τῆς Πλάτωνος σοφίας καταδούμενον τὴν ἀγενησίαν ἅμα τοῦ κόσμου καὶ ἀφθαρσίαν ἀπὸ τῆς τοῦ θεοῦ διαιωνίας ἐνεργείας αἰτίαν εἰπόντος τῆς τάξεως τοῦ κόσμου καὶ ἀταξίας τὴν τοῦ θεοῦ παρουσίαν καὶ ἀπουσίαν· εἰ γὰρ αὕτη μόνη αἰτία τῆς τάξεως καὶ ἀταξίας ἐν μέρει τοῦ κόσμου καὶ αὐτὴ δὲ ἀνυπόστατος, διότι τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν ἀμήχανον, καὶ τὴν τάξιν ἄρα καὶ τὴν ἀταξίαν περὶ τὸν κόσμον ὁρᾶν ἀμήχανον. εἰ οὖν ὁ θεὸς ἀεὶ ὡσαύτως ἔχει, οὐ ποτὲ τῷ κόσμῳ πάρεστιν ποτὲ δὲ ἄπεστιν. εἰ μὴ ποτὲ πάρεστιν ποτὲ δὲ ἄπεστιν, οὐ ποτὲ μὲν ὁ κόσμος τέτακται ποτὲ δὲ οὐ τέτακται· ἐποίει γὰρ ἡ μὲν παρουσία τοῦ θεοῦ τῷ κόσμῳ τάξιν, ἡ δὲ ἀπουσία ἀταξίαν. εἰ δὲ μὴ ποτὲ μὲν τέτακται ποτὲ δὲ ἄτακτος ἦν ἢ ἔσται, ἀεὶ τέτακται. εἰ δὲ ἀεὶ τέτακται, καὶ ἐξ ἀπείρου χρόνου τέτακται καὶ εἰς τὸν ἄπειρον χρόνον ἔσται τεταγμένος· ὃ δὴ καὶ αὐτὸς καὶ τοῖς κωφοῖς ἀρίδηλον ποιῶν ἀνέκραγεν, ὅτι ‘τὸ μὲν παράδειγμα τὸν πάντα αἰῶνά ἐστιν ὄν, ὁ δὲ κόσμος τὸν ἅπαντα χρόνον διὰ τέλους γεγονὼς καὶ ὢν καὶ ἐσόμενοσ‘.
Aet Mund.608 ὡς οὖν ἐσόμενός ἐστιν εἰς ἄπειρον, οὕτω καὶ γεγονὼς ἐξ ἀπείρου, καὶ οὐκ ἔδει ὁμοίως ἐφ’ ἑκάτερα τοῦ Πλάτωνος αὐτὸν διατειναμένου καὶ γεγονέναι καὶ ἔσεσθαι τοὺς Πλάτωνι φίλους τὸ μὲν ἐκ πεπερασμένου χρόνου ποιεῖν τὸ δὲ εἰς ἄπειρον ἀλλ’ ἕπεσθαι τῇ ψήφῳ· καὶ γὰρ οὕτως μίμημα ἂν ἔχοι τῆς τοῦ αἰῶνος ἀιδιότητος οὐκ ἐξ ἡμισείας ἔχων τὸ ἄπειρον κατὰ τὸν χρόνον ἀλλ’ ἐπ’ ἄμφω. τοῦτο δ’ ἦν αὐτῷ προκείμενον ἐξομοιῶσαι τῷ μὲν αἰῶνι τὸν χρόνον, τῷ δὲ αἰωνίῳ ζῴῳ τὸν ἅπαντα χρόνον ὑφεστῶτα τὸν κόσμον. κεφάλαιον δὴ τούτων μηδένα περὶ τὸν κόσμον οὕτως εὐσεβεῖν ὡς Πλάτωνα τόν τε φάντα τὸν κόσμον ἀτάκτως ἔχειν, ὅταν ὁ θεὸς μὴ ὡσαύτως ἔχῃ, τοῦτο δέ ἐστιν, ὅταν ὁ θεὸς μὴ ᾖ νοητὸς θεός· τοῖς γὰρ νοητοῖς θεοῖς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. ἢ ἄμφω οὖν θεοί, καὶ ὁ κόσμος καὶ ὁ δημιουργός, ἢ οὐδέτερος· ποιήσει γὰρ οὐ θεὸν τὸν μὲν ἡ ἀταξία, τὸν δὲ τὸ μὴ ὡσαύτως. ἡ δὲ τούτου ἀταξία ἐκ τοῦ ἐκείνου μὴ ὡσαύτως· οὐ γὰρ ἄλλως οὗτος ἄτακτος, ἢ ὅτι ἐκεῖνος οὐχ ὡσαύτως πάρεστιν ἢ ἄπεστιν· δεῖ γὰρ ὅμοιον τοῦτον εἶναι ἐκείνῳ πάντως. εἰ μὲν οὖν κατ’ ἐπίνοιαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν, καὶ οὗτος κατ’ ἐπίνοιαν ἄτακτος, ὅτι ποτὲ καὶ τεταγμένος· κοινὴν γὰρ ἀνάγκη τὴν ἐπίνοιαν ὑπάρχειν αὐτοῖς, εἰ τῷ μὲν παρεῖναι τὸ τετάχθαι, τῷ δὲ ἀπεῖναι τὸ μὴ τετάχθαι ἀκολουθεῖ ἐξ ἀνάγκης. εἰ δὲ κατὰ ἀλήθειαν οὗτος τεταγμένος, ποτὲ οὖν ἄτακτός ἐστιν, πολλῷ πρότερον κατὰ ἀλήθειαν ἐκεῖνος πάρεστίν ποτε καὶ ἄπεστιν· οὐ γὰρ τῷ τετάχθαι τοῦτον ἢ ἄτακτον εἶναι τὸ ἀπεῖναι ἢ παρεῖναι ἠκολούθησεν ἀλλά γε ἀνάπαλιν.
Aet Mund.609 ὥστε ἔσται πρότερον ἐκεῖνο ἀληθές, ᾧ τοῦτο ἀκολουθεῖν ἠνάγκασται. εἰ οὖν ἀδύνατον τοῦτο, διότι ὁ θεὸς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, καὶ τὸν κόσμον ἀδύνατον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον· τὸ γὰρ τῷ ἀδυνάτῳ ἀκολουθοῦν ἐξ ἀνάγκης ἀδύνατον, εἴπερ καὶ τὸ τῷ δυνατῷ δυνατόν φασιν οἱ διαλεκτικοὶ νόμοι. δυνατοῦ οὖν τεθέντος τὸν κόσμον ἄτακτον εἶναί ποτε καὶ τεταγμένον δυνατὸν ἔσται καὶ τὸν θεὸν ἀπεῖναι τοῦ κόσμου ποτὲ καὶ παρεῖναι πάλιν. εἰ οὖν τοῦτο ἀδύνατον, καὶ ἐκεῖνο ἀδύνατον. ἀεὶ ἄρα καὶ ὁ κόσμος τέτακται καὶ ἐκεῖνος τῷ κόσμῳ πάρεστιν, καὶ οὔτε ἐξ ἀτάκτου ἐτάχθη (οὐδὲ γὰρ ἐκεῖνος μὴ παρὼν αὖθις πάρεστιν) οὔτε ἐκ τεταγμένου ἄτακτος ἔσται (οὔτε γὰρ ἐκεῖνος οὐ παρὼν αὖθις οὐ πάρεστιν). καὶ ἴση ἀνάγκη κατὰ Πλάτωνα τόν τε κόσμον γενητόν τε εἶναι καὶ φθαρτὸν καὶ μὴ εἶναι τῶν θειοτάτων, οἷς προσήκει τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν τοῦ κόσμου δημιουργόν. εἰ οὖν δεῖ περὶ ἐκεῖνον εὐσεβῶς διακεῖσθαι, δεῖ καὶ περὶ τοῦτον, ἢ πλημμελοῦντες περὶ τοῦτον καὶ περὶ ἐκεῖνον πολλῷ πρότερον ἐσόμεθα πλημμελεῖς καὶ οὐ περὶ ἐκεῖνον μόνον ἀλλὰ καὶ περὶ πᾶν τὸ θεῖον· εἰ γὰρ κοινὸν αὐτοῖς πᾶσιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἢ ἐπὶ πάντων αὐτὸ δεῖ φυλάττοντας καὶ περὶ τὸν δημιουργὸν ὡσαύτως φυλάττειν ἢ ἀφ’ ἑνὸς ἀθετοῦντας μηδ’ ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν.
Aet Mund.610 ” Κεφάλαια τῆς λύσεως τοῦ ιηʹ λόγου. αʹ. Ὅτι ταυτολογεῖ ἐν τούτοις ὁ Πρόκλος τοῖς αὐτοῖς ἐπιχειρήμασιν χρώμενος, οἷς ἤδη ἐν τῷ τετάρτῳ καὶ ἐνάτῳ καὶ πεντεκαιδεκάτῳ λόγῳ ἐχρήσατο. βʹ. Σύντομος ὑπόμνησις τῶν ἐν τῷ τετάρτῳ καὶ ἑξκαιδεκάτῳ λόγῳ εἰρημένων, ὅτι οὐδεμία κίνησις ἢ ἀλλοίωσις περὶ τὸν θεὸν νοεῖται ἐκ τοῦ τὰ δημιουργήματα ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. γʹ. Ὁμοίως τῶν ἐν τῷ πεντεκαιδεκάτῳ λόγῳ εἰρημένων σύντομος ἐπανάληψις, ὅτι σῴζει ὁ κόσμος κατὰ Πλάτωνα τὴν πρὸς τὸ αἰώνιον αὐτοῦ παράδειγμα ὁμοίωσιν, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ χρόνος. καὶ ὅτι ὁ Πλάτων φθαρτὸν εἶναι τῷ οἰκείῳ λόγῳ τῆς φύσεως καὶ τὸν χρόνον καὶ τὸν κόσμον βουλόμενος φυσικώτατα ἀρχὴν αὐτοῖς τοῦ εἶναι ἔδωκεν. δʹ. Ὅτι αὐτῷ τῷ Πλάτωνι ἀντιφθέγγεται ὁ Πρόκλος, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ὁ Πλάτων ἄλλοτε ἄλλως ἔχειν‘. εʹ. Ὅτι ἑαυτῷ μαχόμενα ὑπέθετο ὁ Πρόκλος. ϛʹ. Ὅτι καὶ τῇ φύσει τῶν πραγμάτων ἡ τοιαύτη ὑπόθεσις μάχεται. ζʹ. Ὅτι ἐξ ὧν καὶ Πλάτων καὶ Πρόκλος συγκεχωρήκασιν, ἀδύνατον θεὸν εἶναι τὸν κόσμον. καὶ ὅτι τῇ τῶν ποιητῶν συνηθείᾳ ὁ Πλάτων ἀκολουθήσας θεὸν τὸν κόσμον ὠνόμασεν.
Aet Mund.611 ηʹ. Ὅτι πολλαχοῦ τοὺς ποιητικοὺς μύθους ὁ Πλάτων τῇ ἰδίᾳ συνέπλεξεν διδασκαλίᾳ ὡς λόγοις καὶ οὐχ ὡς μύθοις δι’ ἁστινασοῦν αἰτίας χρησάμενος. θʹ. Ὅτι παρὰ τὸ ἀεὶ θεῖν θεὸν ὠνομάσθαι λέγων τὸν κόσμον ὁ Πλάτων ὁμωνύμως τοῖς νοητοῖς θεοῖς καὶ οὐ συνωνύμως θεὸν αὐτὸν προσαγορεύει· ἐξ οὗ συνάγεται, ὅτι τὸν κόσμον κατὰ χρόνον γενητὸν εἶναι βούλεται καὶ οὐ μόνον κατ’ αἰτίαν, τοὺς δὲ νοητοὺς θεοὺς κατὰ χρόνον μόνον καὶ οὐ κατ’ αἰτίαν ἀγενήτους. ιʹ. Ὅτι Πλάτων τοὺς περὶ θεῶν ποιητικοὺς μύθους τῶν μεγίστων κακῶν τοῖς ἀνθρώποις αἰτίους εἶναι ἡγούμενος δέει τῶν Ἀθηναίων οὐχ ἑκὼν εἰς αὐτοὺς κατεφέρετο· ᾧ τρόπῳ καὶ τὸν κόσμον θεὸν ἔλεγεν οὐκ ἀγένητον εἶναι ἡγούμενος. αιʹ. Ὅτι οὐχ, ὥσπερ ἐν τῷ πολιτικῷ καθ’ ὑπόθεσιν εἰς τὸ ἄτακτον μεταβάλλει τὸ τεταγμένον, οὕτω καὶ ἐν Τιμαίῳ καθ’ ὑπόθεσιν ἐκ τοῦ ἀτάκτου τὸ τεταγμένον φησὶν γίνεσθαι. καὶ πῶς δεῖ νοεῖν τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον γένεσιν. καὶ ὅτι τινὲς τὴν δόξαν ταύτην τοῦ Πλάτωνος εἰς τὴν Ἐμπεδοκλέους ἀπάγουσιν. βιʹ. Ἐπίλογος τῆς πάσης πραγματείας καὶ προαναφώνησις τῶν ἑξῆς. Λύσις τοῦ ὀκτωκαιδεκάτου λόγου.
Aet Mund.612.(1n) αʹ. Πάλιν τοὺς αὐτοὺς ἀνακυκλοῖ λόγους οὔτε λέγειν τι καινότερον ἔχων οὔτε τῶν εἰρημένων ἀποσχέσθαι δυνάμενος, ὥσπερ τὰ λίχνα τῶν κυνιδίων, ὅταν ὀστοῦ περιδράξωνται, ἢ τῶν ἀνθρώπων οἱ περὶ τὰς ἐμπαθεῖς ἡδονὰς ἐνισχόμενοι ἀεὶ μὲν τῶν αὐτῶν ἐμφορούμενοι, ἀεὶ δὲ ὡς ἐπὶ καινοτέροις τὴν ἐπιθυμίαν ἀκμάζοντες· σχεδὸν γὰρ οὐδὲν ἐν τοῖς εἰρημένοις εὕροι τις ἄν, ὅπερ οὐκ ἐν τοῖς φθάσασιν εἴρηται. εὐθὺς γὰρ ἐν ἀρχῇ τὸ δεῖν τὸν δημιουργὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο μὴ ποτὲ μὲν ποιεῖν ποτὲ δὲ μὴ ποιεῖν ἀλλ’ ἢ ἀεὶ ποιεῖν ἢ μηδέποτε καί, ἐπεὶ τὸ μηδέποτε ἀδύνατον, δημιουργὸν ὄντα ἀεὶ ποιεῖν καὶ διὰ τοῦτο καὶ τὸ γινόμενον ἀεὶ εἶναι, ἔτι δὲ καὶ τό, εἰ μὴ ὁ κόσμος ἔχῃ τὸ εἶναι ἀγένητος καὶ ἄφθαρτος, μηδὲ τὸν δημιουργὸν ἀεὶ ὡσαύτως ἔχειν καὶ διὰ τοῦτο ἀνάγκην εἶναι καὶ περὶ τὸν δημιουργὸν ὁμοίως εὐσεβεῖν καὶ περὶ τὸν κόσμον τὸν μὲν τῶν θειοτάτων εἶναι λέγοντας καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, τὸν δὲ ἀγένητον καὶ ἄφθαρτον, ἢ περὶ τὸν κόσμον ἀσεβοῦντας διὰ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν ὑποτίθεσθαι καὶ περὶ τὸν τούτου δημιουργὸν ἀσεβεῖν μήτε τῶν θειοτάτων αὐτὸν εἶναι μήτε ἀεὶ ὡσαύτως ἔχειν ὑπὸ τῆς τοῦ λόγου ἀκολουθίας λέγειν ἀναγκαζομένους, ταῦτα πάντα καὶ ἐν τῷ τετάρτῳ λόγῳ μονονουχὶ ταῖς αὐταῖς εἴρηται λέξεσιν· τὸ γὰρ ἀκίνητον εἶναι τὸν δημιουργόν, ὅπερ ἐκεῖ εἴρηται, ταὐτόν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὅπερ ἐνταῦθα λέλεκται· πάλιν τὸ τὴν εἰκόνα, λέγω δὴ τὸν κόσμον, ὁμοίαν εἶναι τῷ παραδείγματι, πρὸς ὃ γέγονεν, τοῦ δὲ παραδείγματος αἰωνίου ὄντος μὴ ἄλλως αὐτῷ ὡμοιῶσθαι τὸν κόσμον, εἰ μὴ ἐφ’ ἑκάτερα ἔχοι τὴν ἀπειρίαν τοῦ χρόνου, ἐν τῷ ιεʹ σαφῶς εἴρηται· ἔτι δὲ τὸ ἀνάγκην εἶναι ἢ ἄμφω θεοὺς εἶναι, καὶ τὸν δημιουργὸν καὶ τὸν κόσμον, ἢ μηδέτερον καί, εἰ ἄμφω θεοί, ὁμοίως ἀδέκτους εἶναι μεταβολῆς ἀμφοτέρους διὰ τὸ τὸ πᾶν τῶν θεῶν γένος τοιοῦτον εἶναι, οὐκ εἶναι δὲ μεταβολῆς τὸν κόσμον ἄδεκτον, εἴπερ ἐκ τοῦ ἀτάκτου γέγονεν καὶ αὖθις μεταβαλεῖ εἰς τὸ ἄτακτον, ἐν τῷ θʹ προείληπται.
Aet Mund.613 ὥστε σχεδὸν μηδὲν ἐν τῷ προκειμένῳ λόγῳ καινότερον εἶναι ἐπιχείρημα. τί οὖν δεῖ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν ἡμᾶς ἤδη πρὸς ἕκαστον ὡς δύναμις ἀπαντήσαντας ἐν τοῖς φθάσασιν; τοσοῦτον οὖν μόνον σύντομον ἐνταῦθα τῶν εἰρημένων ὑπόμνησιν ποιησάμενοι πέρας σὺν θεῷ καὶ ἡμεῖς ἐπιθῶμεν τῷ λόγῳ. βʹ. Εἰ ἀεὶ κατὰ τὰ αὐτά, φησίν, καὶ ὡσαύτως ὁ δημιουργὸς ἔχει, οὐδέποτε ἄλλοτε ἄλλως ἔχει. εἰ μηδέποτε ἄλλοτε ἄλλως ἔχει, οὐ ποτὲ μὲν ποιεῖ ποτὲ δὲ οὐ ποιεῖ· ταῦτα γὰρ ἄλλοτε ἄλλως ἔχειν ἐστίν, ποιητικῶς λέγω καὶ μὴ ποιητικῶς αὖθις καὶ ποιητικῶς. εἰ μὴ ποτὲ μὲν ποιῇ ποτὲ δὲ οὐ ποιεῖ, ποιεῖ δ’ ὅμως δημιουργὸς ὤν, ἀεὶ ποιεῖ ἐξ ἀνάγκης.
Aet Mund.614 οὐκοῦν καὶ τὸ γινόμενον, φησίν, ἀεὶ ἔσται. ἀλλ’ ἐν τῷ δʹ διὰ πλειόνων δέδεικται, ὡς οἱ τὰς ἕξεις καθ’ ὁτιοῦν τελείας ἔχοντες οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν ἐνεργοῦντες κατ’ αὐτὰς καὶ μὴ ἐνεργοῦντες. εἰ δὲ μηδεμίαν ἀλλοίωσιν ὑπομένουσιν, οὐκ ἀλλοιοῦνται. εἰ μὴ ἀλλοιοῦνται, οὐ γίνονται κατὰ τοῦτο ἄλλοτε ἄλλοι. εἰ μὴ γίνονται ἄλλοτε ἄλλοι, ὡσαύτως ἔχουσιν ἐνεργοῦντες κατὰ τὰς ἕξεις καὶ μὴ ἐνεργοῦντες· περὶ γὰρ τὸ γινόμενον, οὐ περὶ τὸ ποιοῦν τὴν μεταβολὴν ὑφισταμένην ἐδείξαμεν. ὅτι δὲ οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν οἱ ἐκ τῶν ἕξεων τὰς ἐνεργείας προχειριζόμενοι, ἐδείξαμεν ἐξ ἄλλων τε πλειόνων καὶ ἐκ τοῦ διελέσθαι, ὅτι, εἴπερ ἀλλοίωσίς ἐστιν ἡ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδος, ἀνάγκη πᾶσα ἢ πρὸ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν εἶναι λέγειν, ὅτε μόνη ἡ ἕξις ὑπῆρχεν ἄνευ τῆς ἐνεργείας, ἢ αὐτὴν τὴν ἐνέργειαν (τουτέστιν αὐτὸ τὸ δημιουργεῖν ἢ διδάσκειν ἢ ὁτιοῦν ἄλλο) ἀλλοίωσιν φήσομεν ἢ μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν καὶ μεταβολὴν ὑποθησόμεθα γίνεσθαι· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν. δεδειγμένου τοίνυν ἐν ἐκείνοις, ὡς οὔτε τὴν ἕξιν αὐτὴν καθ’ αὑτὴν χωρὶς τοῦ δημιουργεῖν ἀλλοίωσιν εἶναι ἢ ὅλως κίνησιν ἐνδέχεται—στάσει γὰρ μᾶλλον ἡ ἕξις, οὐ κινήσει οὐδὲ ἀλλοιώσει ἔοικεν, ὡς καὶ ἐν ἐκείνοις αὐτὸν τὸν Πρόκλον ἐδείξαμεν λέγοντα, καὶ νῦν δὲ ταῦτα εἴρηκεν· προσήκειν γάρ φησιν τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι ἢ μηδέποτε ποιεῖν ἢ ἀεί, ὡς τοῦ μὴ ποιεῖν δηλονότι στάσεως ὄντος καὶ οὐ κινήσεως.
Aet Mund.615 ὥστε τὸ τὴν ἕξιν ἔχον μόνην τοῦ ποιεῖν μὴ ποιοῦν δὲ οὐκ ἀλλοιοῦται. καὶ ἄλλως δέ· εἰ τὰ τὴν ἕξιν ἔχοντα καὶ ἐν αὐτῷ τῷ ἐνεργεῖν οὐκ ἀπολείπει ἡ ἕξις, ἡ δὲ ἕξις κίνησις, ἀεὶ ἄρα ἐν κινήσει ὁ δημιουργὸς ἔσται ἀεὶ τὴν τοῦ δημιουργεῖν ἕξιν ἔχων. ὥστε, εἰ τοῦτο ἄτοπον, οὐδεμία ἄρα ἕξις ἀλλοίωσίς ἐστιν. ἀλλ’ οὐδὲ αὐτὴ ἡ ἐνέργεια ἀλλοίωσίς ἐστιν· οὕτω γὰρ ἂν πάλιν ἀεὶ δημιουργῶν κατ’ αὐτοὺς ὁ θεὸς τὸν κόσμον ἀεὶ ἐν ἀλλοιώσει καὶ κινήσει ἔσται. οὐ μὴν οὐδὲ διάθεσίς τις ἄλλη θεωρεῖται μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας ἑτέρα τις οὖσα παρὰ ταύτας, ἣν ἄν τις κίνησιν ἢ ἀλλοίωσιν ὀνομάσειεν, ἐπεὶ μηδὲ χρόνος τίς ἐστιν μεταξὺ τοῦ τε μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν, ἀλλὰ τὸ τοῦ μὴ ἐνεργεῖν πέρας ἀρχὴ τοῦ ἐνεργεῖν· χρόνου δὲ μὴ ὄντος οὐδὲ διάθεσις ἑτέρα μεταξὺ τοῦ μὴ ἐνεργεῖν καὶ τοῦ ἐνεργεῖν ἔσται οὐδὲ κίνησις ὅλως· πᾶσα γὰρ κίνησις καὶ μεταβολὴ ἐν χρόνῳ ἐστίν. εἰ τοίνυν μήτε πρὸ τῆς ἐνεργείας μήτε ἐν τῇ ἐνεργείᾳ μήτε μεταξὺ τῆς ἕξεως καὶ τῆς ἐνεργείας ἐνδέχεται ἀλλοίωσίν τινα θεωρεῖσθαι, οὐκ ἄρα ἀλλοίωσιν ὑπομένει ὁ ἐκ τῆς ἕξεως τὴν ἐνέργειαν προχειριζόμενος. ὥστε ἐκ πολλοῦ τοῦ ὑπάρχοντος οὐδὲ περὶ τὸν θεὸν οὐδεμία ἀλλοίωσις θεωρηθήσεται μὴ δημιουργοῦντα κᾆτα δημιουργοῦντα. ἐδείξαμεν δὲ πάλιν ἐν ἐκείνοις καί, ὅτι ἡ δοκοῦσα κίνησις ἐν ἡμῖν καὶ ἀλλοιοτέρα διάθεσις γίνεσθαι, ὁπηνίκα τὰς ἕξεις πρότερον ἔχοντες αὖθις κατ’ αὐτὰς ἐνεργῶμεν (ὡς ὅταν μὴ διδάσκοντες πρότερον αὖθις διδάσκωμεν ἢ 〈μὴ〉 οἰκοδομοῦντες οἰκοδομῶμεν), οὐ περὶ τὸ τὴν ἕξιν ἔχον τὴν ψυχὴν ἀλλὰ περὶ τὸ ὀργανικὸν τὸ σῶμα γίνεται.
Aet Mund.616 τοῦ οὖν θεοῦ μόνῳ τῷ βούλεσθαι ποιοῦντος ἅπαντα οἴχεται ἐκεῖθεν καὶ ἡ ἐν ἡμῖν ἀλλοιοτέρα γινομένη τοῦ ὀργάνου διάθεσις. μήτε οὖν τῆς ἕξεως κινουμένης μήτε ὀργάνου ὄντος τοῦ τὴν κίνησιν ὑπομένοντος κατ’ οὐδὲν ἄρα μεταβάλλειν τὸν θεὸν ἐνδέχεται καὶ ἄλλοτε ἄλλον γίνεσθαι, κἂν μὴ ἀεὶ δημιουργῇ ἀλλ’ ἀρχὴν τῇ δημιουργίᾳ δίδωσιν. ἐδείξαμεν δὲ καί, ὅτι οὐδ’ ὅλως ἕξις ἐπὶ θεοῦ διαφέρει καὶ ἐνέργεια ἀλλ’ ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα ἡ τοῦ θεοῦ δημιουργικὴ δύναμις, μόνῳ δὲ τῷ βούλεσθαι εἰς τὸ εἶναι παράγειν τὰ πάντα δύναται τῆς τῶν γενητῶν φύσεως καὶ τὸ εἶναι καὶ τὸ ἀγαθὸν ἐπιδεχομένης, καὶ ὅτι καὶ αὐτὴ ἡ βούλησις τοῦ θεοῦ ἁπλῆ τίς ἐστιν καὶ ἀεὶ ὡσαύτως ἔχουσα (ἀεὶ γὰρ τὸ ἀγαθὸν βούλεται, κἄν τε παράγῃ εἰς οὐσίωσιν τὰ πράγματα κἄν τε μή) καὶ ὅτι, κἂν βούλεσθαί τις τὸ αὐτὸ κἂν μὴ βούλεσθαι τὸν θεὸν συγχωρήσειεν, οὐ κίνησις τοῦτό ἐστιν οὐδὲ ἀλλοίωσις· εἰ γὰρ τοῦτο κίνησις εἴη, ἀεὶ ἐν κινήσει ὁ θεὸς ἔσται, εἴ γε τῶν μερικῶν ἕκαστον ποτὲ μὲν βούλεται εἶναι ποτὲ δὲ βούλεται μὴ εἶναι, ἀεὶ δὲ τῶν μερικῶν ἄλλα μὲν γίνεται, ἄλλα δὲ φθείρεται.
Aet Mund.617 εἰ μὲν οὖν ἀνάγκη διὰ τὸ ποτὲ μὲν εἶναι τὸν κόσμον ποτὲ δὲ μὴ εἶναι καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὸν βούλησιν ἄλλοτε ἄλλην εἶναι, τὸ δὲ περὶ τοῦ αὐτοῦ ἄλλοτε ἄλλο βούλεσθαι κινεῖσθαί ἐστιν καὶ ἀλλοιοῦσθαι, ἀεὶ τὸν θεὸν ἀλλοιοῦσθαί τε καὶ κινεῖσθαι λέγειν ἀναγκασθησόμεθα, εἴπερ τῶν μερικῶν ἕκαστον ποτὲ μὲν εἶναι βούλεται ποτὲ δὲ μὴ εἶναι. ἀλλ’ ἐδείξαμεν, ὅτι οὐχ, ὡς τὰ γινόμενα ἔχει, οὕτως καὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἔχειν ἀνάγκη· ἀλλ’ ὥσπερ οὐκ, ἐπειδὴ τὰ γινωσκόμενα ἢ προνοούμενα μεριστά ἐστιν καὶ πεπληθυσμένα καὶ ποτὲ μὲν ὄντα ποτὲ δὲ οὐκ ὄντα, διὰ τοῦτο καὶ τὴν τοῦ θεοῦ περὶ αὐτὰ πρόνοιαν καὶ γνῶσιν ἢ μεριστὴν εἶναι ἢ πεπληθυσμένην ἢ ἄλλοτε ἄλλην ἀνάγκη, ἀλλ’ ὅτι ἀμερίστως περὶ τὰ μεριστὰ ἐνεργεῖ καὶ περὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ περὶ τὰ ἄλλοτε ἄλλως ἔχοντα ἀεὶ ὡσαύτως, οὕτω δὴ καὶ τὴν περὶ τοῦ εἶναι αὐτὰ ἢ μὴ εἶναι τοῦ θεοῦ βούλησιν οὐκ ἄλλοτε ἄλλην εἶναι λέγειν ἀνάγκη ἀλλὰ ἀεὶ ὡσαύτως ἔχειν ἀεὶ τἀγαθὸν εἶναι βουλομένην· ἀγαθὸν δὲ τὸ ἕκαστον ὡς πέφυκεν καὶ ὅτε πέφυκεν εἶναι. ταῦτα τοίνυν καὶ ἐν τῷ δʹ καὶ ἐν τῷ ιϛʹ αὐτοί τε ἐδείξαμεν καὶ αὐτὸν Πρόκλον καὶ Πλωτῖνον παρεθέμεθα λέγοντας· καὶ ἄλλαις δὲ πλείοσιν ἐν ἐκείνοις ἐπιχειρήσεσιν ἐχρησάμεθα, ἃς ἐκεῖθεν τὸν βουλόμενον ἀναλέγεσθαι δεῖ, περὶ τοῦ μηδεμίαν περὶ τὸν θεὸν μεταβολὴν γίνεσθαι, κἂν τὰ γινόμενα ποτὲ μὲν ᾖ ποτὲ δὲ μὴ ᾖ. γʹ.
Aet Mund.618 Ἀλλὰ δὴ καὶ τὸ εἰκόνα γενόμενον τὸν κόσμον αἰωνίου παραδείγματος σῴζειν κατὰ Πλάτωνα τὴν πρὸς ἐκεῖνο ὁμοίωσιν, κἂν ἀρχὴν ἔχοι τοῦ εἶναι, ἐν τῷ ιεʹ κατεσκευάσαμεν ἐξ αὐτῶν τῶν Πλάτωνος πιστωσάμενοι λέξεων, ὡς οὐ τῷ ἀγένητον εἶναι τὸν κόσμον σῴζειν αὐτὸν βούλεται τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν, ἀλλ’ ὅτι, ὡς πάντα ἐστὶν τὸν αἰῶνα ἐκεῖνος, οὕτως πάντα τὸν χρόνον ὁ κόσμος· ‘τὸ μὲν γὰρ παράδειγμα‘, φησίν, ‘τὸν πάντα αἰῶνά ἐστιν, ὁ δὲ κόσμος τὸν πάντα χρόνον διὰ τέλους γεγονὼς καὶ ὢν καὶ ἐσόμενοσ‘. ὥστε, εἰ μέν τις λέγοι εἶναί τινα χρόνον, ἐν ᾧ μὴ ἔστιν κόσμος, οὗτος οὐ σῴζει τὴν κατὰ Πλάτωνα πρὸς τὸ παράδειγμα τῆς εἰκόνος ὁμοίωσιν· εἰ δὲ χρόνος μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται, δηλονότι, κἂν ἀρχὴν τοῦ εἶναι ἔχοι ὁ κόσμος, σῴζει τὴν πρὸς τὸ παράδειγμα ὁμοίωσιν ἐν παντὶ τῷ χρόνῳ ὢν ὡς ἐν παντὶ τῷ αἰῶνι ἐκεῖνο· οὐδὲ γὰρ ὥσπερ ἐπ’ ἄπειρον ἔσεσθαι τὸν κόσμον ὁ Πλάτων βούλεται διὰ τὸ μὴ φθείρεσθαι αὐτὸν ἀξιοῦν, οὕτως καὶ γεγονέναι ἐξ ἀπείρου αὐτὸν εἴρηκεν, ὡς ἐν τούτοις ὁ Πρόκλος φησὶν τὴν ἰδίαν ὑπόληψιν ἡμῖν καὶ οὐ τὴν Πλάτωνος ὑφηγούμενος, ἀλλὰ γεγονέναι μὲν αὐτὸν ἀπό τινος ἀρχῆς ἀρξάμενον σαφῶς βοᾷ πρὶν γενέσθαι οὐκ ὄντα, τῷ δὲ εἶναι αὐτοῦ ἢ ἔσεσθαι τέλος οὐ δίδωσιν φυσικώτατα τῇ περὶ τούτων θεωρίᾳ χρώμενος.
Aet Mund.619 ἐπ’ ἄπειρον μὲν γὰρ οὐδὲν κωλύει καὶ τὴν τοῦ χρόνου παράτασιν γίνεσθαι καὶ τὴν τοῦ ἀριθμοῦ αὔξησιν· ἄπειρον δὲ κατ’ ἐνέργειαν εἶναι ἢ γεγονέναι ἀδύνατον· ἄπειρον δὲ κατ’ ἐνέργειαν γεγονὸς ἔσται καὶ χρόνος καὶ ἀριθμός, εἰ ἄναρχος εἴη ὁ χρόνος. εἰ δὲ ἀριθμὸς καὶ χρόνος κατ’ ἐνέργειαν ἄπειρος γέγονεν, διεξιτητὸν ἄρα τὸ ἄπειρον γέγονεν· διὰ γὰρ ἀπείρων μονάδων διεξελθοῦσα ἡ γένεσις εἰς ἡμᾶς ἔφθασεν. εἰ δὲ διεξιτητὸν τὸ ἄπειρον γέγονεν, τὸ δὲ διεξιτητὸν πᾶν πεπερασμένον ἐστίν (ταύτῃ γὰρ διενήνοχεν τοῦ πεπερασμένου τὸ ἄπειρον τῷ τὸ μὲν διέξοδον ἔχειν τὸ δὲ μή), τὸ ἄπειρον ἄρα πεπερασμένον ἔσται καὶ ἡ ἀντίφασις συναληθεύσει· ἔσται γὰρ τὸ ἄπειρον οὐκ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα διεξιτητὸν τὸ ἄπειρον εἶναι ἐνδέχεται. εἰ οὖν ἀδιεξίτητον τὸ ἄπειρον, οὐ διὰ ἀπείρων μονάδων εἰς ἡμᾶς διῆλθεν ἡ γένεσις· εἰ δὲ μὴ δι’ ἀπείρων ἀλλὰ πεπερασμένων, καὶ ὁ ἑκάστου δὲ τῶν γενομένων χρόνος πεπερασμένος ἐστίν, καὶ ὁ γενόμενος ἄρα πᾶς χρόνος πεπερασμένος ἔσται· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστὶν ἐξ ἀνάγκης. ἀδύνατον ἄρα τὸν γεγονότα ἢ γενησόμενον χρόνον ἐνεργείᾳ ποτὲ ἄπειρον εἶναι· ἐφ’ ὃ γὰρ ἄπειρος εἶναι ἢ γεγονέναι ἐνεργείᾳ ληφθείη, εἴτε ἐπὶ τὸ ἄνω εἴτε ἐπὶ τὸ κάτω, διεξιτητὸν ποιήσει τὸ ἄπειρον. ἔσται δέ τι καὶ τοῦ ἀπείρου μεῖζον καὶ οὐ παύσεται αὐξόμενον τὸ ἄπειρον καὶ αὐτὸ ἑαυτοῦ μεῖζον γινόμενον, εἴπερ τῷ ἀριθμῷ τῶν γενομένων τοὺς ἀεὶ γινομένους καὶ ἐσομένους συναριθμοίημεν· καὶ πολλαπλασιασθήσεται δὲ τὸ ἄπειρον, εἰ τὴν ἐν ἑκάστῳ γένει ἀπειρίαν τοῖς λοιποῖς προσθήσομεν, τῇ τῶν ἀνθρώπων εἰ τύχοι τὴν τῶν ἵππων καὶ τούτοις τὴν τῶν βοῶν καὶ τούτοις τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ ἔμψυχά τε καὶ ἄψυχα· τούτων δὲ ἕκαστον τῶν ἀδυνατωτάτων ἐστίν.
Aet Mund.620 φυσικώτατα οὖν ὁ Πλάτων ἀρχὴν μὲν τῷ χρόνῳ δέδωκεν, βουλόμενος δὲ ἀεὶ εἶναι τὸν κόσμον ἀεὶ ἔσεσθαι καὶ τὸν χρόνον εἴρηκεν· κἂν γὰρ ἐπ’ ἄπειρον καὶ ὁ κόσμος γένηται καὶ ὁ χρόνος αὔξηται, ἀεὶ μὲν ὁ μέχρι τοῦ νῦν χρόνος τοῦ ἤδη γενομένου πρὶν τοῦτον ἐνστῆναί ἐστιν μείζων, ἀλλὰ τὸ λαμβανόμενον ἅπαν τοῦ χρόνου καὶ ἐνεργείᾳ ὑποστὰν πεπερασμένον ἐστίν· καὶ τὰ ἐν τῷ πεπερασμένῳ δὲ χρόνῳ γενόμενα ὡσαύτως πεπερασμένα ἐστὶν ἐξ ἀνάγκης· οὕτω γὰρ ἐνδέχεται μόνως μήτε τὸν χρόνον ποτὲ παύσεσθαι μήτε ἐνεργείᾳ γεγονέναι τὸ ἄπειρον, εἰ ἀρχὴν τοῦ εἶναι ἔχει ὁ χρόνος παντὸς τοῦ γενομένου ἀεὶ πεπερασμένου ὄντος. δʹ. Ἀλλὰ δὴ κἂν θεὸν λέγοι τὸν κόσμον ὁ Πλάτων, οὐ διὰ τοῦτο καὶ τὸ ἀμετάβλητον αὐτῷ καὶ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν δίδωσιν· τοὐναντίον γὰρ ἐν τῷ πολιτικῷ οὔτε μεταβολῆς αὐτὸν ἄμοιρον οὔτε τῶν θειοτάτων εἶναι ὡρίσατο· ‘τὸ γὰρ κατὰ τὰ αὐτά‘, φησίν, ‘καὶ ὡσαύτως ἔχειν καὶ ταὐτὸν εἶναι τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεωσ‘· ὅθεν, ἐπειδὴ καὶ ὁ οὐρανὸς καὶ ὁ κόσμος σώματος, φησίν, κεκοινώνηκεν, μεταβολῆς ἄμοιρος γενέσθαι διὰ παντὸς ἀδύνατος.
Aet Mund.621 καὶ πάλιν ὁ αὐτὸς ἐν Τιμαίῳ ‘τί τὸ ὂν ἀεί, γένεσιν δ’ οὐκ ἔχον, τί δὲ τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστὸν γενόμενον καὶ ἀπολλύμενον, ὄντως δ’ οὐδέποτε ὄν‘· καὶ τὸν κόσμον δ’ αἰσθητὸν ὄντα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε εἶναι. εἰ οὖν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ἔστιν δὲ ὁ μὲν δημιουργὸς τῶν θειοτάτων (ὡς καὶ Πλάτων φησὶν καὶ Πρόκλῳ δοκεῖ) καὶ διὰ τοῦτο ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως (τουτέστιν οὐ τῶν ἀεὶ ὡσαύτως ἐχόντων· τοῦτο γὰρ τοῖς θειοτάτοις μόνοις φησὶν προσήκειν ὁ Πλάτων, τὸ δὲ ὁρατὸν πᾶν γινόμενον εἶναι καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν· ὅθεν ἀδύνατον εἶναι ἀπεφήνατο μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀεὶ τὸν κόσμον), τοῦ ἄρα δημιουργοῦ ἀεὶ ὡσαύτως ἔχοντος τὸν κόσμον ὁ Πλάτων 〈μὴ〉 ὡσαύτως ἔχειν διωρίσατο. πῶς οὖν τὰς ἐναντίας τούτοις ἀφῆκε τῷ Πλάτωνι φωνὰς ὁ τοῦ Πλάτωνος διάδοχος ἐναργῶς οὕτως καταψευδόμενος Πλάτωνος, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς δι’ ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἢ ἄτακτον εἶναι ἢ τεταγμένον‘; εἰ γὰρ καὶ ὡς ἐν ὑποθέσει ἐν πολιτικῷ παρεῖναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἀπεῖναι λέγει ὁ Πλάτων, ἀλλ’ οὖν γε ἄνευ πάσης ὑποθέσεως αὐτὸ καθ’ αὑτὸ τὸ ἀεὶ ὂν ὡρίσατο καὶ ἐν τῷ Τιμαίῳ καὶ ἐν πολιτικῷ φήσας αὐτὸ νοητόν τε εἶναι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὁμοίως δὲ καὶ τὸ ὁρατὸν γινόμενον εἶναι καὶ ἀπολλύμενον καὶ διὰ παντὸς μεταβολῆς ἄμοιρον εἶναι ἀδύνατον.
Aet Mund.622 εἰ οὖν αὐτὸ κατὰ τὴν ἑαυτοῦ φύσιν πᾶν τὸ ὁρατὸν ἐν μεταβολῇ τὸ εἶναι ἔχειν ὡρίσατο, οὐκ ἄρα διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν διὰ τοῦτο καὶ τὸν κόσμον ἄλλοτε ἄλλως ἔχειν φησὶν ὁ Πλάτων, ὡς ὁ Πρόκλος εἴρηκεν, ἀλλὰ καὶ τοῦ θεοῦ ἀεὶ ὡσαύτως ἔχοντος αὐτὸν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸν κόσμον ἅτε σώματος κεκοινωνηκότα γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον καὶ μεταβολῆς ἄμοιρον εἶναι διὰ παντὸς ἀδύνατον. καίτοι γε θαυμαστόν, πῶς οὐ συνεῖδεν ὁ φιλόσοφος ἢ ἑκὼν παρεπέμψατο, ὡς καὶ ἐξ αὐτῶν τούτων, ὧν ἐν τῷ πολιτικῷ παρήγαγεν λέγοντα Πλάτωνα, σαφῶς δείκνυται, ὡς ὁ κόσμος οὐ διὰ τὸν θεόν, ὥς φησιν Πρόκλος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἄλλοτε ἄλλως ἔχειν λέγεται· εἰ γὰρ τῇ παρουσίᾳ τοῦ θεοῦ καὶ τῇ ἀπουσίᾳ ἄλλοτε ἄλλως ἔχειν τὸν κόσμον ὁ Πλάτων ὑπέθετο, τεταγμένον μὲν τῇ παρουσίᾳ, τῇ ἀπουσίᾳ δὲ ἄτακτον, πρόδηλον, ὅτι τὸ ἐν τῇ αὐτῇ μένειν τάξει οὐκ οἴκοθεν ἔχειν αὐτὸν βούλεται Πλάτων ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ παρουσίας· εἰ γὰρ οἴκοθεν εἶχεν τὸ ἐν ταὐτῷ μένειν, κἂν κατ’ ἐπίνοιαν ἀπῆν τοῦ θεοῦ ὁ κόσμος, οὐδὲν ἧττον ἐν ταὐτῷ τεταγμένος ἔμενεν.
Aet Mund.623 εἰ οὖν τὸ μὲν τεταγμένον ὥρισται καὶ ὡσαύτως ἔχει κατὰ τὸ τετάχθαι, ἕως ἂν ᾖ τεταγμένον, τὸ δὲ ἄτακτον ἀόριστον ὂν οὐδέποτε ἐν ταὐτῷ μένει (οὐ γὰρ ἂν ἦν ἄτακτον, εἰ ὅρον καὶ ταυτότητα ἐφύλαττεν), ἔχει δὲ ὁ κόσμος τὴν τάξιν ἐκ τῆς τοῦ θεοῦ ἐπιστασίας, στερηθεὶς δὲ ταύτης εἰς ἀταξίαν καθίσταται οὐ τοῦ θεοῦ ποιητικοῦ αἰτίου τῆς ἀταξίας ὄντος ἀλλ’ αὐτὸ μόνον μὴ τάττοντος, αὐτὸς δηλονότι τὸ μὲν ὡσαύτως ἔχειν ἐκ τοῦ θεοῦ ἔχει (ταὐτὸν γάρ ἐστιν τοῦτο τῷ τετάχθαι), τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς ἰδίας φύσεως· τοῦτο γὰρ πάλιν τῇ ἀταξίᾳ ταὐτὸν εἶναι δέδεικται. ὥστε ἡ μὲν παρουσία τοῦ θεοῦ τῆς τάξεως καὶ τῆς ἐν ταὐτῷ μονῆς ποιητικόν ἐστιν αἴτιον, ἡ δὲ ἀπουσία, εἴπερ ἄρα, κατὰ συμβεβηκὸς τῆς ἀταξίας ἐστὶν αἰτία, καθ’ αὑτὸ δὲ αὐτὴ ἡ τοῦ κόσμου μᾶλλον δὲ ἡ τοῦ σώματος φύσις, ὡς καὶ τοῦ ναυαγίου τῆς νεὼς κατὰ συμβεβηκὸς μὲν ἡ τοῦ κυβερνήτου ἀπουσία, καθ’ αὑτὸ δὲ ἡ τοῦ κλύδωνος φύσις αἰτία τὸ σταθερὸν κατὰ φύσιν οὐκ ἔχουσα. ὥστε καὶ δι’ αὐτῆς ταύτης τῆς ἐν πολιτικῷ ὑποθέσεως τὰς περὶ τοῦ γενητὸν εἶναι καὶ φθαρτὸν κατὰ φύσιν τὸν κόσμον οἰκείας ὁ Πλάτων ἀποφάνσεις κατεσκεύασεν· ἐπειδὴ γὰρ αὐτὴν καθ’ αὑτὴν θεωρῶν τὴν τοῦ κόσμου φύσιν γινόμενον αὐτὸν εἶναι καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα (σῶμα γὰρ ὄντα μεταβολῆς ἄμοιρον εἶναι πάμπαν ἀδύνατον), δοκεῖ δὲ ἐν τῇ αὐτῇ ἀεὶ τάξει διαμένειν ὁ κόσμος καὶ μήτε γίνεσθαι μήτε ἀπόλλυσθαι, διὰ τοῦτο κατ’ ἐπίνοιαν αὐτοῦ τὸν θεὸν ἐν τῷ πολιτικῷ χωρίσας καὶ ταύτῃ ἐν μεταβολῇ τε αὐτὸν καὶ ἀταξίᾳ θεωρήσας ἐντεῦθεν συνελογίσατο, ὡς ἡ ἐν τῷ κόσμῳ τάξις καὶ ἐν ταὐτῷ μονὴ οὐκ ἐκ τῆς αὐτοῦ τοῦ κόσμου φύσεως ἀλλ’ ἐκ τῆς πρὸς τὸν δημιουργὸν ὑπάρχει συντάξεως.
Aet Mund.624 καὶ τί δεῖ συλλογισμῶν ἐξὸν αὐταῖς λέξεσιν ἐν πολιτικῷ τοῦτο βοῶντος ἀκούειν Πλάτωνος, ὡς ὅτι τὴν ἀταξίαν καὶ τὸ ἄλλοτε ἄλλως ἔχειν αὐτὸς ἐκ τῆς αὑτοῦ φύσεως καὶ οὐκ ἐκ τῆς πρὸς τὸν δημιουργὸν σχέσεως ὁ κόσμος ἔχει· λέγει γοῦν ἐν ἐκείνοις ἐπὶ λέξεως ταῦτα ‘τότε τοῦ παντὸς ὁ μὲν κυβερνήτης οἷον πηδαλίων οἴακας ἀφέμενος εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία‘· εἶτα ἐφεξῆς τὴν συμβᾶσαν ἀταξίαν αὐτῷ καὶ τὸν σεισμόν, οἷον εἰκὸς ἦν ὑπομένειν τὸν κόσμον τοῦ κυβερνοῦντος αὐτὸν θεοῦ στερηθέντα, διηγησάμενος τὴν αἰτίαν τούτων ἐπάγει λέγων ‘τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον τὸ τῆς πάλαι ποτὲ σύντροφον φύσεως, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται‘.
Aet Mund.625 σαφῶς ἄρα Πλάτωνος ἠκούσαμεν λέγοντος, ὅτι τὴν μὲν τάξιν καὶ ἅπαν καλὸν ἐκ τοῦ συνθέντος αὐτὸν ὁ κόσμος ἐκτήσατο, ἐκ δὲ τῆς τοῦ σωματοειδοῦς συγκράσεως καὶ τῆς ἕξεως τῆς συντρόφου φύσεως, ὅσα χαλεπά, αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. ὥστε οὐ δι’ αὐτὸ ψιλῶς τὸ ἀπεῖναι καθ’ ὑπόθεσιν τοῦ κόσμου τὸν θεὸν τὴν ἀταξίαν αὐτῷ φησιν ὁ Πλάτων ἐγγίνεσθαι, ὡς ποιητικῆς αἰτίας οὔσης τῆς τοῦ θεοῦ ἀπουσίας τῆς ἐν τῷ κόσμῳ ἀταξίας, ὅτι ὁ μὲν θεὸς ἀπὼν τοσοῦτον μόνον οὐ μεταδίδωσιν τῷ κόσμῳ τῆς παρ’ αὐτοῦ τάξεως, τὸ δὲ σωματοειδὲς λοιπὸν τῆς τοῦ κόσμου κράσεως τῶν συντρόφων καὶ τὴν ἐκ φύσεως αὐτῷ προσοῦσαν ἀταξίαν ἐπιδείκνυται, ὡς καὶ τοῦ κυβερνήτου ἀπόντος τὴν σύμφυτον ταραχὴν περὶ τὴν ναῦν τά τε πνεύματα καὶ ὁ κλύδων ἐνδείκνυται. εʹ. Ἔλαθεν δὲ ἑαυτὸν ὁ φιλόσοφος οὐ Πλάτωνι μόνῳ ἀλλὰ καὶ ταῖς ἰδίαις αὑτοῦ ἀποφάνσεσιν ταῖς ἀλλαχοῦ καλῶς εἰρημέναις μαχόμενος. ἄξιον δ’ οἶμαι καὶ αὐτὰ τοῦ Πρόκλου ἀντιπαραθεῖναι ἀλλήλοις τὰ ῥήματα, ἵνα λαμπρῶς τὴν μάχην αὐτῶν καὶ ἐναντίωσιν ἀποδείξωμεν· ἐν γὰρ τῷ λόγῳ, ὃς ἐπιγέγραπται ‘ἐπίσκεψις τῶν πρὸς Πλάτωνος Τίμαιον ὑπ’ Ἀριστοτέλους ἀντειρημένων‘, δείξας διὰ πλειόνων, ὅτι καλῶς ὁ Πλάτων τὸν κόσμον καὶ πᾶν τὸ ὁρατὸν γινόμενον εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄν, διότι οὐκ ἔχει αἰώνιον τὴν ὑπόστασιν, τοῦ παντὸς σώματος, καθὼς Ἀριστοτέλης αὐτὸς ἀπέδειξεν, πεπερασμένην ἔχοντος δύναμιν, εἶτα πάλιν δεῖξαι βουλόμενος, ὅτι τὸ ἀεὶ εἶναι τῷ κόσμῳ ἑτέρωθεν καὶ οὐκ ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ ἐπιγίνεται, ἐπὶ λέξεως καὶ ταῦτα προστίθησιν ‘οὐδὲ γάρ, ὅπερ ἐπὶ τοῦ ἀεὶ ὄντος ἀληθές, τοῦτο καὶ ἐπὶ τοῦ ἀεὶ γινομένου, τὸ ὑπάρχειν αὐτῷ δύναμιν ἄπειρον διὰ τὸ ἀεὶ γίνεσθαι, ὡς ἐκείνῳ διὰ τὸ ἀεὶ εἶναι· ἀλλὰ τῷ ποιοῦντι τοῦτο, διὸ καὶ τοῦτο ἀεὶ γίνεται προσκτώμενον ἀεὶ τὸ εἶναι διὰ τὸ καθ’ ὕπαρξιν ἀεὶ ὂν καὶ ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεί οὐκ ἔχον.
Aet Mund.626 ὥστε ὁ τοῦ γινομένου ὁρισμὸς ἐφαρμόζοι ἂν καὶ τῷ κόσμῳ‘· καὶ μετ’ ὀλίγα ‘πᾶν ἄρα τὸ γινόμενον αὐτὸ μὲν καθ’ αὑτὸ καὶ ἀπολλύμενόν ἐστιν, δεθὲν δὲ ὑπὸ τοῦ ὄντος μένον ἐν τῷ γίνεσθαι τὸ ὅλον τοῦτο γινόμενόν ἐστιν διὰ τὸ εἶναι οὐκ ἀπολλύμενον, ὃ ἐκ τοῦ ὄντος παρεσπάσατο. τὸν γοῦν ὁρισμὸν αὐτὸ καθ’ αὑτὸ τὸ γινόμενον ἀπολαβόντα καὶ ἀπολλύμενον αὐτὸ προσεῖπεν ὡς τῇ αὐτοῦ φύσει τοιοῦτον ὄν‘.
Aet Mund.627 πάλιν ὁ αὐτὸς ἐν τοῖς ἑξῆς ‘ἐπειδὴ γὰρ τὸ μὲν πᾶν πεπερασμένον, τὸ δὲ πεπερασμένον ἄπειρον οὐκ ἔχει δύναμιν, ὡς ἔδειξεν, τὸ δὲ κινοῦν τὴν ἄπειρον κίνησιν ἀπείρῳ δυνάμει κινεῖ, δηλονότι τὸ ἀκίνητον 〈αἴτιον〉 τῆς ἀπείρου τῷ παντὶ κινήσεως αὐτὸ τὴν ἄπειρον ἔχει δύναμιν. ὥστε εἰ τῷ λόγῳ χωρίσῃς ἐκείνου τὸ πᾶν, οὐ κινήσεται εἰς ἄπειρον οὐκ ἔχον δύναμιν ἄπειρον, ἀλλ’ ἕξει τοῦ κινεῖσθαι παῦλαν· ἐὰν δὲ πάλιν συνάψῃς αὐτὸ ἐκείνῳ, δι’ ἐκεῖνο κινήσεται εἰς ἄπειρον. καὶ οὐδέν γε ἄτοπον δι’ ἐπινοίας τὰ συνημμένα χωρίζειν, ἵνα κατίδωμεν, τί ποτε ἐκ θατέρου θατέρῳ πάρεστιν, καὶ κατιδόντες νοήσωμεν, τί μὲν ἀπὸ τῆς ἑαυτοῦ φύσεως ἔχει τὸ χεῖρον, τί δὲ ἀπὸ τῆς πρὸς τὸ κρεῖττον συντάξεως, εἰ ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει ὁ κόσμος ἀλλὰ γινόμενος ὢν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὢν ἐν μεταβολῇ καὶ ἀλλοιώσει τὸ εἶναι ἔχει. καὶ τοῦτο μὲν ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν, τὸ δὲ ἀεὶ εἶναι ἐπίκτητον αὐτῷ ἐκ τῆς πρὸς τὸ κρεῖττον καὶ ἀεὶ ὂν ἐπιγίνεται συντάξεωσ‘. εἰ ταῦτα καλῶς καὶ Πλάτωνί τε καὶ αὐτῷ τῷ Πρόκλῳ δοκούντως ἐν τῷ μνημονευθέντι εἴρηται λόγῳ, πῶς ἐνταῦθα τούτοις τὰς ἐναντίας ἀφῆκεν φωνάς, ἐν οἷς φησιν ‘οὐδὲ γὰρ τοῦ θεοῦ ὡσαύτως ἔχοντος τὸν κόσμον λέγει ἄλλοτε ἄλλως ἔχειν ὡς δι’ ἑαυτὸν ἔχοντα τὸ ἄλλοτε ἄλλως, ὅπερ ἐστὶν ἐπὶ τῶν μερικῶν, ἀλλὰ διὰ τὸ τὸν θεὸν ἄλλοτε ἄλλως ἔχειν καὶ τὸν κόσμον ἄτακτον ἢ τεταγμένον εἶναι‘; εἰ γὰρ μὴ δι’ ἑαυτὸν ὁ κόσμος ἄλλοτε ἄλλως ἔχῃ, ὥσπερ τὰ μερικά, ἀεὶ δὲ ὡσαύτως ἔχει κατ’ αὐτούς, εἴπερ ἀίδιός ἐστιν καὶ ἀεὶ τέτακται, δι’ ἑαυτὸν ἄρα ἕξει τὸ ἀεὶ ὡσαύτως ἔχειν.
Aet Mund.628 ἀλλὰ μὴν προωμολόγησεν ἐν τῷ μνημονευθέντι λόγῳ ὁ Πρόκλος, ὅτι ὅσον ἐφ’ ἑαυτῷ τὸ ἀεὶ εἶναι οὐκ ἔχει καὶ τοῦτο ἐκ τῆς αὐτοῦ φύσεως αὐτῷ πρόσεστιν. ὁ αὐτὸς ἄρα κόσμος ἐκ τῆς αὑτοῦ φύσεως καὶ τὸ ἀεὶ εἶναι ἕξει καὶ τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὅπερ ἀδύνατον· συναληθεύσει γὰρ ἡ ἀντίφασις. εἰ τοίνυν ἐκεῖνα καλῶς εἴρηται καὶ Πλάτωνι δοκούντως, ὅτι κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ κόσμος τὸ ἀεὶ εἶναι οὐκ ἔχει ἀλλ’ ἐπίκτητον ἐκ τοῦ δημιουργοῦ τοῦτο προσείληφεν, κακῶς ἄρα ἐν τῷ προκειμένῳ λόγῳ μὴ οἴκοθεν αὐτῷ προσεῖναι τὸ ἄλλοτε ἄλλως ἔχειν ὁ Πρόκλος εἴρηκεν. ὅτι δὲ καὶ ὁ Πλάτων τῇ ἀπουσίᾳ καὶ τῇ παρουσίᾳ τοῦ θεοῦ τὸ τετάχθαι ἢ ἄτακτον εἶναι τὸν κόσμον ὑποτιθέμενος οὐδὲν ἕτερον ἢ πάλιν τὰ ἐν Τιμαίῳ εἰρημένα ἐπισφραγίζει, ὡς ὅτι ὁ κόσμος τὸ μὲν ἐν μεταβολῇ εἶναι καὶ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἰδίας αὑτοῦ φύσεως κέκτηται, τὸ δὲ ἐς ἀεὶ εἶναι ἐκ τῆς πρὸς τὸν θεὸν αὐτῷ συντάξεως ἐπιγίνεται, ἐξ αὐτῶν ἀρτίως τῶν Πλάτωνος λέξεων ἀπεδείξαμεν. ὥστε μετὰ τῆς ἀληθείας καὶ ἑαυτῷ καὶ Πλάτωνι πολεμῶν ὁ τοῦ Πλάτωνος διάδοχος ἀποδέδεικται. ϛʹ.
Aet Mund.629 Καὶ αὐτόθεν δ’ ἄτοπος ἡ τοιαύτη ὑπόθεσις. εἰ γὰρ μὴ δι’ ἑαυτὸν ἔχῃ ὁ κόσμος τὸ ἄλλοτε ἄλλως ἔχειν, ὥσπερ τὰ μερικὰ καὶ τοῦ θεοῦ ὡσαύτως ἔχοντος ἐκ τῆς οἰκείας φύσεως ἔχει τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀλλ’ ἐκ τῆς πρὸς τὸν θεὸν σχέσεως ἄλλοτε ἄλλως ἔχει ὁ κόσμος, πότερον αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἐπινοούμενος ὁ κόσμος ἄνευ τῆς πρὸς τὸν θεὸν σχέσεως τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστὶν ἢ τῶν ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά; εἰ γὰρ καὶ μηδέποτε χωρισθῆναι τοῦ κόσμου τὸν θεὸν ἐνδέχεται, ἕως ἂν ᾖ ὁ κόσμος, οὐδέν γε ἄτοπον, ὅπερ αὐτὸς ὁ Πρόκλος ἀρτίως εἴρηκεν, καὶ τὰ ἅμα ὄντα χωρίζειν τῇ ἐπινοίᾳ, ἵνα κατίδωμεν, τί μὲν ἐκ τῆς ἑαυτοῦ φύσεως ἑκάστῳ πρόσεστιν, τί δὲ ἐκ τῆς πρὸς τὸ κρεῖττον συντάξεως· ὅπερ καὶ ὁ Πλάτων ἐν τῷ πολιτικῷ πεποίηκε τὸν θεὸν κατ’ ἐπίνοιαν τοῦ κόσμου χωρίσας καὶ τὰ συμβαίνοντα τῷ κόσμῳ ἐκ τῆς αὐτοῦ φύσεως κατανοήσας. ἐπεὶ οὖν οὐκ ἄτοπον τὸ τοιοῦτον, ἐπινενοήσθω ἡμῖν αὐτὸς καθ’ ἑαυτὸν ἄνευ τοῦ θεοῦ ὁ κόσμος. πότερον οὖν αὐτὸς κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως εἶναι ἔχει ἢ τὸ ἀντικείμενον, λέγω δὴ τὸ ἄλλοτε ἄλλως; ἀνάγκη γὰρ τῶν δύο δοῦναι τὸ ἕτερον, ὅσον ἐπὶ ταῖς σοφαῖς ταύταις ὑποθέσεσιν· εἰ γὰρ τὰ μερικά, ὥς φησιν ὁ Πρόκλος, αὐτὰ ἐκ τῆς ἑαυτῶν ἔχει φύσεως τὸ ἄλλοτε ἄλλως ἔχειν, ἀνάγκη καὶ ἐπὶ τοῦ κόσμου ζητεῖν, ποῖον αὐτῷ μόριον τῆς ἀντιφάσεως ἐκ τῆς αὐτοῦ πρόσεστιν φύσεως· ἢ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν ἀλλ’ ἄλλοτε ἄλλως. ἀλλ’ ἐπειδὴ σαφῶς ὁ Πρόκλος ἀπέφηνεν, ὅτι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν οὐκ ἔχει τὸ ἄλλοτε ἄλλως ὥσπερ τὰ μερικά, δηλονότι αὐτὸς κατὰ τὴν αὑτοῦ φύσιν τὸ ἀεὶ ὡσαύτως ἕξει.
Aet Mund.630 εἰ οὖν τὸ μὲν ἀεὶ ὡσαύτως ἔχειν ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει, τὸ δὲ ἄλλοτε ἄλλως ἐκ τῆς πρὸς τὸν θεὸν συντάξεώς τε καὶ σχέσεως, τὸ ἄρα κρεῖττον ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχων (λέγω δὴ τὸ ἀεὶ ὡσαύτως ἔχειν) τὸ χεῖρον (τὸ ἄλλοτε ἄλλως) ἐκ τῆς πρὸς τὸν θεὸν ἕξει συντάξεώς τε καὶ σχέσεως. καὶ τί ἂν εἴη τῆς ἀσεβοῦς ταύτης ἐννοίας ἐπέκεινα, εἰ καὶ καθ’ ὑπόθεσιν ταῦτα λέγηται; εἰ οὖν τοῦτο ἄτοπον καὶ ἀσεβές, οὐκ ἄρα ἐκ τῆς ἑαυτοῦ φύσεως ἔχει ὁ κόσμος τὸ ἀεὶ ὡσαύτως ἔχειν, ἀλλὰ τοῦτο μὲν ἐκ τῆς πρὸς τὸ ἀεὶ ὂν σχέσεως αὐτῷ ἐπίκτητον προσγίνεται, εἴπερ καὶ ἀθάνατος εἶναι συγχωρηθείη, αὐτὸς δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ἀεὶ εἶναι οὐχ ἕξει, ὡς καὶ Πλάτωνα καὶ Πρόκλον αὐτὸν ἀλλαχοῦ λέγοντα παρεθήκαμεν. ζʹ. Καὶ εἰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει μόνοις, ὁ δὲ κόσμος σώματος κεκοινωνηκὼς οὐ ταύτης ἐστὶν τῆς τάξεως ἀλλὰ γινόμενός ἐστιν καὶ ἀπολλύμενος ὄντως δὲ μηδέποτε ὤν, κοινὸν δὲ τῷ θείῳ παντί, ὡς ἐν τῷ πέρατι τοῦ λόγου φησὶν ὁ Πρόκλος, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν καὶ πᾶν τὸ θεῶν γένος κακίας ὂν ἄδεκτον καὶ μεταβολῆς ἐστιν ἄδεκτον, ὡς ἐν τῷ ἐνάτῳ τῶν ἐπιχειρημάτων ὁ αὐτὸς ἀπεφήνατο, οὐκ ἄρα ὁ κόσμος θεός ἐστιν οὔτε κατὰ τὰ Πλάτωνι δοκοῦντα οὔτε κατὰ τὰ τῷ Πρόκλῳ προωμολογημένα.
Aet Mund.631 ἀνάγκη οὖν ἢ καὶ τὸν κόσμον τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι λέγειν τὸν Πλάτωνα, εἴπερ θεὸν αὐτὸν οἴεται, τὸ δὲ θεῶν γένος μεταβολῆς ἐστιν ἄδεκτον, ἤ, εἴπερ μὴ λέγοι αὐτὸν τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἀλλὰ γινόμενον καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, ἔτι δὲ καὶ παρὰ τῆς συντρόφου φύσεως ὅσα χαλεπὰ αὐτόν τε ἔχειν φησὶν καὶ τοῖς ζῴοις ἐναπεργάζεσθαι, καὶ περὶ τοὺς λοιποὺς θεοὺς ἀσεβεῖν, ὡς Πρόκλῳ δοκεῖ κἀκείνους τοιούτους εἶναι λέγοντι (κοινὸν γὰρ αὐτοῖς φησιν πᾶσι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν), καὶ ἢ ἐπὶ πάντων αὐτὸ φυλάττειν ἢ ἀφ’ ἑνὸς ἀθετοῦντας μηδὲ ἐπὶ τῶν ἄλλων ἔχειν τὸ πιστόν. δυοῖν οὖν ἀνάγκη θάτερον, ἢ μὴ θεὸν εἶναι τὸν κόσμον οἴεσθαι Πλάτωνα ἤ, εἴπερ θεὸν αὐτὸν εἶναι λέγων γινόμενον αὐτὸν εἶναί φησιν καὶ ἀπολλύμενον ὄντως δὲ μηδέποτε ὄντα, περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβεῖν, ὡς ὁ τοῦ Πλάτωνος ἐν τούτοις ἐξηγητὴς κατεσκεύασεν. οὐκοῦν, εἰ τὸ ἐν μεταβολῇ εἶναι τὸν κόσμον ἐναργές τέ ἐστι καὶ διαρρήδην εἴρηται Πλάτωνι, οὐκ ἄρα θεὸν αὐτὸν εἶναι ᾤετο, ἵνα μὴ περὶ ὅλον τὸ τῶν θεῶν γένος ἀσεβῶν ὁ Πλάτων δείκνυται· σαφῶς γὰρ κέκραγεν, ὅτι τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τοῖς θειοτάτοις προσήκει πᾶσιν. ὥστε, κἂν λέγῃ θεὸν εἶναι τὸν κόσμον, ἐκ τῶν Ὀρφικῶν λαβὼν ὁ Πλάτων τῇ τῶν ποιητῶν συνηθείᾳ μυθικώτερον ἀκολουθήσας θεὸν αὐτὸν εἴρηκεν· πάντα γὰρ οἱ ποιηταὶ τὰ ὄντα θεοπεποιήκασιν, καὶ οὐ μόνον πῦρ καὶ γῆν καὶ τὰ λοιπὰ στοιχεῖα ἀλλὰ καὶ αὐτὰ τὰ ἀνθρώπινα πάθη καὶ ἔργα, τὸν πόλεμον, τὴν ἔριν, τὸν φόβον, τὰς λιτάς (‘καὶ γάρ τε λιταί εἰσιν Διὸς κοῦραι μεγάλοιο‘), τὴν ἄτην, τὸν ὅρκον, τὸν ὕπνον, τὴν χαράν, τὴν ἐπιθυμίαν, τὸν ἔρωτα, καὶ πάντα ἁπλῶς ἀγαθά τε καὶ τὰ χείρονα, ὡς ἴσασιν, ὅσοι τὰ τῶν ποιητῶν διεληλύθασιν· ἔτι δὲ καὶ γενέσεις μὲν ἡμῖν θεῶν ἁπάντων παραδεδώκασιν, φθορὰς δὲ οὔ· τί οὖν θαυμαστὸν καὶ Πλάτωνα γεγονέναι μὲν μὴ φθείρεσθαι δὲ τὸν κόσμον εἰπόντα θεὸν αὐτὸν τῇ ποιητικῇ συνηθείᾳ προσαγορεύειν; ηʹ.
Aet Mund.632 Ὅτι δὲ πολλαχοῦ τῇ ἰδίᾳ διδασκαλίᾳ Πλάτων καὶ τοὺς ποιητικοὺς συναναμίγνυσι μύθους οὐ μόνον αὐτὸς μυθοπλαστῶν ἀλλὰ καὶ τοῖς τῶν ποιητῶν μύθοις ὡς λόγοις καὶ οὐχ ὡς μύθοις δι’ ἁστινασοῦν αἰτίας χρώμενος, ἴσασιν, ὅσοι τὰ Πλάτωνος ἀνεγνώκασιν· δικάζουσι μὲν γὰρ παρ’ αὐτῷ καθ’ Ἅιδου τὰς ψυχὰς Διός τε παῖδες, δύο μὲν ἐξ Ἀσίας, ὁ Μίνως καὶ ὁ Ῥαδάμανθυς, εἷς δὲ ἐξ Εὐρώπης, Αἰακός. καὶ οὐκ ἐν Γοργίᾳ μόνον τὰ περὶ τούτων μυθοπλαστῶν εἴρηκεν, ἀλλὰ καὶ ἐν Μίνῳ ἢ περὶ νόμου οὐ μύθους πλάττων ἀλλὰ περὶ νόμου διαλεγόμενος υἱοὺς μὲν εἶναί φησιν Διὸς καὶ Εὐρώπης Μίνωα καὶ Ῥαδάμανθυν τοῖς ποιητικοῖς ἀκολουθῶν πλάσμασιν, ἀγαθὸν δὲ τῶν ποτὲ νομοθετῶν γεγονέναι τὸν Μίνωα.
Aet Mund.633 καὶ εἰς πίστιν τοῦ γεγονέναι υἱόν τε Διὸς καὶ ἀγαθὸν τὰ Ὁμήρου παραθέμενος ‘τῇσι δ’ ἔνι Κνωσός, μεγάλη πόλις· ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστήσ‘ καὶ τὴν διάνοιαν τῶν στοιχείων ἐξηγούμενος παιδευθῆναι μέν φησιν ὑπὸ Διὸς τοῦ γεννήσαντος μόνον τῶν ἐξ αὐτοῦ φύντων Μίνωα, συνόμιλον δὲ τοῦ Διὸς ὄντα δι’ ἐτῶν ἐννέα φοιτᾶν εἰς τὸ τοῦ Διὸς ἄντρον τὰ μὲν μαθησόμενον τὰ δὲ ἀποδειξόμενον, ἃ τῇ προτέρᾳ ἐννεαετηρίδι μεμάθηκεν. καὶ ἐν τῷ δευτέρῳ τῶν νόμων τὸν τοῦ Διονύσου μῦθον τιθέμενος διαπεφορῆσθαί φησιν τοῦτον πρὸς τῆς μητρυιᾶς Ἥρας τῆς ψυχῆς τὴν γνώμην. καὶ τί δεῖ τὸν λόγον μηκύνειν ἐξαριθμούμενον, ὅσους ὁ Πλάτων τῇ οἰκείᾳ διδασκαλίᾳ ποιητικοὺς μύθους συναναμίγνυσιν οὐχ ὡς μύθοις χρησάμενος; ἐν αὐτῷ γοῦν τῷ Τιμαίῳ, ἐν ᾧ θεὸν εἶναι τὸν κόσμον καὶ τοὺς φαινομένους ἀστέρας ἅπαντας εἴρηκεν, ἥλιον λέγω καὶ σελήνην καὶ τοὺς λοιπούς, ἄκουε ὅπως τὰ τούτοις ἐπισυνῆψεν ἀκόλουθα· ἔχει δὲ ἡ λέξις ὧδε ‘ἀλλὰ ταῦτα ἱκανῶς ἡμῖν ταύτῃ καὶ περὶ θεῶν ἡμῖν ὁρατῶν καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλος. περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν.
Aet Mund.634 ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου Ζεὺς Ἥρα τε καὶ ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνουσ‘. εἰ οὖν θεὸν εἶναι τὸν κόσμον ἀκούων παρὰ Πλάτωνος Πρόκλος ἁπλῶς οὕτως ἄνευ τινὸς ἐξετάσεως θεὸν ἀκούειν ἀξιοῖ καὶ διὰ τοῦτο ὡς θεῷ τὴν ἀγενησίαν αὐτῷ χαρίζεται, καίτοι σαφῶς Πλάτωνος γενητὸν αὐτὸν εἰπόντος καὶ πρότερον καὶ νῦν, καὶ τῶν ἑξῆς ἀπεριέργως ἀκουέτω καὶ πιστεύειν ἡμᾶς ἀξιούτω, ὡς θεῶν μὲν ἦσαν υἱοί τε καὶ ἔκγονοι, οὓς ποιηταὶ μεμυθολογήκασιν ἐκ θεῶν φῦναι ἥρωας, ἀκολούθως δὲ καὶ τοὺς ἀνοσίους ἐκείνους γάμους ὑπὸ θεῶν γεγενῆσθαι λεγέτω, ἐξ ὧν οἱ λεγόμενοι θεῶν παῖδες ἐγένοντο, μηδέν τε πολυπραγμονεῖν ἀλλ’ ὡς νόμους τὰς ἐκείνων θεολογίας δέχεσθαί τε καὶ πιστεύειν αὐταῖς ἀξιούτω, ἅτε δὴ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότων ἐκείνων θεούς τε καὶ δαίμονας, οἷς ἀπιστεῖν ἀδύνατον καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν ὡς οἰκεῖα δηλονότι ἀπαγγέλλουσιν καὶ οὐκ ἀλλότρια.
Aet Mund.635 τίνα δὲ ἡμᾶς περὶ τῶν ἰδίων προγόνων ἐκεῖνοι ἐδίδαξαν, οἷς ἀπιστεῖν οὐ θέμις, πιστεύειν δὲ μᾶλλον αὐτοῖς καὶ οὕτω δοξάζειν περὶ θεῶν καὶ λέγειν, εὐθὺς ἐπήγαγεν ‘Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην καὶ τὰ ἑξῆσ‘. ἢ οὖν καὶ ταῦτα ψιλῶς οὕτως, ὡς εἴρηται, δέχεσθαι καὶ πιστεύειν ἡμᾶς αὐτοῖς ὁ φιλόσοφος ἀξιούτω καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις οἱ ποιηταὶ ἀκολούθως ἐπισυνάπτουσιν—τὰς ἀθεμιτογαμίας φημί, τὰς καταπόσεις, τοὺς σπαραγμούς, τὰς κατ’ ἀλλήλων καὶ τῶν φυσάντων ἐπαναστάσεις καὶ ὅσα ἄλλα ἐπὶ λύμῃ τοῦ τῶν ἀνθρώπων βίου ὑπ’ αὐτῶν τιμωμένοις οἱ ποιηταὶ προσῆψαν οὐκ οἶδα πότερον δαίμοσι πονηροῖς εἴπω ἢ κακοδαίμοσιν ἀνθρώποις ἐξ ἀμέτρου κακίας προσλαβοῦσι τὸ γνώριμον, συνεπιθεμένων δηλονότι διὰ βασκανίαν ἐπ’ ἀπωλείᾳ τῶν ἀνθρώπων τῶν τῆς πονηρίας πνευμάτων διὰ τὸν ἑκουσίως αὐτοῖς ἐκ τοῦ καλοῦ γενόμενον ὄλισθον—, ὅπερ οὖν εἶπον, ἢ καὶ τούτοις ἄνευ πάσης ἐπεξεργασίας τίθεσθαι λεγέτω τὸν Πλάτωνα ἤ, εἴπερ ταῦτα μυθικώτερον τῇ τῶν ποιητῶν καὶ τῇ τότε κρατούσῃ δόξῃ ἑπόμενος ὁ Πλάτων εἴρηκεν, εἴτε ἐν ὑπονοίαις αὐτὰ πρὸς τῶν ποιητῶν ὑπελάμβανεν εἰρῆσθαι εἴτε χωρὶς ὑπονοιῶν, τῷ αὐτῷ τρόπῳ κατὰ τὸ ἀκόλουθον καὶ τὸ τοῦ θεοῦ ὄνομα τῷ κόσμῳ προσάψαι συγχωρείτω τὸν Πλάτωνα, εἴτε παρὰ τὸ ἀεὶ θεῖν ὠνομασμένον εἴτε παρὰ τὴν θέαν (ἐν αὑτῷ γὰρ τὸ ὁρατὸν ἅπαν περιείληφεν) εἴτε παρ’ ἄλλην τινὰ τοιαύτην ὑπόνοιαν.
Aet Mund.636 θʹ. Ὅλως δὲ τὴν θεός προσηγορίαν οὐ τῇ ἀσωμάτῳ καὶ δημιουργικῇ τῶν ὄντων αἰτίᾳ ἀλλὰ τοῖς οὐρανίοις σώμασιν ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων ἐπιτεθῆναι ἐν τῷ Κρατύλῳ φησὶν ὁ Πλάτων· μηδὲ γὰρ εἰδέναι πω ἐκείνους ἄλλο τι θεὸν πλὴν τῶν φαινομένων σωμάτων ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν, ὥσπερ καὶ μέχρι νῦν τῶν βαρβάρων ὑπολαμβάνειν τοὺς πλείστους· ὕστερον δέ φησιν εἰς ἔννοιαν καὶ τῶν ἄλλων θεῶν τῶν ἀσωμάτων Ἕλληνας ἐλθόντας τῷ αὐτῷ κἀκείνους προσαγορεῦσαι ὀνόματι. ἔστιν δὲ τὰ ἐν τῷ Κρατύλῳ Πλάτωνος ἐπὶ λέξεως ταῦτα ‘Ἆρ’ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι σκοπουμένους, πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν; Εἰκός γε. Τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω. φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, ὥσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι, ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους ἅπαντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι, ὃ λέγω, τῇ ἀληθείᾳ ἢ οὐδέν; Πάνυ μὲν οὖν ἔοικε‘. εἰ τοίνυν τὸ θεός ὄνομα τοῖς οὐρανίοις ἀπὸ τοῦ ἀεὶ θεῖν ὑπὸ τῶν πάλαι Ἑλλήνων τεθῆναι Πλάτων νενόμικεν, ὕστερον δὲ αὐτὸ καὶ ἐπὶ τοὺς ἄλλους θεοὺς τοὺς νοητοὺς γνωσθέντας ἤδη μετενηνέχθαι, δῆλον, ὡς ὁμωνύμως ἐπί τε τῶν ἀσωμάτων θεῶν καὶ ἐπὶ τοῦ κόσμου τὸ τοῦ θεοῦ κεῖσθαι βούλεται ὄνομα.
Aet Mund.637 εἰ γὰρ ὁ οὐρανὸς παρὰ τὸ ἀεὶ θεῖν θεὸς προσηγόρευται, τὰ δὲ νοερὰ καὶ ἀσώματα κινήσεως ἁπάσης ἐστὶν ὑπέρτερα, οὐκ ἄρα δήπου κατὰ τὴν αὐτὴν ἔννοιαν κἀκεῖνα θεοὺς προσαγορεύειν νοῦν ἔχων τις, μή τί γε Πλάτων ὑπονοήσειεν. οὐκοῦν τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων διεστηκότων ψιλὴ μόνη περὶ τὸ ὄνομα ἡ κοινωνία καταλείπεται. εἰ δὲ περὶ μόνον τὸ ὄνομα ἡ κοινωνία, τίς ἔτι ἀνάγκη φαίνεται διὰ τὸ θεὸν τὸν κόσμον προσαγορεύεσθαι ὑπὸ Πλάτωνος διὰ τοῦτο καὶ ἄτρεπτον αὐτὸν εἶναι κατὰ φύσιν καὶ ἀγένητον συλλογίζεσθαι, διότι τοιαύτην εἶναι τὴν θείαν φύσιν Πλάτων βούλεται; καὶ γὰρ νοερὰν καὶ ἀσώματον εἶναί φησιν ἐκείνην ὁ Πλάτων. οὐκοῦν ὅσον ἐπὶ ταῖς τοῦ Πρόκλου ἐπιχειρήσεσιν καὶ τὸν κόσμον θεὸν εἶναι λέγων νοητὸν εἶναι αὐτὸν καὶ ἀσώματον βούλεται. καίτοι γε καὶ τὰς ἰδέας ὁ Πλάτων τοῖς αὐτοῖς προσαγορεύει ὀνόμασιν, οἷς καὶ τὰ αἰσθητὰ ὀνομάζεται· αὐτὸ γὰρ ζῷον καὶ αὐτοάνθρωπον καὶ τῶν λοιπῶν ἕκαστον συνωνύμως τοῖς αἰσθητοῖς κἀκεῖνά φησιν προσαγορεύεσθαι. ἆρ’ οὖν διὰ τὴν τῶν ὀνομάτων ταυτότητα τὸ ἀεὶ ὡσαύτως ἔχειν ἢ καὶ τὸ νοερὸν καὶ τὸ ἀσώματον τοῖς αἰσθητοῖς ζῴοις προσοίσωμεν ἢ ἴσμεν ἀκριβῶς ὥσπερ κοινωνοῦντα τοῖς ὀνόμασιν τὰ τοιαῦτα οὕτω δὴ καὶ τοῖς πράγμασιν κατὰ πολὺ διεστῶτα; ὡς οὖν οὔτε νοητὸς ὁ κόσμος οὔτε ἀσώματος, κἂν θεὸς ὀνομάζηται, οὕτω δήπου οὔτε τῶν ἀμεταβλήτων ἔσται καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων οὔτε ἀγένητος· ὡς γὰρ τῇ θείᾳ φύσει ταῦτα ὑπάρχειν Πλάτων προσεμαρτύρησεν, οὕτω καὶ τὸν κόσμον σαφῶς τῶν γινομένων εἶπεν εἶναι καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων καὶ διὰ τοῦτο γεγονέναι τε αὐτὸν ἀπ’ ἀρχῆς τινος ἀρξάμενον ἔφησεν καί, ἐπείπερ ἐγένετο, οὐκ ἄλυτον οὐδὲ ἀθάνατον εἶναι κατὰ φύσιν, εἰ καὶ διὰ τὴν τοῦ θεοῦ βούλησιν ἐκεῖθεν τὴν ἀθανασίαν ἐπισκευαστὴν προσκτώμενον φυλάττειν τὸ ἀδιάλυτον.
Aet Mund.638 πεφώραται ἄρα συνήθως ὁ Πρόκλος ἐκ τῆς ὁμωνυμίας ἀποσυλῶν τὴν ἀλήθειαν καὶ τὰ μὲν διαρρήδην εἰρημένα Πλάτωνι περὶ τῆς τοῦ κόσμου φύσεως παρατρέχων, ψιλῶς δὲ τῆς τοῦ θεοῦ προσηγορίας δραττόμενος καὶ ταύτῃ τὸ ἴδιον καὶ οὐ τοῦ Πλάτωνος συμπεραινόμενος βούλημα. καίτοι πῶς οὐκ ἄτοπον τοῦ αὐτοῦ Πλάτωνος ἅμα καὶ θεὸν εἰπόντος τὸν κόσμον καὶ γενητὸν εἶναι (‘ταῦτα‘ γάρ, φησί, ‘ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν τε καὶ γενητῶν εἰρημένα φύσεως ἐχέτω τέλοσ‘) τὸ μὲν θεὸν εἶναι κατὰ τὴν τοῦ θεοῦ κυρίως ἐκδέχεσθαι ἔννοιαν, τὸ δὲ γενητὸν εἶναι καὶ γεγονέναι παρακρούεσθαι; οὐδὲ γὰρ τὸ κατ’ αἰτίαν μόνον γενητὸν λέγεσθαι τὸν κόσμον ὑπονοεῖν ἐν τούτοις ἐνδέχεται· δι’ ὧν γάρ, φησίν, ὁ Πλάτων περὶ φύσεως θεῶν ὁρατῶν τε καὶ γενητῶν εἴρηκεν, σαφῶς παρέστησεν, ὡς οἶδεν καὶ ἑτέρους θεοὺς νοητούς τε καὶ γενητοὺς ὑπάρχοντας.
Aet Mund.639 ὥσπερ οὖν τῷ ὁρατῷ τὸ νοητὸν ἀντίκειται, οὕτω καὶ τῷ γενητῷ τὸ ἀγένητον. εἰ οὖν τοὺς ὁρατοὺς θεοὺς κατ’ αἰτίαν μόνον γενητοὺς εἶναι βούλεται, καὶ νοητοὺς ἄρα θεοὺς ἀγενήτους ὄντας κατ’ αἰτίαν ἀγενήτους εἶναι βούλεται· τῷ γὰρ κατ’ αἰτίαν γενητῷ τὸ κατ’ αἰτίαν ἀντίκειται ἀγένητον. εἰ δὲ οἱ νοητοὶ θεοὶ κατ’ αἰτίαν εἰσὶν ἀγένητοι, οὐδεὶς ἄρα αὐτῶν τοῦ εἶναι αἴτιος. ὥστε οὐκ ἐκ μιᾶς ἀρχῆς τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα μία τῶν ὄντων ἁπάντων ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία ἀλλὰ τοσαῦται ἀρχαί, ὅσοι καὶ νοητοὶ θεοί. εἰ οὖν τοῦτο ἄτοπόν τε καὶ τῶν ὑπονοιῶν τῶν Πλάτωνος ἀλλότριον, ὡς ἐκ τῶν αὐτοῦ λόγων πολλάκις ἐδείξαμεν, καὶ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχὴ καὶ ἓν μόνον τὸ ἀνάρχως καὶ ἀναιτίως ὄν, οὐκ ἄρα κατ’ αἰτίαν εἰσὶν οἱ νοητοὶ θεοὶ ἀγένητοι. εἰ οὖν τοὺς νοητοὺς θεοὺς τοῖς ὁρατοῖς Πλάτων ἀντέθηκεν, οἱ δὲ νοητοὶ ἀγένητοι ὄντες κατὰ Πλάτωνα οὔκ εἰσιν κατ’ αἰτίαν ἀγένητοι, εἴπερ πάντων ἕν ἐστιν αἴτιον ἡ πρώτη ἀρχή, οἱ ἄρα αἰσθητοὶ θεοὶ γενητοὶ θεοὶ εἶναι λεγόμενοι οὐ κατ’ αἰτίαν μόνον ἀλλὰ καὶ κατὰ χρόνον εἰσὶν γενητοί· εἰ γὰρ τοὺς νοητοὺς ἀγενήτους εἶναι βούλεται οὐχ ὡς ἄνευ αἰτίας ὄντας ἀλλ’ ὡς ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντας, τοὺς ἄρα ὁρατοὺς θεοὺς γενητοὺς εἶναι λέγει ὡς ἀρχὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως λαβόντας. ταῦτα μὲν οὖν, ὡς ἡμῖν ἦν δύναμις, αὐτάρκως καὶ ἐν τῷ ϛʹ διηρθρώσαμεν λόγῳ. ιʹ.
Aet Mund.640 Ὅτι δὲ πολλαχοῦ Πλάτων τοῖς μύθοις χρησάμενος ἢ τὴν πατρῴαν, ὅπερ ἔμπροσθεν εἶπον, συνήθειαν ἀφοσιούμενος ἢ τὸν ἐκ τοῦ πλήθους ὑφορώμενος κίνδυνον, ὡς ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ἐνάτου λόγου σαφῶς ἐδείξαμεν, ἵνα μὴ καὶ αὐτὸς ἀθετεῖν μὲν τοὺς καθεστῶτας θεοὺς καινὰ δὲ διδάσκειν δαιμόνια δόξειεν (ᾔδει γὰρ τοῦτο καὶ Σωκράτει θανάτου γενόμενον αἴτιον), ἐν ἑτέροις ἀποτολμᾷ τὰ δοκοῦντα αὐτῷ εἰς φῶς ἀγαγεῖν καὶ διαπαίζει τοὺς μύθους καὶ καταφορᾷ πλείστῃ κατὰ τῶν πλασάντων ποιητῶν κέχρηται, ὀλίγα εἰς πίστιν καὶ τούτου ἐκ τῶν αὐτοῦ Πλάτωνος παραθήσομαι. ἐν τῷ δευτέρῳ τοίνυν τῆς πολιτείας βιβλίῳ τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδον καὶ τῶν λοιπῶν ποιητῶν τὸν κατάλογον τῆς ἰδίας ἀποτειχίζων πόλεως ἀκούεις ποίας αὐτῶν κατηγορίας κατέτεινεν· πρὸς πολλοῖς γὰρ ἄλλοις καὶ ταῦτα προστίθησιν ἐπὶ λέξεως ‘Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἂν μή, ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶν καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν, ὧν δὲ νῦν λέγουσιν τοὺς πολλοὺς ἐκβλητέον. Ποίους δή; ἔφη. Ἐν τοῖς μείζοσι, ἦν δ’ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους· δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸ δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλ’ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις.
Aet Mund.641 Οὓς Ἡσίοδός τέ που, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί· οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν. Ποίους δ’, ἦ δ’ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅ〈ταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων, οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τά γε τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα; Πρῶτον μέν, ἦν δ’ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν· τὰ δὲ δὴ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος οὐδ’ ἄν, εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὅτι ἐλαχίστοις συνέβη ἀκοῦσαι. Καὶ γάρ, ἦ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. Καὶ οὐ λεκτέοι γ’, ἔφην, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἄν, ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι.
Aet Mund.642 Οὐ μὰ τὸν Δία, ἦ δ’ ὅς, οὐδ’ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δ’ ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται (οὐδὲ γὰρ ἀληθῆ), εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι· πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ’ εἴ πως μέλλομεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἔστι τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν καὶ θεομαχίας, ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτ’ ἄνευ ὑπονοιῶν· ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν, ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλ’ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.
Aet Mund.643 ‘〉 * * * 〈παντε〉λῶς ἀπήλασεν πόλεως· οὐδὲ γὰρ τισὶ μὲν αὐτοῖς τῶν πολιτῶν χρῆσθαι προσέταξεν, τισὶ δὲ μή, ἀλλ’ ὡς ἀχρήστους καὶ ἐπιβλαβεῖς πάντας ἐκ πάντων παντελῶς ἀπεώσατο. εἰ δὲ ἐν τῇ καλλίστῃ τῆς πόλεως ἀγωγῇ, ἣν ὁ Πλάτων διέπλασεν, ἐν ᾗ μόνη ἀρετὴ καὶ φρόνησις πολιτεύεται, τοὺς τοσούτους μύθους οὐ καλὸν παραδέχεσθαι ὡς εἰς ἀδικίαν μᾶλλον καὶ τὰς ἀπηγορευμένας ἐκκαλοῦντας τῶν πράξεων, ἥκιστά γε ἐν ταῖς καθ’ ἡμᾶς ἂν εἶεν δεκτοὶ πόλεσιν, ἐν αἷς ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἡδὺ τοῦ ἀγαθοῦ καὶ τὸ χεῖρον τοῦ βελτίονος προτετίμηται. οὐδὲ τοσοῦτον ἄρα τοῦ συμφέροντος ἀνθρώποις ὁ τοῖς ποιηταῖς ἐνεργήσας δαίμων ἐφρόντισεν, ὅσον οὐ μόνον τῆς ἰδίας ὁ Πλάτων πόλεως καὶ ταῦτα μέχρι μόνης ὑποθέσεως καὶ λόγων κειμένης ἀλλὰ καὶ πᾶς ὁστισοῦν τῆς τῶν ὑπ’ αὐτῷ ἀντέχεται μετριότητος.
Aet Mund.644 πονηρῶν ἄρα δαιμόνων ἔργον ἐπ’ ὀλέθρῳ τῶν ἀνθρώπων τοὺς ποιητικοὺς μύθους τῷ βίῳ ἡμῶν ἐπεισήγαγεν, ὅπερ καὶ Πλάτων εἰδὼς τῆς ἰδίας αὐτοὺς αὑτοῦ ἀπεκήρυξε πόλεως. εἰ οὖν ἐν τούτοις μὲν ὁ Πλάτων τοὺς μύθους ἀποσκευάζεται, ἐν δὲ τῷ Τιμαίῳ πιστεύειν φησὶν δεῖν τοῖς τούτους ἡμῖν εἰσηγησαμένοις θεῶν ἐκγόνοις οὖσιν, ὡς ἔφασαν, καὶ σαφῶς τοὺς αὑτῶν εἰδόσι προγόνους (οὐ γὰρ εἶναι δυνατὸν θεῶν παισὶν ἀπιστεῖν), ταῦτα δὲ συμβῆναι καὶ συμφωνεῖν ἀλλήλοις ἀδύνατόν ἐστιν, πρόδηλος ἂν εἴη παντί, ὡς ὅπου μὲν ἐξ οἰκείας γνώμης τὰ αὑτῷ δοκοῦντα τοὺς γνησίους τῶν μαθητῶν ἐκπαιδεύει (περὶ γὰρ ἀγωγῆς ἀνθρώπων ἐν τῇ πολιτείᾳ τοὺς λόγους ποιεῖται), ὅπου δὲ τὸ πλῆθος ἀφοσιοῦται τὸν ἐξ αὐτῶν ἐκφεύγων κίνδυνον. πρὸς Διονύσιον γοῦν ἐπιστέλλων τὸν τύραννον οὐκ Ἀθηναίων ἀλλὰ Συρακουσίων ἡγούμενον τῶν μὲν σπουδαίων ἑαυτοῦ φησιν ἐπιστολῶν θεὸν εἶναι ἀρχήν, θεοὺς δὲ τῶν μὴ τοιούτων· ἔχει δ’ ἡ λέξις οὕτως ‘περὶ δὲ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας ἂν μή, οἴομαί σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ πάνυ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, ὥστ’ οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι· τῆς μὲν γὰρ δὴ σπουδαίας ἐπιστολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον‘.
Aet Mund.646 καὶ ἐν ἑτέρᾳ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἕνα φησὶν τὸν τῶν ὄντων ἁπάντων δημιουργὸν εἶναι καὶ ποιητήν. ‘περὶ τὸν πάντων‘ γάρ, φησίν, ‘βασιλέα τὰ πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνος αἴτιος πάντων καλῶν‘. καὶ ἐν τῷ τετάρτῳ τῶν νόμων θεόν φησιν ἀρχὴν καὶ μέσα καὶ τέλος τῶν ὄντων ἔχοντα εὐθείᾳ περαίνειν. ὥστε, κἂν πλῆθος εἰσάγῃ θεῶν κἂν θεὸν λέγῃ τὸν κόσμον, οὐκ ἀπὸ σπουδῆς οὐδὲ τὰ ἑαυτῷ εἰσηγεῖται δοκοῦντα, ἔθει δὲ ποιητικῷ καὶ κοινῷ τότε χρώμενος ἢ καὶ ἐκ τοῦ θεῖν παρετυμολογῶν, ὡς αὐτὸς εἴρηκεν, θεὸν ὀνομάζει· καὶ οὐκ, ἐπειδὴ θεὸν λέγει, καὶ διὰ τοῦτο καὶ ἀγένητον εἶναι ᾤετο, σαφῶς καὶ γεγονέναι καὶ ἀρχὴν ἔχειν οὐκ εἰπὼν μόνον ἀλλὰ καὶ δι’ ἀποδείξεως πιστωσάμενος. αιʹ. Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο ὡς ἰσχυρὸν ὁ Πρόκλος προβάλλεται εἰς ἀπόδειξιν τοῦ ἀγένητον εἶναι τὸν κόσμον λέγειν Πλάτωνα τὸ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει χωρίζειν τοῦ κόσμου τὸν θεὸν καὶ τῷ χωρισμῷ τοῦ θεοῦ εἰς ἀταξίαν αὐτὸν ἐκ τῆς τάξεως περιάγειν καὶ ἐντεῦθεν ἀξιοῖ καὶ τὴν ἐν τῷ Τιμαίῳ παραδιδομένην τοῦ κόσμου γένεσιν καὶ τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον μεταβολὴν ὡς ἐν ὑποθέσει μόνῃ λέγεσθαι, ἴστω, ὡς ὅτι, κἂν συγχωρήσειέ τις τὰ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει λέγεσθαι, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη καὶ ἐν Τιμαίῳ τὴν τοῦ κόσμου γένεσιν μέχρι μόνης εἶναι ὑποθέσεως· ἐν μὲν γὰρ τῷ πολιτικῷ αὐτὸ προλαβὼν * * *