eul_wid: uxc-am

Περὶ τῆς τοῦ κόσμου δημιουργίας
On the Creation of the World

John Philoponus of Alexandria On the Creation of the World PDF

Opif.1.(1t) ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΤΩΝ ΕΙΣ ΤΗΝ ΜΩΥΣΕΩΣ ΚΟΣΜΟΓΟΝΙΑΝ ΕΞΗΓΗΤΙΚΩΝ λόγος πρῶτος. Προοίμιον. Πολὺς μὲν ἐμοὶ περὶ τῆς τοῦ κόσμου γενέσεως ἐν πολλαῖς πραγματείαις διήνυσται λόγος, τούς τε ποικίλους τῶν συλλογισμῶν καὶ δυσδιεξόδους ἀνελίσσοντι λαβυρίνθους, δι’ ὧν οἱ ἐκ τῆς σεμνῆς φιλοσοφίας μὴ γεγονέναι τουτονὶ τὸν κόσμον δεικνύειν ἔδοξαν, ὡς κινδυνεύειν ἐντεῦθεν μηδ’ ὅλως αὐτοῦ δημιουργὸν εἶναι πιστεύειν θεόν, εἰ μὴ τοῦτον οὐκ ὄντα παρήγαγε· δέδειχα δὲ καὶ ὡς ἀρχὴν ἔχει τοῦ εἶναι, πλείοσιν ἐπιβολαῖς τοῦτο συλλογισάμενος. πολλοὶ δὲ διὰ ταῦτα συνεχῶς ἡμῖν ἠνώχλουν ἠρέμα πως καὶ ὑπωνείδιζον, ὡς τῶν ἐξωτερικῶν μὲν λόγων πρὸς ἔλεγχον διηγώνισταί μοι τάχα που καὶ πέρα δυνάμεως, τῶν δὲ τοῦ μεγάλου Μωϋσέως περὶ τῆς τοῦ κόσμου παραγωγῆς θεόθεν ἡκόντων ἀμελήσαιμι ῥημάτων, περιελκομένων οὐκ ἀνεκτῶς ὑπὸ τῶν ἐπεσκέφθαι τοῦ παντὸς φρυαττομένων τὴν διακόσμησιν, ὡς οὐ τοῖς φαινομένοις Μωϋσῆς πεφυσιολόγηκε σύμφωνα.
Opif.2 μάλιστα δὲ σύ, τιμιωτάτη μοι κεφαλή, Σέργιε, καὶ τῶν ἐν ἀρχιερεῦσι θεοῦ τελούντων μέγιστον ἐγκαλλώπισμα, πολὺς ἐπέκεισο προτρέπων, μονονουχὶ καὶ βιαζόμενος, τὰ εἰς ἐμὴν συνεισφέρειν τῷ πράγματι δύναμιν. συνεργὸς δέ σοι τοῦ σπουδάσματος ἦν ὁ γνώριμος τοῦ γένους οὐκ ἐλάττων τὴν θεοσέβειαν Ἀθανάσιος, οἷα σκύμνος τῷ εἰς ἀρετὴν θρεψαμένῳ συμπαραθέων. πολιὸς δὲ νοῦς ἐν ἀσκήσει λόγων αἰδέσιμον ποιεῖ νεότητα. αʹ. Τίς ὁ τῆς προκειμένης πραγματείας σκοπὸς καὶ τίς ἐν τῷ περὶ τῆς τοῦ κόσμου γενέσεως συγγράμματι τῷ Μωϋσεῖ πρόθεσις. Πολλαὶ μὲν οὖν εἰς τὴν πραγματείαν ἐκείνην ὑπὸ πολλῶν οὐκ ἄκομψοι σπουδαὶ κατεβλήθησαν καὶ μάλιστα Βασιλείῳ τῷ πάνυ, θείᾳ τε καὶ ἀνθρωπίνῃ πάσῃ κεκοσμημένῳ σοφίᾳ. ἐπειδὴ δὲ τῶν αὐτῆς μερῶν ἔτι διαπορεῖταί τινα, οὔπω τοῖς φαινομένοις ὁμολογεῖν πιστευόμενα, παραλέλειπται δὲ Βασιλείῳ δικαίως ἐπ’ ἐκκλησίας τοὺς ἑαυτοῦ πρὸς ὠφέλειαν τοῦ πλήθους δημοσιεύοντι λόγους, ὡς τῇ ἰδιώτιδι καὶ ἀκοῇ καὶ διανοίᾳ μὴ σύμμετρα, ταῦτα πρὸς δύναμιν ἐγὼ συνεργοῦντος θεοῦ ζητῆσαι πειράσομαι. Μηδεὶς δὲ τὰς περὶ φύσεως τεχνολογίας τοῖς ὕστερον ἐπινοηθείσας τὴν Μωϋσέως ἀπαιτείτω συγγραφήν, οἷον τίνες αἱ ὑλικαὶ τῶν πραγμάτων ἀρχαί· πότερον μίαν ταύτην θετέον ἢ πλείους· καὶ εἰ πλείους, πόσαι τε καὶ τίνες· καὶ εἰ αἱ αὐταὶ πάντων ἢ ἄλλων ἄλλαι· τίς ἡ τῶν οὐρανίων οὐσία καὶ εἰ τῶν ὑπὸ σελήνην ἑτέρα καὶ εἰ ταῖς κινήσεσιν αὐτῶν ἡ οὐσία συνεξαλλάσσεται· καὶ ἁπλῶς εἰπεῖν ὅσα τοῖς περὶ ταῦτα δεινοῖς περιείργασται, ὅτε καὶ ἐν πλείστοις διημάρτηται τὰ τοιαῦτα τοῖς φυσικοῖς, μήτε ἀλλήλοις ὡς εἰπεῖν συμπεφωνηκόσι μήτε τοῖς πράγμασιν.
Opif.3 οὐ γὰρ τοῦτο σκοπὸς τῷ θαυμασίῳ γέγονε Μωϋσεῖ, ἀλλ’ εἰς θεογνωσίαν ἀνθρώπους ἀγαγεῖν πρῶτος ὑπὸ θεοῦ προὐκεχείριστο καὶ βίον διδάξαι ταύτῃ προσήκοντα· διόπερ ὅσα πρὸς τοῦτο συνετέλει, ταῦτα καὶ γέγραφεν, ὅτι δὴ τὸ μέγα τοῦτο τοῦ κόσμου καὶ λαμπρὸν δημιούργημα οὔτε αὐτόματον ἔσχε τὴν ὕπαρξιν, οὔτε τῆς ἀνωτάτω καὶ θείας ἐστὶν οὐσίας, ἀλλ’ ὑπ’ ἐκείνης τῆς ἀοράτου καὶ δημιουργικῆς ἁπάντων ἀρχῆς πρὶν γενέσθαι μὴ ὂν εἰς τοῦτο δὴ τὸ φαινόμενον παρενήνεκται κάλλος. Ψυχαῖς οὖν ἀναγώγοις παντελῶς καὶ πλέον σχεδὸν τῶν φαινομένων ἐπισταμέναις οὐδὲν τὴν περὶ θεοῦ γνῶσιν ἐνθεῖναι βουλόμενος Μωϋσῆς ἐκ τῶν συνήθων καὶ γνωρίμων ἐπὶ τὴν ἔννοιαν αὐτὰς ἀνάγει τοῦ ἀοράτου θεοῦ, οἷον τεχνίτην τινὰ τῇ τῶν ὅλων δημιουργίᾳ θεὸν ἐπιστήσας καὶ νῦν μὲν τοῦτο, ἄλλοτε δὲ ἄλλο, πρῶτόν τε καὶ δεύτερον γενέσθαι κελεύοντα καὶ ὁμοῦ τῷ προστάγματι τὸ κελευσθὲν παριστάμενον.
Opif.4 τοῦτο δὲ ταῖς μὲν χαμαιζήλοις, ὡς εἶπον, ψυχαῖς μεγίστη πρὸς θεὸν χειραγωγίας ἐπίνοια, τὰς δὲ νοερὰς τῷ ὄντι καὶ εἰς ἔννοιαν ἤδη τῆς θείας ἀνηγμένας αἰτίας βλάψει μὲν τὸ παράπαν οὐδέν, ὠφελήσει δὲ τὰ μέγιστα. τὸ γὰρ ὁμοῦ τῷ εἰπεῖν τι γενέσθαι τὸν θεὸν εἰς ἔργον εὐθὺς ἐκβῆναι τὸ πρόσταγμα, τί ἕτερον δίδωσιν ἐννοεῖν, ἢ τὸ ἅμα τῷ θελῆσαί τι γενέσθαι τὸν πάντων αἴτιον ἀχρόνως εὐθὺς εἰς ἔργον ἐκβῆναι τὸ βούλημα; ‘διενοήθης γάρ‘, λόγιόν τί φησιν, ‘καὶ ἐγενήθησαν ἃ ἐνενοήθης καὶ παρέστησαν ἃ ἐβουλεύσω‘. καὶ ἐν ψαλμοῖς ὁ Δαυίδ· ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν‘. βʹ. Ὅτι καὶ Πλάτων ἐν τῇ διηγήσει τῆς τοῦ κόσμου γενέσεως ἐμιμήσατο Μωϋσέα. Καὶ θαυμαστὸν οὐδὲν τὸν ἀρχαιότατον Μωϋσέα τὴν δημιουργικὴν οὕτω τοῦ κόσμου τοῖς εἰσαγομένοις εἰς θεογνωσίαν ἄρτι διασκευάσαι διήγησιν, ὅτε καὶ Πλάτων τοὺς ἤδη φιλοσοφήσαντας τὴν ἐκ θεοῦ τοῦ παντὸς διδάσκων παραγωγὴν ἐν πολλοῖς μὲν καὶ ἄλλοις αὐτὸν ἐμιμήσατο, τῶν δὲ οὐρανίων γενομένων ἁπάντων αὐτὸν εἰσάγει τὸν δημιουργὸν οὕτως αὐτοῖς διαταττόμενον· ‘Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρί’ ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει.
Opif.5 δεῖ δὲ εἰ μέλλει τέλεος ἱκανῶς εἶναι. δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν θελόντων ἕπεσθαι σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε, τροφήν τε διδόντες αὐξάνετε, καὶ φθίνοντα πάλιν δέχεσθε‘. οὕτω μὲν οὖν τὸ τῆς φιλοσοφίας ἄνθος ὁ Πλάτων. Ὅσον δὲ τούτων μεγαλοπρεπέστερα τεθεολόγηκε Μωϋσῆς ἄκουε. ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶσ‘· καὶ ἐπὶ πάντων τὸ παραπλήσιον. πόσῳ ταῦτα τῶν Πλάτωνος ὑψηλότερα καὶ θεοπρεπέστερα; εἰ γὰρ τὸ ‘εἶπεν‘ μὴ φωνήν τινα καὶ ῥημάτων ψόφον νοεῖν δυνατόν—οὐδὲ γὰρ ἐπὶ τῆς τοῦ θεοῦ παρὰ Πλάτωνι δημηγορίας, ἣν ἀρτίως ἀνέγνωμεν— τί ἕτερον διὰ τούτου δηλοῦν ἐθέλει τὸ λόγιον ἢ μόνον τῇ περὶ τοῦ γενέσθαι τῶν ὄντων ὁτιοῦν τοῦ θεοῦ βουλήσει σύνδρομον εὐθὺς ἀκολουθῆσαι τὸ ἔργον; μὴ οὖν ὡς εἶπον ἀστρονομεῖν τις ἀπαιτείτω Μωϋσέα ἢ τῶν φυσικῶν αἰτίας τεχνολογεῖν.
Opif.6 οὐ γὰρ ταῦτα θεολόγων ἐστὶ σκοπὸς οὐδὲ τῆς εἰς θεογνωσίαν ἀναγωγῆς διδασκαλία, τῶν ἐπὶ μέρους δὲ τεχνιτῶν ἔργον· πρός τι γὰρ τέλος τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμον ἐπινενόηται πᾶσα τέχνη. Τὸ δὲ θεολογοῦντα τὰς ὑλικὰς τῶν γενομένων αἰτίας λεπτολογεῖν κινδυνεύειν οἶμαι τὴν εἰς θεὸν ὡς αἴτιον πάντων συντονίαν ἐκλύειν τῇ περὶ τὰς κάτω καὶ προσεχεῖς αἰτίας ζητήσει καὶ μάλιστα ταῖς παχυτέραις τῶν ψυχῶν καὶ προσηλωμέναις τοῖς σώμασιν. ζητείτω δὲ μόνον εἰ μὴ τοῖς φαινομένοις γέγραφε σύμφωνα. διόπερ εἴ πού τινας τῶν φυσικῶν ἢ τῶν ἐν ἀστρονομίᾳ διαφανῶν τῇ Μωϋσέως ἀντιπαραθείην γραφῇ ἢ τοῖς τοιούτοις θεωρήμασιν εἰς συνηγορίαν ἐκείνης χρήσομαι; μεμφέσθω μοι τῶν ἀπειροτέρων μηδείς. αὐτὸ γὰρ δὴ τοῦτο δεῖξαι πρὸς δύναμιν τῇ παρούσῃ πραγματείᾳ σκοπός, ὡς οὐδὲν ἐν τῇ τοῦ προφήτου κοσμογονίᾳ τῇ διατάξει τοῦ παντός ἐστιν ἀσύμφωνον, τοὐναντίον δὲ πολλὰ τῶν ὕστερον αἰτιολογηθέντων ὑπὸ τῶν φυσικῶν ἐκ τῶν Μωϋσεῖ γραφέντων εἴληφε τὴν ἀρχήν. εἴ τι δὲ τῶν εἰρημένων τοῖς πρεσβυτέροις ἐξηγηταῖς αὐτάρκως πιθανῶς εἰρῆσθαί μοι δόξει, τούτου μνησθεὶς [εἰς] ἐκείνοις τὸ εὑρεθὲν ἀνοίσω. οὐ γὰρ τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ἐναβρύνεσθαι δίκαιον.
Opif.7 ἐπεὶ οὖν χρησίμως ἡμῖν ταῦτα προείρηται, ἐπ’ αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ προκείμενον. γʹ. Ποσαχῶς ἡ ἀρχή, καὶ ποῖα μὲν αὐτῆς σημαινόμενα παραληπτέον νῦν, ποῖα δὲ οὐ. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Πολλὰ τὰ σημαινόμενα τῆς ἀρχῆς ὁ πολὺς ἀπαριθμεῖται Βασίλειος· καὶ πρῶτόν γε πάντων τὴν κατὰ χρόνον ἀρχήν. λέγω δὲ νῦν κατὰ χρόνον οὐχ οὗ τῆς γενέσεως προηγεῖται χρόνος ὡς ἡμῶν ἑκάστου ἀλλὰ τὸ πρῶτον τοῦ χρόνου νῦν, ἐν ᾧ τὸν οὐρανὸν καὶ τὴν γῆν παρήγαγεν ὁ θεὸς παντὸς χρονικοῦ χωρὶς διαστήματος. ἅπασα γὰρ ἀρχὴ ἑτέρα πάντως ἐστὶν οὗπερ ἀρχὴ λέγεται εἶναι, οἷον τῆς πηχυαίας φέρε γραμμῆς· τὸ πρῶτον αὐτῆς σημεῖόν ἐστιν ἀρχή, ὅπερ ἀμερές ἐστι παντελῶς. εἰ γὰρ βραχύ τι ταύτης ἀφέλοι τις μόριον, οὐκέτι ἔσται τοῦτο τῆς πηχυαίας γραμμῆς ἀρχή, ἀλλὰ μέρους αὐτῆς τοῦ μετὰ τὴν ἀφαίρεσιν ὑπολειφθέντος. οὕτως οὖν καὶ ἡ τοῦ χρόνου ἀρχή, εἴτε ὅλου εἴτε μερικοῦ τινος, οἷον τῆς σήμερον, οὔπω χρόνος· ὅταν γὰρ τοῦ πρώτου σημείου τοῦ ὑπὲρ γῆν ὁρίζοντος ὁ ἥλιος ἅψηται, τοῦτο τῆς ἡμέρας ἐστὶν ἀρχὴ οὐκ ὂν διάστημά τι καὶ μόριον τοῦ ἡμερησίου χρόνου. ὅλης γὰρ τῆς ἡμέρας τὴν ἀρχὴν ζητοῦμεν. Ὡς οὖν τὴν ἀρχὴν τῆς γραμμῆς σημεῖον καλοῦσιν οἱ περὶ ταῦτα σοφοὶ ἀδιάστατον καὶ ἀμερὲς ὂν οὐχὶ δὲ γραμμήν, οὕτω καὶ τὴν τοῦ χρόνου ἀρχὴν οὐ χρόνον ἀλλ’ αὐτὸ τοῦτο χρόνου ἀρχὴν ὃ προσαγορεύουσι νῦν.
Opif.8 εἰ γὰρ καὶ τοῦτό τις βραχύν τινα νομίσειε χρόνον, οὐκέτι τὴν ἀρχὴν εἴληφε τοῦ ζητουμένου χρόνου, ἀλλὰ μόριον αὐτοῦ δέκατον τυχὸν ἢ ὁποσονοῦν. οὕτω τοίνυν καὶ τοῦ ὅλου χρόνου τὸ πρῶτον νῦν ἀρχή ἐστιν ὅλης αὐτοῦ τῆς ὑποστάσεως, οὐκ ὂν οὔπω χρόνος. ἐπεὶ οὖν ὁ χρόνος μέτρον ἐστὶ τῆς τῶν οὐρανίων περιφορᾶς—ἡμέραι γὰρ καὶ μῆνες καὶ ἐνιαυτοὶ μέρη τοῦ χρόνου εἰσὶ καὶ οὐδέν ἐστιν ἕτερον παρὰ ταῦτα ὁ χρόνος, ἀλλ’ αὐτῶν εἰς ἑαυτὰ τῶν εἰρημένων ἀνακυκλουμένων ὁ χρόνος αὔξεται, καθ’ ὃν καὶ τὴν ἑκάστου γένεσιν ἀριθμοῦμεν—πρὶν δὲ οὐρανὸν γενέσθαι τούτων ἦν οὐδέν, οὐκ ἦν ἄρα χρόνος πρὶν οὐρανὸν ὑποστῆναι. Ἐπεὶ οὖν ἅμα οὐρανῷ συνυπέστησε τὸν χρόνον ὁ θεός, ἐν τῷ πρώτῳ δὲ καὶ ἀμερεῖ τοῦ χρόνου νῦν ὅπερ ἐστὶν ἡ τοῦ χρόνου ἀρχή, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεός, ταύτην εἶναί φησι Βασίλειος κατὰ χρόνον ἀρχὴν τῆς τῶν εἰρημένων γενέσεως, τὴν ἀκαριαίαν καὶ ἀδιάστατον. ἐντεῦθεν ὁρμηθεὶς ὁ Πλάτων τὸ ‘χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε‘ κάλλιστα γέγραφεν ‘ἵν’ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται.
Opif.9 ‘ μία μὲν οὖν σημασία τῆς ἀρχῆς, ἐν ᾗ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεὸς αὕτη, ἣ καὶ κυριωτάτη μοι τῶν ἄλλων καὶ ἀληθεστάτη φαίνεται. δεύτερον δὲ σημαινόμενον τίθησι τῆς ἀρχῆς τὸ πρῶτον τοῦ κατασκευάσματος μόριον. οἱ γὰρ θεμέλιοι τῆς οἰκίας καὶ τῆς νεὼς ἡ τρόπις ἀρχή. οὕτως οὖν ἀρχὴν τῶν γενομένων καὶ οἱονεὶ θεμέλιον οὐρανὸν καὶ γῆν ὁ θεὸς προκατεβάλετο. τούτῳ τῷ σημαινομένῳ τῆς ἀρχῆς οἱ τῶν ἐξηγητῶν ἠκολούθησαν πλείονες, ἀλλ’ ἐκείνη μὲν ἡ ἀρχὴ χρονική, αὕτη δὲ πραγματειώδης, αὐτοῦ τοῦ γινομένου μέρος ὑπάρχουσα πρῶτον. Ἀρχὴ δέ φησι καὶ τῶν τεχνικῶν ἔργων ἡ τέχνη, καθάπερ δῆλον ὅτι καὶ τῶν φυσικῶν ἡ φύσις. αὕτη δὲ ἡ ἀρχὴ τὸ ποιητικόν ἐστιν αἴτιον. Τέταρτον ἐπὶ τούτοις τῆς ἀρχῆς σημαινόμενόν φησι τὸ τελικόν, ὅπερ ἐστὶ τὸ ἀγαθόν, δι’ ὃ γίνεται τῶν γινομένων ἕκαστον, ὡς ὁ οἶκος διὰ τὸ σκέπειν ἡμᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, καὶ τὸ ἱμάτιον διὰ τὸ θάλπειν τε καὶ περιβάλλειν, ἃ μὴ δημοσιεύειν ἐστὶν εὐπρεπές, καὶ ὁ ἄρτος διὰ τὸ τρέφειν καὶ ἁπλῶς εἰπεῖν τὸ ἀγαθὸν δι’ ὃ γέγονεν ἕκαστον· δι’ αὐτὸ γὰρ τοῦτο καὶ μόνον δημιουργεῖν πεπείσμεθα τὸν θεόν. Ἐπικρίνει δὲ μᾶλλον τὴν χρονικὴν ἀρχὴν τουτέστι τὸ ἀκαριαῖον καὶ ἀμερὲς νῦν ἐν ᾧ θεὸς ὑφίστησιν ἕκαστον. καὶ τὸ δεύτερον δὲ σημαινόμενόν φησι νοεῖν δυνατόν. ὡς γὰρ ὁ θεμέλιος τῆς οἰκίας ἀρχὴ καὶ τῆς νεὼς ἡ τρόπις, οὕτω τοῦ κόσμου παντὸς οὐρανὸν καὶ γῆν ἀρχὴν ἐποίησεν ὁ θεός.
Opif.10 τὴν δὲ ποιητικὴν ἀρχὴν οὐκ οἶμαι νοεῖν ἐνταῦθα δυνατόν· αὐτὸς γάρ ἐστιν ὁ θεὸς τὸ ποιητικὸν αἴτιον τοῦ κόσμου, ὡς ἡ κατὰ μέρος τῶν γενομένων σημαίνει διήγησις. καὶ οὐκ ἂν ἔλεγεν ὁ προφήτης· ἐν ἑαυτῷ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τινὲς δὲ ‘ἐν ἀρχῇ‘ ‘ἐν τῇ σοφίᾳ‘ φασί. πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός, τουτέστι τῷ υἱῷ. ‘Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.‘ καὶ ‘πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.‘ καὶ πάλιν ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.‘ οὐκ οἶμαι δὲ τοῦτο δηλοῦν τὸ λόγιον. πρῶτον μὲν οὐ δείκνυται διὰ τούτου ἀρχὴν τοῦ εἶναι λαβὼν ὁ κόσμος, τὴν ἀρχὴν δὲ τῆς τούτου γενέσεως διδάξαι θέλει Μωϋσῆς, ἔπειτα τὸ ἐν τῷ υἱῷ πεποιῆσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀφαιρεῖται τοῦ καὶ τὰ λοιπὰ τῶν δημιουργημάτων ἐν αὐτῷ γεγονέναι. περὶ γὰρ μόνου τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴρηται τὸ ἐν ἀρχῇ, οὐ μὴν περὶ πάντων τῶν ἐν τῷ κόσμῳ. καὶ ὅτι ἀκολουθότερον ἦν τὸ δι’ αὐτοῦ· τὸ γὰρ ‘ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν‘ τὴν συνοχὴν πάντων δηλοῖ καὶ διαμονήν, οὐ τὴν πρώτην ἡμῶν σημαίνει παραγωγήν. ἀλλ’ οὐδὲ τὸ τελικὸν αἴτιον παραλαβεῖν εὔλογον· τούτῳ γὰρ τὸ δι’ ὃ πρέποι ἂν μᾶλλον ἢ τὸ ἐν ᾧ. καὶ οὐ μόνος οὐρανὸς καὶ γῆ ἀλλὰ καὶ πάντα τὰ ὄντα διὰ τὸ ἀγαθὸν παρῆκται. Οὐκ ἀγνοῶ δὲ καὶ ἄλλα σημαινόμενα τῆς ἀρχῆς ὑπάρχειν· ἀλλ’ οὐδὲν ἐκεῖνα πρὸς τὸ προκείμενον συντελεῖ.
Opif.11 Ἄξιον δὲ τῇ Ἀκύλου γραφῇ ἐπιστῆσαι τὸν νοῦν οὕτως ἐχούσῃ· δʹ. Τί τὸ ‘ἐν κεφαλαίῳ‘ ἀντὶ τοῦ ‘ἐν ἀρχῇ‘ παρὰ τῷ Ἀκύλᾳ σημαίνει. Ἐν κεφαλαίῳ ἔκτισεν ὁ θεὸς σὺν τὸν οὐρανὸν σὺν τὴν γῆν. Τινὲς μὲν οὖν τὸ ‘ἐν κεφαλαίῳ‘ ταὐτὸν δηλοῦν φασι τῷ ‘ἐν ἀρχῇ‘ ἀπὸ τῆς ἀρχῆς τοῦ σώματος τῆς κεφαλῆς. ἐμοὶ δὲ δοκεῖ μᾶλλον σημαντικὸν εἶναι τοῦ συνῃρημένως ὁμοῦ γενέσθαι οὐρανόν τε καὶ γῆν. οὐ γὰρ τὸ μὲν αὐτῶν πρῶτον, τὸ δὲ δεύτερον ἐποίησεν ὁ θεός. κεφάλαιον γὰρ καλεῖν εἰώθαμεν τὴν ἐν ἑνὶ πολλῶν ἅμα συναίρεσιν ὡς καὶ ὁ τοῦ Σιρὰκ δηλοῖ λέγων· ‘κεφαλαίωσον ἐν ὀλίγῳ πολλά.‘ ἐδήλωσε δὲ καὶ ἡ προσθήκη τῆς σὺν προθέσεως συνδυασμὸν ὡς τὰ πολλὰ δηλούσης· σὺν ἐμοὶ ἦλθες, σὺν ἐμοὶ περιπατεῖς, συνέστιος, σύμψηφος. τὸ μὲν γὰρ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ οὐχ οὕτως εἶχεν ἐναργῆ τοῦ ἅμα γενέσθαι τὰ δύο τὴν δήλωσιν. τὸ δὲ ‘ἐν κεφαλαίῳ σὺν τὸν οὐρανὸν σὺν τὴν γῆν‘ τὸ μὴ τὸ ἕτερον τοῦ ἑτέρου προηγήσασθαι δείκνυσι.
Opif.12 εʹ. Ὅτι τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα συμπεριείληφεν ὕδωρ ἀέρα καὶ πῦρ. καὶ πῶς ἄκρα φαμὲν οὐρανόν τε καὶ γῆν. Καλῶς δὲ πάντες σχεδὸν ἐξεδέξαντο τοῖς ἄκροις οὐρανῷ τε καὶ γῇ τὰ μέσα συμπεριειληφέναι στοιχεῖα ὕδωρ ἀέρα καὶ πῦρ. πῶς δὲ ἄκρα φημί; ὅτι γῆ μὲν τὸ κέντρον τοῦ παντὸς ἐμπεριείληφε, καὶ ἔστι κάτωθεν μὲν ἀρχὴ πάντων ἡ γῆ, πέρας δὲ τούτων ὁ πάντα περιέχων οὐρανός. τοὔμπαλιν δὲ ἄνωθεν ἀρχὴ μὲν ὁ οὐρανός, πέρας δὲ πάντων ἡ γῆ. μετὰ δὲ οὐρανοῦ τε καὶ γῆς τὰ λοιπὰ τρία περιείληπται στοιχεῖα. καὶ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς τὸ λόγιον δέδειχεν, ἐν οἷς ἔφη· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘, τὸ μὲν ὕδωρ ἄβυσσον εἰπόν, τὸν δὲ ἀφώτιστον ἀέρα σκότος. Καὶ γὰρ καὶ ἡ τῶν παλαιῶν χρῆσις καὶ ἡ συνήθεια πάντων καὶ ἡ θεία γραφὴ τὸ νυκτερινὸν τοῦ ἀέρος κατάστημα καὶ μάλιστα τὸ ζοφῶδες καὶ παντελῶς ἀφεγγὲς ἐκ τῆς ἑπομένης τῷ ἀέρι τοῦ φωτὸς στερήσεως, ἐν ᾧ καὶ τὸ παρ’ ἡμῖν ὑφίσταται φῶς, τὸν ὅλον ἀφώτιστον ἀέρα συνῃρημένως ὀνομάζουσι σκότος. κυρίως γὰρ σκότος ἐστὶν ἡ τοῦ φωτὸς ἀπουσία καὶ στέρησις. τοιοῦτόν τι δηλοῦν οἶμαι καὶ τὸ παρὰ τοῖς Αἰγυπτίοις ψηλαφητὸν σκότος εἰρημένον. μηδεμιᾶς γὰρ τότε τῶν οὐρανίων ἀκτῖνος εἰσκρινομένης τῷ ἀέρι διὰ τὴν πολλὴν αὐτοῦ παχύτητα οὕτως ὠνόμασται, οἱονεὶ ψηλαφώντων αὐτὸν τῶν ἀνθρώπων· ἢ ὡς ἕτεροί φασι διὰ τὸ ψηλαφῶντας τὰ στερεμνιώτερα τῶν σωμάτων δίκην τυφλῶν τὰς μεταβάσεις ποιεῖσθαι ἢ καὶ γνωρίζειν τὰ ψηλαφώμενα.
Opif.13 τοιοῦτον εἶναι καὶ τὸ πρὸ τῆς γενέσεως τοῦ φωτὸς σκότος ἀνάγκη παντελῶς ἀλαμπές. Καλῶς γὰρ ἔφην τὸ ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘ τὸν ἀέρα δηλοῦν τὸν μήπω πεφωτισμένον. ἄβυσσος δὲ καλεῖται παρὰ πᾶσι τὸ πολὺ ὕδωρ καὶ εἰς βάθος χωροῦν ἄληπτον ἡμῖν παρὰ τὸ μὴ βύειν εἰς αὐτό. καὶ αὐτοῦ δὲ ὀνομαστὶ τοῦ ὕδατος ἐμνήσθη Μωϋσῆς εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘. τοῖς ὕδασι γὰρ ὁ ἀὴρ ἐπινήχεται. αὐτὸ γὰρ τοῦ ἀέρος τοὔνομα παρὰ τῇ Μωϋσέως οὐκ ἔστι γραφῇ, ὥστε οὐκ ἐσχεδιασμένος ὁ λόγος ἐστὶν οὗτος ὁ διὰ τῶν δύο περάτων καὶ τὰ μεταξὺ συμπεριειληφέναι λέγων ὕδωρ ἀέρα καὶ πῦρ, ἀλλὰ καὶ λίαν τῷ γράμματι σύμφωνος. ϛʹ. Ποῖόν ἐστιν τὸ στοιχειῶδες πῦρ· καὶ ὅτι τὴν θέσιν αὐτοῦ γινώσκει Μωϋσῆς καὶ ὅτι τῶν συνθέτων εἰκότως αἱ τούτων ἀρχαὶ προϋπέστησαν. Πῦρ δὲ οὐ τὴν φλόγα φαμέν· οὐδὲ γάρ ἐστι τοῦτο τὸ στοιχειῶδες πῦρ, ἀλλ’ ὑπερβολὴ καὶ ὑπερέξαψις πυρός, ὡς καὶ ἡ χιὼν ἐπίτασις ψυχροῦ· διὸ τούτων οὐδέτερον τῶν γινομένων ἐστὶ στοιχεῖον.
Opif.14 οὔτε γὰρ τὸ τῆς φλογὸς θερμὸν ζῳογόνον ἐστὶν οὔτε τὸ τῆς χιόνος ψυχρόν, εἰ μήπου κατὰ συμβεβηκὸς συντελέσει τοῖς φυτοῖς, τὴν ἐν τῷ βάθει τῆς γῆς ἐναποκλεῖον ἰκμάδα τῇ πυκνώσει τῆς ἐπιφανείας καὶ τῷ κατὰ βραχὺ τηκομένης τὸ ὕδωρ χωρεῖν εἰς τὸ βάθος τῆς γῆς ὥστε πάλιν τὸ ὕδωρ ἐστὶν αἴτιον· εἰ γοῦν ἐπιμένοι τοῦ δέοντος πλέον ἡ χιὼν τοῖς φυομένοις λυμαίνεται· καθ’ αὑτὸ γὰρ ὑπερβολὴ πᾶσα φθαρτικόν. τὸ δὲ στοιχειῶδες πῦρ καὶ τὸ ὕδωρ ζῳογόνα καὶ σωτήρια, ἐξ ὧν συνέστη τὰ σύνθετα σώματα. Τοῦτο δὲ τὸ οὐσιῶδες πῦρ μετὰ τὸν ἀέρα συνεχὲς ὂν αὐτῷ καὶ διάκρισιν αἰσθητὴν οὐκ ἔχον συνεπινοεῖται τῷ ἀέρι μέχρι τῆς ἐντὸς ἐπιφανείας τοῦ οὐρανοῦ διῆκον. καλοῦσι δὲ οἱ φυσικοὶ τοῦτο ὑπέκκαυμα ὡς πρὸς ἔξαψιν ἐπιτήδειον. ἐκ μικρᾶς γοῦν αἰτίας ἐξάπτονται φλόγες ἐκεῖ καὶ διᾴττοντες καὶ κομῆται καὶ δαλοὶ καὶ τὰ συγγενῆ τούτοις. τοῦτο δὲ καὶ ἐν τοῖς ὕμνοις τῶν ἔργων τοῦ θεοῦ συμπαρείληπται· ‘εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον‘. καὶ ἐν ἑτέρῳ· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδοσ‘. κάτωθεν γὰρ ἀνιόντων συνίσταται κρύσταλλος πνεύματα χάλαζα ὑετοὶ χιόνες, ὑπερβαίνοντι δὲ τὸν ἀέρα τὸ οὐσιῶδες πῦρ τὸ ὑπέκκαυμα, ἐν ᾧ μάλιστα τὰ εἰρημένα τοῦ πυρὸς γίνονται πάθη. τοῦτο καὶ Μωϋσῆς ἐδήλωσεν ἐν οἷς ἔφη· ‘καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ‘ τουτέστιν ἐκ τοῦ πλησιάζοντος τῷ οὐρανῷ τόπου, μεθ’ ὅν ἐστιν, ὡς ἔφθην εἰπών, τὸ ὑπέκκαυμα.
Opif.15 Ὥστε ἅμα τῷ οὐρανῷ καὶ ἡ τῶν τεσσάρων στοιχείων συνυπέστη φύσις, ἐξ ὧν τὰ σύνθετα γέγονεν. ἀκολούθως οὖν καὶ τῇ φύσει συμφώνως πρὸ τῶν συνθέτων ἁπάντων ὑφεστάναι φησὶν ὁ νομοθέτης τὰ στοιχεῖα τούτων, ἐξ ὧν ὕστερον ἐκεῖνα γεγόνασιν. εὔλογον δὲ καὶ τὸν περιεκτικὸν τοῦ κόσμου παντὸς οὐρανὸν συνεστάναι πρῶτον, ἐπεὶ καὶ τῆς μεταβολῆς τῶν ὑπὸ φύσεως γινομένων ὑπάρχει τῇ κινήσει συναίτιος. ζʹ. Ὅτι τὴν ἐξωτάτω πασῶν σφαῖραν καὶ ἄναστρον Ἵππαρχος καὶ Πτολεμαῖος ἐκ Μωϋσέως τὰς ἀφορμὰς λαβόντες πρῶτοι ὑπέθεντο τοῖς πρὸ αὐτῶν ἀγνοουμένην. Εἰ δέ τις ἀπιστοίη τῷ προφήτῃ πρὸ τῆς καλουμένης ἀπλανοῦς οὐρανὸν ἕτερον ἔξωθεν ὑποτιθεμένῳ, ὡς μηδενὸς τοῦ εἶναι τοῦτον τεκμηρίου ὄντος, ὑπομιμνησκέτω ἑαυτόν, ὡς οὐδὲ τῶν πρὸ Πτολεμαίου καὶ Ἱππάρχου μαθηματικῶν οὐδὲ εἷς τὴν ἐνάτην καὶ πασῶν ἔξωθεν σφαῖραν ᾔδει τὴν ἄναστρον. ὀκτὼ δὲ μόνας ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ Πλάτων ᾤετο, ἀλλ’ ἔκ τινων τηρήσεων Ἵππαρχος καὶ Πτολεμαῖος τὴν ἐνάτην καὶ ἄναστρον εἰσηγήσατο, περὶ ὧν λέγειν νῦν οὐκ ἀναγκαῖον.
Opif.16 Οὐκ ἄρα τὰ μή τισιν ἐγνωσμένα πάντως ἀνάγκη μηδὲ εἶναι. τοσοῦτον δέ μοι καὶ μόνον δεδείχθω νῦν, ὅτι συμπεφωνήκασι Μωϋσεῖ Πτολεμαῖος καὶ πρὸ αὐτοῦ Ἵππαρχος τὴν ἔξωθεν ἁπάντων σφαῖραν τὴν ἄναστρον ὑποθέμενοι. ἐξ αὐτοῦ δὲ μᾶλλον τῆς εὑρέσεως εἰλήφασι τὴν ἀρχήν. καὶ γὰρ Μωϋσῆς ἐν τῇ μετ’ ἐκείνην, ἣν αὐτὸς ‘στερέωμα‘ προσηγόρευσε, δι’ ἣν ἐροῦμεν αἰτίαν, ἐνθεῖναί φησι τὸν θεὸν ἥλιόν τε καὶ σελήνην καὶ τῶν ἀστέρων τὴν πληθὺν ἁπάντων. περὶ δὲ τοῦ σχήματος αὐτοῦ ὅτι σφαιρικὸν ἐν τοῖς περὶ τοῦ στερεώματος λόγοις εὐκαιρότερον δείξομεν, ὅτι καὶ τοῖς ἱεροῖς τοῦτο λογίοις δοκεῖ. ηʹ. Ἔνστασις πρὸς Βασίλειον Θεοδώρου τοῦ Μοψουεστίας προϋπάρχειν τοῦ αἰσθητοῦ κόσμου τοὺς ἀγγέλους εἰπόντα, καὶ ὅτι οὐδὲν εἴρηται περὶ τῆς γενέσεως αὐτῶν Μωϋσεῖ. Ἐπειδὴ δέ φησιν ὁ μέγας τῶν θείων λόγων ἐξηγητὴς Βασίλειος, ὡς ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις ταῖς ὑπερκοσμίοις καὶ νοεραῖς δυνάμεσι πρέπουσα, καὶ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ ἑρμηνεύων πάλιν φησίν· ‘οὐ γὰρ δὴ κατὰ πρεσβυγένειαν πάντων τῶν γενομένων προὔχειν αὐτὸν μαρτυρῶν λέγει τὸ ἐν ἀρχῇ γεγονέναι, ἀλλὰ μετὰ τὰ ἀόρατα καὶ νοούμενα τῶν ὁρατῶν τούτων καὶ αἰσθήσει ληπτῶν τὴν ἀρχὴν τῆς ὑπάρξεως διηγεῖται‘ ἐπιπηδᾷ τούτῳ Θεόδωρος ὁ τῆς Μοψουεστίας γενόμενος ἐπίσκοπος, μηδὲν ἕτερον προϋπάρχειν τῶν αἰσθητῶν σωμάτων βουλόμενος, ἀλλ’ ὁμοῦ τούτοις καὶ τὰς νοερὰς καὶ ἀοράτους τῶν ἁγίων ἀγγέλων οὐσίας παρῆχθαι, καὶ ταῦτα τοῦ προφήτου περὶ τούτων γεγραφότος οὐδέν· δίκαιον οὖν ἐπισκέψασθαι τὰ κατηγορημένα καὶ τὸ φαινόμενον ἡμῖν ἐπὶ τούτοις εἰπεῖν· ἄρχεται δὲ τῆς κατηγορίας Θεόδωρος ἐν τῷ πρώτῳ τῶν εἰς τὴν Γένεσιν ἐντεῦθεν· ‘εὔηθες δὲ οὐχ ἧττον, ὅταν καὶ τῶν εὐσεβεῖν ἐπαγγελλομένων καὶ ταῖς θείαις πείθεσθαι προσποιουμένων γραφαῖς ἀγγέλους ἤ τινας ἀοράτους δυνάμεις ἔνιοι πρὸ τῶν ὁρωμένων νομίζωσιν εἶναι, οἱ μηδεμίαν ἐκ τῆς θείας γραφῆς ἀπόδειξιν παρασχέσθαι τούτου δυνάμενοι‘.
Opif.17 Ταῦτα μὲν οὖν εἰς τὴν ὁσίαν Βασιλείου μνήμην ἐνύβρισεν, καὶ εἴ τινα ἄλλον [οὐκ οἶδα εἰπεῖν] συμπεριείληφε τῷ ἐγκλήματι. ὅσα δὲ τούτοις ἐφεξῆς ὡς ἔκ τινων ἐν χριστιανοῖς τελούντων διηπορημένα τίθησι, μὴ δεῖν λεγόντων καθ’ ἑαυτὸν εἶναι τὸν θεὸν πρὸ τῶν δημιουργημάτων καὶ διὰ τοῦτο τὰς ἀγγελικὰς προϋποστῆναι φύσεις, καὶ ὅσα τοῖς ἠπορημένοις ἀνθυπήγαγε, Βασιλείῳ μὲν τούτων οὐδὲν εἴρηται παντελῶς οὐδαμοῦ, οἶμαι δέ γε ἴσως οὐδὲ ἄλλῳ τινί.
Opif.18 διὸ νῦν ἡμῖν περὶ τούτου λόγος οὐδείς, εἰ καὶ τοῦτό τις ἀτόπως ὑπώπτευσεν τὸ συνόντων τινῶν δεῖσθαι τὸν θεόν. Ἐπειδὴ δὲ μηδεμίαν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν εἶναί φησι τοῦ προϋπάρχειν τῆς τοῦ κόσμου γενέσεως τὰς μυριάδας τῶν νοερῶν τε καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων, αὐτὸς δὲ ὡς ἐκ τῶν ἱερῶν πεπαιδευμένος λογίων τῇ γενέσει τοῦ κόσμου συνυποστῆναί φησιν αὐτάς, πρῶτον μὲν δειξάτω ποῦ τοῦτο λέγουσαν πρὸς λέξιν ἢ πρὸς ἔννοιαν ἀκριβῶς ἔχει τὴν ἁγίαν γραφήν. ἀλλ’ οὐκ ἂν δείξειε πᾶσαν διερευνώμενος. ὅσας γὰρ οἴεται μάτην εἰς τοῦτο λέξεις αὐτῷ συντελεῖν, μικρὸν ὕστερον ἐξετάσομεν. Μωϋσεῖ μέντοι περὶ τῆς τῶν ἀγγέλων ἐκ θεοῦ δημιουργίας εἴρηται παντελῶς οὐδὲν καὶ τοῦτο δικαίως. τοῦ γὰρ σωματικοῦ κόσμου τὴν γένεσιν μόνου παρέδωκεν, οὐ τῶν ἀγγελικῶν ταγμάτων. ἐκείνου γὰρ ἐδεῖτο καὶ μόνου, ὡς ἂν ἐκ τῶν ὁρωμένων τοὺς ἀνθρώπους εἰς ἐπίγνωσιν ἀναγάγῃ τοῦ θεοῦ. ἀλλ’ ἐξ ἀκολουθίας ἑτέρων πολλὰ τῶν δογμάτων ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συνέστη. μικρὰ δὲ νῦν τέως πυνθανομένοις ἡμῖν ἀποκρινέσθωσαν οἱ τούτῳ συνήγοροι. θʹ.
Opif.19.(1t) Ὅτι οὔτε σῶμά ἐστι τῶν ἀγγέλων ἡ οὐσία, οὔτε ἀσώματος οὖσα συνηρτημένον ἔχει σῶμα, καθάπερ ἡ τῶν ἀνθρώπων ψυχή. Εἰ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τοῖς ἐναπειλημμένοις στοιχείοις αἱ νοεραὶ καὶ ἀόρατοι τῶν λειτουργικῶν τοῦ θεοῦ τάξεων μυριάδες γεγόνασιν, ἢ σώματα πάντως εἰσὶν ἢ ἀσώματοι μέν, καθάπερ καὶ ἡ ἡμετέρα ψυχή, ἐξηρτημένα δὲ πάντως ἑαυτῶν ἔχουσι σώματα· οὐ γὰρ ἂν μετὰ τῶν σωμάτων τὴν ἀρχὴν τοῦ εἶναι λαμβάνειν ἤμελλον, εἰ μόνως ὑπῆρχον ἀσώματοι μηδὲν περικείμεναι σῶμα. Εἰ μὲν οὖν σώματα μόνον τὴν οὐσίαν ὑπάρχουσι, πότερον ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑτέρου παρὰ ταῦτα γεγόνασι σώματος, οἷον φέρε καὶ Ἀριστοτέλης τὸ πέμπτον καὶ κυκλοφορούμενον εἰσηγήσατο σῶμα, ἐξ οὗ συνίστησι τὰ οὐράνια; εἰ μὲν οὖν ἐξ ἄλλου παρὰ τὰ τέσσαρα πέμπτου τινός, ποῖόν ἐστι τοῦτο, δειξάτω τις, καὶ τίς ἡ τούτου ὁλότης καὶ ἐκ ποίας τοῦτο θεοπνεύστου γραφῆς ἐδιδάχθη· εἰ δὲ ἐκ τῶν τεσσάρων τῶν παρ’ ἡμῖν ἢ ἐξ ἑνός που πάντως ἢ πλειόνων ἢ πάντων, πάλιν οὖν δειξάτω, ποία τοῦτο πρὸς λέξιν ἡμῖν διαγορεύει γραφή· τὸ γάρ· ‘ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα‘ οὐ τὸ παρ’ ἡμῖν πῦρ καὶ τὸ ἀέριον πνεῦμα δηλοῦν ἐθέλει, καὶ τοὺς μὲν ἐκ τούτου τοὺς δὲ ἐξ ἐκείνου τῶν ἀγγέλων ἔχειν τὴν γένεσιν, ὡς εἶναι τοὺς μὲν ἀέρια σώματα τοὺς δὲ πύρια· ἐπεὶ καὶ περὶ τοῦ θεοῦ αὐτὸς ὁ δεσπότης εἴρηκε Χριστός· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘ τουτέστιν ἐν τῇ ἀσωμάτῳ καὶ ἀοράτῳ ψυχῇ τὸν ἀσώματον καὶ ἀόρατον προσκυνητέον θεόν—καὶ γὰρ τὸ πνεῦμα τὸ ἀέριόν ἐστιν ἀόρατον, ὡς καὶ ὁ κύριος εἶπεν—καὶ οὐχ ὡς σώματι τόπον ἀφοριστέον τῷ θεῷ, ὡς ἐδόκει τῇ Σαμαρείτιδι πρὸς ἣν ὁ λόγος· καὶ Μωϋσῆς· ‘ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον‘ ἐκφοβῶν τὸν ἰδιώτην λαόν· διὸ καὶ ἐν πυρὸς αὐτοῖς ὤφθη θεωρίᾳ· ἀλλ’ οὐδεμία ἐστὶν ἀνάγκη διὰ τὴν ὁμωνυμίαν τοῦ πνεύματός τε καὶ τοῦ πυρὸς εἰς σωματικὰς ἐννοίας ἢ φύσεις τὸν θεὸν κατασπᾶν ἢ τὰς ἱερὰς αὐτοῦ δυνάμεις.
Opif.20 εἴτε δὲ ἐξ ἑνὸς τῶν στοιχείων, εἴτε ἐκ πάντων τὴν οὐσίαν, ὡς ἂν φαῖεν, ἔχουσιν οἱ ἄγγελοι, πρῶτον μὲν φθαρτῆς ἔσονται φύσεως, ἐκ φθαρτῶν γενόμενοι σωμάτων, ὅπερ οὐδὲ Θεοδώρῳ δοκεῖ· ἔπειτα πάντως ἐστέρηνται λογισμοῦ καὶ γνώσεως ἁπάσης, κἂν ἐξ ἑτέρου τινὸς ἀφθάρτου σώματος εἶεν. οὐδὲν γὰρ σῶμα οὐδεμιᾶς μετέχει καθ’ αὑτὸ γνώσεως, κἄν τε ἁπλοῦν ᾖ καθάπερ τὰ στοιχεῖα, κἄν τε σύνθετον ὡς τὰ μέταλλα. καὶ τί λέγω γνώσεως; οὐδὲ μόνης τῆς ἁπτικῆς ἠξίωνται δυνάμεως, ὡς τὰ ζώφυτα οἷον οἱ σπόγγοι. ἀλλ’ οὐ τοιούτους εἶναι τοὺς λειτουργοὺς τοῦ θεοῦ διδάσκει τὰ λόγια, οὓς διὰ παντὸς τὸ πρόσωπον τοῦ θεοῦ βλέπειν ὁ κύριος ἐμαρτύρησεν, ἥτις ἐστὶν ἡ μεγίστη καὶ πασῶν ὑπερέχουσα γνῶσις, ὅτι ἂν σημαίνῃ τὸ πρόσωπον.
Opif.21 ἀλλὰ καὶ ἐπιστατεῖν καὶ ἄρχειν ἐθνῶν ἐκελεύσθησαν. ‘ἔστησεν γὰρ ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ‘. καὶ ἄρχοντά τινα Περσῶν ἄγγελον καὶ Ἑλλήνων εἴρηκεν ἕτερον. καὶ ἀρχιστράτηγος δέ τις δυνάμεως κυρίου εἰς συμμαχίαν ἐν ἀνθρώπου μορφῇ Ἰησοῦ τῷ τοῦ Ναυῆ παραγέγονεν. ταῦτα δὲ οὐ σωματικῆς ἐστι φύσεως, ἀλλ’ ἀσωμάτου καὶ λογικῆς οὐσίας καὶ νοερᾶς ὑπηρετούσης τοῖς θείοις ἑκουσίως προστάγμασι. ‘δυνατοὶ γὰρ ἰσχύϊ‘ φησὶ ‘ποιοῦντες τὸν λόγον αὐτοῦ‘. Ἀλλὰ καὶ αἱ πρός τινας ἀνθρώπους αὐτῶν ἐντυχίαι καὶ ἐπιφοιτήσεις τὴν ἔνθεον αὐτῶν δύναμίν τε καὶ ἐπιστήμην δεικνύουσι. διὸ Ζαχαρίαν μὲν ἀπιστήσαντα τοῖς λόγοις αὐτοῦ ποινὰς μέχρι τῆς ἐκβάσεως αὐτῶν τὴν σιωπὴν Γαβριὴλ εἰσεπράξατο· τὴν δὲ παρθένον διαπορουμένην τὸν τρόπον ἐδίδαξε τῆς συλλήψεως. Τί δ’ ἄν τις εἴποι περὶ τῆς αὐτῶν ὑπερβαλλούσης δυνάμεως; διὰ γοῦν τὸ καταριθμῆσαι Δαυὶδ τὸν λαὸν ὀργισθέντος θεοῦ εἷς ἄγγελος ἐν βραχεῖ χρόνῳ χιλιάδας ἑβδομήκοντα τοῦ λαοῦ κατέβαλεν. διὰ δὲ τὴν Ἐζεκίου πρὸς θεὸν δέησιν ὁμοίως τῶν περικαθημένων τὴν Ἱερουσαλὴμ Περσῶν πάλιν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀπώλεσε· καὶ ἄλλα πλεῖστα τῆς αὐτῶν παραστατικὰ γνώσεώς τε καὶ δυνάμεως αἱ θεῖαι διηγοῦνται γραφαί.
Opif.22 ὥσπερ γὰρ δι’ ὕδατος μὲν τοὺς ἐπὶ Νῶε, διὰ πυρὸς δὲ τοὺς Σοδομίτας τῇ φυσικῇ δυνάμει τῶν στοιχείων ἀπώλεσε καὶ τοὺς Ἀσσυρίους ῥάβδον ὀνομάσας τῆς ὀργῆς αὐτοῦ· ‘τὴν ὀργήν μου‘ φησίν, ‘εἰς ἔθνος ἄνομον ἀποστελῶ‘, οὕτω καὶ τῇ δυνάμει τῶν ἀγγέλων, ἣν ἐξ αὐτοῦ λαβόντες ἔχουσι, τοὺς μὲν τιμωρεῖται, τοὺς δὲ σῴζει. ‘παρεμβαλεῖ γὰρ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺσ‘ καὶ ‘τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου‘. Εἰ δὲ τηλικαύτης ἠξίωνται δυνάμεως ὑπὸ θεοῦ, οὐκ ἄρα σώματα τῶν ἀγγέλων εἰσὶν αἱ οὐσίαι. χείρονες γὰρ ἔσονται καὶ τῶν ἀλόγων ζῴων αἰσθήσεις ἐχόντων καὶ φαντασίαν καὶ φυτῶν ζωῆς μετεχόντων. ἀλλ’ ἢ οὐδ’ ὅλως εἰσὶ σώματα ὅπερ, ἐμοί γε δοκεῖ καὶ μικρὸν ὕστερον δείξομεν, ἢ ἀσώματοι τὴν οὐσίαν ὄντες ὀργανικὰ περίκεινται σώματα, καθάπερ καὶ ἡ ἡμετέρα ψυχή· καὶ οὕτω δὲ πάλιν θνητοὶ ἔσονται διὰ τὸ σῶμα θνητὸν ἔχειν ἐκ στοιχείων φθαρτῶν συνεστὸς ὡς καὶ ἡμεῖς. οὐ γὰρ ἔξεστι λέγειν τισίν, ὅτι τὸ σῶμα τούτων ἀθάνατον ἐποίησεν ὁ θεός. οὐδὲ γὰρ ὅτι θνητὸν οὐδ’ ὅτι ἀθάνατον οὐδ’ ὅτι σῶμα ὅλως ἢ εἰσὶν ἢ περίκεινται διδάσκουσιν αἱ γραφαί.
Opif.23 οὐδὲ γὰρ εἰ ἐν μορφαῖς ἀνθρώπων πολλάκις ἄγγελοι χρηματίζουσιν, ἤδη διὰ τοῦτο καὶ σώμασι πάντως ὀργάνοις χρῶνται, ἐπεὶ καὶ ἐν ἐσθῆτι λευκῇ ὤφθησαν ἠμφιεσμένοι· περίθες οὖν αὐτοῖς εἰ βούλει καὶ ἐσθῆτα λευκήν. ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἐν ἀνθρωπίνῃ μορφῇ τῷ Ἀβραὰμ ὤφθη καὶ τῷ Ἰακὼβ καὶ Δανιὴλ καὶ ἑτέροις. διὰ τοῦτο οὖν κατὰ σὲ καὶ ἀνθρωπόμορφος ὁ θεὸς ἔστω καὶ οὐχ οἱ ἄγγελοι μόνον· καὶ σῶμα περίθες αὐτῷ καὶ σχῆμα καὶ μέγεθος· καὶ ἐν ἄλλων δὲ ζῴων μορφαῖς τοῖς προφήταις ὀπτασίαι γεγόνασι θεοῦ. ἴσμεν δὲ ὅπως καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ὑπογράφουσιν· ἀλλ’ οὐδεὶς ἐντεῦθεν λογισμοῦ μετέχων σωματικόν τι τοιοῦτον ἢ περὶ θεοῦ ἢ περὶ αὐτῶν ὑποπτεύσειεν· οὐδὲ ὀργανικῷ ἄρα συνήρτηνται σώματι. εἰ οὖν παντελῶς εἰσιν ἀσώματοι, οὐδ’ ἄρα τοῖς σώμασι συνυπέστησαν, ὅτε οὐδὲ τῶν ἐμψύχων οὐδὲν οὐρανῷ καὶ γῇ συνυπέστη. ιʹ. Ὅτι οὐ συνυπέστησαν τοῖς σώμασιν οἱ ἄγγελοι οὐδ’ ἡ τῶν ἀνθρώπων ψυχὴ τῷ ἰδίῳ σώματι. Τοῦτο δὲ μάθοις ἂν καὶ ἐξ ἀκολουθίας τῶν θεοπνεύστων λογίων· μετὰ τὴν τοῦ παντὸς κόσμου γένεσιν ὕστερον τὸν ἄνθρωπον δημιουργῶν ὁ θεὸς ἐκ γῆς μὲν τὸ σῶμα τούτου διέπλασεν, ὕδατος δὲ χωρὶς οὐκ ἂν ἡ γῆ διαπλασθείη—‘μνήσθητι γὰρ κύριε‘, φησὶν ὁ Ἰώβ, ‘ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεισ‘—συμπαρειλημμένων δηλονότι καὶ τῶν λοιπῶν ἀέρος τε καὶ πυρός· ὅτι γὰρ καὶ τούτων μετέχομεν, προφανές, εἰ καὶ μὴ τῇ γραφῇ πρὸς λέξιν εἴρηται, ἀλλ’ ἐκ τῆς πλεοναζούσης τῷ σώματι γῆς ὠνομάσθη τὸ σῶμα.
Opif.24 ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘. τοῦτο καὶ ἡ Ὁμήρου δηλοῖ ποίησις εἰς τὰ ἐν τῷ ἡμετέρῳ πλεονάζοντα σώματι τὴν ἀνάλυσιν αὐτοῦ ποιουμένη· ‘ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε‘. τῷ δὲ σώματι λοιπὸν ἤδη διαπεπλασμένῳ ‘ἐνεφύσησεν ὁ θεὸς πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘. οὐκ ἐκ τῆς αὐτῆς ἄρα οὐσίας οὐδ’ ἅμα τῷ σώματι γέγονεν ἡ ψυχὴ ἀλλ’ ἐκ κρείττονος καὶ θειοτέρας, ὡς τὸ λόγιον ἔδειξεν. ἐπὶ μὲν γὰρ τῶν ἀλόγων φησίν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ἐπὶ δὲ τῶν ἀνθρώπων· ‘καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘ τὴν νοερὰν αὐτῆς καὶ λογικὴν οὐσίαν διὰ τούτου δηλῶν τῶν τε σωμάτων καὶ τῶν ἀλόγων ψυχῶν τῷ παντὶ διαφέρουσαν, καὶ τὴν πρὸς τὰ ἄνω καὶ θειότερα συγγένειαν αἰνιττόμενος. Εἰ οὖν ἐκ τῶν στοιχείων τὸ ἡμέτερον σῶμα γέγονεν, ἅπερ εἰσὶ πάσης σωματικῆς οὐσίας ἀρχαί, οὐκ ἐκ τούτων δὲ ἡ ψυχή, κρείττων ἄρα τῆς τῶν σωμάτων ὑπάρχει φύσεως.
Opif.25 εἰ δὲ μὴ σῶμά ἐστιν ἡ ψυχή, ἀσώματος ἂν εἴη πάντως· οὐδὲν γὰρ ἀσωμάτου καὶ σώματός ἐστι μεταξύ· οὐδὲ σῶμα χωρεῖν διὰ σώματος δύναται, ὡς εἶναι τὸ μὲν σῶμα, τὴν δὲ ψυχήν· τί γὰρ τοῦτο μᾶλλον ἢ ἐκεῖνο ψυχή; εἰ δὲ τὸ τῶν λογικῶν ἔσχατον ἡ ἡμετέρα ψυχὴ κρείττονος τῶν σωμάτων καὶ τῆς τῶν ἀλόγων ψυχῶν ἐδείχθη φύσεως μηδὲ συνυποστᾶσα τοῖς σώμασι, πόσῳ μᾶλλον αἱ τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων τάξεις αἱ ἀρχαὶ αἱ ἐξουσίαι αἱ κυριότητες αἱ δυνάμεις οἱ θρόνοι τὰ χερουβὶμ τὰ σεραφὶμ καὶ εἴ τι τῶν θειοτέρων τούτων ταγμάτων ἐστὶν ἕτερον καὶ ἡμῖν ἀκατωνόμαστον, οἱ δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον τοῦ θεοῦ ποιοῦντες οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ θεοῦ, οὐχὶ πορρωτάτω τῆς σωματικῆς καὶ φθαρτῆς ἁπάσης ὑπερανεστήκασι φύσεως; λίαν οὖν ἄτοπον καὶ ἀδύνατον καὶ τῶν θείων γραφῶν ἀλλότριον τὰς τηλικαύτας δυνάμεις συνυποστῆναι λέγειν τοῖς σώμασιν ὡς ἐκ μιᾶς πάντως καὶ τῆς αὐτῆς ὑπαρχούσας ἐκείνοις οὐσίας, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχή. Σκόπει τοίνυν ἐκ πόσων ἡ ὑπερκόσμιος αὐτῶν συνῆκται γένεσις, ἐκ τοῦ μήτε Μωϋσέα μήτε ἄλλην θεόπνευστον γραφὴν ἅμα τῷ κόσμῳ γεγονέναι αὐτοὺς εἰπεῖν, ἐκ τοῦ δεδεῖχθαι μήτε σώματα εἶναι μήτε ὀργανικοῖς συνδεδέσθαι σώμασιν, ὡς τὴν ἡμετέραν ψυχήν, ἐκ τῆς ὑπερκοσμίου δυνάμεως αὐτῶν, ἐκ τῆς τοῦ θεοῦ διηνεκοῦς θεωρίας, ὧν οὐδὲν τῶν ἐγκοσμίων μετέχει, ἐκ τοῦ μηδὲ τὰς ἀλόγους ψυχὰς τὴν ἀρχὴν συγκαταβεβλῆσθαι τοῖς σώμασι, καίτοι χωρὶς σωμάτων εἶναι μὴ δυναμένας, ἐκ τοῦ τὴν ἀνθρωπίνην ψυχὴν μηδὲ τῷ ἰδίῳ συνυποστῆναι σώματι· τὸ μὲν γὰρ ἐκ γῆς διαπέπλασται, ἡ δὲ καθ’ αὑτὴν θειοτέρας ὑπὸ θεοῦ μετέσχε γενέσεως.
Opif.26 εἰ δὲ τὸ τῶν λογικῶν ἔσχατον αὐτὸ καθ’ αὑτὸ χωρὶς σωμάτων ὑπέστησεν ὁ θεός, πόσῳ μᾶλλον αἱ τοσοῦτον τῶν ἡμετέρων ψυχῶν ὑπερανεστηκυῖαι νοεραὶ δυνάμεις οὐσίᾳ τε καὶ ἰσχύϊ καὶ γνώσει οὐ πολλῷ κρείττονος τῶν ἡμετέρων ψυχῶν καὶ κεχωρισμένης σωμάτων ὑπάρξεως ἠξιώθησαν ὑπὸ θεοῦ; Οὐ γὰρ ἂν ἤμελλε Μωϋσῆς οὕτως ἀτίμως αὐτῶν παραρρίπτειν τὴν φύσιν, ὡς συνεπινοεῖσθαι τῇ γενέσει τῶν σωμάτων ἐθέλειν αὐτὰς οἱονεὶ συσπειρομένας αὐτοῖς, καὶ μηδὲ μνήμης αὐτὰς ἀξιῶσαι ψιλῆς ὡς τὰ ἐκ γῆς φυόμενα. καὶ τίς ἂν νοῦ μετέχων τοιαῦτα περὶ αὐτῶν ὑποπτεύειν τολμήσειεν; Εἰ οὖν ἀνάγκη τὰς τῶν ἀγγελικῶν δυνάμεων οὐσίας ἢ πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆναι παρὰ θεοῦ ἢ μετὰ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ ἡ τοῦ ἀνθρώπου ψυχή, ἢ αὐτῷ συνυποστῆναι τῷ κόσμῳ, μήτε δὲ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὑπέστησαν— οὐδὲ γὰρ τοῖς περὶ Θεόδωρον τοῦτο δοκεῖ—μήτε τοῖς κοσμικοῖς συνυπέστησαν σώμασι διὰ τὸ σώματος κεχωρίσθαι παντός, ἐπεὶ μηδὲ ἡ τῶν ἀνθρώπων ψυχὴ ἑτέραν παρὰ τὰ σώματα λαβοῦσα σύστασίν τε καὶ οὐσίαν, λείπεται ἄρα πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆσαι αὐτὰς τὸν θεόν· διόπερ οὐδὲ τῆς παραγωγῆς αὐτῶν μνήμην πεποίηται Μωϋσῆς μόνου τοῦ φαινομένου τούτου κόσμου διδάξαι θελήσας τὴν γένεσιν εἰς ἐπίγνωσιν ἀνθρώποις τοῦ ποιήσαντος αὐτὸν θεοῦ.
Opif.27 διὸ τῆς τῶν ἐγκοσμίων γενέσεως παραλέλοιπεν οὐδὲν οὐδὲ τὸ βραχύτατον. εἰ δὲ κἀκεῖνοι τῶν ἐγκοσμίων ἦσαν, μνήμην ἂν πάντως αὐτῶν ἐποιεῖτο. καὶ γὰρ ἐν τοῖς μετὰ ταῦτα θαυμαστά τινα περὶ αὐτῶν διηγήσατο. οὐκ ἂν οὖν ἐν τῇ γενέσει τῶν ὅλων τὰ τιμιώτατα τοῦ κόσμου κατελίμπανεν ἀμνημόνευτα παντὸς ὑπερανέχοντα τοῦ κόσμου καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ταῖς ἐνεργείαις καὶ γνώσει καὶ ἀξίᾳ. ιαʹ. Ὅτι τὸ μὲν συνυποστῆναι τοῖς σώμασι τοὺς ἀγγέλους παντελῶς ἄγραφον, θάτερον δὲ οὐ παντελῶς. Εἰ δὲ τὸ ἄγραφον ἐγκαλεῖ Βασιλείῳ Θεόδωρος, πρῶτον μὲν οὐδὲ παντελῶς ἐστιν ἄγραφον· εἰ γὰρ τῆς τῶν ἀγγέλων ἦν ὁ διάβολος τάξεως, εἴρηται δὲ ἐν τῇ γραφῇ τοῦ Ἰὼβ περὶ αὐτοῦ· ‘τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἁγίων ἀγγέλων‘, πῶς οἷόν τε καὶ ἀρχὴν εἶναι τῶν ὑπὸ τοῦ θεοῦ γενομένων σὺν τῷ κόσμῳ γενόμενον, καὶ πάλιν ἐν ἀρχῇ ποιῆσαι τὸν θεὸν οὐρανόν τε καὶ γῆν; δῆλον οὖν ὡς οὐρανὸς μὲν καὶ γῆ τῶν αἰσθητῶν, ἐκεῖνος δὲ τῶν ἀοράτων ἐστὶν ἀρχή, περὶ ὧν τῆς γενέσεως οὐδὲν εἴρηται Μωϋσεῖ.
Opif.28 Ἔπειτα καὶ τὸ Θεοδώρῳ δοκοῦν παντελῶς ἐστιν ἄγραφον. εἰδέναι μέντοι αὐτὸν ἐχρῆν, ὅτι καὶ ἕτερα πολλὰ τῶν δογμάτων ἀγράφως ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πολιτεύεται ἐξ ἀκολουθίας ἑτέρων συλλελογισμένα· τὸ ἀσώματον εἶναι τὸ θεῖον, τὸ ἀσχημάτιστον, τὸ ἀδιάστατον, διὸ καὶ ἀμερὲς ὑπάρχει, τὸ ὁμοούσιον εἶναι τὴν ἁγίαν τριάδα, τὸ ἐκ τῶν τεσσάρων στοιχείων εἶναι τὰ σύνθετα σώματα, καὶ ἄλλα πλεῖστα, τοιοῦτόν ἐστι καὶ τὸ προκείμενον, ἐκ τῶν εἰρημένων ὀρθῶν. ἐννοιῶν συλλελογισμένον. ιβʹ. Ὅτι πολλὰ Θεόδωρος εἰσηγεῖται δόγματα μὴ γιγνωσκόμενα τῇ θείᾳ γραφῇ λίαν ἄτοπα καὶ ἐναντία. Εἰπάτωσαν δὲ ἡμῖν οἱ τῆς Θεοδώρου δόξης προεστῶτες ἐκ ποίας ἐδιδάχθησαν θεοπνεύστου γραφῆς, ὅτι σελήνην καὶ ἥλιον καὶ τῶν ἀστέρων ἕκαστον ἄγγελοι κινοῦσιν, ἢ ἔμπροσθεν ἕλκοντες ὑποζυγίων δίκην ἢ ἐπωθοῦντες ὄπιθεν, ὡς οἱ τὰ περιφερῆ φορτία κυλίοντες ἢ καὶ ἀμφότερα, ἢ ἐπὶ τῶν ὤμων φέροντες, ὧν τί ἂν εἴη καταγελαστότερον; ἄρ’ οὐκ ἠδύνατο σελήνῃ καὶ ἡλίῳ καὶ τοῖς λοιποῖς ἄστροις ὁ δημιουργήσας αὐτοὺς θεὸς κινητικὴν ἐνθεῖναι δύναμιν, ὡς τοῖς βαρέσι τε καὶ κούφοις τὰς ῥοπάς, ὡς τοῖς ζῴοις ἅπασι τὰς ἀπὸ ψυχῆς κινήσεις ἐνυπαρχούσης αὐτοῖς, ἵνα μὴ βίᾳ τούτους οἱ ἄγγελοι κινῶσιν· πᾶν γὰρ τὸ μὴ φύσει κινούμενον βίαιον καὶ παρὰ φύσιν ἔχει τὴν κίνησιν καὶ φθορᾶς αἰτίαν.
Opif.29 πῶς οὖν διαρκοῦσι τοσαῦτα καὶ τηλικαῦτα σώματα ἐπὶ τοσοῦτον βιαίως ἑλκόμενα; Τίς προφητικὸς λόγος ἢ τίς εὐαγγελικὸς αὐτοὺς ταῦτα ἐδίδαξεν; τίς δὲ αὐτοῖς ἀπεκάλυψεν ἐν τοῖς νώτοις εἶναι τοῦ στερεώματος τὸν δεσπότην Χριστὸν ὑπερκείμενον αὐτοῦ τὸν πρῶτον οὐρανὸν ἔχοντα, ὡς ἡμῶν ὑπέρκειται τὸ στερέωμα; τί δὲ ἐστὶ τὸ ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐξ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου‘; καὶ ὅτι ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς; εἰ μήπω καὶ τὸν θεὸν καταβιβάσουσιν ἐκεῖ. ποῦ δὲ γεγραμμένον ἐπὶ λέξεως ἔχουσιν, ὅτι τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, οὗ μὴ γεύσασθαι τῷ Ἀδὰμ παρήγγειλεν ὁ θεός, συκῆ ἦν καὶ σῦκα φαγὼν ἐκεῖνος ἔξω γέγονε τοῦ παραδείσου; εἰ γὰρ ἀπόδειξιν ἡγεῖται τοῦ συκῆν εἶναι τὸ φύλλα συκῆς ῥάψαντας τὸν Ἀδὰμ καὶ τὴν Εὔαν σκεπάσαι τὴν ἑαυτῶν γύμνωσιν, καίτοι γε οὐδὲ πρότερον ἦσαν τυφλοί, ὡς μὴ βλέπειν ἑαυτοὺς ὄντας γυμνούς.
Opif.30 τοῦτο τῆς Θεοδώρου ἐστὶν ἐπινοίας ψυχρόν τε καὶ ἠλίθιον. ἡ γραφὴ γὰρ πρὸς λέξιν οὐκ εἴρηκεν, ὅτι συκῆ τὸ φυτὸν ἦν ἢ ὅτι σῦκα φαγόντες τὴν ἐντολὴν παρέβησαν τοῦ θεοῦ. Ὁμοίως ἄγραφον καὶ τὸ τοὺς δερματίνους χιτῶνας φλοιοὺς δένδρων εἰπεῖν· ἄγραφον καὶ τὸ ἐν ἀρχῇ τῆς ἕκτης ἡμέρας γενομένους τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἕκτην ὥραν τῆς αὐτῆς ἡμέρας πεινῆσαι, ὅτε καὶ ἡμᾶς συμβαίνει πεινῆν, καὶ τότε τῶν σύκων φαγεῖν καὶ ὥραν ἐνάτην ἐκβληθῆναι τοῦ παραδείσου, ὡς ἐν μόναις ὥραις ἐννέα τὰ ἐν τῷ παραδείσῳ γεγονέναι πάντα. μηδὲν γὰρ τούτων συλλογιζέσθω Θεόδωρος, ὅτε καὶ τὰ εἰρημένα ἐστὶ λίαν εὐφώρατα· καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἴ τῳ τοῖς ματαίοις ἦν ἐνασχολεῖσθαι καιρός· λέγουσαν δὲ ταῦτα πρὸς λέξιν δεικνύτω τὴν ἁγίαν γραφήν· καὶ εἰ συνυπέστησαν οἱ ἄγγελοι τῷ οὐρανῷ καὶ τῇ γῇ, θαυμαστὸν εἰ πέντε μόνας ἡμέρας ἐν τῷ ἰδίῳ μεμένηκεν ὁ διάβολος τάγματι, εἴπερ ἄρα καὶ ταύτας, καὶ εἰς τὴν τοσαύτην εὐθὺς ἅμα τῷ γενέσθαι κακίαν καὶ τὸν τοῦ ἀνθρώπου φθόνον ἀπώλισθεν, εἴπερ ‘φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον‘· πρὸς λέξιν γὰρ τούτων οὐδὲν εἴρηκε Μωϋσῆς. καὶ ἄλλα δὲ πλεῖστα μυθολογεῖ Θεόδωρος ἐν τοῖς εἰς τὴν Γένεσιν καὶ τοῖς ἄλλοις αὐτοῦ συγγράμμασι καὶ οἱ τῆς αὐτοῦ μοίρας μηδεμίαν, ὧν λέγουσιν, ἐκ τῆς ἱερᾶς γραφῆς μαρτυρίαν ἔχοντες, μηδὲ λόγῳ τὰς ἑαυτῶν ὑπονοίας κατασκευάσαι δυνάμενοι, πολλαχοῦ δὲ καὶ τἀναντία τῷ θείῳ διοριζόμενοι πνεύματι, ὧν ἑνὸς μόνου διὰ τὸ πλῆθος καὶ τὸ ματαίαν δεῖξαι τὴν περὶ αὐτὰ σπουδὴν μνήμην ποιήσομαι.
Opif.31 ιγʹ. Ὅτι τὸν ἐπὶ Νῶε κατακλυσμὸν πᾶσαν ἐπικλύσαι τὴν γῆν τῆς γραφῆς λεγούσης ἐν μέρει γεγονέναι ταύτης φησὶ Θεόδωρος· καὶ ἔλεγχος τῆς ὑπονοίας αὐτοῦ. Τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν ἐπὶ πᾶσαν τὴν γῆν ἡ γραφὴ γεγονέναι φησὶν οὕτως λέγουσα· ‘τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. πεντεκαίδεκα πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετηνῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς, ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἐτελεύτησε. καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ· καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἐπὶ πήχεις ἑκατὸν πεντήκοντα‘.
Opif.32 Τίνι οὐκ ἔστι τὰ προκείμενα πάσης ἐκτὸς ἀμφισβητήσεως φανερά, ὅτι πᾶσα ἦν ἡ γῆ κεκαλυμμένη τοῖς ὕδασι; πάντα γὰρ τὰ ὄρη τὰ ὑψηλά φησι τὰ ὑποκάτω τοῦ οὐρανοῦ ἐπέκρυψεν. οὐδὲν ἄρα τῶν ὑπὸ τὸν οὐρανὸν ἀνεπίκλυστον ἔμεινεν. καὶ τὸ πᾶσαν σάρκα κινουμένην ἐπὶ τῆς γῆς καὶ ὅσα ἦν ἐπὶ προσώπου τῆς γῆς ἀπολέσθαι τοῦτο αὐτὸ δηλοῖ. οὐ γὰρ μόνοι ἄνθρωποι ἦσαν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ πᾶν εἶδος ζῴου τὴν γῆν ὑπῆρχε πεπληρωκὸς ἅπασαν. οὐ γάρ, ὡς τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ μόνῳ τὴν ἀρχὴν τέθεικεν ὁ θεός, οὕτω καὶ τὴν τῶν ζῴων πληθὺν ἐν ἑνὶ καὶ μόνῳ τίθησι τόπῳ, ἀλλ’ ὡς πᾶσα τῶν ἐξ αὐτῆς φυομένων ὑπῆρχε πλήρης, οὕτω καὶ τῶν ζῴων πανταχοῦ, ὅπουπερ εἶναι ἠδύναντο. ἀλλὰ καὶ τὸ ἐπὶ πάσης τῆς γῆς ἑκατὸν πεντήκοντα πήχεις ὑψωθῆναι τὸ ὕδωρ καὶ τὸ τῶν ὑψηλοτάτων ὀρῶν ὑπερανεστηκέναι πήχεσι δέκα καὶ πέντε, ποῖον αὐτῆς γυμνὸν ὕδατος ἀπολέλοιπε μόριον; οὐ γὰρ δὴ μετέωρον ἐπὶ τεσσαράκοντα ἡμέρας εἰσήκει τὸ ὕδωρ τὰ πέριξ τῶν ἐπικλυσθέντων μορίων τῆς γῆς μὴ ἐπικλύζον. ἀλλὰ Θεόδωρος τοῖς οὕτως ἐναργέσι προφανῶς ἀντιφθέγγεται. ‘εὔδηλον‘ γάρ φησιν ‘ὅτι περὶ ἐκείνης λέγει τῆς γῆς καὶ τῶν ὀρέων ἐκείνων, ἐν οἷς οἰκεῖν τοὺς τότε συνέβαινεν ἀνθρώπους, οὔπω κατὰ πάσης χεθέντας τῆς γῆς, ἐπεὶ μηδὲ τοσοῦτοι τὸν ἀριθμὸν ἦσαν τέως, ὥστε δύνασθαι πληρῶσαι τὴν γῆν‘. Ἀλλὰ τοῖς θείοις μαχόμενος λογίοις δι’ οἰκείων Θεόδωρος λογισμῶν Βασιλείῳ τὸ ἄγραφον ἐγκαλεῖ, προϋπάρχειν λέγοντι τῆς τῶν σωμάτων γενέσεως τὴν τῶν ἀσωμάτων καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων ὕπαρξιν.
Opif.33 ιδʹ. Ὅτι Θεοδώρητος καίτοι Θεοδώρῳ συνηγορῶν ὅμως μηδὲν σαφὲς εἰπεῖν περὶ τῶν ἀγγέλων φησὶ τὴν γραφήν, καὶ ὡς οὐδὲν τὴν εὐσέβειαν βλάπτει κἂν τοῦ οὐρανοῦ προϋπάρχωσι. Διὸ καὶ Θεοδώρητος καίτοι γε τῷ δόγματι τούτῳ καὶ αὐτὸς ἀντειπὼν καὶ τοῖς Θεοδώρου πᾶσιν ἐπιχειρήμασι χρησάμενος, δι’ ὧν ὅτι μὴ τοῦ κόσμου προϋπάρχουσιν οἱ ἄγγελοι δεικνύειν ἐκεῖνος ἔδοξεν, ὕστερον ὅμως εὐλαβέστερον διατεθεὶς τὸν λόγον οὕτω συνεπεράνατο, ἐν οἷς εἰς τὰ ζητούμενα τῆς παλαιᾶς διαθήκης ἔγραψε λέγων οὕτως· ‘ἐγὼ δὲ ταῦτα οὐκ ἀποφαινόμενος λέγω—τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή—ἀλλ’ ὅπερ τοῖς εὐσεβέσι λογισμοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι δίκαιον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα πλὴν τῆς ἁγίας τριάδος κτιστὴν ἔχει τὴν φύσιν. συνομολογουμένου δὲ τούτου τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμουσ‘. Δῆλον οὖν καὶ ἐκ τούτων, ὡς ὑπὲρ ἀγράφου Θεόδωρος δόγματος διϊσχυρίσατο, ἐκ μόνης ὡς ἐνόμισεν ἰδίας ἐπινοίας αὐτῷ παριστάμενος, ὅπερ ἐνεκάλεσε Βασιλείῳ παθών.
Opif.34 ιεʹ. Σύνοψις τῶν εἰρημένων περὶ τῆς τῶν ἀγγέλων οὐσίας. Σαφηνείας δὲ χάριν συνοψιστέον ἅπαντα τὸν λόγον ἄνωθεν οὕτως. εἰ ἀνάγκη πάντως ἢ σῶμα εἶναι τῶν ἀγγέλων τὴν οὐσίαν ἢ ἀσώματον, καὶ εἰ σῶμα, ἢ ἐκ πέμπτου στοιχείου τινὸς ἢ ἐκ τῶν τεσσάρων, καὶ εἰ μὴ σῶμα, νοητοὶ δὲ καὶ ἀσώματοι τὴν οὐσίαν εἰσίν, ἢ γυμνοὶ παντελῶς σωμάτων εἰσὶν ἢ ὀργανικοῖς συνήρτηνται σώμασιν· ἐδείξαμεν δὲ διὰ πλειόνων ἐπιχειρήσεων, ὅτι μήτε σώματά εἰσι μήτε ἀσώματοι οὐσίαι περικείμεναι σώματα καθάπερ καὶ ἡ ἡμετέρα ψυχή· μόνως ἄρα εἰσὶν ἀσώματοι γυμνοὶ σωμάτων, καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασι συνυπέστησαν, ἀλλ’ εἰσὶν ὑπερκόσμιοι. ὅθεν οὐδὲ μνήμην τῆς ὑπάρξεως αὐτῶν ἐποιήσατο Μωϋσῆς, καίτοι μνησθεὶς αὐτῶν ὡς λειτουργῶν θεοῦ πανταχοῦ. Πάλιν εἰ ἀνάγκη πᾶσα ἢ πρὸ τῆς τοῦ κόσμου γενέσεως αὐτοὺς ὑποστῆσαι τὸν θεὸν ἢ ὁμοῦ τοῖς σωματικοῖς καὶ πρώτοις στοιχείοις καὶ τῷ οὐρανῷ, καθὰ Θεοδώρῳ δοκεῖ, ἢ μετὰ τὴν τοῦ κόσμου παρῆχθαι γένεσιν, καὶ τοῦτο μὲν ψεῦδος διὰ τὸ εἰπεῖν ἐν τῷ Ἰὼβ τὸν θεόν· ‘ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου‘, οὔτε δὲ τοῖς πρώτοις συνυπέστησαν σῴμασιν—οὔτε γὰρ εἶπε τοῦτο Μωϋσῆς ἢ ἕτερός τις προφήτης—οὔτε ὅσιον τὰς μυριάδας τῶν ἀοράτων καὶ νοερῶν καὶ λειτουργικῶν τοῦ θεοῦ δυνάμεων συνυποστῆναι λέγειν τοῖς σώμασιν, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχὴ ὡς κεχωρισμένη τῆς τῶν σωμάτων οὐσίας καὶ ἑτεροφυής— λείπεται λοιπὸν ἐκ πάσης ἀνάγκης πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆσαι τὸν θεὸν αὐτάς.
Opif.35 ιϛʹ. Ὅτι τῶν ἀσωμάτων οὐδὲν ἐν τόπῳ ἐστὶ καὶ πᾶν τὸ ἐν τόπῳ σῶμά ἐστι καὶ ὡς οὐδὲ τὸ σημαινόμενον τοῦ νοητοῦ καὶ ἀσωμάτου γινώσκουσιν οἱ περὶ Θεόδωρον. Τούτων οὖν ἀληθῶν ὄντων ἴδωμεν καὶ ὅσα πρὸς συνηγορίαν τοῦ συνυποστῆναι τοὺς ἀγγέλους οὐρανῷ τε καὶ γῇ κατασκευάζει Θεόδωρος ἀγράφῳ δόγματι συνηγορῶν· λέγει γὰρ οὕτω· ‘θαυμαστὸν μὲν οὖν ἔμοιγε φαίνεται τό τινας οἴεσθαι πρὸ οὐρανοῦ τε καὶ γῆς τὰς ἀοράτους καὶ λογικὰς οὐσίας ὑπὸ θεοῦ γεγονέναι, ἃς ἔνδον τε τούτων εἶναι καὶ περιγεγράφθαι ὑπ’ αὐτῶν διὰ πάσης παιδευόμεθα τῆς θείας γραφῆς. ποῖος γὰρ δὴ παραδέξεται λόγος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν καὶ πρὸ τῶν περιεχόντων εἶναι τὰ περιεχόμενα; ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ‘.
Opif.36 καὶ ποῦ τῶν ἱερῶν λογίων τινός, ἵνα καί, ὡς σὺ φής, ἁπάντων ἤκουσας λεγόντων, ὅτι μέσον οὐρανοῦ καὶ γῆς περιγεγραμμέναι εἰσὶν αἱ ἀσώματοι καὶ νοεραὶ τῶν ἀγγέλων τάξεις, τὰς σὰς ὑπονοίας τῇ θείᾳ περιάπτων γραφῇ; τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ σώματα καὶ μεγέθη τοὺς ἀγγέλους ὑποτίθεσθαι· τὸ γὰρ ἐν τόπῳ εἶναι μόνων ἐστὶ σωμάτων, ἅπερ τριχῇ διέστηκε. καὶ γὰρ ὁ τόπος ἐστὶ διάστημα. δεδείχαμεν δὲ ὅτι μηδὲ σώματα εἰσὶν ἐκεῖναι μηδὲ ἀσωμάτοις οὔσαις ὀργανικὰ σώματα ἐξῆπται ὡς ταῖς ἡμετέραις ψυχαῖς. δι’ ὅπερ οὐ καθ’ αὑτὰς ἐν τόπῳ ἀλλὰ κατὰ συμβεβηκὸς εἰσὶν αἱ λογικαὶ ψυχαί, διὰ τὸ τὰ σώματα αὐτῶν, ἅπερ εἰδοποιοῦσιν, ἐν τόπῳ εἶναι, ὡς καὶ κινοῦνται κατὰ συμβεβηκὸς τοπικῶς κινουμένων ἐκείνων· αἱ δὲ παντελῶς ἐξῃρημέναι σωμάτων οὐδὲ κατὰ συμβεβηκὸς εἰσὶν ἐν τόπῳ οὐδὲ κινεῖσθαι κατὰ τόπον αὐτὰς τῶν ἐνδεχομένων ἐστί. Καίτοι γε καὶ αὐτοὶ τοὺς ἀγγέλους ἀσωμάτους εἶναί φασι, Θεοδώρητος μὲν οὕτω λέγων ἐν οἷς τὰ τῆς παλαιᾶς γραφῆς ἀπορούμενα λύει· ‘τὰ ἀρξάμενα τοῦ εἶναι περιγεγραμμένον ἔχει, δηλονότι τὸ εἶναι. οὐκοῦν καὶ ἀσώματον εἶναι λέγοντες τῶν ἀγγέλων τὴν φύσιν περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν. πῶς γὰρ ἄν τις νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;‘ καὶ Θεόδωρος δὲ νοητὰς αὐτὰς εἶναι λέγει καὶ λογικάς.
Opif.37 καὶ τί θαυμαστόν, ὅτε καὶ τὰς ἡμετέρας ψυχὰς νοητὰς εἶναί φησιν οὕτω λέγων· ‘συγγενεῖς δὲ ταῖς φύσεσι ταύταις καὶ τὰς ἡμετέρας πεποίηκε ψυχὰς νοητάς τε οὔσας καὶ ζωῆς ἀθανάτου μετεχούσας καὶ μὴν καὶ λόγου γε τοῦ κρατιστεύοντος ἐν ἡμῖν;‘ ἀλλ’ ἀγνοεῖ τῶν λέξεων, ὧν προφέρει, τὰ δηλούμενα· τῷ γὰρ νοητῷ τὸ αἰσθητὸν ἀντιδιαστέλλεται· τὸ δὲ αἰσθητὸν ἅπαν σῶμά ἐστι. καὶ ἔμπαλιν· πᾶν σῶμα φυσικὸν αἰσθητόν ἐστιν, οὐδὲν ἄρα, ὃ μή ἐστιν αἰσθητὸν ἀλλὰ νοητόν, σῶμά ἐστιν, ἀσώματον δὲ πάντως. ἀλλ’ οὐδὲ λογικόν ἐστιν οὐδὲν σῶμα, ὅτι μηδὲ γνῶσιν ἔχει θεοῦ κἂν ἔμψυχον ᾖ· ἀλλ’ ἐν ταῖς ἀσωμάτοις καὶ χωρισταῖς οὐσίαις σωμάτων τὸ λογικόν, οἷαί εἰσι καὶ αἱ τῶν ἀνθρώπων ψυχαί. εἰ οὖν λογικὴ καὶ ἀσώματος ἡ τῶν ἀγγέλων ἐστὶν οὐσία, πάντως που καὶ ἀμεγέθης. τρία γὰρ τῶν μεγεθῶν τὰ εἴδη· σῶμα ἐπιφάνεια γραμμή, σῶμα μὲν τὸ τρεῖς ἔχον διαστάσεις· μῆκος πλάτος βάθος· ἐπιφάνεια δὲ πέρας μέν ἐστι τοῦ σώματος, διχῇ δὲ διέστηκε μῆκος ἔχουσα καὶ πλάτος μόνα· ἡ δὲ γραμμὴ τῆς ἐπιφανείας ἐστὶ πέρας, μίαν ἔχουσα καὶ μόνην τὴν κατὰ μῆκος διάστασιν. εἰ οὖν ἔξω σωμάτων οὐκ ἔστι μέγεθος οὐδέν, εἴ τι ἄρα ἐστὶν ἀσώματον, παντελῶς ἐστιν ἀμέγεθές τε καὶ ἀδιάστατον· ἐν σώματι γὰρ καὶ ἐπιφάνεια πᾶσα καὶ γραμμὴ τὸ εἶναι ἔχουσιν· εἰ οὖν ὁ τόπος σωμάτων ἐστὶ μόνων περιεκτικός, οὐδεμίαν ἄρα οὐσίαν ἀσώματον ἐν τόπῳ εἶναι καθ’ αὑτὴν δυνατόν.
Opif.38 οὗτοι οὖν οἱ παρὰ τοῖς οὐκ εἰδόσιν εἰδέναι τι δοκοῦντες κἂν περιλαλῶσι τὸ ἀσώματον καὶ νοητὸν οὐκ ἐφιστάνοντες τῇ τῶν λέξεων σημασίᾳ εἰς μεγέθη πάλιν καὶ ὄγκους ἐξολισθάνουσιν· ἐπεὶ πῶς ἔφη Θεόδωρος; ‘ποῖος γὰρ παραδέξεται λόγος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν;‘ ἐντὸς μὲν λέγων οὐρανοῦ καὶ γῆς τὰς ἀγγελικὰς δυνάμεις, ἐκτὸς δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔτι φανερώτερον εἰπὼν ἐν τόπῳ αὐτὰς περιγεγράφθαι, ὡς ἂν εἴποι τις ἐντὸς εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὸ πῦρ οὐρανοῦ καὶ γῆς. τί οὖν διενηνόχασι τούτων αἱ ἀγγελικαὶ καὶ ἀσώματοι οὐσίαι τοῦ ἐν τόπῳ εἶναι καθάπερ καὶ τὰ στοιχεῖα; οὐδὲ γὰρ ἡ ψυχὴ ὡς ἐν τόπῳ ἐστὶ τῷ ἡμετέρῳ σώματι, ἀλλ’ ὡς εἰδοποιοῦσα τὸ ζῷον. δι’ αὐτὸ δὲ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστίν, ὅτι τὸ ἐν τόπῳ ὂν εἰδοποιεῖ, καθ’ αὑτὴν δὲ οὐκ ἔστι. μόνων γὰρ σωμάτων ἐστίν, ὃ πολλάκις εἶπον, τὸ ἐν τόπῳ εἶναι. Ἐοίκασιν οὖν οἱ χρηστοί, ὅταν ἀσωμάτους λέγωσι τοὺς ἀγγέλους, τὸ μὴ τοιαῦτα σώματα εἶναι λέγειν αὐτούς, οἷά ἐστι τὰ παχέα ταῦτα καὶ αἰσθητὰ φυτὰ ζῷα μέταλλα στοιχεῖα, οὐ μὴν πάσης ἐκτὸς εἶναι διαστάσεως, ἀλλὰ σώματα τυχὸν λεπτομερέστερα, ὧν οὐκ ἐφικνεῖται διὰ τὴν λεπτομέρειαν ἡ αἴσθησις.
Opif.39 καὶ τοῦτο καλοῦσιν ἀσώματον. ἀλλ’ οὐδὲν ἐν τοῖς οὖσι τοῦ ἁπλοῦ καὶ καθαροῦ πυρὸς ὑπάρχει λεπτομερέστερον· ἀσώματον οὖν κατ’ αὐτοὺς τὸ πῦρ, ὡς πρὸς τὰ λοιπὰ στοιχεῖα. καὶ ἐπειδὴ πάλιν λεπτομερέστερον τοῦ ὕδατός ἐστιν ὁ ἀήρ, καλείτωσαν καὶ αὐτὸν ὡς πρὸς τὸ ὕδωρ ἀσώματον· καὶ τὸ ὕδωρ ὡς πρὸς τὴν γῆν ἀσώματον ὡς λεπτότερον αὐτῆς, ὡς συμβαίνειν ἕκαστον ἅμα σῶμά τε εἶναι καὶ ἀσώματον, ταὐτὸν δ’ εἰπεῖν σῶμα καὶ οὐ σῶμα, ἅπερ γελᾶσθαι μόνον, οὐκ ἀντιλέγεσθαι δίκαιον. πᾶσα γὰρ οὐσία τὰς τρεῖς ἔχουσα διαστάσεις σῶμά ἐστιν, κἂν ὁπωσοῦν ὑπάρχει λεπτομερέστατον. ἐντεῦθεν οὖν ἡ ἀσώματος οὐσία πάσης ἐστὶν ἐκτὸς διαστάσεως. εἰ μὲν οὖν ἡ οὐσία τῶν ἀγγέλων τριχῇ διέστηκε, σῶμα πάντως ἐστίν, ὅπως ἂν εἴη λεπτότατον καὶ διαφεῦγον τῆς αἰσθήσεως τὴν ἀντίληψιν. εἰ δὲ ἀσώματοί εἰσιν, ὡς ἐδείξαμεν, οὐδεμίαν διάστασιν ἔχουσι. Πῶς ἂν οὖν εἴη τὸ ἀμερὲς καὶ ἀδιάστατον ἐν τόπῳ, ὁπότε οὔτε ἐπιφάνεια ἐν τόπῳ ἐστὶν καθ’ αὑτὴν οὔτε γραμμή, διαστήματα μὲν οὖσαι, ἀσώματοι δέ; μόνα οὖν τὰ σώματα ἐν τόπῳ ἐστίν· καὶ εἴ τι ἐν τόπῳ, σῶμα πάντως ἐστί· σωμάτων γὰρ ὁ τόπος, οὐκ ἀσωμάτων. Οὐκοῦν Θεόδωρος ἐν τόπῳ τὰς ἀγγελικὰς οὐσίας εἶναι βουλόμενος οὐδὲν ἕτερον αὐτὰς ἢ σώματα νομίζει, καὶ ταῦτα ἢ σύνθετα πάντως ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑνὸς ἁπλοῦ, πυρὸς τυχὸν ἢ ἀέρος, εἰ καὶ νοητὰς εἶναί φησι καθάπερ καὶ τὰς ἡμετέρας ψυχάς, ἀγνοῶν τί σημαίνει τὸ νοητόν. εἴτε δὲ ἐξ ἑνὸς στοιχείου εἴτε ἐκ πάντων εἰσίν, φθαρτοὶ πάντως ὑπάρχουσιν ἐκ τοιούτων τὸ εἶναι ἔχοντες.
Opif.40 οὐ γὰρ νομοθετεῖν τοῖς ἀμφὶ Θεόδωρον ἔξεστιν, ὡς εἰ καὶ τὰ στοιχεῖά εἰσι φθαρτὰ καὶ ἐκ τούτων οἱ ἄγγελοι, ἀλλὰ τὰ μόρια τούτων, ἐξ ὧν ὑπῆρξαν ἐκεῖνοι, γεγόνασιν ἄφθαρτα, μηδεμιᾶς ταῦτα λεγούσης θεοπνεύστου γραφῆς· τοῖς γὰρ ἑαυτοῦ περιβαλλέσθω δικτύοις μηδὲ λόγῳ τοῦτο δεικνύειν ἔχων, ὡς ἡμεῖς τοὐναντίον ἐδείξαμεν. καὶ ὁ ἀπόστολος δὲ τὴν φθορὰν τῶν σωμάτων ἁπάντων ἐδήλωσεν εἰπὼν ὅτι ‘καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ‘. οὔπω ἄρα τῶν φθαρτῶν οὐδὲν ἀφθαρσίας μετέσχε πλὴν τοῦ κυριακοῦ σώματος. Σκοπείτω δὲ τὸ ἑαυτοῦ σοφὸν καὶ Θεοδώρητος. ‘πῶς γὰρ ἄν τισ‘ φησί ‘νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;‘ ἀλλ’ ἔδει γε αὐτὸν ἐννοεῖν, ὅτι καὶ ἑκάστη τῆς ἁγίας τριάδος ὑπόστασις τῶν λοιπῶν ἐστιν ἑτέρα καὶ τρεῖς ὑπάρχουσιν τῷ ἀριθμῷ ἰδιώμασιν ἀλλήλων διοριζόμεναι. ἢ οὖν ἐν τόπῳ ἔσονται διὰ τοῦτο καὶ σώματα ἢ Σαβέλλιος ἡμῖν ἐπιπηδήσει ἢ τό γε τρίτον καὶ ἀληθέστερον· οὐ τὰ ἐν ὑποστάσει ἴδια καὶ τῶν ὁμοφυῶν ταύτῃ διακρινόμενα ἢ σώματα πάντως εἰσὶν ἢ τόπῳ τινὶ περιέχονται. ιζʹ.
Opif.41.(1t) Ὅτι καὶ τὸ περιγεγράφθαι ἢ ἀπερίγραφον εἶναί τι κατὰ μόνην τὴν τοπικὴν περιγραφὴν οἶδε Θεόδωρος. Ἀγνοεῖν οὖν ἐοίκασι καὶ τὸ τῆς περιγραφῆς ὄνομα [τὸ] ὡς ἐν μόνῃ περιοχῇ τόπου νοοῦντες καὶ οὐδὲν ἕτερον, ὅπερ μόνων ἐστὶ τῶν σωμάτων ἴδιον, ὡς οὐ δυνάμενοι τῆς τούτων φαντασίας οὐδὲν ἔξω νοεῖν. ὅτι γὰρ περιγραφὴν τὴν κατὰ τόπον νοοῦσι καὶ μόνην καὶ διὰ τοῦτο καὶ σώματα τοὺς ἀγγέλους ὑπάρχειν οἴονται περιγεγραμμένα μεταξὺ γῆς καὶ οὐρανοῦ καὶ διὰ τοῦτο καὶ συνυφεστάναι αὐτοῖς, σαφῶς ἐδήλωσε Θεόδωρος εἰπών· ‘Ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ. οὔτε γὰρ ἀπεριγράφους οὔσας ὑπὸ περιγραφὴν γενέσθαι οἷόν τε ἦν. περιγραφῇ δὲ ὑποκειμένων ἀνάγκη ζητεῖν τίς τόπος εἶχεν αὐτὰς πρότερον, ἐν ᾧπερ ἦσαν περιγεγραμμέναι, καθάπερ νῦν εἰσιν ἐν τούτῳ τῷ χώρῳ‘. ἀλλ’ ἠλίθιον πρὸ τῶν ὁρωμένων τόπον ζητεῖν, πολλῷ δὲ μᾶλλον ἠλιθιώτερον ἐπὶ τῶν ἀσωμάτων καὶ νοητῶν τόπον ζητεῖν καὶ μέγεθος καὶ περιγραφὴν τῆς περιγραφῆς παρ’ αὐτοῖς νοουμένης τοῦ ἐν ὡρισμένῳ εἶναι μεγέθει τε καὶ τόπῳ καὶ οὕτως ἐν περιγραφῇ εἶναι τῶν ἀγγέλων ἕκαστον, διὸ καὶ ὑπὸ τόπου φασὶν αὐτοὺς περιέχεσθαι. εἰ δὲ πᾶν τὸ περιγεγραμμένον τόπῳ σῶμά ἐστιν, ὡς ἐδείχθη, σώματα ἄρα καὶ τοὺς ἀγγέλους ὑπάρχειν οἴεται.
Opif.42 ἐν ἑτέροις δὲ περὶ τοῦ προκειμένου θεωρήματος διαλαβὼν ἔδειξα ὅτι καὶ τὸ ἀπερίγραφον δηλοῖ παρ’ αὐτοῖς τὸ κατὰ μέγεθος ἄπειρον σῶμα καὶ διὰ τοῦτο μηδὲ ὑπὸ τόπου περιεχόμενον. τί γὰρ ἂν ἔξωθεν εἴη τοῦ ἀπείρου σώματος περιέχον αὐτό; οὕτω γὰρ οὐκέτ’ ἂν εἴη ἄπειρον· οὐδεμίαν γὰρ ἄλλην σημασίαν τοῦ περιγεγραμμένου καὶ τοῦ ἀπεριγράφου γιγνώσκουσιν. Οὕτως οὖν νοοῦσι καὶ τὸν θεὸν ἀπερίγραφον συνεκτείνοντες αὐτὸν ἅπασι τοῖς σώμασι καὶ τῷ κόσμῳ παντὶ καὶ ὑπερβαίνειν αὐτὰ οἰόμενοι τοπικῶς, κἂν ἀσώματον εἴπωσι τὴν θείαν οὐσίαν καὶ νοητήν. καίτοι γε ἐννοεῖν αὐτοὺς ἐχρῆν ὡς, εἰ παντὸς σώματος καὶ πάσης διαστάσεως δημιουργός ἐστιν ὁ θεός, μηδὲν εἶναι τούτων αὐτὸν ὧν ἐποίησεν ἀνάγκη, διὸ καὶ ὑπερούσιος ὑμνεῖται ὡς πάσης οὐσίας παρακτικὸς καὶ ὑπὲρ αἰῶνας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ὅτι καὶ αἰώνων ἐστὶ ποιητής· ‘δι’ οὗ‘ γάρ φησι ‘καὶ τοὺς αἰῶνας ἐποίησεν‘, ὅτι ἂν ὑπάρχοιεν οἱ αἰῶνες· ὥστε τὸ ἀπερίγραφον καὶ ἄπειρον ἄλλως ἐπὶ θεοῦ λέγεταί τε καὶ νοεῖται. εἰ δὲ ἀσώματοι καὶ πάσης ἐκτὸς διαστάσεως αἱ οὐσίαι τῶν ἀγγέλων ἐδείχθησαν, οὐδ’ ἄρα περιγεγραμμέναι κατὰ μέγεθός εἰσιν οὐδὲ ἀπερίγραφοι, τουτέστιν οὐδὲ πεπερασμένον ἔχουσι μέγεθος οὐδὲ ἄπειρον οὔτε ἔξω τοπικῶς τοῦ κόσμου εἰσὶν οὔτε ἐντός. καὶ γὰρ ὁ θεὸς ἄναρχος ὢν καὶ ὑπὲρ αἰῶνας ζητηθείη ἂν κατ’ αὐτούς, πρὸ τοῦ κόσμου ποῦ ἦν· ἀλλὰ μόνων σωμάτων, ὡς πολλάκις εἶπον, τὸ τοιοῦτον.
Opif.43 Ἄλλως δὲ καὶ οἱ ἄγγελοι λεχθεῖεν ἂν περιγεγραμμένοι κατὰ δύναμιν διὰ τὸ μὴ πάντα δύνασθαι ὅσα θεός, ἴσως δὲ καὶ ἄλλους ἄλλων εἰκὸς μείζονα δύνασθαί τε καὶ γιγνώσκειν καὶ ταύτῃ λέγοιντο ἂν περιγεγραμμένοι, κατὰ μέγεθος δὲ οὔτε περιγεγραμμένοι οὔτε ἀπερίγραφοι ἀμεγέθεις ὄντες. εἰ πού τις ἄρα τὰς φαινομένας τισὶν ἐπιστασίας αὐτῶν, ἐν οἷς ἂν εἴδεσι φαίνοιντο, αὐτὸ τὸ φαινόμενον ἐκεῖνο καὶ χρησμῳδοῦν, ὅτι ποτ’ ἂν εἴη, τόπῳ περιγεγράφθαι λέγοι, τῷ μηδενὶ ἄλλῳ μήτε φαίνεσθαι μήτε χρησμῳδεῖν· ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἀσώματον οὐσίαν αὐτῶν μήτε ὁρατὴν οὖσαν μήτε τόπῳ περιγραφομένην. ἀλλ’ ἐπὶ πολὺ τούτοις ἐνασχολεῖσθαι πρὸς ἄνδρας μηδὲν πλέον τῶν ὑπὸ τὴν αἴσθησιν νοεῖν δυναμένους μάταιον ἀληθῶς. ἐπὶ δὲ τὰς ἀπὸ τῶν γραφῶν μαρτυρίας μετέλθωμεν. ιηʹ. Ὅτι οὐδεμιᾷ γραφικῇ μαρτυρίᾳ, τὸ συνυποστῆναι οὐρανῷ καὶ γῇ τοὺς ἀγγέλους Θεόδωρος δείκνυσι. καὶ πῶς χρὴ τὰ τροπικῶς εἰρημένα τῇ γραφῇ μεταφέρειν ἐπὶ τὴν τῶν πραγμάτων ἀλήθειαν. ‘Ὥσπερ‘ φησί ‘Μωϋσῆς εἰς δύο διεῖλε τὴν κτίσιν, οὐρανὸν καὶ γῆν, οὕτω καὶ Δαυὶδ εἰς τὰ αὐτὰ διεῖλεν αὐτὴν καὶ τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς ἔφησεν ὑμνεῖν τὸν θεὸν ἀκολούθως τῷ τὴν κτίσιν διηγησαμένῳ· πρότερον γὰρ τῶν ἐκ τῶν οὐρανῶν ποιησάμενος τὴν μνήμην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν‘ ἐπάγει· ‘αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ‘ περιληπτικῶς πάσας τὰς ἀοράτους καὶ λογικὰς φύσεις εἰπών· εἶτα ἐκ τῶν ἀοράτων ἐπὶ τὰ ὁρώμενα μεταβάς— ἡλίου μέμνηται καὶ σελήνης ἀστέρων τε καὶ φωτὸς οὐρανῶν τε καὶ αὐτῶν καὶ δὴ καὶ τῶν ὑπὲρ τὸν φαινόμενον τοῦτον οὐρανὸν ὑδάτων—ἐπάγει λοιπόν· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆσ‘.
Opif.44 εὔδηλον τοίνυν ὡς ἅπασαν τὴν κτίσιν εἰς δύο ταῦτα διελὼν καὶ τὰ μὲν ἐξ οὐρανοῦ τὰ δὲ ἐκ τῆς γῆς εἰρηκώς, πάντα δὲ εἰπὼν ὧν τὰ μὲν σὺν οὐρανῷ καὶ γῇ, τὰ δὲ μετ’ ἐκεῖνα ἐγένετο, οὐκ ἂν τῶν ἀοράτων δυνάμεων μετὰ τούτων ἐποιήσατο μνήμην, ἐν τοῖς ἐκ τῶν οὐρανῶν ἀριθμήσας κἀκείνας, εἰ μὴ σαφῶς ᾔδει μὴ πρὸ οὐρανοῦ καὶ γῆς αὐτὰς γεγονυίας ἀλλὰ σὺν αὐτοῖς μὲν λαβούσας τὸ εἶναι, ἔνδον δὲ αὐτῶν εἶναι ταχθείσας ἅτε καὶ μέρος οὔσας τῆς κτίσεως. Τούτου δὲ μάρτυς αὐτάρκης καὶ ὁ μακάριος Παῦλος λέγων ὅτι ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποισ‘. γέλοιον δὲ εἰ μέρος μὲν τοῦ κόσμου κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν ὁμοίως τοῖς ἀνθρώποις εἰσίν, νομίζοιντο δὲ εἶναι πρὸ κόσμου‘. Ταύταις ταῖς δύο μαρτυρίαις τῇ τε τοῦ προφήτου Δαυὶδ καὶ τῇ ἀποστολικῇ λίαν ὠχυρῶσθαι δοκεῖ Θεόδωρος τὸ ἔνδον ὑπάρχειν οὐρανοῦ καὶ γῆς τὰς λειτουργικὰς τοῦ θεοῦ δυνάμεις, ὅπερ ἀπὸ πάσης ἔφη παιδεύεσθαι τῆς ἁγίας γραφῆς.
Opif.45 ἀλλὰ καὶ τὰς ἐκλογισμῶν αὐτοῦ συνηγορίας ὑποτεμόμενοι παρεθήκαμεν οὐδὲν παραλιπόντες τῶν ἀναγκαίων. ὅτι μὲν οὖν οὐδὲ Θεοδωρήτῳ τῷ ὑπερασπιστῇ Θεοδώρου δοκεῖ τὴν θείαν εἰρηκέναι γραφὴν σαφές τι περὶ αὐτῶν, εἴτε προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς εἴτε μή, καὶ ὡς οὐ λυμαίνεται τῷ τῆς εὐσεβείας λόγῳ κἂν προϋπάρχειν τις αὐτὰς ὑπόθοιτο, φθάσαντες ἔγνωμεν. Ἐπειδὴ δὲ Θεόδωρος ἀναντιρρήτους τὰς προκειμένας νομίζει μαρτυρίας τοῦ σὺν οὐρανῷ καὶ γῇ γενέσθαι τὰς ἀγγελικὰς τοῦ θεοῦ δυνάμεις καὶ οἱονεὶ χωρίον αὐταῖς ἀφωρίσθαι τὸν οὐρανὸν ὡς μηδὲ εἶναι δύνασθαι τούτου χωρὶς διὰ τὸ εἰπεῖν τὸν προφήτην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ‘ μόνῳ τῷ γράμματι προσέχων Ἰουδαϊκῶς, οὐκοῦν καὶ ὅταν περὶ τοῦ θεοῦ λέγει· ‘ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτοὺσ‘ καὶ πάλιν· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων‘ ‘ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν‘ ‘κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων‘· ‘κύριε κλῖνον οὐρανοὺς καὶ κατάβηθι‘· καὶ αὐτὸς ὁ θεός· ‘ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου‘.
Opif.46 καί ‘ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μοι;‘ καὶ μυρία τοιαῦτα ἕτερα ἐν πάσῃ σχεδὸν κείμενα τῇ θεοπνεύστῳ γραφῇ· τί πρὸς ταῦτα λέξει Θεόδωρος; εἰ γὰρ ψιλῷ προσέχοι τῷ γράμματι, μηδένα τῆς ἐννοίας αὐτοῦ λόγον ποιούμενος, μέρος τοῦ κόσμου καὶ τὸν θεὸν λεγέτω καὶ οἶκον αὐτῷ τὸν οὐρανὸν ἀφοριζέτω· καὶ μὴ μόνον οἶκος ἔστω θεοῦ, ἀλλὰ καὶ θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ποῦ οὖν κατῴκει θεὸς πρὶν γενέσθαι τὸν οὐρανόν, ἢ ἐν τίνι θρόνῳ καθῆστο, ζητήσομεν· τί δ’ αὐτῷ ὑποπόδιον ἦν, πρὶν γενέσθαι τὴν γῆν; μόνῃ οὖν τῇ λέξει προσηρτημένος δεῖσθαι τὸν θεὸν λεγέτω καὶ ἀναπαύσεως καὶ σκέπης καὶ θυμὸν αὐτῷ καὶ λύπην περιαπτέτω καὶ ὕπνον, ἐξανάστασίν τε καὶ μεταμέλειαν, χαράν τε καὶ γέλωτα κατὰ τό· ‘ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούσ‘ καὶ τί γὰρ οὐχὶ τῶν ἀνθρωπίνων παθῶν· ἀλλὰ καὶ τὰ ἡμέτερα μέλη πάντα, χεῖρας δακτύλους πόδας δεξιὰν ὀφθαλμοὺς βλέφαρα ὦτα στόμα καρδίαν πρόσωπον ὀπίσθια—πάντα γὰρ εἴρηται ταῦτα—καὶ ἁπλῶς ἀνθρωπίνην μορφὴν αὐτῷ παρεχέτω καὶ φωνὴν καὶ γῆρας, οἷός ἐστιν ‘ὁ παλαιὸς τῶν ἡμερῶν‘ παρὰ τῷ προφήτῃ Δανιήλ, καὶ ἄλλα μυρία τῶν ἀτοπωτάτων ἐκ μόνης αὐτῷ περιτιθέτω τῆς λέξεως.
Opif.47 εἰ δὲ ταῦτα τῆς ἐσχάτης ἀσεβείας ἐστὶν καὶ ἠλιθιότητος, οὐ ψιλῷ προσεκτέον τῷ γράμματι, ἀλλ’ εἰς ὅτι νεύει ἕκαστον τούτων ἐξιχνευτέον. ἐξ ὧν γὰρ ἴσμεν οἱ τῇ αἰσθήσει μόνῃ προσηλωμένοι, ἐκ τῆς τούτων ἀναλογίας εἰς ἐννοίας ἡμᾶς θειοτέρας ἀνάγουσιν αἱ θεόπνευστοι γραφαί· ὀφθαλμοὺς διὰ τὸ πάντα ἐφορᾶν τὸν θεόν, ὦτα διὰ τὸ μὴ λανθάνειν αὐτὸν μηδὲ εἰ ἐν μυχῷ πράττοιμεν εἴτε χρηστὸν εἴτε ἐναντίον, δεξιὰν διὰ τὴν δραστήριον αὐτοῦ δύναμιν καὶ πάντων ὡς χειρὶ μιᾷ περιδραττομένην κατὰ τὸ εἰρημένον· ὅτι ‘ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆσ‘· καὶ Ἡσαΐας· ‘τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;‘ οἶκόν τε θεοῦ τὰς κεκαθαρμένας ἴσμεν λεγομένας ψυχάς· ‘οὗ οἶκός ἐσμεν ἡμεῖσ‘· ‘ἐνοικήσω τε ἐν αὐτοῖσ‘, φησὶν ὁ θεός, ‘καὶ ἐμπεριπατήσω‘· ‘ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν‘· ‘οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;‘ θρόνον τε· ‘ὁ ἐν ἁγίοις γάρ‘ φησίν ‘ἀναπαυόμενοσ‘· καὶ τοὐναντίον· ‘οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν;‘ ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίασ‘. ὅμοιόν ἐστι καὶ τό· ‘μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;‘ ὥσπερ γὰρ τοῖς τὰ φίλα ποιοῦσιν αὐτῷ θεὸς ἐπαναπαύεσθαι λέγεται ‘ὁ ἐν ἁγίοις ἀναπαυόμενοσ‘, οὕτως οἱ τοῖς νόμοις αὐτοῦ μὴ πειθόμενοι οἷον ἀγῶνα θεῷ παρέχειν εἰκότως ἂν λεχθεῖεν περὶ τῆς αὐτῶν προνοουμένῳ σωτηρίας.
Opif.48 Καὶ οὕτως ἐφ’ ἑκάστου τῶν οὕτως εἰρημένων διὰ τὸ ἡμῖν χρήσιμον εἰς ἐννοίας ἀξίας ἀνάγεσθαι προσήκει θεοῦ τοὺς βραχεῖαν γνῶσιν τῆς θείας ἔχοντας φύσεως. ιθʹ. Πῶς νοητέον τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν‘ καὶ τὰ ἑξῆς τοῦ ὕμνου. Οὐκοῦν οὐδὲ εἰ οἱ θεοφόροι ἄνδρες, οἷον χόρον ἐκ πάσης στησάμενοι τῆς κτίσεως νοητῶν τε καὶ αἰσθητῶν, ὕμνον ἐξ αὐτῶν ἀναπλέκουσι τῷ πάντα δημιουργήσαντι θεῷ, μὴ τοῦτο ἡμᾶς εἰς ἐκτόπους φαντασίας ἐξαγέτω περὶ τῶν νοερῶν καὶ ἀσωμάτων δυνάμεων, ὅτι τε ἐν τόπῳ εἰσὶν ὡς τὰ σώματα καὶ μέρη τοῦ αἰσθητοῦ κόσμου καὶ διὰ τοῦτο οὐκ ἀσώματοι, οὐδὲ νοητοὶ τὴν οὐσίαν ἀλλ’ αἰσθητοὶ καὶ σώματα. πᾶν γὰρ σῶμα φυσικὸν αἰσθητὸν καὶ τὸ αἰσθητὸν ἅπαν σῶμά ἐστιν. εἰ δὲ ἀσώματοί εἰσι καὶ νοητοί— τοῦτο γὰρ καὶ Θεοδώρητον καὶ Θεόδωρον ἐδείξαμεν λέγοντας—οὐκ ἄρα εἰσὶν αἰσθητοὶ καὶ διὰ τοῦτο οὐδὲ σώματα καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασιν αὐτοὺς συγγεγονέναι νομιστέον οὐδὲ τόπου δεῖσθαι οὐδὲ ἐντὸς εἶναι ἢ ἐκτὸς τοῦ οὐρανοῦ οὐδὲ τοῦ αἰσθητοῦ κόσμου εἶναι μέρη.
Opif.49 Εἰ δὲ πολλάκις καὶ οὐρανίους αὐτοὺς καλοῦμεν καὶ τῶν οὐρανῶν δυνάμεις, ξένον οὐδέν, ὅτε καὶ θεῷ τὸν οὐρανὸν ἀφορίζομεν καὶ οὐράνιον αὐτὸν καὶ ἐπουράνιον καλοῦμεν. ὡς οὖν λειτουργοὺς θεοῦ τοὺς ἀγγέλους, ἔνθα τὸν θεὸν ὑποπτεύουσιν εἶναι οἱ ἄνθρωποι ἢ κατά τινα λέγουσιν ὑπόνοιαν εὐσεβῆ, ἐκεῖ συμπαρεῖναι καὶ τοὺς λειτουργοὺς αὐτοῦ τίθενται· ἐπεὶ καὶ οἴκους ἱεροὺς ἀφορίζομεν οἱ ἄνθρωποι τῷ θεῷ, πάσης αὐτοὺς κοινότητος χωρίζοντες, καὶ χεῖρας ἐν αὐτοῖς ἐκτείνομεν ὡς παρόντι τῷ θεῷ ἐν εὐχαῖς ὁμιλοῦντες, οἷόν ἐστι τό· ‘ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον‘· τί οὖν θαυμαστόν, εἰ καὶ τῶν ὄντων σωμάτων τὸ τιμιώτατόν τε καὶ καθαρώτατον ἀφορίζουσι τῷ θεῷ τὸν οὐρανόν; διὸ καὶ τὰς χεῖρας εἰς αὐτὸν ἐκτείνουσιν εὐχόμενοι· ποδηγετεῖ γὰρ τοῦτο τὰς παχυτέρας τῶν ψυχῶν διὰ τῆς εἰς τὸν οὐρανὸν τῶν ὄψεών τε καὶ χειρῶν ἐκτάσεως 〈πρὸσ〉 τὸ οἱονεὶ χωρίζειν ἑαυτοὺς τῶν γηΐνων πάντων καὶ εἰς θεὸν μετεωρίζειν τὸν νοῦν, ἐπεὶ μηδὲ λίαν οἱ πολλοὶ τῶν ὑπερκοσμίων εἰς ἔννοιαν ἐλθεῖν δύνανται. εἰκότως οὖν, ὡς εἶπον, καὶ τοὺς τοῦ θεοῦ λειτουργοὺς ἐν οὐρανῷ φασιν αὐτῷ παρεστάναι τῷ θεῷ, σωματικώτερον ἐκ τῶν ἡμετέρων διατυποῦντες τὰ θεῖα πρὸς τὴν τῶν πολλῶν ὠφέλειαν. τούτων οὖν οὕτως ἐχόντων οὐδὲν τῇ τῶν πραγμάτων λυμανεῖται φύσει τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ‘ διὰ τοὺς εἰρημένους λογισμούς.
Opif.50 κʹ. Ὅτι οὐδὲ κατὰ τὴν τάξιν τῆς κοσμοποιΐας ἐν τοῖς ὕμνοις τὰ ἔργα τοῦ θεοῦ κατηρίθμηται, ὡς νομίζει Θεόδωρος. Ὅτι δὲ οὐδὲ πάντα τὰ τῆς ἀπαριθμήσεως τοῦ ὕμνου κατὰ τὴν τάξιν τῆς κοσμογονίας, ὡς Θεόδωρος νομίζει, πεποίηται καὶ τὰ μὲν σὺν τῷ οὐρανῷ, τὰ δὲ σὺν τῇ γῇ, ἐξ αὐτῶν δῆλον· εἰπὼν γὰρ ὁ προφήτης Δαυίδ· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη‘ ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶσ‘ οὐ κατὰ τὴν τάξιν τῆς Μωσαϊκῆς διηγήσεως τὸ φῶς μετὰ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰπών· εἶτα πάλιν ἐπήγαγεν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν‘ διὰ τὸν ἐν ἀρχῇ γενόμενον οὐρανόν· καίτοι πρὸ πάντων γέγονεν ἐκεῖνος· εἶτα πάλιν εἰπών· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι‘ προσέθηκε· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδοσ‘ τὴν φυσικὴν τάξιν οὐ φυλάξας· ταῦτα γὰρ τῶν ὑπὲρ τὴν γῆν ὑπάρχουσιν, μόνος δὲ κρύσταλλος ἐν γῇ πήγνυται. Ἀλλὰ καὶ ὁ ἐν τῇ καμίνῳ τῶν παίδων ὕμνος τοῦτο διδάσκει· εἰπόντες γάρ· ‘εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον‘ ἐπήγαγον· ‘εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον‘· καίτοι δρόσος μὲν περὶ γῆν, ὑετὸς δὲ ἐν ἀέρι συνίσταται.
Opif.51 οὐκ ἄρα διῄρηται τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς ἐν οὐδετέρῳ τῶν ὕμνων. ἐπὶ τούτοις πολλὰ καταριθμησάμενοι πνεύματα, πῦρ καῦμα ψῦχος καύσωμα δρόσον νιφετὸν νύκτας ἡμέρας, τότε ἐπήγαγον φῶς καὶ σκότος, ὧν τὸ μὲν ἅμα τῷ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν παρυπέστη, τὸ δὲ δευτέραν οὐρανοῦ καὶ γῆς ἔσχε τὴν γένεσιν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ τοῖς εἰδόσι τὴν φυσικὴν τῶν ὄντων τάξιν ὁ ὕμνος πρῶτον ἁπάντων οὐρανοῦ καὶ γῆς γενομένων ἔλεγεν ἄν· ‘εὐλογεῖτε οὐρανοὶ τὸν κύριον· εὐλογείτω ἡ γῆ τὸν κύριον‘, εἶτα λοιπὸν ἐπέφερε τά τε ἐν τούτοις καὶ τὰ μεταξὺ τούτων. Ἔστιν οὖν εἰπεῖν ἐπὶ πᾶσιν, ὡς ἔμοιγε δοκεῖ καὶ ἀληθέστατον ὑπάρχει, ὅτι τῆς γενέσεως τῶν νοητῶν καὶ ἀσωμάτων δυνάμεων οὐδένα λόγον πεποιημένου Μωϋσέως, τοῦ δὲ ὕμνου ἀπὸ τῶν τιμιωτάτων ἀρξαμένου, τῶν παρ’ ἡμῖν λέγω, τοῦ οὐρανοῦ, συμπαρειληφότος δὲ καὶ τὰς ἀσωμάτους καὶ νοερὰς τῶν ἀγγέλων τάξεις, μετὰ τίνος ἦν αὐτὰς συντάξαι δίκαιον ἢ μετὰ τοῦ τιμιωτάτου τῶν παρ’ ἡμῖν οὐρανοῦ τὰ τιμιώτατα πάντων ὁμοῦ; ἐξ αὐτῶν δὲ τὴν ἀρχὴν τοῦ ὕμνου ποιεῖν οὐκ ἦν εὔλογον, διὰ τὸ μνήμης αὐτοὺς ἐν τῇ κοσμοποιΐᾳ μὴ τυχεῖν, ὡς τοῦ αἰσθητοῦ κόσμου προϋπάρξαντας. εἷς οὖν καὶ μόνος γέγονε τῷ προφήτῃ σκοπὸς τὸ ἐκ πάντων ἅμα τῶν γενομένων πλέξαι τῷ θεῷ τὸν ὕμνον, καὶ οὐχὶ διελεῖν τὰ ἐκ τῶν οὐρανῶν καὶ τὰ ἐκ τῆς γῆς, ὥς φησι Θεόδωρος, κατὰ τὴν τάξιν τῆς αὐτῶν γενέσεως.
Opif.52 οὐκ ἄρα οὐδὲ ἐκ τῆς τάξεως τῶν ἐν τῷ ὕμνῳ παρειλημμένων καὶ τῆς διαιρέσεως ἔσχε τι πιθανὸν πρὸς τὸ ζητούμενον αὐτῷ Θεόδωρος. καʹ. Πῶς εἴρηται τῷ ἀποστόλῳ τό· ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποισ‘. Τὸ αὐτὸ νοείσθω καὶ ἐπὶ τοῦ· ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποισ‘, οὐχ ὡς τῶν ἀγγέλων μέρος ὄντων τοῦ αἰσθητοῦ κόσμου ἢ συγγενομένων αὐτῷ, ἀλλὰ Παύλου τὴν πάλην ἔχοντος ‘οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίασ‘, τὸ θέατρον τῶν ἀγώνων αὐτοῦ συνεστάναι φησὶν οὐκ ἐξ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐξ ἀγγέλων θαυμαζόντων αὐτοῦ τοὺς ἀγῶνας, τοὺς μὲν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἀγγέλων, τοὺς δὲ πρὸς τοὺς ἐπὶ γῆς ἄρχοντας ὑπ’ ἐκείνων ἐνεργουμένους, σὺν τοῖς ἀγγέλοις καὶ ἀνθρώπων. εἰ μὴ ἄρα κόσμον λέγει νῦν, περὶ οὗ εἶπεν ὁ κύριος· ‘ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται‘ καὶ πρὸς τοὺς μαθητάς· ‘ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου‘ καὶ ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν‘, κόσμον λέγων τὸ σύστημα τῶν πονηρῶν ἀνθρώπων τε καὶ δαιμόνων, ὧν εἰσί τινες πονηροὶ κοσμοκράτορες· τούτῳ οὖν τῷ κόσμῳ θέατρον γέγονεν ὁ Παῦλος πρὸς ἑκάτερον γένος τούτων, ἀνθρώπους τε καὶ δαίμονας, ἀνταγωνισάμενος, οὓς ἀγγέλους εἶπεν κατὰ τό· ‘ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν‘ καὶ τὸ ‘πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ‘· καὶ Πέτρος· ‘εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν‘· καὶ Ἰούδας· ‘ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν‘.
Opif.53 τοῦτο οἶμαι καὶ τὸ ἀποστολικὸν δηλοῦν· ‘οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν‘. πολλοῖς δὲ καὶ ἄλλοις κατασμικρύνει τὴν φύσιν τῶν ἀγγέλων, ἵνα μετρίως εἴπω, Θεόδωρος, οἷς ἐνασχολεῖσθαι οὔτε πρόκειται ἡμῖν οὔτε ἀναγκαῖον. κβʹ. Ὅτι ἐξηγούμενος Θεόδωρος τό· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶσ‘ ἀνθρωπίνην φωνὴν δίδωσι τῷ θεῷ καὶ τοῖς ἀγγέλοις τὸ τῶν φωνῶν αἰσθητήριον, ὧν εἰς ὑπήκοον λαλῆσαι τὸν θεόν, καὶ ὡς ἄτοπος ἡ τοιαύτη ὑπόνοια. Οὐκ ἄχρηστον δὲ ἴσως ἐκ πολλῶν ἀτοπημάτων ἑνὸς μνησθῆναι, ὃ περὶ τῶν ἱερῶν δυνάμεων καὶ αὐτοῦ τοῦ θεοῦ, μικρὰ περὶ αὐτοῦ φρονῶν καὶ ἀνθρώπινα, Θεόδωρος εἰπεῖν ἐτόλμησεν. ‘ἐπὶ μὲν γὰρ τῆς πρώτης κτίσεωσ‘ φησίν ‘οὐ λέγει φωνὴν ὁ μακάριος Μωϋσῆς, ἀλλ’ ἁπλῶς· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘· ἐπειδὴ βουλῇ παρήγαγεν ἐκεῖνα μόνῃ, οὐδεμιᾷ φωνῇ χρησάμενος, ἅτε μὴ ὄντος τοῦ τι μαθεῖν ἐκ τῆς φωνῆς ὀφείλοντος τῆς αὐτοῦ.
Opif.54 ἐπὶ δὲ τῶν λοιπῶν φωνὴν προηγεῖσθαι λέγει· ὅτε γὰρ ἦν λοιπὸν τὰ τὸν δημιουργὸν ὀφείλοντα μαθεῖν διὰ τῆς φωνῆς ἀόρατον ὄντα τὴν οὐσίαν, τότε προηγεῖτο μὲν ἡ φωνὴ κατὰ τὸ δοκοῦν τῷ θεῷ, εἵπετο δὲ τῇ φωνῇ τὸ ἔργον. διδασκαλία δὲ τοῦτο ταῖς ἀοράτοις καὶ λογικαῖς οὐσίαις ἦν τοῦ τὴν κτίσιν προστάγματι δημιουργοῦντος οἰκείῳ‘. Φεῦ τῆς ἀτοπίας· φωνὴν ἀκούει θεοῦ τὴν ἔναρθρον· οὐκοῦν καὶ διὰ φωνητικῶν πάντως γινομένην ὀργάνων καὶ τοῦ διηχοῦς ἀέρος δεομένην; κἂν γὰρ λέγῃ· ‘κατὰ τὸ δοκοῦν τῷ θεῷ‘ οὐ πρὸς τὸ γενέσθαι τὴν φωνὴν εἴρηκεν, ἀλλὰ πρὸς τὸ αὐτὸν φωνῆσαι τὸν θεόν, οὕτω δόξαν αὐτῷ· ὅτι γὰρ οὐ κατά τινα θαυματουργίαν εἰς διάλεκτον τὸν ἀέρα διαπεπλάσθαι φησίν, ὡς καὶ πρότερόν τε πολλάκις καὶ ἐπ’ αὐτοῦ τοῦ κυρίου γέγονε, φωνῆς ὡς ἐξ οὐρανοῦ φερομένης· ‘οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα‘, ἀλλ’ αὐτὸν τὸν θεὸν λαλῆσαί φησιν, δῆλον ἐξ ὧν εἶπεν ἐπὶ μὲν τῆς πρώτης κτίσεως μὴ φωνῆσαι τὸν θεὸν διὰ τὸ μήπω εἶναι τοὺς ἐκ τῆς φωνῆς αὐτοῦ μαθεῖν τι δυναμένους· ὡς δὴ ὕστερον εἰς ὑπήκοον ἀγγέλων φωνήσαντος τοῦ θεοῦ, οὐκοῦν καὶ σωματικὴν ἀκοὴν τὸ τῶν φωνῶν αἰσθητήριον διδότω τοῖς ἀγγέλοις καὶ διάλεκτον ἐθνικὴν τῷ θεῷ, καθ’ ἣν φθέγξασθαι πάντως αὐτὸν ἐρεῖ τὸν θεὸν διὰ φωνητικῶν ὀργάνων, ἀρτηρίαν τε τραχεῖαν ἕξει καὶ ὑπερῴαν καὶ γλῶσσαν καὶ ὀδόντας καὶ τὰ λοιπά, δι’ ὧν εἰς λέξεις αἱ φωναὶ σχηματίζονται· ἴσως καὶ τῷ ἀποστόλῳ συγχρήσεται μάρτυρι· ‘ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων‘ οὐκ εἰδὼς ὑπερβολὴν εἶναι τὸ σχῆμα καὶ ὑπόθεσιν, ὡς εἰ καὶ γλῶσσα καὶ διάλεκτος ὑπῆρχεν ἀγγέλοις· οἷόν ἐστι· ‘κἂν ἐγώ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω‘· οὔτε γὰρ αὐτὸς τοῦτο ποιεῖν ἤμελλεν ὁ εἰπών· ‘οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν‘ οὔτε αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις, οἱ ‘δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον αὐτοῦ ποιοῦντεσ‘, οἱ ‘εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν‘ τοῦτο δρᾶν ἤμελλον.
Opif.55 ἀλλ’ εἰ καὶ τοῦτό τις [φησιν] ὑπόθοιτο γίγνεσθαι, εἰ καὶ παρὰ ταύτας ἑτέρας δυνάμεις δημιουργεῖσθαί τις συγχωρήσειεν, ἴσως δὲ καὶ πρὸς ἀσφάλειαν τῶν ἀκουόντων, ἐπειδήπερ καὶ ‘αὐτὸς ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτόσ‘· εἰ οὖν ἀσώματος καὶ νοερὰ τῶν ταγμάτων ἐκείνων ἐστὶν ἡ οὐσία, οὐδὲν τῶν ἡμετέρων ἔχουσιν αἰσθητηρίων· διὸ κυρίως ἐπ’ αὐτῶν ἔστιν εἰπεῖν τό· ‘νοῦς ὁρῇ καὶ νοῦς ἀκούει‘· ταῦτα δὲ πάντα, καθὰ φθάσας εἶπον, διασκεύασται τῷ Μωϋσεῖ πρὸς τὴν τῶν ἀνθρώπων ὠφέλειαν, οὓς πρῶτον εἰς θεογνωσίαν ἀγαγεῖν ἔσπευδεν οὔπω συνιέναι δυναμένους, πῶς ἅμα τῇ περὶ τοῦ γενέσθαι ὁτιοῦν νοήσει τοῦ θεοῦ τὰ πράγματα γίνεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενα· οὐ μόνον δὲ γῆν καὶ οὐρανὸν παρήγαγε μόνῳ τῷ βούλεσθαι ὁ θεός, ἀλλὰ καὶ τῶν λοιπῶν ἕκαστον· οἷον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ πρὸς πίστιν ἐγένετο τοῦ ὅτι αὐτὸς εἴη ὁ λόγῳ τὸ πᾶν δημιουργήσας· ‘θέλω‘, φησί, ‘καθαρίσθητι‘· ‘ὡς ἐπίστευσας γενηθήτω σοι‘ ἅμα τῇ βουλήσει γινομένου τοῦ πράγματος.
Opif.56 τὸ οὖν· ‘εἶπεν ὁ θεός· γενηθήτω φῶς καὶ ἐγένετο φῶσ‘ οὐδὲν ἕτερον ἢ τὴν ἔννοιαν τοῦ θεοῦ καὶ τὴν βούλησιν τὴν περὶ τοῦ γενέσθαι τὸ φῶς, ἐσήμανεν. ὅπερ καὶ Δαυὶδ ἐδίδαξε λέγων· ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν‘ διὰ μὲν τοῦ ‘εἶπεν‘ τὴν τοῦ θεοῦ νόησιν, διὰ δὲ τοῦ ‘ἐνετείλατο‘ τὴν περὶ τοῦ γενέσθαι τὸ νοηθὲν βούλησιν δηλῶν.
Opif.57 Πῶς δὲ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ συνυποστᾶσαι κατὰ Θεόδωρον τῶν ἀγγέλων αἱ μυριάδες, τέλειαι τὸν νοῦν, καὶ οὐχ ὡς ἡμεῖς ἀτελεῖς διὰ τὴν κατὰ μικρὸν τῆς γενέσεως τοῦ σώματος πρόοδον, καὶ αὐτό γε τοῦτο εἰδυῖαι, ὅτι χθὲς τυχὸν οὐκ οὖσαι νῦν ὑπέστησαν, οὐκ εὐθὺς εἰς ἔννοιαν τοῦ σὺν οὐρανῷ καὶ γῇ παραγαγόντος αὐτὰς ἤρχοντο πάντως; κατὰ τὸν Δαυὶδ εἰπόντα· ‘ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν‘ τουτέστιν· εἰς ἐμαυτὸν ὁρῶν καὶ τὴν περὶ ἐμὲ σοῦ διάταξιν θεασάμενος, εὐθέως τὴν περὶ σοῦ γνῶσιν θαυμαστὴν ἔσχον· καὶ τοσοῦτον τῆς ἐμῆς ἐπεκράτησε διανοίας, ὡς οὐδὲ εἰ βουλοίμην τυχὸν ἀντιβλέπειν δύνασθαι ταύτῃ· τοσοῦτόν ἐστιν ἐναργής· οὐδὲ γάρ, εἰ τὸν ἥλιόν τις ὁρῶν μὴ εἶναι λέγοι τοῦτον, πεῖσαι δύναται ἑαυτόν, ὡς οὐκ ἔστι· πολλῷ οὖν μᾶλλον ταῖς ἱεραῖς δυνάμεσιν οὐδὲν ἔλειπεν εἰς γνῶσιν θεοῦ τῇ τε αὐτὸν ἐνορώσαις καὶ τῇ τῶν σὺν αὐταῖς γενομένων κατὰ Θεόδωρον οὐρανοῦ καὶ γῆς συστάσει, ἵνα καὶ φωνῆς θεοῦ δεηθεῖεν εἰς ἔννοιαν τοῦ μὴ ὁρωμένου. αὐτὸ δὲ τοῦτο λίαν εὐτελές· ‘ἐπειδή‘ φησίν ‘ἀόρατος ἦν καὶ ἰδεῖν αὐταῖς οὐκ ἐνῆν τὸν θεόν, φωνὴν ἀφῆκεν, ἵνα διὰ τῆς φωνῆς τὸν μὴ ὁρώμενον μάθωσιν‘· ἠγνόησε γὰρ ὡς ἀόρατος τοῖς αἰσθητοῖς ἐστιν ὀφθαλμοῖς ὁ θεός· οὐδὲ γὰρ ἡ ψυχὴ τούτοις ὁρᾶται, ἐπεὶ μηδὲ σῶμά ἐστιν· χρωμάτων γὰρ ἡ ὄψις ἀντιλαμβάνεται, ἐν σώμασι δὲ τὰ χρώματα τὸ εἶναι ἔχουσι· τῷ νῷ δὲ καθαρεύοντι τὰ νοητὰ γιγνώσκεται καὶ θεὸς κατὰ τὴν ἑκάστου δύναμίν τε καὶ ἀξίαν· ἐπεὶ τί ἐστιν τό· ‘οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖσ‘ καὶ ‘νῦν ἐν ἐσόπτρῳ γινώσκω καὶ ἐν αἰνίγματι‘ φησὶν ὁ Παῦλος ‘τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γιγνώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην‘ καὶ ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται‘ ‘ὀψόμεθα γὰρ αὐτὸν καθὼς ἔστι.
Opif.58 καὶ ὁ ταύτην τὴν ἐλπίδα ἔχων καθαίρει ἑαυτόν‘. μόνοις οὖν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀόρατός ἐστιν ὁ θεός, ὁρᾶται δὲ τῷ νῷ καθαρεύοντι. ‘τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία‘. εἰ οὖν τὸν ἀόρατον θεὸν διὰ τῆς τοῦ κόσμου δημιουργίας ὁρᾶσθαί φησι τοῖς ἀνθρώποις ὁ Παῦλος, καὶ τοὺς μὴ διὰ τῶν κτισμάτων εἰς ἔννοιαν τοῦ πεποιηκότος ἐρχομένους ἀσυνέτους εἶναι καὶ ἐσκοτίσθαι λέγει τὴν καρδίαν, τί ἂν εἴποι τις περὶ τῶν ἁγίων ἀγγέλων, εἰ κατὰ Θεόδωρον καὶ φωνῆς ἐδεήθησαν, ἵνα δι’ αὐτῆς μόλις εἰς ἐπίγνωσιν ἔλθωσι τοῦ δημιουργήσαντος αὐτοὺς θεοῦ; τοσοῦτο καὶ τῆς τῶν ἀνθρώπων αὐτοὺς ὑφεῖσθαι διανοίας ἡγεῖται.
Opif.59 λόγος δεύτερος. ‘Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ΑΚΥΛΑΣ. Ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐθέν, καὶ σκότος ἐπὶ πρόσωπον ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ πρόσωπον ὑδάτων. ΘΕΟΔΟΤΙΩΝ. Ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν, καὶ σκότος ἐπὶ προσώπου ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ προσώπου τοῦ ὕδατος. ΣΥΜΜΑΧΟΣ. Ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ πρόσωπον ὑδάτων. αʹ.
Opif.60.(1t) Ὅτι τὴν τῶν στοιχείων θέσιν καὶ τάξιν καὶ τὸν ἀριθμὸν ἐδίδαξε Μωϋσῆς. Πρὸ τῆς κατὰ μέρος τῶν προκειμένων ἐξετάσεως θεωρητέον, πῶς καὶ νῦν τὴν φυσικὴν τῶν στοιχείων τάξιν ἐφύλαξε Μωϋσῆς. τεσσάρων γὰρ ὄντων δύο μέν ἐστι βαρέα, γῆ καὶ ὕδωρ, κοῦφα δὲ τὰ λοιπὰ δύο, πῦρ καὶ ἀήρ. ἀλλ’ ὕδατος μὲν [ἡ] γῆ βαρυτέρα, πῦρ δὲ κουφότερον ἀέρος, δι’ ὅπερ γῆ μὲν ὑφιζάνει τῷ ὕδατι, ἀέρος δὲ τὸ πῦρ ὑπεράλλεται. ἐν ἑκατέρᾳ δὲ συζυγίᾳ τὸ ξηρὸν τῆς ὀξυτέρας κινήσεώς ἐστιν αἴτιον, τῇ γῇ μὲν τῆς ἐπὶ τὸ κάτω, τῷ πυρὶ δὲ τῆς ἐπὶ τὸ ἄνω· τοῦτο γὰρ ἡμῖν ἐν τῷ περὶ τῶν ῥοπῶν σπουδάσματι δέδεικται· δι’ ὅπερ ἡ μὲν γῆ τὴν κατωτάτω πάντων εἴληφε χώραν, δευτέραν δὲ μετ’ αὐτὴν τὸ ὕδωρ, καὶ τῶν κούφων ἀνωτάτω μὲν ἀκολούθως ἐστὶν τὸ πῦρ, μέσος δὲ τούτου καὶ τοῦ ὕδατος ὁ ἀήρ, ᾗ μέν ἐστιν ὑγρὸς ὕδατι συμφωνῶν, ᾗ δὲ θερμὸς τῇ πυρώδει τοῦ ὑπεκκαύματος φύσει. Εἰπὼν οὖν ὁ προφήτης· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ τῶν λοιπῶν τὴν ἐν μέσῳ νῦν παρέδωκε τάξιν διὰ τοῦ· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ σκότος μὲν λέγων, ὡς ἔφθην εἰπών, τὸν ἐσκοτισμένον ἀέρα μήπω γενομένου φωτός, ἄβυσσον δὲ τὴν ὅλην τῶν ὑδάτων σύστασιν. ὅτι δὲ τοῦτό ἐστιν ἄβυσσος, ὁ ψαλμὸς ἔδειξεν εἰπών· ‘ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων‘ καὶ πάλιν· ‘ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου‘.
Opif.61 ὃ σαφέστερον ἑτέρωθι γέγραπται· ‘ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου πάσης τῆς γῆσ‘. ἄνω οὖν ἄβυσσον τὸ ὕδωρ τῶν ὑετῶν εἶπε, κάτω δὲ τὸ τῆς θαλάσσης, ὃ διὰ τῶν ἀτμῶν ἄνω φερόμενον καὶ πυκνούμενον, αὖθις εἰς ὕδωρ παλινδρομεῖ κάτω. βʹ. Διὰ τί ἀόρατον εἶναι τὴν γῆν ὁ Μωϋσῆς εἴρηκεν, καὶ πῶς τὴν τάξιν τῶν στοιχείων παρέδωκεν. Ἀόρατον δὲ τὴν γῆν ἔφη διὰ τὸ πανταχόθεν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι, οὔπω δοχείων ἐν γῇ γενομένων εἰς ἃ τὸ ὕδωρ ἔδει συρρεῖν. ὅτι γὰρ διὰ τοῦτο καὶ μόνον ἀόρατον αὐτὴν ἐκάλεσεν, ἔδειξε μετὰ τὴν τοῦ φωτὸς καὶ τοῦ στερεώματος γένεσιν εἰπὼν ὁ θεός· ‘συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘ ὡς δὴ μηδὲ μετὰ τὴν τοῦ φωτὸς γένεσιν ὁρωμένης τῆς γῆς διὰ τὸ τῷ πλήθει τῶν ὑδάτων πανταχόθεν καλύπτεσθαι. ὅσον γὰρ ἐπὶ τῷ μὴ εἶναι φῶς, οὐδὲ ὁ οὐρανὸς οὐδὲ τὸ ὕδωρ ἑωρᾶτο· ὁ δὲ ἀήρ, ἀχρωμάτιστος ὤν, καὶ φύσει ἐστὶν ἀόρατος· καὶ ἁπλῶς δίχα φωτὸς οὐδενὸς ἡ ὄψις ἀντιλαμβάνεται. διαφανὲς μὲν γάρ ἐστι καὶ τὸ ὕδωρ, ἀλλὰ παχύτερον ἀέρος, δι’ ὅπερ ἐν τῷ πλήθει τῶν ὑδάτων οὔτε τὸ φῶς ἀκριβῶς διϊκνεῖται μέχρι τοῦ πέρατος τῶν βαθυτάτων πελαγῶν, οὔτε ἡ ὄψις ἡμῶν ἄνωθεν ἀντιλαμβάνεσθαι τῶν ἐν τῷ βυθῷ δύναται.
Opif.62 διὰ τοῦτο οὖν καὶ γενομένου φωτὸς καὶ τῶν ἄλλων ὁρωμένων οὐδὲν ἧττον ἀόρατος ἦν ἡ γῆ πανταχόθεν ὑπὸ τῆς οὐσίας ἁπάσης καλυπτομένη τοῦ ὕδατος. μόνως οὖν ἀόρατον εἶπε τὴν γῆν διὰ τὸ πᾶσαν ὑποβρύχιον εἶναι. Δευτέραν οὖν ἀκολούθως τῇ φύσει μετὰ τὴν γῆν τῷ ὕδατι τὴν τάξιν ὁ προφήτης ἔδωκεν ἔξωθεν αὐτῆς πᾶσαν καλύπτοντι τὴν ἐπιφάνειαν, εἶτα τὸν ἀέρα τρίτον τοῖς ὕδασιν ἐπιπολάζειν εἰπὼν ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘. τὸν ἀφώτιστον γὰρ οὕτως ἐκάλεσεν ἀέρα, ἐπεὶ καὶ φῶς τὸν πεφωτισμένον πολλάκις ὀνομάζειν εἰώθαμεν, ὡς ἐν τῷ πρὸ τούτου δέδειχα. τὴν τοῦ πυρὸς οὖν δοκεῖ παραλελοιπέναι οὐσίαν. Γῆ μὲν οὖν καὶ ὕδωρ καὶ ἀὴρ τὴν ἐξ ἀλλήλων διάκρισιν ἔχουσι φανεράν· τὸ δὲ ὑπέκκαυμα, ὃ τοῦ πυρὸς ὁλότητά φασιν οἱ φυσικοί, τῷ ἀέρι συνεχὲς ὄν, ῥᾳδίαν οὐκ ἔχει τὴν ἀπ’ αὐτοῦ διάκρισιν· καὶ διὰ τοῦτο ἴσως τοῦτο σεσίγηκε Μωϋσῆς, ὡς μὴ τοῦ ἀέρος αὐτὸ χωριζούσης ἡμῶν τῆς αἰσθήσεως. ἵνα γὰρ οὕτως εἴπω, ἀὴρ ὑπάρχει ξηρὸς τὸ ὑπέκκαυμα· μία γάρ ἐστι συνέχεια σώματος οὐρανοῦ καὶ ὕδατος μεταξύ· κοινωνεῖ δὲ ὁ ἀὴρ τοῖς ἑκατέρωθεν αὐτοῦ στοιχείοις, θερμότητι μὲν τῷ ὑπεκκαύματι, ὑγρότητι δὲ τῷ ὕδατι· καὶ τοῖς αὐτοῖς πάλιν ἐναλλὰξ ἑκατέρου κεχώρισται, θερμότητι μὲν ὕδατος, ὑγρότητι δὲ τοῦ ὑπεκκαύματος. Μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι τό· ‘πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τὴν τοῦ ὑπεκκαύματος φύσιν ἐδήλωσεν.
Opif.63 ἐξ ἐκείνης γὰρ τοὺς ἀνέμους ὁ Ἀριστοτέλης συνίστησιν. οὐδὲ γὰρ ἀέρος χεῦμα καὶ ῥεῦμα καθ’ Ἱπποκράτην ἐθέλει τοὺς ἀνέμους εἶναι, ἀλλ’ ἐκ τῆς καπνώδους ἀναθυμιάσεως ἔχειν τὴν γένεσιν. καὶ πολύς ἐστιν τοῦτο δεικνύς. ὥστε διὰ μὲν τοῦ εἰπεῖν· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘ τὸν ἀφώτιστον ἀέρα δηλοῖ—ἐν αὐτῷ γὰρ τότε σκότος καὶ τὸ ἀντικείμενον αὐτῷ συνίσταται φῶς—διὰ δὲ τοῦ· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τὸ ὑπέκκαυμα, ἐξ οὗ τῶν πνευμάτων ἡ φύσις. Ἀλλ’ ἀντικεῖσθαι δοκεῖ τὸ εἰπεῖν ἐπάνω τοῦ ὕδατος· ἐπιπολάζει γὰρ τὸ ὑπέκκαυμα τῷ ἀέρι, οὐχὶ τῷ ὕδατι. ἢ οὖν διὰ τὴν ὑγρὰν τοῦ ἀέρος φύσιν ὕδωρ καὶ αὐτὸν ὀνομάζει συνεχῆ ὄντα τῷ ὕδατι καὶ ὅτι ῥᾳδία καὶ διηνεκὴς τῶν δύο τούτων στοιχείων, ὕδατός τε καὶ ἀέρος, ἡ εἰς ἄλληλα μεταβολή, ἢ ὅτι κάτωθεν ἑκατέρα τῶν ἀναθυμιάσεων ἄνεισιν, ἡ ἀτμιδώδης τε καὶ ἡ καπνώδης. ἔστιν δὲ ἡ μὲν ἀτμὶς ἀρχὴ καὶ ὁδὸς εἰς γένεσιν ἀέρος, ἡ δὲ καπνώδης ἐκ τῆς γῆς συνεστῶσα, ξηρά τε οὖσα καὶ θερμή, τοῦ ὑπεκκαύματος· καὶ οὕτως ἡ τῶν στοιχείων ἁπάντων πληροῦται τάξις μετὰ τὸν ἀέρα φερομένου τοῦ πνεύματος. Εἰ δὲ καὶ αὐτῷ λέγει τῷ ὕδατι καὶ τὸ σκότος ἐπεῖναι καὶ τὸ πνεῦμα ἐπιφέρεσθαι, θαυμαστὸν οὐδέν. ἄνω γὰρ συνισταμένη τῶν ἀνέμων ἡ φύσις μέχρι γῆς καὶ ὕδατος ἐν ταῖς καταιγίσι μάλιστα φέρεται. τότε δὲ ὑποβρυχίου ἔτι τῆς γῆς οὔσης μόνῳ τῷ ὕδατι καὶ ὁ ἀὴρ ἐπῆν καὶ τὸ πνεῦμα ἐπεφέρετο, συμφώνως τῇ ἀστάτῳ τοῦ πνεύματος κινήσει τοῦ ‘ἐπεφέρετο‘ εἰρημένου.
Opif.64 ἀληθὲς οὖν καὶ τὸν ἀέρα καὶ τὰ πνεύματα, τὸν μὲν ἐπάνω εἶναι τοῦ ὕδατος, τὰ δὲ ἐπιφέρεσθαι τούτῳ, ἵνα ἐκ τοῦ μέρους τοῦ πλησιάζοντος ἡμῖν διὰ τῶν πνευμάτων τὴν ὅλην τοῦ ὑπεκκαύματος διδάξῃ φύσιν. μήποτε δὲ διὰ τοῦ εἰπεῖν τὸ μὲν σκότος ἐπάνω τῆς ἀβύσσου εἶναι, τουτέστιν τῶν ὑδάτων, τὸ δὲ πνεῦμα ἐπιφέρεσθαι ἐπάνω τοῦ ὕδατος, διὰ τοῦ δὶς τὴν ‘ἐπὶ‘ πρόθεσιν παραληφθῆναι σημαίνοι ἂν ἴσως τὸ ἐπιφέρεσθαι τὸ πνεῦμα τῷ ὄντι ἐπάνω τοῦ ὕδατος, τουτέστι τῷ ἀέρι· καὶ οὕτω πάλιν διὰ πάντων τὸ ἀκριβὲς τῆς Μωϋσέως φυσιολογίας συνέστη. γʹ. Ὅτι οὐδενὸς τῶν λοιπῶν στοιχείων ἡ γένεσις ἀμνημόνευτος ἔμεινε, καὶ ὡς οὐ τὸν ἀέρα μόνον ἀλλὰ καὶ τῶν δημιουργημάτων ἕκαστον τοῦ θεοῦ εἶναί φησιν ἡ γραφή. Ἐνταῦθα δέ τις οὐκ ἀκόμψως ἐπέστησεν, ὡς ἐπειδή φησιν εἰπών· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ τὰ ἐν μέσῳ τούτων ὡς συμπεριειλημμένα τοῖς ἄκροις σεσίγηκε· καὶ τούτων, φησί, νῦν ὡς ὑπὸ θεοῦ γενομένων ἐμνήσθη εἰπών· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘, τουτέστι τὸ ὑπὸ θεοῦ γενόμενον· οὕτω γὰρ εἴρηκε πνεῦμα θεοῦ, ὡς καὶ ἐν τῇ δευτέρᾳ τῶν βασιλειῶν· ‘ἔσταξεν δὲ ἐπ’ αὐτοὺς ὕδωρ θεοῦ ἐκ τοῦ οὐρανοῦ‘, ἵνα τὸ ὑέτιον σημάνῃ.
Opif.65 καὶ ἐν τῷ Ἰώβ· ‘πῦρ θεοῦ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ‘· τοιοῦτόν ἐστιν κἀκεῖνο· ‘καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ‘. ἀλλὰ καὶ Ἡσαΐας φησί· ‘πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ‘. ὅμοιον οὖν ἐστι κἀνταῦθα τό· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘ τουτέστι τὸ ὑπὸ θεοῦ γενόμενον· οἷόν ἐστι κἀκεῖνο· ‘διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά, πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα‘. σκόπει γάρ, ὅτι καὶ τὸν κρύσταλλον καὶ τὸ ψῦχος καὶ τὸ πνεῦμα αὐτοῦ εἶπεν εἶναι τοῦ θεοῦ· τῷ γὰρ εἰπεῖν· ‘καὶ ῥυήσεται ὕδατα‘ σαφῶς τὸ τῶν ἀνέμων ἐσήμανε πνεῦμα, οὓς τῆς φύσεως εἶναι τοῦ ὑπεκκαύματος εἴπομεν. καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τὰ ὑπ’ αὐτοῦ γενόμενα τοῦ θεοῦ εἶναί φησιν ἡ γραφή. ‘εὐλογεῖτε γὰρ πάντα τὰ ἔργα κυρίου τὸν κύριον‘ εἰποῦσα κατὰ μέρος αὐτὰ ἐπήγαγεν ‘ἄγγελοι κυρίου‘ καὶ τὰ ἑξῆς, οἷς ἅπασιν συνυπακούεται τὸ ‘κυρίου‘. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων οὐδὲν ἧττον ἀμνημόνευτος ἡ τοῦ πυρὸς ἔμεινε φύσις. Οἶμαι οὖν τὸ παρ’ ἡμῶν εἰρημένον ἐντελεστέραν τὴν Μωϋσέως περὶ τῶν στοιχείων δείκνυσι φυσιολογίαν.
Opif.66 οὐδὲ γὰρ τοὺς ἀνέμους, ὡς εἶπον ἤδη, ὁ φυσικώτατος Ἀριστοτέλης ἀέρος εἶναι κίνησιν βούλεται, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. δʹ. Ὅτι καὶ Μωϋσῆς καὶ Ἡσαΐας καὶ ὁ Ἰὼβ σφαιρικὸν εἶναι τὸ σχῆμα τῆς γῆς ἐθέλουσι καὶ ὡς πανταχόθεν αὐτὴν καλύπτον τὸ ὕδωρ ἐξ ἀνάγκης αὐτῇ συνεσχηματίζετο. Δεδειγμένου δὲ ὅτι πανταχόθεν ἡ γῆ τοῖς ὕδασιν ἐκαλύπτετο καὶ οὐδὲν ἦν αὐτῆς μόριον ἀσκεπές, δῆλον ἐντεῦθεν, ὅτι σφαιροειδής ἐστι καὶ αὐτή. μέση γὰρ οὖσα καὶ τὸ κέντρον περιέχουσα τοῦ παντός, εἰ μὴ σφαιρικὸν εἶχε τὸ σχῆμα, ἀδύνατον ἦν πανταχόθεν αὐτὴν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι· ὅσα γὰρ τῶν μερῶν αὐτῆς μὴ πρὸς τὸ κέντρον εἶχε τὴν νεῦσιν, ἀσκεπῆ πάντως ἦν· ἐπὶ μόνου γὰρ τούτου τοῦ σχήματος τὰ ἐπικείμενα βάρη πανταχόθεν αὐτῷ πρὸς τὸ κέντρον νένευκεν ἀκριβῶς, ἐπ’ ἄλλου δὲ τῶν σχημάτων οὐδενός. Εἰ γὰρ ἐν ἄλλῳ τις αὐτὴν ὑπόθοιτο σχήματι, ὁποῖον ἄν τις καὶ πλάσαιτο, ἐποχεῖσθαι πανταχόθεν αὐτῇ τὸ ὕδωρ ἀδύνατον. εἰ δὲ πάσῃ ἐποχεῖτο καὶ ὅλην ἐκάλυπτε, πῶς οὐκ ἐξ ἀνάγκης σφαιρικὴ διὰ τοῦτό ἐστιν ἡ γῆ; διὸ καὶ τὸ περιέχον ἅπασαν ὕδωρ αὐτῇ συνεσχηματίζετο ἔξωθεν, ἵνα τὸ ἐν ἑκάστῳ μέρει αὐτῆς ὀχούμενον ὕδωρ, νεῦον ἐπὶ τὸ κέντρον, μὴ ἀπολισθάνοι τῆς γῆς· τὸ γὰρ ἀπολισθάνον αὐτῆς τὴν τοῦ πυρὸς πάντως κατὰ φύσιν οἰσθήσεται τὴν ἐπὶ τὸ πέριξ, ὅπερ ἀδύνατον. εἰ δὲ μὴ πανταχόθεν αὐτὴν πᾶσαν δι’ ὅλου περιεκάλυπτε, ψεύδεται λέγων ἀόρατον εἶναι τὴν γῆν, καί, πρὶν γὰρ συναχθῆναι τὸ ὕδωρ, ἑωρᾶτο, εἰ καὶ μὴ πᾶσα· οὐδὲ γὰρ νῦν ὁρᾶται πᾶσα· πολλὰ γὰρ αὐτῆς μέρη καλύπτει τὰ ὕδατα.
Opif.67 Οὐ μόνον δὲ ἐκ τῆς κοσμοποιΐας τοῦ σοφωτάτου Μωϋσέως τοῦτο δείκνυται, ἀλλὰ καὶ ὁ Ἡσαΐας σαφῶς εἴρηκεν· ‘ὁ κατέχων τὸν γῦρον τῆς γῆσ‘· ἡ δὲ λέξις τὸ περιφερὲς αὐτῆς σημαίνει. ἀλλὰ καὶ τὸ παρὰ τῷ Ἰώβ· ‘κρεμάζων γῆν ἐπὶ μηδενόσ‘ οὐκ ἄλλως σῴζεται, εἰ μὴ σφαιροειδὴς νοοῖτο ἡ γῆ καὶ τοῦ παντὸς εἴη μέση. εἰ γὰρ ἐπὶ μόνον τὸ κέντρον τοῦ παντὸς τὰ βάρη φέρεται πάντα, ἀδύνατον αὐτῇ τὸ στάσιμον καὶ ἀκίνητον σῴζεσθαι, μὴ ἑκάστου μορίου αὐτῆς πρὸς τὸ κέντρον ῥέποντος. τοῦτο δὲ μόνως ἂν ὑπάρχοι αὐτῇ σφαιρικῇ οὔσῃ καὶ ἐν μέσῳ τοῦ παντὸς ὑπαρχούσῃ. εʹ. Διὰ τί ἡ γῆ ἀκατασκεύαστος ἦν καὶ ὅτι τῇ αὐτῇ ἐννοίᾳ αἱ ἐκδόσεις πᾶσαι συμπεφωνήκασι. Εἰς δὲ τὸ ἀκατασκεύαστον εἶναι τὴν γῆν κοινῶς σχεδὸν συνεφώνησαν ἅπαντες, τὴν μήπω τοῦ ἰδίου κόσμου καὶ τῆς φυσικῆς τυχοῦσαν τελειότητος, ἣν ἔσχεν ὕστερον εἰπόντος τοῦ θεοῦ· ‘συναχθήτω τὸ ὕδωρ καὶ ὀφθήτω ἡ ξηρὰ καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου‘ καὶ τὰ ἑξῆς, ὅσα τῷ θείῳ προστάγματι γέγονεν. οὐδὲ γὰρ τότε πρὸς γένεσιν τούτων ἐπιτηδεία ἦν συμπεφυρμένη τοῖς ὕδασι καὶ πηλώδης οὖσα καὶ πᾶσα κεκαλυμμένη ὑπ’ αὐτῶν· ὡς εἰ καὶ τὸ ἀρτίτοκον βρέφος λέγοι τις εἶναι ἀκατασκεύαστον, μήτε συμπήξεως τῆς δεούσης μήτε ἡλικίας τυχὸν μήτε τῶν κατὰ φύσιν προσόντων τῇ λογικῇ ψυχῇ, μηδὲν ἐνεργεῖν δυνάμενον μηδὲ κατὰ πάσας τὰς σωματικὰς τότε δυνάμεις.
Opif.68 εἴποις δ’ ἂν καὶ οἶκον ἔτι ἀκατασκεύαστον τὸν μήπω τοῦ οἰκείου τυχόντα κόσμου, ὡς καὶ ἡ γῆ πρὸς οἴκησιν ζῴων καὶ βλάστην φυτῶν ὑπῆρχεν ἀνεπιτήδειος. Τῇ δὲ ἐννοίᾳ ταύτῃ καὶ αἱ λοιπαὶ τῶν ἐκδόσεων συμφέρονται. Ἀκύλας μὲν οὖν φησιν· ‘ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐθέν‘· Θεοδοτίων· ‘ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν‘· Σύμμαχος· ‘ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον‘· κένωμα μέν, ὡς κενὴ πάντων οὖσα φυτῶν καὶ ζῴων, ὧν ὕστερον ἐπληρώθη τῷ θείῳ προστάγματι ‘αὐξάνεσθε‘ λέγοντι ‘καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘. ὥστε καθ’ ὃ μὲν δυνάμει πρότερον ἦν, ἃ ὕστερον ἔσχεν ἐνεργείᾳ, θὲν ἦν, τουτέστι ἦν τι· καθ’ ὃ δὲ μήπω εἰς ἐνέργειαν ἦκτο, οὐδὲν ἦν. τοῦ γὰρ δ εἰς τὸ θ μεταβολή ἐστιν, ᾗ καὶ πολλοὶ τῶν παλαιῶν ἐχρήσαντο, οἷόν ἐστιν καὶ τὸ οὐθὲν καὶ τὸ οὐθέτερον παρά τισι διὰ τοῦ θ λεγόμενον. ἢ οὖν ἐκ παραλλήλου παρὰ τῷ Ἀκύλᾳ τὸ κένωμα καὶ οὐθὲν εἴρηται, ἢ οὕτω· κενὴ ἦν καὶ διὰ τοῦτο οὐδέν. ἡ δὲ Συμμάχου σαφεστέρα ἐστίν· ἀργὸν καὶ ἀδιάκριτον· ἀργὸν μὲν τῶν κατὰ φύσιν αὐτῆς ἐνεργειῶν, ἃς πρότερον μὲν εἶχε δυνάμει, ὕστερον δὲ τὸ θεῖον αὐτὰς εἰς ἐνέργειαν ἤγαγε πρόσταγμα· μόνη γὰρ ἡ δύναμις τῆς ἐνεργείας χωρίς, ὡς ὁ δυνάμει πριὼν καὶ τὸ δυνάμει ἱμάτιον, οἷον τὸ ἔριον ἀργόν ἐστι καὶ ἀκίνητον· ἀδιάκριτος δὲ διὰ τὴν ἐπιμιξίαν τοῦ ὕδατος, μήπω τούτου διακεκριμένη.
Opif.69 ϛʹ. Ὅτι τὸ σκότος οὔτε οὐσία ἐστὶν οὔτε ποιότης, στέρησις δὲ μόνη τοῦ ἀντικειμένου φωτός. Ἐπειδὴ δὲ ἔλεγον, ὡς εἰπών· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘ τὸν ἀφώτιστον ἀέρα δεδήλωκε—καὶ γὰρ τὸν πεφωτισμένον ἐσθ’ ὅτε φῶς ὀνομάζομεν, ἄλλο δέ ἐστι τῷ ἀέρι 〈τὸ〉 εἶναι καὶ ἄλλο τὸ πεφωτίσθαι ἢ ἀφωτίστῳ εἶναι, ὅπερ σκότος ὠνόμασται—ζητοῦμεν νῦν, εἰ ὥσπερ τὸ φῶς ὑπέστησεν ὁ θεὸς εἰπών· ‘γενηθήτω φῶσ‘, οὕτω καὶ τοῦ σκότους ἐστὶ καθ’ αὑτὸ ποιητής· αἱ μὲν οὖν περὶ τοῦ σκότους τῆς Μανιχαϊκῆς καὶ ἀσεβοῦς μυθολογίας ζητήσεις παρείσθωσαν εὐθύνας ἤδη πρότερον παρασχοῦσαι πολλοῖς· νυνὶ δὲ ἡμῖν περὶ τοῦ ἐν ἀέρι σκότους ἡ ζήτησις, εἴτε ποιότης ἐστὶν ἐπιγιγνομένη αὐτῷ, ὡς καὶ τὸ φῶς καὶ τὸ θερμὸν ἄγαν καὶ τὸ ψυχρόν—οὐσία γὰρ ὅτι οὐκ ἔστι, πρόδηλον—εἴτε τούτων μὲν οὐδέτερον οὔτε οὐσία, οὔτε ποιότης, στέρησις δὲ μόνη καὶ ἀπουσία τοῦ ἀντικειμένου φωτός, ὡς τὸ ἄσοφον, ὡς τὸ ἄφιλον, ἄοικος, ἄνανδρος, ἄμουσος, ἄχροος καὶ ὅσα τοιαῦτα· μόνην γὰρ τὴν ἀπουσίαν τοῦ ἀντικειμένου πάντα ταῦτα δηλοῦσι τὰ ὀνόματα. Εἰ μὲν οὖν ποιότητές εἰσιν ἐναντίαι τὸ φῶς καὶ τὸ σκότος ὡς τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ λευκόν τε καὶ τὸ μέλαν, ἐπειδὴ τῶν ἐναντίων ποιοτήτων ἑκατέρας τὸ ποιητικὸν αἴτιον προφανές, οἷον τοῦ μὲν θερμαίνεσθαι ἡμᾶς τὸ πῦρ ἢ ὁ ἥλιος, τοῦ δὲ ψύχεσθαι χιὼν κρύσταλλος ὕδωρ· εἰ οὕτως ἀντίκειται τῷ φωτὶ τὸ σκότος, ἀνάγκη πάντως ἦν, ὥσπερ τὰ ποιητικὰ αἴτια τοῦ φωτός ἐστι προφανῆ ἥλιος σελήνη ἀστέρες, τὸ πῦρ τοῦτο τὸ παρ’ ἡμῖν, οὕτως ἔδει καὶ τοῦ σκότους εἶναι καὶ φαίνεσθαι ποιητικὴν αἰτίαν.
Opif.70 νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ μόνῃ τῇ ἀπουσίᾳ τοῦ φωτίζοντος παρυφίσταται τὸ σκότος. καὶ ἐπὶ μὲν τῶν ἐναντίων, ψυχρὸν [ὃν] φέρε τὸ ἡμέτερον σῶμα, ἐπιγενομένης θερμότητος ὑπὸ ἡλίου ἢ πυρὸς ἢ ἄλλης αἰτίας, ἐξωθεῖται μὲν κατὰ μέρος ὑπὸ τοῦ θερμοῦ τὸ ψυχρόν, αὐτὸ δὲ τὸ θερμὸν ἐπικρατεῖ τοῦ ἡμετέρου σώματος. οὕτως οὖν ἔδει καὶ τὰ ποιητικὰ τοῦ σκότους αἴτια τὸ μὲν φῶς ἐξωθεῖν τοῦ ἀέρος, ἐγγεννᾶν δὲ αὐτῷ τὸ σκότος· νυνὶ δὲ τοιοῦτον οὐδέν ἐστιν, ἀλλ’ ἡ τοῦ φωτίζοντος ἀπουσία καὶ μόνη παρυπόστασιν τῷ σκότῳ δίδωσιν ὡς καὶ νέφος ὑποδραμὸν τὸν ἥλιον ἐμποδίζει μὲν ταῖς ἡλιακαῖς ἀκτῖσι, τῇ δὲ ἐκείνων ἀπουσίᾳ ὁ ἀὴρ ἀφώτιστος γίνεται, καὶ τοῦτο καλεῖται σκότος. Ἐξ οὗ δῆλον, ὅτι μὴ ὡς τὰ ἐναντία τὸ φῶς καὶ τὸ σκότος ἀλλήλοις ἀντίκεινται, ἀλλ’ ὡς ἕξις μόνον καὶ στέρησις, ἐν οἷς ἡ στέρησις οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπουσία μόνη τῆς ἕξεως. ὁ μὲν γὰρ σοφὸς γνώσεως πολλῆς αὐτῷ γίνεται παρουσίᾳ, ὁ δὲ ἄσοφος ἀπουσίᾳ καὶ μόνῃ σοφίας· ὁμοίως ὁ μὲν μουσικὸς τῇ ἐπιστήμῃ τῶν ῥυθμῶν γίνεται μουσικός, ὁ δὲ ἄμουσος μόνῳ τῷ μὴ μεμαθηκέναι τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ῥυθμῶν ἄμουσός ἐστιν.
Opif.71 ὁμοίως ὁ ἔντεχνος ἔχει πρὸς τὸν ἄτεχνον· τῷ μὲν γὰρ τέχνη τις πάρεστι καὶ ἐπιστήμη τινῶν, τεκτονικὴ φέρε ἢ ὑφαντική· ὁ δὲ ἄτεχνος μόνῳ τῷ μὴ ἔχειν τέχνην τινὰ οὕτω λέγεται. οὕτως καὶ ἐπὶ πάσης ἔχει στερήσεως, ἄοικος ὁ μὴ ἔχων οἶκον, ἄφιλος ὁ μὴ ἔχων φίλους, ἀνέστιος ὁ μὴ ἔχων ἑστίαν, ἄχροός ἐστιν ὁ ἀὴρ παρὰ τὸ μηδὲν ἔχειν χρῶμα, διὸ καὶ ἀόρατος. οὕτω καὶ τὸ ἀφώτιστον, τὸ φωτὸς ἐστερημένον, οὐ τὸ ἐναντίαν ἔχον τῷ φωτὶ ποιότητα, ὅπερ ὠνόμασται σκότος, ὥσπερ καὶ ἡ ἀπουσία τῶν ὄψεων τυφλότης καλεῖται καὶ ἡ τῆς ἀκοῆς στέρησις κωφότης καὶ ὁ μὴ φωνεῖν δυνάμενος ἄφωνος, οἷοί περ εἰσὶν οἱ ἰχθύες· τὸν δὲ τοιοῦτον καὶ κωφὸν καλοῦσι παρὰ τὸ ἐκκεκόφθαι τὴν ὄπα τουτέστιν τὴν φωνήν. οὕτως οὖν καὶ τὸ ἀφώτιστον ἐκλήθη σκότος. οὔτε ἄρα οὐσία τὸ σκότος ἐστὶν οὔτε ποιότης, ἀλλὰ μόνη φωτὸς ἀπουσία. ζʹ. Τίνες αἱ διαφοραὶ τῶν στερήσεων καὶ ποίᾳ τούτων ὑποπίπτει τὸ σκότος. Τῶν δὲ στερήσεων αἱ μὲν προϋπάρχουσι τῶν ἕξεων, αἱ δὲ τούτων εἰσὶν ὕστεραι, αἱ δέ εἰσιν αὐτῶν ἑκατέρωθεν. πρότεραι μὲν τῶν ἕξεων ἐν ταῖς γενέσεσι· πᾶν γὰρ γιγνόμενον ἐκ τῆς ἰδίας στερήσεως γίγνεται, ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, τὸ θερμὸν ἐξ οὐ θερμοῦ· μετὰ δὲ τὴν ἕξιν· ὁ ἐξ ὁρῶντος γενόμενος τυφλὸς καὶ ὁ ἐξ ἀκούοντος κωφός. ἑκατέρωθεν δέ, ὡς ὁ ἄτεχνος· καὶ γὰρ πρὸ τῆς τεχνικῆς ἕξεως ἄτεχνος ἦν καὶ εἰ μετὰ τὴν τέχνην ἐκ πάθους τινὸς λήθη συμβαίη, πάλιν ἄτεχνος γίνεται.
Opif.72 τοιοῦτός ἐστιν καὶ ὁ ἄοικος καὶ ὁ ἄφιλος καὶ ὁ ἄδουλος· ταύτης ἐστὶ τῆς τάξεως καὶ τὸ ἀφώτιστον· πρὶν μὲν γὰρ γενέσθαι τὸ φῶς, ὁ ἀὴρ ἀφώτιστος ἦν· ἀλλὰ καὶ γενομένου τοῦ φωτός, ὅτε ὑπὸ τὴν γῆν ὁ ἥλιος γίνεται, ὁ πεφωτισμένος ἀὴρ πάλιν ἐστὶν ἀφώτιστος. ηʹ. Πῶς νοητέον τὸ παρὰ τῷ Ἡσαΐᾳ· ‘ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά‘. Τούτου δεδειγμένου δῆλόν ἐστι λοιπὸν καὶ τὸ ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ τοῦ σκότους ὡς ἀπὸ θεοῦ λεχθέν· ‘ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά‘. ἐρεῖ γάρ τις, ὡς, εἰ ἕκαστον τῶν ὑπὸ θεοῦ γενομένων οὐσίωται, ὥσπερ τὸ φῶς ὁ θεὸς ἐποίησεν εἰπών· ‘γενηθήτω φῶσ‘, οὕτω καὶ τὸ σκότος πεποιηκέναι τὸν θεὸν Ἡσαΐας φησίν. ἀλλ’ οὐδαμοῦ τῆς κοσμοποιΐας εἶπεν ὁ θεός· ‘γενηθήτω σκότοσ‘ ἢ ‘ἐποίησεν ὁ θεὸς σκότοσ‘. οὕτω γὰρ ἂν καὶ τῶν κακῶν ποιητὴν ἐροῦμεν διὰ τὸ εἰπεῖν· ‘καὶ κτίζων κακά‘. ἀλλὰ τοῦτο μὲν ὅπως εἴρηται οὐ τοῦ προκειμένου σκοπεῖν. Ὥσπερ δὲ ὁ τὴν σκηνὴν ποιήσας ἢ πᾶσαν ὀπὴν φωταγωγόν, δι’ ἧς εἰς οἶκόν τινα φέρεται τὸ φῶς, ἀποφράξας λέγοιτο ἂν τὸ ἐντὸς γενόμενον ποιῆσαι σκότος —οὐ καθ’ αὑτὸ δημιουργήσας αὐτό, ἀλλὰ τῷ τὴν εἴσοδον ἀποφράξαι τοῦ φωτός, καὶ τὴν στέρησιν αὐτοῦ, τὸ σκότος, κατὰ συμβεβηκὸς ποιῆσαι λέγεται— οὕτω καὶ ὁ τὰ διαφανῆ σώματα πρὸ τοῦ φωτὸς ποιήσας, ἐν οἷς καὶ αὐτὸ τὸ φῶς καὶ ἡ τούτου στέρησις ἐπιγίνεται, τὸ σκότος, ἀκολούθως λέγοιτο ἄν, διὰ τὸ μήπω πεφωτίσθαι τὰ διαφανῆ, καὶ αὐτὸ πεποιηκέναι τὸ σκότος.
Opif.73 Καὶ δῆλον πάλιν, ὅτι μὴ καθ’ αὑτὸ γέγονεν ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ μήπω πεφωτίσθαι τὰ διαφανῆ ὑπῆρχεν ἀλαμπῆ, ὡς καὶ ὁ τὴν λαμπάδα σβέσας ἐν νυκτὶ λεχθείη ἂν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἦν ἡ λαμπάς, ποιῆσαι σκότος οὐ καθ’ αὑτό, ἀλλ’ ὡς εἶπον κατὰ συμβεβηκός. εἴποι δ’ ἄν τις καὶ τὴν ἀπουσίαν τοῦ ἰατροῦ νόσου ἑαυτῷ γεγονέναι αἰτίαν ἢ τοῦ μὴ ὑγιᾶναι τὸν νοσοῦντα, καὶ τὸ μὴ παρεῖναι τὸν διδάσκαλον τοῦ ἀπαίδευτον γεγονέναι τὸν παῖδα· καὶ δῆλον, ὡς κατὰ συμβεβηκὸς ἑκάτερος ὁ μὲν τῆς νόσου, ὁ δὲ τῆς ἀπαιδευσίας τοῦ παιδὸς αἴτιος ἦν· οὕτως οὖν καὶ ὁ τὰ διαφανῆ ποιήσας, πρὶν γενέσθαι τὸ φῶς, λέγοιτ’ ἂν ποιῆσαι τὸ σκότος· ὁμοίως καὶ ὁ τὰ ἀντιφρακτικὰ ποιήσας λέγοιτ’ ἂν ποιῆσαι τὸ σκότος κατὰ συμβεβηκός. μήπω γὰρ τῆς ἕξεως γενομένης τὴν στέρησιν ἐν τοῖς δεκτικοῖς εἶναι ἀνάγκη. Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶσ‘ καὶ ἐγένετο φῶσ‘. ΑΚΥΛΑΣ καὶ εἶπεν ὁ θεός· ‘γενέσθω φῶσ‘ καὶ ἐγένετο φῶς. ΘΕΟΔΟΤΙΩΝ ὁμοίως τοῖς ἑβδομήκοντα.
Opif.74 ΣΥΜΜΑΧΟΣ καὶ εἶπεν ὁ θεός· ‘ἔστω φῶσ‘ καὶ ἐγένετο φῶς. θʹ. Διάφοροι δόξαι τῶν ἐξηγησαμένων τό· ‘καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶσ‘, καὶ πρὸς αὐτὰς ἐνστάσεις. Ἐπειδὴ ποιότης οὐδεμία καθ’ αὑτὴν σώματος ὑπάρχει χωρίς, θερμότης ψυχρότης λευκότης γλυκύτης μαλακότης σκληρότης, καὶ τὸ φῶς δὲ ποιότης ἐστὶν ἐν σώμασιν ὑφεστῶσα, σελήνῃ τε καὶ ἡλίῳ καὶ ἄστροις καὶ πυρί, ζητεῖται εἰκότως, μήπω τῶν φωστήρων γενομένων τί ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, καὶ πῶς ἀνὰ μέρος ὑποχωρούντων ἀλλήλοις φωτός τε καὶ σκότους ἡμέρα καὶ νὺξ ἐγίνετο. οὐδὲ γὰρ ἀντιπαραχωρεῖν ἀλλήλοις τοὺς τόπους σωμάτων χωρὶς οὐδὲ εἶναι ὅλως ἠδύναντο. Τινὲς μὲν οὖν τῶν ἐξηγησαμένων οὐδ’ αὐτό γε τοῦτο τοῖς εἰρημένοις ἐπέστησαν, ἀλλὰ βασάνου χωρὶς τὸν τόπον παρεληλύθασιν· ἕτεροι δὲ τὴν τοῦ πυρὸς οὐσίαν τοῦτο τὸ φῶς ἔφασαν ὑπάρχειν. συμμεμιγμένων γὰρ ἀλλήλοις, φασί, κατ’ ἀρχὴν τῶν στοιχείων—οἷόν τι καὶ ὁ Ἐμπεδοκλῆς ἔλεγεν—καὶ μήπω καθαρῶς διακεκριμένων, τὸ πῦρ ἅτε δὴ λεπτομερέστατον ὑπάρχον καὶ ὀξυκινητότατον ἁπάντων προεξήλατο τῶν ἄλλων στοιχείων κελεύσαντος θεοῦ· ‘γενηθήτω φῶσ‘ καὶ τὴν ἄνω χώραν κατείληφεν. ὑπόδειγμα δὲ ἔστω τοῦ λόγου τοιοῦτον· ἐπὶ τῶν κεκαυμένων λίθων εἰς κόνιν τῆς πυρώδους οὐσίας ἐναποκεκλειμένης αὐτοῖς καὶ κατεσπαρμένης ἐν τοῖς μορίοις αὐτῶν, ἐπειδὰν ὕδωρ αὐτοῖς ἐπιχεθῇ, διεισδῦνον εἰς αὐτοὺς μανωθέντας ὑπὸ τῆς καύσεως θρύπτει μὲν αὐτοὺς καὶ εἰς μικρότατα διαιρεῖ μόρια.
Opif.75 τὸ δὲ ἐν ἑκάστῳ τῶν μορίων ἐγκατεσπαρμένον τε καὶ ἐμφωλεῦον πῦρ τῇ εὐκινησίᾳ διαδιδράσκει τὰ κατέχοντα καὶ διὰ τὸ συγγενὲς εἰς ἄλληλα συναθροίζεται τὰ διεστῶτα πρότερον ἀλλήλων πυρώδη μόρια καὶ ταύτῃ συνεπιρρωνύμενα τὴν φυσικὴν ζέσιν καὶ τὴν ἐπὶ τὸ ἄνω φορὰν ἐπιδείκνυται. τοιοῦτό τι καὶ ἐπὶ τοῦ φωτὸς γεγονέναι φασί, τῆς πυρώδους οὐσίας τῷ θείῳ προστάγματι τῶν ἄλλων προεκδραμούσης καὶ τὸν οἰκεῖον τόπον καταλαβούσης τὸν ἄνω. ἕτερος δέ φησι τὸν ἀέρα τῇ κινήσει τοῦ αἰθερίου σώματος θερμαινόμενον ἄλλας ἐν ἄλλοις αὐτοῦ μέρεσι ἐκλάμψεις ποιεῖν, οἷά ἐστι τὰ καλούμενα σέλα, πῆ μὲν μικράς, πῆ δὲ μείζονας, ἃς ὕστερον ἐξαφθείσας τελείως ἥλιον καὶ σελήνην καὶ τῶν ἀστέρων ποιῆσαι τὸ πλῆθος. ἀλλ’ ἤδη τῶν στοιχείων γεγονότων, πῶς τὸ ἤδη ὂν πῦρ αὖθις γενέσθαι προσέταξεν ὁ θεός; οὐ γὰρ εἶπεν· ‘ἐξαγαγέτω ἡ γῆ φῶσ‘ ἀλλὰ ‘γενηθήτω φῶσ‘ τὸ μήπω ὂν ὑποστῆναι κελεύσας· καὶ ὅτι τὸ φλογῶδες τοῦτο πῦρ ἐν μόνοις τοῖς ὑπὸ σελήνην τόποις ὑφίσταται ὑπερβολὴ πυρὸς ὂν καὶ οὐ διαρκοῦν εἰς ἀεί, ὡς διαρκοῦσιν οἱ φωστῆρες, καὶ ὅτι ἐν τῷ στερεώματι, ὅπερ ἐκάλεσεν οὐρανόν, τοὺς φωστῆρας ἔθηκεν ὁ θεός, οὐκ ἐν τῷ πρὸς ἡμᾶς ἀέρι. ιʹ.
Opif.76.(1t) Ἡ Βασιλείου περὶ τοῦ φωτὸς δόξα καὶ συνηγορία ταύτης. Ὁ δὲ μέγας Βασίλειος τὸ ἡλιακὸν φῶς αὐτὸ προϋποστῆναί φησι τοῦ ἡλιακοῦ σώματος, δυνάμει θείᾳ τούτου γενομένου, ὅπερ φυσικῶς γενέσθαι ἀδύνατον· ὑπόδειγμα δὲ τοῦ λόγου ποιεῖται τὸ ἐπὶ τοῦ βάτου φανὲν τῷ Μωϋσεῖ πῦρ. διττῆς γὰρ οὔσης τῆς τοῦ πυρὸς δυνάμεως, φωτιστικῆς τε καὶ καυστικῆς, καὶ χωρίσαι ταῦτα μὴ δυναμένης τῆς φύσεως, ἐπὶ τοῦ βάτου τὸ μὲν φωτιστικὸν τοῦ πυρὸς ἐνήργει, τὸ δὲ καυστικὸν ἄπρακτον ἔμεινεν, τοῦ αὐτοῦ καὶ ἐπὶ τῶν ἐν τῇ καμίνῳ παίδων γενομένου τῇ ἐν Βαβυλῶνι· εἰς αὐτοὺς γὰρ τὸ καυστικὸν ἀνενέργητον ἔμεινεν. οὐκ ἀδύνατον ἄρα θεῷ καὶ χωρὶς σώματος ὑποστῆσαι τὸ φῶς. Καὶ ἐρεῖ τις τούτῳ συνηγορῶν, ὅτι καθάπερ τῶν μελλόντων ὑπὸ σελήνην γίνεσθαι προϋπέστησε τὰς ὑλικὰς αἰτίας ὁ θεός, ὡς εἰπόντες ἔφθημεν, οὕτως ἐπὶ τῶν φωστήρων τὸ ἐναντίον γέγονε· πρὸ τῆς σωματικῆς αὐτῶν οὐσίας καὶ ὑλικῆς τὸ φῶς ὑπέστησεν ὁ θεός, ὅπερ ἐστὶ τὸ τῶν φωστήρων εἶδος, εἶτα ἐκ τῆς προϋποκειμένης ὕλης διαπλάττει τὰ σώματα. ἀδύνατον δὲ θεῷ λέγειν, ὅπερ καὶ τῇ φύσει, θέμις ἐστὶν οὐδέν. ταῦτα δὲ συνάψας ἄμφω τοὺς ἐξ αὐτῶν φωστῆρας ἀνέδειξεν. ιαʹ.
Opif.77.(1t) Ὅτι οὐ χωρὶς σώματος καθ’ αὑτὸ τὸ φῶς ὑπέστη. Ἔστι δὲ κἀκεῖνο εἰπεῖν, ὡς οὐδ’ αὐτὸ τὸ φῶς σώματος ὑπέστη χωρίς· ἀλλ’ ὥσπερ καὶ τὸ ἐξ ἡλίου νῦν ἐν τοῖς διαφανέσι χωρὶς τοῦ ἡλιακοῦ γίνεται σώματος, ὑποκείμενον ἔχον αὐτὰ τὰ διαφανῆ σώματα, οὕτως εἰπόντος τοῦ θεοῦ· ‘γενηθήτω φῶσ‘ ὅπερ ποιεῖ τοῖς διαφανέσιν ὁ ἥλιος, φωτίζων αὐτά, τοῦτο τὸ θεῖον ἐποίησε πρόσταγμα ἐν αὐτοῖς κελεῦσαν ὡς ἐν ὑποκειμένοις ἐκλάμψαι τὸ φῶς. ιβʹ. Ὅτι οὐ πάντα τὰ διαφανῆ διείληφε τὸ γενόμενον φῶς. Τὸ δέ· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘ ὑπόνοιαν ἡμῖν ἐντίθησιν, ὡς οὐκ ἀθρόον ὅλον ἅμα τὸ διαφανὲς διειλήφει τὸ φῶς. οὕτω γὰρ ἂν πανταχόθεν ὅλον ἠφανίζετο σκότος, ὡς μηδὲ εἶναι λοιπὸν σκότος μηδαμοῦ· ὅλου γὰρ τοῦ πέριξ πεφωτισμένου σκίασμα λοιπὸν οὐκ ἦν οὐδαμοῦ. πῶς οὖν εἶπεν· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσεν νύκτα‘; ὡς ἑκατέρου μὲν ὑπάρχοντος, διακεχωρισμένων δὲ τοῖς τόποις ἀλλήλων· ἅμα γὰρ ἄμφω ἐν ἑνὶ τόπῳ εἶναι ἀδύνατον ἦν· οὔτε γὰρ τὰ ἐναντία, οὔτε στέρησιν καὶ ἕξιν ἅμα συνυπάρχειν ἐνδέχεται.
Opif.78 εἰ οὖν χωρὶς μὲν ἦν τὸ σκότος, χωρὶς δὲ τὸ φῶς, οὐχ ὅλον ἅμα τὸν κόσμον κατειλήφει τὸ φῶς. Γνωρίμῳ δέ τινι ὑποδείγματι χρήσομαι, ὅπερ ἐπὶ τῶν κομητῶν ὁρῶμεν γιγνόμενον ἐν μέρει τινὶ τοῦ περιέχοντος ἀέρος λαμβανόντων ὑπόστασιν καὶ συμπεριπολούντων τῷ παντί, συνανατελλόντων τε καὶ συνδυομένων τῷ μέρει, καθ’ ὃ ἂν συστῶσιν· οὕτω καὶ τὸ πρωτόγονον ἐκεῖνο φῶς μέρος ἐπέχον τοῦ διαφανοῦς, οἷον φέρε τῶν ἡμισφαιρίων ἕν, ὥσπερ νῦν τῇ ἀνατολῇ μὲν τοῦ ἡλίου γίνεται ἡμέρα, τῇ δύσει δὲ νύξ, οὕτω καὶ τοῦ φωτὸς ἐκείνου συμπεριπολοῦντος τῷ παντί, δυομένου μὲν νύξ, συνανατέλλοντος δὲ ἡμέρα ἐγίνετο. Μήποτε δὲ καὶ ἐνσώματος ἦν οὐσία τὸ φῶς ἐκεῖνο, οὐχ οὕτω διεσχηματισμένον, ὡς νῦν οἱ ἀστέρες καὶ οἱ δύο φωστῆρες ὑπάρχουσιν, ὕστερον δὲ εἰς τὴν νῦν αὐτὸ τάξιν ἤγαγεν ὁ θεός, εἰς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τὸ φῶς ἐκεῖνο καταμερίσας· καὶ οὕτω μὲν οὐδὲν ἀδύνατον ἐφάνη συμβαῖνον· τάχα δὲ πάλιν ἐντεῦθεν ὁ Πλάτων εἰληφώς· ‘βουληθεὶς ὁ θεόσ‘ φησίν ‘ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας· ἡγησάμενος ἐκείνου τοῦτο πάντως ἄμεινον‘. ὁρατὸν δὲ ἄνευ φωτὸς οὐδέν. ιγʹ.
Opif.79.(1t) Ὅτι οὐκ εὔλογον διαπορεῖν, τίς ἡ αἰτία τοῦ ταῦτα οὕτω ποιῆσαι τὸν θεὸν καὶ ἀντιπαράθεσις πρὸς Μωϋσέα τῶν μετ’ αὐτὸν φυσικῶν. Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη τὴν αἰτίαν τοῦ ταῦτα οὕτω κατ’ ἀρχὴν διαταξάμενον ποιῆσαι τὸν θεόν, πρῶτον μὲν τὸ οὐκ ἀδύνατον τοῦ πράγματος ποικίλως ἐδείχθη· ὅταν δὲ τῆς φαινομένης ἐν τοῖς ἄστροις ἀνωμαλίας κατά τε μεγέθη καὶ θέσιν καὶ τάξιν καὶ χρώματα καὶ πρὸς ἄλληλα σχέσιν, καὶ τῆς ἐν διαφόροις χρόνοις τῶν πλανωμένων ἀποκαταστάσεως τὰς αἰτίας εἴποι, καὶ ἄλλων μυρίων τῶν ἐν τῷ κόσμῳ διατεταγμένων, δι’ οὓς λόγους ταῦθ’ οὕτως ἔχειν πεποίηκεν ὁ θεός, τότε καὶ ἡμᾶς τῶν ὑπὸ Μωϋσέως κατὰ θείαν ἐπίπνοιαν περὶ τῆς κατ’ ἀρχὴν κοσμογονίας ἑκάστου λόγον αἰτείτω. Καίτοι γε τῶν πολλῶν ἡμεῖς ἤδη τὰς αἰτίας εἰρήκαμεν καὶ περὶ τοῦ φωτός, περὶ οὗ νῦν ὁ λόγος, ὅσα ἡμῖν ὑπέπιπτεν, εἴρηται. καὶ τὸ ἀξιόπιστον δὲ τοῦ προφήτου καὶ παρ’ αὐτοῖς τοῖς τῶν Ἑλλήνων σοφοῖς καὶ τοῖς τιμωμένοις ὑπ’ αὐτῶν χρηστηρίοις διωμολόγηται. δι’ ὧν γὰρ αὐτὸν τηλικούτων τεραστίων ἐργάτην ἐποίησεν ὁ θεὸς καὶ τῆς ἐποψίας ἠξίωσε τῆς αὐτοῦ, ὑποφήτην τε θείων νόμων γενέσθαι καὶ τῆς τῶν μελλόντων προρρήσεως, πληρωτήν τε τῶν ὑποσχέσεων κατέστησεν, ὧν τοῖς αὐτοῦ προπάτορσι περὶ τοῦ παντὸς ἔθνους κατεπηγγείλατο, διὰ τούτων πιστὸν τοῖς ἀνθρώποις συνέστησε τῶν κατὰ θείαν ἐπίπνοιαν ὑπ’ αὐτοῦ λεχθήσεσθαι μελλόντων περὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ πῶς ἕκαστον τῶν αὐτοῦ μερῶν ὑπέστησεν ὁ θεὸς καὶ τῶν ἐξ ἐκείνου μέχρι τῆς αὐτοῦ τελευτῆς γενομένων καὶ τῶν μετ’ ἐκείνην ἐσομένων, καὶ περὶ αὐτῆς τῆς ἐνσάρκου ἐπιφανείας τοῦ θεοῦ λόγου καὶ σωτῆρος ἁπάντων Ἰησοῦ Χριστοῦ· ‘εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ‘ φησὶν ὁ κύριος ‘ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε‘.
Opif.80 Σκοπεῖν δὲ τοῦτο καὶ ἄλλως ἀξιῶ· πάντων τῶν πάλαι φυσικῶν φιλοσόφων μέχρις αὐτοῦ Πλάτωνος ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δεδωκότων κἀμοῦ τοῦτο κατ’ ἐμὴν δείξαντος δύναμιν, ἀνάγκη πᾶσα κατά τινα τάξιν καὶ ἀκολουθίαν τῶν ὄντων ἕκαστον τὴν ἀρχὴν ὑποστῆσαι τὸν θεόν· ἀγνώστου τοίνυν ἅπασιν ὑπάρχοντος, καθ’ ὃν τρόπον τὴν ἀρχὴν ὑπέστησεν ὁ θεὸς ἅπαντα, καὶ ποίαν τῇ γενέσει τῶν μερῶν τοῦ κόσμου παρέσχε τάξιν καὶ πότε τούτῳ δέδωκε τὴν ἀρχήν, μόνου ἦν ταῦτα ἐκκαλύπτειν ἀνθρώποις αὐτοῦ τοῦ δημιουργήσαντος αὐτὰ θεοῦ, ἅπερ Μωϋσῆς θείας ἐπιπνοίας ἀξιωθεὶς διηγήσατο, τῆς φυσικῆς τῶν ὄντων θέσεώς τε καὶ τάξεως παρεξελθὼν οὐδέν, ὡς οἱ μετ’ ἐκεῖνον τὰ τῆς κοσμογονίας παρ’ Ἕλλησι μυθολογήσαντες τῶν φυσικῶν ὤφλησαν γέλωτα, Δημόκριτος μὲν ἀρχὰς τῶν ὄντων ἀτόμους ἀπείρους καὶ ἀριθμῷ καὶ σχήμασιν ὑποθέμενος καὶ πρὸς τούτοις κενὸν ἄπειρον, ἐν ᾧ καὶ κόσμους ὑποστῆναι ἀπείρους.
Opif.81 Ἀναξαγόρας δὲ τὰς ὁμοιομερείας· πάντα γὰρ εἶναι ἐν πᾶσιν, ὀνομάζεσθαι δὲ ἕκαστον ἐκ τοῦ πλεονάζοντος· οἷον ἐν τῇ τυχούσῃ σαρκὶ πᾶν ἁπλοῦν σῶμα καὶ σύνθετον ἅπαν καὶ ἐν ὀστῷ πάλιν ὁμοίως καὶ ἐν χρυσῷ καὶ ἐν χαλκῷ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι καὶ ἅπαξ ἁπλῶς ἐν ἑκάστῳ καὶ τῷ σμικροτάτῳ τῶν ὄντων ἅπαντα· ἔκκρισιν ἑκάστου μόνον, οὐδενὸς δὲ γένεσιν εἶναι, ὡς ἐπὶ σωροῦ πανσπερμίας, οὗ τὸ πλέον ἐστὶ κριθή, εἰ [δὲ] διακρίνειέ τις ἐξ αὐτοῦ σῖτον, λέγεται μὲν ἀπὸ κριθῆς γεγονέναι σῖτος, τοῦτο δὲ οὐκ ἔστι γένεσις ἀληθῶς, ἀλλὰ μόνον διάκρισις τῶν σπερμάτων, οὐδ’ αὐτὴ καθαρά. Ἐμπεδοκλῆς τε δύο κόσμων εἰς ἀλλήλους μεταβολήν φησι γίνεσθαι, τοῦ σφαίρου μὲν εἰς τουτονὶ τὸν ὁρώμενον, τοῦ νείκους ἐπικρατοῦντος νῦν· ‘ὡς καὶ ἐγώ‘ φησί ‘δεῦρ’ εἰμι φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνοσ‘ τῶν δὲ ἐν τούτῳ πάλιν ποτὲ συναιρουμένων ἁπάντων εἰς μίαν καὶ μονοειδῆ τοῦ σφαίρου φύσιν. ἐπειδὰν ἡ φιλία τοῦ νείκους ἐπικρατήσειεν, καὶ ἄλλοι δὲ πλεῖστοι τοιαῦτα πεφυσιολογήκασιν οὐ πολὺ τῶν ποιητικῶν λειπόμενα μύθων καὶ ὑπὸ τῶν μετ’ αὐτοὺς κατεγνωσμένα, παρ’ οἷς μνήμη θεοῦ γέγονεν ὡς αἰτίου τῶν ὄντων οὐδεμία.
Opif.82 Ἀρχὴν οὖν τοῦ εἶναι τοῦ κόσμου λαβόντος μόνος γέγονε Μωϋσῆς ἀξιόχρεως ὑποφήτης θεοῦ, τὸν κόσμον ὡς γέγονε τὴν ἀρχὴν σαφῶς διηγήσασθαι καὶ ἕτερος μετ’ αὐτὸν οὐδείς. ὁ οὖν τῆς τάξεως καὶ ὅπως ἕκαστον γέγονε τῶν μερῶν τοῦ κόσμου λόγον αἰτῶν καὶ τῶν ὑπὸ τοῦ προφήτου γενομένων τεραστίων αἰτείτω λόγον· τούτοις δὲ πιστεύων μηδὲ τῶν λοιπῶν ἄπιστον ἡγείσθω μηδέν. Ἀριστοτέλης δὲ καινὴν ἐξεῦρεν ὁδόν, πρῶτος τῶν φυσικῶν ἄναρχον εἶναι τὸν κόσμον καὶ ἀγένητον ὑποθέμενος. ‘Καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘. ΑΚΥΛΑΣ καὶ διεχώρισεν ὁ θεὸς μεταξὺ τοῦ φωτὸς καὶ μεταξὺ τοῦ σκότους. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ διεχώρισεν ‘διέστειλεν‘ ἔφη. ιδʹ. Ὅτι τρισὶ τρόποις διεχωρίσθησαν ἀπ’ ἀλλήλων τὸ φῶς καὶ τὸ σκότος. Ἐπανάληψίς ἐστι τὸ ἀνὰ μέσον δὶς εἰρημένον, ἵν’ ᾖ οὕτως· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους. εἰ γὰρ ἑκάτερον κατ’ ἰδίαν ἀκούσωμεν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ πάλιν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ σκότους, ἑκάτερον ἀνάγκη τέμνειν κατὰ μέσον καὶ διαχωρίζειν ἀπ’ ἀλλήλων αὐτοῦ τὰ ἡμίτομα.
Opif.83 ἀλλ’ ὅλον τὸ φῶς τῆς ἡμέρας ἑαυτῷ συνεχές ἐστι καὶ τὸ τῆς νυκτὸς ὁμοίως σκότος· τί οὖν ἐστι τό· ‘διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους;‘ Τριχῶς ἀλλήλων αὐτὰ διέκρινεν, ἄμικτόν τε καὶ ἀκοινώνητον αὐτῶν τὴν φύσιν ποιήσας· τά τε γὰρ ἐναντία διακεκριμένας ἔχει τὰς οὐσίας, καὶ αἱ στερήσεις πάλιν ἀσύμβατοί εἰσι ταῖς ἕξεσιν· ἀλλ’ οὐδέ ἐστί τι τούτων ἕτερον μεταξύ. ἦν γὰρ ἂν ἐκεῖνο οὔτε φῶς οὔτε σκότος. ἀλλὰ τὸ πέρας τοῦ φωτὸς ἀρχή ἐστι τοῦ σκότους καὶ τοὔμπαλιν τὸ πέρας τοῦ σκότους ἀρχή ἐστι τοῦ φωτός. ἀλλὰ καὶ τοῖς τόποις αὐτὰ διέκρινεν· ἅμα μὲν γὰρ αὐτὰ ἐν τῷ αὐτῷ εἶναι τόπῳ ἀδύνατον, ἀντιπαραχωροῦσι δὲ τούτου ἀλλήλοις. ὅτε γὰρ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος φωτίζων τὰ πρὸς ἡμᾶς, ὑπὸ γῆν ἐστιν ὁ σκότος· καὶ ἔμπαλιν, ὅτε ὑπὸ γῆν ἐκεῖνος, ὁ σκότος τὸν ὑπὲρ γῆν ἀέρα κατέχει. καὶ τοῖς χρόνοις δὲ πάλιν διεκρίθησαν. ἐν αἷς γάρ ἐστι δώδεκα ὥραις τὸ φῶς παρ’ ἡμῖν, ἐν ταύταις οὐδέποτέ ἐστι τὸ σκότος, καὶ ἐν αἷς δώδεκα ὥραις τὸ σκότος ἐστίν, οὐδέποτε τὸ φῶς ἐν ταύταις γίνεται. τοὺς μὲν οὖν τόπους ἀντιπαραχωροῦσι πάντως ἀλλήλοις, τοὺς δὲ χρόνους οὐκέτι κατὰ μίαν καὶ τὴν αὐτὴν οἴκησιν. οὕτως οὖν αὐτὰ διεχώρισεν ὁ θεός. ‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα‘. ιεʹ.
Opif.84.(1t) Ὅτι καὶ τοῖς θείοις πάλιν λογίοις Θεόδωρος ἀντιφθέγγεται καὶ Μανιχαϊκῶς τὸ σκότος οὐσίαν εἶναι λέγει. καὶ Θεοδώρητος μετὰ πάντων αὐτῷ τἀναντία φρονεῖ τε καὶ ἀποδείκνυσι. Τούτοις Θεόδωρος ἀντιφθέγγεται λέγων οὕτως· ‘εὔδηλον γὰρ ὅτι οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέραν λέγει οὔτε τὸ σκότος νύκτα. σκότος τε γὰρ ἡ τοῦ σκότους οὐσία καλεῖται καὶ φῶς ἡ τοῦ φωτός· ἡμέραν δὲ καὶ νύκτα οὐ τὰς οὐσίας, ἀλλὰ τοὺς καιροὺς ὀνομάζειν εἴωθεν, 〈ἐν〉 οἷς ἐπικρατεῖν πέφυκεν ἐκεῖνα. ὅταν γὰρ εἴπῃ· ‘ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν‘ οὐ φωτὶ ἐρεύγεσθαι ῥῆμα πρὸς ἕτερον φῶς—τὸ γὰρ αὐτὸ φῶς ἐν πάσαις ἐστὶ φαῖνον ταῖς ἡμέραις—ἀλλ’ οὐδὲ νύκτα νυκτί· οὐ γὰρ ἕτερον καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν, ἐπειδὴ αἱ ἡμέραι καὶ νύκτες, τοὐτέστι τὰ τῶν ἡμερῶν καὶ νυκτῶν διαστήματα, ἀλλάττεται πάντοτε‘. Μωϋσεῖ, μᾶλλον δὲ τῷ θείῳ πνεύματι πολεμεῖς, ἄνθρωπε· τὸ μὲν γάρ φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα‘· σὺ δὲ φής· ‘οὔτε τὸ φῶς αὐτὸς ὠνομάσθαι ἡμέραν λέγει οὔτε τὸ σκότος νύκτα‘· καὶ τίς τὰ σὰ ῥήματα τῶν τοῦ ἁγίου πνεύματος ἀνταλλάξεται μὴ τῶν φρενῶν ἔξω γενόμενος; ποία δὲ τὸ σκότος οὐσία ἐστίν, τὸ μόνον στερήσει φωτὸς παρυφιστάμενον, καθὰ προλαβὼν ἔδειξα; εἰ γὰρ ἐν σταθερᾷ μεσημβρίᾳ—φησὶν ὁ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σοφὸς Βασίλειος—στεγανὴν σεαυτῷ περιπῆξας σκηνήν, μηδεμίαν εἴσοδον καταλιπὼν τῷ φωτί, οὐχὶ σκότος μεταξὺ ταύτης βαθὺ γενήσεται καὶ σχεδὸν οἷον τοῖς Αἰγυπτίοις τὸ ψηλαφητὸν ἐκεῖνο γέγονεν; ποία οὖν οὐσία τοῦτο τὸ σκότος ἐστίν, εἰπέ μοι, ἢ τίς ὁ δημιουργήσας αὐτὸ τὸ μόνῃ τῇ ἀντιφράξει τοῦ φωτὸς παρυφιστάμενον; ἀγνοεῖς, ἄνθρωπε, τὴν πονηρὰν τῶν Μανιχαίων εἰσάγων ἀρχήν, ἣν ἐκεῖνοι καλοῦσι σκότος, οὐσίαν ἀντίπαλον τῷ θείῳ καὶ πολέμιον· ‘ὁ γὰρ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία‘ καί ‘ἐν τῷ φωτί σου ὀψόμεθα φῶσ‘ καί ‘φῶς οἰκῶν ἀπρόσιτον‘.
Opif.85 Καὶ τί μοι λόγων πλειόνων; Θεοδώρητος ὁ τῶν σῶν ἐν πολλοῖς ὑπεραγωνισάμενος λόγων, λίαν ἐν τούτῳ σου, καὶ γὰρ ἐν πολλοῖς ἑτέροις, κατηγορεῖ λέγων οὕτως· ‘ὅτι μὲν οὖν [τὸ] ἀναγκαῖον 〈τὸ〉 σκότος, ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν ἀλλὰ πρᾶγμα συμβεβηκὸς καταμαθεῖν εὐπετές· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀποσκίασμα. διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος· τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκεν· διὸ καὶ δυόμενον ἀνίσχει καὶ ἀπιὸν ἐπανέρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως οὐρανὸς καὶ γῆ—τὰ μέγιστα σώματα—οὐσίαι εἰσὶν διάφοροι, ἡ δὲ ἐκ τούτων ἀποτελουμένη σκιά, τοῦ φωτὸς οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος.
Opif.86 τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως, εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος—οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν—ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ· σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς· τοῦτο καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον· ὑποχωροῦντος γὰρ τοῦ φωτὸς οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ, ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ’ ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγκαία‘. Ταῦτα μὲν οὖν Θεοδώρητος ἐν συντάγματι, ἐν ᾧ λύει τὰ ἐν τῇ παλαιᾷ διηπορημένα γραφῇ· ὁ δὲ Θεόδωρος καὶ τοῖς θεοπνεύστοις πολεμεῖ λογίοις καὶ μαχομένους αὐτῷ τοὺς ὁμόφρονας ἔχει μάλιστα. πῶς οὖν οὐχὶ μετὰ πολλῶν ἄλλων αὐτοῦ καὶ τοῦτο φευκτέον; ιϛʹ. Ὅτι οὐκ ἔστιν οὐσία τὸ σκότος ἀλλὰ στέρησις καὶ μόνη φωτός, καὶ ὡς οὐδὲ ἓν καὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν ἐστὶν ἀεί, οὐδὲ τὸ ἐν τῷ ἀέρι γινόμενον φῶς, [οὐδὲ τὸ σκότος] ἀλλ’ ἑκάτερον ἄλλο τε ἄλλο κατ’ ἀριθμὸν γίνεταί τε καὶ φθείρεται. Κἀκεῖνο δὲ τῶν Θεοδώρου σκοπεῖν ἄξιον· ‘οὐχ ἕτερον‘ φησί ‘καὶ ἕτερον σκότος ἐν διαφόροις γίνεται νυξίν‘ ἀκόλουθον καὶ τοῦτο τῷ οὐσίαν εἶναι τὸ σκότος ὑποτιθεμένῳ.
Opif.87 τί οὖν λεγέτω τις τῶν ἀγωνιζομένων ὑπὲρ αὐτοῦ ἐν τοῖς προκειμένοις ὑποδείγμασι; τῶν ἔξωθεν τῆς σκηνῆς ἢ τοῦ οἴκου πεφωτισμένων ἁπάντων, ἔνδον δὲ μόνον τοῦ σκότους ὄντος, εἰ ἀνοιχθείη μέρος τι τῶν περιεχόντων καὶ τὸ φῶς εἰσελθὸν ἀφανίσαι τὸ σκότος, ποῦ γέγονεν ἡ οὐσία τοῦ σκότους; εἰ δὲ πάλιν φράξειε τὴν δίοδον τοῦ φωτὸς καὶ πάλιν ὁ ἐντὸς ἀὴρ ἀφώτιστος γένοιτο, καὶ αὖθις ἀνοίξειε καὶ φωτισθείη, ποῦ καὶ τὸ δεύτερον οἴχεται σκότος; τὸ αὐτὸ δὲ τοῦτο καὶ πολλάκις ποιεῖν δυνατὸν καὶ ὁσάκις ἂν θέλοιμεν. τίς οὖν ὁ τὸ σκότος ἓν καὶ τὸ αὐτὸ τῷ ἀριθμῷ κατὰ Θεόδωρον ὑπάρχον εἰσάγων τε καὶ ἐξάγων, ὁσάκις ἂν ἡμεῖς ἐθέλοιμεν; οὔτε γὰρ ἔνδον μένειν δύναται, φωτὸς ὄντος, οὔτε ἔξω τοῦ οἴκου γενέσθαι, παντὸς τοῦ περιέχοντος ἔξωθεν ἀέρος τὸν οἶκον πεφωτισμένου· ἅμα γὰρ ἐν τῷ αὐτῷ τόπῳ φῶς καὶ σκότος εἶναι ἀδύνατον. Δῆλον οὖν ὡς καθ’ ἑκάστην εἴσοδον τοῦ φωτὸς ἡ ἔνδον ὑπὸ τῶν παχυτέρων σωμάτων γενομένη σκιὰ λύεται παντελῶς εἰς τὸ μὴ ὄν. καὶ πάλιν τῆς ἀντιφράξεως γενομένης ἑτέρα γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἡμετέρων ἐν φωτὶ σωμάτων· οὐ γὰρ ἡ χθὲς ἐξ ἐμοῦ γενομένη σκιὰ τῇ σήμερόν ἐστιν ἡ αὐτή, οὐδὲ ἡ τοῦ παιδὸς ἡ αὐτὴ τῷ ἀνδρωθέντι, ὥστε οὐδὲ ἡ ὑπὸ τῆς γῆς γιγνομένη σκιά, τοῦ ἡλίου ὑπ’ αὐτὴν ὄντος τὴν γῆν, ἡ αὐτή ἐστιν τῇ σήμερον ἡ τῇ αὔριον. ἀλλὰ τὸ ἑκάστης νυκτὸς σκότος ἕτερόν ἐστι τῷ ἀριθμῷ παρὰ τὰς ἄλλας ἁπάσας νύκτας· καὶ τῷ μήκει γὰρ τοῦ διαστήματος ποτὲ μὲν μεῖζον, ποτὲ δὲ ἔλαττον τῷ χρόνῳ γίνεται.
Opif.88 Καὶ γὰρ ἄλλως, εἰ ὁπωσοῦν κατανοεῖν τὴν φύσιν τῶν πραγμάτων ἠδύνατο Θεόδωρος, ἐγίγνωσκεν ἄν, ὡς οὐδὲ πάντα τὰ ἐν τῷ κόσμῳ διαφανῆ σκιάζεται πάντως, ἀλλ’ ἐκεῖνα μόνα, οἷς ἡ γῆ ἀντιφράττει. ὅσα δὲ τῆς ἀπὸ γῆς συνισταμένης σκιᾶς ἔξω πίπτει, ἀεὶ τὰς αὐγὰς τοῦ ἡλίου δεχόμενα, σκότους παντελῶς ἐστιν ἐλεύθερα, διότι μηδὲ ἡ ἀπὸ τῆς γῆς σκιὰ τούτων ἅπτεται. Οὐ μόνον δὲ τὸ σκότος, ἀλλὰ καὶ τὸ φῶς τὸ αὐτὸ ἐν πάσαις εἶναί φησι ταῖς ἡμέραις Θεόδωρος. ποῖον οὖν λέγει φῶς; εἰ μὲν οὖν τὸ ἐν τῷ ἡλίῳ ποιητικὸν τοῦ ἐν τῷ ἀέρι φωτὸς ὑπάρχον, ἀληθές· εἷς γάρ ἐστιν ἀεὶ καὶ ὁ αὐτὸς ἥλιος ἀνίσχων τε καὶ δυόμενος· εἰ δὲ τὸ ἐν τοῖς διαφανέσιν ἐξ αὐτοῦ γινόμενον, καὶ λίαν ψευδές· φθαρτὸν γάρ ἐστι τοῦτο τὸ φῶς· νέφους γοῦν ὑποδραμόντος τὸν ἥλιον φθείρεται καὶ ἐν αὐταῖς τοῦ ἡλίου ταῖς ἐκλείψεσι. Καὶ τοῦτο δεδείχαμεν ἐν τῷ πρώτῳ τῶν εἰς τὰ Πρόκλου γραφέντων ἡμῖν, ἐξ ὧν μαθεῖν ἔξεστιν τοὺς βουλομένους. οὔτε ἄρα τὸ σκότος, οὔτε τὸ ἐν τῷ ἀέρι φῶς ἓν καὶ τὸ αὐτὸ ἐστίν, ἐν πάσαις μὲν ταῖς ἡμέραις τὸ φῶς, ἐν πάσαις δὲ ταῖς νυξὶ τὸ σκότος, ἀλλ’ ἐν ἑκάστῃ ἡμέρᾳ φῶς, ἐν ἑκάστῃ δὲ νυκτὶ σκότος ἕτερον ἀριθμῷ γίνεται. ιζʹ.
Opif.89.(1t) Ὅτι ἀληθεύει Μωϋσῆς νύκτα μὲν εἶναι τὸ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου σκότος, ἡμέραν δὲ τὸ ὑπὲρ γῆν ὄντος φῶς, ὅπερ ἀναιρεῖ Θεόδωρος, καὶ ὡς οὐχ αἱ αὐταὶ παρὰ πᾶσιν ἀνατολαί εἰσι καὶ δύσεις. Ἐπειδὴ δὲ καὶ τοῖς Μωϋσέως πάλιν ἀντιφθεγγόμενος ῥήμασι μήτε τὸ φῶς ἡμέραν καλέσαι φησὶ τὸν θεὸν μήτε τὸ σκότος νύκτα, τοὺς καιροὺς δὲ οὕτως ὀνομάζειν, ἐν οἷς ἐπικρατεῖν ἐκεῖνα πέφυκεν, εἰ καιροὺς λέγει τὰς τοῦ ἡλίου περιόδους, καθ’ ἃς τὴν νύκτα διανύει καὶ τὴν ἡμέραν—τίνας γὰρ ἂν ἑτέρους; —ἀλλ’ ἴστω ὡς οὐχ ἡ αὐτὴ παρὰ πᾶσιν οὔτε ἡμέρα ἐστὶν ἀπαραλλάκτως, οὔτε νύξ· ἡ γὰρ παρ’ ἡμῖν τρίτη φέρε τῆς ἡμέρας ὥρα παρ’ Ἰνδοῖς μὲν ἕκτη τυχὸν οὖσα τυγχάνει, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν πρώτη φέρε, εἰ οὕτω τύχοι, καὶ ἄλλως παρ’ ἄλλοις· οὔτε γὰρ παρὰ πᾶσιν αἱ αὐταί εἰσιν ἀνατολαὶ καὶ δύσεις, ὡς ἐκ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ὑπάρχει δῆλον, οὐ κατὰ τὴν αὐτὴν φαινομένων παρὰ πᾶσιν ὥραν. καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἰ μὴ τῶν προκειμένων παρειλκόμην οὐκ ἀναγκαίως. Εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἐστὶν ἀληθές, οὐδ’ ἄρα τοὺς καιρούς, ἐν οἷς ποτὲ μὲν τὸ φῶς, ποτὲ δὲ τὸ σκότος ἐπικρατεῖ, νύκτα καὶ ἡμέραν ἐκάλεσεν ὁ θεός· οὐ συμφωνεῖ γὰρ τοῦτο τοῖς πράγμασιν, ἀλλ’ ὡς τὸ λόγιον εἴρηκε, τὸ φῶς μέν, ἐν οἷς ἂν γένοιτο τόποις, ἡμέραν, τὸ δὲ σκότος, ὅπερ ὑπὸ γῆν τοῦ φωτὸς γιγνομένου συμβαίνει, νύκτα καλεῖ.
Opif.90 καὶ τῶν πραγμάτων καὶ τῶν θείων λόγων ἀγνὼς ὁ τούτοις μαχόμενος ἐφάνη. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία‘. ιηʹ. Ὅτι τὸ πρὸ τοῦ φωτὸς σκότος οὐκ εἰς νύκτα λελόγισται, ἀκαρὲς γὰρ ὑπέστη· ἀλλὰ τὸ μετὰ τὴν τοῦ φωτὸς δύσιν, ὥστε προηγεῖσθαι τῆς νυκτὸς τὴν ἡμέραν. Τὸ κατ’ ἀρχὴν σκότος, περὶ οὗ εἶπε· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου‘, καὶ τὸ μετ’ ἐκεῖνο γενόμενον φῶς μίαν ἡμέραν εἰρῆσθαί φησι Θεόδωρος, τὴν μὲν ἑσπέραν, ἥτις ἐστὶν ἀρχὴ νυκτός, ἀντὶ τοῦ προγενομένου σκότους λαβών, τὸ δὲ πρωΐ, ἥτις ἐστὶν ἀρχὴ τῆς ἡμέρας, ἀντὶ τοῦ ἤδη προδιηνυσμένου φωτός, ἐπ’ ἀληθείας καὶ τὴν τῶν πραγμάτων καὶ τὴν τῶν ὀνομάτων φύσιν ἀντιστρέφων. κατὰ γὰρ τὴν ἔννοιαν ταύτην, εἰ τὸ πρὸ τοῦ φωτὸς σκότος ἀντὶ νυκτὸς ἔλαβε, καὶ τὸ φῶς ἀντὶ ἡμέρας, εἶπεν ἄν· ‘καὶ ἐγένετο σκότος καὶ ἐγένετο φῶς, ἡμέρα μία‘· καὶ οὕτω σαφὴς ἦν ἔνδειξις τοῦ βούλεσθαι προτετάχθαι τῆς ἡμέρας τὴν νύκτα, ἵνα καὶ ἐν τοῖς ἑξῆς ἀεὶ προλαμβάνοιτο τῆς ἡμέρας ἡ νύξ. ᾧ λοιπὸν ἀκόλουθον ἦν νυχθήμερον τὴν ὅλην ὀνομάζειν περιφοράν, ὡς Θεόδωρος βούλεται, καὶ οὐχ ἡμερονύκτιον, ὡς ἡ τῶν πραγμάτων ἔχει φύσις. Τὴν πλάνην δὲ ταύτην βεβαιῶν ἐπικρατῆσαί φησι τὸ πρὸ τοῦ γενέσθαι τὸ φῶς σκότος τοσοῦτον χρόνου μῆκος, ὅσον ἐπέχει μῆκος ἡ νύξ.
Opif.91 ὁρισάτω οὖν καὶ ποίας νυκτὸς ἰσόμηκες ἦν τὸ σκότος ἐκεῖνο, πότερον ἰσημερινῆς ἢ θερινῆς ἢ χειμερινῆς. ἐσχεδίασται οὖν ἀγράφως αὐτῷ τὸ διάστημα τοῦ σκότους, πρὶν τὸν θεὸν εἰπεῖν· ‘γενηθήτω φῶσ‘· ὅπερ ἄτοπον, τοῦ κόσμου παντὸς τὸ σκότος ἐπικρατεῖν τοσοῦτον χρόνου μῆκος δι’ ἕτερον οὐδέν, ἢ ἵνα νυκτὸς ποιήσῃ διάστημα, μηδὲν τότε λυσιτελοῦν τῷ παντί. καίτοι γε οὐδὲ νυκτὸς ἐπεῖχε τάξιν ἐκεῖνο τὸ σκότος· οὐδεμία γὰρ νὺξ ὅλον σκοτάζει τὸν κόσμον, μέρος δὲ τούτου καὶ μόνον, τοῦ πλείστου καταυγαζομένου φωτί· ὁμολογούμενον ἄρα τῆς ὑποθέσεως τὸ ψεῦδος. ἅμα γὰρ τῷ οὐρανὸν γενέσθαι καὶ γῆν, ἀφωτίστου τοῦ ἀέρος παντὸς ἐξ ἀνάγκης ὄντος διὰ τὸ μὴ συνυποστῆναι τῷ οὐρανῷ τὸ φῶς καὶ μηδενὸς μεταξὺ γενομένου διαλείμματος—οὐδὲν γὰρ τοιοῦτο Μωϋσεῖ παντελῶς εἴρηται, οὐδὲ ὁ λόγος τοῦτο βούλεται—εὐθέως τὸ θεῖον ἐπηκολούθησε πρόσταγμα· ‘καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶσ‘ καὶ ἐγένετο φῶσ‘, ὥστε σχεδὸν ἐν μόνῳ τῷ ἀκαριαίῳ νῦν προϋποστῆναι τοῦ φωτὸς τὸ σκότος. Δῆλον δὲ κἀντεῦθεν, ὅτι μετὰ τὸ γενέσθαι τὸ φῶς τότε ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα, προτάξας τῆς νυκτὸς τὴν ἡμέραν εὐλόγως, ὡς τοῦ σκότους ἅμα τῷ γενέσθαι τὸ φῶς διαλελυμένου τῶν διαφανῶν, ἐν οἷς ὑπέστη τὸ φῶς, καὶ οὐκέτι ὄντος. ὥστε τῷ μετὰ τὸ φῶς ἐπιγενησομένῳ σκότῳ τῇ ὑποχωρήσει τοῦ φωτὸς ἐτέθη τοὔνομα τῆς νυκτὸς καὶ οὐχὶ τῷ μηκέτι ὄντι· ὅθεν ἀκολούθως ἐπιφέρεται· ‘καὶ ἐγένετο ἑσπέρα‘, ὅπερ ἐστὶ τὸ τέλος τοῦ φωτός, ‘καὶ ἐγένετο πρωΐ‘, ὅπερ ἐστὶν τὸ πέρας τῆς μετὰ τὸ φῶς νυκτός, ‘ἡμέρα μία‘.
Opif.92 καὶ οὐδεμία λοιπὸν ἀνάγκη μετὰ τῶν πραγμάτων ἀντιστρέφειν καὶ τὰ ὀνόματα. Ὅτι δὲ οὐ τὸ αὐτὸ ἦν, κἀντεῦθεν δῆλον· τὸ νυκτερινὸν σκότος ἀντιφραττομένου τοῦ φωτὸς ὑπὸ τῆς γῆς συνίσταται· ἐκεῖνο δὲ μηδ’ ὅλως γενομένου φωτὸς παρυπέστη· διόπερ καὶ ἀφεγγέστατον ἦν καὶ οὐ τὸ αὐτὸ ἦν ἄρα τῷ τὴν νύκτα ποιοῦντι σκότῳ. ψυχρὸν δὲ καὶ διὰ τὸ εἰπεῖν τὸν ἀπόστολον Παῦλον· ‘νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα‘ προηγεῖσθαι λέγειν καθόλου τῆς ἡμέρας τὴν νύκτα· ὡς γὰρ ἐν νυκτὶ κατὰ τὸ εἰκὸς γενομένου τοῦ ναυαγίου τῷ Παύλῳ—ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει διὰ τοὺς ἐν νυκτὶ χειμῶνας καὶ τὴν ἐκ τοῦ σκότους ἄγνοιαν—αὐτήν τε τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐν τῷ βυθῷ μείνας ὁ Παῦλος ἀκολούθως εἶπεν· ‘νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα‘. εἰ γὰρ ἐν ἡμέρα ἦν ναυαγήσας καὶ ἐπισυνῆψε τὴν νύκτα, ἔλεγεν ἄν· ‘ἡμερονύκτιον ἐν τῷ βυθῷ πεποίηκα‘. ιθʹ. Ὅτι οὐδὲ τὸ ἀπὸ τῆς ἑσπέρας τῆς παρασκευῆς ἀργεῖν τοὺς Ἰουδαίους, διὰ τοῦτο τὴν νύκτα ἐκείνην τῷ σαββάτῳ λογιστέον· προαγνισμὸς γάρ ἐστι· καὶ τούτου πλεῖσται μαρτυρίαι ἀπὸ τῆς ἁγίας γραφῆς. ‘Ἀλλὰ καὶ τοῖς Ἰουδαίοισ‘ φησί ‘τὸ σάββατον ἀργεῖν προσέταξεν ὁ θεός, ἀφ’ ἑσπέρας τῆς παρασκευῆς ἀρχομένοις τῆς ἀργίασ‘.
Opif.93 οὐδὲ τοῦτο ἀπόδειξιν ἔχει τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα. τοῦτο γὰρ ποιεῖν προσετάχθησαν διὰ τὸ τῶν ἡγιασμένων προκαθαίρεσθαι ἡμερῶν. διὸ καὶ τῷ ὄρει Σινᾷ προσιέναι μελλόντων οὕτω Μωϋσεῖ προσέταξεν ὁ θεός· ‘καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐναντίον παντὸς τοῦ λαοῦ‘. καὶ μετ’ ὀλίγα· ‘κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια καὶ εἶπεν τῷ λαῷ· ‘γίγνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί‘. καὶ πῶς τοῦ θεοῦ δύο εἰρηκότος ἡμέρας Μωϋσῆς τρεῖς ἁγνισθῆναι τὸν λαὸν εἶπεν; ἢ δῆλον ὅτι καὶ τὴν τρίτην ἁγνοὺς διαμεῖναι κελεύει, τιμῶν τὴν ἡμέραν, ἐν ᾗ παραγέγονεν ὁ θεός; καὶ γὰρ ἡ προκάθαρσις δι’ αὐτὴν γέγονε. κατὰ τὴν αὐτὴν οὖν ἀκολουθίαν καὶ πρὸ τοῦ σαββάτου τὴν μετὰ τὴν παρασκευὴν ἁγνιζόμενοι νύκτα ἐπ’ αὐτὸν προῆλθον τοῦ σαββάτου τὸν ἁγνισμὸν καθαροὶ καθαρῷ προσερχόμενοι. Θέασαι τοίνυν, ὅτι καὶ ἐν τῷ Σινᾷ δύο ἡμέρας ἁγνισθῆναι κελεύσας ὁ θεὸς καὶ τῇ τρίτῃ κατιέναι ἐπαγγειλάμενος, ἐπειδὴ ἡμέρα ἦν, ἐν ᾗ τὸ κέλευσμα γέγονε, δύο τοῦ προαγνισμοῦ δεδήλωκεν ἡμερονύκτια, ἐκείνην τε μετὰ τῆς ἐπιούσης νυκτὸς καὶ τὴν μετ’ αὐτὴν ὁμοίως μετὰ τῆς ἑπομένης αὐτῇ πάλιν νυκτός.
Opif.94 τῇ τρίτῃ δὲ κατελθεῖν εἰπὼν καὶ μετὰ τὴν δευτέραν κατελθὼν νύκτα προφανέστατα τῷ προαγνισμῷ τῶν δύο ἡμερῶν καὶ τὴν πρὸ τῆς καθόδου νύκτα συνέταξεν. μετὰ γὰρ τὴν τῶν δύο ἡμερονυκτίων προκάθαρσιν κατῆλθεν. προαγνισμὸς οὖν καὶ ἡ πρὸ τοῦ σαββάτου νὺξ ὑπάρχει καὶ οὐ τῷ σαββάτῳ λογιστέον αὐτήν. διὸ καὶ τῶν ἑορτῶν σχεδὸν παρὰ πᾶσι προηγοῦνται νηστεῖαί τε καὶ ἁγνισμοί. εἰκότως οὖν ἐπειδὴ καὶ τὸ σάββατον ἅγιόν ἐστι τῷ νόμῳ, ἀφ’ ἑσπέρας τῆς παρασκευῆς ἄρχονται τῆς ἁγνείας· διὰ τοῦτο γὰρ καὶ παρασκευὴ κέκληται, προπαρασκευάζουσα τῷ σαββάτῳ τὸν ἁγνισμὸν ἀφ’ ἑσπέρας. εἰ γὰρ μὴ τοιαύτῃ παρατηρήσει ἐχρῶντο, ἀλλ’ ἐφεῖτο ποιεῖν αὐτοῖς τὴν ἑσπέραν τῆς παρασκευῆς καὶ τὴν νύκτα, ὅτι ἂν ἐθέλοιεν, ἤμελλον ἀκάθαρτοι τῇ ἡγιασμένῃ προσιέναι ἡμέρᾳ· διὸ καὶ λουτροῖς τότε πρὸς κάθαρσιν χρῶνται τοῦ σώματος. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ μέλλων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας διὰ τοῦ Ἰορδάνου τὸν λαὸν εἰσάγειν προήγνισεν αὐτοὺς οὕτως εἰπών· ‘ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει κύριος ἐν ἡμῖν θαυμαστά‘, τοῦτο καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐπὶ τῶν Ἰουδαίων γιγνόμενον ἐδίδαξεν οὕτως εἰπών· ‘ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούσ‘. καὶ ἡμεῖς δέ, ὡς εἶπον, πρὸ τῶν ἑορτῶν νηστεύομεν, καὶ πρὸ τῶν ἁγίων ἡμερῶν καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως καθαρεύομεν.
Opif.95 μὴ καθαρῷ γὰρ ἅπτεσθαι καθαροῦ λίαν ἀθέμιτον, καὶ ‘ὁ ἀναξίως ἐσθίων καὶ πίνων κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει‘. μετὰ δὲ τὰς ἑορτὰς καὶ τὰς ἡγιασμένας τῶν ἡμερῶν οὔτε νηστεία οὔτε ἄλλη τις προστέτακται τῶν τοιούτων παρατηρήσεων, πλὴν τοῦ μὴ ἁμαρτάνειν. Ἀλλὰ καὶ ἑτέραν ἀπόδειξιν, ὡς οἴεται, Θεόδωρος προστίθησι ταύτην. κʹ. Ὅτι καὶ ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τὴν μετὰ τὸ σάββατον νύκτα τῇ κυριακῇ λογίζεται Θεόδωρος, μὴ ἐπιστήσας τῇ ἀκριβείᾳ τῶν τοῦ Ματθαίου ῥημάτων μηδὲ συμβαλὼν αὐτὸν τοῖς λοιποῖς. ‘Καὶ ἡμεῖς γὰρ‘ φησί ‘τὴν τῆς ἁγίας ἀναστάσεως ἑορτὴν ἐπιτελοῦμεν ἀφ’ ἑσπέρας πεπληρωμένου μὲν τοῦ σαββάτου, ἀρχομένης δὲ τῆς νυκτὸς τὴν τῆς ἀναστάσεως λογιζόμεθα ἡμέραν· ὥστε τὸν τῆς νυκτὸς ἐκείνης καιρὸν καὶ τὸν τῆς ἐπιλαμβανούσης ἡμέρας τῆς ἑορτῆς ἡμέραν λογίζεσθαι, ὡς μίαν οὖσαν, ἀρξαμένην μὲν ἀφ’ ἑσπέρας, παυσαμένην δὲ εἰς τὰς μετὰ τὴν ἡμέραν δυσμὰς ἡλίου‘. Οὐκ ἐπέστησεν, ὡς ἔοικε, Θεόδωρος τῇ ἀκριβεῖ τῶν λέξεων τῶν εὐαγγελικῶν σημασίᾳ. ὁ μὲν γὰρ Ματθαῖος οὕτως εἴρηκεν· ‘ὀψὲ δὲ σαββάτων τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας.
Opif.96 ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· ‘μὴ φοβεῖσθε ὑμεῖς. οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον, ὅπου ἔκειτο ὁ κύριος, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν. καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν‘. καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ‘. Ὀψὲ σαββάτων εἰπὼν τὴν περατοῦσαν νύκτα, τὸ σάββατον ἐδήλωσεν. καὶ γὰρ δείλην ὀψίαν καλοῦμεν τὸ πέρας ἤδη τῆς δείλης, καὶ δείλην πρωΐαν τὴν ἀρχὴν τῆς δείλης. ὀψὲ οὖν σαββάτων περὶ τὸ πέρας τοῦ σαββάτου· ποῖον δέ ἐστι τοῦτο, σαφῶς ἐδήλωσε Ματθαῖος ἐπαγαγὼν ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων‘, ὥστε τὸν αὐτὸν καιρὸν πέρας μὲν εἶναι σαββάτου, ἀρχὴν δὲ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ τὴν παρουσίαν τῶν γυναικῶν καὶ τὸν σεισμὸν καὶ τὴν τοῦ ἀγγέλου κάθοδον καὶ τὴν ἀνάστασιν τοῦ δεσπότου Χριστοῦ ὁ εὐαγγελιστὴς διηγήσατο. ἐπ’ αὐτῶν γὰρ τῶν γυναικῶν ὅ τε σεισμὸς καὶ ἡ παρουσία τοῦ ἀγγέλου καὶ ἡ τοῦ λίθου γέγονεν ἀποκύλισις, διὸ καὶ πάντων φοβηθέντων πρὸς αὐτάς φησιν ὁ ἄγγελος· ‘μὴ φοβεῖσθε ὑμεῖσ‘ καὶ τοῦ Χριστοῦ τὴν ἀνάστασιν αὐταῖς εὐαγγελίζεται· ἐν ταύτῃ γὰρ τὰ εἰρημένα σημεῖα γέγονε καὶ οὔτε πρὸ τῆς ἀναστάσεως οὔτε μετ’ αὐτήν· ὥσπερ γὰρ ἐπὶ τοῦ πάθους ἅμα τῇ ἐκπνοῇ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ ὁ σεισμὸς γέγονε καὶ τῶν μνημείων ἀνοιχθέντων πολλοὶ τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν, οὕτως ἀκόλουθόν τε καὶ ἀναγκαῖον καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει τοῦ δεσπότου Χριστοῦ ἅμα τόν τε σεισμὸν γενέσθαι πάλιν καὶ τὴν τοῦ ἀγγέλου κάθοδον καὶ τὴν τοῦ λίθου ἀποκύλισιν, ἵνα τοῖς βουλομένοις ἐξῇ λοιπὸν τὰ ὀθόνια, οἷς ἐντετύλικτο, κείμενα θεωμένοις τῇ ἀναστάσει τοῦ κυριακοῦ πιστεύειν σώματος, μεγίστην ἐχούσῃ ταύτης ἀπόδειξιν.
Opif.97 Ὅτι δὲ τὸ ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων‘ τὴν ἀρχὴν λέγει τῆς κυριακῆς, ἐν ᾗ γέγονεν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ, σαφῶς ὁ Ἰωάννης ἐδίδαξεν εἰπών· ‘τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσησ‘· ἣν γὰρ εἶπε Ματθαῖος ‘τῇ ἐπιφαυσκούσῃ εἰς μίαν σαββάτων‘, σαφέστερον ὁ Ἰωάννης εἶπεν· ‘πρωῒ μιᾷ τῶν σαββάτων, σκοτίας ἔτι οὔσησ‘· ὡς γὰρ τὸ ὀψὲ σαββάτων τὸ τῆς νυκτὸς τοῦ σαββάτου πέρας δηλοῖ, οὕτω τὸ πρωῒ μιᾷ τῶν σαββάτων τὴν ἀρχὴν τῆς κυριακῆς σημαίνει. τίς δέ ἐστιν ἡ ἀρχή; ‘σκοτίασ‘ φησίν ‘ἔτι οὔσησ‘· τὴν γὰρ ἀνατολὴν τοῦ ἑωσφόρου καὶ τὴν ἀλεκτοροφωνίαν ἀρχὴν εἶναι τῆς ἐπιούσης ἡμέρας ὁρίζονται τοῦ ἡλίου πλησιάζοντος ἤδη τῷ ἀνατολικῷ ὁρίζοντι, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν ὁ ἑωσφόρος εἴληχεν, ὁ τὴν ἕω φέρων.
Opif.98 ἀλλὰ καὶ ἡ τῶν ἀλεκτόρων φωνὴ τὴν παρουσίαν ὅσον οὔπω τοῦ ἡλίου μηνύει. καὶ γὰρ τοὔνομα αὐτοῖς ἐτέθη διὰ τὸ τῶν λέκτρων ἡμᾶς ἐγείρειν· διὸ καὶ ὁ ἥλιος ‘ἠλέκτωρ‘ ἐκλήθη. καʹ. Πῶς ἂν τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ σωθείη, τὸ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῷ τάφῳ καὶ τῷ ᾅδῃ μεῖναι τὸν κύριον, 〈καὶ〉 ὅτι κατὰ Θεόδωρον οὐ σῴζεται. Οὕτω δὲ καὶ τρεῖς ἀποπληροῦνται νύκτες καὶ ἡμέραι τρεῖς τῆς εἰς τὸν ᾅδην τοῦ κυρίου καθόδου κατὰ τὸ ὑπόδειγμα τοῦ Ἰωνᾶ. πρώτη μὲν οὖν ἡμέρα τοῦ δεσποτικοῦ θανάτου τὸ μετὰ τὴν ἐνάτην ὥραν γενόμενον τῆς παρασκευῆς φῶς ἐν ὥραις τρισίν· εἶτα τὸ σάββατον· τρίτη δὲ ἡ ἀρχὴ τῆς μιᾶς τῶν σαββάτων, ἐν ᾗ εἰς τὸ μνημεῖον τῶν γυναικῶν ἐλθουσῶν ἡ τοῦ κυρίου γέγονεν ἀνάστασις. αἱ δὲ τρεῖς νύκτες ἀναποδιζόντων οὕτω συμβαίνουσιν· ἡ τοῦ σαββάτου νὺξ καὶ ἡ τῆς παρασκευῆς μετὰ δύσιν ἡλίου, καὶ τὸ μετὰ τὸν σταυρὸν ἀπὸ ἕκτης ὥρας μέχρις ἐνάτης ἐκλείψαντος τοῦ ἡλίου σκότος, ἐν ᾧ καὶ γέγονεν ὁ τοῦ κυρίου θάνατος, ὅπερ Ἀμῶς ὁ προφήτης ἡλίου δύσιν ὠνόμασεν οὕτως εἰπών· ‘καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ὁ θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶσ‘· διὰ γὰρ τοῦ εἰπεῖν· ‘δύσεται ὁ ἥλιος μεσημβρίασ‘ τὸ εἰς νύκτα λελογίσθαι τὸ σκότος ἐκεῖνο σαφῶς ἐδίδαξεν· νὺξ γάρ ἐστιν τὸ μετὰ τὴν δύσιν τοῦ ἡλίου σκότος.
Opif.99 Τούτου δὲ τοῦ σκότους, μᾶλλον δὲ τῆς νυκτὸς ταύτης καὶ Φλέγων ἐν ταῖς ὀλυμπιάσιν ἐμνήσθη· λέγει γάρ, ὅτι τῷ δʹ ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγένετο ἡλίου ἔκλειψις μεγίστη τῶν οὐκ ἐγνωσμένων πρότερον· καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. ὅτι δὲ τῆς ἐν τῷ σταυρῷ τοῦ δεσπότου Χριστοῦ γενομένης τοῦ ἡλίου ἐκλείψεως καὶ οὐχ ἑτέρας ἐμνήσθη καὶ Φλέγων, πρῶτον μὲν ἐκ τοῦ λέγειν μὴ ἐγνῶσθαι τὴν τοιαύτην ἔκλειψιν τοῖς πρότερον χρόνοις ἐστὶ δῆλον· εἷς γὰρ τρόπος ἐστὶν ἁπάσης ἐκλείψεως ἡλιακῆς φυσικός· αἱ γὰρ συνήθεις τοῦ ἡλίου ἐκλείψεις ἐν μόνῃ συνόδῳ τῶν δύο φωστήρων γίγνονται. ἡ δὲ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἐν πανσελήνῳ γέγονεν, ὅπερ φυσικῶς γενέσθαι ἐστὶν ἀδύνατον. καὶ ἐπὶ μὲν τῶν ἄλλων τοῦ ἡλίου ἐκλείψεων, εἰ καὶ ὅλος ἐκλείποι ὁ ἥλιος, ἀκαριαῖον χρόνου μέρος ἀφώτιστος μείνας εὐθέως ἀνακαθαίρεσθαι ἄρχεται· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης ἀφεγγὴς ὁ ἀὴρ ἔμεινε παντελῶς.
Opif.100 καὶ ἀπ’ αὐτῆς δὲ τῆς περὶ Τιβερίου Καίσαρος ἱστορίας δείκνυται· βασιλεύειν μὲν γὰρ αὐτόν φησιν ὁ Φλέγων τῷ δευτέρῳ ἔτει τῆς ἑκατοστῆς ἐνενηκοστῆς ὀγδόης ὀλυμπιάδος. τὴν δὲ ἔκλειψιν γεγονέναι ἐν τῷ τετάρτῳ ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος, ὡς συνάγεσθαι ἀπὸ τῆς ἀρχῆς τοῦ βασιλεῦσαι Τιβέριον ἕως τοῦ τετάρτου ἔτους τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγγύς που ἔτη δέκα καὶ ἐννέα, τρία μὲν τῆς ἑκατοστῆς ἐνενηκοστῆς ὀγδόης, τῶν δὲ ἄλλων τεσσάρων δέκα καὶ ἕξ. τοῦτο δὲ καὶ Λουκᾶς ἐν τοῖς εὐαγγελίοις ἱστόρησε. τῷ γὰρ πεντεκαιδεκάτῳ ἔτει τῆς Τιβερίου βασιλείας φησὶ τὸ κήρυγμα Ἰωάννου τοῦ Βαπτιστοῦ γεγονέναι, ἐξ οὗ τὴν ἀρχὴν τὸ τοῦ σωτῆρος εἴληφε τὸ εὐαγγελικόν. παρέτεινε δὲ οὐδ’ εἰς ὅλους τέσσαρας ἐνιαυτούς, ὡς Εὐσέβιος ἐν τῷ πρώτῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔδειξεν ἐκ τῆς ἀρχαιολογίας Ἰωσήπου τοῦτο συναγαγών. ἀρξάμενον γὰρ ἐπὶ Ἄννα τοῦ ἀρχιερέως καὶ μετ’ αὐτὸν τριῶν ἄλλων ἀρχιερέων γενομένων—ἐνιαύσιος δὲ ὁ τῆς ἀρχιερωσύνης ἦν χρόνος—εἰς τὴν ἀρχὴν τοῦ μετ’ ἐκείνους ἱερατεύσαντος Καϊάφα πέρας εἴληφε σταυρωθέντος Χριστοῦ. ἦν δὲ τὸ ἔτος ἐκεῖνο τῆς Τιβερίου Καίσαρος βασιλείας ἐννεακαιδέκατον, ἐν ᾧ ἡ σωτήριος τοῦ κόσμου γέγονε τοῦ Χριστοῦ σταύρωσις καὶ ἡ ἐπ’ αὐτῇ παράδοξος καὶ ἀσυνήθης τῇ φύσει ἔκλειψις ἡλιακὴ τοῦτον γενομένη τὸν τρόπον, ὃν ὁ Ἀρεοπαγίτης ἔγραψε Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν ἱεράρχην ἐπιστολῇ.
Opif.101 Ἵνα οὖν ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν εἰς σκότος τὰς τρεῖς ὥρας ἐπὶ πᾶσαν γεγονέναι τὴν γῆν—ὁ δὲ τοῦ κυρίου θάνατος περὶ τὴν ἐνάτην γέγονεν ὥραν τουτέστι τῆς ὀγδόης ἀνυομένης καὶ τοῦ σκότους ἔτι ὄντος, ὅπερ δύσιν ἡλίου ἐκάλεσεν ὁ Ἀμῶς καὶ ὁ Φλέγων νύκτα, ἐν ᾗ τὸ πνεῦμά τε παρέδωκεν ὁ Χριστὸς καὶ τὰ ἐπὶ τούτῳ σημεῖα γέγονεν ἃ διηγεῖται τὸ εὐαγγέλιον—προφανὲς οἶμαι λοιπόν, ὅτι νύκτα τὸ σκότος τοῦτο καὶ ἡλίου δύσιν λογιστέον μίαν οὖσαν τῆς ἐν ᾅδου τοῦ κυρίου καθόδου. καὶ οὕτως αἱ τρεῖς ἡμέραι καὶ αἱ τρεῖς σωθήσονται νύκτες καὶ τῷ σαββάτῳ τὴν πρὸ τῆς κυριακῆς λογιούμεθα νύκτα, καὶ μετὰ τὴν συμπλήρωσιν τῶν τριῶν νυκτῶν καὶ τῶν δύο ἡμερῶν τῇ ἀρχῇ τῆς τρίτης ὄρθρου βαθέος, ἥτις ἐστὶν ἡ κυριακή, γέγονεν ἡ ἀνάστασις· ἀπὸ μέρους δὲ τὰς ἡμέρας ἀριθμεῖν εἰώθαμεν ἅπαντες· εἰ δὲ τὴν μετὰ τὸ σάββατον νύκτα μέρος εἶναι τῆς κυριακῆς ἐροῦμεν καὶ τὴν μετὰ τὴν παρασκευὴν τοῦ σαββάτου, δύο νυχθήμερα εὑρίσκονται μόνα, ἡ παρασκευή, μᾶλλον δὲ αἱ τρεῖς αὐτῆς ὧραι ἀντὶ μιᾶς ἡμέρας, καὶ τὸ σάββατον δευτέρα, καὶ δύο νύκτες, ἥ τε μετὰ τὴν παρασκευὴν καὶ ἡ μετὰ τὸ σάββατον. καὶ πῶς ἀληθεύσει τὸ ἐν τῇ καρδίᾳ μεῖναι τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας; οὐ γὰρ ἁπλῶς εἴρηκε τρεῖς ἡμέρας, ἵνα τὰς μὲν τρεῖς ὥρας τῆς παρασκευῆς τῆς μετὰ τὸ σκότος μίαν λάβωμεν ἡμέραν, τὴν δὲ μετὰ τὸ σάββατον νύκτα τρίτην ἡμέραν, ὡς λέγει Θεόδωρος· ἀλλὰ τὸ εὐαγγέλιον εἶπεν μετὰ διαστολῆς ἀκριβοῦς· ‘τρεῖς ἡμέρας καὶ τρεῖς νύκτασ‘, αἵτινες οὐκ ἄλλως δείκνυνται ἢ κατὰ τὸν εἰρημένον ἡμῖν τρόπον.
Opif.102 Οὐδ’ ἄρα ἐκ τοῦ καιροῦ τῆς τοῦ κυρίου ἀναστάσεως τὸ ζητούμενον αὐτῷ Θεόδωρος ἔδειξεν, ἀλλὰ καὶ ἐκ ταύτης συνέστη τὸ ἀληθές. κβʹ. Ἀπόδειξις ἐκ τοῦ νόμου, ὅτι προηγεῖται τῆς νυκτὸς ἡ ἡμέρα, καὶ περὶ τοῦ καιροῦ πάλιν τῆς ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ. Καὶ ἐκ τοῦ νόμου δέ, καθ’ ὃν τὸ πάσχα διατετύπωται γίγνεσθαι, ὅτι προϋπάρχει τῆς νυκτὸς ἡ ἡμέρα δειχθήσεται. ἐν τῇ Ἐξόδῳ γὰρ οὕτω φησίν· ‘εἶπεν δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν. πρόβατον τέλειον ἄρσεν ἐνιαυσιαῖον ἔσται ὑμῖν. ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου· καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.
Opif.103 οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ, τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ εἰς τὸ πρωῒ ἐν πυρὶ κατακαύσετε. οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου‘. τὸ αὐτὸ καὶ ἐν τῷ Λευιτικῷ γέγραπται· ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν, πάσχα τῷ κυρίῳ καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ‘. Εἰ οὖν σφάζεσθαι μὲν ὁ νόμος κελεύει πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ τὸ πρόβατον, ἐσθίεσθαι δὲ τῇ νυκτὶ ταύτῃ, τουτέστιν τῇ συνημμένῃ τῇ τεσσαρεσκαιδεκάτῃ, πάσχα δὲ τὴν νύκτα ταύτην καλεῖ, τὰ δὲ καταλειπόμενα εἰς τὸ πρωῒ τῆς πεντεκαιδεκάτης πυρὶ κατακαίεσθαι κελεύει, τὴν δὲ νύκτα τοῦ πάσχα, ἐν ᾗ τὸ πρόβατον ἐσθίεται, μὴ τῇ τεσσαρεσκαιδεκάτῃ λογιούμεθα τοῦ μηνός, ἀλλὰ τῇ μετ’ αὐτὴν πεντεκαιδεκάτῃ, συμβαίνει τὸ πάσχα μὴ τὴν τεσσαρεσκαιδεκάτην εἶναι, ἀλλὰ τὴν πεντεκαιδεκάτην. ἀλλ’ ὁ νόμος οὐδαμοῦ πάσχα καλεῖ τὴν πεντεκαιδεκάτην ἀλλὰ πρώτην τῶν ἀζύμων· διὸ τὰ εἰς τὴν ἕω ταύτης καταλειπόμενα τοῦ προβάτου πυρὶ κατακαίεσθαι κελεύει· παρεληλυθότος γὰρ τοῦ πάσχα μετὰ τὴν νύκτα ἡ τοῦ προβάτου λοιπὸν εἰς τὴν ἕω βρῶσις ὑπῆρχεν ἀθέμιτος· εἰ δὲ ἡ νύξ, ἐν ᾗ τὸ πρόβατον ἠσθίετο, μὴ τῆς τεσσαρεσκαιδεκάτης ἦν, ἀλλὰ τῆς πεντεκαιδεκάτης μέρος ὑπῆρχεν, οὐκ ἂν μετὰ τὴν νύκτα τοῦ προβάτου τὴν βρῶσιν ἀπηγόρευεν ὡς ἀθέμιτον.
Opif.104 νῦν δὲ ἐσθίεται μὲν τῇ τεσσαρεσκαιδεκάτῃ ἥτις ἐστὶν πάσχα. ἑορτὴ δὲ πρώτη τῶν ἀζύμων ἐστὶν ἡ πεντεκαιδεκάτη, καθ’ ἣν ἡ ἐξ Αἰγύπτου τῶν υἱῶν Ἰσραὴλ γέγονεν ἔξοδος. Ὅτι δὲ οὐ μετὰ τὴν τοῦ ἡλίου ἀνατολήν, ἀλλ’ ἔτι σκότους ὄντος μετὰ ἑωσφόρον ἡ τῶν υἱῶν Ἰσραὴλ γέγονεν ἔξοδος, ὡς ἐξ ἐκείνου λοιπὸν τὴν πεντεκαιδεκάτην ἀριθμεῖσθαι, καθ’ ἣν ἐξῆλθον, δῆλον ἔσται τὴν περὶ τούτου Μωσαϊκὴν ἱστορίαν ἀναγινωσκόντων ἡμῶν οὕτως ἔχουσαν· ‘ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ πᾶν πρωτότοκον κτήνους. καὶ ἀνέστη Φαραὼ νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι. καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτου· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. καὶ ἐκάλεσεν Φαραὼ Μωϋσῆν καὶ Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ. βαδίζετε καὶ λατρεύετε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε, καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε. εὐλογήσατε δὲ κἀμέ. καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἀπὸ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνῄσκομεν.
Opif.105 ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς Μωϋσῆς καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίουσ‘. Εἰ δὲ ὁ τῶν πρωτοτόκων ὄλεθρος μέσην γέγονε νύκτα καὶ μετὰ ταύτην οἱ Αἰγύπτιοι τοῦ γενομένου συναισθόμενοι διανέστησαν τεθορυβημένοι καὶ κράζοντες καὶ τὸν Φαραὼ δηλονότι κατεπείγοντες ἀπολῦσαι τὸν λαὸν καὶ ἐπὶ τούτῳ Φαραὼ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν μεταστειλάμενος τὰ εἰρημένα πρὸς αὐτοὺς εἶπεν, καὶ τούτων γενομένων ὑπὸ τῶν Αἰγυπτίων ἐπειγόμενοι συνεστράφησαν πρὸς τὴν ἔξοδον παρασκευαζόμενοι μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς γυναικῶν τε καὶ τέκνων καὶ κτηνῶν καὶ πάντων, ὅσα αὐτοῖς ὑπῆρχεν, πόσας οἴει μετὰ τὸ μεσονύκτιον διαγενέσθαι ὥρας, ἐν αἷς τὰ τοιαῦτα τοῖς τε Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις ἐπράχθη; δῆλον οὖν, ὡς εἶπον, ὅτι περὶ αὐτὴν τὴν ἕω νυκτὸς ἔτι οὔσης ἡ ἐξ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἠπειγμένη γέγονεν ἔξοδος. ἐν γὰρ τῷ Δευτερονομίῳ ‘φύλαξαι τὸν μῆνα‘ φησί ‘τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου. ὅτι ἐν μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτόσ‘. ἥτις ἦν τῆς πεντεκαιδεκάτης ἡμέρας ἀρχή, ἣν πρώτην τῶν ἀζύμων ἑορτάζουσιν, ὡς ἐν αὐτῇ τῆς δουλείας τῶν Αἰγυπτίων ἐλευθερωθέντες, τύπον ἔχουσαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ δεσπότου Χριστοῦ τὸν αὐτὸν τῇ ἐξόδῳ τῶν Ἰσραηλιτῶν γενομένης καιρόν, ἐν ᾗ πάντες τῆς δουλείας τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ἠλευθερώθημεν, ἐν ᾗ καὶ τὸν κόσμον ἤρξατο δημιουργεῖν ὁ θεός, οὐρανὸν καὶ γῆν καὶ τὸ φῶς ἐν αὐτῇ ποιήσας.
Opif.106 ἀλλ’ οἱ μὲν περὶ τὴν ἕω τῆς πεντεκαιδεκάτης ἐξῆλθον· ὁ δὲ Χριστὸς τὴν τριήμερον πληρώσας ταφὴν τῇ ἑκκαιδεκάτῃ κατὰ τὸν αὐτὸν ἀνέστη καιρόν, ἥτις ἦν τότε μία τῶν σαββάτων. Εἰ οὖν πάσχα τοῖς Ἰσραηλίταις ἦν ὁ μέχρι τῆς ἐξόδου καιρός, μετὰ δὲ τοῦτον ἡ πεντεκαιδεκάτη τοῦ μηνὸς οὐκέτι πάσχα καλουμένη ἀλλ’ ἑορτὴ τῶν ἀζύμων, πῶς οὐχὶ προφανέστατον ὡς ἡ πρὸ τῆς ἐξόδου τοῦ λαοῦ νὺξ τῇ τεσσαρεσκαιδεκάτῃ, ἥτις ἦν τὸ πάσχα, συνῆπται; καὶ διὰ τοῦτο καὶ ἡμεῖς τὴν μετὰ τὸ σάββατον νύκτα τῇ ταφῇ τοῦ κυρίου λογιζόμεθα, τῇ δὲ ἑξῆς ὄρθρου βαθέος σκοτίας ἔτι οὔσης τὴν ἀνάστασιν ἑορτάζομεν, ἣν ἐπιφαύσκειν εἰς τὴν μίαν τῶν σαββάτων τὸ εὐαγγέλιον εἴρηκεν· οὐκ ἄρα τὴν μετὰ τὸ σάββατον νύκτα τῇ μιᾷ τῶν σαββάτων λογίζεσθαι δεῖ. Ὅσα μὲν οὖν τῶν Θεοδώρου πιθανότητα εἶχέ τινα τοῦ προηγεῖσθαι τῆς ἡμέρας τὴν νύκτα, διελυσάμην εἰς δύναμιν· ὅσα δὲ γέγραφε δεῖξαι πειρώμενος ὅτι νυκτὸς διάστημα παρέτεινε τὸ σκότος πρὶν γενέσθαι τὸ φῶς, ταῖς ἐν γυναικωνίτισι συγκαταλεγέσθωσαν ὁμιλίαις.
Opif.107 κγʹ. Διὰ τί Ἑβραῖοι τὴν πρώτην τῆς ἑβδομάδος ἡμέραν μίαν καλοῦσι καὶ τὴν πρώτην τοῦ μηνὸς ὁμοίως, οὐκέτι δὲ ἐπὶ τῶν μηνῶν τὸν μῆνα τοῦ ἐνιαυτοῦ τὸν πρῶτον λέγουσιν ἕνα. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία‘· ἐζήτησαν διὰ τί μὴ εἶπεν ἡμέρα πρώτη, μέλλων ἐπάγειν δευτέραν καὶ μέχρι τῆς ἕκτης· καλῶς δέ τινες ἐπετήρησαν, ὅτι ἰδίωμα τοῦτο τῆς Ἑβραΐδος ἐστὶ διαλέκτου τὴν πρώτην μίαν καλεῖν, ὡς ἐπὶ τὸ πλεῖστον, καὶ τὸν πρῶτον ἕνα. αὐτὸς γοῦν Μωϋσῆς τοὺς τέσσαρας ἀπαριθμούμενος ποταμοὺς ἀντὶ τοῦ εἰπεῖν ὄνομα τῷ πρώτῳ Φεισὼν ‘ὄνομα‘ φησί ‘τῷ ἑνὶ Φεισὼν καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηὼν καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτησ‘. καὶ πάλιν· ‘ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδᾶ καὶ ὄνομα τῇ δευτέρᾳ Σελλᾶ‘. καὶ τὴν νεομηνίαν δὲ μίαν τοῦ μηνὸς ὀνομάζουσιν, ὡς ἐν τῷ Λευιτικῷ· ‘τοῦ μηνὸς τοῦ ἑβδόμου μία τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων‘. Καλλίστης οὖν καὶ ἀληθοῦς οὔσης τῆς παρατηρήσεως περιττὸν οἶμαι τὸ ζητεῖν διὰ τί καὶ νῦν τὴν πρώτην μίαν ὠνόμασεν. εἰ μή τις ἄρα φιλοτιμώτερον προσθείη τοῦ ἔθους τὴν αἰτίαν, ἥντινα οἶμαι ταύτην· τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐπὶ διαφόρων λέγεται πραγμάτων, ὡς ὅταν εἴπω· πρῶτος ἐν προφήταις ἐστὶ Μωϋσῆς, δεύτερος φέρε Σαμουὴλ καὶ ἐφεξῆς· ὁμοίως πρώτη ἐστὶν ἡ Γένεσις, δευτέρα ἡ Ἔξοδος.
Opif.108 ἡμέραν δὲ καλοῦμεν τὴν ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος εἰς τὸν αὐτὸν πάλιν τοῦ ἡλίου ἀποκατάστασιν, καὶ ἕτερόν τι ποιητικὸν ἡμέρας οὐκ ἔστι. πάλιν οὖν ἡ αὐτὴ περιδίνησις ἄλλην ἡμέραν ποιεῖ καὶ πάλιν ἄλλην. μία οὖν ἐστιν ἡμέρα ἡ τοῦ ἡλίου ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις, ἐφ’ ἑαυτὴν πολλάκις ἀνακυκλουμένη καὶ τὸ τῶν ἡμερῶν ποιοῦσα πλῆθος· ἐπεὶ οὖν τῶν ἡμερῶν οὐκ ἔστι διαφορά, ἀλλ’ ὡς εἶπον μία ἡ πρώτη τὰς ἄλλας ἀνακυκλουμένη ποιεῖ, εἰκότως ἄρα μίαν αὐτὴν καὶ οὐ πρώτην ὠνόμασε Μωϋσῆς, ἅτε δὴ τῶν ἑξῆς ἁπασῶν οὖσαν γεννητικήν, ὡς καὶ ἡ μονὰς μία ἐστὶ τῇ ἰδίᾳ ἀνακυκλήσει τοὺς ἑξῆς ἀριθμοὺς γεννῶσα. Εὔλογον οὖν τὸ αἴτιον μὴ ποιεῖν τοῖς αἰτιατοῖς σύστοιχον, ἀλλ’ ἐκεῖνα μὲν ἐκ τῆς πρὸς αὐτὸ σχέσεως ἔχειν τὸ δεύτερα εἶναι καὶ τρίτα, τοῦτο δὲ ὡς ἐκείνων ἐξῃρημένον τῇ δυνάμει ἄσχετον πρὸς αὐτὰ τὴν προσηγορίαν ἔχειν, ἓν λεγόμενον καὶ μία καὶ εἷς, οὐχὶ δὲ πρῶτος καὶ πρώτη καὶ πρῶτον. ὥσπερ δὲ μία τῶν σαββάτων ἐστὶν ἡ πρώτη τῆς ἑβδομάδος, ἧς κατὰ ἀνακύκλησιν ἡ ἑβδομὰς συμπληροῦται, οὕτω καὶ μία τοῦ μηνὸς κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἧς ἡ ἀνακύκλησις εἰς ἑαυτὴν τὸν μῆνα ποιεῖ. τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν παντελῶς παρ’ αὐτοῖς τὴν προσηγορίαν τοῦ πρώτου καὶ πρώτης, μόνον δὲ τὸ Ἑβραϊκὸν αἰτιολογῶν ἔθος, ὡς οὐκ ἄλογον ἔσχε τὴν ἐπιτήρησιν. Τούτῳ δὲ κἀκεῖνό ἐστι σύμφωνον ἐπὶ τῆς τῶν μηνῶν ἀπαριθμήσεως.
Opif.109 οὐδέποτε τὸν μῆνα τὸν πρῶτον ἕνα λέγουσιν ἀλλὰ μόνως πρῶτον. ‘ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ‘ καὶ πάλιν ‘ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνόσ‘· ἐπειδὴ καὶ ὁ τριακονθήμερος τοῦ μηνὸς χρόνος καὶ αὐτὸς κατὰ ἀνακύκλησιν τῆς μιᾶς ἡμέρας γίνεται, οὐ μὴν ὁ ἐνιαυτὸς κατὰ ἀνακύκλησιν ἑνὸς μηνός. τὸ γὰρ μέτρον ἐστὶν ἐλάχιστον, ὧν ἐστι μέτρον· ἐλαχίστη δὲ πασῶν ἡ τῆς ἀπλανοῦς κίνησις, ἧς ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις ἡμέρα ἐστίν· διὸ ταύτῃ καὶ ὁ πᾶς χρόνος μετρεῖται. τούτου δὲ καὶ ἐπὶ τῶν ποταμῶν ἢ γυναικῶν ἢ ἑτέρων τινῶν τοιούτων ἡ τοῦ ἔθους μετῆλθε κατάχρησις. λόγος τρίτος. Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘, καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. ΑΚΥΛΑΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τῶν ὑδάτων καὶ ἔστω διαχωρίζον μεταξὺ ὑδάτων εἰς ὕδατα‘.
Opif.110 καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανός. ΘΕΟΔΟΤΙΩΝ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος εἰς ὕδατα‘. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανόν. ΣΥΜΜΑΧΟΣ Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω στερέωμα ἐν μέσῳ ὑδάτων καὶ ἔστω διαχωρίζον ἐν μέσῳ ὕδατος καὶ εἰς ὕδωρ‘. καὶ ἐκάλεσεν ὁ θεὸς τῷ στερεώματι οὐρανόν. αʹ. Ὅτι δεύτερος οὐρανός ἐστι τὸ στερέωμα καὶ οὐκ ἐπανάληψις τοῦ πρώτου· καὶ τί ἐστι τὸ ἁρπαγῆναι ἕως τρίτου οὐρανοῦ ὑπὸ τοῦ Παύλου λεχθέν. Ὅτι μετὰ τὸν πρῶτον οὐρανὸν δεύτερον ὁ θεὸς ἐποίησεν τὸ στερέωμα, ὅπερ καὶ αὐτὸ κέκληκεν οὐρανόν, καὶ οὐκ ἔστιν ἐπανάληψις τὰ νῦν τούτου· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘, ἀλλ’ ὁμωνύμως ἐκείνῳ καὶ τοῦτον ἐκάλεσεν οὐρανόν, δεδείχασιν ἤδη πολλοί.
Opif.111 ἱκανὸν δὲ καὶ τὸ ἐν ψαλμοῖς εἰρημένον· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων‘ καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν‘. ἀλλὰ καὶ ὁ Παῦλος ἁρπαγῆναι εἰπὼν ἕως τρίτου οὐρανοῦ τὸ μὴ ἕνα τῷ ἀριθμῷ τὸν οὐρανὸν εἶναι δείκνυσι. διὸ ζητεῖται, τίς ὁ τρίτος ἐστὶν οὐρανός. Καὶ δῆλον οἶμαι πᾶσιν, ὡς ἡ θεία γραφὴ καὶ τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ σῶμα πᾶν συνεχῶς οὐρανὸν ὀνομάζει. ‘τὰ πετηνὰ τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. ‘καὶ ἔβρεξε κύριος πῦρ καὶ θεῖον παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ‘. ‘καὶ οἱ καταράκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν‘. καὶ πολλὴ καὶ ἀπερίληπτος ἡ τούτου χρῆσις καὶ οὐκ ἐν μόνῃ τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ ἐν τῇ Ἑλληνικῇ συνηθείᾳ καὶ ἐν τῷ ἔθει τῷ κοινῷ. Τούτου οὖν οὕτως ἔχοντος ὑπερβὰς ὁ Παῦλος τῇ θεωρίᾳ τοῦ νοῦ τὸ μεταξὺ ἅπαν οὐρανοῦ καὶ γῆς καὶ αὐτὸν τὸν ὑποπίπτοντα τῇ αἰσθήσει ἡμῶν διὰ τῶν ἐν αὐτῷ ἀστέρων οὐρανόν, ὃν ἡ γραφὴ στερέωμα προσαγορεύει, καὶ τὸν πρῶτον καὶ ἔξωθεν πάντων, καὶ ἁπλῶς εἰπεῖν πᾶσαν ὑπερανελθὼν τοῦ σωματικοῦ κόσμου τὴν θεωρίαν, γυμνῷ τῷ νῷ μετάρσιος τοῖς ὑπερκοσμίοις ὡμίλησε καὶ θεῷ—‘μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ‘ φησὶν ὁ κύριος ‘ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται‘—καὶ ἀρρήτων ἀνθρώποις ἠξιώθη ῥημάτων ἀκοῦσαι. Οὐκ ἄρα δέον ἐστὶν ἀμφιβάλλειν, εἰ δεύτερον οὐρανὸν οἶδε Μωϋσῆς τὸ στερέωμα, ὅτε καὶ τρίτον οὐρανὸν καθ’ ὁμωνυμίαν ἡ γραφὴ γιγνώσκει τὸν ἀέρα.
Opif.112 οὐδὲ νομιστέον ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ ἐνταῦθα περὶ τοῦ στερεώματος εἰρημένα· καὶ ἐξ αὐτοῦ γὰρ τοῦ χρόνου, καθ’ ὃν ἑκάτερος γέγονεν, ἡ διαφορὰ τούτων ἐστὶ γνώριμος· εἴγε ὁ μὲν ἐν τῇ πρώτῃ γέγονεν ἡμέρᾳ, τὸ δὲ στερέωμα τῇ μετ’ αὐτὴν δευτέρᾳ. βʹ. Τί ἐστι τὸ πλανῆσάν τινας ἐπανάληψιν εἶναι νομίζειν τοῦ πρώτου οὐρανοῦ τὰ περὶ τοῦ στερεώματος εἰρημένα· καὶ ὡς οὐδὲν τῶν γενομένων ἐν ταῖς ἓξ ἡμέραις πλὴν μόνης τῆς τοῦ ἀνθρώπου γενέσεως ἐπανείληπται. Ἐπλάνησε δὲ τοὺς ὑποπτεύσαντας ἐπανάληψιν εἶναι τοῦ πρώτου τὰ νῦν λεγόμενα ἡ κατὰ τὸν ἄνθρωπον ἀναγκαίως ἐπανάληψις γενομένη τῷ Μωϋσεῖ. εἰπὼν γάρ· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε‘, καὶ μέλλων τὰ περὶ τῶν ἑξῆς ἀνθρώπων ἱστορεῖν ἀπ’ ἀρχῆς μέχρι τῶν γενομένων ἕως τῆς αὐτοῦ τελευτῆς, εἰκότως ἐπὶ τὸν πρῶτον ἀνέδραμεν ἄνθρωπον, ἵνα φυλάξῃ τῇ ἱστορίᾳ τὸ συνεχές· ‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν; καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆσ‘, ἐντελεστέραν τε τῆς γενέσεως αὐτοῦ ποιούμενος τὴν διήγησιν, καὶ τὸν τρόπον, καθ’ ὃν ἡ κοινωνὸς αὐτῷ τοῦ βίου γέγονεν Εὔα, λέγων, καὶ τίνες λοιπὸν οἱ ἐξ ἀμφοῖν καὶ οἱ ἐξ ἐκείνων.
Opif.113 ἐπ’ ἄλλου δὲ τῶν ἐν ταῖς ἓξ ἡμέραις γενομένων ὡς γινομένου πάλιν οὐδενὸς μνήμην πεποίηται· τὸ γάρ ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά‘ καὶ τό ‘ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν‘ οὐκ ἐπανάληψίς ἐστι τοῦ ὅτι πεποίηκε τὴν γῆν ὁ θεός, ὥς τισι λίαν ἀλόγως ἔδοξεν, ἀλλὰ διδασκαλία τῆς τῶν δύο τούτων στοιχείων φυσικῆς τάξεώς τε καὶ θέσεως καὶ τῆς διακρίσεως αὐτῶν ἀναγκαίας οὔσης, ἵνα καὶ τὰ ἐξ αὐτῶν γίνεσθαι μέλλοντα διακεκριμένην λάβῃ τήν τε γένεσιν καὶ τὴν τροφὴν καὶ τὴν δίαιταν. τοῦτο μὲν οὖν αὐτάρκως ἐδείχθη. γʹ. Ὅτι τὸν πρῶτον οὐρανὸν τὸν ἄναστρον οἶδεν Ἵππαρχος καὶ Πτολεμαῖος· καὶ ὅτι τὸν δεύτερον, ὃν στερέωμα καλεῖ Μωϋσῆς, ἕνα μὲν οὐρανὸν ἴσασι καὶ Ἕλληνες, ἄλλοι δ’ ἄλλως αὐτὸν διαιροῦσιν εἰς μέρη, ὡς ἐνόμισαν ἕκαστοι τὴν αἰτίαν τῆς ἐν τοῖς πλανωμένοις ἀνωμαλίας ἀποδιδόναι· καὶ ὡς ἀναπόδεικτοι πᾶσαι αὐτῶν εἰσιν αἱ ὑποθέσεις. Ἐγὼ δὲ σύμφωνον τοῖς οὖσι τὴν Μωϋσέως κοσμογονίαν δεικνὺς καὶ τοὺς ἐν ἀστρονομίᾳ μάλιστα τῶν πρὸ αὐτῶν ἁπάντων εὐδοκιμηκότας Ἵππαρχον καὶ Πτολεμαῖον προσηταιρισάμην μάρτυρας τῆς τοῦ δευτέρου γενέσεως οὐρανοῦ, οὓς ἐκ τῶν Μωϋσεῖ γεγραμμένων τὰς ἀφορμὰς λαβόντας οἶμαι τῇ ἀνάστρῳ σφαίρᾳ τῇ ἐξωτάτω πασῶν πρώτους Ἑλλήνων ἐπιστῆσαι· ἥλιον δὲ καὶ σελήνην καὶ τοὺς ἀστέρας ἐν τῇ μετ’ ἐκείνην ὑπάρχειν πάντες θέλουσι καὶ αὐτῷ Μωϋσεῖ τοῦτο βουλομένῳ ἀκολουθήσαντες.
Opif.114 ἕνα μὲν οὖν τοῦτον οὐρανὸν ἅπαξ ἅπαντες εἶναί φασι καὶ πληθυντικῶς οὐδέποτε αὐτὸν οὐρανοὺς ὀνομάζουσιν Ἕλληνες, ὡς ἡ θεία γραφὴ πολλάκις οὕτω καλεῖ· διὰ δὲ τὴν φαινομένην ἀνωμαλίαν τῆς κινήσεως τῶν πλανωμένων ἄλλαις ἄλλως τῶν ἀστρονόμων ὑποθέσεσι χρησάμενοι, δι’ ὧν τὰ φαινόμενα σῴζειν ἐνόμισαν, εἰς πλείονας σφαίρας αὐτὸν ὡς εἰς μέρη διεῖλον. Ἀριστοτέλης γοῦν ἐν τῷ λάβδα τῆς μετὰ τὰ φυσικὰ πραγματείας τὰς τῶν παλαιῶν ἀστρονόμων δόξας ἀπαριθμούμενος καὶ ὡς ἑκάστῳ τῶν πλανωμένων ἀστέρων πλείονας κινήσεις ἀποδεδώκασι, κατά τε τὰς ἀγούσας ἕκαστον σφαίρας οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὑποθέμενοι καὶ τὰς ἀνελιττούσας ἐκείνας, ὡς ἔφασαν, συνελὼν ὕστερον ἁπάσας ὁ φιλόσοφος κατὰ τὰς ὑποθέσεις αὐτῶν οὕτω φησίν· ‘ὁ δὴ πασῶν ἀριθμὸς τῶν τε φερουσῶν καὶ τῶν ἀνελιττουσῶν ταύτας πεντήκοντα καὶ πέντε‘. Ὅτι δὲ αἱ τοιαῦται ὑποθέσεις ἀναπόδεικτοι παντελῶς εἰσι καὶ μόναι κατὰ ἀλήθειαν ὑποθέσεις πραγμάτων χωρίς, ἥ τε πρὸς ἀλλήλους αὐτῶν διαφωνία δηλοῖ, ἄλλων ἄλλον ὑποθεμένων ἀριθμόν, καὶ ὁ μετὰ πάντας γενόμενος Πτολεμαῖος· τὰς τῶν παλαιῶν γὰρ οὗτος ἀτιμάσας ὑποθέσεις ἁπάσας, σαφεστέρας δὲ καὶ συντόμους αὐτὸς ἐπινενοηκὼς ἐννέα μὲν τὰς ἀγούσας αὐτοὺς ἅπαντας ὑπέθετο σφαίρας, ἀντὶ δὲ τῶν ἀνελιττουσῶν αὐτάς, δι’ ὧν τὰς αἰτίας τῆς ἀνωμάλου κινήσεως τῶν πλανωμένων οἱ πρότερον ἀπεδίδοσαν, ἐκκέντρους τινὰς αὐτὸς σφαίρας ἐπινοεῖ, μὴ τῷ αὐτῷ κέντρῳ ταῖς ἐννέα χρωμένας.
Opif.115 ἢ εἰ τοῦτό τις μὴ παραδέξαιτο, ἐπικύκλους, φησίν, ἐπινοείτω—μικρὰς δέ τινας οὕτως ὠνόμασε σφαίρας—ἕνα καθ’ ἑκάστην τῶν ἀγουσῶν αὐτοὺς σφαιρῶν κατά τι μέρος αὐτῶν ἀπὸ τῆς κυρτῆς ἐπιφανείας διὰ παντὸς τοῦ βάθους μέχρι τῆς κοίλης χωροῦντα· ἐν ἑκάστῳ δὲ τούτων ἕνα τῶν πλανωμένων ἀστέρων συμπεριάγεσθαι, ὡς μετὰ τὴν τῆς ἀπλανοῦς δύο κινεῖσθαι κινήσεις ἰδίας, τήν τε τῆς ἀγούσης αὐτὸν σφαίρας καὶ τὴν τοῦ ἐπικύκλου· συμβαίνειν γὰρ οὕτω πῇ μὲν τὴν αὐτὴν τῇ ὅλῃ κινούμενον ἐπὶ τοῦ ἐπικύκλου, πῇ δὲ τὴν ἐναντίαν προποδίζειν τε καὶ ὑποποδίζειν ὀξύτερόν τε φέρεσθαι δοκεῖν ἢ βραδύτερον ἢ καὶ στηρίζειν· καὶ ἁπλῶς εἰπεῖν πάσης τῆς φαινομένης ἐν αὐτοῖς ἀνωμαλίας τὰς αἰτίας ἐκ τῶν ὑποθέσεων τούτων ἀποδίδωσι. τὰ μὲν οὖν συμβαίνοντα ἄλλοι δι’ ἄλλων ὑποθέσεων σῴζειν ἔδοξαν ἢ τὰ πλείονα τῶν φαινομένων καὶ ἢ παχυμερέστερον τούτων τινὲς ἢ ἀκριβέστερον· τῶν δὲ ὑποθέσεων ἀπόδειξιν αὐτῶν οὐδεὶς οὐδεμίαν ἐξευρεῖν, οὐδ’ αὐτό γε τοῦτο εἰπεῖν ἐπεχείρησεν, οὐδὲ εὑρήσει ποτὲ μυρία μηχανησάμενος. Ὅτι δὲ ὅσας ἄν τις ὑπόθοιτο σφαίρας, εἷς ἐστιν ὁ ἐκ πασῶν συγκείμενος οὐρανὸς μέρεσι ταύταις χρώμενος, δῆλον μὲν ἐκ τῆς τῶν παλαιῶν ἁπάντων ὡς ἔφθην εἰπὼν χρήσεως, ἀλλὰ καὶ Ἀριστοτέλης ἐν τῇ εἰρημένῃ πραγματείᾳ τὰς φορὰς τῶν οὐρανίων, ὅσας ἂν ὑποθέσθαι τοῖς ἀστρονόμοις ἔδοξε, πεπερασμένας εἶναι δείξας καὶ οὐκ ἀπείρους ‘ὅτι δέ‘ φησίν ‘εἷς οὐρανός ἐστι φανερόν‘ καὶ τοῦτο κατεσκεύασεν.
Opif.116 Τίνος δὲ χάριν ἡμεῖς τούτων ἐμνήσθημεν; ἵνα μὴ διὰ τοῦ πλήθους τῶν σφαιρῶν εἰς πλείονας οὐρανοὺς τὸ στερέωμά τις διελὼν ἐλέγχειν τὸν Μωϋσέα δοκῇ, ἕνα τοῦτον οὐρανὸν ὀνομάζοντα, καίτοι γε τῆς Ἑβραίων γλώττης πληθυντικῶς—φασὶν οἱ ταύτης εἰδότες— ὀνομαζούσης ἀεὶ τὸν οὐρανόν· ‘αἰνεῖτε γὰρ αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν‘ ὁ προφήτης φησίν. συμπεφώνηκεν μὲν οὖν περὶ τῆς ἀνάστρου Μωϋσεῖ Πτολεμαῖος ὁ πάντων ἐν τούτοις ὡς εἰπεῖν ἀκριβέστατος. δʹ. Ὅτι οὐ δεῖ τὴν αἰτίαν ζητεῖν, δι’ ἣν ὁ πρῶτος γέγονεν οὐρανός, διότι μηδ’ ἄλλου τῶν γενομένων τὴν αἰτίαν ἀνθρώπους εἰπεῖν ἐνδέχεται. Εἰ δέ τις αἰτίαν τῆς γενέσεως τοῦ πρώτου ζητοίη λέγειν ἡμᾶς οὐρανοῦ, πρῶτον μὲν κοινὴ καὶ τῶν μετὰ Μωϋσέα ἐστὶν ἡ ὑπόθεσις· οὐκοῦν καὶ ἡ ἀπορία καὶ ἡ λύσις κοινή· δεύτερον λεγέτω πρότερον αὐτός, τίς ἡ αἰτία τοῦ τοσούτου τῶν σφαιρῶν ἀριθμοῦ τῶν τε παλαιῶν ὑποθέσεων καὶ τῶν νῦν, καὶ διὰ τί μήτε πλείους μήτε ἐλάττους γεγόνασιν.
Opif.117 εἴπερ, ὡς εἰσὶν ὅλως τοσαῦται, δείξειέ τις—ὅπερ ἀδύνατον—καὶ τίς ἡ τοσαύτη κατὰ τὰ τάχη διαφορὰ τῶν ἐν ταῖς πλανωμέναις κινήσεων, τῆς μὲν ἀπλανοῦς διὰ τοῦ ἡμερονυκτίου τὸν ὅλον ἐκπεριερχομένης κύκλον, τῆς δὲ σεληνιακῆς διὰ μηνός· ἐνιαυτῷ δὲ ὁ ἥλιος τὴν ἰδίαν ἐκπεριέρχεται περιφοράν, ἰσοδρομουσῶν αὐτῷ τῆς δὲ Ἑρμαϊκῆς καὶ τοῦ ἑωσφόρου· ἡ δὲ Ἀρεϊκὴ δύο που δεῖται πρὸς ἀποκατάστασιν ἐνιαυτῶν, ἡ δὲ μετ’ αὐτὴν Διΐα δέκα καὶ δύο, ἡ δὲ μετ’ ἐκείνην, ἣν Κρονίαν φασί, τριάκοντα· σιγῶ τὴν κατὰ Πτολεμαῖον δι’ ἐνιαυτῶν ἑκατὸν μίαν κινουμένην μοῖραν, ὡς ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ διὰ τρισχιλίων ἐξανύειν ἐνιαυτῶν. τίς ἂν οὖν τὴν αἰτίαν τούτων εἰπεῖν ἔχοι; οὐδὲ γὰρ τοῦ πλήθους τῶν ἀστέρων, θέσεώς τε αὐτῶν καὶ τάξεως μεγέθους τε καὶ χρωμάτων διαφορᾶς λόγον ἀνθρώπων οὐδεὶς ἀποδώσει ποτέ· μόνον δέ, ὅτι πάντα καλῶς καὶ ὡς ἔδει πεποίηκεν ὁ θεὸς καὶ οὐδὲν ἐλλεῖπον ἢ περιττόν, πιστεύομεν ἅπαντες· ὀλίγων γὰρ κομιδῇ τὰς αἰτίας ἐγνώκαμεν. εἰ οὖν αἰτίαν τῶν φαινομένων εἰπεῖν οὐκ ἔχουσι φυσικήν, μηδὲ ἡμᾶς τῶν μὴ φαινομένων ἐπερωτάτωσαν αἰτίαν. εʹ. Τίς ἡ οὐσία τοῦ οὐρανίου σώματος, καὶ τίνα ἄν τις αὐτὴν ἐκ τῆς Μωϋσέως συλλογίσαιτο κοσμογονίας· καὶ ὅτι Πλάτων Μωϋσεῖ συμπεφώνηκε. Περὶ δὲ τῆς οὐσίας τοῦ στερεώματος Πλάτων μὲν ἐκ τῶν τεσσάρων αὐτὸ συνίστησιν, ἥλιον δὲ καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας ἐκ πλείστου πυρός· Ἀριστοτέλης δὲ πέμπτης οὐσίας σωμάτων τὸν οὐρανὸν ὑποθέμενος αὐτάρκη πρὸς ἡμῶν τὸν ἔλεγχον εἴληφε· Μωϋσῆς δέ, δι’ ὧν αὐτὸν ἐν μέσῳ γεγονέναι τῶν ὑδάτων εἴρηκεν, ὑπόνοιαν δίδωσιν ἡμῖν, ὡς ἐκ πλείστου τὴν οὐσίαν αὐτοῦ ὕδατος συνεστάναι βούλεται.
Opif.118 διαφανὲς γάρ ἐστιν ὡς ὅτι μάλιστα τὸ οὐράνιον σῶμα· τὸ δὲ διαφανὲς μόνοις τῶν στοιχείων ὕδατί τε καὶ ἀέρι ὑπάρχει· οἷον γὰρ ἀήρ τίς ἐστι ξηρὸς τὸ ὑπέκκαυμα· ἀντιφρακτικὸν γάρ ἐστιν ἡ φλὸξ ὡς καὶ ἡ γῆ. Ὡς οὖν ὁ Πλάτων διὰ τὸ φωτιστικὸν ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων πλείστου πυρὸς μετέχειν αὐτοὺς εἴρηκεν—οὐδενὶ γὰρ ὑπάρχει τῶν ἁπλῶν πλὴν πυρὶ τὸ φωτιστικόν—οὕτω Μωϋσῆς, οἶμαι, διὰ τὴν τοῦ στερεώματος διαφάνειαν ὕδατος αὐτὸν πλείστου καὶ ἀέρος μετέχοντα, οἷς τὸ διαφανὲς καὶ τὸ ὑγρὸν ὑπάρχει μόνοις, εἰς στερεωτέραν δὲ οὐσίαν ἑκατέρου μεταβληθέντος ἐν τῇ γενέσει τοῦ οὐρανοῦ, ὡς καὶ ἐν ὑάλῳ καὶ τοῖς διαφανέσι τῶν λίθων γινομένων φαίνεται, εἰκότως αὐτὸν ἐν μέσῳ τῶν ὑδάτων γεγονέναι φησί, ἐκ τῶν ἐν αὐτῷ πλεοναζόντων ἀέρος καὶ ὕδατος αὐτὸν χαρακτηρίσας· καὶ στερέωμα προσηγόρευσεν ὡς ἐξ ὑγρᾶς οὐσίας εἰς στερεμνιωτέραν μεταβαλόντα. καὶ οἶμαί γε τῇ ἐννοίᾳ ταύτῃ συμφωνεῖ τὸ πληθυντικόν ‘ἐν μέσῳ τῶν ὑδάτων‘.
Opif.119 ὁ δὲ Πλάτων τῆς Μωϋσέως οἶμαι κοσμογονίας ἀκηκοώς, ὡς μετέχοντα γῆς στερεὸν εἶναι σῶμα τὸν οὐρανὸν εἴρηκε. ‘μόνη‘ γάρ φησι ‘τῶν στοιχείων ἡ γῆ στερεὸν σῶμά ἐστι καὶ ἀντίτυπον‘. Πολλῷ οὖν φυσικώτερον καὶ τοῖς φαινομένοις συμφώνως Μωϋσῆς διὰ μὲν τὴν διαφάνειαν ἀέρος πλείστου καὶ ὕδατος μετέχειν αὐτὸν δέδωκεν ἡμῖν ἐννοεῖν—ἀντιφρακτικὰ γάρ ἐστι γῆ καὶ πῦρ διαφανείας ἐστερημένα—διὰ δὲ τὴν σύμπηξιν τῶν ὑγρῶν στερέωμα κέκληκεν. ὁρῶμεν γὰρ καὶ ἐν τῇ φυσικῇ γενέσει καὶ τὰ ὑγρὰ κατὰ τὰς μεταβολὰς πηγνύμενα καὶ τοὐναντίον τὰ στερεὰ καὶ ξηρὰ χεόμενα πρὸς ὑγρόν. ἄρτος μὲν γὰρ καὶ κρέας ὀπτώμενα καὶ αἱ ξηραὶ τῶν τροφῶν εἰς αἷμα χέονται, καὶ τοῦτο αὖθις εἰς νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ συμπήγνυται τῶν μορίων, τῆς ὑδατώδους αὐτῶν διακρινομένης ἐν ταῖς πέψεσιν οὐσίας. καὶ ἐπὶ τῶν παθῶν δὲ τῶν ἐν ἡμῖν καὶ ἐπὶ τῶν μετάλλων τοῦτο γινόμενόν ἐστιν ἰδεῖν, ἀντιμεταβαλλόντων εἰς ἄλληλα τῶν ξηρῶν τε καὶ τῶν ὑγρῶν. Ὡς οὖν ἐπὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἐκ τοῦ στερεωτέρου τῆς γῆς καὶ πλεοναζούσης ἐν ἡμῖν ἀπὸ τῆς γῆς τὸ ἡμέτερον σῶμα διαπεπλάσθαι φησὶ Μωϋσῆς καὶ πάλιν εἰς γῆν ἀναλύεσθαι· ‘γῆ εἶ‘ τοῦ θεοῦ λέγοντος πρὸς τὸν Ἀδάμ ‘καὶ εἰς γῆν ἀπελεύσῃ‘, οὕτω καὶ ἐπὶ τοῦ στερεώματος, ἐπειδὴ πολὺ τὸ διαφανὲς ἐν αὐτῷ πλεονάζει, ἐν μέσῳ τοῦ ὕδατος αὐτὸ γεγονέναι φησὶ τὸ λόγιον, ἐκ τοῦ παχυτέρου τῶν διαφανῶν καὶ πᾶσι γνωρίμου τοῦτο χαρακτηρίζον· τοῖς πολλοῖς γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι καὶ τῶν παλαιῶν τισιν οὐκ ἀσήμοις κενὸς σώματος ὁ ἀὴρ εἶναι νομίζεται, καὶ οὐδὲ τοῦ ὀνόματος τοῦ ἀέρος ἐν τῇ κοσμοποιΐᾳ μνήμη γέγονεν.
Opif.120 δῆλον δέ, ὅτι καὶ γῆς αὐτὸν καὶ πυρὸς εἰ καὶ ἐλαττόνων μετέχειν ἀνάγκη, ὡς καὶ τοὺς φωστῆρας πλείονος πυρὸς κατὰ Πλάτωνα· μήποτε οὖν καὶ τό ‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ τοῦτο σημαίνει τὸ μεσότητα εἶναι κατὰ τὴν μῖξιν τῶν ὑγρῶν στοιχείων, ὧν ἑκάτερον ὕδωρ καλεῖν τὸν νομοθέτην ἐδείξαμεν. Τοσαῦτα καὶ περὶ τῆς οὐσίας τοῦ στερεώματος. ϛʹ. Ὅτι Βασίλειος σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ κύκλῳ κινεῖσθαι τοῖς φαινομένοις συμφώνως ὁμολογεῖ καὶ μέσην τοῦ παντὸς εἶναι τὴν γῆν. Τούτων ἱκανῶς εἰρημένων ἐπὶ τὴν τοῦ σχήματος αὐτοῦ μετέλθωμεν ζήτησιν· οἷον γὰρ ἂν εἴη τὸ σχῆμα τούτου, τοιοῦτον καὶ τὸ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν εἶναι ἀνάγκη. Βασίλειος μὲν οὖν τοῖς φαινομένοις τε καὶ δεδειγμένοις ἀντιβλέπειν οὐκ ἀνεχόμενος κυκλοτερῆ τε τὸν οὐρανὸν καὶ κύκλῳ φέρεσθαι φανερῶς ὁμολογεῖ λέγων οὕτω· ‘μὴ οὖν ἄναρχα φαντάζου τὰ ὁρώμενα, ἄνθρωπε, μηδὲ ἐπειδὴ κύκλῳ σε περιτρέχει τὰ κατ’ οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν οὐκ εὔληπτος, ἄναρχον εἶναι νομίσῃς τῶν κυκλοφορουμένων τὴν φύσιν‘· καὶ πάλιν· ‘μὴ ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινούμενα, τὸ τῆς κινήσεως αὐτῶν ὁμαλὸν καὶ μηδενὶ μέσῳ διακοπτόμενον τὴν τοῦ ἄναρχον τὸν κόσμον καὶ ἀτελεύτητον εἶναί σοι πλάνην ἐγκαταλείπῃ‘.
Opif.121 Ἀκριβεῖς τε εἶναι τὰς τηρήσεις αὐτῶν εἴρηκεν· οὐ τὰς ἀστρολογικὰς ἢ γενεθλιαλογικάς· ἄπαγε· αὗται γὰρ ψευδεῖς τε καὶ εἰς ἀσέβειαν ἄγουσιν, εἴπερ μήτε ἀρετὴ μήτε κακία κατὰ προαίρεσιν, ἀλλ’ ἐξ ἀνάγκης ἡμῖν διὰ τὴν τῶν ἄστρων κίνησίν τε καὶ πρὸς ἄλληλα σχέσιν συμβαίνουσι· μάτην δὲ νόμοι καὶ δίκαι κατά τε ἔθνη καὶ πόλεις καὶ οἶκον ἕκαστον, νουθεσίαι τε καὶ ἐπιπλήξεις, καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία καὶ τῶν βεβιωμένων αἱ ἀμοιβαὶ κενὸν παρὰ τοῖς ἀνθρώποις ὄνομα πολιτεύεται, καὶ οὔτε κακίαν κολάζειν οὔτε ἀρετὴν τιμᾶν εὔλογον ἀκουσίως ἡμῖν ἑκατέρου συμβαίνοντος· ἀκριβεῖς οὖν τηρήσεις οὐ τὰς ἀστρολογικάς, ἀλλὰ τὰς ἀστρονομικὰς ὁ μέγας Βασίλειος εἴρηκεν, ὅσαι τὰς κινήσεις τῶν ἀστέρων κατενόησαν ἀκριβῶς προποδισμούς τε αὐτῶν καὶ ὑποποδισμοὺς καὶ στηριγμοὺς συνόδους τε καὶ πανσελήνους ἡλίου τε ἐκλείψεις καὶ σελήνης καὶ διὰ πόσου χρόνου τῶν πλανωμένων ἕκαστος τὴν ἑαυτοῦ περίοδον ἐκπληροῖ καὶ ὅσαι τῆς τοιαύτης ἐχόμεναί εἰσι μεθόδου. ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ ταῦτά φησιν· ‘ἐπεὶ οὖν ἐγένετο 〈ὁ〉 οὐρανὸς προστάγματι θεοῦ, ἀθρόως περιταθεὶς τοῖς ἐντὸς ὑπὸ τῆς οἰκείας αὐτοῦ περιφερείας ἀπειλημμένοισ‘ καὶ πάλιν ‘νῦν μὲν λοιπὸν μετὰ τὴν τοῦ ἡλίου γένεσιν ἡμέρα ἐστὶν ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμποντος.
Opif.122 καὶ νὺξ σκίασμα γῆς ἀποκρυπτομένου ἡλίου γιγνόμενον‘· δῆλον γὰρ ὅτι τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τὸ ὑπὲρ γῆν ἀντιδιέστειλεν καὶ ἐναπειλῆφθαί φησι τὰ ἐντὸς ὑπὸ τῆς περιφερείας τοῦ οὐρανοῦ. πανταχόθεν ἄρα περιέχων ἅπαντα οὐδὲν ἕτερον ἢ σφαιρικῶς ἐσχημάτισται· συνομολογεῖ τε τῇ δόξῃ τῶν φυσικῶν ὅτι μέσην τοῦ παντὸς εἴληφε χώραν ἡ γῆ· εἰ δὲ μέση τοῦ παντός ἐστιν, ἴσην πανταχόθεν ἐκ τοῦ πέριξ, τοῦ οὐρανοῦ φημι, τὴν ἀπόστασιν ἔχει· τοῦτο δὲ οὐδενὶ σχήματι πλὴν μόνῳ ὑπάρχει τῷ κύκλῳ. πᾶσα οὖν ἀνάγκη τὸν οὐρανὸν κύκλῳ τὴν γῆν περιέχειν, ἴσον αὐτῆς ἐκ μέρους παντὸς ἀφεστηκότα. οὕτω δὲ σφαιρικὸν εἶναι καὶ τῆς γῆς ἀνάγκη τὸ σχῆμα. ζʹ. Ὅτι καὶ κατὰ τὸν Ἰὼβ μέση τοῦ παντός ἐστιν ἡ γῆ καὶ τοῦτό ἐστιν αὐτὴ κατὰ φύσιν, καὶ βίας δεῖ οὐ πρὸς τὸ μένειν ἀκίνητον ἐν τῷ μέσῳ, ἀλλ’ εἰς τὸ καὶ ὁτιοῦν αὐτῆς ἐκστῆναι τούτου· καὶ ἡ ἐπὶ τούτοις Βασιλείου ψῆφος. Τὸ ἄνω μὲν οὖν καὶ τὸ κάτω κυρίως ἐν τῷ παντὶ μὴ εἶναί φασι, μόνον δὲ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’ ὅμως κάτω μὲν τὸ μέσον καλοῦσιν, ἐν ᾧ ἐστιν ἡ γῆ, διὰ τὸ τὰ βαρέα ἐκεῖ φέρεσθαι· ἄνω δὲ ὅλον τὸν οὐρανόν, διὰ τὸ τὰ κοῦφα, οἷον τὸ πῦρ, ἐπὶ τὴν ἐσχάτην καὶ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ [καὶ] κοίλην ἐπιφάνειαν φέρεσθαι, ἥτις πανταχόθεν ἀπὸ τῆς γῆς ἴσον διέστηκεν· καὶ ὥσπερ τῷ ἄνω πυρί, τῷ ἀστραπαίῳ λέγω καὶ τῷ κεραυνίῳ καὶ τῷ τῶν διᾳττόντων βίας δεῖ πρὸς τὸ φέρεσθαι κάτω διὰ τὴν ἐναπόληψιν τῶν νεφῶν ἐκπυρηνιζομένῳ βιαίως ἐξ αὐτῶν, οὕτω τοῖς βαρέσιν ἡ ἐπὶ τὸ ἄνω ῥῖψις βίαιος.
Opif.123 Ὅθεν οὐδὲ ζητεῖν δεῖ, πῶς τὸ τηλικοῦτο μέγεθός τε καὶ βάρος ἡ γῆ μετέωρος ἕστηκεν ἐπ’ οὐδενὸς ὀχουμένη, καθά φησιν ὁ Ἰώβ· ‘ἐκτείνων βορέαν ἐπ’ οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός· δεσμεύων ὕδωρ νεφέλαις αὐτοῦ‘· ἐν γὰρ τῷ μέσῳ ἥδρασται τόπῳ ἡ γῆ, ὅπου τὰ βαρέα κατὰ φύσιν πάντα φέρεται. οὐ δεῖται οὖν τοῦ ὀχοῦντος, ἵνα μὴ κάτω φέρηται· οὐκ ἔστι γὰρ τοῦ μέσου κατωτέρω. τοὐναντίον δὲ μᾶλλον βίας δεῖ πρὸς τὸ ἐκστῆναι τοῦ μέσου καὶ τὸ τυχὸν αὐτῆς μόριον καὶ ῥιφῆναι πρὸς ὕψος, οὔπω λέγω πᾶσαν, ὅπερ παντελῶς ἐστιν ἀδύνατον. Ὅτι δὲ μέση τοῦ παντός ἐστιν ἡ γῆ, δείκνυσι καὶ τὰ βάρη πανταχόθεν πρὸς ἴσας γωνίας ἐπ’ αὐτὴν φερόμενα ὡς αὐτὸ περιέχουσαν τὸ κέντρον τοῦ παντός. διὸ καὶ οἱ οἰκοδόμοι οὐκ ἄλλως ἡδράσθαι βεβαίως τὰ βάρη νομίζουσιν, εἰ μὴ κάθετος αὐτοῖς ἐφαρμόσῃ· μόνη γὰρ αὕτη τὰς ἑκατέρωθεν γωνίας ἴσας ποιεῖ· τοῦτο δὲ τεκμήριον τῆς ἐπὶ τὸ τοῦ παντὸς κέντρον νεύσεώς τε τῶν βαρέων καὶ φορᾶς· ἐφαρμοζούσης οὖν αὐτοῖς τῆς καθέτου, δῆλον ὡς ἐπὶ τὸ κέντρον αὐτοῖς ἐστιν ἡ νεῦσις καὶ ἀσφαλὴς διὰ τοῦτο ἡ στάσις.
Opif.124 Ταῦτα καὶ τὰ τοιαῦτα εἰπών τε καὶ λογισάμενος ὁ τοῖς τοῦ θεοῦ δημιουργήμασιν ἐπιβλέψας Βασίλειος, ὥσπερ ἐν ἐπιλόγῳ, φησὶν οὕτω· ‘τούτων ἄν σοι δοκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν οὕτω ταῦτα διαταξαμένην τοῦ θεοῦ σοφίαν μετάθες τὸ θαῦμα· οὐ γὰρ ἐλαττοῦται ἡ ἐπὶ τοῖς μεγίστοις ἔκπληξις, ἐπειδὰν ὁ τρόπος, καθ’ ὃν γίνεταί τι τῶν παραδόξων, ἐξευρεθῇ· εἰ δὲ μή γε, ἀλλὰ τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ἔστω λογικῶν ἀποδείξεων‘. Θέα μοι τοῦ ἀνδρὸς τούτου τὴν ἔνθεον σοφίαν ὁμοῦ καὶ τὴν σύνεσιν· πρὸς γὰρ τοὺς ἐπιστήμονας τῇ ἀποδείξει χρησάμενος, οὐδὲν ἧττον καὶ τοῖς τῶν τοιούτων ἐπαΐειν οὐχ ἱκανοῖς τὸ ἁπλοῦν τῆς πίστεως βέβαιον ἔχειν παρῄνεσεν· ‘ὅτι ἐν τῇ χειρὶ τοῦ θεοῦ τὰ πέρατα τῆς γῆσ‘. οὗτος εὐσεβοῦς διδασκαλίας τρόπος καὶ τοῖς φαινομένοις ὁμολογεῖν καὶ εἰδέναι, ὡς ἡ τῆς αἰτίας τῶν ὁρωμένων κατάληψις εἰς ὕμνον μᾶλλον ἐγείρει θεοῦ, τοῦ ταῦτα οὕτως ἔχειν τῇ ὑπὲρ νοῦν αὐτοῦ σοφίᾳ διαταξαμένου. ηʹ.
Opif.125.(1t) Ὅτι μέγιστα ἁμαρτάνουσιν οἱ τῶν δημιουργημάτων τοῦ θεοῦ καταψευδόμενοι καὶ τὴν ἰδίαν περὶ αὐτὰ πλάνην τῇ θείᾳ γραφῇ περιάπτοντες. Εἰ δέ τινες διὰ τὸ ἀγύμναστον τῆς ψυχῆς ἐφικνεῖσθαι τῶν εἰρημένων οὐ δυνάμενοι περὶ τὴν συγκατάθεσιν τῶν πραγμάτων ἀσχάλλουσιν, ἀρκέσει τούτοις ἡ σιωπὴ τὴν ἑαυτῶν καλύπτουσιν ἄγνοιαν. καὶ μὴ διὰ τὴν οἰκείαν ἀπειρίαν καὶ τὴν τοῦ λογισμοῦ βραδύτητα τῆς τοῦ θεοῦ δημιουργίας καταψευδέσθωσαν τὰς ἀρὰς τὰς ἐπὶ τῷ ψεύδει φοβούμενοι. ‘οὐαὶ οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, οἱ λέγοντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶσ‘ καὶ ὡς ‘ἀπολεῖ κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδοσ‘· ποίας οὖν ἄξιοι ποινῆς οἱ τῶν τηλικούτων ἔργων τοῦ θεοῦ καταψευδόμενοι; ἀκούσονται γὰρ πάντως ὑπ’ αὐτοῦ· ‘δι’ ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσιν‘. Οἱ γὰρ τὰς τῶν οὐρανίων σὺν ἀκριβείᾳ κατειληφότες τηρήσεις καὶ τὴν αἴσθησιν αὐτὴν μαρτυροῦσαν τοῖς λόγοις ἔχοντες περί τε τῶν ἄλλων ὧν ἤδη εἶπον καὶ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης, καὶ πάντα μεθόδῳ ληπτῇ τοῖς ἐθέλουσι τὰ περὶ αὐτοὺς τοὺς φωστῆρας συμβαίνοντα προλέγοντες καὶ εἰς ἔργον ἐπ’ ὄψεσι πάντων δεικνύντες ἐκβαίνοντα, τόν τε χρόνον καθ’ ὃν ἐκλείπειν ἄρχονται, τόν τε μέσον καὶ τὸν ἔσχατον, ἐκ μέρους τε ποίου τῶν φωστήρων ἡ τοῦ φωτὸς αὐτῶν ἄρχεται κρύψις καὶ μέχρι τίνος πρόεισι, πόθεν τε ἀνακαθαίρεσθαι ἄρχονται καὶ ποῦ λήγουσι, καὶ διὰ τί μιᾶς οὔσης τῆς ἐκλείψεως μὴ τὸν αὐτὸν χρόνον ἐν ἑκάστῳ τόπῳ ἡ αὐτὴ γινομένη φαίνεται, ἀλλὰ παρ’ Ἰνδοῖς μὲν ἐνάτην ὥραν τυχόν, ἐν Αἰγύπτῳ δὲ πέμπτην φέρε ἢ ἁπλῶς ἐλάττονα, τοῖς δὲ περὶ τὸν δυτικὸν ὠκεανὸν τρίτην ἢ δευτέραν, εἰ οὕτως ἡ μέθοδος εὕροι, τοῖς δὲ ἐπὶ τὸ δυτικώτερον ἔτι πρώτην τυχὸν ἢ ὑπὸ γῆν ἔτι τοῦ φωστῆρος ὄντος, τῆς αἰτίας ἑκάστου τούτων τοῖς ἐθέλουσι μαθεῖν ληπτῆς οὔσης· οἱ οὖν ταῦτα καὶ τὰ τοιαῦτα δι’ ἐπιστήμης ἐγνωκότες καὶ αὐταῖς ὄψεσι τοῖς φαινομένοις ἐπιστήσαντες, ὅταν ἐντύχωσιν τοῖς τοῦ καλοῦ Θεοδώρου ἤ τινος τῶν κατ’ αὐτὸν καὶ τὴν τοσαύτην τῶν λεγομένων ὑπ’ αὐτῶν ἀβελτερίαν θεάσωνται, πῶς οὐχὶ τοῦ εὐσεβοῦς ἡμῶν ἀποσκιρτήσουσι δόγματος ὡς αἱ μυῖαι τοῖς ἕλκεσι τῶν σωμάτων ἐπικαθήμενοι καὶ βλάσφημον καθ’ ἡμῶν, ἵνα μὴ λέγω κατὰ θεοῦ, στόμα κινήσουσιν τὴν ἐκείνου τῶν λόγων ἀτοπίαν τῷ παντὶ περιάπτοντες δόγματι; ἀλλ’ ἐχέτω μὲν ὡς ἔχουσι τὰ ἐκείνων.
Opif.126 ἐγὼ γὰρ αὐτὰ καὶ λέγειν ἐπ’ ἀληθείας ἐρυθριῶ, ἐφ’ οἷς ἴσως ἐκεῖνοι καὶ σεμνυνόμενοι γραφῇ παρέδοσαν· ὡς εἴθε μή. Μικρὰ δὲ περὶ τοῦ σχήματος τῶν οὐρανίων εἰπών, ὅσα καὶ τοῖς τῶν μαθημάτων ἀνηκόοις ὑπάρχει ληπτὰ καὶ τοῖς φαινομένοις ὁμολογούμενα, τὸν περὶ τούτου καταπαύσω λόγον. θʹ.
Opif.127.(1t) Ἀποδείξεις πλείονες τῇ αἰσθήσει ληπταί, ὅτι σφαιρικὸν καὶ κυκλοφορούμενόν ἐστι τὸ οὐράνιον σῶμα. Μεθ’ ἡλίου δύσιν ἐν ἀσελήνῳ νυκτὶ καθαρᾶς οὔσης αἰθρίας ἐν ὑψηλῷ τόπῳ καὶ μὴ ἐπιπροσθουμένῳ στὰς εἰς τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ μέρος ἀποβλέψας —ὅπερ Ἡσαΐας ὁ προφήτης καμάραν ἔφη συμφώνως τῷ πράγματι· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν‘ —ὄψει πλῆρες ἄστρων αὐτὸ πανταχόθεν ὑπάρχον· δεῖ οὖν τῶν ἀστέρων ἀποσημειοῦσθαι τούς τε κατὰ τὸν ἀνατολικὸν ὁρίζοντα φαινομένους καὶ τοὺς κατὰ τὸν δυτικὸν πάλιν ὁμοίως καὶ ὅσοι μέσον ἔχουσι τὸν οὐρανόν· πάλιν δὲ βραχὺ πρὸ ἀνατολῆς εἰς τὸ αὐτὸ καὶ ὑπὲρ ἡμᾶς ὁμοίως ἡμισφαίριον ἀτενίσας, ἐκείνους μέν, οὓς ἑσπέρας εἶδες, οὐκ ὄψει πάλιν, πλὴν τῶν ἄρκτων καὶ τῶν πλησιαζόντων αὐταῖς, διὰ τὸ βορείαν εἶναι τὴν καθ’ ἡμᾶς οἴκησιν· οὓς δὲ πρότερον ἀστέρας ἐν τῷ ἀνατολικῷ τεθέασαι, τούτους περὶ τὸν δυτικὸν ὄψει φαινομένους ὁρίζοντα, μετὰ τὸ διεληλυθέναι τὸ ὑπὲρ γῆν ὅλον ἡμισφαίριον· τῶν ἄλλων δὲ παντελῶς οὐδένα, ἑτέρους δὲ τοσούτους διειληφότας τὸν οὐρανόν. τί οὖν γεγόνασιν ἐκεῖνοι οἱ τότε τὸ ὑπὲρ τὴν γῆν ἡμισφαίριον πληροῦντες, εἰ μὴ ὑπὸ γῆν ἅμα ἡμισφαιρίῳ τῷ περιέχοντι αὐτοὺς γεγόνασιν; οὐ γὰρ δὴ τὴν τάξιν, ἣν πρὸς ἀλλήλους εἶχον, συγχέαντες εἰς μίαν, οὐκ οἶδα ὅπῃ σωρείαν ἠθροίσθησαν ἄτακτον, οὐδὲ τόπου ὄντος οὐδαμοῦ ἑτέρου χωρῆσαι αὐτοὺς δυναμένου.
Opif.128 Εἴ γε κατὰ τὴν ἄγνοιάν τινων τὰ ἄκρα τοῦ οὐρανοῦ τῇ γῇ ἐπίκειται καὶ ἔξω τοῦ παντὸς ἐπ’ ἀληθείας τόπος ἐστὶν οὐδείς, δῆλον οὖν, ὡς ἐκεῖνο μὲν τὸ ἑσπέρας ὁρώμενον ἡμισφαίριον γέγονεν ὑπὸ γῆν, ἕτερον δὲ ἴσον ἐκείνῳ ἑτέρων πεπληρωμένον ἀστέρων καὶ αὐτὸ τὸν ὑπὲρ γῆν τόπον κατείληφεν· οὐκοῦν τὸ ἐξ ἀμφοῖν μία ἐστὶ σφαῖρα συνεχὴς τῇ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἐκπεριπολήσει τὸ ἡμερονύκτιον πληροῦσα· νύκτα μὲν γὰρ ποιεῖ ὑπὸ γῆν τὸν ἥλιον ἄγουσα, ἡμέραν δὲ τοῦτον ὑπὲρ γῆν ἀναφέρουσα. Τὸ αὐτὸ δέ σοι τοῦτο σκοπείσθω καὶ ἄλλως αὐτῇ πάλιν τῇ ὄψει φαινόμενον· ἐν ἀσελήνῳ νυκτὶ αἰθρίαν ἐπιτηρήσας καθαρὰν εὐθὺς ἀρχομένης νυκτός, εἰ τοὺς ἐν τῷ ζῳδιακῷ κύκλῳ δώδεκα τόπους οἶσθας, οὓς οἴκους καὶ ζῴδια καλοῦσιν, εἰ δὲ μή, τὸν εἰδότα συμπαρειληφώς, μίαν ὅλην διαγρυπνήσας νύκτα σκόπει πάλιν τότε ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ζῴδιον, ποῖόν ἐστιν, καὶ τὸ ἐν τῷ δυτικῷ πάλιν· οἷον ἐν μὲν τῷ ἀνατολικῷ κριὸς ἔστω τυχόν, ἐν δὲ τῷ δυτικῷ σκορπίος. ἐπιτηρῶν οὖν κατὰ συνέχειαν ὄψει δυομένου σκορπίου ταῦρον ἑτέρωθεν ἀνατέλλοντα, τοξότου δυομένου διδύμους ἀνερχομένους, αἰγόκερω δύνοντος καρκίνος ἄνεισιν, ὑδροχόου κρυπτομένου λέοντα ὑπὲρ γῆν ὄψει, κατιόντων ἰχθύων παρθένος ἀνέρχεται, κριοῦ δύνοντος ὁ ζυγὸς τὸν ἀνατολικὸν ὑπερανῆλθεν ὁρίζοντα. εἷς δὲ ἐκ πάντων τῶν εἰρημένων δώδεκα ζῳδίων ἀποτελεῖται κύκλος ὁ καλούμενος ζῳδιακός· ἐν μιᾷ ἄρα τοῦτον ὄψει νυκτὶ καὶ μόνῃ, ἓξ μὲν δυομένων, ἑτέρων δὲ ἓξ ἐπανατελλόντων, δηλονότι τῶν λοιπῶν ἁπάντων τῶν τε βορειοτέρων τοῦ ζῳδιακοῦ καὶ τῶν νοτιωτέρων παρανατελλόντων αὐτὸν καὶ συνδυνόντων· τούτων οὕτως ἐχόντων ὀφθαλμῶν ἄρα μόνων χρεία καὶ τηρήσεως ἀκριβοῦς, ἐξ ὧν τὸ σφαιρικὸν τοῦ οὐρανοῦ σχῆμα διὰ τοῦ ζῳδιακοῦ μέσον τὸν ὅλον τέμνοντος οὐρανὸν προφανέστατα δείκνυται.
Opif.129 Δέχου καὶ τρίτην ἐπὶ τούτοις ἀπόδειξιν, καὶ αὐτὴν ταῖς ἡμετέραις φαινομένην ὄψεσιν· ἡ μὲν τοῦ ἡλίου ἔκλειψις ὑποτρεχούσης αὐτὸν κατὰ κάθετον γίνεται τῆς σελήνης, οὐ τοῦ ἡλιακοῦ φωτὸς ἐκλείποντος τὸν ἥλιον, ἀλλ’ ὑποδραμοῦσα τοῦτον ἡ σελήνη οὐκ ἐᾷ τὰς ἡμετέρας ὄψεις ἐπιβάλλειν αὐτοῦ τῷ φωτί· καὶ νέφους γὰρ ἐπικειμένου καὶ τῆς χειρὸς ἐπαιωρουμένης αὐταῖς τὰς αὐγὰς οὐχ ὁρῶμεν τοῦ ἡλίου· βαθύ τε τὸ σκότος ἡ σελήνη ποιεῖ διὰ τὸ μέγεθος αὐτῆς, πλησιάζουσά τε ἡμῖν καὶ πλεῖστον τοῦ περὶ ἡμᾶς ἀέρος σκοτίζουσα, —διὸ ὑπὲρ φύσιν ἡ ἐπὶ τοῦ σταυροῦ τοῦ σωτῆρος ἡλιακὴ γέγονεν ἔκλειψις, ἐν πανσελήνῳ γενομένη· ἧς καὶ ὁ Φλέγων ἐν ταῖς ὀλυμπιάσι μέμνηται, ὡς καὶ ἐν τῷ πρὸ τούτου γεγράφαμεν, καὶ ὁ Ἀρεοπαγίτης διηγεῖται, πῶς γέγονε, Διονύσιος—ἡ δὲ τῆς σελήνης ἔκλειψις πλησιφαοῦς αὐτῆς οὔσης γίνεται, τεσσαρεσκαιδεκάτην τοῦ ἰδίου μηνὸς ἀγούσης ἡμέραν, αὐτῆς τῆς σελήνης οὖσα πάθος· οὐκ ἴδιον γὰρ αὐτῆς ἐστι τὸ φαινόμενον φῶς, ἀλλ’ ἐσόπτρου δίκην ἐξ ἡλίου δεχομένη τοῦτο πρὸς ἡμᾶς ἀντιπέμπει κάτω.
Opif.130 ἀμέλει ἐκεῖνο τὸ μέρος αὐτῆς ἀεὶ φωτίζεται, ὅπερ εἰς τὸν ἥλιον νένευκε, μετὰ μὲν σύνοδον τὸ πρὸς δύσιν—ἐκεῖ γὰρ ὁ ἥλιος ὑπάρχει—μετὰ δὲ πανσέληνον τὸ μὲν πρὸς δύσιν αὐτῆς ἀφώτιστον γίνεται, τὸ δὲ πρὸς ἀνατολὴν ἔτι μένει φωτιζόμενον· ἀνατολικώτερος γάρ ἐστιν αὐτῆς τότε ὁ ἥλιος· ὅταν δὲ τὴν διάμετρον ἀποστάσης τὸ πρὸς ἡμᾶς αὐτῆς μέρος ὅλον ἀντιπρόσωπον τῷ ἡλίῳ γένηται, ὅλον τοῦτο τότε φωτίζεται. Τοῦτο μὲν οὖν οὕτως ἔχον ἐστὶ φανερόν· ἡ δὲ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ἐδείξαμεν, ὑπ’ αὐτὴν τοῦ ἡλίου γενομένου· ἡ δὲ σκιὰ τῆς γῆς τὴν σεληνιακὴν ὑπερβαίνει σφαῖραν κατωτέρω πάντων ὑπάρχουσαν. ὅταν οὖν τὴν διάμετρον ἀποστᾶσα τοῦ ἡλίου ἡ σελήνη πᾶσα φωτίζεται, κατ’ αὐτὸν οὖσα τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον, ὃν μόνον ὁ ἥλιος ἀεὶ διέρχεται, μήτε ἐπὶ τὸ βόρειον αὐτοῦ μήτε ἐπὶ τὸ νότιον ἀποκλίνουσα, συμβαίνει τότε τὰ τρία σώματα, σελήνην γῆν ἥλιον κατὰ μίαν γενέσθαι κάθετον. τῆς οὖν σκιᾶς τῆς ἀπὸ τῆς γῆς εἰς αὐτὴν ἐμπιπτούσης τὴν σελήνην, συμβαίνει τότε αὐτὴν τὸ ἐκ τοῦ ἡλίου μὴ δέχεσθαι φῶς· καὶ τοῦτό ἐστι σελήνης ἔκλειψις, ὡς, εἴ γε μηδέποτε βορειοτέρα τοῦ ἡλίου μήτε νοτιωτέρα ἐγίνετο, πάντως ἂν κατὰ μῆνα ἐν συνόδῳ μὲν ἡλιακὴ ἐγίνετο ἔκλειψις, ἐν πανσελήνῳ δὲ σεληνιακή. μένει οὖν ἐκλεῖπον αὐτῆς τὸ ἐκ τοῦ ἡλίου φῶς, ἕως οὗ τὸν κῶνον τῆς σκιᾶς παραλλάξασα τὰς αὐτὰς πάλιν τοῦ ἡλίου δέξηται αὐγάς· τούτων οὕτως ἐχόντων, εἰ πολλάκις ἕκτην ὥραν νυκτερινὴν μεσουρανούσης τῆς σελήνης ἔκλειψις αὐτῆς γίνεται, ἀνάγκη μίαν ἀπ’ αὐτῆς κάθετον διὰ μέσης τῆς γῆς μέχρι τοῦ ἡλίου διϊκνεῖσθαι.
Opif.131 εἰ οὖν τὸ ὑπὲρ γῆν μεσουράνημα ἐπέχει τότε ἡ σελήνη, ἀνάγκη τὸν ἥλιον ἐν τῷ ὑπὸ γῆν εἶναι μεσουρανήματι, εἰς ὃ ἡ ἀπὸ τῆς σελήνης διὰ μέσης τῆς γῆς φέρεται κάθετος. ἐξ οὗ πάλιν ἐδείχθη περιφανῶς, ὅτι ὅσον τοῦ οὐρανοῦ μέρος ἐστὶν ὑπὲρ γῆν, τοσοῦτον αὐτοῦ καὶ τὸ ὑπὸ γῆν ὑπάρχει, μιᾶς ἐκ τῶν δύο ἡμισφαιρίων ἀποτελουμένης σφαίρας. καὶ ἕτερα δὲ πλεῖστα πρὸς ἀπόδειξιν τούτου λέγειν ἔχοντες, τοῖς εἰρημένοις ἱκανοῖς οὖσιν πρὸς πίστιν ἀρκούμεθα καὶ αὐτὴν ἔχοντες μαρτυροῦσαν αὐτοῖς τὴν αἴσθησιν. ιʹ. Ἔκθεσις γραφικῶν ῥήσεων, ἃς οἱ ἀπὸ Θεοδώρου προφέρουσιν, ὅτι μὴ σφαιρικὸν δῆθεν τὸ οὐράνιόν ἐστι σῶμα, ὧν αἱ μὲν αὐτὸ τοὐναντίον δεικνύουσιν, ὅτι σφαιρικόν, αἱ δὲ περὶ τοῦ σχήματος οὐδένα λόγον ποιοῦνται. Ἐπειδὴ δὲ καὶ ἐκ τῆς ἱερᾶς γραφῆς τοῦ μὴ σφαιρικὸν εἶναι τὸ σχῆμα τοῦ οὐρανοῦ μαρτυρίας προτείνουσιν αὐτοῖς μὲν λυσιτελούσας οὐδέν, ἐπισφραγιζούσας δὲ μᾶλλον τὸ ἡμέτερόν τε καὶ ἀληθές, καὶ τούτων ἑκάστην ἐπισκέψασθαι δίκαιον· Ἡσαΐας γὰρ ὁ προφήτης οὕτως εἶπεν· ‘ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν‘. ‘ἰδοὺ γάρ‘ φασίν ‘οὐ σφαῖραν εἶναι τοῦτον, ἀλλὰ καμάραν τὸ λόγιον εἴρηκεν‘. ἀλλ’ οὐκ ἐπέστησαν ὡς τοῦτο μὲν τῇ ἀληθείᾳ καὶ τοῖς φαινομένοις ὑπάρχει συμφωνότατον, τῆς δόξης δὲ αὐτῶν ἱκανώτατός ἐστιν ἔλεγχος· τὸ γὰρ ὑπὲρ γῆν καὶ ὁρώμενον τοῦ οὐρανοῦ μέρος ἡμισφαίριον ὑπάρχον σαφῶς ὁ προφήτης ἡρμήνευσε· τὰ γὰρ κυκλοτερῆ σχήματα τέλειον μὴ ἀπαρτίζοντα κύκλον καμάρας καλοῦσιν οἱ ἄνθρωποι.
Opif.132 ἥμισυ δὲ σφαίρας ὑπάρχει τὸ ὑπὲρ γῆν· οὔτε δὲ κυλίνδρου, ὡς τοῖς Θεοδώρου δοκεῖ, οὔτε ᾠοειδοῦς ἐστιν ἥμισυ, οὔτε ἄλλου τινὸς σχήματος· διχοτομουμένων γὰρ τούτων κατὰ μῆκος τὰ ἑκάστου διχοτομήματα περατοῦσιν εὐθεῖαι γραμμαὶ καὶ τὸ μῆκος ἔχουσι τοῦ πλάτους μεῖζον. μέση δὲ πάντων ἡ γῆ δέδεικται τὸ κέντρον ἐπέχουσα τοῦ παντὸς καὶ διὰ τοῦτο πρὸς οὐδὲν ἀποκλίνουσα, ἀλλ’ ἴσον τοῦ τε ἀνατολικοῦ σημείου καὶ τοῦ δυτικοῦ, βορείου τε καὶ νοτίου διέστηκεν. εἰ οὖν κέντρῳ τῷ τοῦ παντὸς χρήσαιο, διαστήματι δὲ τῷ μέχρι τῶν εἰρημένων ἑνὸς σημείου, καὶ περιαγάγοις τὴν τὸ διάστημα ποιοῦσαν εὐθεῖαν, διὰ τῶν τεσσάρων ἥξει σημείων καὶ κύκλον ποιήσει, ὅς ἐστι πέρας τοῦ ὑπὲρ γῆν οὐρανοῦ διορίζων αὐτὸν τοῦ ὑπὸ γῆν· ὥστε καὶ αὐτὸς ὁ οὐρανός, οὗ ἐστι πέρας ὁ περιγραφεὶς κύκλος, ἡμισφαίριόν ἐστιν ἐξ ἀνάγκης καὶ οὐδὲν ἕτερον, οὗ τὸ λοιπὸν ἡμισφαίριον ὑπὸ γῆν ὑπάρχει. Καὶ ἐκ τῆς προφητικῆς ἄρα τοῦ Ἡσαΐου φωνῆς σφαιρικὸν ἐδείχθη τὸ οὐράνιον σῶμα, τὸ ὁρώμενον τοῖς ἀνθρώποις μέρος αὐτοῦ διαγράψαντος· οὐ γὰρ ἀστρονομίαν τοὺς ἀνθρώπους ἐδίδασκεν, ἀλλ’ ἐκ τῶν φαινομένων εἰς ἐπίγνωσιν ἤγειρε τοῦ θεοῦ. Τούτῳ σύμφωνον καὶ τό· ‘διατείνας αὐτὸν ὥσπερ σκηνὴν κατοικεῖν‘· καὶ γὰρ αἱ σκηναὶ διατεταμέναι περιφερῶς ἔξωθέν εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἔδαφος μὲν ἔχουσαι τὴν ὑποκειμένην γῆν, οἶκον δὲ τὸ κυκλοτέρως κάτωθεν, ἄνω στέγης τρόπῳ διεσχηματισμένον εἰς οἴκησιν κατασκεύασμα, ᾧ τὸν κόσμον τὸ προφητικὸν ὡμοίωσε λόγιον.
Opif.133 τούτῳ σύμφωνόν ἐστι καὶ τό· ‘ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν‘· δέρρεσι γὰρ ἔξωθεν αἱ σκηναὶ περιτειχίζονται, ὡς ἦν καὶ ἡ Μωσαϊκή. Ἀλλὰ καὶ ἕτερον ἡμῖν ἐκ τοῦ αὐτοῦ προφήτου προφέρουσιν οὕτως ἔχον· ‘ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται‘. ἡ προκειμένη τοῦ προφήτου φωνή, μᾶλλον δὲ τοῦ θεοῦ, οὔτε τὸ σχῆμα τοῦ οὐρανοῦ δηλοῦν ἐθέλει, οὔτε τὴν οὐσίαν ὅτι λεπτή τίς ἐστιν καπνοῦ δίκην, ἀλλ’ ὅτι μηδὲν τῶν ὄντων, κἂν τὸ πάντων εἴπῃς τιμιώτατον, τὸ στάσιμον οἴκοθεν ἔχει καὶ ἀδιάλυτον. εἰπὼν γάρ· ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη‘ τοὐτέστιν εὐδιάλυτός ἐστιν καπνοῦ δίκην μὴ ὑπὸ θεοῦ δηλονότι συνεχόμενος, εὐθέως ἐπήγαγε καὶ περὶ τῶν λοιπῶν· ‘ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται‘· ὥστε εἰ τό ‘ὡς ἱμάτιον‘ μὴ τὴν οὐσίαν ἢ τὸ σχῆμα δηλοῖ τῆς γῆς, ἀλλὰ τὸ φθαρτὴν εἶναι τὴν φύσιν αὐτῆς, οὐδὲ τό ‘ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη‘ τῆς οὐσίας αὐτοῦ δηλωτικόν ἐστιν οὐδὲ τοῦ σχήματος, ἀλλὰ τὸ λεγόμενόν ἐστι τοιοῦτον· εἰ καὶ στερέωμα τοῦτον ἐκάλεσα, ὅπερ δηλοῖ τὸ μὴ ἀσθενὲς μηδὲ ῥᾳδίως λυόμενον, διὰ τὸ στερέμνιον αὐτοῦ τῆς συστάσεως, ἀλλ’ οὐδὲν ἧττον, ὑπ’ ἐμοῦ μὴ συνεχόμενος, ὡς καπνὸς ἐστερεώθη, ὃς ἅμα τῷ γενέσθαι διαλύεται· διὸ καὶ ἐπήγαγεν· ‘οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται‘· ταῦτα ποῖα; ὁ οὐρανὸς δηλονότι καὶ ἡ γῆ, περὶ ὧν προὔλαβε.
Opif.134 πῶς οὖν ὡς ταῦτα ἀπολοῦνται; καπνοῦ δηλονότι τρόπον καὶ ἱματίου παλαιουμένου. Τούτῳ σύμφωνον καὶ τό ‘οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον εἱλίξεις αὐτούς, ὡς ἱμάτιον, καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν‘. ᾧ πάλιν ὅμοιον εἶπεν Ἡσαΐας· ‘εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον ἀντιφρυγόμενον‘· ὥστε περὶ τῆς φθορᾶς ἁπάντων τῷ Ἡσαΐᾳ καὶ τῷ Δαυὶδ ὁ λόγος ἐστὶ καὶ τῆς τοῦ παντὸς συντελείας. οὐκ ἐνιαυτοὺς δὲ περιτίθησιν ὁ Δαυὶδ τῷ θεῷ διὰ τοῦ εἰπεῖν· ‘καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν‘, ἀλλὰ τοιοῦτό τί φησιν· οὐχ ὥσπερ τὰ ἔτη τοῦ εἶναι πάντων τῶν ὑπὸ χρόνον ἐκλείπουσιν, οὕτω καὶ τὸ εἶναι τοῦ θεοῦ ἐνιαυτοῖς περιγέγραπται· ὁ αὐτὸς γάρ ἐστιν ἀεὶ καὶ ἀμετάβλητον ἔχει τὸ εἶναι. Οἶμαι δὲ πάλιν ἀπὸ τούτων λαβὼν ὁ Πλάτων τὸν δημιουργὸν τοῖς οὐρανίοις εἰσάγει λέγοντα· ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν· μόνῃ δὲ τῇ ἐμῇ συνεχόμενοι βουλήσει τὸ ἀδιάλυτον ἕξετε‘. Καὶ τὸ τοῦ ἐκκλησιαστοῦ δὲ προφέρουσιν οὕτως ἔχον· ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; γενεὰ ἔρχεται καὶ γενεὰ πορεύεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.
Opif.135 καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν· πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιπλαμένη. εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέψουσι τοῦ πορευθῆναι‘. ταῦτα ὑπαναγνόντες ‘ἰδού‘ φασίν ‘οὐκ εἶπε δύνοντα τὸν ἥλιον ὑπὸ γῆν φέρεσθαι, ἀλλ’ ἐκ τῶν νοτιωτέρων, ἐξ ὧν ἀνατέλλει, κυκλεῖν ἐπὶ τὰ βόρεια κἀκεῖθεν εἰς τὸν αὐτοῦ τόπον ἕλκειν τὸν ἀνατολικόν τε καὶ νότιον‘. ἐγὼ δὲ τὸν λόγον μικρὸν ἄνωθεν ἐξετάσω, συντελοῦν ἡμῖν τοῦτο πρὸς τὸ ζητούμενον. Ἠθικώτερον τῷ Σολομῶντι τὸ βιβλίον, οὐ φυσικῶς, διεσκεύασται τοῦτο, ὡς ἂν τὴν περὶ τὰ αὐτὰ ματαίαν τῶν ἀνθρώπων παύσῃ σπουδὴν ὡς μηδὲν καινότερον ἐν μηδενὶ δυναμένων ἐπινοεῖν, ἵνα προσκορεῖς λοιπὸν γένωνται περὶ τὰ αὐτὰ στρεφόμενοι· διὸ καί ‘ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότησ‘ προοιμιάσατο· μάταιον γὰρ ἡ τῶν αὐτῶν εἰς μηδὲν χρήσιμον πολλάκις ἐπανακύκλησις. ἐκ δὲ τῆς αὐτῆς ἀεὶ περὶ τὸν βίον σπουδῆς ἐκτείνει τὸν λόγον καὶ ἐπὶ τὰ τῆς φύσεως ἔργα, ὡς οὐδὲ ἐπὶ τούτων γίνεταί τι καινότερον, ἀλλ’ ἐκ τῶν αὐτῶν εἰς τὰ αὐτὰ πάντων ἡ ἐπάνοδος γίνεται.
Opif.136 οἷον ἀπὸ σπέρματος ἔμβρυον, ἐκ τούτου βρέφος, ἐκ τούτου παῖς, ἐκ τούτου ἀνήρ, ἐξ οὗ πάλιν εἰς τὸ πρωτουργὸν σπέρμα ἡ γένεσις· ἔαρ, εἶτα θέρος, εἶτα μετόπωρον, εἶτα χειμών, μεθ’ ὃν πάλιν ἔαρ, καὶ ἅπερ αὐτὸς ὑποδείγματα τίθησιν. ‘τὰ πνεύματα‘ φησίν ‘ἀνακυκλοῦνται εἰς ἄλληλα‘. οἷον ὑποκείσθω τὸ βόρειον πνεῦμα· τοῦτο κινούμενον ἐπὶ νότον χωρεῖ· ὅταν δὲ ἐκ τῶν νοτίων ἡ τοῦ πνεύματος γένηται κίνησις, τὴν ὑποστροφὴν ἐπὶ τὸν βορρᾶν ποιεῖται· καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀντικειμένων ἀλλήλοις πνευμάτων ὁμοίως. ἐξ ὑετῶν οἱ χείμαρροι γίγνονται· πάντα δὲ ποταμὸν χείμαρρον καλοῦσιν οἱ φυσικοί· ἐξ ὑετῶν γὰρ τῶν ποταμῶν πάντων ἡ γένεσις· οὗτοι εἰσβάλλουσιν εἰς τὴν θάλασσαν, καὶ οὐδὲν ἐκ τῆς τοσαύτης ἐπιρροίας καινὸν αὐτῇ [τι] προσγίνεται· τίνος ἕνεκεν; ἐπειδήπερ ἐξ οὗ τόπου πρὸς αὐτὴν ἦλθον, εἰς τοῦτον πάλιν ἐπαναστρέφουσιν· ἐκ γὰρ τῆς θαλάττης ἀτμοὶ φέρονται πρὸς ὕψος, ἐξ ὧν νέφη, ἐξ ὧν πάλιν ὑετός. τῷ δέ ‘εἰς τὸν τόπον, οὗ οἱ χείμαρροι πορεύονται‘ προσθετέον τὴν ἐξ πρόθεσιν κατ’ ἔλλειψιν αὐτῆς εἰρημένου τοῦ λόγου, ἵνα ᾖ οὕτως· εἰς τὸν τόπον, ἐξ οὗ οἱ χείμαρροι πορεύονται, ἐκεῖ πάλιν εἰς αὐτὸν ὑποστρέψουσι τοῦ πορευθῆναι, εἴτε τῶν νεφῶν λέγοι τὸν τόπον εἴτε τῶν ποταμῶν τὰς πηγάς, εἰς ἃς τὸ τῶν ὑετῶν ὕδωρ συρρεῖ· ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ ἐκκλησιαστοῦ σκοπός, ἐδήλωσεν ὕστερον συγκεφαλαιωσάμενος τὸν λόγον καὶ εἰπών· ‘καὶ οὐκέτι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον.
Opif.137 ὃς λαλήσει τε καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν‘. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τῆς τοῦ ἡλίου κινήσεως, περὶ οὗ ὁ λόγος ἡμῖν· ‘ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει‘. τί δέ ἐστι τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὸ κάτωθεν ἄνω φέρεσθαι; οἷόν ἐστι καὶ τό· ‘ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν‘. ὅθεν ἔτι πολὺ μὲν κάτω τοῦ ἀνατολικοῦ ὁρίζοντος ὢν ἀμυδρὸν εἰς ἡμᾶς προεκπέμπει φῶς, πρὸς ὃ δὲ πλησιάζει τούτῳ, λαμπρότερον· ὅπερ καὶ ἐπὶ τῶν πυρσῶν γίνεται πόρρωθεν φαινομένων ἢ ἐγγυτέρω· πρὸς ὃ γὰρ αὐτοῖς πλησιάζομεν, μείζονος τῆς τοῦ πυρὸς αὐγῆς αἰσθανόμεθα. ὅταν δὲ τὸν ἀνατολικὸν ὁ ἥλιος ὑπερκύψῃ ὁρίζοντα, οὐχ ὅλος ἅμα φαίνεται ὁ κύκλος αὐτοῦ, ἀλλὰ πρῶτον βραχύ τι μέρος, εἶτα φέρε τὸ τρίτον, εἶτα τούτου μεῖζον, εἶτα τὸ ἥμισυ, εἶτα τὸ δίμοιρον, εἶθ’ ὕστερον ὅλος ὑπερκύπτει τῆς γῆς· ὅπερ ἐνεργεστάτη ἐστὶν ἀπόδειξις ἐκ τῶν ὑπὸ γῆν αὐτὸν ἄνω φέρεσθαι. ἐντεῦθεν τὸ ὑπὲρ γῆν ἡμικύκλιον τοῦ οὐρανοῦ διανύσας δύνει τὸν αὐτὸν τρόπον κατὰ μικρὸν ὑπὸ γῆν γιγνόμενος ὥσπερ ἀνέτειλεν. καὶ πάλιν τὸ ὑπὸ γῆν ἡμικύκλιον διανύσας εἰς τὸν αὐτοῦ τόπον ἕλκει, τὸν ἀνατολικὸν ὁρίζοντα, ἐξ οὗ τὴν ἀρχὴν αὐτοῦ τῆς κινήσεως τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου πεποίηται· εἰ δέ, ὅσον ἔδραμεν ὑπὲρ γῆν, τοσοῦτον ὑπὸ γῆν ἐπ’ ἀνατολὴν ὑποστρέφων πεποίηται, πῶς οὐκ ἐναργὲς κἀκ τούτων σφαῖραν ἀπηκριβωμένην εἶναι τὸν οὐρανόν; Τὸ δὲ λέγειν τινὰς διὰ τῶν βορείων φερόμενον ἐπ’ ἀνατολὴν ὑποστρέφειν μεγίστοις κρυπτόμενον ὄρεσι, παλαιά τις καὶ ἠλίθιος γέγονέ τινων ὑπόληψις ἄξιον ἑαυτῆς ὀφλήσασα γέλωτα, ὁπότε καὶ ἀρτίως ἐδείξαμεν, ὅτι καθ’ ἑκάστην νύκτα ἓξ μὲν δύνοντα, ἓξ δὲ ἀνατέλλοντα φαίνεται ζῴδια, τοῦ αὐτοῦ καὶ ἐν ἡμέρᾳ γινομένου, ἡμῖν δὲ οὐχ ὁρωμένου διὰ τὴν τοῦ ἡλίου αὐγήν.
Opif.138 Ἴδωμεν δὲ τί βούλεται τὸ ἑξῆς· ‘ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται εἰς τὸν νότον καὶ κυκλοῖ πρὸς βορρᾶν, κυκλοῖ κυκλῶν‘· ὧδε γὰρ στικτέον· σαφῶς τὴν λόξωσιν τοῦ ζῳδιακοῦ πρὸς τὸν ἰσημερινὸν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν διὰ τούτων σημαίνει· ὁ γὰρ ἰσημερινός, καθ’ ὃν ἡ τῆς ἀπλανοῦς γίνεται κίνησις, κατὰ δύο σημεῖα τὸν ζῳδιακὸν τέμνει, κατά τε τὴν τοῦ καρκίνου ἀρχήν, ὃς πάντων τῶν ἐν τῷ ζῳδιακῷ ἐστι βορειότατος καὶ κατὰ τὴν τοῦ αἰγοκέρωτος νοτιωτάτην οὖσαν ἁπάντων. πάσης οὖν τῆς οἰκήσεως ἡμῶν μετὰ τὸν θερινὸν τροπικὸν ὑπαρχούσης, οὗ βορειότερον ἀδύνατον γενέσθαι τὸν ἥλιον—ὅθεν καὶ βορειότεραι ἡμῶν εἰσιν αἱ σκιαί, ἐκ νότου φωτίζοντος ἡμᾶς τοῦ ἡλίου—τοῦ δὲ ζῳδιακοῦ τὸ μὲν ἀπὸ αἰγοκέρωτος μέχρι κριοῦ νοτιώτερον ἔχοντος τοῦ ἰσημερινοῦ, τὸ δὲ μέχρι καρκίνου βορειότερον, τί λοιπὸν σημαίνει τὸ πρὸς νότον φέρεσθαι τὸν ἥλιον καὶ κυκλοῦν πρὸς βορρᾶν, ἢ τὴν ἐν τῷ ζῳδιακῷ τούτου λοξὴν περιδίνησιν, ἧς τὸ μέν ἐστι νοτιώτερον, τὸ δὲ βορειότερον; καὶ τὸ ‘κυκλοῖ κυκλῶν‘ ἐδήλωσεν· τὸ γὰρ ἀπ’ ἀνατολῆς εὐθεῖαν ἐπὶ δύσιν φέρεσθαι κἀκεῖθεν τὴν εὐθεῖαν κλωμένην διὰ τῶν βορείων ὑποστρέφειν εἰς ἀνατολήν, κύκλος οὐκ ἔστι.
Opif.139 Πολλῷ δὲ καταγελαστότερον καὶ τὸ ὑπό τινος εἰρημένον, ὡς ἔξω τοῦ οὐρανοῦ γινόμενος ὁ ἥλιος διὰ τῶν νώτων αὐτοῦ κρυπτόμενος παλινδρομεῖ πρὸς ἀνατολήν· καίτοι πάντων διαφανέστατον ἐκεῖνο τὸ σῶμα, δι’ οὗ καὶ τὰ ἐντὸς ὁ ἥλιος ἅπαντα φωτίζει. Ἐπὶ τούτοις καὶ τὸ ἐν τῷ Ἰὼβ ὡς ἀπὸ τοῦ θεοῦ λεχθὲν σκοπείσθω· ‘τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτόν, ὥσπερ λίθῳ κύβον‘. πῶς νοοῦσι τό ‘οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν‘; πάντως ἐροῦσιν ὡς ἐπικείμενον τῇ γῇ τοῖς ἄκροις αὐτοῦ καὶ μὴ πανταχόθεν αὐτὴν περιέχοντα· ἀλλ’ οὐ συγχωρεῖ τὸ ἑξῆς· ‘κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον‘ τουτέστιν, ὡς εἴ τις λίθον κυβικῷ περιγράψειε σχήματι· κύβον γὰρ αὐτὸ τὸ σχῆμα καὶ οἱ γεωμέτραι καλοῦσιν ὡς καὶ κῶνον καὶ σφαῖραν καὶ τὰ λοιπά. πᾶν δὲ σῶμα ἐσχηματισμένον πανταχόθεν ὑπὸ τοῦ σχήματος περιγράφεται. εἰ οὖν οὕτω καὶ τῇ γῇ κεκόλληκε τὸν οὐρανὸν ὁ θεός, δῆλον ὅτι πανταχόθεν αὐτὴν περιέξει. εἰ δὲ τοῦτο, οὐκ ἄρα περὶ μόνην αὐτῆς ἐκλίθη τὴν ἐπιφάνειαν ὁ οὐρανός, ἀλλὰ πανταχόθεν εἰς αὐτὴν ἐπικλίνων νένευκε.
Opif.140 τούτου δηλωτικόν ἐστι καὶ τό ‘κέχυται δὲ ὥσπερ γῆ κονία‘· περικέχυται γὰρ πανταχόθεν τῇ γῇ καὶ ἐφήπλωται ὅλος ὅλῃ. οἶμαι δὲ τῷ κύβῳ ὑποδείγματι καὶ μὴ ἄλλῳ τὸ λόγιον σχήματι χρήσασθαι, ὅτι πάντων τῶν στερεῶν σχημάτων ἑδραῖον ἕστηκε τοῦτο καὶ ἀμετακίνητον. διὸ καὶ Πλάτων τῇ γῇ τὸ κυβικὸν ἀφορίζει σχῆμα διὰ τὸ ἀκίνητον αὐτῆς οὐδενὸς ἄλλων στοιχείων τοιούτου ὄντος· καὶ γὰρ ὁ ἐκκλησιαστής ‘ἡ δὲ γῆ‘ φησίν ‘εἰς τὸν αἰῶνα ἕστηκε‘. καὶ ὁ οὐρανὸς οὖν ἅμα τῇ γῇ περιέχων αὐτὴν τὴν ἀπὸ τόπου εἰς τόπον καθ’ ὅλον αὐτὸν οὐ ποιεῖται μετάβασιν. εἰ γὰρ οὕτως ἐκινεῖτο, συμμετέφερεν ἂν καὶ τὴν γῆν εἰς ἕτερον τόπον, ὅπερ ἀδύνατον· εἰ γὰρ τῆς κινουμένης σφαίρας συγκινηθείη τὸ κέντρον αὐτῇ, τὸν ὅλον ἀμείβει τόπον καὶ κύλισις τοῦτό ἐστι λοιπὸν οὐ κυκλοφορία. διὸ καί, ὡς ἔστιν εἰπεῖν, ἀεικίνητος ἕστηκεν ὁ οὐρανός, τὸ μὲν διὰ τὴν κυκλοφορίαν, τὸ δὲ διὰ τὸ μὴ τὸν ὅλον ἀμείβειν τόπον, ἀκινήτου μένοντος τοῦ κέντρου. εἰ γὰρ μηδεὶς κυβικὸν εἶναι τοῦ οὐρανοῦ τὸ σχῆμα νενόμικε μηδὲ εἶναι δύναται, ἐπεὶ μηδὲ ἐφέδραν ἔχει, λείπεται διὰ τὴν ὑφ’ ἡμῶν εἰρημένην αἰτίαν κύβον αὐτὸν μετὰ τῆς γῆς ὀνομάσαι τὸ λόγιον, ταὐτὸν δὲ εἰπεῖν τὸν ὅλον κόσμον, διὸ καὶ ὁ Πλάτων τὸν κύβον ἀφώρισε τῇ γῇ, οὐ διὰ τὸ σχῆμα, ἀλλὰ διὰ τὸ στάσιμον. ψυχρὸν δὲ καὶ τὸ εἰς ἀναίρεσιν τοῦ σφαιρικοῦ σχήματος παραλαμβάνειν τό ‘ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ‘· ‘τὸ γὰρ σφαιρικὸν σχῆμα‘ φασίν ‘ἄκρα οὐκ ἔχει‘.
Opif.141 ἀλλ’ ἀγνοοῦσιν, ὅτι τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τὸν δυτικὸν ὁ λόγος παρέλαβεν, οὐ τὰ μὴ ὁρώμενα καὶ ὑπὸ γῆν ὑμνῶν, ἀλλὰ μόνα τὰ φαινόμενα. ὁ δὲ Ἔσδρας καὶ σαφῶς τὸ σχῆμα τοῦ οὐρανοῦ διδάσκει λέγων οὕτως· ‘μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ ἐν μιᾷ ἡμέρᾳ εἰς τὸν κύκλον αὐτοῦ ἔρχεται‘. σφαιρικὸν ἄρα καὶ τὸ τοῦ οὐρανοῦ σχῆμα καὶ ἡ τοῦ ἡλίου κίνησις κυκλοτερής. ιαʹ. Ὅτι οὐδαμοῦ ἀκίνητον εἶναι λέγει τὸν οὐρανὸν ἡ γραφή. ‘Ναί‘ φασίν ‘ἀλλ’ οὐ κινεῖται ὁ οὐρανός, ἀλλ’ ἕστηκε· κινοῦνται δὲ σελήνη καὶ ἥλιος καὶ οἱ ἀστέρες· τοῦτο γὰρ ἐδήλωσεν Ἡσαΐας εἰπών· ‘ὁ στήσας ὡς καμάραν τὸν οὐρανόν‘ καὶ πάλιν· ‘οὕτω λέγει κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν‘ καὶ πάλιν· ‘ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν‘. τὸ οὖν ἑστάναι, φασί, καὶ τεθεμελιῶσθαι καὶ πεπῆχθαι καὶ ἐστερεῶσθαι πόρρω κινήσεώς ἐστιν‘. Ἀλλ’ ἴστωσαν ὡς οὐδὲν τῶν ῥημάτων τούτων στάσιν παντελῆ καὶ ἀκινησίαν τῶν εἰρημένων κατηγορεῖ· καὶ γὰρ ἐπὶ τῶν ὁμολογουμένως κινουμένων τοῖς τοιούτοις ἐχρήσατο ῥήμασιν ἡ γραφή· ‘σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσασ‘.
Opif.142 καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν‘, καὶ πάντα διηγησάμενος τὰ ἔργα τοῦ θεοῦ κοινῶς ἐπὶ πάντων ἐπήγαγεν· ‘ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται‘. τό ‘ἔστησεν‘ οὖν καὶ τὰ λοιπὰ ἐπὶ πάντων εἰπὼν δῆλον ὡς οὐχὶ τὴν κατὰ τόπον ἀκινησίαν ἐσήμανεν· περὶ γὰρ τοῦ ἡλίου φησίν· ‘ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ. καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ‘. καὶ πάλιν· ‘ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνοσ‘. καὶ ὁ ἐκκλησιαστής· ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν‘. καὶ ἑτέρωθι πάλιν ἡ γραφή· ‘ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν‘· κινεῖται γὰρ ἕκαστον αὐτῆς μέρος ἐν τοῖς σεισμοῖς, εἰ καὶ μὴ ὁμοῦ πάντα. κινεῖται δὲ καὶ κατὰ τὰς ἀλλοιώσεις, γενέσεις τε τῶν μερῶν αὐτῆς καὶ φθοράς. τί δ’ ἔστιν τό· ‘τῇ διατάξει σου διαμενεῖ ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου;‘ καίτοι χρόνου μέρος ἐστὶν ἡ ἡμέρα, οὐδὲν δὲ χρόνου μόριον ἕστηκεν, ἀλλ’ ἐν μόνῳ τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὡς καὶ ἡ κίνησις· ἡ γὰρ χθὲς οὐκ ἔστι τῇ σήμερον ἡ αὐτή, οὐδὲ ἡ σήμερον τῇ αὔριον, οὐδ’ ἄλλο ὁτιοῦν χρόνου μέρος ἑτέρῳ.
Opif.143 τὸ οὖν ἑστάναι καὶ πεπῆχθαι καὶ τεθεμελιῶσθαι καὶ μένειν καὶ μὴ κινεῖσθαι καὶ εἴ τι τοιοῦτον ἕτερον περὶ τῶν ἔργων εἴρηται τοῦ θεοῦ, κοινῶς ἐπὶ πάντων λεχθὲν τὸ διαμένειν ἀμετάβλητον τὴν ἐπ’ αὐτοῖς διάταξιν καὶ δημιουργίαν τοῦ θεοῦ δηλοῖ· τοῦτο γάρ ἐστιν τό ‘τῇ διατάξει σου διαμενεῖ ἡ ἡμέρα‘, τουτέστιν· οὐκ ἐκλείψει γινομένη ποτὲ ἄλλη μετ’ ἄλλην, ἕως ἂν συνεστήκῃ δηλονότι τὸ πᾶν. οἷόν ἐστιν καὶ τὸ εἰρημένον μετὰ τὸν κατακλυσμὸν τῷ Νῶε· ‘σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι‘, τουτέστιν· οὐ παύσονται γινόμενα καὶ ἀπολλύμενα ταῦτα, ἕως ἂν εἶναι τὸ πᾶν ἐθέλῃ θεός. τὸ ἐπὶ πᾶσιν οὖν τοῦ θεοῦ κέλευσμα οὐ διαλείψει, ἕως ἂν μένειν ἐθέλῃ πάντα θεός. Τὸ δὲ τοῦ ἀποστόλου· ‘καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος καὶ οὐκ ἄνθρωποσ‘ οὐχ οὕτω περὶ τοῦ οὐρανοῦ μοι λελέχθαι δοκεῖ, καθά τινες ἔφασαν, ὡς περὶ τοῦ κυριακοῦ σώματος, εἰ ἐπιστήσειέ τις ἀκριβῶς τῷ τόπῳ κατὰ τὸ εἰρημένον· ‘καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν‘. καὶ τό· ‘λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν. αὐτὸς δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ‘· τὴν μὲν γὰρ σκηνὴν τοῦ ἰδίου σώματος αὐτὸς ἔπηξεν.
Opif.144 ‘ἡ σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον‘. καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον· ‘πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι‘. τὴν δὲ σκηνὴν τοῦ ἐν Ἱερουσαλὴμ ναοῦ καὶ αὐτὴν τὴν Μωσαϊκὴν ἄνθρωποι συνεπήξαντο. ταῦτα μὲν οὕτως ἀληθείας ἔχει. ιβʹ. Πλείονες ἀποδείξεις, ὅτι ἡ καθ’ ἡμέραν τῶν οὐρανίων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κίνησις οὐ τῶν ἀστέρων ἐστὶν ἀλλὰ τοῦ στερεώματος. Ὅτι δὲ αὐτὸς κινεῖται ὁ οὐρανὸς τὴν καθ’ ἡμέραν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κίνησιν καὶ οὐχὶ καθ’ αὑτοὺς οἱ ἀστέρες, ἤδη μὲν συναπεδείχθη μικρῷ πρότερον, ὅτε σφαῖραν εἶναι τὸν οὐρανὸν ἐδείκνυμεν καὶ τῶν ἡμισφαιρίων ἑκάτερον αὐτοῦ καθ’ ἑκάστην νύκτα τὸ μὲν δύνειν, τὸ δὲ ἀνατέλλειν συνεφελκομένων καὶ τῶν ἐν αὐτοῖς ἀστέρων. οὐ γὰρ ἔξω τοῦ στερεώματος ἢ κινεῖσθαι τοὺς ἀστέρας ἢ ὅλως εἶναι δυνατὸν ἐν αὐτῷ τεθέντας ὑπὸ θεοῦ· ‘ἔθετο γὰρ αὐτούσ‘ φησίν ‘ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆσ‘. οὐδὲν δὲ κωλύει καὶ νῦν αὐτὸ καθ’ αὑτὸ τοῦτο δεῖξαι συντόμως καὶ τοῖς τῶν μαθημάτων ἀπείροις. Ὁ γαλαξίας τῶν μεγίστων ὑπάρχει κύκλων εἷς καὶ μόνος αὐτῶν διὰ τὸ χρῶμα ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει, ἐξ οὗ καὶ τὴν ὀνομασίαν εἴληφεν. ἔστιν δὲ πάθος ἀχώριστον τοῦ οὐρανίου σώματος συμπεφυκὸς αὐτῷ καὶ συνυπάρξαν, ἢ ὅ τι οὖν ἐθέλοι τις ὀνομαζέτω.
Opif.145 ὅμοιος δέ ἐστιν καὶ ὁ αὐτὸς ἀεὶ καθ’ ἕκαστον τοῦ οὐρανοῦ μέρος, ὅπου μὲν λαμπρός, ὅπου δὲ ἀμυδρός, καὶ ὅπου μὲν ἁπλοῦς, ὅπου δὲ διπλόην ἔχων. οὗτος καθ’ ἑκάστην νύκτα ὅλος τοῖς ἀπλανέσιν ἅμα συμπεριαγόμενος φαίνεται τοῦ μὲν δύνοντος αὐτοῦ μέρους, τοῦ δὲ ἀνίσχοντος, ὡς καὶ ἐπὶ τῶν δώδεκα ζῳδίων ἐδείξαμεν. εἰ οὖν ἕστηκε μέν, ὥς φασιν, ὁ οὐρανός, αὐτὸν δὲ καθ’ αὑτὸν κινεῖσθαι τὸν γαλαξίαν ἀδύνατον, πάθος ὄντα τοῦ οὐρανίου σώματος—οὐδὲ γὰρ τὸ ἐν τῇ χιόνι λευκὸν ἢ ἐν τῷ γάλακτι—πῶς ἐν μιᾷ νυκτὶ φαίνεται πᾶς τοῦ μὲν αὐτοῦ δύνοντος, τοῦ δὲ ἀνίσχοντος, εἰ μὴ ὁ οὐρανὸς ὁ κινούμενος ἦν, ἐν ᾧ ἐστιν τὸ χρῶμα τοῦτο; ἐξ οὗ δείκνυται πάλιν, ὅτι σφαῖρά ἐστιν ἀκριβὴς ὁ οὐρανὸς τὸ μὲν ὑπὲρ γῆν ἔχων, τὸ δὲ ὑπὸ γῆν, καὶ δύνοντος ἑτέρου τὸ λοιπὸν ἐπανέρχεται. ὅθεν ἐν μιᾷ νυκτὶ ὅλον θεώμεθα πλὴν μόνου τοῦ μέρους αὐτοῦ, ᾧ πλησιάζει ὁ ἥλιος. Τὸ αὐτὸ τοῦτο καὶ ἑτέρως σκοπεῖν δυνατόν. ὑποκείσθω τὸν ἥλιον ὑπάρχειν ἐν κριῷ· ἴσμεν ὅτι διὰ μηνὸς ζῴδιον ἓν κινεῖται, διελθὼν δὲ τὰ δώδεκα πληροῖ τὸν ἐνιαυτόν. ἡ δὲ καθ’ ἡμέραν αὐτοῦ κίνησις μίαν τῶν τριάκοντα τοῦ ζῳδίου μοιρῶν δίεισιν. ἐν κριῷ τοίνυν ὑπάρχειν ὑποκειμένου τοῦ ἡλίου ἀνάγκη τὸν μὲν κριὸν αὐτὸν εἶναι παντελῶς ἀφανῆ· οὔτε γὰρ ἐν ἡμέρᾳ διὰ τὸ ἐν αὐτῷ εἶναι τὸν ἥλιον φαίνεται οὔτε ἐν νυκτὶ συνδύνων αὐτῷ. τοῦ οὖν ἡλίου δύνοντος ὁ ταῦρος εὐθὺς ὑπὲρ τὸν δυτικὸν ὁρίζοντα φαίνεται.
Opif.146 μετελθόντος δὲ ἐπὶ ταῦρον ἡλίου καὶ δύνοντος, ὁ ταῦρος μὲν ὁμοίως ἀφανὴς γίνεται, τοὺς δὲ διδύμους ὄψει τῷ ὁρίζοντι τῷ δυτικῷ πλησιάζοντας. τὸ αὐτὸ καί, εἰ ἐν τοῖς διδύμοις ὁ ἥλιος μετέλθοι, συμβαίνει. δύνοντος γὰρ αὐτοῦ ὁ καρκίνος παρὰ τὸν δυτικὸν ὑπάρχει ὁρίζοντα. εἰ δὲ κριοῦ μὲν ὁ ταῦρός ἐστιν ἀνατολικώτερος, τούτου δὲ 〈οἱ〉 δίδυμοι καὶ τούτων ὁ καρκίνος καὶ οἱ ἑξῆς ὁμοίως, δῆλον ὡς ὁ ἥλιος μὲν κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν φέρεται, μίαν καὶ μόνην ζῳδίου μοῖραν κινούμενος καθ’ ἡμέραν, ἡ δὲ ἐξ ἀνατολῶν ἐπὶ δύσιν καθ’ ἕκαστον ἡμερονύκτιον γενομένη περιαγωγὴ μόνου ἐστὶν τοῦ στερεώματος, ἐν ᾧ τοὺς φωστῆρας ἅπαντας ἔθηκεν ὁ θεός· τὴν γὰρ τοσαύτην διάστασιν δι’ ἐνιαυτοῦ ποιεῖται, καθὰ φθάσας εἶπον, ὁ ἥλιος. οὐκ ἄρα τῶν ἀστέρων ἐστίν, ἀλλὰ τοῦ στερεώματος ἡ καθ’ ἡμέραν κίνησις. Ἔτι καὶ τετάρτης ἀποδείξεως ἄκουε· οἱ ἀπλανεῖς ἀστέρες ἐν τῷ στερεώματι ὄντες ἄλλοι τινὲς αὐτῶν ἄλλην αὐτοῦ μοῖραν διειλήφασιν, οἱ μὲν τὴν βορείαν οἱ δὲ τὴν νοτίαν οἱ δὲ τὸ μεσαίτατον ἔχουσιν. οἱ μὲν οὖν περὶ τοὺς πόλους ἐν ἐλαχίστοις ὑπάρχουσι κύκλοις, τῷ ἀρκτικῷ λέγω καὶ τῷ ἀνταρκτικῷ, οἱ δὲ ἐν τοῖς τροπικοῖς, τῷ θερινῷ καὶ τῷ χειμερινῷ, ἐν μείζοσι, οἱ δὲ ἐν τῷ ἰσημερινῷ ἐν μεγίστῳ. δῆλον δέ, ὅτι καὶ οἱ τούτων μέσοι κατὰ ἀναλογίαν τῶν μέν εἰσι μείζους, τῶν δὲ ἐλάττονες. εἰ οὖν τῶν ἀστέρων ἐστὶν ἡ καθ’ ἡμέραν καὶ μὴ τοῦ στερεώματος κίνησις—ἑστάναι γὰρ ἐθέλουσι τὸν οὐρανόν—ἀνάγκη πᾶσα τοὺς ἀπλανεῖς ἢ ἰσοταχῶς ἀλλήλοις κινεῖσθαι πάντας ἢ ἀνισοταχῶς· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν.
Opif.147 εἰ οὖν ἑκάτερον τούτων ψευδὲς φανείη καὶ ἄτοπον, οὐδ’ ὅλως ἄρα κινοῦνται οἱ ἀστέρες, ἀλλὰ μὴν αὐτοὺς ἀνάγκη κινεῖσθαι τὴν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ἢ τὸ στερέωμα, τούτους δὲ κινεῖσθαι δειχθείη ἀδύνατον, ἐκ πάσης ἀνάγκης ἄρα τὸ στερέωμά ἐστιν τὸ κινούμενον, πάντας ἑαυτῷ τοὺς ἀστέρας συμπεριάγον. ὅτι μὲν οὖν ἰσοταχῶς αὐτοὺς ἀδύνατον κινεῖσθαι, δῆλον ἐντεῦθεν· εἰ οἱ μὲν ἐν μείζοσι, οἱ δὲ ἐν ἐλάττοσι κύκλοις ὑπάρχουσιν, ἀνάγκη πᾶσα τοὺς μὲν ἐν τοῖς μείζοσιν ὄντας πλείονος δεῖσθαι χρόνου εἰς τὴν τοῦ ὅλου περιαγωγήν, τοὺς δὲ ἐν μικροτέροις ἐλάττονος. πρῶτοι μὲν οὖν διελεύσονται τὸν ἑαυτῶν κύκλον οἱ ἐν τοῖς ἐλαχίστοις· οὗτοι δέ εἰσιν οἱ περὶ τοὺς πόλους μικρὰν φερόμενοι διάστασιν, δεύτεροι δὲ οἱ ἐπὶ τῶν τροπικῶν· μείζων γὰρ τῶν ἄλλων ἡ τούτων διάστασις καὶ χρόνου διὰ τοῦτο δεομένη πλείονος· οἱ δὲ ἐν τῷ ἰσημερινῷ μεγίστῳ ὄντι πάντων ἅμα τῶν ἄλλων πλείονος χρόνου δεήσονται διελθεῖν τὸν ὅλον κύκλον, καὶ διὰ τοῦτο τῶν ἄλλων ἀποκαταστήσονται ἔσχατοι. ἀλλ’ οὐ τοιαύτη φαίνεται τοῦ στερεώματος ἡ κίνησις. ἀλλὰ καὶ οἱ ἐν τοῖς μείζοσι κύκλοις καὶ οἱ ἐν τοῖς ἐλαχίστοις καὶ οἱ ἐν τοῖς μεταξὺ τούτων ἅμα πάντες ἐν τῷ αὐτῷ νῦν συναποκαθίστανται. οὐκ ἄρα εἰσὶν ἰσοταχεῖς, ἀλλ’ οὐδὲ ἀνισοταχεῖς φανοῦνται σκοποῦσιν· ἅμα γὰρ ἀποκαθισταμένων, ὡς φαίνεται, πάντων ἀνάγκη πᾶσα πρὸς ἀναλογίαν τῶν κυκλικῶν διαστημάτων, ἐφ’ ὧν ἡ κίνησις ἑκάστοις, καὶ τὰ τάχη τῶν κινήσεων συνεξαλλάττεσθαι· εἰ γὰρ ὁ ἰσημερινὸς τῶν μὲν τροπικῶν ἑκατέρου τυχὸν εἴη τριπλασίων, τῶν δὲ περὶ τοὺς πόλους τετραπλασίων, ἀνάγκη πᾶσα καὶ τὴν ταχυτῆτα τῶν κινήσεων τῶν ἀστέρων τῶν ἐπ’ αὐτοῦ τετραπλασίονα μὲν ὑπάρχειν τῶν ἐν τοῖς κύκλοις τοῖς περὶ τοὺς πόλους, τριπλασίονα δὲ τῶν ἐν τοῖς τροπικοῖς.
Opif.148 καὶ οὕτως ἐπὶ πάντων ὑποτίθεσθαι ἀνάγκη συναυξανομένου ἢ συμμειουμένου τοῖς τῶν κύκλων διαστήμασι τοῦ τάχους τῶν κινήσεων τῶν ἐπ’ αὐτοῖς ἀστέρων, εἰ μὴ τοῖς φαινομένοις ἀντιβλέπειν ἐθέλοιμεν· ἀλλ’ ἀποκληρωτικόν, ὡς ἔφθην εἰπών, τοῦτο καὶ παντελῶς ἄλογον. εἰ οὖν μήτε ἰσοταχεῖς οἱ ἀστέρες μήτε ἀνισοταχεῖς εἶναι δύνανται, οὐδ’ ἄρα τὴν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς καθ’ αὑτοὺς οὗτοι κινοῦνται, ἀλλὰ τὸ στερέωμά ἐστιν τὸ κινούμενον συνεφέλκον ἑαυτῷ τοὺς ἀστέρας. ιγʹ. Ὅτι τοὺς μὴ τοῖς πράγμασιν ἐπιστῆσαι δυνηθέντας ἐχρῆν τοῖς πλείοσι καὶ σοφωτέροις τῆς ἐκκλησίας διδασκάλοις ἀκολουθήσαντας μὴ διὰ τὴν ἰδίαν ἄγνοιαν μῶμον τῷ παντὶ δόγματι προσάπτειν. Τούτων δεδειγμένων αὐτοὶ μὲν ἔρημοι τῆς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐφάνησαν, τὸ δὲ ἀληθὲς καὶ ἐξ αὐτῶν ἐδείχθη συνηγορούμενον. ἔδει οὖν τοὺς οὕτως ἄτοπα περὶ τοῦ οὐρανοῦ μυθολογήσαντας, εἰ καὶ μὴ τοῖς πράγμασιν ὡς ἔχουσιν ἐπιστῆσαι δεδύνηνται, μηδέ που τῶν ἱερῶν λογίων τὸ δοκοῦν αὐτοῖς εἰρημένον εὑρήκασιν, ὁρῶντας ὅμως Βασίλειον τὸν μέγαν καὶ τοὺς ἱεροὺς Γρηγορίους Ἀθανάσιόν τε τὸν τοῖς ἀποστολικοῖς ἀγῶσιν ἐφάμιλλον καὶ τὸν μετὰ φιλοσοφίαν ἄκραν τῇ εὐσεβείᾳ τὸν Ἀθήνησι τῆς ἐκκλησίας θρόνον κοσμήσαντα Διονύσιον καὶ ἑτέρους πλείονας τῆς ἐκκλησίας διδασκάλους τὴν φαινομένην τῶν οὐρανίων διάταξιν μὴ τολμήσαντας ἀθετεῖν, ἣν ἐκ τοῦ δημιουργήσαντος ἔχουσι, τὴν ἀκίνδυνον μᾶλλον αἱρεῖσθαι σιγήν, ἢ λέγοντας, ἃ μὴ γινώσκουσι, μῶμον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσάπτειν.
Opif.149 ταῦτα δὲ λέγειν ἠνάγκασμαι, ἵνα μὴ τὰ ἑνὸς ἢ δευτέρου τῶν παρ’ ἡμῖν πταίσματα τῷ εὐσεβεῖ τῶν χριστιανῶν ὕβριν προσρίψηται δόγματι· τὸ γὰρ ἀληθές, ὑφ’ ὅτου ἂν εὑρεθείη, τιμῶν τις αὐτὴν τιμᾷ, Χριστὸν, τὴν ἀλήθειαν. Ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὖθις μεταβῶμεν τῆς λέξεως, ἄνωθεν αὐτὴν παραθέμενοι· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν‘. ιδʹ. Ὅτι πολύσημος ἡ τοῦ ὕδατος φωνὴ παρὰ τῇ θείᾳ γραφῇ καὶ ὅτι τὸν ἀέρα καὶ οὐρανὸν καὶ ὕδωρ καὶ ἄβυσσον ὀνομάζει. Πολλαχῶς τὸ ὕδωρ ὀνομάζειν τῇ γραφῇ φίλον· καὶ γὰρ ἀλληγορικῶς ἐπί τε τὸ χεῖρον καὶ ἐπὶ τὸ βέλτιον τοῦτο παρείληφε τοὔνομα ὁ θεός· ‘εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.
Opif.150 ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με.‘ καὶ πάλιν· ‘χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον‘. νῦν μὲν οὖν ἐπὶ πειρασμῶν καὶ χαλεπῶν καὶ ταραχωδῶν περιστάσεων εἴρηται τὸ ὕδωρ· πολλάκις δὲ καὶ ἐπὶ τὸ κρεῖττον ἀλληγορεῖται· οἷόν ἐστιν τὸ πρὸς τὴν Σαμαρεῖτιν ὑπὸ τοῦ κυρίου λεχθέν· ‘ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, ὃ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον‘. ‘εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με‘. καὶ τὸ αἰσθητὸν δὲ ὕδωρ διαφόρως ἴσμεν λεγόμενον· ποτὲ μὲν αὐτό γε τοῦτο τὸ συνεγνωσμένον ἅπασιν· ‘οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς· αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ‘. καὶ πάλιν· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘. ‘ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;‘ λέγει δὲ ὕδωρ ἔσθ’ ὅτε καὶ τὸν ἀέρα, οἷόν ἐστιν· ‘ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου‘· ἡ γὰρ ἄνω ἄβυσσος, τουτέστι τὸ ὕδωρ, ὅπερ δηλοῖ τὸν ἀέρα τὸν εἰς ὕδωρ εὐπετῶς μεταβαλλόμενον, τὴν κάτω τῶν ὑδάτων ἄβυσσον ἐπικαλεῖται διὰ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως· ᾧ ἴσον ἐστὶν τό· ‘ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆσ‘· τὸ δέ ‘εἰς φωνὴν τῶν καταρακτῶν σου‘ τὸν κτύπον δηλοῖ τὸν γινόμενον ἐκ τῆς τῶν ὑδάτων καταφορᾶς· καταράκτας γὰρ τὸ ἄνωθεν κάτω φερόμενον ὕδωρ ὀνομάζειν εἴωθεν ἡ γραφή, ὡς καὶ ἐπὶ τοῦ κατακλυσμοῦ φησιν· ‘ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν‘, τό τε κάτωθεν ἐπικλύσαν τὴν γῆν καὶ τὸ ἐκ τοῦ ἀέρος καταφερόμενον ὕδωρ δηλοῦντος τοῦ λόγου· οὐρανὸν γάρ, ὡς ἤδη εἶπον, πολλαχοῦ καὶ τὸν ἀέρα καλεῖ ὡς μέχρις οὐρανοῦ διήκοντα καὶ οἱονεὶ συνημμένον αὐτῷ.
Opif.151 Δανιὴλ ὁ προφήτης· ‘καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται‘ καὶ πάλιν· ‘καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ βαφήσεται‘. καὶ τὸν Ἰακὼβ εὐλογῶν ὁ Ἰσαὰκ οὕτω φησίν· ‘καὶ δῴη σοι κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆσ‘. καὶ ἐν τῷ Δευτερονομίῳ ἐν κατάρᾳ· ‘καὶ ἔσται ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ 〈ἡ〉 ὑποκάτω σου σιδηρᾶ· δῴη κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν‘ διὰ τούτων τὸ ξηρὸν καὶ ἄνικμον τοῦ τε ἀέρος καὶ τῆς γῆς δηλῶν. καὶ ἐν τῇ Ἐξόδῳ· ‘εἶπεν δὲ κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων· λάβετε ὑμῖν πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας καὶ πασάτω Μωϋσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραῶ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ· καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
Opif.152 καὶ ἔλαβον τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραῶ, καὶ ἔπασεν αὐτὴν Μωϋσῆς εἰς τὸν οὐρανόν‘. καὶ πάλιν· ‘ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα‘ καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους· ‘ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει ὁ οὐρανός· καὶ πρωΐας· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανόσ‘. ἄπειρος ἡ τούτου μαρτυρία. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι τὸ ἀπὸ γῆς μέχρις οὐρανοῦ διάστημα ποτὲ μὲν ὁμωνύμως τῷ στερεώματι οὐρανὸν ἡ γραφὴ καλεῖ καὶ στερέωμα· ‘τὰ πετηνὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘, ποτὲ δὲ ὕδωρ καὶ ἄβυσσον διὰ τὸ ὑγρὸν τοῦ ἀέρος καὶ δι’ ὅλου μέχρι τοῦ οὐρανοῦ διαφανὲς καὶ τὴν πολλὴν ἀμφοῖν, ὕδατός τε καὶ ἀέρος, συγγένειαν καὶ τὴν εἰς ἄλληλα ῥᾳδίαν αὐτῶν μετάπτωσιν· τοῦτο γὰρ ἅπαν ἅπτεται τοῦ μὲν οὐρανοῦ κατὰ τὸ πέρας ἑαυτοῦ τὸ ἄνω, τοῦ δὲ ὕδατος κατὰ τὸ κάτω· τούτου τοίνυν ἴδιον οὐκ ἔχοντος ὄνομα παρὰ τῷ Μωϋσεῖ, ὃ καλεῖται παρ’ Ἕλλησιν ἀήρ, ποτὲ μὲν ἐκ τῆς ἄνω πρὸς τὸν οὐρανὸν συναφῆς οὐρανὸν αὐτὸ καλεῖ—οὕτω γὰρ καὶ παρὰ τῷ ἀποστόλῳ λύσεως ἔτυχε τὸ ἁρπαγῆναι αὐτὸν ἕως τρίτου οὐρανοῦ—ποτὲ δὲ ὕδωρ ὀνομάζει διὰ τὸ κάτω συνῆφθαι τῷ ὕδατι.
Opif.153 Ἐξ οὗ πάλιν γίνεται δῆλον, ὅτι τό· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ τὸ ὕδωρ ἅμα καὶ τὸν ἀέρα διὰ τῆς τοῦ ὕδατος ὀνομασίας συμπεριείληφε. τρία γάρ ἐστι τῶν ζῴων τὰ γένη· τὰ χερσαῖα τὰ ἔνυδρα τὰ ἀέρια· περὶ μὲν οὖν τῶν χερσαίων ‘ἐξαγαγέτω‘ φησίν ‘ἡ γῆ ψυχὴν ζῶσαν‘, περὶ δὲ τῶν ἐνύδρων ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘. τοῦ δὲ ἀέρος, ὡς εἶπον, ἰδίου μὴ τυχόντος ὀνόματος παρὰ τῷ Μωϋσεῖ, διττὴν δὲ λαχόντος προσηγορίαν, ὁμωνύμως ἐκ τῶν ἑκατέρωθεν αὐτῷ συνημμένων οὐρανοῦ τε καὶ ὕδατος τὸ μὲν ‘ἑρπετὰ ψυχῶν ζωσῶν ἐξαγαγεῖν τὰ ὕδατα‘ ἐπὶ τοῦ κυρίως ὕδατος εἴρηται, τὸ δὲ ‘καὶ πετηνά‘ ἐπὶ τοῦ ἀέρος, ὃν ἡ ἐπαγωγὴ σαφῶς ἐδήλωσεν· ‘πετόμενα‘ γάρ φησιν ‘ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. τούτοις ἀκολούθως καὶ ἐν τοῖς ψαλμοῖς διεστάλησαν· ‘τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν‘, ἅπερ συνῃρημένως ὕδατά φησι Μωϋσῆς τοῦ Δαυὶδ ἐν τῷ ψαλμῷ ταῦτα διαστείλαντος. ιεʹ. Ὅτι τὴν μεταξὺ τοῦ πρώτου οὐρανοῦ καὶ τοῦ στερεώματος οὐσίαν ὁμωνύμως ὕδωρ ἐκάλεσε Μωϋσῆς. Πολλαχῶς τοίνυν καθ’ ὁμωνυμίαν λεγομένου τοῦ ὕδατος οὐ θαυμαστὸν εἰ καὶ νῦν τὴν ἑτέραν αὐτοῦ σημασίαν ὁμωνύμως ὁ λόγος τῷ ὕδατι συμπεριείληφεν· εἰ γὰρ δύο εἰσὶν οὐρανοὶ ἀλλήλων διακεκριμένοι τοῖς τόποις—εἴγε καὶ ὕδατα μεταξὺ τούτων εἶναί φησι Μωϋσῆς—καὶ οὐχ ἁπτόμενοι, καθάπερ τὰς τοῦ δευτέρου σφαίρας ὡς ἑνὸς μέρη οὔσας ἅπτεσθαί φασιν ἀλλήλων, ἀνάγκη πᾶσα τὸ μεταξὺ τῶν δύο οὐρανῶν διάστημα μὴ εἶναι κενόν· οὐδὲν γὰρ οὐδαμῇ τῶν ὄντων ἐστὶ κενόν.
Opif.154 οὐκοῦν σῶμα πάντως ἐστίν, ὅπερ Μωϋσῆς ὕδωρ ἐκάλεσεν, ὥσπερ καὶ τὸ μεταξὺ γῆς καὶ τοῦ στερεώματος ἀέρος πεπλήρωται καὶ ὕδατος κοινῶς ὠνομασμένων ὑδάτων ἐν τῷ· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ διὰ τὸ ὑγρὰν εἶναι καὶ χυτὴν καὶ διαφανῆ τὴν ἀμφοῖν οὐσίαν. ἔοικεν οὖν ἐξ ἀναλογίας τούτων ὁ Μωϋσῆς τὴν οὐσίαν τὴν ἀναπληροῦσαν τὸ μεταξὺ τῶν δύο οὐρανῶν διάστημα ὕδωρ ὁμωνύμως καλέσαι· καὶ δῆλον ὅτι λεπτομερέστατον, ὅτι ποτ’ ἂν εἴη, τὴν οὐσίαν ἐστὶ τοῖς τόποις συμφώνως, εἴτε ὑδατῶδες εἴτε ἀερῶδες εἴτε οἷον τὸ ὑπέκκαυμα ὑπάρχει εἴθ’ ὅπως οὖν ἄλλως ἔχοι φύσεως. ιϛʹ. Ὅτι τό ‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ οὐ τοῦ κάτω ὕδατός φησι μεταξύ—πολλὰ γὰρ τούτῳ ὑποπίπτει ἀδύνατα—ἀλλ’ ἐν μέσῳ τοῦ τε ἄνω ὕδατος καὶ τοῦ κάτω. Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘ οὐ μεταξὺ λέγει τοῦ κάτω ὕδατος τὴν τοῦ στερεώματος γενέσθαι φύσιν, ὡς Ἰώσηπος ὁ Ἑβραῖος ἐν τῷ περὶ τῆς τοῦ παντὸς αἰτίας συγγράμματι βούλεται εἰς τρία λέγων διῃρῆσθαι τὸ ὕδωρ καὶ τὸ μὲν τρίτον αὐτοῦ εἰς γένεσιν συμπαγῆναι τοῦ στερεώματος, τὸ δὲ τρίτον ἐναπομεῖναι κάτω, τὸ δὲ λοιπὸν τρίτον ἐν τοῖς νώτοις εἰς ὕψος συνανακουφισθῆναι τῷ στερεώματι.
Opif.155 ἀνάγκη δὲ ἦν ἀνακουφιζομένου τούτου μὴ μόνον τὸ ὑπερκείμενον ὕδωρ, ἀλλὰ καὶ πάντα τὸν ὑπὲρ τὸ ὕδωρ ἀέρα συνεπαρθῆναι αὐτῷ καὶ κενὸν μεῖναι ἀέρος ἅπαν τὸ ὑποκάτω τοῦ στερεώματος· οὐδὲ γὰρ τὸ ἐναπολειφθὲν ὕδωρ εἰς ἀέρα μεταβεβλῆσθαί τις ἂν πλάσαιτο μήτε ἐξαρκοῦν εἰς τὰ δύο στοιχεῖα ἡλίου τε μήπω γενομένου τοῦ δυναμένου τοῦτο ποιεῖν. πῶς οὖν νῦν οὐχ ὕδωρ μόνον, ἀλλὰ καὶ ἀὴρ ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος μέχρις αὐτοῦ διήκει τοῦ στερεώματος; παιδικὴ οὖν καὶ ἀσύμφωνος τοῖς πράγμασι καὶ ἀναξία τῶν λογίων τοῦ θεοῦ ἡ τοιαύτη ὑπόνοια. Τὸ οὖν ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘ αὐτὸς ὁ προφήτης ἐξηγήσατο προσθείς· ‘καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘. ὃ γὰρ εἶπεν ‘ἐν μέσῳ τοῦ ὕδατοσ‘ ἡρμήνευσεν εἰπών ‘ἀνὰ μέσον ὕδατος καὶ ὕδατοσ‘. ἀνὰ μέσον οὖν τῶν δύο ὑδάτων γέγονε τὸ στερέωμα διατειχίζον ἀλλήλων αὐτά. διὸ Ἀκύλας καὶ Σύμμαχος πληθυντικῶς εἶπον· ‘γενηθήτω στερέωμα ἐν μέσῳ τῶν ὑδάτων‘. σκόπει δὲ καὶ τὴν τῶν ἑβδομήκοντα λέξιν· οὐ γὰρ εἶπον· ‘διεχώρισεν ὁ θεὸς τὸ ὕδωρ εἰς δύο· καὶ τὸ μὲν ὑπὸ τὸ στερέωμα εἴασεν ὡς εἶχε, τὸ δὲ σὺν τῷ στερεώματι εἰς ὕψος ἀνήγαγεν‘· ἀλλ’, ὡς ἤδη εἶπον, δύο διακεκριμένων ὑδάτων καὶ τοῖς τόποις καὶ ταῖς οὐσίαις, μόνῳ δὲ κοινωνούντων ὀνόματι, οἷον μεθόριον ἐποίησεν ὁ θεὸς τὸ στερέωμα.
Opif.156 Καὶ ἔτι σαφέστερον ὁ προφήτης ἐν τῇ ἐπαναλήψει τοῦτο δέδωκεν εἰπών· ‘καὶ ἐγένετο οὕτως. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον 〈τοῦ〉 ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘, ἀπὸ κοινοῦ τοῦ ‘ὃ ἦν‘ νοουμένου καί ‘ὃ ἦν ἐπάνω τοῦ στερεώματοσ‘· οὐ γὰρ ὃ νῦν γέγονεν ἐπάνω ἢ ὃ νῦν γέγονεν ὑποκάτω· ἑκάτερον γὰρ ἦν ἐν τῷ οἰκείῳ τόπῳ μεθόριον οὐκ ἔχοντα. γενομένου δὲ τοῦ στερεώματος ὑπ’ αὐτοῦ διεχωρίσθησαν, τὸ μὲν ἐπάνω τοῦ στερεώματος ὄν, τὸ δὲ ὑποκάτω. καὶ ὅτε οὖν ἔλεγεν ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘ οὕτως ἀκουστέον ἑκατέρου ὕδατος μεταξύ, ὃ σαφέστερον ὑπὸ τῶν ἄλλων εἴρηται ‘ἐν μέσῳ τῶν ὑδάτων‘. καὶ ἐκ τούτου δὲ πάλιν δῆλόν ἐστιν, ὅτι συνεκδοχικῶς ὕδωρ ὀνομάζει καὶ τὸν ἀέρα· οὐ γὰρ μόνον ὕδωρ ἐστὶν ὑποκάτω τοῦ στερεώματος, ἀλλὰ καὶ ὁ μεταξὺ τούτων ἀὴρ ἐγγίζων αὐτῷ μᾶλλον τοῦ ὕδατος. ἀλλ’ ἐκ τοῦ τῇ ὄψει Μωϋσῆς ὑποπίπτοντος ὅλον ὕδωρ ὠνόμασε. ιζʹ.
Opif.157.(1t) Ὡς ἐν ἐπιλόγῳ περὶ τῆς τάξεως τῶν τοῦ κόσμου μερῶν, καὶ διὰ τί οὐρανὸς ἐκλήθη τὸ στερέωμα καὶ ὁ ἀήρ. Ταῦτα μὲν οὖν ἐγὼ πρὸς ἐμὴν εἴρηκα δύναμιν. εἰ δέ τις καθαρότητι λογισμῶν κρειττόνως τῇ σημασίᾳ τῶν προφητικῶν ἐπιβάλοι λέξεων μετὰ τοῦ μὴ δοκεῖν τοῖς φαινομένοις τι λέγειν ὑπεναντίον, κρατείτω τὸ ἀληθέστερον· μηδὲν γὰρ ἔστω μηδενὶ τῆς ἀληθείας ἐπίπροσθεν. τίς δὲ τῆς τάξεως, καθ’ ἣν τὸ στερέωμα γέγονεν, ἡ αἰτία καὶ τῶν ἐφεξῆς ἑκάστου κοινότερον εἰπεῖν ἀναγκαῖον. Δυνατὸν μὲν οὖν ὑπῆρχεν ὡς ἀπειροδυνάμῳ τῷ θεῷ ὁμοῦ πάντα παραγαγεῖν μόνῳ βουλήματι· εἰ δ’ ὅλως ἀρχὴν ἔχει τοῦ εἶναι τὸ πᾶν—καὶ τοῦτο λόγῳ δέδεικται καὶ τὰ θεῖα βοᾷ πανταχῇ λόγια καὶ τῶν παλαιῶν ἕως Ἀριστοτέλους οἱ φυσικοὶ πάντες, ὡς αὐτὸς εἴρηκεν Ἀριστοτέλης—πῶς οὐκ εὔλογον ἐν ἀκολούθῳ τινὶ τάξει τῶν μερῶν ἕκαστον ὑποστῆναι τοῦ κόσμου; τούτου δὲ οὕτως ἔχοντος τὰ μὲν στοιχεῖα τὴν οὐσίαν ἁπλῆν καὶ ἀσύνθετον ἔχοντα προϋπέστη δικαίως· τὰ ἁπλᾶ γάρ ἐστι τῶν συνθέτων πρῶτα φύσει, πολλάκις δὲ καὶ τῷ χρόνῳ· ὅσα δὲ ἐξ ἐκείνων σύγκειται, μετ’ ἐκεῖνα τὴν γένεσιν ἀκολούθως εἴληφε, καὶ τούτων ἕτερον ἑτέρου κατά τινα λόγον φυσικὸν πρῶτον ὑπῆρξεν ἢ δεύτερον. ὁ δὲ οὐρανὸς ὡς ἅπαντα περιέχων καὶ οἷον ὅρος ὢν ἁπάντων καὶ συνοχὴ προϋπῆρξεν ὁμοῦ πάντων καὶ αὐτῆς δὲ τῆς σὺν αὐτῷ γενομένης γῆς ἐν τῇ συναριθμήσει τὸ πρεσβεῖον ἔσχεν. Τὸ δὲ στερέωμα τί μὲν τὴν οὐσίαν ἐστίν, μετρίως εἴπομεν ἔκ τε τῶν φαινομένων καὶ τῶν Πλάτωνι δειχθέντων καὶ ἐξ ὧν ἐννοεῖν ἡμῖν ἔδωκε Μωϋσῆς ταύτην συλλογισάμενοι, τῶν δὲ ἄλλων προϋπέστη δικαίως τῶν μὲν φωστήρων ὡς ἐν αὐτῷ τὴν ἕδραν ἐχόντων—ποῦ γὰρ ἤμελλον εἶναι τούτου μήπω ὄντος; —τῶν δὲ ἐν τῇ γῇ καὶ τοῖς ὕδασιν, ὡς περιέχον αὐτὰ καὶ τοῦ εἶναι συναίτιον τῶν ἐντός.
Opif.158 διόπερ οἶμαι καὶ οὐρανὸν ὠνομάσθαι τῷ πρώτῳ ὁμοίως τὸ στερέωμα· ὡς γὰρ ἐκεῖνος παντὸς τοῦ κόσμου περιοχή ἐστι καὶ ὅρος καὶ αὐτοῦ τοῦ στερεώματος, οὕτω τὸ στερέωμα τῶν ἐντὸς ἁπάντων, ὅσα γίνεταί τε καὶ φθείρεται, οἷς καὶ τοῦ οὕτως ἔχειν ἐστὶ συναίτιος. Δύναται δὲ τὸ στερέωμα καὶ κατ’ ἄλλην ἔννοιαν οὐρανὸς ὠνομάσθαι, ὅτι τὸ ὁρᾶν ἅπασιν ἐκεῖθεν ἐφήκει· τοὺς γὰρ φωστῆρας ἐν αὐτῷ πάντας ἔθηκεν ὁ θεός. ἴσως δὲ καὶ ὁ ἀὴρ διὰ τοῦτο πολλάκις οὐρανὸς ὀνομάζεται, ὅτι δι’ αὐτοῦ μέσου τὸ φῶς ἡμῖν ἐπιλάμπει διαφανεστάτου ὑπάρχοντος καὶ διὰ τοῦτο παντὸς διαβιβαστικοῦ χρώματος· διὸ καὶ ἄχρους τὴν φύσιν ἐστὶ καὶ διὰ τοῦτο ἀόρατος, ὡς ἂν μὴ τὸ ἴδιον αὐτοῦ χρῶμα τοῖς λοιποῖς εἰς δίοδον ἐμποδίσειε χρώμασι. καὶ γὰρ ἡ κεχρωσμένη ὕαλος ἐμποδίζει τῇ δι’ αὐτῆς εἰλικρινεῖ τῶν χρωμάτων παρόδῳ, τὸ ἴδιον αὐτοῖς ἐπιμιγνῦσα χρῶμα· ἡ δὲ ὡς οἷόν τε ἄχρους ἡ καλουμένη λευκὴ καὶ ὑδατώδης οὐκέτι, καθαρὰ δὲ ταῖς ὄψεσι τὰ χρώματα δείκνυσι· διὸ καὶ τὸ στερέωμα ὑπάρχει διαφανέστατον καὶ ὡς ὅτι μάλιστα ἄχρουν, ἵνα καθαρὸν ἡμῖν καὶ ἀθόλωτον τῶν οὐρανίων διακομίζοι τὸ φῶς.
Opif.159 λόγος τέταρτος. ‘Καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘. Οἱ δὲ ἄλλοι τρεῖς ἀντὶ τοῦ εἰπεῖν ‘εἰς συναγωγὴν μίαν‘ ‘εἰς τόπον ἕνα‘ φασί. αʹ. Διὰ τί μὴ προϋπέστησαν τῶν ἐκ τῆς γῆς φυομένων οἱ φωστῆρες. Τίνος ἕνεκεν τῶν φωστήρων ἐν τῷ στερεώματι τίθεσθαι μελλόντων καὶ συμπληροῦν αὐτὸ καὶ κοσμεῖν μὴ μετ’ ἐκεῖνο τὴν αὐτῶν εὐθὺς παρέδωκε γένεσιν Μωϋσῆς; καίτοι γε ἀκόλουθον 〈ἂν〉 εἶναι δόξειε τὴν τῶν οὐρανίων ἁπάντων πρότερον πληρώσαντα γένεσιν οὕτως ἐπὶ τὰ πρόσγεια κατελθεῖν καὶ γυμνώσαντα τῶν ὑδάτων τὴν γῆν τῶν καρπῶν λοιπὸν προστάξαι τὴν βλάστησιν τὸν θεόν.
Opif.160 τίς οὖν ἡ αἰτία τοῦ μὴ τῇ τάξει ταύτῃ τὴν φυσιολογίαν τῶν εἰρημένων παραδοῦναι τὸν Μωϋσῆν; Πολλάκις εἶπον ὡς εἰσαγωγικὸν εἰς θεογνωσίαν τοῖς ὑπ’ αὐτὸν τελοῦσι τὸ βιβλίον τοῦτο γέγραφε μακρὸν Αἰγυπτίοις συντραφεῖσι χρόνον καὶ τῆς ἐκείνων ἀσεβοῦς ἀναπεπλησμένοις λατρείας. βάρβαροι δὲ σχεδὸν ἅπαντες μέχρι νῦν, ὅσοι μήπω τὸ Χριστοῦ μυστήριον παρεδέξαντο, θεοὺς εἶναι ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας νομίζουσι. καὶ μάλιστα τῷ ἡλίῳ τὴν τῶν καρπῶν ἀνατιθέασι γένεσιν, ὅτε καὶ Ἀριστοτέλης φησίν· ‘ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιοσ‘· ὅτι γὰρ τοῖς τῶν Αἰγυπτίων σεβάσμασι τὸ τῶν Ἑβραίων συναναπεφυρμένον ὑπῆρχε γένος ἔδειξαν, ὅτε Μωϋσῆς ἐν τῇ νεφέλῃ μὴ ὁρώμενος αὐτοῖς τεσσαράκοντα διέτριψεν ἡμέρας· μόσχον γὰρ εὐθὺς πεποιηκότες χρυσοῦν, εἴδωλον Ἄπιδος, ὃν Αἰγύπτιοι θεὸν ἐγχώριον ἔχουσι, καὶ τοῦτο θεοποιήσαντες καὶ τῶν τοσούτων ἐκ θεοῦ τεραστίων ἐπιλελησμένοι τετολμήκασιν εἰπεῖν· ‘οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου‘ καὶ ταῦτα τοῦ θεοῦ λέγοντος ἀκηκοότες· ‘ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα· ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου‘.
Opif.161 τοὺς τοιούτους οὖν, ὡς εἶπον, εἰς θεογνωσίαν ἀγαγεῖν βουλόμενος Μωϋσῆς τὴν γένεσιν τῶν ἀστέρων ἡλίου τε καὶ σελήνης ὑστέραν τῶν ἀπὸ γῆς βλαστησάντων γεγονέναι παρέδωκε, διδάσκων αὐτοὺς μὴ ὡς θεοῖς προσανέχειν αὐτοῖς, κἂν ὕστερον ἐν τῇ φυσικῇ γενέσει λοιπὸν ὁ ἥλιος τῶν γιγνομένων, ὡς καὶ τὰ λοιπὰ στοιχεῖα, συναίτιός ἐστι τοὺς καιροὺς τῇ ἑαυτοῦ κινήσει ποιῶν ἔαρ θέρος μετόπωρον χειμῶνα καὶ τὴν ἐντεῦθεν εὐκρασίαν τοῦ περιέχοντος, ἐξ ἧς ἡ τῶν καρπῶν βλάστησις γίνεται. διὰ τοῦτο μόνῳ τῷ θείῳ προστάγματι Μωϋσῆς τὰ πρωτόγονα φυτὰ καὶ ζῷα παρῆχθαι διδάσκει μὴ δεηθέντα τοῦ μήπω ὄντος ἡλίου. ἡ μὲν οὖν πρώτη καὶ κυριωτάτη τῆς τάξεως αἰτία τῶν προκειμένων ἀληθής τε, οἶμαι, καὶ τῷ σκοπῷ τοῦ προφήτου συμβαίνουσα. ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν φυσικὴν καὶ τοῖς προειρημένοις ἤδη λίαν ἀκόλουθον· ἐν ἀρχῇ μὲν γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα τὸ φῶς, τρίτον ὑπέστησε τὸ στερέωμα. εἰπὼν δὲ Μωϋσῆς ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστοσ‘ τὴν αἰτίαν τούτων εὐθὺς διδάσκει. πῶς μὲν οὖν ἀόρατος οὖσα γέγονεν ὁρατή, δέδειχεν εἰπών· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘. τούτῳ δὲ συνῆψεν εὐθὺς καὶ τὸ πῶς ἀκατασκεύαστος ἦν· καλυπτομένη γὰρ τοῖς ὕδασι τὴν ἰδίαν κατασκευὴν ἀπείληφε γυμνωθεῖσα τούτων· ‘ὤφθη‘ γάρ φησιν ‘ἡ ξηρά‘· τὸ γὰρ ξηρὸν τῆς οὐσίας τῆς γῆς χαρακτηριστικὸν εἶναί φασιν οἱ φυσικοί· τοῦτο δὲ συμπεφυρμένη τοῖς ὕδασιν οὔπω κατ’ ἐνέργειαν εἶχεν, ὑποχωρησάντων δὲ τούτων ξηρὰ γέγονε κατ’ ἐνέργειαν.
Opif.162 εἰ δὲ καὶ γεννητικὴν νῦν τῶν ἀπ’ αὐτῆς ἐκφυομένων ἔχει δύναμιν, ἐλείπετο δηλονότι καὶ ταύτῃ συμμιγὴς οὖσα τοῖς ὕδασιν, ὅπερ εἰς ἐνέργειαν ἦλθεν εἰπόντος τοῦ θεοῦ· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου‘ καὶ τὰ ἑξῆς· ἅμα γὰρ τῷ θείῳ λόγῳ τὸ δυνάμει αὐτῆς εἰς ἐνέργειαν προσελήλυθεν. ἐπειδὴ δὲ καὶ τὸ μετ’ αὐτὴν στερέωμα γεγονὸς ἀκόσμητον ἦν ἔτι καὶ ἀτελὲς μήπω τῶν φωστήρων γενομένων, καὶ τούτους κατὰ συνέχειαν δημιουργήσας ὁ θεὸς ἐν τῷ στερεώματι τίθησιν. οὐδὲν ἄρα τῆς προσηκούσης τάξεως χωρὶς τῷ σοφωτάτῳ πεφυσιολόγηται Μωϋσεῖ. Τῆς τάξεως τοίνυν εἰρημένης σκοπείσθω λοιπὸν τῶν θείων λόγων ἡ δύναμις· ‘καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά‘. βʹ. Ὅτι μόνη Μωϋσέως ἡ φυσιολογία καὶ ἕτερος οὐδεὶς οὕτως ἔδειξεν ἀκριβῶς, ὅτι σφαιρικὴν ὑπέστησε τὴν γῆν ὁ θεὸς καὶ τὸ ἐπ’ αὐτῇ κεχυμένον ὕδωρ. Ἐν τῷ πρώτῳ δεδείχαμεν, ὅτι σφαιρικὸν τῆς γῆς ὑπάρχει τὸ σχῆμα· οὐ γὰρ ἂν ἄλλως τὸ στάσιμον εἶχε κατὰ τὸν ἐκκλησιαστήν ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν‘ εἰπόντα, μὴ τούτῳ περιγεγραμμένη τῷ σχήματι, ὡς ἕκαστον αὐτῆς μόριον ἐπὶ τὸ κέντρον νεύειν τοῦ παντὸς καὶ πανταχόθεν αὐτῇ διδόναι τὸ ἀρρεπὲς καὶ τὸ ἀκίνητον.
Opif.163 καὶ δῆλον ὅτι τὸ ὕδωρ συνεσχημάτιστο αὐτῇ πανταχόθεν αὐτὴν περιέχον καὶ τὴν δευτέραν μετ’ αὐτὴν θέσιν τε καὶ τάξιν κατὰ φύσιν στέργον. τῷ ὕδατι δὲ τρίτος ἐπίκειται φυσικῶς ὁ ἀήρ· διόπερ ἐπήγαγε· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘. Τούτου δὲ ἀληθοῦς ὄντος πᾶσά πως ἦν ἀνάγκη μήπω τότε μήτε κοιλότητας ἔχειν τὴν γῆν μήτε τὰς τῶν ὀρῶν ὡς εἰκὸς ἐπαναστάσεις· οὕτω γὰρ ἂν αὐτῆς καὶ μόνως τὸ σφαιρικὸν ἐσῴζετο σχῆμα· ἀνάρχου γὰρ ὄντος τοῦ κόσμου καὶ οὕτως ἀεὶ ἐχόντων, ὡς νῦν ἔχουσι, τῶν μερῶν τῆς γῆς, τῶν μὲν αὐτῆς ἐπὶ πλεῖστον ὕψος ὑπερτεινόντων—πολλὰ γάρ ἐστι τῶν ὀρῶν ὑπερνεφῆ τε καὶ ὑπερήνεμα—τῶν δὲ εἰς βάθος ἀχανὲς κοιλαινομένων ὡς τοῦ κέντρου σχεδὸν μὴ πολὺ λείπεσθαι, ὧν τὰ μέγιστα νῦν ὑδάτων πεπλήρωται, ἑτέρων δὲ πεδιάσιν ὁμαλαῖς ἐκτεταμένων, οὐδέποτε αὐτὴν εἶναι σφαιρικὴν τῶν ἐνδεχομένων ὑπῆρχε. Μόνος οὖν Μωϋσῆς διὰ τῶν εἰρημένων τὸ σχῆμα τὸ σφαιρικὸν αὐτῆς εἰλικρινὲς ὑπάρχον ἔδειξε, κατὰ τὴν ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως πανταχόθεν αὐτὴν ὑπὸ τοῦ ὕδατος εἰπὼν καλύπτεσθαι, ὡς ἀόρατον αὐτῆς ἅπασαν εἶναι τὴν ἐπιφάνειαν, ὅπερ ἐν μόνω συμβαίνειν ἀνάγκη τῷ σφαιρικῷ σχήματι· καὶ τὴν φυσικὴν δὲ τῶν στοιχείων θέσιν τε καὶ τάξιν μόνος ἀπέδωκεν ἀκριβῶς, γῇ μὲν εἰπὼν τὸ ὕδωρ ἐπεῖναι, ὕδατι δὲ τὸν ἀφώτιστον ἀέρα, ὡς ἐν τῷ πρώτῳ δεδείχαμεν.
Opif.164 γʹ. Ὅτι ἅμα τῷ θείῳ προστάγματι τοῦ συναχθῆναι τὸ ὕδωρ δοχεῖά τε τούτῳ γέγονε κοιλαινομένης τῆς γῆς, καὶ ἕτερα μόρια ταύτης εἰς ὕψος ᾔρετο. Ἐπεὶ οὖν ἔδει καὶ τὴν γῆν τοῦ ἰδίου κόσμου τυχεῖν καὶ τροφὴν βλαστῆσαι τοῖς οἰκεῖν αὐτὴν μέλλουσι ζῴοις καὶ χώραν δοθῆναι τούτοις οἰκήσεως, συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὰς ὁ θεὸς κελεύει καὶ τὴν γῆν ὀφθῆναι ξηράν, ὡς εἶχε φύσεως. ἅμα δὲ τῷ θείῳ νεύματι τὰ μὲν εἰς βάθος μόρια τῆς γῆς ἐκοιλαίνετο, ὅσα πρὸς ὑποδοχὴν ἤρκει τοῖς ὕδασι, τὰ δὲ εἰς πεδιάδας ὑπελείπετο· καὶ ἐπειδήπερ τὰ ἀναπληροῦντα πρότερον τὰς μήπω γενομένας τῆς γῆς κοιλότητας οὔτε εἰς τὸ μὴ ὂν ἐφθάρη οὔτε τῆς περιμέτρου τῆς γῆς ὑπερεξέπιπτεν, ὅπερ ἀδύνατόν τε καὶ ἄτοπον ὑποτίθεσθαι, τί λείπεται ἢ τὰ φαινόμενα νῦν τῶν ὀρῶν ὕψη τῆς ἐπιφανείας ὑπεραναστῆναι τῆς γῆς τῶν δοχείων εἰς ἃ τὸ ὕδωρ ἤμελλε συρρεῖν ὑποχωρήσαντα; εἰ γὰρ καὶ ποταμοὶ καὶ πολλὰ μέρη τῆς θαλάσσης ἔσθ’ ὅτε μετακοιτάζονται, ἕτερα δὲ τῇ προσχώσει τούτων ἀπογεούμενα πρὸς ὕψος αἴρεται, ὧν ἡ ἱστορία πλήρης ὑπάρχει—καὶ τὰ κάτω γοῦν τῆς Αἰγύπτου μέρη τινὲς ποταμόχωστα εἶναί φασιν—τι θαυμαστὸν θείῳ ταῦτα κατ’ ἀρχὴν γενέσθαι προστάγματι; Εἰ δέ τις δυσχεραίνει τοῖς ἡμετέροις, ἐκεῖνο λογιζέσθω, ὡς, εἰ καὶ ἄναρχον ὁ κόσμος ἔχοι τὴν ὕπαρξιν, τινὰ τοῦ εἰρημένου τῆς γῆς καὶ νῦν ὄντος ἀνωμάλου σχήματος αἴτιον ἐρεῖ· τίνα δ’ ἄλλον, εἰ μὴ θεόν, τὸν οὕτως αὐτὴν δημιουργήσαντα συμφερόντως τοῖς οἰκεῖν αὐτὴν μέλλουσιν· εἰ μή τις αὐτόματον τοῦ παντὸς εἶναι κατὰ τὴν Ἐπικούρειον ἀθεότητα λέγοι τὴν ὕπαρξιν.
Opif.165 ὅπερ οὖν ἐξ ἀιδίου πεποιηκέναι λέγουσι τὸν θεόν, πῶς ἄπιστον, εἰ καὶ ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ διδοὺς οὕτω τὴν γῆν διεσχημάτισεν ὡς ἔχει νῦν; ὥστε μόνον ζητήσεως ἄξιον, εἴτε ἀρχὴν ἔχει τοῦ εἶναι εἴτε μή· τὸ δὲ διὰ τί οὕτως ἐσχημάτισται κοινὸν ἅπασι ζήτημα, καὶ ἡ λύσις ὁμοίως κοινὴ πρὸς τῷ μηδὲ σφαιρικὸν αὐτῆς σχῆμα καὶ τοῦ ὕδατος ἄλλως ποτὲ σωθῆναι δύνασθαι, εἰ μὴ καθ’ ἃ Μωϋσῆς μονώτατος ἐν ὀλίγοις οὕτω ῥήμασιν ἔδειξε καὶ τὴν τῶν στοιχείων θέσιν τε καὶ τάξιν, ἣν αὐτοῖς ὁ θεὸς ἔδωκεν. Ἀλλ’ ἐπὶ τὰ τῇ λέξει ζητούμενα τὸν λόγον τρέψωμεν. ‘καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτω. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσασ‘. δʹ.
Opif.166.(1t) Ὅτι ἀναγκαία γέγονεν ὑπὸ τῶν ἑβδομήκοντα ἡ ἐπανάληψις τοῦ ‘καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ‘ καὶ τῶν ἑξῆς καθ’ ὁμοίωσιν τῶν ἄλλων τοῦ θεοῦ προσταγμάτων· καὶ τίς ἐν ἑκάστῳ τούτων δύναμις. Μέχρις οὗ ‘καὶ ἐγένετο οὕτωσ‘ οἱ λοιποὶ δὲ τῶν ἑρμηνευσάντων ἐκδεδώκασιν· τὸ δέ ‘καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά‘ ἐν μόνοις εὑρίσκεται τοῖς ἑβδομήκοντα· περιττεύειν δὲ αὐτό τινες ἐνόμισαν, διὰ τοῦ εἰπεῖν ‘καὶ ἐγένετο οὕτω‘ δηλούμενον. ‘εἰ μὴ ἄρα‘ φησὶν Ὠριγένης ‘ἐν τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτως ἐγέγραπτο· ἀλλὰ καὶ ἐκ τῆς τοῦ ῥητοῦ διαφωνίας οὐκ 〈ἂν〉 ἀναγκαία εἶναι ἡ ἐπανάληψις δόξειεν· ὁ μὲν γὰρ θεὸς συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὴν μίαν ἐκέλευσεν· ἡ δὲ ἐπανάληψις· ‘καὶ συνήχθη‘ φησί ‘τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν‘ πληθυντικῶσ‘. τοῦτο μὲν οὖν ῥᾳδίως λυθήσεται· καὶ τὸ ἐπιφερόμενον γὰρ πληθυντικῶς ἐξήγαγον πάντες· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσασ‘, ὥστε καὶ χωρὶς τῆς ἐπαναλήψεως ἡ αὐτὴ μεμένηκε ζήτησις, ἑνικῶς μὲν τοῦ θεοῦ γενέσθαι προστάξαντος, Μωϋσέως δὲ τὸ γενόμενον διηγησαμένου πληθυντικῶς. ἀλλ’ οὐδὲ ἐνταῦθα μόνον τῇ ἐπαναλήψει τῶν εἰρημένων ἐχρήσατο Μωϋσῆς, ἀλλὰ καὶ ἐν τοῖς πλείοσιν· εἰπὼν γάρ· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτωσ‘ ἐπανείληφεν εὐθύς· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘· πλὴν ὅτι τοῖς τόποις τῶν ὑδάτων πλεονάζει ἡ ἐπανάληψις, οὓς δυνατὸν ἦν προστεθῆναι τῷ θείῳ προστάγματι· ‘καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον τοῦ ὕδατος, ὅ ἐστιν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματοσ‘ καὶ οὐκέτι χρεία τῆς ἐπαναλήψεως ἦν.
Opif.167 πάλιν εἰπών· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτωσ‘ ἐπανείληφε· ‘καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου‘ καὶ τὰ ἑξῆς· καὶ ἐπὶ τῶν πλείστων ὁμοίως εὑρήσεις· τὰ μὲν γὰρ πρῶτά ἐστι τοῦ θείου προστάγματος, τὰ δὲ ἑξῆς σημαντικὰ τοῦ παρ’ αὐτὰ καὶ χρόνου χωρὶς εἰς ἔργον ἐκβῆναι τὸ θεῖον βούλημα. ἢ οὖν καὶ ἐν τοῖς ἄλλοις αἱ ἐπαναλήψεις παρέλκουσιν, ἤ, εἰ ἐν τοῖς ἄλλοις ἀναγκαῖαί εἰσι, καὶ ἐπὶ τοῦ προκειμένου τὸ ἀναγκαῖον ἕψεται, εἴτε οὕτω τὰ ἀρχαῖα τῶν ἀντιγράφων εἶχεν, εἴτε οἱ ἑβδομήκοντα καθ’ ὁμοίωσιν τῶν ἄλλων τὸ παραπλήσιον εὐλόγως κἀνταῦθα προσέθηκαν, διὰ τὴν τοῦ λόγου σαφήνειαν τό ‘καὶ ἐγένετο οὕτωσ‘ ἐξηγούμενοι. εʹ.
Opif.168.(1t) Ὅτι οὐ πᾶσαν περιέχει τὴν γῆν ὁ ὠκεανὸς οὐδὲ συνάπτει τῇ Ἐρυθρᾷ, ἀλλὰ πλείονά εἰσι τὰ τῶν ὑδάτων συστήματα. Διὰ τί οὖν τὸ μὲν πρόσταγμα τοῦ θεοῦ εἰς συναγωγὴν κελεύει μίαν, ὁ δὲ Μωϋσῆς ἐπιφέρει ‘καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσασ‘; πῶς γὰρ καὶ μίαν θάλασσαν καὶ πολλὰς εἶναι τὴν αὐτὴν δυνατόν; τί οὖν ἐροῦμεν; Τῶν γεγραφότων τὰς περιόδους τῆς γῆς οἱ μὲν ᾠήθησαν τὸν ὠκεανὸν κύκλῳ περιστέφειν τὴν γῆν ἅπασαν, οἷόν τινα νῆσον αὐτὴν ἐγκολπισάμενον, πλανηθέντες, ὡς Ἀριστοτέλης φησίν, ἐκ τοῦ μὴ καλῶς ἀκοῦσαι τῆς Ὁμήρου ποιήσεως ἐξ ὠκεανοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ εἰς αὐτὸν δύνειν ποιούσης. τοῦτον δὲ τὸν ὠκεανόν φασι πολλοὺς μὲν εἰς τὴν γῆν ἀπερεύγεσθαι κόλπους, μεγίστους δὲ καὶ ἐπισημοτάτους τέσσαρας· τήν τε Ἑσπερίαν θάλασσαν τὴν καθ’ ἡμᾶς ἐπὶ μὲν ἀνατολὴν ἀπὸ Γαδείρων ἀρχομένην καὶ τοῦ Ἰβηρικοῦ κόλπου μέχρι Παμφυλίας διήκουσαν, ἐπὶ δὲ βορρᾶν ἕως τοῦ Εὐξείνου πόντου καὶ τῆς Μαιώτιδος καὶ αὐτοῦ παρατείνοντος τοῦ Πόντου ἐπὶ μὲν δύσιν μέχρι Θρᾴκης καὶ τῶν ἐκβολῶν τοῦ Ἴστρου, ὃν οἱ ἐγχώριοι νῦν ὀνομάζουσι Δανοῦβιν, ἐπ’ ἀνατολὴν δὲ μέχρι Φάσιδος καὶ τῶν πάλαι μὲν Κολχῶν νυνὶ δὲ Λαζῶν ὀνομαζομένων. ἑτέρους δὲ δύο νοτίους κόλπους εἶναι τοῦ ὠκεανοῦ τόν τε Ἀράβιον καὶ τὸν Περσικόν, οἵτινες ἐκβάλλουσι μὲν ἀπὸ τῆς μεγίστης θαλάσσης τῆς Ἐρυθρᾶς· μέρος δὲ εἶναι τοῦ ὠκεανοῦ φασι ταύτην τὸ νότιον.
Opif.169 τέταρτον ἐπὶ τούτοις βόρειον τὴν Κασπίαν τε καὶ Ὑρκανίαν ὀνομαζομένην θάλασσαν ἀντιπρόσωπον ἐπ’ ἀνατολὴν τοῦ Εὐξείνου πόντου κειμένην. Ὅσοι δὲ τῶν γεωγράφων γεγόνασιν ἀκριβέστεροι, ὧν ἐστι καὶ Πτολεμαῖος καὶ Πάππος, κατὰ μόνον τὸ δυτικὸν τῆς γῆς μέρος τὸν ὠκεανόν φασι περιγράφεσθαι, ὃς καὶ Ἀτλαντικὸς ὀνομάζεται, μόνην δὲ τὴν Ἑσπερίαν θάλασσαν τὴν καθ’ ἡμᾶς συνάπτειν αὐτῷ. ὑπώπτευσαν δέ τινες ἐξ ἀλόγου φήμης, ὅτι κατὰ τὸ νότιον ὁ ὠκεανὸς τῇ Ἐρυθρᾷ ἐπιμίγνυται· ἐξ ἐκείνου γὰρ πλέοντάς φασί τινας κατὰ περίστασιν εἰς τὴν Ἐρυθρὰν ἐκπεσεῖν· ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος· ἤμελλεν γὰρ ἂν ὁ ὠκεανὸς διὰ πάσης τῆς Λιβύης καὶ δι’ αὐτῆς φέρεσθαι τῆς κεκαυμένης ζώνης· ταύτην δὲ διελθεῖν πλέουσιν ἀνθρώποις διὰ τὴν ἐκπύρωσιν ἀδύνατον ἦν. ἀλλὰ καὶ τὸν Νεῖλον δι’ αὐτῆς τῆς κεκαυμένης ἐκ τῶν ἐπέκεινα τόπων φερόμενον εἰς τὸν ὠκεανὸν ἐκχεῖσθαι πάντως ἦν ἀνάγκη· φασὶ γάρ τινες αὐτὸν ἐκ τῆς ἀντοικουμένης τὰς ἀρχὰς ἔχοντα φέρεσθαι πρὸς ἡμᾶς· διὸ καὶ ἐν θέρει μόνον τῶν ποταμῶν πλημμυρεῖν παρ’ ἡμῖν ἐκεῖ χειμάζοντα καὶ τὸ ὕδωρ ἔχειν γλυκύτατον· τοιαῦτα γὰρ εἶναι τὰ προθερμαινόμενα τῶν ὑδάτων. εἰ δὲ μὴ ἐκ τῆς ἀντοικουμένης, ἀλλ’ ἐκ τῶν μετὰ τὸν θερινὸν τροπικὸν τῆς Λιβύης μερῶν φέρεσθαι λέγοι τις αὐτόν, μάρτυρα τούτου Πτολεμαῖον ὡς ἔγνων ἐπικαλούμενος, ἠγνόησεν ὡς ἔοικεν οὗτος τὰ Πτολεμαίῳ περὶ αὐτοῦ γραφέντα· οὐδὲ γὰρ Πτολεμαῖος, οὐδ’ ἄλλος οὐδεὶς τὰς πηγὰς καὶ τὴν ἀρχὴν εὑρεῖν τοῦ Νείλου δεδύνηται· οὐδὲ ὁ τοῦτο νομίζων τοῖς εἰρημένοις ὑπὸ τοῦ Πτολεμαίου ἐπέστησεν· τί γάρ φησι; ‘τῶν ἀνθρωποφάγων Αἰθιόπων ἀπὸ δυσμῶν διήκει τὸ τῆς σελήνης ὄρος, ἀφ’ οὗ ὑποδέχονται τὰς χιόνας αἱ τοῦ Νείλου πηγαί‘· ἐκ τούτου πλανηθέντες ἐνόμισάν τινες ἀπὸ τῶν λιμνῶν τούτων οἴεσθαι τὸν Πτολεμαῖον πληροῦσθαι τὸν Νεῖλον καὶ τοῦ σεληναίου ὄρους.
Opif.170 τὸ δὲ οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ αἱ λίμναι τῶν ποταμῶν εἰσι πηγαί, οὐδὲ ἔκ τινων ἐν τῷ σεληναίῳ ὄρει πηγῶν ταύτας φησὶ πληροῦσθαι τὰς λίμνας ἢ ἐκ τῶν λιμνῶν τὸν Νεῖλον· τοὐναντίον γὰρ ἐκ τῶν ποταμῶν αἱ λίμναι γίνονται. ἀλλ’ εἶναι μὲν ταύτας τοῦ Νείλου λίμνας, ὡς καὶ ἄλλας ποιεῖ μυρίας, τὰς δὲ τοῦ ὄρους τούτου χιόνας, εἴπερ οὕτω νοτιώτατον ὑπάρχον χιόνας ἔχει, δέχεσθαί φησιν αὐτὰς τηκομένας δηλονότι, τὴν δὲ ἐπέκεινα τῶν εἰρημένων τόπων γῆν ἄγνωστον εἶναι. οὐδεμίαν γοῦν οἴκησιν νοτιωτέραν εἶναι τούτων ἱστόρησεν, οὐδὲ τίνες οὐδὲ ποῦ εἰσιν αἱ τοῦ Νείλου πηγαί. οὐκ ἄρα ἐπέστησαν τοῖς τοῦ Πτολεμαίου ῥήμασιν οἱ τοῦτον ἐπικαλεσάμενοι τῆς ἑαυτῶν πλάνης μάρτυρα. Εἰ τοίνυν ὁ μὲν Ἀράβιος κόλπος μέρος ἐστὶ τῆς Ἐρυθρᾶς, πλησιάζει δὲ οὗτος τῇ κατ’ Αἴγυπτον Βαβυλῶνι ὁδὸν ἐξ αὐτῆς ἔχων ἀχθοφόροις μὲν ζῴοις ἡμερῶν ἐγγύς που τεσσάρων, ὀξυτάτῳ δὲ δρομεῖ ἵππον ἐλαύνοντι νυχθημέρου, ὁ δὲ Νεῖλος τῆς Αἰγύπτου πολύ ἐστι νοτιώτερος τοὐλάχιστον μέχρι τῆς ἀοικήτου διήκων, εἰ δ’ [ἂν] ἄρα ὁ ὠκεανὸς συνῆπται τῇ Ἐρυθρᾷ, ὡς μίαν ἀμφοτέρους γίγνεσθαι θάλασσαν, πᾶσα ἦν ἀνάγκη τὸ παρ’ ἡμῶν εἰρημένον συμβαίνειν, ἐκ τῶν νοτιωτέρων τῆς θαλάττης ταύτης τὸν Νεῖλον φερόμενον εἰς αὐτὴν ἐκχεῖσθαι.
Opif.171 νυνὶ δὲ εἰς τὴν καθ’ ἡμᾶς δι’ ἑπτὰ στομάτων ἐκβάλλει θάλασσαν, ὧν τὸ Κανωβικόν ἐστι βορειότατον· ἔδει δέ που καὶ διὰ τῆς Λιβύης φερόμενον φέρεσθαι τὸν ὠκεανόν. ψευδὴς ἄρα παντελῶς ἐστιν αὕτη ἡ ὑπόνοια. τὴν δὲ Κασπίαν ἤτοι Ὑρκανίαν καὶ Ἀριστοτέλης φησὶν ὑπὸ γῆς οἰκουμένης πανταχόθεν κυκλοῦσθαι. Εἰ μὲν οὖν τοῖς προτέροις τις γεωγράφοις ἀκολουθήσειεν, εἴποι ἂν τὴν αὐτὴν καὶ μίαν εἶναι θάλασσαν καὶ πολλάς· μίαν μὲν ὡς συνεχῆ καὶ πασῶν περιεκτικήν, πολλὰς δὲ διὰ τοὺς ἐξ αὐτῆς πλείονας εἰς τὴν γῆν ἐκδιδομένους κόλπους ἀλλήλων διακεκριμένους οὐ τοῖς ὕδασιν, ἰδίᾳ δέ τινι περιγραφῇ ὥστε τῇ ὁλότητι μὲν μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν καὶ τὴν θάλασσαν μίαν, τοῖς μέρεσι δέ, καθ’ ἃ διακρίνονται ἀλλήλων τισὶν ἰδιώμασι, πολλάς. οὐκ εὐλόγως δέ, οἶμαι, πολλὰς ἐροῦμεν ταύτας, εἴπερ μία πασῶν ἐστιν ἡ τοῦ ὕδατος συνέχεια μόνοις διακεκριμένη ὑπὸ τῶν γεωγράφων ὀνόμασιν. οὐδενὶ δὲ τεκμηρίῳ φυσικῷ τὸν διορισμὸν ἐμφαίνουσιν, ἀλλ’ ἐκ μόνων τῶν παρακειμένων τόπων, οἷον ὁ Ἰβηρικὸς πόντος ὁ Λιγυστικὸς ὁ Τυρρηνικὸς τὸ Λιβυκὸν πέλαγος τὸ Σικελικὸν τὸ Κρητικὸν τὸ Αἰγύπτιον τὸ Σιδόνιον τὸ Ἰσσικόν.
Opif.172 οὐδὲ γὰρ φύσει ταῦτα διῄρηται ἀλλήλων, μέρη δέ ἐστι συνεχῆ πάντα τῆς Ἑσπερίας θαλάσσης, μιᾶς μὲν οὔσης, ὑπό τινων δὲ ὕστερον οὕτως ὠνομασμένων καὶ διῃρημένων τῶν αὐτῆς μερῶν· εἰς παράστασιν γὰρ τῶν παρακειμένων αὐτοῖς τόπων τὴν ἐξ αὐτῶν εἰλήφασιν ὀνομασίαν. μόνος δὲ ὁ Ἰόνιος κόλπος φυσικὸν ἀπὸ τῶν ἄλλων ἔχει διορισμὸν ἀπὸ τοῦ Σικελικοῦ μὲν στρεφόμενος ἐπὶ βορρᾶν, ἐπὶ πλεῖστον δὲ προελθὼν λοξὸς ἐπὶ δύσιν φέρεται εἰς Ἀκυληίαν περατούμενος. ἐκ δὲ τοῦ Αἰγυπτίου πελάγους ἐπὶ βορρᾶν τρεπομένου τὸ Αἴγαιόν ἐστιν, ὅ τε Μέλας κόλπος, μεθ’ ὃν ὁ Ἑλλήσποντος καὶ ἡ Προποντὶς ὁ Βόσπορός τε καὶ αὐτὸς ὁ Πόντος, μεθ’ ὃν ἡ Μαιῶτις λίμνη. πάντα δὲ τὰ εἰρημένα μίαν ἔχει συνέχειαν ὕδατος. ϛʹ. Πῶς ὁ μὲν θεὸς εἰς συναγωγὴν μίαν τὸ ὕδωρ συναχθῆναι κελεύει, ὁ δὲ Μωϋσῆς ‘καὶ τὰ συστήματα‘ φησί ‘τῶν ὑδάτων ἐκάλεσε θαλάσσασ‘. Ταῦτα μὲν οὖν περὶ τούτων· εἰ δὲ τοῖς ἐπιστημονικωτέροις τῶν γεωγράφων ἀκολουθεῖν εὔλογον— οὔτε δὲ τὴν Ἐρυθρὰν οὗτοι τῷ ὠκεανῷ οὔτε τὴν Ὑρκανίαν ἑτέρᾳ θαλάσσῃ συμβάλλειν ἐθέλουσι—πῶς κατὰ τὴν δόξαν ταύτην μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν ἀληθές; καὶ εἰ μίαν, οὐκέτ’ ἂν εἶεν πολλαί. πῶς οὖν καὶ εἰς συναγωγὴν μίαν τὸ ὕδωρ ὁ θεὸς συναχθῆναι κελεύει καὶ πάλιν τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας καὶ τούτων παρὰ πόδας ἑκάτερον; ὅθεν εἰκότως κινηθείη τις ἂν τὴν ἐν τούτοις ἔννοιαν τοῦ Μωϋσέως ζητεῖν.
Opif.173 Πολλὰ τῶν ὀνομάτων ἑνικῶς ἅμα καὶ πληθυντικῶς λέγεται τῆς αὐτῆς μὲν οὔσης ἐν ἑκατέρᾳ φωνῇ σημασίας· ὡς ‘Ἀθήνη ἡ πόλισ‘ καὶ ‘εὐρυάγυιαν Ἀθήνην‘ καὶ πληθυντικῶς· ‘τὰς ἱερὰς ὅπως προσείποιμι Ἀθήνασ‘ ‘ἐν ταῖς Ἀθήναις κατθανεῖν μ’ ἀλώμενον‘. Θήβη καὶ Θῆβαι, Πλάταια καὶ Πλαταιαί, Θέσπεια καὶ Θεσπειαί. ταῦτα μὲν οὖν ἐπὶ κυρίων καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ τούτων χρῆσις· ἐπὶ δὲ προσηγορικῶν· ἵππος καὶ ἵπποι, ἀναβάτης καὶ ἀναβάται· ‘ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν‘. ‘ψευδὴς ἵππος εἰς σωτηρίαν‘. ‘ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ‘. ‘οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποισ‘. 〈ἄνθρωπος καὶ ἄνθρωποι〉· ‘ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν‘. ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘. ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη‘. ‘ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε‘. ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοισ‘. ἐκκλησία καὶ ἐκκλησίαι· ‘ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα‘. ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆσ‘. ‘ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ 〈ἐκκλησίαι〉‘ ‘ἐκκλησίαις ἁπάσαις διατάσσομαι‘.
Opif.174 καὶ τὸ μὲν ἑνικὸν τὸ περιεκτικὸν δηλονότι τῶν καθ’ ἕκαστον ἁπάντων εἶδος ἢ γένος ὑπάρχον σημαίνει· τὸ δὲ πληθυντικὸν τὰ ὑπὸ τὸ εἶδος ἄτομα· ἐκκλησία μὲν γὰρ αὐτὸ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ τὸ κοινὸν σημαινόμενον, καθ’ ὃ πᾶσαι συνεστήκασι, ὅπῃ ποτ’ ἂν εἶεν καὶ ὅσαι· ἥτις ἐστὶν ἡ τοῦ Πέτρου ὁμολογία· ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆσ‘· ἐκκλησίαι δὲ τὸ πλῆθος αὐτῶν τὸ πανταχοῦ· ‘Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ‘· ‘ταῖς ἐκκλησίαις τῆς Γαλατίασ‘. ὕδωρ καὶ ὕδατα· πρόκειται τούτων ἡ χρῆσις, τὸ μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς κοινῆς τῶν ὑδάτων σημασίας, τὸ δὲ ἐπὶ τοῦ πλήθους, εἴτε ἀθρόον ᾖ συνηγμένον καὶ πολύ, εἴτε ἄλλο ἀλλαχοῦ διακέκριται· πολλάκις γὰρ τὸ ἑνικὸν καὶ ἐπὶ τοῦ πλήθους τάσσεται· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη‘ ἀντὶ τοῦ πᾶς ἄνθρωπος· ὃ σαφέστερον ἐν ἑτέροις εἴρηται· ‘ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστησ‘· οὕτως οὖν καὶ ἐν τῷ· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη‘ λείπει τὸ πᾶς· ἐπάγει γάρ· ‘αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν‘· οὐ γὰρ ἁπλῶς τὸ τῶν ἀνθρώπων εἶδος ἢ γένος σημᾶναι νῦν βούλεται, ἀλλὰ τοὺς καθ’ ἕκαστον ἀνθρώπους ἅπαντας, καθ’ αὑτὸν ἕκαστον. οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν‘· τουτέστιν ὅλη τοῦ ὕδατος ἡ φύσις· μία δὲ συναγωγὴ ὑδάτων τὸ περιεκτικὸν εἶδος πάσης συναγωγῆς, τὸ ὡς ἐν δοχείῳ τινὶ περιέχεσθαι, ὡς καὶ μίαν ἐκκλησίαν λέγομεν τὰ πανταχοῦ γῆς τῶν ἐκκλησιῶν συστήματα· τὸ δὲ εἰς τὰς συναγωγὰς αὐτῶν τὸ ὑπὸ τοῦ γενικοῦ ὀνόματος περιεχόμενον πλῆθος, ὥσπερ καὶ ἡ ἐκκλησία εἰς τὰς πανταχῇ ἐκκλησίας διαιρεῖται.
Opif.175 Ἀλλ’ ἴσως τό ‘μία‘ ταράξει ‘εἰς συναγωγὴν μίαν‘ μονάδος ὑπάρχον δηλωτικόν· ἀλλ’ ἴστωσαν ὅτι καὶ πᾶν γένος ἕν ἐστι· διὸ καὶ δέκα εἶναί φασι τῶν ὄντων τὰ γένη ἑνὸς ὄντος ἑκάστου καθ’ αὑτό· καὶ πᾶν εἶδος ὁμοίως ἕν, καίτοι πολλὰ περιέχον τὸ μὲν εἶδος ἄτομα, τὸ δὲ γένος εἴδη. ἀλλὰ καὶ ‘μία πίστις ἓν βάπτισμα‘ φησὶν ὁ ἀπόστολος, μίαν πίστιν λέγων τὴν μίαν καὶ τὴν αὐτὴν εἰς θεὸν ὁμολογίαν καὶ συμφωνίαν ἁπάντων, ὁμοίως καὶ τὸ βάπτισμα ἓν συμφώνως γινόμενον εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· κατ’ ἀριθμὸν γὰρ πολλοὶ καὶ οἱ πιστεύοντες καὶ αἱ τούτων ὁμολογίαι καὶ οἱ βαπτιζόμενοι καὶ τὰ τούτων βαπτίσματα· ἀλλὰ κατὰ τὴν ὁμοειδείαν τῆς πίστεως καὶ τοῦ βαπτίσματος μία καὶ ἡ πίστις καὶ τὸ βάπτισμα ἕν· οὕτως οὖν καὶ διὰ τὸ ὁμοειδὲς τῶν συναγωγῶν τοῦ ὕδατος μίαν εἶπεν αὐτοῦ τὴν συναγωγήν, διὰ μέντοι τὰς ἀπ’ ἀλλήλων διαστάσεις αὐτῶν πολλάς· συναχθήτω οὖν τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, τῷ εἴδει τῆς ἀθροίσεως μίαν, οὐχὶ δὲ τῷ ἀριθμῷ· καὶ πρὸ τούτου γὰρ ὅλον ἦν ἑαυτῷ συνεχὲς τὸ ὕδωρ οὐδεμίαν ἔχον διαίρεσιν· ὃ καὶ κυρίως εἴποις ἂν μίαν συναγωγήν· νῦν δὲ καὶ εἰς μέρη διέσπασται. ἄλλην οὖν κατ’ εἶδος κελεύει γενέσθαι συναγωγήν, οὐχ οἵα ἦν ἡ προτέρα ἑαυτῇ μὲν συνεχής, ὅλον δὲ τὸ πρόσωπον τῆς γῆς καλύπτουσα καὶ κεχυμένη δι’ ὅλης· συσταλῆναι δὲ αὐτὸ κελεύει καὶ συρρυῆναι ἐν ταῖς νῦν γινομέναις κοιλότησι, ὅποι ποτ’ ἂν εἶεν.
Opif.176 κατὰ μὲν οὖν τοῦτο ἓν εἶδος συναγωγῆς ἁπασῶν τὸ εἰρημένον· ἐπειδὴ δὲ πολλαχοῦ τὴν γῆν ἔδει φανῆναι γυμνωθεῖσαν τοῦ ὕδατος διὰ τὰς διαφόρους οἰκήσεις καὶ τοὺς ἐκ τῆς γῆς ἀναδοθησομένους καρπούς, πολλὰ τῷ ἀριθμῷ τῶν ὑδάτων γεγόνασιν αἱ συναγωγαὶ ἑκάστης αὐτῶν εἰς πολλὰ χρησιμευούσης. ζʹ. Ὅτι οὐ μόνον ἐπὶ τῶν ὑδάτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων τὸ μὲν πρόσταγμα τὸ θεῖον πρόεισιν ἑνικῶς, τὸ δὲ ἔργον εἰς πλῆθος ἐκτείνεται. Ἴδοις δ’ ἂν καὶ ἐπὶ τῶν ἄλλων τοῦ θεοῦ προσταγμάτων τὸ παραπλήσιον, ἑνικῶς μὲν τὸ πρόσταγμα τοῦ θεοῦ γινόμενον, εἰς πλῆθος δὲ τοῖς ἔργοις ἐκβαῖνον· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον‘. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘· τὰ δὲ γενόμενα πλεῖστα· οὐ γὰρ ἐν ἑνὶ τόπῳ ἀλλὰ πανταχοῦ τῆς γῆς ἔργον τὸ τοῦ θεοῦ γέγονε πρόσταγμα, ὡς πᾶσαν εὐθὺς χλοηφορῆσαι καὶ τέλειον τῶν βλαστησάντων ἕκαστον ἀναδεῖξαι· οὐδὲ γὰρ ἓν γέγονεν εἶδος βοτάνης, οὐδὲ ἓν εἶδος καρπίμου ξύλου, ἀλλ’ ὅσαπέρ εἰσι πανταχοῦ. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘, καὶ μυρία γένη ζῴων ἐφάνη πανταχοῦ γενομένων· καὶ μάλιστα τὰ οἰκεῖα τοῖς τόποις, ἐξ ὧν λοιπὸν ἡ κατὰ τὴν διαδοχὴν τοῦ ὁμοίου γένεσις ἤμελλεν ἔσεσθαι· εὔλογον γὰρ καὶ τῇ φύσει πρέπον καὶ τῇ θείᾳ δημιουργίᾳ τῶν ἀτελῶν προηγεῖσθαι τὰ τέλεια· ἡ γὰρ τοῦ σπέρματος πρόοδος ἐκ τῶν τελείων ὑφίσταται· δεῖ οὖν προϋπάρξαι τὰ τέλεια· ὅτι γὰρ ἀδύνατον ἦν δι’ ἀπείρων εἰς τὰ νῦν ὄντα τὴν γένεσιν προελθεῖν, ἐν ἑτέροις πολλάκις ἐδείξαμεν.
Opif.177 Ἀνάγκη οὖν πᾶσα τὰ πρῶτα καθ’ ἕκαστον εἶδος γενόμενα μὴ ἐξ ὁμοίου λαβεῖν τὴν γένεσιν· τὸ αὐτὸ καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων γενέσεως· εἰπὼν γὰρ ὁ θεός· ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘ πληθυντικῶς ἐπήγαγε ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσησ‘. καὶ πάλιν· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· τὸ μὲν γὰρ ἑνικὸν κατὰ τοῦ εἴδους, τὸ δὲ πληθυντικὸν κατά τε τῶν δύο γενῶν, τοῦ ἄρσενος καὶ τοῦ θήλεος, καὶ κατὰ τοῦ πλήθους τῶν ὑπὸ τὸ εἶδος ἀτόμων. οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσασ‘· πολλὰ γὰρ τὰ τῶν ὑδάτων συστήματα. ηʹ. Ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων ἡ τοῦ ‘κατὰ γένοσ‘ προσθήκη τὸ ἓν ὑπάρχειν τὸ γένος ἐδήλωσεν, οὕτω νῦν τὸ ‘εἰς συναγωγὴν μίαν‘ εἰπὼν τὴν τῷ εἴδει μίαν ἐδίδαξεν. Πάλιν ὥσπερ ἐπὶ τῶν βοτανῶν εἰπών· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον‘ ἐφ’ ἑκατέρου τό ‘κατὰ γένοσ‘ προσέθηκε δεικνὺς ὡς γενικόν ἐστι καὶ οὐκ ἐφ’ ἑνὸς ἀριθμῷ τὸ πρόσταγμα.
Opif.178 καὶ πάλιν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένοσ‘ τὰ διάφορα γένη δηλοῖ τῶν ψυχῶν· οὕτω καὶ τό ‘εἰς συναγωγὴν μίαν‘ τὴν κατὰ γένος μίαν εἶπεν· ὥσπερ γὰρ ἐπ’ ἐκείνων διὰ τοῦ ‘κατὰ γένοσ‘ τὸ ἑνικὸν τοῦ γένους ἐδήλωσεν, οὕτως ἔμπαλιν ἐνταῦθα ‘εἰς συναγωγὴν μίαν‘ εἰπὼν τὴν τῷ γένει μίαν παρέστησεν. ὡς γὰρ ἐκεῖ καθ’ ἕκαστον γένος βοτάνης πολλαὶ τῷ ἀριθμῷ γεγόνασιν ὁμοειδεῖς, οἷον φέρε θριδακῖναι μαλάχαι ῥοδωνιαὶ ἰωνιαὶ ἀγρώστεις ἕρπυλλοι καὶ ἐπὶ παντὸς τῶν τοιούτων εἴδους ὁμοίως, καὶ τὰ τῶν δένδρων ἀκολούθως εἴδη καὶ τὰ τῶν ψυχῶν—οὐ γὰρ δὴ καθ’ ἓν μέρος τῆς γῆς, ὡς εἶπον, ἀλλὰ κατὰ πᾶσαν ἔργον τὸ πρόσταγμα γέγονεν—οὕτω κἀνταῦθα τὸ μέν ‘εἰς συναγωγὴν μίαν‘ τὴν κατ’ εἶδος ἢ γένος μίαν συμφώνως τοῖς ἄλλοις ἅπασι νοεῖν ἀνάγκη, ‘τὰ δὲ συστήματα τῶν ὑδάτων‘ τὰς πολλὰς αὐτῶν καὶ ὁμοειδεῖς συναγωγάς. διὸ καὶ πᾶσαι συνεφώνησαν αἱ ἐκδόσεις τὸ μὲν πρότερον κατὰ τὸ ἑνικόν, τὸ δὲ ὕστερον κατὰ τὸ πληθυντικὸν ἐξάγουσαι· Ἀκύλας· καὶ ἐκάλεσεν ὁ θεὸς τῇ ξηρᾷ γῆ καὶ τοῖς συστήμασι τῶν ὑδάτων θάλασσαι. ὁμοίως Θεοδοτίων καὶ Σύμμαχος· καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν, τὰ δὲ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. εἰ δὲ μίαν τῷ ἀριθμῷ συναγωγὴν τῶν ὑδάτων τὸ πρόσταγμα γενέσθαι ἠβούλετο, ἑνικῶς ἂν καὶ ὁ προφήτης διηγούμενος ἔλεγεν· καὶ τὸ σύστημα τῶν ὑδάτων ἐκάλεσε θάλασσαν.
Opif.179 ὁ δὲ Ἀκύλας λέξιν πρὸς λέξιν σχεδὸν τὸ Ἑβραϊκὸν μεταβαλὼν ἐν πολλοῖς ὡς καὶ ἐνταῦθα τὴν Ἑλληνικὴν οὐ φυλάττει σύνταξιν. θʹ. Ὅτι οὔτε ποταμοὺς οὔτε λίμνας εἰκὸς ἦν πρὸ τῆς τοῦ κόσμου συμπληρώσεως ὑπάρχειν. Ὑπομνηστέον δὲ κἀκεῖνο Βασιλείῳ καλῶς εἰρημένον ὅτι συναγωγὰς καὶ συστήματα μέγιστα ἀκουστέον καὶ ταύτας κληθῆναι θαλάσσας, ὧν καὶ πρὸ τούτων ἐμνήσθημεν, οὐ γὰρ δὴ λίμνας ἢ τέλματα ἢ τοιαύτας τινὰς ἀθροίσεις ὑδάτων· οὐδὲ γὰρ ἦσαν, οἶμαι, τὴν ἀρχὴν μήπω τοῦ κόσμου συμπεπληρωμένου· πολλὰς γὰρ τοιαύτας ἄλλας ἀλλαχοῦ κατὰ χρόνον ὕστερον γενομένας εὑρίσκομεν καὶ ἄλλας ἐκδαπανωμένας· ἀλλ’ οὐδὲ τοὺς ποταμοὺς συμπαραληπτέον· οὐδὲ γὰρ στάσιμον ἀλλὰ ῥυτὸν ἔχουσι τὸ ὕδωρ εἰς τὰς γενομένας συναγωγὰς τῶν θαλασσῶν ἀπορρέον· οὐδ’ εἶναι τούτους πρὸ τῆς τοῦ κόσμου τελεσιουργίας νομίζομεν ἐκ τῆς νῦν αὐτῶν γενέσεως οὐκ ἀλόγως τοῦτο στοχαζόμενοι· εἰ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσιν, οὔπω δὲ ὑετὸς ἦν— ‘οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τῆς γῆσ‘ φησὶ Μωϋσῆς ‘πρὸ τοῦ γενέσθαι πᾶν χλωρὸν ἀγροῦ καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι‘—οὐκοῦν οὐδὲ ποταμοὺς εἰκὸς ἦν εἶναι τότε οὐδὲ τὰς ἐκ τούτων συνισταμένας λίμνας· μετὰ γὰρ τὴν τῶν ὑδάτων συναγωγὴν καὶ τὴν τοῦ παντὸς κόσμου συμπλήρωσιν τότε Μωϋσῆς οὕτω φησίν· ‘πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆσ‘ καὶ πάλιν· ‘ποταμὸς δὲ ἐπορεύετο ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον‘.
Opif.180 ιʹ. Ὅτι ξηρὰν μὲν ἐκάλεσεν τὴν γῆν μετὰ τὸ χωρισθῆναι τῶν ὑδάτων εὐλόγως, γῆ δὲ τὸ κύριον αὐτῆς ὄνομα, καὶ εἰ τὸ ὕδωρ ἐπικλύζον ἔχοι. ‘Καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσασ‘. καὶ ὅτε ἄρα ἔλεγε Μωϋσῆς ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘, τῷ νῦν τεθέντι τῇ γῇ μετὰ τὴν τοῦ ὕδατος ὑποχώρησιν ὀνόματι προληπτικῶς αὐτὴν ἐκάλει ὡς ἤδη συνεγνωσμένου ἡμῖν τοῦ ὀνόματος, καὶ πάλιν· ‘ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστοσ‘· ὥστε γῆν μὲν αὐτὴν καὶ ὑποβρύχιον οὖσαν ὀνομάζει, ξηρὰν δὲ μήπω, κεχωρισμένην τῶν 〈ὑδάτων〉 οὐκέτι· πῶς γὰρ ἂν ξηρὰν ἤμελλε καλεῖν πηλώδη οὖσαν καὶ συμπεφυρμένην τοῖς ὕδασιν, εἰ καὶ δυνάμει ἦν τοιαύτη; Πάλιν δὲ κατανοεῖν ἀξιῶ τὴν πρὸς τὰ πράγματα τοῦ προφήτου συμφωνίαν· δέδεικται γὰρ τοῖς φυσικοῖς, ὡς αἱ πρῶται δύο τῶν ποιοτήτων ἀντιθέσεις, τοῦ θερμοῦ καὶ 〈τοῦ〉 ψυχροῦ, τοῦ ξηροῦ τε καὶ τοῦ ὑγροῦ κατὰ δύο τὰς μὴ ἐναντίας συνδυαζόμεναι τὰ τέσσαρα ποιοῦσι στοιχεῖα. ἡ μὲν τοῦ θερμοῦ καὶ ξηροῦ συζυγία τὸ πῦρ, ἡ δὲ τοῦ θερμοῦ καὶ ὑγροῦ τὸν ἀέρα, πάλιν τὸ ψυχρὸν μὲν καὶ τὸ ξηρὸν τὴν γῆν, τὸ ψυχρὸν δὲ καὶ τὸ ὑγρὸν τὸ ὕδωρ.
Opif.181 ἕκαστον δὲ τῶν στοιχείων τῇ πλεοναζούσῃ χαρακτηρίζεται· τὸ μὲν πῦρ τῷ θερμῷ· μᾶλλον γάρ ἐστι τοῦ ἀέρος θερμόν· ὁ δὲ ἀὴρ τῷ ὑγρῷ· τοῦ ὕδατος γὰρ μᾶλλόν ἐστιν ὑγρός· ὁρίζεται γὰρ τὸ ὑγρὸν τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ, εὐόριστον δὲ ἀλλοτρίῳ· τοιοῦτος δὲ μᾶλλον τοῦ ὕδατός ἐστιν ὁ ἀὴρ λεπτομερέστερος πολλῷ τοῦ ὕδατος ὢν καὶ διὰ τῶν λεπτοτάτων διερχόμενος πόρων. πάλιν τὸ ὕδωρ χαρακτηρίζεται μὲν τῷ ψυχρῷ—τίνι γὰρ ἂν ἑτέρῳ; —ψυχρότερον τῆς γῆς ὑπάρχον· ἡ δὲ γῆ τῷ λειπομένῳ ξηρῷ, ὅπερ δυσόριστον μὲν ἀλλοτρίῳ ἐστὶν ὅρῳ, εὐόριστον δὲ οἰκείῳ· τοιαύτη δὲ τοῦ πυρὸς μᾶλλόν ἐστιν ἡ γῆ· ἡ μὲν γὰρ πάντων ἐστὶ παχυτάτη, τὸ δὲ πάντων λεπτομερέστατον. Τῇ φυσικῇ τοίνυν δυνάμει τῶν στοιχείων ἀκολουθῶν Μωϋσῆς ‘καὶ ἐκάλεσε‘ φησίν ‘ὁ θεὸς τὴν ξηρὰν γῆν‘ τουτέστι τὴν χαρακτηριζομένην τῇ ξηρᾷ ποιότητι· οὐκ ἴδιον δὲ μόνης ἐστὶν αὐτῆς, ὡς εἶπον, τὸ ξηρόν— εἰ καὶ μᾶλλον αὐτῆς—ἀλλὰ καὶ τοῦ πυρός· οὐκ ἂν οὖν δικαίως ὄνομα θείη τις αὐτῇ τὸ ξηρόν, κἂν διαφέρῃ τοῦ ἐν πυρί· τὰ γὰρ ὀνόματα ἐκ τῶν ἄλλων ἁπάντων διακρίνειν ἐθέλει τὰ ὑποκείμενα. διό φησι· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν‘· τοῦτο γὰρ αὐτῇ κυριώτατον ὄνομα καὶ τῇ φύσει πρέπον αὐτῆς· οἱ γὰρ διὰ τῶν ἐτυμολογιῶν φυσιολογοῦντες τὰ ὑποκείμενα τοῖς ὀνόμασι πράγματα παρὰ τό ‘γῶ‘ ῥῆμά φασιν, ὃ σημαίνει τό ‘χωρῶ‘, παρῆχθαι τό ‘γῆ‘ ὄνομα· μόνη γὰρ αὕτη χωρητικὴ πάντων ἐστίν, οὐ μόνον τῶν ἐνοικούντων αὐτῇ ζῴων καὶ τῶν ἐξ αὐτῆς φυομένων, ἀλλὰ καὶ τῶν λοιπῶν τριῶν στοιχείων.
Opif.182 τὸ μὲν οὖν ὕδωρ ἅπαν ἐν τοῖς κοιλώμασιν αὐτῆς ἐγκολπίζεται· τοῦ δὲ ἀέρος τοῦ εἰς αὐτὴν ἐναπολαμβανομένου μέγα τεκμήριον οἱ σεισμοὶ ἀναβράσσοντες αὐτὴν καὶ μυκηθμὸν ποιοῦντες πολὺν τῇ βιαίᾳ διὰ τὴν στενοχωρίαν κινήσει τοῦ πνεύματος· τοῦ δὲ ἐμφωλεύοντος αὐτῇ πυρὸς τὰ ἀναδιδόμενα πολλαχοῦ τῆς γῆς θερμὰ λουτρὰ καὶ οἱ ἐν Σικελίᾳ τοῦ πυρὸς κρατῆρες καὶ ἐν Λιπάρᾳ καὶ ἐν Λήμνῳ καὶ ἐν ἄλλοις πλείοσι τόποις ἀπόδειξις ἀκριβής. διὸ καὶ πάντων αὐτὴν μητέρα καλεῖν εἰώθασιν, ὡς ἐναγκαλιζομένην ἅπαντα καὶ κατὰ καιρὸν ἕκαστον προάγουσαν εἰς φῶς ἔξω καὶ ἀποκύουσαν. ἴδιον ἄρα αὐτῇ καὶ μόνῃ καὶ προσφυὲς τὸ καλεῖσθαι γῇ. διὸ καὶ ὁ Μωϋσῆς· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν. καὶ εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως· καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆσ‘. Διὰ τί μὲν οὖν τὰ ἐκ γῆς φυόμενα τῶν φωστήρων προϋπέστησαν, φθάσαντες εἴπομεν συγχωρουμένου δηλονότι τοῦ ἀρχὴν ἔχειν τοῦ εἶναι τὸν κόσμον· ὁ δὲ μέγας ἐνταῦθα Βασίλειος τὴν ἐν τοῖς γενομένοις τοῦ θεοῦ σοφίαν ἐκδιηγούμενος ἄξιον ὕμνον, ὅσον ἐφικτὸν ἀνθρώποις ἦν, τῷ ταῦτα δημιουργήσαντι θεῷ προσήγαγεν οὐδεμίαν τοῖς μετ’ αὐτὸν ἀπορίας καταλελοιπὼς ἀφορμήν· ἡ γὰρ περὶ τῶν ἀπὸ γῆς φυσιολογία καὶ ζήτησις ἀκοῇ πάσῃ σύμμετρος ἦν, διόπερ λίαν ἐμμελῶς τὸν περὶ τούτων ἅπαντα λόγον συνεπεράνατο.
Opif.183 πᾶσαν τοίνυν γλῶσσαν ἐν λόγοις εὔστροφον καὶ λογισμὸν ὀξὺν ὑποχωρεῖν αὐτῷ δικαίως οἰόμενος πρὸς τὰ ἑξῆς μεταβήσομαι, εἴ τι τοῖς ἐκείνου προσεξευρεῖν εἴη μοι δυνατόν. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτόσ‘. ιαʹ. Τίς ἡ διαφορὰ τοῦ πρωτογόνου φωτὸς καὶ τῶν νῦν γενομένων φωστήρων. Πρότερον ἔλεγεν ὁ προφήτης· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς. καὶ ἐγένετο φῶσ‘· νυνὶ δέ· ‘γενηθήτωσαν φωστῆρες. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρασ‘. πάλιν ἐκεῖ μέν· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότουσ‘. καὶ ὁ διαχωρισμὸς οὗτος ἐποίησεν ἡμέραν καὶ νύκτα κατὰ τὴν εἰρημένην ὑφήγησιν ἐν ἐκείνοις ἡμῖν, νυνὶ δὲ τῷ φυσικῷ διαχωρισμῷ τούτων διδοὺς ἀρχὴν διαχωρίζειν τοὺς φωστῆρας ὁ θεὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κελεύει, οὐκέτι τὸ φῶς καὶ τὸ σκότος· ἐν αὐτοῖς γὰρ λοιπόν ἐστι τὸ φῶς· ὑπὲρ γῆν μὲν γὰρ τοῦ ἡλίου γινομένου ἡμέρα ἐστίν, ὑπὸ γῆν δὲ νύξ.
Opif.184 ἕτερον ἄρα τὸ φῶς καὶ ἕτερον εἶναι τοὺς φωστῆρας βούλεται, τὸ μὲν τὴν ἁπλῆν ποιότητα, τὸ δὲ τὸ ἐκ τοῦ ὑποκειμένου σώματος καὶ τῆς ποιότητος σύνθετον, ὅπερ καλεῖται φωστήρ, ὡς καὶ λαμπτῆρας καλοῦμεν τοὺς δι’ ὧν ἡ λαμπηδὼν φέρεται τοῦ πυρός, ἐπεὶ καὶ τὸ χρῶμα τοῦ φωτὸς λαμπρὸν ὀνομάζουσι. καὶ τοῦτο γιγνώσκει καὶ ἡ συνήθεια· λαμπρὸν γὰρ αὐτὸ τὸ πῦρ ὀνομάζει. ιβʹ. Ὅτι ἡ τοῦ ὑποκειμένου σώματος τῷ φωτὶ διαφορὰ τῆς ἐν τοῖς φωστῆρσι τοῦ φωτὸς διαφορᾶς αἰτία ἐστίν, ὡς καὶ τοῦ ὑπὸ σελήνην πυρὸς ὁμοίως. Πρότερον μὲν οὖν τὸ εἶδος ἁπλῶς τοῦ φωτὸς ὑπέστησεν ὁ θεός, ἁπλοῦν τὴν φύσιν καὶ διαφορὰν οὐδεμίαν ἔχον· νυνὶ δὲ τὰ ὑποκείμενα τούτῳ ποιήσας καὶ ἄμφω συνθεὶς τοὺς φωστῆρας εἰργάσατο· διὸ καὶ πολλὴ τούτων ἡ πρὸς ἀλλήλους τοῦ φωτὸς διαφορὰ παρὰ τὸ διάφορον ὑποκείμενον, ὡς αὐτὴ δείκνυσιν ἡμῖν ἡ αἴσθησις τοῦ ἡλίου φημὶ τῆς σελήνης, εἴτε τὸ ἴδιον αὐτῆς ἐθέλῃς φῶς ἰδεῖν, ὅπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἀνθρακοειδὲς φαίνεται τὴν χροιάν, εἴτε ὅπερ ἐκ τοῦ ἡλίου δέχεται νόθον· ‘ἀλλὰ καὶ ἀστὴρ ἀστέροσ‘ φησὶν ὁ Παῦλος ‘διαφέρει ἐν δόξῃ‘· καὶ μεγέθει γὰρ καὶ χρώμασι καὶ τῇ ἐκλάμψει πολλὴ τούτων ἐστὶν ἡ ἑτερότης.
Opif.185 αἴτιον δὲ τούτων οὐδὲν ἢ τῶν αὐτοῖς ὑποκειμένων σωμάτων τὴν κρᾶσιν ἡγοῦμαι· εἰ δὲ καὶ ἁπλᾶ ἦν, πόθεν ἡ ἐν τούτοις διαφορὰ πλὴν φύσεων ἑτερότητι; τοῦτο γὰρ καὶ τοῦ ὑπὸ σελήνην πυρὸς ἐξαλλαγὴν πλείστην ἐργάζεται κεραυνῶν κομητῶν δαλῶν διᾳττόντων ἀστραπῶν· καὶ αὐτὸ γοῦν πρὸς ἑαυτὸ τῶν εἰρημένων ἕκαστον διενήνοχεν ἐν ὕλῃ παχυμερεστέρᾳ τινὶ ἢ λεπτομερεστέρᾳ τῇ ἐξαπτομένῃ γινόμενον· ἀλλὰ καὶ τὸ διακονικὸν πῦρ τὸ παρ’ ἡμῖν ἄλλο μὲν τὸ ἐξ ἐλαίου, ἄλλο δὲ τὸ ἐξ πίττης καλαμῶν τε καὶ παπύρων καὶ διαφορᾶς ξύλων καὶ τούτων ὑγροτέρων τε καὶ ξηροτέρων. ιγʹ. Πῶς ἂν τὸν ἀποροῦντα, ὡς οὐ δυνατὸν χωρὶς ὑποκειμένου σώματος ὑποστῆναι τὸ φῶς, καὶ ἐκ τῶν ἔργων τῆς φύσεως παραμυθησόμεθα. Εἰ δέ τις τῇ ἑαυτοῦ δυνάμει τὴν θείαν παραμετρῶν ἀδύνατον ὑποστῆναι λέγοι τὸ φῶς χωρὶς τῶν φωστήρων, τούτῳ ῥητέον, ὡς οὐχὶ θεῷ τοῦτο νομιεῖς ἀδύνατον, εἰ σωφρονεῖς, ἀλλὰ σαυτῷ. ἤδη μὲν οὖν περὶ τούτου λόγον δεδώκαμεν. σκόπει δὲ καὶ τὰ ἐν ποσί· μόνῳ τῷ πυρὶ τὸ φωτιστικὸν ἅμα καὶ καυστικὸν ὑπάρχει καὶ θάτερον τούτων τοῦ λοιποῦ χωρίζειν ἡμῖν ἀδύνατον. εἴ τις οὖν ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἕποιτο, μὴ καίειν ἐθέλοντος τὸν ἥλιον καὶ τοὺς ἀστέρας, λεγέτω, πῶς οἱ κατ’ οὐρανὸν φωστῆρες τὸ φωτιστικὸν ἔχουσι τοῦ πυρός, τοῦ καυστικοῦ χωρίς· εἰ δὲ Πλάτωνι πείθοιτό τις πλείστου λέγοντι μετέχειν ἐκεῖνα πυρός, ὡς τὰ πλησιάζοντα τῷ ἡλίῳ δηλοῖ τὸν φλογμὸν ἀφόρητον ἔχοντα, σκοπείτω τὰ παρ’ ἡμῖν, πῶς αἱ πυγολαμπίδες τὸ φωτιστικὸν ἐναργὲς ἔχουσαι ἀμοιροῦσι τοῦ καυστικοῦ· ὅτι γὰρ οὐχ ἡ βραχύτης αἰτία, οἱ λεπτότατοι τοῦ πυρὸς δηλοῦσι σπινθῆρες· ἀλλὰ καὶ λεπίδες ἰχθύων τινὲς καὶ ἐχίνων ὄστρακα καὶ ἕτερά τινα φῶς ἐν νυξὶν ἀπαυγάζουσι, καὶ ἄλλα φωτὸς ἀμοιροῦντα καυστικὰ τὴν δύναμιν ὑπάρχει· καὶ τοῦτο ποιούσης τῆς φύσεως ἡμῖν ἐστιν ποιεῖν ἀδύνατον.
Opif.186 ὅθεν καὶ ἐν θαύματος μέρει τὸ ἐν τῷ βάτῳ πῦρ ἐφάνη Μωϋσεῖ, τὴν ὑποδεξαμένην αὐτὸ φύσιν οὐ καῖον, [οὐδὲ τὸ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ] φῶς δὲ μόνον ἐκπέμπον· καὶ οἱ τὰ τοιαῦτα δὲ πρὸς ἡμᾶς ἀποροῦντες, εἴτε ἀντιπαθείᾳ τινὶ φυσικῇ εἴτε θεῶν ἢ δαιμόνων, ὡς ἂν αὐτοὶ φαῖεν, δυνάμει πυρὸς ἐπιβαίνοντες ἀπαθεῖς διαμένουσιν, ὧν τὴν ἀπάτην ἐλέγχει τὸ τοῦ σταυροῦ σημεῖον ἢ τὸ τοῦ Χριστοῦ λεγόμενον ὄνομα· εὐθὺς γὰρ τὸ πῦρ εἰς αὐτοὺς τὰ τῆς ἰδίας δυνάμεως ἐπιδείκνυται. Πῶς οὖν οὐ δύνασθαί φασι τὸν θεὸν τὸ φῶς ὑποστῆσαι τῶν φωστήρων χωρίς, ἐπειδὴ τῇ φύσει τοῦτο ποιεῖν ἀδύνατον; ὁπότε καὶ φθάσαντες εἴπομεν, ὅτι ἐν τοῖς διαφανέσιν ὡς ἐν ὑποκειμένοις σώμασι τὸ πρωτόγονον ὑπέστη φῶς, ὡς καὶ τὸ ἐκ τῶν φωστήρων ἐν αὐτοῖς ἀεὶ καὶ τὸ τοῦ πυρὸς συμβαίνει· ὡς, εἰ τοῦτο τὸ φῶς μένειν ἐν ἀέρι δυνάμει θείᾳ τοῦ φωτίζοντος ὑποχωροῦντος ἐπινοήσειας, ὡς καὶ ἡ θερμότης ἡ ἐξ αὐτῶν ἐπί τινα μένει χρόνον, τί τῶν ἀδυνάτων ἐστὶ καὶ ἐν τῷ κατ’ ἀρχὴν πρωτογόνῳ τοῦτο γενέσθαι φωτὶ δυνάμει θεοῦ τοῦ παραγαγόντος ἐξ οὐκ ὄντων ἅπαντα; ὕστερον γὰρ δοχεῖον αὐτοῦ καὶ ὑποκείμενον οἱ φωστῆρες γεγόνασιν.
Opif.187 εἰ δὲ θεῷ μὲν οὐκ ἀδύνατον εἶναι τοῦτο φαίη τις, ἐρωτῴη δὲ πόθεν [εἰ] τοῦτο οὕτω γέγονε τὴν ἀρχήν, τῷ ἀξιώματι τοῦ προφήτου πιστευέτω θείας αὐτοψίας τε καὶ ἐντυχίας ἠξιωμένῳ καὶ τῆς ἐκεῖθεν ἐναργοῦς ἐπιπνοίας, ὡς γνῶναί τε πάντα καὶ εἰπεῖν ‘τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα‘· τοῦτο γὰρ καὶ ἐν τῷ περὶ φωτὸς λόγῳ δεδείχαμεν, ὅτε μηδὲ λογικῆς ἀκολουθίας καὶ φυσικῆς ὑπάρχειν ἐκτὸς τὴν περὶ τῆς τοῦ κόσμου γενέσεως διήγησιν Μωϋσέως ἀπεδείξαμεν. ιδʹ. Τίνα ἐστὶ τὰ ὧν οἱ φωστῆρες σημεῖα γίνονται· τίς τῶν ἡμερῶν αἴτιος, τίς τῶν μηνῶν, τίνες τῶν πληθυντικῶς λεγομένων ἐνιαυτῶν. Τὸ δέ ‘καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούσ‘ αὐτάρκως πεφυσιολόγηκε Βασίλειος, καὶ οὕτως ἔχοντα τὰ πράγματα φαίνεται.
Opif.188 σημεῖα μὲν γὰρ ἐκεῖθεν γίνεται χειμῶνος εὐδίας ὑετοῦ χιόνος πνευμάτων διαφόρων, ποτὲ μὲν νοτίων ποτὲ δὲ βορείων, καὶ τῶν ἄλλων ὁμοίως ἐν ταῖς ἐπιτολαῖς καὶ δύσεσι τῶν ἄστρων ἑῴαις τε καὶ ἑσπερίαις, συνόδοις τε καὶ ἀποστάσεσι καὶ σχηματισμοῖς, ὡς οἱ τὰ περὶ ἐπιτολῶν ἄστρων καὶ δύσεων καὶ περὶ διοσημειῶν ἐδίδαξαν γράψαντες, σπόρου φυτείας θερισμοῦ καὶ ἄλλων πλείστων, ὅσα τῷ βίῳ ἐστὶ χρήσιμα. ἡμέραν οὖν ποιεῖ—φημὶ δὲ τὸ ἡμερονύκτιον—ἡ ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος εἰς τὸ αὐτὸ τοῦ ἡλίου ἀποκατάστασις κατὰ τὴν τῆς ἀπλανοῦς γινομένη κίνησιν. μῆνα δὲ ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῆς σελήνης περίοδος, διὸ καὶ μὴν ἐκλήθη παρὰ τὴν μήνην. ἐνιαυτὸν δὲ ἡ τοῦ ἡλίου κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ περιφορά· οὗτος μὲν οὖν 〈ὁ τοῦ〉 ἡλίου ἐνιαυτός· ὁ δὲ τῆς σελήνης δωδεκάκις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ 〈σημεῖον〉 ἀποκαθισταμένης, ὃς ἕνδεκα τοῦ ἡλιακοῦ λείπεται ἡμέρας. διὸ καὶ ὁ ἐμβόλιμος μὴν διὰ τριῶν προστίθεται ἐνιαυτῶν, ἵνα τοὺς δύο τὸν αὐτῆς καὶ τὸν τοῦ ἡλίου συνάψωσιν. καὶ ἕκαστος δὲ τῶν πλανωμένων ἴδιον ἐνιαυτὸν ἀποτελεῖ, ὧν ὁ βραδύτατος διὰ τριάκοντα ἐτῶν ἡλιακῶν συμπεραίνεται. λέγεται δέ τις καὶ μέγας ἐνιαυτός, ὅτε ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον ἀποκατάστασις τῶν ἑπτὰ γένηται.
Opif.189 καὶ μήποτε διὰ τοῦτο πληθυντικῶς ἐνιαυτοὺς τὸ λόγιον εἴρηκεν. καιροὺς δὲ πάλιν, ἔαρ θέρος μετόπωρον χειμῶνα ἡ τοῦ ἡλίου ποιεῖ κίνησις· ἔαρ μὲν γὰρ κριὸν διερχόμενος καὶ ταῦρον μέχρι τοῦ τέλους τῶν διδύμων, θέρος δὲ καρκίνον λέοντα παρθένον, μετόπωρον σκορπίον ζυγὸν τοξότην, χειμῶνα τοὺς λοιποὺς τρεῖς αἰγόκερων ὑδρηχόον ἰχθῦς. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆσ‘. ιεʹ. Ὅτι οὐκ ἐκ τῆς αὐτῆς οὐσίας τοῦ στερεώματος οἱ ἀστέρες γεγόνασιν. Ἐπὶ μὲν τῶν ἄλλων· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον‘· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘· γηίνην γὰρ κατὰ τὸ πλεῖστον ταῦτα τὴν οὐσίαν ἔχει, διὸ καὶ ὡς ἐξ ὑλικῆς αἰτίας τῆς γῆς ποιῆσαι ταῦτά φησι τὸν θεόν· ὁμοίως καὶ ἐπὶ τοῦ ἀνθρωπίνου σώματος· ‘καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆσ‘· ἐπὶ δὲ τῶν φωστήρων οὐκ εἶπεν· ἐξαγαγέτω τὸ στερέωμα φωστῆρας· οὐ γὰρ ἐκ τοῦ χύματος τοῦ οὐρανίου σώματος τὴν γένεσιν οἱ φωστῆρες ἔχουσιν, ὡς καὶ αὐτὰ δηλοῖ τὰ φαινόμενα· τὸ μὲν γὰρ στερέωμα διαφανὲς ὑπάρχει, διὸ καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι συγγενές ἐστιν· οἱ δὲ φωστῆρες τῆς ἐμπυρίου μᾶλλον οὐσίας εἰσίν, ὡς τὰ προσόντα αὐτοῖς δείκνυσιν ἅπαντα, τὸ χρῶμα τὸ φῶς τὸ θερμὸν τὸ ἀντιφρακτικὸν ἀλλήλων, ὅπερ ὑπάρχει γῇ καὶ πυρί—τῇ φλογὶ λέγω—μόνοις τῶν ἁπλῶν στοιχείων.
Opif.190 καὶ Πλάτων γοῦν ἐκ πλείστου πυρὸς ἐκεῖνα συνεστάναι φησί. διὰ τοῦτο οὖν οὐκ εἶπεν· ἐξαγαγέτω τὸ στερέωμα φωστῆρας, ἀλλά· ‘γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ‘ οὐχ ὡς ἐν ὑποκειμένῳ, ἀλλ’ ὡς ἐν τόπῳ, ὡς εἴ τις εἴποι ἐν πόλει εἶναι ἢ ἐν οἴκῳ. τοῦτο καὶ ἡ ἐπανάληψις ἐδήλωσε· ‘καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ‘ ὡς ἀπ’ ἄλλης μὲν γενομένους οὐσίας, ἐκεῖ δὲ τεθέντας· καὶ τὴν αἰτίαν ἐπήγαγεν ‘ὥστε φαίνειν ἐπὶ τῆς γῆσ‘, ἵνα πᾶσαν ἐξ ὕψους αὐτὴν καταλάμπωσιν, οὐ περὶ τῶν δύο μόνων φωστήρων τοῦτο εἰπών, ἀλλὰ καὶ τῶν ἀστέρων· πᾶσαν γὰρ αὐτὴν ἐκ παντὸς μέρους τοῦ στερεώματος ἐπιλάμπουσιν. ‘Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρασ‘. ιϛʹ. Πῶς μέγαν εἶπε φωστῆρα τὴν σελήνην, τινῶν ἀστέρων μειζόνων αὐτῆς ὄντων. Φασὶν οἱ περὶ τὴν ἀστρονομίαν σχολάσαντές τινας τῶν ἀστέρων τῆς σελήνης ὑπάρχειν τῷ μεγέθει μείζονας· οἷός ἐστι καὶ ὁ κύων. πῶς οὖν μέγαν εἶναι φωστῆρα τὴν σελήνην εἴρηκε μειζόνων αὐτῆς ἑτέρων ὄντων; ἐγὼ μὲν οὖν, ὅπως ἀληθείας ἢ ψεύδους ὁ λόγος ἔχει, περιττὸν οἶμαι νυνὶ περιεργάζεσθαι· ἐκεῖνο δὲ τοῖς φαινομένοις ἐρῶ σύμφωνόν τε καὶ πᾶσι δοκοῦν, ὅτι μόνοι τῶν δύο τούτων φωστήρων ἑκάτερος, ἥλιός φημι καὶ σελήνη, ἱκανὸς φωτίζειν ἐστὶ τὰ διαφανῆ πρὸς ἀναλογίαν τοῦ ἐνόντος ἑκατέρῳ φωτός, ὁ μὲν τοῦ ἰδίου, ἡ δὲ τοῦ ἐπικτήτου, ὅπερ ἐκ τοῦ ἡλίου παρεσπάσατο, τῶν δὲ ἄστρων τὸ παράπαν οὐδεὶς οὐδ’ ἅμα πάντες τοῦτο δύνανται ποιεῖν.
Opif.191 ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὸ ὕψος ἐστὶν αἴτιον τοῦ μὴ φωτίζειν τῶν ἀστέρων ἕκαστον τὴν γῆν, ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἅμα γοῦν ὅλον περιλαβόντες τὸν οὐρανὸν οὐχ ἱκανοὶ τὴν γῆν φωτίζειν γεγόνασι· καίτοι γε ὅπερ εἷς λαμπτὴρ οὐ ποιεῖ, τοῦτο συνερχόμενοι ποιοῦσι πολλοί· οὐδὲ γὰρ οὕτως εἰσὶ πόρρω τῆς γῆς ἢ ἀμυδροὶ τὸ φῶς, ὡς μηδὲ ὁρᾶσθαι ὑφ’ ἡμῶν· ‘συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν‘ φησὶν ἡ ποίησις. πόσῳ οὖν μᾶλλον τοσούτων καὶ τηλικούτων ἀστέρων τὸ φῶς οὐκ ἤμελλε ποιεῖν, ὅπερ ἡ σελήνη μόνη ποιεῖ, ἵνα μὴ τὸν ἥλιον εἴπω, νῦν; ὧν ἁπάντων συναιρουμένων τὸ πλῆθος πολλοὺς ἂν κατὰ μέγεθος ποιήσειεν ἡλίους, σελήνας δὲ πολλαπλασίους· νῦν δ’ ἅμα πάντες οὐδὲ τὸ τῆς σελήνης πεποιήκασι φῶς εἰς ἡμᾶς, οὐ μόνον πανσελήνου οὔσης, ἀλλ’ οὐδὲ διχοτόμου οὐδὲ ἐλάττονος· ἐκείνη μὲν γὰρ μονοειδὴς οὖσα σκιὰν ποιεῖ τοῖς ἡμετέροις σώμασι καὶ πᾶσιν ἁπλῶς, τῶν δὲ ἐν οὐρανῷ πάντων ἀστέρων οὐδεὶς πλὴν τοῦ ἑωσφόρου, ὅτε περιγειότερος γένηται.
Opif.192 οὐκοῦν εἰ καὶ συγχωρήσειέ τις αὐτοῖς μείζονα τῷ μεγέθει τὸν κύνα τῆς σελήνης εἶναι, ἀλλὰ κατὰ τὸ φωτίζειν πλεῖστον αὐτῆς, τάχα δὲ τὸ πᾶν ἀπολείπεται, ὃ καὶ πάντες ἅμα πλανώμενοί τε καὶ ἀπλανεῖς πάσχουσιν· ὥστε τῇ φωτιστικῇ δυνάμει μετὰ τὸν ἥλιον οὐχ ἑνὸς τῶν ἄλλων, ἀλλ’ ἅμα πάντων ἐστὶ τῶν ἀστέρων ἡ σελήνη μείζων. ιζʹ. Τί ἐστι τό ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην‘. Τί δέ ἐστιν ‘εἰς ἀρχὰς τῆς ἡμέρας τὸν ἥλιον καὶ εἰς ἀρχὰς τῆς νυκτὸς τὴν σελήνην‘; οὐχ ὅπερ ἄν τις ἀλόγως ὑπονοήσειε τὸ συνάρχεσθαι τῇ μὲν ἡμέρᾳ τὸν ἥλιον, τῇ νυκτὶ δὲ τὴν σελήνην. τὸν μὲν οὖν ἥλιον οὐδὲ δεῖ τῇ ἡμέρᾳ συνάρχεσθαι λέγειν· αὐτὸς γὰρ τῆς ἡμέρας ἐστὶ ποιητικός, τουτέστι τοῦ ἡμερινοῦ καταστήματος· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡμέρα ἢ τὸ ἥλιον ὑπὲρ γῆν εἶναι· ἡ δὲ σελήνη κατὰ μόνην μίαν ἡμέραν τοῦ μηνός, ἐν ᾗ πανσέληνος γίνεται, συνάρχεται τῇ νυκτὶ καὶ συμπαρατείνεται πάσῃ· ἐν δὲ ταῖς ἑξῆς ἁπάσαις τοῦ μηνὸς ἡμέραις ὑπολείπεται κατὰ μέρος τοσοῦτον, ὅσον τῷ ἡλίῳ πλησιαιτέρα γίνεται· ἐν δὲ συνόδῳ συνανατέλλει τῷ ἡλίῳ καὶ συνδύνει, καὶ παντελῶς ἐστὶν ἀφεγγὴς τὸ πρὸς ἡμᾶς· ὥστε οὐδὲ πάσης ἄρχει νυκτὸς οὐδ’ ὅλης ἑκάστης. Τί οὖν ἔστι τὸ εἰς ἀρχὰς τῆς νυκτὸς θεῖναι τὴν σελήνην; ὅτι τὸ φῶς αὐτῆς ἀεὶ τῆς νυκτὸς ἐπικρατεῖ τό τε σκότος αὐτῆς λύουσα καὶ τὸ τῶν ἀστέρων ἀμβλύνουσα φῶς.
Opif.193 ἐν πανσελήνῳ μὲν οὖν ὡς εἶπον ἁπάσης κρατεῖ τῆς νυκτός, ἐν ἀμφικύρτῳ δὲ τῇ πρὸ τῆς πανσελήνου καὶ τῇ μετ’ αὐτὴν τοῦ πλείονος, ἐν διχοτόμῳ δὲ πάλιν ἑκατέρωθεν τοῦ ἡμίσεος, ἐλαχίστου δὲ κατὰ τὰ μηνοειδῆ σχήματα. ὁ δὲ ἥλιος πάσης ἐπικρατεῖ τῆς ἡμέρας αὐτὸς ὡς εἶπον αὐτὴν ποιῶν ὑπὲρ τὸν ὁρίζοντα γινόμενος. Καὶ τοῦτο σαφέστερον Ἀκύλας ποιεῖ καὶ Θεοδοτίων, ὁ μὲν οὕτως εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, σὺν τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ σὺν τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξουσίαν τῆς νυκτόσ‘. Θεοδοτίων· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξουσίαν τῆς νυκτόσ‘. τούτοις συμφωνοῦσιν ἐν τοῖς ψαλμοῖς οἱ ἑβδομήκοντα· ‘τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτόσ‘. ὁμοίως οὖν ἐνταῦθα καὶ τὸ παρὰ τοῖς ἑβδομήκοντα ἀκουσόμεθα τό ‘εἰς ἀρχὰς τῆς ἡμέρασ‘ καὶ τό ‘εἰς ἀρχὰς τῆς νυκτόσ‘ τουτέστιν εἰς τὸ ἐξουσιάζειν τὸν μὲν ἥλιον τῆς ἡμέρας, τὴν δὲ σελήνην τῆς νυκτός. τούτοις καὶ ὁ Σύμμαχος συμφωνεῖ· ‘τὸν φωστῆρα τὸν μείζω εἰς τὸ ἡγεῖσθαι τῆς ἡμέρας, τὸν δὲ φωστῆρα τὸν ἐλάσσω εἰς ἡγεμονίαν τῆς νυκτόσ‘· τὸ γὰρ ἡγεῖσθαι σαφηνίζων εἰς τὸ ἡγεμονίαν μετέλαβεν, ὅπερ ταὐτόν ἐστι τῇ ἐξουσίᾳ καὶ τῷ ἄρχειν· ἐπικρατεῖ γὰρ καὶ ἐξουσιάζει ἥλιος μὲν τοῦ ἡμερινοῦ καταστήματος, σελήνη δὲ τοῦ νυκτερινοῦ οὐ μόνον κατὰ τοὺς φωτισμούς, ἀλλὰ καὶ κατὰ τὴν τῶν ὑπὸ σελήνην σωμάτων μεταβολήν· νυκτὶ γὰρ ἡ σελήνη μετρίως τὸν ἀέρα θερμαίνουσα χεῖ τὴν ἀτμίδα τὴν ἐν αὐτῷ καὶ ὑγρὸν ποιεῖ τὸ κατάστημα· λῦσαι δ’ αὐτὴν οὐ δυναμένη τροφῆς αἰτία γίνεται πολλοῖς καὶ αὐξήσεως—τούτων γὰρ τὸ ὑγρὸν καὶ θερμὸν αἴτιον—ὡς τὰ ὀστρακόδερμα δείκνυσι φανερῶς εὐτραφῆ μὲν ὄντα ταῖς περὶ τὰς πανσελήνους ἡμέραις, ἐλλειπῆ δὲ ταῖς ἑτέραις.
Opif.194 ὃ καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι νομίζειν εὔλογον, εἰ καὶ ἡμῖν ἐστιν ἀσυναίσθητον· τοῦτο δὲ ποιεῖν ἐν ἡμέρᾳ οὐ δύναται ὑπὸ τῆς τοῦ ἡλίου νικωμένη δυνάμεως. Τὴν δὲ τοῦ ἡλίου ἐπὶ πάντα ἐνέργειαν τά τε ζῷα καὶ τὰ φυόμενα τίς ἀγνοεῖ, μεγίστην τῇ γενέσει πάντων συνεισάγοντος μοῖραν τῆς τῶν καιρῶν διαδοχῆς τῇ κινήσει τούτου γινομένης, ὡς ἤδη προείρηται; ἐξ ὧν ἡ τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴ καὶ οἱ καιροὶ ἥ τε τῶν ἀπὸ γῆς βλάστησις πέψις τε καὶ τροφὴ αὔξησίς τε καὶ εἰς τὸ τέλειον πρόοδος καὶ ἡ τῶν ζῴων γένεσις καὶ μάλιστα τῶν ἀερίων τε καὶ ἐνύδρων ἄλλων κατ’ ἄλλον γινομένων τόπον τε καὶ καιρόν· περὶ δὲ τοῦ τῆς σελήνης μεγέθους καὶ τῶν ἐξ αὐτῆς γινομένων τοῖς σώμασι μεταβολῶν ὁ μέγας Βασίλειος ἄριστα λίαν πεφιλοσόφηκεν, ἐξ οὗ πάρεστι καρποῦσθαι μεγίστην τοῖς βουλομένοις ὠφέλειαν.
Opif.195 ιηʹ. Ὅτι αὐτὴ δι’ ἑαυτῆς ἡ ἀστρολογικὴ μέθοδος ἐλέγχεται μὴ ποιητικὴ τῶν συμβαινόντων ἡμῖν ὑπάρχουσα. Ἐπειδὴ δέ τινες τὸ εἰς σημεῖα γεγονέναι τοὺς ἀστέρας ἀκούσαντες περὶ τῆς ἀσεβοῦς γενεθλιαλογίας τὸ λεχθὲν ἐξειλήφασι τὰς ἑαυτῶν ἀτόπους ὑπολήψεις παραμυθούμενοι, ἀρκεῖν μὲν ἡγοῦμαι τὰ εἰς τὸν τόπον εἰρημένα τῷ σοφωτάτῳ Βασιλείῳ ταύτης πρὸς ἔλεγχον· πλεῖστα δὲ καὶ ἄλλοις αὐτάρκως εἴρηται, καὶ τὰ ἐκείνων λέγειν ἡμᾶς οὔτε εὔλογον οὔτε ἀναγκαῖον ἑτοίμων ὄντων τοῖς ἐθέλουσιν ἐκείνων. πολλὰ δὲ πρὸς τοῦτο καὶ Ὠριγένει τῷ παλαιῷ γέγραπται· ἐγὼ δὲ μιᾶς αὐτοῦ καὶ μόνης ἐπιχειρήσεως μεμνήσομαι καινοπρεποῦς τε οὔσης καὶ οὐδὲ τῶν μετ’ αὐτὸν ἐγνωσμένης πολλοῖς καὶ ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς μεθόδου ταύτην αὐτὴν ἐλεγχούσης. ‘πρῶτον μὲν οὖν‘ φησὶν ἐκεῖνος ‘θαυμάσειεν ἄν τις Ἑλλήνων, πῶς τοσαύτας μαντειῶν μεθόδους ἐπινοήσαντες συμβόλους οἰωνοσκοπίαν ᾠοθυτικὴν σπλάγχνων τε ἀνατομὰς χειροσκοπίαν τε καὶ τὴν διὰ πυρὸς θεωρίαν ἀστεροσκοπίαν τε τὴν ἐν τοῖς διᾴττουσιν καὶ τὴν ἐν τοῖς χρηστηρίοις ἀπάτην καὶ τούτων ἑκάστην σημαντικὴν τῶν ἐσομένων οὐ ποιητικὴν ὑποθέμενοι, μόνην ἀστρολογίαν δραστήριον εἶναι τῶν ἐξ αὐτῆς δηλουμένων ὑπέθεντο τῆς ἑαυτῶν ὡς ἔοικεν ἀνοσιουργίας ἐπινοοῦντες παραψυχήν, ὡς εἱμαρμένης ἀνάγκῃ καὶ οὐ πονηρίᾳ λογισμῶν ταῦτα πράττουσιν‘.
Opif.196 ὅτι γάρ, ‘εἰ καὶ συγχωρηθείησαν ἀληθεύειν‘, φησὶν ἐκεῖνος, σημαντικὰ μόνως εἰσίν, οὐ δραστήρια, ἐξ αὐτῆς τῆς γενεθλιαλογικῆς μεθόδου δείκνυσιν Ἀριστοτελικῷ κανόνι χρησάμενος· κἀκεῖνος γὰρ ζητῶν, ποῖόν ἐστι τῶν ἀστέρων τὸ σχῆμα ‘ὅπερ ἄν‘ φησίν ‘ἑνὸς ἀστέρος ὑπάρχον τὸ σχῆμα δείξωμεν, τοιοῦτον εἶναι καὶ τὸ πάντων ἀνάγκη‘· εἶτα δείξας ἐκ τῶν φωτισμῶν τῆς σελήνης σφαιρικὸν αὐτῆς τὸ σχῆμα, ἐκ τούτου καὶ τὸ πάντων εἶναι τοιοῦτο συνελογίσατο. τοῦτο οὖν καὶ ἐπὶ τῶν σχηματισμῶν τῶν κατὰ τὰς γενέσεις τῶν ζῴων Ὠριγένης ἐποίησεν. ‘ὅ τι γὰρ ἂν ἐφ’ ἑνὸς τῶν σχηματισμῶν εὕρωμεν‘ φησίν ‘εἴτε σημαντικὸν ἐκεῖνο φανείη τῶν παρ’ ἡμῖν γινομένων, εἴτε ποιητικόν, τὸ αὐτὸ καὶ ἐπὶ πάντων ὑπάρχειν ἀνάγκη‘. ἀξίωμα δέ τι προείληφε πᾶσιν ὁμολογούμενον, ὡς οὐδὲν τῶν ποιητικῶν αἰτιῶν ὕστερον ὑπάρχειν τῶν αἰτιατῶν δυνατόν, ἀλλ’ ἢ προϋπάρχει τούτων, ἢ εἴ τῳ δοκεῖ συνυφέστηκε τοῖς αἰτιατοῖς τῶν αἰτιῶν τινα. τούτου δεδομένου ἐπὶ τὸ ζητούμενον μέτεισι. ‘λαμβάνοντεσ‘ φησίν ‘οἱ γενεθλιαλόγοι τοῦ ἄρτι γενομένου τὸ θέμα παιδός, οἷον τίς τῶν ἀστέρων ὁ ὡροσκοπῶν αὐτοῦ τὴν γένεσιν, ἢ τίς τὸν δυτικὸν εἶχεν ὁρίζοντα, τίς τὸ μεσουρανοῦν ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν, καὶ ποῖον τῶν ἐν τῷ ζῳδιακῷ σημείων τῶν πλανωμένων ἕκαστος εἶχε, τούς τε πρὸς ἀλλήλους αὐτῶν σχηματισμούς, καὶ ὅσα 〈ἐν〉 τούτοις ἕτερα τηρεῖν αὐτοῖς ἔθος, ἐκ τούτων οὐ μόνον τὰ ἐσόμενα τῷ τεχθέντι τότε προλέγουσιν, ἀλλὰ καὶ τοὺς βίους τῶν ἤδη προγενομένων αὐτῷ γονέων καί, εἰ τεθνηκότες ὡς εἰκὸς εἶεν, λέγειν πειρῶνται, ποῖον ἔσχε βίον ὁ τούτου πατήρ, πότερα στρατιωτικὸν ἐμπορικὸν ἀπράγμονα λογικὸν ἱερατικόν, ποῖός τε τὴν περιουσίαν ἦν, τὰ ἤθη τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ πόσον ἐβίω χρόνον, εἰ τεθνηκὼς ἔτυχεν ἤδη ἢ ἔτι βιώσεται.
Opif.197 τὰ αὐτὰ καὶ περὶ μητρὸς καὶ ἀδελφῶν, εἰ προϋπάρχοιεν τῷ τεχθέντι. ὅτε οὖν‘ φησί ‘ταῦτα λέγουσιν αὐτοῖς ἀληθεύειν δώσομεν, δῆλόν ἐστιν, ὅτι ὁ εὑρεθεὶς ἐπὶ τῇ γενέσει τοῦ παιδὸς τῶν ἄστρων σχηματισμὸς οὐκ ἦν τῶν προγενομένων ποιητικός, σημαντικὸς δὲ μόνον· οὐκοῦν καὶ τῶν ἐσομένων τῷ παιδὶ σημαντικὸς οὐ ποιητικὸς ὑπάρχει. ἀδύνατον γὰρ ἕνα καὶ τὸν αὐτὸν τὰ μὲν σημαίνειν τε καὶ ποιεῖν, τὰ δὲ μόνον σημαίνειν καὶ μὴ ποιεῖν. καὶ τοῦτο ἐφ’ ἑκάστου τῶν γιγνομένων ἐστίν. εἰ οὖν πάντες εἰσὶ τῶν προϋπαρξάντων σημαντικοὶ καὶ τῶν ἐσομένων ἄρα πάντες εἶεν ἂν σημαντικοί, δραστήριος δὲ τούτων οὐδείσ‘. τοσαῦτα μὲν οὖν ἐκεῖνος. ιθʹ.
Opif.198.(1t) Ὅτι ἡ γενεθλιαλογία θεοῦ καὶ ἀρετῆς ἀλλοτριοῖ τοὺς αὐτῇ προσέχοντας· διὸ θείᾳ προνοίᾳ πάντες οἱ βίον αὐτὴν ἔχοντες δυστυχῆ καὶ παναθλίαν τρίβουσι ζωήν. Ὅτι δὲ θεομίσης ἡ ἐπιτήδευσις τῆς γενεθλιαλογίας καὶ ψυχῆς ὄλεθρος ἀφιστῶσα θεοῦ καὶ τῆς εἰς αὐτὸν ἐλπίδος τοὺς μετόχους αὐτῆς καὶ τοῦ δι’ εὐχῶν καὶ εὐζωΐας αἰτεῖν ἐξ αὐτοῦ τὰ προσήκοντα, ὡς οὐδενὸς παρὰ τὴν εἱμαρμένην συμβαίνοντος, μηδὲν ἐφ’ ἡμῖν γίνεσθαι βουλομένης ‘μηδ’ ὅσον ὀφθαλμοῦ‘ φασί ‘περιηγέα κύκλον ἑλίξαι‘, ἐξ αὐτῆς δῆλον. πάντες γοῦν ὅσοι τοῦ βίου τὰς ἡνίας ἁπάσας ἀνῆψαν αὐτῇ, ἐπιρρεπεῖς οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπάρχουσιν ὄρεξιν· ὁ γὰρ πιστεύσας ἐκ τῆς ἐκεῖθεν ἀνάγκης ἥκειν αὐτῷ τὸ φαύλως βιοῦν, πῶς οὐχ, ὅτι ἂν εἰς λογισμὸν αὐτῷ τῶν ἀτόπων ἔλθοι, ἐπὶ τὴν πρᾶξιν εὐθὺς ἀνεπιστρόφως ὁρμήσει, ὡς οὐκ ἐνὸν παρελθεῖν, ὅπερ ἂν ἐκείνη τῶν φαυλοτάτων κελεύῃ δρᾶν; θεοῦ δὲ λόγος αὐτοῖς οὐδὲ εἷς, οὐδὲ τῶν βεβιωμένων ἀγαθῶν τε καὶ τῶν ἐναντίων ἐλπὶς ἀμοιβῆς. τί οὖν ἀντιβαίνειν ταῖς ἐπὶ τὰς ἀτόπους ἡδονὰς ὀρέξεσι χρὴ καὶ πράγματα ἔχειν, ἃς καὶ μὴ βουλομένους ἀνάγκη ποιεῖν; τίς δ’ αὐτοῖς πόνων ἀρετῆς ἐλπίς, οὐδενὸς ἐκ τούτου περιγενομένου τῶν ἀγαθῶν, ὃ μὴ τῶν ἀστέρων ἡ κίνησις διδῷ; δίκην οὖν ἀλόγων, ὅπῃ ἂν ἄγωσι τὰ πάθη, φέρονται, μηδὲν εἶναι τῶν ὁρωμένων πλέον ἡγούμενοι. διόπερ οἱ βίον ταύτην ἀράμενοι θείᾳ προνοίᾳ δυστυχήμασιν ὡς ἐπίπαν περιπίπτουσιν ἐσχάτοις, ὡς καὶ αὐτῶν εἶναι τῶν ἀναγκαίων ἐνδεεῖς, ἵνα ταύτῃ γοῦν τοῦ κακοῦ λαβόντες συναίσθησιν οἶμαι καὶ κόρον τὴν αἰτίαν τῶν δυστυχημάτων αὐτοῖς ἐξομόσωνται καὶ δι’ αὐτῶν ἕτεροι τῷ παραδείγματι σωφρονέστεροι γένωνται.
Opif.199 κʹ. Ὅτι οὐ τέχνης ἔργον ἐστὶν ἡ γενεθλιαλογία ἀλλὰ τύχης, ἣν οὐ μόνους ἀγνοεῖν ἀνθρώπους ἀλλ’ οὐδὲ θεοὺς εἰδέναι φησὶν ὁ Πορφύριος. Ὅτι δὲ καὶ ψευδὴς καὶ οὐδὲ τέχνην ὅλως αὐτὴν ὀνομάζειν χρή, δῆλον ἐντεῦθεν· πᾶσα τέχνη τὰ ἴδια τέλη ὡς ἐπίπαν κατορθοῦσα σπανίαν τὴν ἐν τούτοις ἀπότευξιν ἔχει· τὸ δὲ ἐπέλαττον καὶ σπανίως γινόμενον τύχῃ συμβαίνειν ὁμολογοῦσιν ἅπαντες· ὡς εἴ τις ἀγρὸν σκάπτων φυτείας ἕνεκεν εὕροι θησαυρόν, ἢ λούσασθαι προελθὼν τῷ πάλαι ζητουμένῳ περιτύχοι· ὁποία καὶ ἡ γενεθλιαλογία ἐστί· πλεῖστα γὰρ δῆθεν προλέγουσα καὶ ἐν πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον ἀποτυγχάνουσα, ἐν ὀλίγοις ἔσθ’ ὅτε καὶ ὀλιγάκις συμφωνοῦντα τοῖς λόγοις ἔχει τὰ πράγματα. τοῦτο δὲ τύχης ὡς εἶπον οὐ τέχνης τεκμήριον· ὅθεν οἱ μετιόντες αὐτὴν τῆς ἀγνοίας αἰσθόμενοι ἄλλοι εἰς ἄλλας τῆς ἀποτεύξεως αἰτίας τρέπονται. καὶ κοινὸν μὲν ἅπασι τό ‘Ἢν δ’ ὥρη ψεύσηται, συνεξώλισθεν ἅπαντα‘ ἣν εὑρεῖν ἐστιν ἀδύνατον. Ἀλλ’ οὐκ ἂν οἱ θεοὶ τῆς ὥρας τὴν ἄγνοιαν δικαίως ἂν αἰτιάσαιντο· διὸ Πορφύριος ὁ περὶ πᾶσαν ἀγυρτίαν ἐσπουδακὼς ἐν τῷ δευτέρῳ λόγῳ τοῦ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συντάγματος ἐμφαίνειν μὲν ἐν τοῖς χρησμοῖς φησι τοὺς θεούς, ὅτι ὅσα ἂν τοῖς ἀνθρώποις προλέγωσι, τὴν τῆς γενέσεως γιγνώσκοντες σύστασιν λέγουσιν, ὡς εἶναι αὐτοὺς ἄκρους γενεθλιαλόγους· εἶτα βλέπων πολλὴν καὶ παρ’ ἀνθρώποις ἀποτυχίαν αὐτῆς καὶ ἐν θεοῖς οὖσαν τὴν ἀκριβῆ τῆς φορᾶς τῶν ἄστρων γνῶσιν καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους οὐ μόνον ἀνθρώποις εἶναί φησιν ἀλλὰ καὶ δαιμόνων τισὶ καὶ θεῶν, μᾶλλον δὲ πᾶσιν ἁπλῶς, ὡς διεξιὼν ταῦτα δείκνυσι, καὶ τὴν αἰτίαν εἴρηκε τούτου· ‘πᾶν γάρ‘ φησί ‘τὸ κατιὸν εἰς γῆν, ὅτε κάτεισι ὑποπίπτει τῇ φορᾷ τῶν κρατούντων θεῶν, τουτέστι τῇ κινήσει τῶν ἄστρων, ὥστε καὶ αὐτοὺς τοὺς κατιόντας θεοὺς ὑπὸ τὰς μοίρας εἶναι· κατίασι δὲ καὶ κάτω χρησμῳδοῦσιν ἅπαντες, ὅπου καὶ τὰ χρηστήρια αὐτῶν ἵδρυται καὶ τὰ ἀγάλματα.
Opif.200 οὗτοι δέ εἰσιν οἱ ἀπὸ Κρόνου καὶ Ῥέας καὶ οἱ ἐξ αὐτῶν ἅπαντεσ‘. τούτοις οὖν ἅπασιν ὡς καὶ τοῖς ἀνθρώποις τήν τε πρακτικὴν θεοσοφίαν—οὕτω τὴν μαγείαν καλῶν—χαλεπὴν εἰς ἐγχείρησιν εἶναί φησι καὶ τὴν φορὰν τὴν ἀκριβῆ τῶν ἄστρων καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους, διὸ καὶ ψεύδεσθαι περὶ πολλῶν ἐρωτηθέντας καὶ πολλὰ τούτων εἰς πίστιν ἐκ τῶν χρησμῶν παρατίθεται λόγια. Εἶτα καὶ τὴν αἰτίαν τοῦ ψεύδεσθαι αὐτοὺς μαντευομένους ἐν τῷ τρίτῳ παρέθετο.
Opif.201 ‘παρὰ γὰρ τὴν ἀμαθίαν τῶν καλούντων‘ φησί ‘βιαζόμενοι ὑπ’ αὐτῶν οἱ θεοὶ παρὰ μοῖραν διὰ τὴν βίαν τῶν ἐπανάγκων ἄκοντες λέγειν τι τῶν ἠγνοημένων αὐτοῖς συνελαύνονται‘ κἀντεῦθεν ψευδῆ τὰ μαντεῖα γίνεσθαι. ‘πολλάκις δέ‘ φησίν ‘καὶ αὐτὸ τοῦτο προλέγουσιν, ὅτι ψεύσονται· εἶπεν γοῦν ὁ Ἀπόλλων ποτὲ τῆς περιστάσεως τοῦ περιέχοντος πονηρᾶς οὔσης, ὡς ἐδείξαμεν— καὶ αὐτὸ γὰρ τοῦτο τὸ λέγειν τι τῶν ἐσομένων ἢ εἰδέναι αὐτοὺς ἐκ τῆς φορᾶς τῶν ἄστρων ἔχουσιν— ἐν τοιαύτῃ οὖν πονηρᾷ περιστάσει τοῦ περιέχοντος εἰπεῖν τι βιαζόμενος ὁ Ἀπόλλων οὕτως εἴρηκε· Λῦε βίην κάρτος τε λόγων, ψευδηγόρα λέξω. καὶ ἄλλος δέ τισ‘ φησί ‘κληθεὶς τῶν θεῶν ἔφη· Σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν· Ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. ἥ τε Ἑκάτη κληθεῖσα ἐν τοιαύτῃ καταστάσει τοῦ περιέχοντός φησιν· Οὐ λαλέω, κλείσω δὲ πύλας δολιχοῖο φάρυγγος· Νυκτὸς γὰρ κέντροις ἀχρειοτάτοις προσελαύνει Τιτηνὶς κερόεσσα θεὴ κακὸν Ἄρη ἰδοῦσα. καὶ πάλιν‘ φησί ‘τινῶν εἰπόντων, εἰ καὶ αὐτοὶ οἱ θεοὶ ὑπὸ τὴν εἱμαρμένην εἰσίν, ὅτι φυλάττονται ταῦτα, ἐπήγαγε· * ‘Λυέσθω φύσεως δεσμά, ἵνα σοῖσι πίθωμαι.
Opif.202 Ὦ κραδίη, τί λέληκας, ἀναλκείῃσι τυπεῖσα; Οὐ ποθέεις μαθέειν, ὅ τε μὴ θέμις ὧδ’ ἐρεείνειν; Στῆτε πόθου· παύσασθε βίης τυτθοί περ ἐόντες.‘ καὶ ἕτερα πολλὰ τοιαῦτα Πορφύριος παρατίθεται τήν τε βίαν τῶν καλούντων ἀνθρώπων ἐκτραγῳδῶν καὶ τῶν βιαζομένων θεῶν τὴν ἐπὶ τοῖς συμπίπτουσιν ἐκ τῆς συμπλοκῆς τῶν ἄστρων ἄγνοιαν, ὡς καὶ αὐτῶν τῶν θεῶν ὑποκειμένων τῇ γενεθλιαλογίᾳ καὶ ταῖς μοίραις καὶ ὡς ὑπὸ ἀνθρώπων τοῖς ἐπανάγκοις κατίασι βιαζόμενοι, ὡς καὶ αὐτήν ποτε τὴν Ἑκάτην δυσανασχετοῦσαν εἰπεῖν πρὸς τὸν ἐπαναγκάζοντα· Τίπτε μ’ ἀεὶ θείοντος ἀπ’ αἰθέρος ὧδε χατίζων Θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;‘ Ἐγὼ δὲ ταῦτα ἐκ πολλῶν παρεθέμην ὀλίγα πρὸς ἔλεγχον τοῦ μηδὲ τέχνην τὴν γενεθλιαλογίαν ὑπάρχειν, ἀλλὰ δαιμονιώδη καὶ μόνον ἀπάτην μηδὲ αὐτοῖς γιγνωσκομένην τοῖς ἐπιτηδεύουσιν καὶ τοῦ μὴ ἀληθεύειν δι’ ἄγνοιαν τοὺς ἐξ αὐτῆς μαντευομένους ἀνθρώπους τε καὶ θεούς· ἐξ ὧν ὁποῖοί τε ἦσαν ἔγνωμεν οἱ τῶν χρηστηρίων προεστῶτες θεοί, καὶ τίς ἡ αἰτία τοῦ ψεύδεσθαι αὐτούς, ὅτι ἡ τῶν βιαζομένων αὐτοὺς γοήτων ἀνάγκη, ἣν οὐ φέροντες ἅπερ οὐκ ᾔδεισαν ἔλεγον, τὸ ψεύδεσθαι ἢ ἀλήθειαν ἀδιάφορον ἔχοντες οὐδὲ τὴν Ὁμήρου ποίησιν αἰδούμενοι λέγοντος· Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσι Ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
Opif.203 καὶ τὸ περὶ Μενελάου λεχθέν· Ψεῦδος δ’ οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. ψευδόμενοι ἄρα οἱ θεοὶ οὔτε πεπνυμένοι εἰσὶ καὶ ἐχθροὶ τῷ ὄντως θεῷ καὶ ἀληθείᾳ καὶ τοῖς αὐτῇ χαίρουσιν ἀνθρώποις. ἀλλὰ καὶ Πίνδαρος τῆς ἀρετῆς ἀρχὴν εἶναί φησι τὴν ἀλήθειαν οὕτω λέγων· Ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασς’ Ἀλάθεια· Μὴ πταίσῃς ἐμὰν σύνθεσιν τραχεῖ ποτὶ ψεύδει. ὁρῶμεν γὰρ τοὺς ἐπ’ ἀρετὴν ὁρμῶντας ἐξ αὐτῆς ἀρχομένους σχεδὸν ἅπαντας. τοῦτο γοῦν καὶ ἐν ψαλμοῖς ὁ προφήτης ἐδήλωσεν, ἐν οἷς φησιν· ‘εἶπα, φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακήν‘· οὐδ’ ἀρετῆς ἄρα ἴχνους οἱ παρ’ Ἕλλησι τιμώμενοι δαίμονες ἥψαντο· ‘πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια‘ φησὶ τὸ λόγιον, ἀπολεῖν τε τὸν θεὸν ἠπείλησε πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Θεωρείτωσαν οὖν οἱ μέχρι νῦν ὑπ’ αὐτῶν ἀπατώμενοι, τίνες τε ἦσαν οἱ τῶν μαντείων προεστηκότες δαίμονες, καὶ τίς ἡ βδελυκτὴ γενεθλιαλογία, ἐξ ἧς οἱ τούτων θεοὶ πλανώμενοι τοὺς ἐρωτῶντας ἐπλάνων ἴσα τοῖς ἐξ αὐτῆς ἐμπορευομένοις ἀγύρταις.
Opif.204 καὶ τοῦτο οὖν μέγιστον τῆς τῶν χριστιανῶν εὐσεβοῦς τεκμήριον πίστεως τὸ τὴν θεομισῆ γενεθλιαλογίαν ἀπόμνυσθαι κελεύειν τοῖς προσιοῦσι τῷ δόγματι ὡς ἀλλοτριοῦσαν τοὺς αὐτῇ προσέχοντας τοῦ θεοῦ. λόγος πέμπτος. Καὶ εἶπεν ὁ θεός· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετηνὸν πτερωτὸν κατὰ γένος. Ὅσα μὲν οὖν ἐχρῆν τὸν ἐπόπτην τῶν θείων λόγων τούτων καὶ τῆς μεγάλης τοῦ θεοῦ σοφίας τῶν ἐν τοῖς ὕδασι γενομένων θαυμάτων μυσταγωγὸν ὑμνῆσαί τε τὸν πεποιηκότα καὶ ἀξίως αὐτὰ διηγήσασθαι, ἡ ἱερὰ καὶ σοφωτάτη Βασιλείου φωνὴ τεθεώρηκέ τε σαφῶς καὶ αὐτάρκως ἐδίδαξεν. αʹ.
Opif.205.(1t) Διὰ τί μὴ πρότερον τὰ χερσαῖα γέγονε ζῷα καὶ οὕτως ἐπὶ τὰ ἐξ ὕδατος γενόμενα μετῆλθεν ἡ γένεσις· καὶ καθόλου περὶ τῆς τῶν γενομένων ἁπάντων τάξεως, ἐν ᾧ ὅτι τὰ στοιχεῖα μέν ἐστιν ἄψυχα, τὰ δὲ φυτὰ ἔμψυχα. Ἐγὼ δέ, καθὰ τὴν ἀρχὴν ὑπεσχόμην, καὶ τὰ νῦν προσάντη τῆς λέξεως καὶ τῇ φύσει δοκοῦντα μὴ συμφωνεῖν ἀπευθῦναι σπουδάσω καὶ δεῖξαι σοφὴν ὄντως καὶ ἀκόλουθον τοῖς ἤδη γενομένοις καὶ τὴν περὶ τῶν προκειμένων διδασκαλίαν· πρότερον δὲ συνήθως περὶ τῆς τάξεως αὐτῶν δίκαιον εἰπεῖν. τί δήποτε πεπληρωμένης τῆς τῶν οὐρανίων διακοσμήσεως καὶ τῆς βλάστης ἐν τῇ γῇ τῶν φυτῶν γενομένης, μὴ κατὰ τὸ συνεχὲς καὶ τὰ χερσαῖα γέγονε τῶν ζῴων καὶ πεπληρωμένου τοῦ κόσμου τῆς γῆς ἐπὶ τὸ κάτωθεν δεύτερον στοιχεῖον, τὸ ὕδωρ, ἡ δημιουργία μετῆλθε καὶ τρίτον ἐπὶ τούτοις ὁ ἀὴρ διακεκόσμηται τοῖς πτηνοῖς; τὸ γὰρ ἐφεξῆς καὶ ἔσχατον καὶ τῷ ἀέρι συνεχές τε καὶ ἀδιάκριτον, ὃ καλοῦσιν ὑπέκκαυμα εἰς ζῴων ἀνεπιτήδειον ὑπάρχει γένεσίν τε καὶ δίαιταν, διὰ τὴν λεπτομέρειαν αὐτοῦ καὶ τὸ ἄνικμον οὐκ ἀρκοῦν εἰς σωτηρίαν τοῖς ἀναπνέουσιν, δεομένοις διὰ τῆς συνεχοῦς τοῦ ἀέρος εἰσπνοῆς τε καὶ ἐκπνοῆς ἐμψυχεῖν τε τὴν καρδίαν καὶ τὸ ἔμφυτον ἀναρριπίζειν θερμὸν καὶ τὰ λιγνυώδη τούτου περιττώματα διὰ τῆς ἐκπνοῆς ἀποκρίνειν. διὸ καὶ Πλάτων τρία εἶναι τῶν θνητῶν ζῴων τὰ γένη φησὶ τά τε χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἀέρια. νῦν δὲ πρώτη μὲν ἡ τῶν ἐνύδρων τε καὶ ἀερίων παραδίδοται γένεσις, μετ’ ἐκείνην δὲ ἡ τῶν χερσαίων τῶν ἐν τῷ πυθμένι τοῦ παντὸς διαιτωμένων, τῇ γῇ.
Opif.206 τί οὖν πρὸς ταῦτά φαμεν; Τῶν ἐν τοῖς ὑπὸ σελήνην σωμάτων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα· καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα· τὰ μὲν οὖν ἁπλᾶ, τὰ στοιχεῖά φημι, ὡς ἀρχαὶ πάντων πρῶτα τῶν συνθέτων γέγονεν, ἐμψύχων τε καὶ ἀψύχων· οὐδὲν δὲ τῶν ἁπλῶν ἐστιν ἔμψυχον, οὐδὲ τὰ στοιχεῖα ἄρα· καὶ τοῦτο ὑπ’ αὐτῆς διδασκόμεθα τῆς αἰσθήσεως· πᾶν γὰρ ἔμψυχον τρισὶ τούτοις γνωρίζεται· τῷ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοιον ἑαυτῷ· διὸ καὶ τὰ φυτὰ τούτων μετέχοντα ζῆν τε καὶ τεθνάναι λέγεται καὶ ψυχὴν ἔχειν τὴν φυτικήν· ὧν οὐδὲν ἐν τοῖς στοιχείοις ὁρῶντες ἄψυχα εἶναι ταῦτα φαμὲν εἰκότως. εἰ δέ τις τῇ αἰσθήσει μαχόμενος ἔμψυχα καὶ ταῦτα εἶναι λέγοι, περιφρονητέος εὐλόγως· οὐδὲ γὰρ τῷ λέγοντι μὴ καίειν τὸ πῦρ ἀποκριτέον, ἀλλ’ αὐτὸ προσακτέον τὸ πῦρ. καὶ ἄλλως· ὀργανικὰ τὰ σώματα τῶν ἐμψύχων ἐστίν· οὐδὲν δὲ τῶν στοιχείων ὀργανικόν, οὐκοῦν οὐδὲ ἔμψυχον. Σκόπει οὖν πῶς ἐν τάξει φυσικῇ πάντα ὑπέστη τὰ γενόμενα καὶ ὡς ἀπὸ τῶν ἀτελεστέρων ἡ δημιουργία διά τινων μέσων προῆλθεν ἐπὶ τὰ τελειότατα· μετὰ γὰρ τὴν γένεσιν τῶν στοιχείων πρῶτα τὰ φυτὰ βλαστῆσαι τὴν γῆν ὁ θεὸς κελεύει, ἔσχατον εἶδος ἔχοντα ζωῆς· τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικόν· καὶ αὐτὰ γὰρ ζῆν τε καὶ τεθνάναι λέγεται καὶ διὰ τοῦτο νόσου τε καὶ ὑγιείας ἥβης τε καὶ γήρους ἐστὶ δεκτικὰ κἀντεῦθεν ὅτι ἔμψυχα δῆλον τῇ τοιαύτῃ ψυχωθέντα ψυχῇ.
Opif.207 αἰσθήσεως δὲ καὶ κινήσεως οὐ μετέχει τῆς κατὰ τόπον οὐδὲ τῶν ἄλλων, οἷς τὰ ζῷα χαρακτηρίζεται. δευτέραν δὲ εἴληφε τῆς γενέσεως τῶν ἐμψύχων τάξιν τὰ ἔνυδρα, ἐπεὶ καὶ αὐτὸ τὸ στοιχεῖον τὸ ὕδωρ μετὰ τὴν γῆν ἐστι δεύτερον· ταῦτα δὲ τελειοτέραν μὲν ἔχει τῶν φυτῶν τὴν ζωήν· αἰσθήσεων γὰρ καὶ τῆς κατὰ τόπον μετέχει κινήσεως, ἀμυδροτέρας δὲ ταύτας πολλῷ τῶν ἀερίων ἔχει, ἐπεὶ καὶ τὸ διαφανές τε καὶ διηχὲς τοῦ ὕδατος καὶ τὸ διοσμὸν ἐλάττω πολὺ τοῦ ἐν ἀέρι διὰ τὴν τοῦ σώματος μὲν τοῦ ἀερίου λεπτομέρειαν, παχυμέρειαν δὲ πολλῷ τοῦ ὕδατος. ἕπεται δὲ τούτοις τὸ καὶ τὴν φαντασίαν τὸ τῶν αἰσθημάτων ἐκμαγεῖόν τε καὶ φυλακτήριον ἀναλόγως ἔχειν ἀμβλυτέραν· ὅτι μὲν γὰρ φαντάζεται καὶ τὰ ἔνυδρα, δῆλον ἐξ ὧν καὶ τόπους ἀμείβει τοῖς καιροῖς ἐπιτηδείους καὶ γνωρίζει τὰ βλάπτοντα καὶ φεύγει. διὰ δὲ τὸ ἀμυδρὸν τῆς φαντασίας ψοφοδεῆ τέ ἐστι καὶ δειλὰ καὶ ἀτίθασα· στέρεται δὲ καὶ φωνῆς, ἥτις τῶν ἐν τῇ φαντασίᾳ παθημάτων ἐστὶν ἐξαγγελτική. λέγουσι δὲ τὰς θαλασσίας καστορίδας τοῖς αἰγιαλοῖς πλησιαζούσας ἀπαίσιον ὠρύεσθαι φωνὴν τοῖς ἀκούουσι θάνατον αὐτοῖς πλησιάζοντα προσημαίνουσαν· ὅπερ εἰ καὶ ἀληθὲς εἴη, οὐκ ἔλεγχος τὸ ἓν γίνεται τοῦ ὅλου. καὶ τὸν σκάρον δέ φασι λαλαγὴν ἀφιέναι τινὰ τοῖς βραγχίοις περιπλεκομένου τοῦ ὕδατος καὶ ψόφον ποιοῦντος. τοιοῦτον δέ τι καὶ τὸν βῶκα πάσχειν, διὸ καὶ τὴν ὀνομασίαν εἴληφε, βόαξ τις ὤν, τοῦ ο καὶ τοῦ α εἰς ω συνῃρημένων, ἐξ ὧν καὶ περισπωμένην ἔχει τὴν προσῳδίαν, καὶ αὐτὴν σύνθετον οὖσαν· φωνὴ δὲ τούτων ἐστὶν οὐδέτερον.
Opif.208 Ἐπὶ τούτοις τὰ πτηνὰ γίνεται· ‘ἐξαγαγέτω‘ γάρ φησι ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘· ταῦτα δὲ τῶν ἐνύδρων ἐναργεστέρας καὶ τὰς αἰσθήσεις ἔχει καὶ τὰς φαντασίας· καὶ ταῦτα δ’ ὅμως κατὰ τὸ πλεῖστον ἀτίθασα, μάλιστά γε ὅσα μετεωροποροῦντα πρὸς ὕψος αἴρεται πολύ. Τὰ δὲ χερσαῖα τῶν ζῴων τῶν ἄλλων ἐστὶ τελειότερα καὶ τὰς αἰσθήσεις καὶ τὴν φαντασίαν ἐναργεστέραν ἔχει καὶ πλησιάζουσαν τῷ λόγῳ· φρόνιμά τε τούτων ἐστί τινα, δόλιά τε ἄλλα καὶ πανοῦργα, καὶ προνοητικὰ τοῦ μέλλοντος, χειροήθη τε πολλὰ καὶ συμβιοτεύοντα τοῖς ἀνθρώποις καὶ τῶν μόχθων αὐτοὺς ἐπικουφίζοντα· ‘ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ‘. τί δ’ ἄν τις εἴποι περὶ κυνῶν, ὅσην πρὸς τοὺς κεκτημένους στοργήν τε καὶ εὔνοιαν ἔχουσι; πολλοὶ γοῦν καὶ ὑπεραπέθανον τῶν δεσποτῶν τοὺς ἐπιόντας αὐτοῖς ἀμυνόμενοι. ἱστορεῖ δὲ καὶ Φλέγων ἐν τῇ ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Λυσιμάχου τοῦ Μακεδόνος ἄταφον ἐπὶ πολλὰς ἡμέρας τὸ σῶμα κείμενον ὑπὸ κυνὸς φυλάττεσθαι εἴργοντος τοῦ νεκροῦ τὰ θηρία, μέχρις οὗ Θώραξ ὁ Λαρισαῖος περιτυχὼν αὐτὸν ἔθαψεν.
Opif.209 γέγονε δέ τι παράδοξον καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων καὶ μνήμης ἄξιον καὶ τὴν περὶ αὐτῶν ἱστορίαν τῶν παλαιῶν πιστούμενον· ἠκολούθει τις κύων ὁδεύοντι μόνῳ τῷ δεσπότῃ· λῃστὴς ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἔλαθεν. ἔμενεν ὁ κύων ἐπὶ τῷ σώματι συμπάσχων τε καὶ φυλάττων αὐτό. ἕτερος δέ τις ὁδεύων ἰδὼν τὸ σῶμα ταφῇ παρέδωκεν. ἠκολούθησεν ὁ κύων τῷ θάψαντι· ἦν δὲ οὗτος τὸ ἐπιτήδευμα κάπηλος. συνῆν ὁ κύων αὐτῷ διηνεκῶς φυλάσσων τὸ ἐργαστήριον. πάντας τοὺς εἰσιόντας ἐπὶ πότον ὡς οἰκείους ἔσαινεν. χρόνῳ ποτὲ τὸν φονέα συνέβη πιόμενον εἰς τὸ καπηλεῖον ἐλθεῖν. ἐκεῖνον ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα καὶ εἰσελθεῖν οὐκ εἴα τὸν ἄνθρωπον. τοῦτο πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείου κινήματος ἤγαγεν, διὸ συσχεθεὶς εἰς κρίσιν παρεδόθη καὶ τὸ πραχθὲν ὡμολόγησε καὶ δίκην ἔδωκε. καὶ ἐκ συνεθισμοῦ δὲ πολλὰ τῶν ζῴων διδάσκεται πλείονα σπουδαῖά τε καὶ παιγνιώδη· ἵπποι τὰ πολεμικὰ καὶ ἐλέφαντες ἐμελέτησαν· οὕτω τῷ λόγῳ σχεδὸν πλησιάζουσιν. Ἐπὶ τούτοις ἅπασι τὸ τελειότατον ζῷον ἁπάντων ἔσχατος δημιουργεῖται ὁ ἄνθρωπος. ταύτῃ δὲ τῇ τάξει καὶ ἡ τῆς φύσεως πρόεισι γένεσις· κάτεισι μὲν γὰρ ἄψυχον ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκεῖ δὲ τὴν φυτικὴν λαμβάνει ζωὴν τρεφόμενόν τε καὶ αὐξανόμενον· εἶτα προϊούσης τῆς γενέσεως διαπλάττεται καὶ ψυχοῦται καὶ ζῷον γίνεται· εἶτα τελευταῖον τῆς λογικῆς τυγχάνει ψυχῆς καὶ τέλειος ἀποκυΐσκεται ἄνθρωπος.
Opif.210 καὶ τοῦτο ἡμῖν ἐν ἑτέροις ἰδίας ἔτυχεν ἐξετάσεώς τε καὶ ἀποδείξεως, ὅτι τὴν λογικὴν ἐν τῇ μήτρᾳ ψυχὴν τὸ ἔμβρυον δέχεται· καὶ ἐξ αὐτῶν δὲ τῶν ἤδη τελείων ἔστι τοῦτο ἰδεῖν· ὅσα μὲν γὰρ τὰς κρείττονας ἔχει δυνάμεις, ὡς ὁ ἄνθρωπος τὴν λογικήν, ὑπηρετούσας ἔχει τὰς ἐλάττους τὴν ἄλογόν τε καὶ τὴν φυτικήν, ὡς καὶ τὰ λοιπὰ ζῷα μετὰ τῆς ἀλόγου καὶ τὴν φυτικὴν ἔχει· τὰ δὲ τὰς χείρονας ἔχοντα οὐ πάντως ἔχει καὶ τὰς κρείττους· οὔτε γὰρ τὰ φυτὰ τὴν ἄλογον οὔτε τὰ ἄλογα τὴν λογικήν. κατὰ ταύτην ἄρα τὴν φυσικὴν καὶ ἀναγκαίαν τάξιν μετὰ τὴν τῶν στοιχείων γένεσιν τῶν ἐμψύχων τὰ φυτὰ μὲν δεύτερον, τὰ ζῷα δὲ γέγονε τρίτον, καὶ ταῦτα πάλιν κατὰ τὴν εἰρημένην ἀκολουθίαν· καὶ πάντων ἔσχατος ὁ ἄνθρωπος γίνεται πάσας ἐν ἑαυτῷ περιειληφὼς γενικώτερον τὰς ζωτικὰς δυνάμεις. τούτων εἰρημένων ἐπὶ τὴν ἐξέτασιν τῆς λέξεως ἔλθωμεν. βʹ. Ὅτι ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα‘ τοῖς ὕδασι καὶ τὸν ἀέρα συμπεριείληφε διὰ τὴν τῶν δύο τούτων στοιχείων συγγένειαν. Τί δήποτε τοῖς ὕδασιν ἐξαγαγεῖν κελεύει θεὸς οὐ τὰ νηκτὰ μόνον, ἀλλὰ καὶ τὰ πτηνά; εἰ γὰρ καί τινα τούτων ἔφυδρον ἔχει βίον τὴν τροφὴν ἐκεῖθεν ἀγρεύοντα, λάροι καὶ ἀλκυόνες αἴθυιαί τε καὶ ἁλιαίετοι καὶ κέπφοι νῆσσαί τε καὶ τὰ ἑλειονόμα πάντα, ἀλλ’ οὐχ ὑποβρύχια τίκτονται, καθάπερ οἱ ἰχθύες· —τοὐναντίον δὲ τῶν ἐνύδρων τινὰ ἐν γῇ τίκτει· φῶκαι κροκόδειλοι καρκίνοι· τὰ δὲ πτηνὰ πάντα ἐν γῇ καὶ ἐν ὄρεσι καὶ ἐν ἀέρι δένδρων κορυφαῖς ἐπιβαίνοντα.
Opif.211 πλεῖστα δὲ τούτων οὐδὲ προσεγγίζει τοῖς ὕδασι, πολλὰ δὲ καὶ ἐρημονόμα τυγχάνει ὄντα. —μήποτε οὖν, ὡς ἤδη καὶ πρότερον εἶπον ἐξηγούμενος τό ‘γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατοσ‘, ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘ καὶ τὸν ἀέρα συμπεριείληφε· τίνι γὰρ οὐκ ἔστι δῆλον, ὅτι οὐδὲν τῶν πτηνῶν ἐξάγει τὰ ὕδατα; Ἀλλ’ οὐδὲ τοῦ ἀέρος ἐν τῇ κοσμογονίᾳ μνήμην πεποίηται Μωϋσῆς· οὐδ’ ὅλως οἶδε τοῦτο τὸ ὄνομα ἴσως καὶ ὁμωνυμίας ἐπ’ ἀμφοῖν οὔσης ἢ παρωνυμίας τινὸς κατὰ τὴν Ἑβραίων γλῶτταν ἢ καὶ διὰ τὸ πολλὴν ὕδατός τε καὶ ἀέρος εἶναι τὴν κοινωνίαν τῆς φύσεως· ὑγρόν ἐστιν ἑκάτερον καὶ χυτόν, διαφανές τε καὶ δίοσμον καὶ διηχές· καὶ δῆλον, ἐξ ὧν ἐπί τινος ἄγρας ἰχθύων καὶ μέγιστον ἅπτουσι πῦρ οἱ ἀγρεύοντες διὰ τούτου ἐπὶ τὰς σαγήνας αὐτοὺς προκαλούμενοι· καὶ πολὺν ἐπὶ τῶν σανίδων ποιοῦσι κτύπον ἐφ’ ἑτέρων ἄγρᾳ καὶ κοντοῖς τὸ ὕδωρ πλήττουσιν· ἄλλοι δὲ καὶ δυσώδη δελέατα ἀγκίστροις ἐπί τινων ἰχθύων ἄγρᾳ, οἷον τῶν τριγλῶν, περιβάλλουσι. ῥᾳδίαν δὲ εἰς ἄλληλα τὴν μεταβολὴν τὸ ὕδωρ ποιεῖται καὶ ὁ ἀήρ· εὐχερῶς δὲ καὶ ὁ ἀὴρ ὑπὸ τοῦ πλησιάζοντος ὕδατος ψύχεται καὶ τὸ ὕδωρ ὑπὸ τῆς ἐκείνου ἀλέας θερμαίνεται. γʹ.
Opif.212.(1t) Τίς ἡ κοινωνία τε καὶ ἡ διαφορὰ ἐνύδρων τε καὶ ἀερίων. Πολλὴ δὲ καὶ τῶν νηκτῶν τε καὶ πτηνῶν ζῴων ἡ κοινωνία. πτερυγωτά ἐστιν ἑκάτερα, δι’ ὧν τὰ μὲν ἐν ὕδασι, τὰ δὲ ἐν ἀέρι νήχεται· ἀλλὰ τὰ μὲν ἀέρια πτερὰ μείζονα διὰ τὴν λεπτομέρειαν ἔχει τοῦ ἀέρος, ἵνα ὑπὸ πλείονος ἀνέχηται· τὰ δὲ ἔνυδρα ἐλάττονα διὰ τὴν παχύτητα τοῦ ὕδατος καὶ μάλιστα τοῦ θαλαττίου καὶ ὑμενώδη, ἵνα μὴ διαρρέῃ τὸ ὕδωρ ἀλλ’ ἀνέχῃ· καὶ ταῖς οὐραῖς ἀμφότερα πηδαλίῳ χρῆται πρὸς τὴν τοῦ σώματος τῇδε κἀκεῖσε περιαγωγήν. ὑποβρύχια πτηνὰ γίνεται πρὸς ἄγραν τροφῆς καὶ τῶν ἐνύδρων τινὰ τοῖς πτερυγίοις εἰς ἀέρα μετεωρίζεται, ὡς τευθίδες ἱέρακές τε θαλάττιοι καὶ χελιδόνες· ὅταν γὰρ ἴδωσιν μείζονα ἰχθὺν αὐτοῖς ἐπιόντα ἀναπηδῶσιν εἰς τὸν ἀέρα πετόμενοι ἀγεληδόν· διὸ καὶ τοῖς πλοίοις πολλάκις ἐπιπίπτουσιν αἱ τευθίδες, αὐτόματος ἄγρα τοῖς πλέουσι· τῶν ἄλλων γὰρ πλέον εἰς ὕψος αἴρονται. ἑκάτερα ᾠοτοκεῖ τὰ γένη, ὀλίγα τῶν ἐνύδρων ζῳοτοκεῖ, φῶκαι δελφῖνες νάρκαι καὶ ἄλλα· καὶ νυκτερίδες ἐν πτηνοῖς ζῳοτοκοῦσιν. ἐν ἑκατέροις ἐστὶν ἀμφίβια, ἐν πτηνοῖς μέν, ὅσα τὴν ἄγραν ἐξ ὑδάτων ἔχει· καὶ γὰρ ἐν γῇ ταῦτα διαιτώμενα τρέφεται τῇ ἀπὸ τῆς γῆς τροφῇ· τῶν δὲ ἐνύδρων ἐν γῇ διαιτῶνται φῶκαι καρκίνοι πάγουροι κροκόδειλοι ἵπποι ποτάμιοι βάτραχοι· νῆσσαι δὲ πᾶσαι ἐν ἕλεσι καὶ ἀλκυόνες πρὸς αὐτοὺς τῆς θαλάσσης τοὺς αἰγιαλοὺς ἐπῳάζουσιν, κροκόδειλοι δὲ ἐν τῇ γῇ τοῦ ὕδατος ἀνωτέρω· φῶκαι δὲ οὐ μόνον ἐν γῇ ζῳοτοκοῦσιν, ἀλλὰ καὶ τὰ τικτόμενα τρέφουσί τινα χρόνον, ἕως ἂν ἁδρυνθέντα εἰς τὰς τῶν τεκόντων ἡ μήτηρ καταγάγῃ οἰκήσεις τε καὶ διατριβάς· λέγονται δὲ καὶ οἱ ὀσμύλοι καὶ οἱ πολύποδες, εἴ που πλησίον αἰγιαλῶν συκαῖ τύχοιεν, ἐξιέναι τοῦ ὕδατος καὶ ἀνέρποντες ἐπὶ τὰ δένδρα περιπλέκεσθαι τοῖς κλάδοις καὶ τῶν σύκων ἐσθίειν.
Opif.213 ἀμφίβιοί εἰσι καὶ ὁ ἡμερόκοιτος ἤτοι ἄδωνις καλούμενος καὶ ἡ θαλασσία σκολόπενδρα· οὐκ ἐπ’ ὀλίγον δὲ καὶ αἱ ἐγχέλυες διαζῶσιν ἐν γῇ καὶ ἕτερα πλεῖστα. Διὰ ταῦτα οὖν ἅπαντα κοινὴν εἶναι τὴν γένεσιν τῶν ἐνύδρων τε καὶ τῶν ἀερίων ἐκ τῆς ὑγρᾶς οὐσίας εἴρηκε Μωϋσῆς, ἐπειδήπερ ὡς ἔφην οὐδὲ ὀνόματος ἀέρος οὐδαμοῦ πεποίηται μνήμην, ὕδατος δὲ πολλάκις. Ἔστι γοῦν ἄνωθεν ἀναλαβόντα τὸν περὶ τῶν πτηνῶν λόγον εἰπεῖν οὕτως. δʹ. Ὅτι ἀναγκαίως Μωϋσῆς καὶ τῇ φύσει τῶν πτηνῶν συμφώνως μετὰ τῶν ἐνύδρων αὐτοῖς τὴν γένεσιν ἔδωκεν. Τῶν ζῴων τὰ μὲν ἐν γῇ μόνῃ, τὰ δὲ ἐν ὕδασι μόνοις τὴν διατριβὴν ἔχει, τὰ δὲ ἐν ἀμφοῖν, ὡς τὰ ἀμφίβια· ἐν ἀέρι δέ τινα μόνῳ διάγοντα καὶ μὴ κοινωνοῦντα γῆς ἢ ὕδατος εὑρεῖν ἀδύνατον. κοινωνοῦσι δὲ τὰ πτηνὰ κατὰ τὸ πλεῖστον τοῖς νηκτοῖς, ἐν οἷς ἀπηριθμησάμην, ἐπ’ ἔλαττον δὲ τοῖς πεζοῖς τῷ τε πόδας ἔχειν ὡς ἐκεῖνα καὶ εἶναι διὰ τοῦτο καὶ πεζὰ καὶ τῷ ἀναπνεῖν καὶ φωνὴν ἔχειν. ἐπεὶ οὖν οὐκ ἦν αὐτῶν τῷ ἀέρι δοῦναι τὴν γένεσιν—οὐδὲ γὰρ ἔγνωστο τοὔνομα τοῦτο τῇ διαλέκτῳ τῶν Ἑβραίων κατὰ τοὺς ἐκείνου χρόνους ὡς ἔοικεν—ἐλείπετο δὲ τὸ ὕδωρ καὶ ἡ γῆ, ἐκοινώνει δὲ κατὰ τὸ πλεῖστον τὰ πτηνὰ τοῖς νηκτοῖς μᾶλλον ἢ τοῖς πεζοῖς ἐν τοῖς προσοῦσιν αὐτοῖς ἰδιώμασιν, ἀναγκαίως ἄρα Μωϋσῆς καὶ τῇ φύσει αὐτῶν συμφώνως ἐκ τῶν ὑδάτων αὐτοῖς τε καὶ τοῖς νηκτοῖς ὁμοῦ παρέσχε τὴν γένεσιν, τοῖς ὕδασι συμπεριλαβὼν καὶ τὸν ἀέρα.
Opif.214 Δῆλον δὲ ὅτι κατὰ τὴν σύνθεσιν τοῦ σώματος πάντα μετέχει γῆς, εἴγε πᾶν σύνθετον ἐκ τῶν τεσσάρων συνέστηκε, καὶ πλείονος τῶν ἄλλων μετέχει γῆς τε καὶ ὕδατος· διὸ πάντα ἐστὶ βαρέα, μᾶλλον δὲ τὰ χερσαῖα τῶν πτηνῶν· ξηρότερα γὰρ ὡς πλείονος μετέχοντα γῆς καὶ διὰ τοῦτο παχύχυμα· τῶν δὲ πτηνῶν ἰχθύες ὑγρότεροι ὡς πολλοῦ μετέχοντες ὕδατος, ὡς καὶ τῶν χερσαίων οἱ ὄρνεις. ἀλλ’ οὐδὲ τὰ ἔνυδρα ἐν μόνοις ὑπολείπεται ἀεὶ τοῖς ὕδασιν, ἀλλὰ καὶ ἐν πέτραις ἐρείδεται καὶ ψάμμοις καὶ πηλοῖς βρύοις τε καὶ τῇ ὑποκειμένῃ τοῖς ὕδασι γῇ. εʹ. Ὅτι διὰ τὸ θεῖον πρόσταγμα μέχρι νῦν καὶ χωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ νηκτὸν γένος ὑπὸ τῶν ὑδάτων ἐξάγεται καὶ ἐπὶ τῆς γῆς ὁμοίως. ‘Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘· τοὺς τόπους, ἐν οἷς διαιτῶνται, διὰ τούτου δηλοῖ ὡς καὶ ἐπὶ τῶν χερσαίων· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘.
Opif.215 ἐξ οὗ δὲ τὸ θεῖον τοῦτο προῆλθε πρόσταγμα, γόνιμος ἡ τῶν ὑδάτων γέγονε φύσις καὶ οὐ διέλειπεν οὐδὲ διαλείψει ποτὲ καὶ χωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ νηκτὸν ἐξάγουσα γένος. δείκνυσι τὰ μυρία τῆς ἀφύης γένη καὶ τὰ ἐν τέλμασι γινόμενα καὶ τὰ ἐκ σήψεως ἅπαντα· οἵας εἶναί τινες καὶ τὰς ἐγχέλεις φασὶ καὶ τοὺς γόγγρους· τινὲς δὲ περιπλεκομένας ἀλλήλαις καὶ προστριβομένας τῇ πολλῇ κινήσει τὰς ἐγχέλυας ἰχῶρας ἐκ τῶν σωμάτων ἀποπέμπειν, οὓς τὴν ἰλὺν δεχομένην σπέρματος λόγον ἔχοντας τὰς ἐγχέλυς ζῳογονεῖν ὄστρεά τε καὶ ἐχίνους καὶ τῶν ὀστρακοδέρμων πολλά· καὶ ἐν πολλαῖς δὲ ὑδάτων συστάσεσιν οὔπω πρότερον οὔσαις γεννῶνται ἰχθύες, εἰ τῆς ἐξ ἡλίου τύχωσιν ἀλέας, καὶ ἐν πηγαῖς ὁμοίως. Οἶδα δὲ ἐγὼ καί τι τοιοῦτο γενόμενον παρ’ ἡμῖν. ἐλλειπής ποτε τοῦ Νείλου γέγονεν ἡ ἐπίβασις, καὶ τῆς λίμνης τῆς καλουμένης Μαρίας βάθος οὐκ ἐχούσης πολὺ διὰ τὴν τοῦ ὕδατος ἔνδειαν ἄπειρον ἰχθύων ἠγρεύετο πλῆθος, ὡς προϊοῦσαν αὐτῶν λοιπὸν ἐλλειπεστέραν γενέσθαι τὴν ἄγραν· τοῦ καιροῦ δὲ πάλιν τῆς ἐπιβάσεως φθάσαντος, δαψιλὲς ἄγαν τὸ ὕδωρ ἐπέβαινεν. καὶ τοσαύτη γέγονεν ἀλαβήτων μάλιστα γονή, ὡς μὴ ἀντισχεῖν ἔτι πρὸς τὴν ἄγραν τοὺς ἁλιεύοντας· ἰσομεγέθεις τε σχεδὸν ὑπῆρχον ἅπαντες ἤγουν οἱ πλεῖστοι. καὶ τὸ παράδοξον ἐν τοῖς καταστρώμασι τῶν σκαφῶν γονὴ λεπτοτάτη τῶν ἰχθύων τούτων ηὑρίσκετο συγκατιοῦσα πρὸς ἕω τῇ δρόσῳ, ὡς πεπεῖσθαι μικροῦ δεῖν ἅπαντας καὶ τὸ ἐν τῷ ἀέρι ὕδωρ ἀτμιδῶδες ὂν ἔτι τὸ γένος τῶν ἰχθύων ἀπογεννῆσαι τοῦτο.
Opif.216 ἐμὲ δὲ ὑπόνοιά τις εἰσῄει· μήποτε τοῖς ἐξ ἡλίου ἀναφερομένοις ἀτμοῖς τὸ λεπτότατον τῆς εἰρημένης τῶν ἰχθύων γονῆς ἅτε δὴ πλείστης οὔσης συνανεφέρετο καὶ πηγνυμένης εἰς δρόσον ταύτῃ συγκατεφέρετο. ἱστορεῖ δὲ Διόδωρος καὶ ἐν τοῖς νέφεσί ποτε βατράχων γενέσθαι πλῆθος τοσοῦτον, ὡς Κελτικόν τι ἔθνος τὴν βλάβην αὐτῶν οὐ φέρον ἐκλιπεῖν τὴν πατρίδα. τοῦτο δὲ καὶ ἐν Αἰγύπτῳ Μωϋσῆς κατὰ θεοῦ μῆνιν ἱστόρησε γεγονός· καὶ ἐν Θηβαΐδι ὑετῶν γιγνομένων πλειόνων ἀρουραῖοι γεννῶνται μύες. Αὐτόματον ἄρα τὸ ὕδωρ ἔτι τὸ θεῖον φυλάττον πρόσταγμα τοὺς ἰχθύας ἐξάγει τῆς ἐξ ἑτέρων ἔσθ’ ὅτε σπερματικῆς καταβολῆς οὐ δεόμενον. Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρᾶται συμβαῖνον· εἰ γὰρ ἡ πατουμένη γῆ νῦν καὶ διὰ τοῦτο ἄκαρπος ἐπὶ χρόνον σχολάσῃ τινὰ ἢ καὶ τῆς ἐξ ἀνθρώπων ἐπιμελείας τύχῃ καὶ ὑετῶν ἀρδείας, εὐθέως χλοηφορεῖ καὶ προϊοῦσα βοτάνας καὶ θάμνους, καὶ νῦν, αὐτομάτους ἀνίησι. καὶ ἐκ σήψεως δὲ γῆς καὶ ἀέρος καὶ ἑτέρων σωμάτων αὐτόματα γένη ζῴων μυρία γίνεται. τοὺς σπερματικοὺς ἄρα τῶν ἐσομένων λόγους ἐν τοῖς στοιχείοις ὁ θεὸς ἐξ ἀρχῆς ἐναπέθετο. ϛʹ.
Opif.217.(1t) Τίνα ἐστὶ τὰ ἑρπετά, καὶ διὰ τί οὕτως κέκληται. Ἑρπετὰ δὲ καλεῖται κυρίως τὰ μὴ ποσὶ τῆς γῆς ἐπιβαίνοντα ἀλλ’ ὅλα ἐπιπεπτωκότα τῇ γῇ· ἔρα γὰρ ἡ γῆ παρ’ Ἕλλησι κέκληται, ἐξ οὗ καὶ τὸ ἔραζε γέγονεν ἐπίρρημα, ἐραπετά τινα ὄντα εἰς τὴν ἔραν πεπτωκότα. οὔτε δὲ οἱ ἰχθύες ποσὶν ἐν τοῖς ὕδασι κινοῦνται οὔτε τὰ πτηνὰ ἐν ἀέρι, ἀλλ’ ὅλην ἐπιθέντες οἱ μὲν τοῖς ὕδασιν, οἱ δὲ τῷ ἀέρι τὴν γαστέρα, τοῖς πτεροῖς ὡς κώπαις τῷ ὑποκειμένῳ στοιχείῳ ἐρειδόμενοι τὸ ἴδιον ἐπωθοῦσιν ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι σῶμα τοῖς οὐραίοις τὴν κίνησιν αὐτοῦ πηδαλίου δίκην ἰθύνοντα. ἀλλ’ ἡ γραφὴ διαστέλλουσα ἑρπετὰ μὲν τοὺς ἰχθύας, πτηνὰ δὲ ὠνόμασεν τὰ ἀέρια· ἡ δὲ διαφορὰ τῶν ὀνομάτων ἄλλη ἐξ ἄλλου τῶν προσόντων αὐτοῖς ἐγένετο. ἀπὸ μὲν τοῦ εἴδους τῆς κινήσεως τὰ μὲν καλεῖται νηκτά, τὰ δὲ πεζά, τὰ δὲ πτηνά, ἀπὸ δὲ τῶν τόπων ἐν οἷς διάγουσι τὰ μὲν ἔνυδρα, τὰ δὲ χθόνια, τὰ δὲ ἀέρια. ἐκ δὲ τῶν ἀπηριθμημένων ἰδιωμάτων, ἐν οἷς τὰ νηκτὰ καὶ πτηνὰ κεκοινωνήκασιν ἀλλήλοις, κοινὴν αὐτῶν καὶ τὴν γένεσιν πεφυσιολόγηκε Μωϋσῆς. ‘Καὶ πετηνὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘. Τινὲς οὐρανὸν ἐνταῦθα τὸν ὑπὸ τὰ νέφη ἀέρα ἤκουσαν· περὶ τοῦτον γὰρ ἵπτανται· καὶ τοῦτο δῆλον ἐποίησεν εἰπών· ‘ἐπὶ τῆς γῆσ‘· ἐπίκειται γὰρ τῇ γῇ ὁ ὑπὸ τὰ νέφη ἀήρ, ἐν ᾧ τῶν ὀρνέων ἡ πτῆσις γίνεται· στερέωμα δ’ ἐκάλεσε τοῦτον, ὡς παχύτερον τοῦ ὑπὲρ τὰ νέφη λεπτομερεστάτου ὄντος, διόπερ εἰς ἐκεῖνον οὐκ ἐπιβαίνουσιν.
Opif.218 οἶδε μὲν οὖν, ὡς ἐδείξαμεν, καὶ τὸν ἀέρα καλεῖν οὐρανὸν ἡ γραφή. οὐ συγχωροῦσι δὲ τοῦτο νοεῖν ἡμᾶς ἐνταῦθα αἱ τῶν ἄλλων ἐκδόσεις. Ἀκύλας μὲν γὰρ οὕτως εἴρηκε· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετὸν ψυχῆς ζώσης καὶ πετηνὸν ἱπτάμενον ἐπὶ τῆς γῆς, ἐπὶ πρόσωπον τοῦ στερεώματος τοῦ οὐρανοῦ‘. Θεοδοτίων· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά, ψυχὰς ζώσας καὶ πετηνὸν πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώματος οὐρανοῦ‘. Σύμμαχος· ‘εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετόν, ψυχὴν ζῶσαν, καὶ πετηνὸν πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώματος οὐρανοῦ‘. ζʹ. Ὅτι οὐρανὸν λέγει νῦν Μωϋσῆς οὐ τὸν ἀέρα, ἀλλ’ αὐτὸ τὸ στερέωμα, ὃ ἐκάλεσεν ὁ θεὸς οὐρανόν. Ἐκ τούτων ὑπάρχει δῆλον, ὅτι μὴ τὸν ἀέρα νῦν σημαίνει τὸ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ ἵπτασθαι, ἀλλ’ αὐτὸν τὸν οὐρανόν, περὶ οὗ εἶπεν· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν‘· τὸ γὰρ κατὰ πρόσωπον τοῦ οὐρανοῦ καὶ ἐπὶ πρόσωπον τοῦ οὐρανοῦ πέτεσθαι δηλοῖ τὸ ἀντιπρόσωπα τῷ οὐρανῷ ἵπτασθαι, ὡς ἂν εἴποι τις· κατὰ πρόσωπόν μου ἔρχεται ὁ δεῖνα, ἐπὶ πρόσωπόν μου κινεῖται· πρόσωπον δέ ἐστι τοῦ οὐρανοῦ ἡ κοίλη καὶ πρὸς ἡμᾶς ὁρῶσα αὐτοῦ ἐπιφάνεια.
Opif.219 οὕτως οὖν καὶ τὸ τῶν ἑβδομήκοντα ‘κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ νοητέον· τουτέστιν κατεναντίον τοῦ οὐρανοῦ· τὰ γὰρ κάτωθεν τῆς πτήσεως ἀρχόμενα ὡς πρὸς αὐτὸν φέρεται τὸν οὐρανόν. καὶ οὕτως οὐδὲν ἐν τούτοις δύσκολον ἢ ζητήσεως ἄξιον. τὸ δὲ ‘ἐξερψάτω‘ ὡς πρὸς τὸ ὄνομα τῶν ἑρπετῶν καὶ τὴν κίνησιν αὐτῶν ἐπιτήδειον. ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετηνὸν πτερωτὸν κατὰ γένοσ‘. ηʹ. Ὅτι ἀκολουθότερα πρὸς διάνοιαν τὰ τῆς ἐπαναλήψεως καὶ τὰ Συμμάχου καὶ τὰ Θεοδοτίωνος· καὶ ὅτι ἐντεῦθεν δείκνυνται θνηταὶ τῶν ἀλόγων αἱ ψυχαὶ καὶ πρὸς ἀντιδιαστολὴν τούτων αἱ τῶν ἀνθρώπων ἀθάνατοι. Τὸ μὲν πρόσταγμά φησιν· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν‘, νυνὶ δὲ ἡ ἐπανάληψις· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν‘· ὅπερ ἀκολουθότερόν ἐστι τοῦ προτέρου πρὸς διάνοιαν· τὸ μὲν γὰρ ψυχὴν ζῴων ἀκόλουθον, τὸ δὲ ἑρπετὰ ψυχῶν οὐ πάνυ. συμφωνοῦσι δὲ τῇ ἐπαναλήψει Θεοδοτίων καὶ Σύμμαχος· ὁ μὲν γάρ· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά, ψυχὰς ζώσασ‘ κατ’ εὐθεῖαν ἀμφότερα, ἵνα ᾖ ὥσπερ ἐπεξήγησις τοῦ ‘ἑρπετά‘ τό ‘ψυχὰς ζώσασ‘· Σύμμαχος δέ· ‘ἑρπετὸν ψυχὴν ζῶσαν‘ τουτέστιν ὅπερ ἐστὶ ψυχὴ ζῶσα.
Opif.220 δῆλον δὲ ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τὸ ὅλον ψυχὴν ὠνόμασεν· ἔθος γὰρ τῇ γραφῇ τοῦτο, οἷόν ἐστι τὸ εἰσεληλυθέναι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τὸν Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐν ταῖς πράξεσιν· ‘ἦμεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ‘. καὶ τὸ κοινὸν δὲ ἔθος ἐπιρρεπὲς εἰς τοῦτο. ἐκ τούτων δὲ δῆλον, ὅτι θνητὰς οἶδε τὰς τῶν ἀλόγων ψυχάς, εἴπερ τὰ ὕδατα καὶ τὴν γῆν αὐτὰς ἐξάγειν κελεύει, ὡς δίχα σωμάτων εἶναι μὴ δυναμένας· ἐπὶ γοῦν τῶν ἀνθρώπων οὐδὲν εἴρηται τοιοῦτον, ὡς εἰσόμεθα ἐκεῖσε γενόμενοι. ὥσπερ δὲ ἐπὶ τῶν φωστήρων εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλουσ‘ μετελθὼν ἐπὶ τὸ πλῆθός φησι· ‘καὶ τοὺς ἀστέρασ‘ οὕτω καὶ νῦν εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα‘ ἀριθμὸν τούτων οὐκ εἰρηκώς—πολλὰ γάρ εἰσι καὶ τὰ γένη τούτων καὶ τὰ ὑφ’ ἕκαστον γένος ἄτομα—μετελθὼν ἐπὶ τὸ λοιπὸν τῶν ἐνύδρων πλῆθός φησιν· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν‘· ἀκολούθως γὰρ τῷ ‘ζῴων‘ γενικωτέρῳ ὄντι ἐπήγαγε τό ‘ἑρπετῶν‘, ὅπερ ἐστὶν εἰδικώτερον· εἰ γάρ ἐστι καί τινα τῶν ἐνύδρων ὑπόποδα, ἅπερ ἐστὶν ἀμφίβια καὶ ἐν γῇ βαδίζει, ἀλλὰ πᾶν ἕρπει ἐν ὕδασιν. ‘Καὶ εὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις καὶ τὰ πετηνὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆσ‘.
Opif.221 θʹ. Ὅτι εὐλόγως ἐπὶ τῶν φωστήρων οὐκ εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘, καὶ ὅτι οὐκ ἐκ τούτου ἄφθαρτα δείκνυται τὰ οὐράνια. Διὰ τί μὲν τοῖς οὐρανίοις οὐκ εἶπεν ὁ θεός· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὸν οὐρανόν‘, παντὶ νομίζω δῆλον ὑπάρχειν, ἐπεὶ μὴ φυσικὴν αὐτοῖς ἔδωκεν ἐξ ἀλλήλων διαδοχήν, φθοράν τε καὶ γένεσιν, ἀλλ’ ἔμεινεν, οἷα καὶ ὅσα παρήγαγεν αὐτὰ τὴν ἀρχὴν ὁ θεός, αὐξήσεως χωρὶς ἢ μειώσεως. καὶ μηδεὶς αὐτὰ λεγέτω διὰ τοῦτο καὶ ἄφθαρτα, Πλάτωνος δὲ λέγοντος ἀκουέτω· ‘παντὶ γενομένῳ φθορὰ ἔπεστι ἐξ ἀνάγκησ‘ καί ‘χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵν’ ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γένηται‘ καί ‘ἐπείπερ ἐγένεσθε, ἄλυτοι μὲν οὐκ ἐστέ, οὐδὲ ἀθάνατοι τὸ πάμπαν· τὸ γὰρ δεθὲν ἅπαν λυτόν‘. εἰ δὲ φθείρειν αὐτὰ βούλοιτο θεὸς ἢ μεταβάλλειν εἴς τι κρεῖττον διά τινας λόγους ἀγνοουμένους ἡμῖν, ὥσπερ τὴν γένεσιν αὐτοῖς ἀθρόαν ἔδωκε καὶ χρόνου χωρίς, οὕτω καὶ τὴν φθορὰν παρέξει πάντως· μόνου γὰρ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν ἔστι, οὗ συνέδησε κατὰ Πλάτωνα, ἢ εἰ μὴ λῦσαι δύναται τὸν κόσμον, οὐδὲ συνέδησε τοῦτον· εἰς τοῦτο γὰρ αὐτοῖς ἡ περὶ τοῦ ἄναρχον εἶναι τὸν κόσμον σπουδὴ τελευτᾷ· τὰ μὲν γὰρ ὑπὸ φύσεως γινόμενα ἐν διαστάσει χρονικῇ γίνεταί τε καὶ φθείρεται· ἡ γὰρ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά· εἴ τι δὲ παρατάσεως οὐ δεῖται πρὸς τὸ ποιεῖν, ὡς ὁ ἥλιος τὸ ἐν ἀέρι φῶς, τοῦτο οὐδὲ εἰς τὸ φθείρειν τὸ γενόμενον δεήσεται παρατάσεως· τοιαῦται δέ εἰσι καὶ αἱ τῶν ὄψεων ἀντιλήψεις.
Opif.222 εἰ οὖν πᾶν ἀμέσως ὑπὸ θεοῦ γινόμενον ἀχρόνως γίνεται, εἴ τι ἄρα τούτων φθείρεσθαι βούλοιτο, τούτῳ καὶ τὴν φθορὰν ἀχρόνως ἐπάξει· ἡμῖν μὲν οὖν τοῖς ἀρχὴν ἔχειν τὸν κόσμον ἐθέλουσι, θείοις λογίοις πεπιστευκόσι καὶ δεδειχόσι αὐτό γε τοῦτο ἐν ἑτέροις, ταῦτα λέγειν ἀκόλουθον· τοῖς δὲ ἄναρχον αὐτὸν ὑποτιθεμένοις κινδυνεύσει τὸ μηδὲ δημιουργὸν αὐτοῦ λέγειν τὸν θεόν—πῶς γὰρ τοῦ ἀεὶ ὄντος ὡσαύτως εἴη ἂν δημιουργός; —εἰ καὶ τοῦτο λέγειν οὐ τολμῶσιν οἱ εὐλαβέστεροι τὰς κοινὰς τῶν ἀνθρώπων δόξας αἰδούμενοι. ιʹ. Διὰ τί μηδὲ τοῖς φυτοῖς εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ καθάπερ τοῖς ζῴοις· καὶ τί ἐστι τό ‘εἰς ψυχὴν ζῶσαν‘. Διὰ τί μὲν οὖν τοῖς οὐρανίοις τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ οὐκ εἴρηται, δῆλον· τῶν δὲ ὑπὸ σελήνην πάντων γινομένων καὶ φθειρομένων καὶ ἐξ ἀλλήλων ἐχόντων τὴν γένεσιν τοῖς μὲν ζῴοις εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘, τοῖς δὲ φυτοῖς οὐκέτι— καίτοι καὶ αὐτὰ τοῦ ὁμοίου ἐστὶ γεννητικά—ἐπειδὴ τὰ μέν—ζῷά φημι—κατ’ ὄρεξιν οἰκείαν ἐπὶ τὴν μῖξιν ἐγείρεται, διὸ καὶ κωλῦσαι τὴν μῖξιν ἐνδέχεται διείργοντας ἡμᾶς τὸ θῆλυ τοῦ ἄρρενος, τοῖς δὲ φυτοῖς αὐτόματος ἡ προβολὴ τῶν καρπῶν, οἵτινες τῶν ἐσομένων εἰσὶ σπέρματα, διὸ καὶ ἐπισχεῖν τὴν ἔκφυσιν αὐτῶν οὐχ ἡμέτερον, εἰ μὴ βλάβη τις ἐκ τοῦ περιέχοντος συμπέσῃ.
Opif.223 καὶ τὰ μὲν μετὰ συναισθήσεως ἔχει τὴν ὄρεξιν καὶ ἐπὶ τὴν γονὴν ἑκόντα φέρεται, τὰ δὲ φυτὰ οὐκέτι, αἰσθήσεως ἀμοιροῦντα καὶ κινήσεως. καὶ μήποτε τοῦτο δηλοῦν ἐθέλει τό ‘εἰς ψυχὴν ζῶσαν‘· οὐχ ὡς πρὸς ἀντιδιαστολὴν μὴ ζώσης ψυχῆς, ἀλλὰ τὴν αἰσθητικὴν ζωὴν ζῶσαν εἴρηκε ψυχήν· ταύτην γὰρ οὐ ζῇ τὰ φυτά· ἢ ἴσως καὶ αὐτὸ τὸ προσὸν εἴρηται τῇ ψυχῇ, οὐ πρὸς ἑτέρου ἀντιδιαστολήν, ὡς γάλα λευκὸν καὶ μέλι γλυκὺ καὶ πικρὸν ἀψίνθιον. διὰ τοῦ εἰπεῖν οὖν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ τὴν ὁρμὴν καὶ ἔφεσιν τῆς ἐξ ἀλλήλων διαδοχῆς αὐτοῖς παρέσχεν, ἣν οὐκ ἔχει τὰ φυτά. τὸ μὲν οὖν ‘αὐξάνεσθε‘ ἐπὶ τῆς κατὰ τὸ μέγεθος εἴρηται τελειότητος, τὸ δέ ‘πληθύνεσθε‘ ἐπὶ τοῦ κατ’ ἀριθμὸν πλήθους· πολλὰ γάρ ἐστι τὰ καθ’ ἕκαστον εἶδος ἄτομα. εἰ μὴ ἄρα ἐκ παραλλήλου κεῖται τὸ αὐξάνεσθαι τῷ πληθύνεσθαι· τέλειον γὰρ ἀπ’ ἀρχῆς ἕκαστον γέγονε· δύναται δὲ καὶ ἐπὶ τῆς φυσικῆς αὐτῶν διαδοχῆς εἰρῆσθαι τοῦτο. Εὐλογίαν δὲ ἡ γραφὴ καλεῖν εἴωθεν οὐ ψιλὸν ἁπλῶς τὸ καλῶς λέγειν τινά, ἀλλὰ τὸ συνέσεσθαι πράγμασιν αὐτοῖς τῷ εὐλογουμένῳ τὰ ὑπὸ τῶν λόγων δηλούμενα· διὸ καὶ ἐπὶ δαψιλείᾳ πραγμάτων ἐπιγιγνομένων, ἃ μὴ πρότερον ἦν, συνεχῶς εὑρίσκεται, ἣν καὶ κυρίως ἄν τις εὐλογίαν εἴποι μὴ ψευδομένην τοῖς πράγμασιν. ‘Καὶ εἶπεν ὁ θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος.
Opif.224 〈καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένοσ〉 καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος· καὶ εἶδεν ὁ θεὸς ὅτι καλά‘. ιαʹ. Ὅτι τό ‘ψυχὴν ζῶσαν‘ ἀπὸ τοῦ κρείττονος μέρους τὸ ὅλον ζῷον ἐδήλωσε· καὶ ὅτι ἐν ἀρχῇ τῆς κοσμοποιΐας ἅμα τῷ θείῳ νεύματι τέλειον ἕκαστον ὑπέστη. Κἀνταῦθα τό ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ἀπὸ μέρους τὸ ὅλον ζῷον 〈ἐδήλωσεν〉· οὐ γὰρ ἀκουστέον ὡς προϋπαρχουσῶν ἐν τῇ γῇ τῶν ἀλόγων ψυχῶν, περὶ ὧν νῦν ὁ λόγος· οὐδὲ γὰρ εἶναι ὅλως σωμάτων δύνανται χωρὶς ἐν αὐτοῖς καταδεδυκυῖαι καὶ ἐπιγιγνόμεναι τούτοις καὶ συμφθειρόμεναι· καὶ γὰρ ἐν τῇ φυσικῇ γενέσει τὰ μὲν ἄψυχα εἴδη, οἷον τὰ μεταλλικά, χαλκὸς χρυσός, καὶ τῶν λίθων αἱ διαφοραί, σμάραγδος ὑάκινθος, τῇ ἐπιτηδειότητι τῆς κράσεως τῶν ὑποκειμένων σωμάτων εὐθὺς ἐπιγίγνονται· ἐπὶ δὲ τῶν ἐμψύχων τῇ κράσει μὲν τῶν στοιχείων τὰ ὁμοιομερῆ συνίσταται, τούτοις δὲ ἡ τῶν ὀργανικῶν σύνθεσίς τε καὶ διάπλασις ἕπεται, ταύτῃ δὲ ἡ ψύχωσις· μήπω γὰρ τῶν ὀργάνων οἷς χρήσεται διαπεπλασμένων μάτην ἔσται ἐν τῷ ἀδιαπλάστῳ σώματι ἡ ψυχή.
Opif.225 οὕτως μὲν οὖν ἐν τῇ φυσικῇ γενέσει· ἐπὶ δὲ τοῦ θείου προστάγματος ἅμα τέλειον εὐθὺς ἀχρόνως ἕκαστον ὑπέστη, εἰ καὶ ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ζῷον ὠνόμασε· καὶ τό ‘ζῶσαν‘ δέ μοι τοῦτο σημαίνειν δοκεῖ· τὸ γὰρ ζῶν σύνθετόν ἐστι ζῷον ἐκ ζωῆς καὶ τοῦ ζῶντος· ζῇ μὲν γὰρ τὸ σῶμα, ζωὴ δὲ αὐτοῦ ἐστιν ἡ ψυχή, ἤγουν ἡ ἀπὸ ταύτης ἐγγινομένη αὐτῷ ἐμψυχία. σαφῶς δὲ τοῦτο καὶ δι’ ὧν ἐπήγαγε δῆλον ἐποίησε Μωϋσῆς· ἑρμηνεύων γὰρ τό· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ τετράποδά φησι καὶ θηρία καὶ ἑρπετὰ καὶ κτήνη· ταῦτα δὲ οὐ ψυχαί, ἀλλὰ τὰ ἐκ ψυχῆς καὶ σώματος ζῷα. καλῶς ἄρα εἶπον, ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ἐδήλωσε ζῷον. ιβʹ. Τίνα ἐστὶ τὰ θηρία καὶ τίνα τὰ κτήνη· καὶ ὅτι κοινῶς ἔσθ’ ὅτε τὰ ἄλογα πάντα θηρία καλοῦσιν οἱ παλαιοί. Θηρία μὲν οὖν ἐστι τὰ σαρκοφάγα καὶ ἀπηγριωμένα καὶ κατὰ τὸ πλεῖστον ἀκοινώνητα οὐ τοῖς ἑτερογενέσι μόνον, ἀλλὰ καὶ τοῖς ὁμοειδέσι πολλάκις, κτήνη δὲ τὰ εἰς ἡμετέραν ἐπιτήδεια κτῆσιν, ὅσα καὶ περιουσίας ἡμῖν ὑπάρχει ποιητικά· οἷος ἦν καὶ ὁ Ἰακὼβ μετὰ τῶν παίδων κτηνοτροφῶν, ἐν ἀγέλαις προβάτων καὶ αἰγῶν ἵππων τε καὶ ὄνων καὶ καμήλων καὶ βοῶν ἐνασχολούμενος καὶ ἐμπορίαν αὐτὰ τοῦ βίου ἔχων· τὰ μὲν γὰρ εἰς τροφὴν ἀνθρώπων ἐστὶν ἐπιτήδεια, τὰ δὲ εἰς ἐπικουφισμὸν μόχθων αὐτοῖς συνεργεῖ. πάντα δέ ἐστι ποηφάγα.
Opif.226 πάντα δὲ κοινῶς τὰ θηρία καὶ τὰ κτήνη τετράποδά ἐστι καὶ οὔτε δίπουν οὐδέν ἐστι τούτων οὔτε τῶν πετηνῶν τετράπουν· ἐμπόδιον γὰρ εἰς πτῆσιν τὸ τῶν ποδῶν πλῆθος· καὶ τοὺς δύο γὰρ ἔσχε διὰ τὸ ἐν γῇ βαδίζοντα συλλέγειν τὴν τροφήν· τὰ γὰρ ἐν ὕδασι τούτων τρεφόμενα τοῖς ποσὶ νήχεται. νυκτερὶς δὲ καὶ μόνη τετράπους, ἥτις μικτήν τινα τὴν φύσιν ἔχει ἐκ πτηνῶν τε καὶ χερσαίων· τετράπουν τε γάρ ἐστι καὶ τοῖς χθονίοις ἔοικε μυσὶ καὶ περὶ τὴν γῆν διατρίβει καὶ ταύτῃ χθόνιον εἶναι δοκεῖ· ἀλλ’ ἱπτάμενον οὐ καθαρῶς ἐστι πτηνόν· ὑμένες γάρ εἰσι, δι’ ὧν ἵπταται, καὶ οὐχὶ πτίλα, ὡς τὰ τῶν πτηνῶν· ἀλλὰ καὶ ζῳοτοκεῖ ὡς τὰ χερσαῖα. ἑρπετὰ δὲ ποῖά ἐστιν ἔφθην εἰπών. τοιαῦτα δέ ἐστι τὸ ὀφιῶδες ἅπαν γένος, ἄποδα γάρ ἐστι· διόπερ οὐδὲ σκορπίους οὐδὲ σαύρας οὐδὲ σαλαμάνδρας οὐδὲ τοὺς χερσαίους κροκοδείλους οὐ〈δὲ〉 χαμαιλέοντας οὐδὲ τὰ τούτοις ὅμοια τοῖς ἑρπετοῖς συγκαταλέγειν εὔλογον· εἰ δέ τινα καὶ πλείοσι χρῆται ποσίν, ὡς ὁ ἴουλος, ἀλλ’ ἐκ τοῦ πλείονος τετράποδα κέκληται πάντα. Διεξελθὼν δὲ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ κτήνη ὁ προφήτης, ὥσπερ συναίρεσιν πάντων ποιούμενος ‘καὶ πάντα‘ φησίν ‘τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένοσ‘ κοινῶς ἑρπετὰ πάντα καλέσας· ηὕρηται γὰρ καὶ παρ’ Ἕλλησιν ἐπὶ παντὸς ζῴου καὶ μέχρι τῶν πτηνῶν τὸ ἑρπετὸν παρὰ τὸ ἕρπειν, τουτέστι κινεῖσθαι, οὐ παρὰ τὸ ἐρείπειν τὸ πίπτειν, ἐξ οὗ τὰ ἄποδα καὶ ἐπὶ γαστέρα εἰλυσπώμενα ἑρπετὰ κέκληται. καὶ θηρία δὲ κοινῶς πάντα τὰ ἄλογα καλοῦσι καὶ μέχρι τῶν πτηνῶν πρὸς ἀντιδιαστολὴν τῶν λογικῶν οἷς μάλιστα πρέπει τὸ κοινωνικόν τε καὶ ἥμερον.
Opif.227 ιγʹ. Ὅτι συμφθείρονται τοῖς σώμασι τοῖς ἰδίοις αἱ τῶν ἀλόγων ψυχαί. Ὅτι δὲ συμφθείρονται τῶν ἀλόγων ζῴων αἱ ψυχαὶ τοῖς σώμασι, συντόμως ὡς πρὸς τὸ παρὸν ἐρῶ· οὐδεμίαν γὰρ ἐνέργειαν χωριστὴν ἔχουσι σωμάτων, ἀλλὰ πᾶσαι περὶ μόνον τὸ σῶμα στρέφονται· τροφή τε γὰρ καὶ αὔξησις καὶ ἡ κατὰ τόπον κίνησις οὐδενὸς ἑτέρου ἐστὶν ἢ σώματος· αἵ τε αἰσθητικαὶ δυνάμεις ἅπασαι τῆς σωτηρίας προνοοῦνται τοῦ σώματος· ἁφὴ μὲν γὰρ θερμῶν οὖσα καὶ ψυχρῶν ἀντιληπτική, ξηρῶν τε καὶ ὑγρῶν, τραχέος καὶ λείου, σκληροῦ καὶ μαλακοῦ καὶ τῶν συστοίχων τούτοις, αἱρεῖσθαι μὲν διδάσκει τὰ σῴζοντα, φεύγειν δὲ τὰ ἀνιῶντα καὶ βλάπτοντα· πάλιν ἡ γεῦσις χυμῶν οὖσα διακριτικὴ μέγιστα τῇ τροφῇ λυσιτελεῖ, διδάσκουσα καὶ αὐτὴ τὰ ἐδώδιμα καὶ τὰ μὴ τοιαῦτα· ἡ ὄσφρησις τῶν ὀσμῶν ἐστι κριτήριον· καὶ γὰρ τούτων αἱ μὲν ὠφελοῦσιν, ἃς αἱρούμεθα, αἱ δὲ βλάπτουσι φανερῶς, ἃς φεύγομεν· τοῖς δὲ κατὰ τόπον κινουμένοις, εἰ μὴ παρῆν ἡ ὄψις, ὀλέθρου ἂν αὐτοῖς ἡ κίνησις αἰτία ἦν· καὶ ἡ ἀκοὴ πάλιν οὐδενὸς ἢ ψόφων ἀντιλαμβάνεται ἀπὸ συγκρούσεως ἐν ἀλλήλοις γινομένης σωμάτων. Εἰ οὖν πᾶσα δύναμις καὶ ἐνέργεια τῶν ἀλόγων ψυχῶν περὶ αὐτὰ μόνα τὰ σώματα στρέφεται, οὐκ ἂν αὐτῶν ἐκτὸς ὑποστῆναι δυνήσεται· μάτην γὰρ ἂν ἦν κατὰ μηδεμίαν ἑαυτῆς δύναμιν ἐνεργῆσαι δυναμένη σωμάτων ἀπουσίᾳ.
Opif.228 οὐδὲν δὲ μάτην ποιεῖ ὁ θεὸς οὐδὲ ἡ τούτῳ ὑπηρετοῦσα πρὸς τὴν γένεσιν τῶν σωμάτων φύσις. οὔτε προϋπάρχειν ἄρα σωμάτων τὰς ἀλόγους ψυχὰς οὔτε τῶν σωμάτων φθειρομένων ὑπομένειν τῶν ἐνδεχομένων ἐστίν. ιδʹ. Διὰ τί μὴ καὶ 〈ἐπὶ〉 τῶν ἀπὸ γῆς ζῴων εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘. Ἐζήτησεν δὲ Ὠριγένης ἐνταῦθα, διὰ τί μὴ καὶ ἐπὶ τῆς γενέσεως εἴρηται τῶν ἀπὸ γῆς ζῴων, ὡς καὶ ἐπὶ τῆς ἐκ τῶν ὑδάτων τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘· καὶ ἀπορήσας καλῶς εἰς ἀλληγορίας ἐτράπετο. ὃ δ’ ἐμοὶ πρὸς τοῦτο ὑποπίπτει, τοιοῦτόν ἐστιν· ἐπὶ μὲν τῶν προτέρων ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετηνὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ‘ καὶ μία μὲν αὐτῶν παρεδόθη ἡ γένεσις· οὐ πάντα δὲ μίαν ἔχει τὴν διατριβήν· τὰ μὲν γὰρ ἐν ὕδασι, τὰ δὲ ἐν γῇ μάλιστα τὴν διαγωγὴν ἔχει. διεῖλεν οὖν αὐτοῖς τὰς χώρας τοῖς μὲν εἰπών· ‘πληρώσατε τὰ ὕδατα‘, τοῖς δέ· ‘πληθυνέσθωσαν ἐπὶ τῆς γῆσ‘. ἐπὶ δὲ τῶν χερσαίων ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, θηρία καὶ ἑρπετὰ καὶ κτήνη‘· καὶ τούτων εὐθὺς ἐπεπλήρωτο ἡ γῆ· καὶ ἐπὶ τῶν φυτῶν ὁμοίως· ‘ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον‘ καὶ ἅμα τῇ βουλήσει τοῦ θεοῦ πᾶσα ἡ γῆ τούτοις ἔθαλλεν. περιττὸς οὖν τοῦ ἔργου φανέντος ὁ λόγος ἐδόκει· ἐπὶ γὰρ τῶν ἰχθύων τὸ ἔργον ὑποβρύχιόν ἐστιν οὐ φαινόμενον· διὰ δὲ τοῦ λόγου σημαίνεται τὸ ἔργον.
Opif.229 ἴσως δὲ καὶ 〈τὸ〉 ἐπὶ τῶν ἰχθύων καὶ πτηνῶν εἰρημένον ἀπὸ κοινοῦ πᾶσι προσυπακούεσθαι βούλεται. λόγος ἕκτος. ‘Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ΑΚΥΛΑΣ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν καὶ καθ’ ὁμοίωσιν ἡμῶν‘. ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον ἐν εἰκόνι ἡμῶν ὡς ἐν ὁμοιώσει ἡμῶν‘. ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον, ὡς εἰκόνα ἡμῶν καθ’ ὁμοίωσιν ἡμῶν‘. αʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου γενέσεως τοσαύτη γέγονεν ὅσον ἐπὶ τῷ σχήματι τοῦ λόγου διάσκεψις, καίτοι καὶ κάλλει καὶ ῥώμῃ σώματος καὶ πολυχρονιότητι λειπομένου πλείστων. Ἐφ’ ἑκάστου μὲν τῶν τοῦ κόσμου μερῶν, τοῦ τε φωτὸς καὶ τοῦ στερεώματος καὶ τῶν φωστήρων, ἁπλῶς οὑτωσὶ τὸ τοῦ θεοῦ πρόσταγμα προῆλθεν· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, γενηθήτωσαν φωστῆρεσ‘ καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων τὸ παραπλήσιον, καὶ μόνῃ τῇ βουλήσει τὸ ἔργον ἐπηκολούθησεν.
Opif.230 ἐπὶ μόνου δὲ τοῦ ἀνθρώπου ὡσπερεὶ κατὰ διάσκεψιν ἡ γένεσις αὐτοῦ προελήλυθεν ἐν τῷ ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘, τὸ ἐξαίρετον παρὰ τὰ λοιπὰ πάντα τῆς τοῦ ἀνθρώπου φύσεως δηλοῦντος τοῦ λόγου. καίτοι γε πλείστων ὁ ἄνθρωπος ζῴων σμικρός τε μεγέθει καὶ ὀλιγοχρονιώτερος ὑπάρχει· τί γὰρ δεῖ περὶ τῶν οὐρανίων σωμάτων εἰπεῖν τῷ χρόνῳ παντὶ συμπαρατεινομένων; κάλλους δὲ χάριν οὐ τὰ οὐράνια μόνον ἀλλὰ καὶ πολλῶν ζῴων πτερώσεις καὶ ἄνθη μυρία καὶ λίθων εὔχροιαι τὴν ἀνθρωπίνην εὐπρέπειαν παρατρέχουσι. κἀκεῖνα μὲν διὰ τοῦ βάθους ἔχει τὰ πλεῖστα τὸ κάλλος· ἄνθρωποι δὲ μέχρι τῆς ἐπιφανείας καὶ μόνης, εἰ ὅλως ἔστι, διασῴζουσιν· εἰ γὰρ γυμνώσειέ τις τὴν σάρκα τοῦ δέρματος, εἰδεχθὲς ὄψεται καὶ οὐδὲ θεατὸν τὸ λειπόμενον. ῥώμης δὲ ἕνεκα καὶ τὸ λέγειν οἶμαι γέλοιον, ὅσον οὐ μετρίως πολλῶν ζῴων ὁ ἄνθρωπος λείπεται. διὰ τί οὖν ἐπὶ μόνου τούτου τοσαύτη τῆς γενέσεως αὐτοῦ πρόνοια καὶ οἱονεὶ διάσκεψις ὅσον ἐπὶ τῷ σχήματι τοῦ λόγου γίνεται; ἦ δῆλον, ὅτι πρὸς ἔνδειξιν τῆς τοῦ λόγου φύσεως ἐγγιζούσης ὡς εἰπεῖν θεῷ, δι’ ὃν καὶ πάντα ἑαυτῷ ποιεῖ τῇ ὑπερβολῇ τῆς συνέσεως ὑποχείρια. τοσαύτη δέ ἐστιν ἡ τούτου φύσις, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων δημιουργὸς καλεῖσθαι λόγος ἠξίωσεν.
Opif.231 βʹ. Ὅτι οὐδέν ἐστι τεκμήριον δεῖξαι δυνάμενον, ὡς ἔμψυχά ἐστι τὰ οὐράνια, οὐδὲ μαρτύριον τῆς ἁγίας γραφῆς, ἐξ οὗ ὅτι μηδὲ συνυπέστησαν οἱ ἄγγελοι οὐρανῷ καὶ γῇ συναποδείκνυται. Εἰ δέ τισι τῶν ἡμετέρων ἔδοξεν ἔμψυχά τε καὶ λογικὰ εἶναι καὶ τὰ οὐράνια, πρῶτον μὲν διὰ τί μὴ ἐπ’ ἐκείνων εἴρηταί τι τῶν τοιούτων, μηδ’ ὅτι ‘κατ’ εἰκόνα καὶ ὁμοίωσιν‘ τοῦ δημιουργήσαντος αὐτὰ γέγονεν; ἀλλ’ οὐδὲ τὸ πολυχρόνιον ἐκείνων ἐστὶ τούτου τεκμήριον· καὶ γὰρ ἀδάμας καὶ λίθων πολλοὶ τῶν τιμωμένων μάλιστα παρ’ ἡμῖν τῶν ἀνθρωπίνων σωμάτων εἰσὶ πολυχρονιώτεροί τε καὶ δυσπαθέστεροι· Ἐννέα τε γενεὰς ζώει λακέρυζα κορώνη Ἀνδρῶν φθινόντων, ἔλαφος δέ 〈τε〉 τετρακόρωνος, Τρεῖς δ’ ἐλάφους ὁ κόραξ. οἱ δὲ ἐλέφαντες μετὰ τοσούτου μεγέθους τε καὶ δυνάμεως καὶ πολλῷ τῶν ἀνθρώπων ὑπάρχοντες πολυχρονιώτεροι, εἴκουσιν ὅμως αὐτοῖς καὶ ὑποχείριοι γίνονται· διὸ καὶ πάντων ἐστὶ διὰ τὴν λογικὴν οὐσίαν ἡ τῶν ἀνθρώπων φύσις τιμιωτέρα καὶ αὐτῷ πλησιαιτέρα τῷ θεῷ. Ἀλλ’ οὐδὲ ὡς ἔμψυχα τὰ οὐράνια δεικνύειν ἕξει τις, ἵνα καὶ λογικὴν ἔχειν αὐτὰ ψυχὴν συγχωρήσωμεν· εἰ γὰρ ἐκ τῶν ἀπὸ ψυχῆς ἐνεργειῶν τὰ ἔμψυχα διακρίνομεν τῶν ἀψύχων, ποία τις ἐνέργεια τῶν οὐρανίων ἔμψυχα δείκνυσιν αὐτά; ἡ μὲν γὰρ φυσικὴ τῶν σωμάτων κίνησις, τῶν βαρέων φημὶ καὶ τῶν κούφων, ὥρισται τῶν μὲν κάτωθεν ἄνω, τῶν δὲ τοὔμπαλιν ἄνωθεν φερομένων κάτω, ἡ δὲ ἀπὸ ψυχῆς ἐνυπάρχουσα τοῖς ζῴοις καθ’ ὁρμὴν αὐτῆς οἰκείαν καὶ ὄρεξιν γίνεται τῆς φαντασίας ἐπεγειρούσης τὰ κινητικὰ τῶν ζῴων μόρια.
Opif.232 διὸ καὶ οὐκ ἀεὶ ἡ αὐτή, ἄλλοτε δὲ ἄλλη, πρὸς τὴν ἐκείνων ὄρεξίν τε καὶ χρείαν ἡ κίνησις· ἐπὶ δὲ τῶν οὐρανίων οὐκέτι σημεῖον οὐδὲν τοῦ κατὰ προαίρεσιν ψυχικὴν τὴν ἐγκύκλιον αὐτῶν γίνεσθαι κίνησιν· κύκλῳ γὰρ καὶ τὸ ὑπέκκαυμα κινεῖται καὶ ὁ τούτῳ πλησιάζων ἀήρ, καὶ ὅτι μὴ βίᾳ, δεδείχαμεν ἐν ἑτέροις. ἀλλ’ οὐδὲ τὸ κινεῖσθαι ὑπ’ αὐτῶν τὰ τῇδε ταῖς ἐκείνων ψυχαῖς ἀποδοτέον, ἀλλὰ μόνῃ τῇ τῶν σωμάτων αὐτῶν συγκράσει καὶ τῇ πλησιότητι καὶ ἀποστάσει τῶν παρ’ ἡμῖν· διὰ τί γὰρ αἱ ἐξ ἀλλήλων ἀποστάσεις αὐτῶν καὶ αἱ σύνοδοι, ἡλίου τε καὶ σελήνης, καὶ αἱ τῶν πλανωμένων εἰς τὰ ζῴδια ἐπεμβάσεις τὰς τοῦ παρ’ ἡμῖν ἀέρος ποιοῦσι μεταβολάς; ἅπερ οὐ ψυχικῆς ἐστιν ἔργα δυνάμεως, μόνης δὲ τῆς κατὰ ποιότητα· καὶ γὰρ τὰ στοιχεῖα ποιεῖ φανερῶς εἰς τὰ ἡμέτερα σώματα θερμαίνοντά τε καὶ ψύχοντα· φωτίζει δὲ καὶ τὸ πῦρ, ὡς ἥλιος καὶ σελήνη καὶ οἱ ἀστέρες. καὶ αὐτὴ δὲ μόνη τῶν σωμάτων ἡ κίνησις θερμαίνει τὸ ἐν ἡμῖν ἀναζωπυροῦσα θερμὸν καὶ ῥῶσιν τῷ ὅλῳ ποιεῖ· ‘κίνησις γὰρ κρατύνει‘ φησὶν Ἱπποκράτης ‘ἀργίη τήκει‘. Ἀλλ’ οὐδὲ οἱ περὶ τὴν γενεθλιαλογίαν ἐπτοημένοι τὴν τῶν οὐρανίων ψυχὴν τὰ περὶ τοὺς βίους ἡμῶν συμπτώματά φασι ποιεῖν, ἀλλὰ τὴν τῆς γενέσεως καταρχὴν καὶ τὴν κατ’ ἐκείνην πρὸς ἄλληλα τῶν πλανωμένων τε καὶ ἀπλανῶν σχέσιν, καὶ τὰ σχήματα τούτων καὶ τὴν ἑκάστου κατά τι τῶν μοιρῶν τοῦ ζῳδιακοῦ θέσιν τό τε ὡροσκοποῦν καὶ δῦνον καὶ μεσουρανοῦν ἐφ’ ἑκάτερα· ὅθεν φασίν· Ἢν δ’ ὥρη ψεύσηται, 〈συν〉εξώλισθεν ἅπαντα.
Opif.233 Εἰ οὖν ἐκ μηδενὸς τῶν εἰρημένων ἔμψυχα τὰ οὐράνια δείκνυται, πολλῷ γε μᾶλλον οὐδ’ ὅτι λογικῆς ἢ νοερᾶς μετέχει ψυχῆς, καὶ ἀναπόδεικτος παντελῶς ἡ ὑπόθεσις, ἡ δὲ εὔτακτος αὐτῶν κίνησις θεόθεν αὐτοῖς, οὐκ ἀπὸ ψυχῆς, καὶ πρό γε πάντων, ὅτι μηδέ τι τοιοῦτον περὶ αὐτῶν ὁ μέγας ᾐνίξατο Μωϋσῆς· τολμηρὸν οὖν ὡς ὁμολογούμενον τίθεσθαι, ὃ μήτε λόγος δείκνυσι μήτε θεία γραφὴ τούτῳ μαρτυρεῖ. Κἀντεῦθεν οὖν πάλιν προφανές, ὅτι μηδὲ αἱ τῶν ἀγγέλων λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις τοῖς πρώτοις συνυπέστησαν σώμασιν, οὐρανῷ καὶ γῇ, καθὰ Θεοδώρῳ δοκεῖ· εἰ γὰρ τὸ τῶν λογικῶν ἔσχατον ὁ ἄνθρωπος, ὁ θανάτῳ λυομένην ἀπὸ τοῦ σώματος ἔχων τὴν ψυχὴν καὶ αὐτὸ τὸ σῶμα φθαρτόν, οὕτω τιμίας τῆς ἐκ τοῦ δημιουργοῦ συστάσεως ἠξιώθη, πῶς τῆς ἐκείνων γενέσεως οὐδὲ ψιλὴν ἤμελλεν ὁ προφήτης ποιεῖσθαι μνήμην, ἀλλὰ συνεπινοεῖν ἡμᾶς οὐρανῷ καὶ γῇ καὶ τὰς ἀγγελικὰς δυνάμεις ἤθελεν, ὡς τὰ μεταξὺ στοιχεῖα τούτων ἀέρα καὶ ὕδωρ, οὕτως ἀτίμως αὐτῶν παραρρίπτων τὴν σύστασιν; καίτοι γε πολλάκις αὐτῶν ὡς ὑπερκοσμίων ἐμνήσθη.
Opif.234 ἀλλὰ γέλοια ταῦτα καὶ μόνης ὕβρεως καὶ τῆς προφητικῆς διανοίας οὐκ ἄξια. γʹ. Ὅτι ἀδύνατον διὰ τῶν πληθυντικῶν φωνῶν πρὸς τοὺς ἀγγέλους κοινολογεῖσθαι τὸν θεὸν ἢ ἀντὶ τοῦ ἑνικοῦ ἀριθμοῦ τῷ πληθυντικῷ χρήσασθαι. Ὅτι μὲν οὖν μέγα τι χρῆμα παρὰ τὰ λοιπὰ τῶν ἐγκοσμίων ὁ ἄνθρωπος, ἐντεῦθεν δῆλον. ταῖς δὲ πληθυντικαῖς φωναῖς τῇ ‘ποιήσωμεν‘ καὶ τῇ ‘κατ’ εἰκόνα ἡμετέραν‘ ἢ ὡς οἱ ἄλλοι φασίν ‘κατ’ εἰκόνα ἡμῶν‘ ἐπέστησαν ἅπαντες οὐ χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἰουδαίων οἱ λόγιοι· ἀλλ’ Ἰουδαῖοι μὲν πρὸς τοὺς ἀγγέλους ταῦτα κοινολογεῖσθαί φασι τὸν θεόν. οὕτω δὲ συμβαίνει μὴ μόνον κατ’ εἰκόνα θεοῦ γενέσθαι τὸν ἄνθρωπον, ἀλλὰ καὶ κατ’ εἰκόνα τῶν ἀγγέλων—ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν—καὶ οὐ μόνον τὸν θεὸν ἀλλὰ καὶ τοὺς ἀγγέλους τῆς τοῦ ἀνθρώπου γενέσεως ὑπάρχειν αἰτίους διὰ τό ‘ποιήσωμεν ἄνθρωπον‘. πῶς οὖν ἐπήγαγε Μωϋσῆς; ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ καὶ τῶν ἀγγέλων οὐδεμία μνήμη· οὐδαμοῦ γὰρ ἡ θεία γραφὴ τὴν δημιουργικὴν αὐτοῖς δίδωσι δύναμιν, ἀλλὰ μόνῳ τῷ θεῷ, ὃν καὶ τῶν ἀγγέλων φησὶν ὑπάρχειν δημιουργόν· ‘ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα‘.
Opif.235 οὐκ ἄρα τό ‘ποιήσωμεν‘ οὐδὲ τό ‘κατ’ εἰκόνα ἡμετέραν‘ τῷ θεῷ τοὺς ἀγγέλους συμπεριείληφεν. Ἀλλ’ οὐδέ, ὡς ἕτεροι νενομίκασι, τῇ πληθυντικῇ φωνῇ ἐφ’ ἑνὸς ἑαυτοῦ ἐχρήσατο ὁ θεός, ὡς καὶ ἐπ’ ἀνθρώπων εἴωθε γίνεσθαι· εἴποι γὰρ ἄν τις ἄρχων· ‘ἡμεῖς σοι κελεύομεν‘ ‘ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν‘ ἡ Ἀνδρομάχη παρ’ Εὐριπίδῃ· οὐ γὰρ ἑτέρωθί που τῆς γραφῆς τοῦτο γιγνόμενον ἴσμεν ἐπὶ θεοῦ, τοὐναντίον δὲ μᾶλλον ἑνικῶς ἀεὶ ὁ θεὸς ὑμνεῖται· ‘κύριος ὁ θεός σου κύριος εἷς ἐστιν‘. ‘οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ‘. ‘οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεόσ‘. ‘σὺ πιστεύεις, ὅτι εἷς ἐστιν ὁ θεός, καλῶς ποιεῖσ‘. δʹ. Πλείονες ἀποδείξεις, ὅτι τὸ περὶ τῆς ἁγίας τριάδος δόγμα προανεκήρυξε Μωϋσῆς. Λείπεται οὖν τὸν υἱὸν ἐν τούτοις νοεῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὓς καὶ ὁ ψαλμὸς συνδημιουργεῖν τῷ θεῷ καὶ πατρὶ τὸ πᾶν εἴρηκε· ‘τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘ καὶ πάλιν· ‘καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούσ‘.
Opif.236 ‘ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν‘· οὐ γὰρ προφορικὸν λόγον τὸν ἅμα τῷ προελθεῖν λυόμενον τῷ θεῷ περιάπτειν θέμις· οὐδὲ τὸ ἀποστέλλεσθαι τοῦ προφορικοῦ ἐστι λόγου. εἰ δὲ μὴ τοῦτο, τί ἂν ἕτερον ὁ τοῦ θεοῦ λόγος ὑπάρχοι, πλὴν οὐσία θεοῦ πάντως ἐξ αὐτοῦ προεληλυθυῖα τοῦ γεννήσαντος αὐτὸν θεοῦ καὶ πατρός; Καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος ὁμοίως· οὐχ οἷον τὸ ἀέριον τὸ ἐξ ἡμῶν ἐκπνεόμενον, ἀλλ’ ὁμοίως καὶ αὐτὸ θείαν οὐσίαν φησὶ τὴν δημιουργικὴν δύναμιν ἔχουσαν. πολὺς δέ ἐστι περὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ παλαιᾷ λόγος· ‘ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆσ‘. καὶ πάλιν· ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκασ‘. καὶ ὁ Δαυίδ· ‘καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με‘. ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίασ‘. Καὶ περὶ τοῦ σωτῆρος ὁ Ἱερεμίας· ‘πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι‘· τοῦτο δὲ τίνι ἄλλῳ παρὰ τὸν σαρκωθέντα τοῦ θεοῦ λόγον ἁρμόσει, ὃς καὶ διὰ τοῦτο Χριστὸς ἐκλήθη; ‘ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστόσ‘.
Opif.237 καὶ πάλιν ὁ Δαυίδ· ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου‘. Καὶ Μωϋσῆς ὡς ἀπὸ τοῦ θεοῦ· ‘δεῦτε καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν‘· τὸ γάρ ‘δεῦτε‘ προστακτικὸν οὐ συγχωρεῖ, ὡς ἐφ’ ἑνὸς ἑαυτοῦ πληθυντικὸν λέγειν τὸν θεὸν τό ‘καταβάντεσ‘ καὶ τό ‘συγχέωμεν‘· ἀλλὰ πρὸς τοὺς ἐξ αὐτοῦ ὁ λόγος, οἷς πληθυντικῶς ἑαυτὸν συμπαρείληφεν· ὁ γὰρ προστάσσων ἑτέροις προστάσσει. πάλιν εἰπών, ὦφθαι τὸν θεὸν τῷ Ἀβραὰμ ἐν τῇ δρυῒ καθημένῳ τῇ Μάμβρῃ, ἐν τρισὶν ἀνδράσι τὴν ὀπτασίαν τοῦ θεοῦ γεγονέναι φησίν. Εἰ οὖν ἐκ πάντων τούτων καὶ ἄλλων πλειόνων τὰ τρία τῆς θεότητος πρόσωπα καὶ ἡ παλαιὰ φαίνεται γραφὴ διδάσκουσα, τὸ ἄρα ‘ποιήσωμεν‘ καὶ τό ‘κατ’ εἰκόνα ἡμετέραν‘ τὰ σπέρματα τῆς ἀκριβοῦς θεολογίας ἄνωθεν τοῖς νοεῖν δυναμένοις τε καὶ ἀξίοις προκατεβάλετο Μωϋσῆς καὶ οἱ μετ’ αὐτὸν προφῆται, περὶ ὧν οὐ καιρὸς ἐκτείνειν. τὸν δὲ πληθυντικὸν τοῦτον τῶν προσώπων ἀριθμὸν καὶ 〈αἱ〉 ἄλλαι σαφέστερον ἐκδόσεις ἡρμήνευσαν. ‘Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.‘ εʹ.
Opif.238.(1t) Ὅτι τινὲς ἀσυμφώνως τῷ γράμματι τό ‘κατ’ εἰκόνα‘ κατὰ τὸν υἱὸν ἐξειλήφασι. Ἐπέστησαν τούτῳ τινές, ὅτι μὴ εἶπεν· ‘ποιήσωμεν ἄνθρωπον εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν‘, ἀλλὰ ‘κατ’ εἰκόνα‘ καί φασιν· εἴπερ εἰκών ἐστι τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός, περὶ οὗ καὶ Παῦλος εἶπεν· ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου‘ καὶ ὁ κύριος· ‘ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα‘· ‘πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι‘—διὸ καὶ λόγος ἐστὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ ‘μεγάλης βουλῆς ἄγγελοσ‘, τὰ τοῦ πατρὸς ἀόρατα τοῖς ἔξω διηγούμενος· ὡς γὰρ ὁ ἡμέτερος λόγος τῶν ἐν τῷ νῷ τῷ ἡμετέρῳ νοημάτων ἐξαγγελτικός ἐστι, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος τῆς μεγάλης βουλῆς τοῦ πατρὸς ἄγγελος ἐκλήθη καὶ τοῦ ἀοράτου θεοῦ εἰκών. διὸ καὶ οὐδεὶς δύναται γνῶναι τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς αὐτῷ ἀποκαλύψῃ, ὡς οὐδὲ τὰ ἡμέτερα νοήματα γνῶναί τινι δυνατὸν μὴ τοῦ ἡμετέρου λόγου ταῦτα τοῖς ἔξωθεν ἀπαγγέλλοντος—ἐπεὶ οὖν εἰκὼν τοῦ θεοῦ καὶ πατρός ἐστιν ὁ υἱός, κατὰ ταύτην τὴν εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτῆς γεγονέναι τὸν ἄνθρωπον νοοῦσιν. Οὐκ ἀπίθανος μὲν οὖν ἡ ἐπίστασις αὐτῶν καὶ ἡ ἐπιβολή, ἀλλ’ αἱ τῶν λοιπῶν ἐκδόσεις οὐ πάνυ τούτῳ συμφέρονται· Ἀκύλας· ‘ἐν εἰκόνι ἡμῶν καὶ καθ’ ὁμοίωσιν ἡμῶν‘· Θεοδοτίων· ‘ἐν εἰκόνι ἡμῶν, ἐν ὁμοιώμασιν ἡμῶν‘· Σύμμαχος· ‘ὡς εἰκόνα ἡμῶν καὶ καθ’ ὁμοίωσιν ἡμῶν‘.
Opif.239 καὶ μετὰ τὸν κατακλυσμόν· ‘ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον‘· Ἀκύλας οὖν καὶ Θεοδοτίων ‘ἐν εἰκόνι ἡμῶν‘ εἰπόντες, ὁ δὲ Σύμμαχος ‘ὡς εἰκόνα ἡμῶν‘ οὐ κατὰ τὴν εἰκόνα τοῦ θεοῦ καὶ πατρός, ὅς ἐστιν ὁ υἱὸς εἰκὼν ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου, ἰδιαίτερον τὸν ἄνθρωπον γεγονέναι φασίν, ἀλλ’ αὐτὸ μόνον εἰκόνα θεοῦ γεγονέναι, τουτέστι τῆς ἐν τριάδι μιᾶς θεότητος. ὅθεν καὶ ἐν τῇ ἐπαναλήψει ἀπὸ τοῦ πληθυντικοῦ μετῆλθεν ἐπὶ τὸ ἑνικὸν διὰ τὸ μοναδικὸν τῆς θεότητος· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘. ϛʹ. Ὅτι οὐδὲ σωματικῶς ἐκληπτέον τό ‘κατ’ εἰκόνα‘· ἀλλ’, ὡς ἐπήγαγε Μωϋσῆς, κατὰ τὸ ἄρχειν ἁπάντων τῶν θνητῶν ζῴων, οὗ δεικτικὸν τὸ θεῖναι τὸν Ἀδὰμ τοῖς χερσαίοις τε καὶ πτηνοῖς τὰ ὀνόματα. Ἐπὶ τούτοις ζητεῖται αὐτὸ τοῦτο τό ‘κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν‘, τί δηλοῦν ἐθέλει. ὅτι μὲν οὖν οὐ κατὰ τὸ σῶμα ἡ εἰκὼν καὶ ἡ ὁμοίωσις, δῆλον τοῦτο δὴ τὸ καταγέλαστον, ὑπό τινων μὲν ὑποπτευθὲν ἀλογώτατα, ὑπὸ πολλῶν δὲ καλῶς ἐληλεγμένον· ἐσχάτως γὰρ ἀσεβὲς τὸ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸ θεῖον, ὅτε οὐδὲ ἡ ψυχὴ οὐδ’ ἄλλο τι τῶν ἀσωμάτων. πότερον δὲ ἐκ παραλλήλου ταὐτόν ἐστιν ἑκάτερον, ἢ ἄλλο μέν τι τό ‘κατ’ εἰκόνα‘ δηλοῖ, ἕτερον δὲ τό ‘καθ’ ὁμοίωσιν‘; Εἰ μὲν οὖν ταὐτὸν ἑκάτερον, ἔοικεν ὁ Μωϋσῆς τοῦ ‘κατ’ εἰκόνα‘ ὥσπερ ἐξήγησιν ἐπαγαγεῖν τό ‘καθ’ ὁμοίωσιν‘· εἶτα τί τοῦτό ἐστι δηλῶν προσέθηκε· ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘ σημαίνοντος τούτου, ὅτι καθάπερ ἁπάντων τῶν ὄντων βασιλεύς ἐστιν ὁ θεός, οὕτω καὶ τὸν ἄνθρωπον καθ’ ὁμοίωσιν ἑαυτοῦ βασιλέα τῶν ἐπὶ γῆς πάντων ἐπέστησε.
Opif.240 καὶ τοῦτο πάλιν διὰ τῶν ἑξῆς ἐδήλωσεν ἐναργέστερον εὐλογήσας αὐτοὺς καὶ εἰπών· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘. κυριεύει μὲν γὰρ ἀληθῶς καὶ ἄρχει πάντων ὁ θεὸς ὧν ἐποίησε, καὶ εἰς τὸ εἶναι παρήγαγεν ἐκ 〈τοῦ〉 μὴ ὄντος· ἀγαθὸς δὲ ὢν καὶ τὸν ἄνθρωπον, ὡς φύσει γενητῇ δυνατόν, ἐξομοιοῦν ἑαυτῷ βουλόμενος κυριεύειν καὶ ἄρχειν πάντων ἐπέταξε τῶν ἐπὶ τῆς γῆς διὰ τῆς ἐν αὐτῷ τοῦ λόγου δυνάμεως. γενομένῳ τοίνυν εὐθὺς τὴν ἐξουσίαν ταύτην διδοὺς ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία τῆς γῆς καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ, ἐφ’ ᾧ τούτων ὄνομα θεῖναι ἑκάστῳ· ‘καὶ πᾶν ὃ ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ‘· καὶ ἡμεῖς γὰρ τῶν οἰκετῶν οὓς ἐν ἀρχῇ κτώμεθα, τὰ πρότερον ἀμείβοντες ὡς ἐπὶ τὸ πλεῖστον ὀνόματα, ἕτερα τίθεμεν αὐτοῖς καὶ τοῦτο τῆς κατ’ αὐτῶν δεσποτείας ποιούμενοι σύμβολον, οἱονεὶ παλιγγενεσίαν τινὰ διὰ τῆς τῶν ὀνομάτων ἀμοιβῆς αὐτοῖς παρεχόμενοι· τοῖς γὰρ ἄρτι τεχθεῖσι τίθεμεν ἄνθρωποι τὰ ὀνόματα. Οὕτω μὲν οὖν, εἰ ἐκ παραλλήλου νοοῖμεν τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘.
Opif.241 ζʹ. Εἰ ἕτερον τό ‘κατ’ εἰκόνα‘ καὶ ἕτερον τό ‘καθ’ ὁμοίωσιν‘, τί τούτων ἐστὶν ἑκάτερον. Εἰ δὲ τό ‘καθ’ ὁμοίωσιν‘ ἰδίαν ἔχει παρὰ τό ‘κατ’ εἰκόνα‘ σημασίαν, εἴη ἂν τό ‘καθ’ ὁμοίωσιν‘ ἐκ τῆς κατὰ προαίρεσιν ἡμῶν εὐζωίας καὶ πρὸς θεὸν ὁμοιώσεως εἰρημένον· καὶ γὰρ ὁ κύριος· ‘ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκουσ‘. καὶ πάλιν· ‘γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί‘· καὶ πάλιν· ‘ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν‘· καὶ ὁ ἀπόστολος· ‘μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ‘· καὶ ὁ Ἰωάννης· ‘νῦν τέκνα θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη, τί ἐσόμεθα· οἴδαμεν ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα‘. Εἰ δ’ οὕτω ταῦτα διοριστέα, δῆλον οἶμαι λοιπὸν ὅτι τὸ μέν ‘κατ’ εἰκόνα‘ εὐθὺς γενόμενος ὁ ἄνθρωπος εἴληφε, τὸ δὲ ‘καθ’ ὁμοίωσιν‘ δυνάμει μόνον ἔσχεν εὐθύς, διὰ τὸ τὴν λογικὴν οὐσίαν δεκτικὴν εἶναι τούτου κατ’ ἐνέργειαν, ὅτε διὰ γνώσεως ἀληθοῦς καὶ βίου καθαρότητος καὶ τῆς τῶν δεομένων αὐτοῦ προνοίας ἐξωμοιώθη τῷ θεῷ· τοῦτο γάρ ἐστι θεοῦ μίμησις, καὶ τὴν διαστολὴν τούτων καὶ ἐξ αὐτοῦ Μωϋσέως δεῖξαι δυνατόν· ἐν γὰρ τῇ ἐπαναλήψει τοῦ λόγου φησὶν οὕτως· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ καὶ τὰ ἐπιφερόμενα τούτοις, τὰ μὲν τῆς εἰκόνος δηλώσας διὰ τοῦ ‘καὶ ἄρχετε τῶν πετηνῶν τοῦ οὐρανοῦ‘ καὶ τῶν ἑξῆς, τὸ δέ ‘καθ’ ὁμοίωσιν‘ σιγήσας, ὅτι τοῦτο τῆς κατὰ προαίρεσιν ἐδεῖτο ζωῆς.
Opif.242 Ἐντεῦθεν οἶμαι καὶ τοὺς ἔξω σοφοὺς τὴν φιλοσοφίαν οὕτως ὁρίσασθαι· φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ταὐτὸν δὲ τοῦτό ἐστι τὸ καθ’ ὁμοίωσιν θεοῦ γενέσθαι τὸν ἄνθρωπον. μήποτε δὲ τοῦτο σημαίνει καὶ ὁ ψάλλων ἐν οἷς φησιν· ‘ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν‘· οὕτω γὰρ τὸ ὠκύμορον τῆς ζωῆς ἡμῶν ἐκτραγῳδήσας, τὸ ἀξίωμα λοιπὸν ἐπάγει τῆς λογικῆς οὐσίας εἰπών· ‘μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωποσ‘ ὡς εἰ ἔλεγεν· εἰ καὶ οὕτως ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος, ὡς παλαιστὰς ἐοικέναι τῷ μήκει τοὺς χρόνους ἡμῶν τοῦ βίου, καὶ διὰ τοῦτο ματαιότητι αὐτοῦ ἔοικεν ἡ ζωή, τουτέστιν ἴση τῷ μὴ ὄντι—μάταιον γὰρ τὸ μάτην ὄν—, ἀλλ’ οὖν εἰκόνα θεοῦ φέρων ἐπὶ τῆς γῆς τὸν βίον τοῦτον διαπορεύεται. Εἰ οὖν ἐπὶ πάντων τῶν ἀνθρώπων ὁ λόγος οὗτος διήκει, δῆλον ὡς οὐ τὴν δι’ εὐζωίας πρὸς θεὸν ὁμοίωσιν σημαίνει τό ‘κατ’ εἰκόνα‘· τοῦτο γὰρ ὀλίγων ἐστὶ καὶ τῶν κατὰ Παῦλον λέγειν δυναμένων· ‘ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστόσ‘ καί ‘μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ‘.
Opif.243 ηʹ. Ὅτι τό ‘κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν‘ ἐκ παραλλήλου ὁ Παῦλος ἤκουσεν ἐπὶ τῆς κατ’ ἀρετὴν πρὸς τὸν θεὸν ἐξομοιώσεως. Ταῦτα μὲν οὖν, εἰ διάφορος σημασία τοῦ ‘κατ’ εἰκόνα‘ καὶ τοῦ ‘καθ’ ὁμοίωσιν‘· ἔοικε δὲ ὁ ἀπόστολος ἐκ παραλλήλου ταῦτα λαβεῖν, οὐ πρὸς τὸ ἄρχειν τῶν ἐπὶ γῆς, ἀλλὰ πρὸς τὸ διὰ βίου θεοφιλοῦς ὁμοιοῦσθαι θεῷ καὶ εἰκόνα τῆς ἀγαθότητος αὐτοῦ φέρειν ἐπὶ τῆς γῆς· τοῦ σωτῆρος γὰρ εἰπόντος· ‘ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκουσ‘ καὶ πάλιν· ‘γίνεσθε οὖν οἰκτίρμονες καὶ τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶ καὶ τέλειοσ‘, Παῦλος πρὸς Κολοσσαεῖς φησιν οὕτως· ‘νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν θυμὸν κακίαν βλασφημίαν αἰσχρολογίαν, ἐκ τοῦ στόματος ὑμῶν. μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν‘. καὶ πρὸς Ἐφεσίους πάλιν· ‘ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείασ‘, ἐξ οὗ καὶ ὅτι μὴ σωματικὴ ἡ εἰκὼν πρόδηλον, καὶ ἑτέρωθι πάλιν· ‘ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ.
Opif.244 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου‘. εἰς ταὐτὸν ἄρα ὁ Παῦλος τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘ εἴληφεν αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν κατὰ Χριστὸν ζωήν. ὅτι δὲ κατ’ εἰκόνα θεοῦ ἐστι καὶ καθ’ ὁμοίωσιν ὁ δι’ εὐζωίας θεὸν μιμούμενος, ἐδήλωσε καὶ ὁ Δαυὶδ εἰπών· ‘ἄνθρωπος ἐν τῇ τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖσ‘· ἐκπεσὼν γὰρ διὰ φαυλότητα βίου τῆς τοῦ θεοῦ ὁμοιώσεως ὡμοιώθη τοῖς κτήνεσιν, ὧν τὴν ζωὴν ἐμιμήσατο. θʹ. Ὅτι Θεόδωρος κατ’ εἰκόνα θεοῦ γεγονέναι φησὶ τὸν ἄνθρωπον, ἵνα τῷ περιέπειν αὐτὸν πᾶσα ἡ κτίσις τιμᾷ τὸν θεόν, ὡς καὶ διὰ βασιλικῆς εἰκόνος τιμᾶται ὁ βασιλεύς· καὶ ἔλεγχος ὡς ἀτόπου τῆς ὑποθέσεως καὶ εἰς ἑλληνισμὸν ἀγούσης. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον· ὁ δὲ χρηστὸς Θεόδωρος πολλαχοῦ προφάσεις ἐπὶ ταῖς κατὰ τοῦ δεσπότου Χριστοῦ βλασφημίαις ζητῶν τε καὶ ἐπινοῶν, ἄλλως ἐξηγεῖται τό ‘κατ’ εἰκόνα‘ καὶ τό ‘καθ’ ὁμοίωσιν‘ ἐν τῷ τετάρτῳ τῶν εἰς τὴν Γένεσιν, ἵνα κατὰ μικρὸν ὑφέρπων κατὰ Χριστοῦ τὴν ἑαυτοῦ γλῶτταν ὡς εἶπον ἐγείρῃ.
Opif.245 ‘ὡς γὰρ εἴ τις βασιλεύσ‘ φησί ‘πόλιν μεγίστην οἰκοδομήσας εἰκόνα ἑαυτοῦ κατασκευάσας ἐν μέσῳ τῆς πόλεως στήσειεν, ὡς ὑπὸ τῶν πολιτῶν ἀντὶ τοῦ βασιλέως τιμᾶσθαι ταύτην, προσκυνεῖσθαι δὲ μᾶλλον, οὕτω καὶ ὁ θεὸς τὸν κόσμον ποιήσας τὸν ἄνθρωπον ἐν τάξει παρήγαγεν εἰκόνος οἰκείας, ὡς ἂν ἅπασα ἡ κτίσις ἐν τῇ τούτου θεραπείᾳ τὴν προσήκουσαν ἀναφέρῃ τιμὴν τῷ θεῷ‘· τὴν γὰρ σωματικὴν χρείαν τὴν ἐκ τῶν γεγονότων τῷ ἀνθρώπῳ προσαγομένην ἀπαριθμησάμενος μέχρις αὐτῶν πρόεισι τῶν ἁγίων ἀγγέλων, καὶ αὐτοὺς λέγων ἀντὶ τοῦ θεοῦ θεραπεύειν τὸν ἄνθρωπον, καὶ τὸ τοῦ ἀποστόλου μαρτύρεται τό ‘οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;‘ ὡς διὰ τοῦτο γενομένων αὐτῶν, οὐκ ἐννοῶν ὅτι καὶ ὁ δεσπότης ἔφη Χριστός· ‘οὐ γὰρ ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου διακονηθῆναι, ἀλλὰ διακονῆσαι‘· ‘ἦλθεν γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλόσ‘. καὶ οἱ ἄγγελοι τοίνυν οὐχ ὡς ὑποβεβηκότες ἡμῶν, ἀλλὰ τῷ θεῷ λειτουργοῦντες εἰς σωτηρίαν ἡμῶν ἀποστέλλονται· ‘χαρά‘ γάρ φησι ‘γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι‘· ἄνθρωποι μὲν γὰρ πάντες ἐξέκλιναν θεοῦ καὶ οὐκ ἦν οὐδὲ μέχρις ἑνὸς ὁ ποιῶν χρηστότητα, οἱ δὲ ἅγιοι ἄγγελοι δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ. διὸ καὶ ὁ κύριος εὔχεσθαι κελεύει, γενηθῆναι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς τοῦ θείου θελήματος ὑπὸ τῶν ἄνω πληρουμένου δυνάμεων.
Opif.246 ἀλλὰ καὶ τοῖς σῳζομένοις μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ὡς ἀγγέλοις ἐν οὐρανῷ ἔσεσθαι Χριστὸς ἐπηγγείλατο. κἀκεῖνοι μέν ‘διὰ παντόσ‘ φησὶν ὁ κύριος ‘βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖσ‘· οἱ δὲ κατὰ Παῦλον νυνὶ βλέπουσιν ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ τοῦ ἀγγελικοῦ τυχόντες ἀξιώματος πρόσωπον πρὸς πρόσωπον· ‘μακάριοι‘ γάρ φησιν ‘οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται‘. ἀλλὰ Θεόδωρος τὰς λειτουργικὰς τοῦ θεοῦ δυνάμεις, τὰς ἀρχὰς τὰς ἐξουσίας τοὺς θρόνους τὰς κυριότητας τὰ χερουβὶμ τὰ σεραφὶμ ἀντὶ θεοῦ φησιν ὡς εἰκόνα θεοῦ περιέπειν τὸν ἄνθρωπον. Ποία δὲ ἡ παρὰ τῆς ἄλλης κτίσεως τῷ ἀνθρώπῳ προσαγομένη θεραπεία ὡς εἰκόνι θεοῦ, δι’ ἧς αὐτὸς ἐν ἐκείνῳ θεραπεύεται ὁ θεός; ἡ τῶν καιρῶν πάντως εὐκρασία καὶ ἡ τῶν στοιχείων πρὸς ἄλληλα συμμετρία, δι’ ὧν βλαστάνει τε καὶ εἰς τέλος ἔρχεται τὰ φυόμενα, ἐξ ὧν ἡ τῶν σωμάτων γένεσίς τε καὶ τροφὴ καὶ αὔξησις, ‘ἅ ἐστι πάντα‘ κατὰ τὸν Παῦλον ‘εἰς φθορὰν τῇ ἀποχρήσει‘. καίτοι γε εἰς τὴν αὐτὴν χρείαν τὰ αὐτὰ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπηρετεῖ· ‘ἀλλὰ καὶ τούτοισ‘ φησί ‘δι’ ἡμᾶς τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων‘. ἀλλ’ ὀλίγα τούτων ἐστὶν οἷς συγχρώμεθα ἢ εἰς τροφὴν ἢ εἰς μόχθων κοινωνίαν· τὰ πλεῖστα δὲ λυσιτελεῖ τὸ παράπαν ἡμῖν οὐδέν· πολλὰ δὲ τούτων οὐδέ, εἰ ἔστιν ὅλως, γιγνώσκομεν ἐν ἐρήμοις καὶ θηριώδεσιν ἢ ἀπλώτοις ὄντα θαλάσσαις.
Opif.247 ιʹ. Καὶ ὅτι τὸν Χριστόν φησι Θεόδωρος ἕνα ὄντα ἐξ ἡμῶν εἰς οὐρανὸν ἀναγαγεῖν τὸν θεόν, ἵνα τε ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως καὶ ἵνα μὴ ὑπὸ τῶν ἐναντίων ἐπιβουλεύηται δυνάμεων· καὶ ἔλεγχος τῆς ἀσεβοῦς ταύτης ὑπονοίας. Ἐπὶ πλέον δὲ τὴν βλασφημίαν ἐκτείνων Θεόδωρος καὶ εἰς αὐτὸν ἤγαγε τὸν δεσπότην Χριστὸν οὐ θεὸν ἐνανθρωπήσαντα λέγων αὐτὸν κατὰ τό· ‘ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν‘ καὶ πάλιν· ‘ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς γενόμενον ὑπὸ νόμον‘ καί ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενοσ‘. ταῦτα καὶ μυρία τούτων ἐναργέστερα Θεόδωρος κατὰ νώτου βαλών ‘ἀκριβέστερον‘ φησίν ‘ὁ θεὸς τὰ τῆς εἰκόνος ἡμῖν διασῶσαι βουλόμενος ἄνθρωπον ἐξ ἡμῶν ἕνα λαβὼν ἀθάνατόν τε καὶ ἄτρεπτον ποιήσας εἰς οὐρανὸν ἀνήγαγεν ἑαυτῷ συνάψας, ἵνα μὴ μόνον εἰς ὕψος τυγχάνων παρὰ πάσης προσκυνῆται τῆς κτίσεως, ἀλλὰ γὰρ καὶ κατὰ πάντα φοβερός τε καὶ ἀνεπιβούλευτος ᾖ τοῖς ἐναντίοις ἅτε μηδεμίαν παρατροπὴν ἢ ἀλλοίωσιν ὑπομένειν οἷός τε ὤν‘.
Opif.248 πόθεν ταῦτα λαβὼν ἔχει Θεόδωρος, εἰ μὴ ἐκ τοῦ πρὸς αὐτὸν εἰπόντος τὸν δεσπότην Χριστόν· ‘εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω‘; ὑπενόει γὰρ ὁ πειράζων, ὡς εἰ τοῦτο ποιεῖν τολμήσειεν, ἐλέγχεται μὴ ὤν, ὅπερ εἶναί φησιν, ἀληθινὸς υἱὸς τοῦ θεοῦ· τὸ γὰρ ἐπικάλυμμα τῆς σαρκὸς αὐτὸν ἠπάτα. ἐξ οὗ καὶ Θεόδωρος εἰπεῖν ἐτόλμησεν, ὅτι τὸν ἄνθρωπον, ὃν ἔλαβεν ἐξ ἡμῶν ὁ θεός, ἀνήγαγεν εἰς οὐρανὸν διὰ δύο αἰτίας, μίαν μέν, ἵνα ὑψηλὸς ὢν ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, τὸ κατ’ εἰκόνα θεοῦ γεγονέναι δεικνὺς ἀκριβῶς· καίτοι γε πρὸ αὐτοῦ ἐνδιαίτημα τῶν ἀγγέλων ὁ οὐρανὸς εἶναι λέγεται, ὃ καὶ Θεοδώρῳ δοκεῖ· ἑτέραν δέ, ἵνα φοβερὸς ὢν διὰ τὸν τόπον ὑπὸ τῶν ἐναντίων δυνάμεων ἀνεπιβούλευτος μείνῃ· καίτοι ἐν γῇ ὄντος ἔτι τοῖς αὐτοῦ μαθηταῖς ὑπεχώρουν οἱ δαίμονες καὶ ὑπετάττοντο διὰ τὸ πρὸς αὐτοὺς τοὺς μαθητὰς εἰρηκέναι τὸν Χριστόν· ‘ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ‘. ἐν τούτοις δὲ Θεόδωρος καὶ ἐπ’ αὐτὴν τὴν θείαν οὐσίαν τὴν βλασφημίαν διέτεινεν, εἴπερ ἐδεήθη ὁ θεὸς προσφύγιον τῷ ἀνθρώπῳ δοῦναι τὸν οὐρανόν, ἵνα μὴ βλαβῇ ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῶν ἐν τῇ γῇ λίαν ὑποτρεμόντων αὐτῶν καὶ λεγόντων· ‘τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;‘ πῶς δ’ ὅλως ὁ ποιήσας ἀθάνατον αὐτὸν καὶ ἀμετάβλητον ἔτι δεδιώς, μή τι πάθῃ ὑπὸ τῶν ἐναντίων δυνάμεων, ἑτέραν αὐτῷ βοήθειαν ἐπινοεῖ τὸν οὐρανόν; εἰ δὲ καὶ οἱ τῆς ἀναστάσεως τῶν ἁγίων ἀξιωθέντες ὡς ἄγγελοι θεοῦ εἰσιν ἐν οὐρανῷ πάντοτε σὺν κυρίῳ ὄντες καὶ τοῦ κατ’ εἰκόνα τυχόντες ἀκριβῶς, δεήσει κατὰ τὸ ἀκόλουθον καὶ αὐτοὺς ὑπὸ πάσης προσκυνεῖσθαι τῆς κτίσεως.
Opif.249 Ποίαν ὑπερβολὴν ἀσεβείας ἐν τούτοις ἑτέρῳ Θεόδωρος καταλέλοιπεν ἐν προσχήματι τοῦ ἐξηγεῖσθαι τὰ Μωϋσέως τοιαῦτα καὶ τοσαῦτα κατὰ Χριστοῦ βλασφημῶν καὶ κατ’ αὐτοῦ τοῦ θεοῦ; ἀλλ’ ὅμως τοιοῦτος ὢν πικρῶς ἐπισκώπτει τοὺς προεξηγησαμένους τὸν τόπον οὕτω λέγων· ‘σφόδρα μοι θαυμάζειν ἐπῆλθε τῶν ταυτὶ μὲν συνιδεῖν οὐχ οἵων τε γεγονότων, καίτοι διὰ πάσης κηρυττόμενα τῆς ἁγίας γραφῆς καὶ πολλῷ γε πλέον ἐπὶ τῆς καινῆς ἐκφωνηθέντα διαθήκησ‘. ποῦ τῆς θείας γραφῆς εἰρημένον δεικνύειν ἕξεις, ὅτι διὰ τοῦτο τὸν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν ἐποίησεν ὁ θεός, ἵνα ὥσπερ ἐν πόλει βασιλέως εἰκόνα τιμῶσιν ἀντὶ τοῦ βασιλέως οἱ τὴν πόλιν οἰκοῦντες, οὕτω καὶ πᾶσα κτίσις νοητῶν τε καὶ αἰσθητῶν ἀντὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κατ’ εἰκόνα αὐτοῦ γενόμενον τιμῶσιν ἄνθρωπον; καὶ κατὰ τὸ ὑπόδειγμα πάντως τῆς βασιλέως εἰκόνος καθάπερ τὴν Ναβουχοδονόσορ χρυσῆν εἰκόνα ὡς αὐτὸν προσεκύνουν τὸν βασιλέα, οὕτω καὶ τὸν ἄνθρωπον ὡς θεὸν προσκυνῶσιν ὅ τε κόσμος ἅπας καὶ οἱ ἄγγελοι; ἦ που καὶ μέμψαιτ’ ἂν ἴσως τοὺς ἐν τῇ καμίνῳ τρεῖς παῖδας μὴ ἑλομένους διὰ τῆς εἰκόνος τὸν Βαβυλώνιον βασιλέα προσκυνεῖν, εἴπερ καὶ τὸν ἄνθρωπον ὡς εἰκόνα θεοῦ πᾶσα περιέπει ἡ κτίσις [ὡς εἰκόνα θεοῦ]· ὅτι δὲ εἰς τοῦτο καταστρέφει Θεοδώρῳ τὸ τόλμημά τε καὶ τὸ ὑπόδειγμα, δῆλον καὶ ἐξ ὧν ἐπήγαγεν· ‘ὥσπερ γάρ‘ φησίν ‘τὴν βασιλέως εἰκόνα οἱ μὲν τοῦ βασιλέως θεραπευταὶ διὰ πάσης ἄγουσι τῆς αἰδοῦς, οἱ τυραννικοὶ δὲ μετὰ πολλῆς καθαιροῦσι τῆς σπουδῆς, τὴν βασιλέως αὐθεντίαν ἐν τῇ εἰκόνι καθαιρεῖν ἢ παραβλάπτειν ἡγούμενοι, οὕτω καὶ περὶ τὸν ἄνθρωπον οἱ μὲν εὐνοοῦντες ἄγγελοι τῷ θεῷ προθύμως τὴν διακονίαν, ἐφ’ ᾗ ἀποστέλλονται, πληροῦσι διὰ τὴν ἡμετέραν σωτηρίαν, ὁ διάβολος δὲ καὶ οἱ δαίμονες περὶ τὴν ἀνθρώπων ἐπιβουλὴν πάντα ποιοῦσιν‘.
Opif.250 ἐκ τοῦ προκειμένου μετέβης εἰς ἕτερον· προὔκειτο γάρ σοι δεῖξαι ἐκ τῆς θεοπνεύστου γραφῆς, ὅτι ὡς εἰκόνα θεοῦ πᾶσα ἡ κτίσις περιέπει τὸν ἄνθρωπον καὶ αὐτοὶ οἱ ἄγγελοι· τοῦτο δὲ δεῖξαι μὴ δυνηθεὶς μετέβης ἐπὶ τὸ τῷ ἀποστόλῳ λεχθέν, ‘ὅτι εἰς διακονίαν ἀποστέλλονται οἱ ἄγγελοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν‘· —οὐκ ἄρα ἵνα περιέπωσιν αὐτὸν ἀντὶ θεοῦ ὡς εἰκόνα θεοῦ, ἀλλ’ ἵνα τῆς σωτηρίας αὐτῶν, ἧς ἐξέπεσον διὰ τὴν ἁμαρτίαν, ἐπιμελήσωνται—ἐπιτείνων δὲ ὅμως ἔτι τὴν κατὰ Χριστοῦ βλασφημίαν· ‘ἀκριβέστερον‘ γάρ φησι ‘τὸν λόγον τῆς εἰκόνος διασῶσαι βουλόμενος ὁ θεὸς ἄνθρωπον ἕνα ἔλαβεν ἐξ ἡμῶν καὶ τοῦτον ἀθάνατον καὶ ἄτρεπτον ποιήσας εἰς οὐρανὸν ἀνήγαγεν ἑνώσας ἑαυτῷ, ἵνα ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεωσ‘.
Opif.251 τί οὖν ἐρεῖ τοῦ θεοῦ λέγοντος· ‘κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεισ‘ καί ‘τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω‘· ‘οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ‘; εἰ δὲ λέγοι τὴν τοῦ ἀνθρώπου προσκύνησιν εἰς θεὸν ἀναφέρεσθαι, ἴστω, ὅτι καὶ οἱ τοῖς εἰδώλοις ὡς θεοῖς προσκυνοῦντες τοῦτο φασί· διὸ καὶ τοῖς τῶν θεῶν ὀνόμασιν, οἷς ἀνάκεινται, ταῦτα προσαγορεύουσιν, ὡς καὶ Θεόδωρος τὸν ἐκ Μαρίας ἄνθρωπον ἴσα θεῷ προσκυνεῖ καὶ θεὸν ὀνομάζει τῇ κτίσει λατρεύων ὡς ἐκεῖνοι καὶ προσφάτῳ θεῷ, πλὴν ὅτι Ἕλληνες μὲν ἀψύχοις ἀγάλμασιν, ἐμψύχῳ δὲ οὗτος, ὅτε καὶ πολλὰ τῶν ἀλόγων ζῴων καὶ ἀνθρώπους ἐθεοποίησαν ἐκεῖνοι ὡς θείας ἀρρήτως μετέχοντας φύσεως· ἀλλὰ τοιοῦτος ὢν Θεόδωρος πικρῶς ἐπισκώπτει τοὺς πρὸ αὐτοῦ πάντας, ὅτι μὴ οὕτως, ὡς ἔδοξεν αὐτῷ, τό ‘κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν‘ ἀσεβῶς ἐξειλήφασι, λέγων οὕτω· ιαʹ. Ὅτι μὴ νενοηκὼς Θεόδωρος τὸ εἶδος τῆς ἀρχῆς τῶν ἀνθρώπων, καίτοι σαφῶς εἰρημένον Μωϋσεῖ, οὐκ ἴδιον εἶναί φησι τῶν ἀνθρώπων ἀλλὰ καὶ ἀγγέλων τὸ ἄρχειν, οὐκ ἐπιστήσας, ὡς ἄνθρωποι μὲν ἄρχουσιν ἅπαντες, ἄγγελοι δὲ οὐ πάντες. ‘Κατ’ εἰκόνα γεγενῆσθαι τὸν ἄνθρωπον λέγουσι, πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ σαφῶς ἀποφθεγγόμενοι‘.
Opif.252 τὰ δὲ σά, βέλτιστε, γέλωτος μὲν οὐδαμῶς, τῶν Ἱερεμίου δὲ θρήνων ὡς ἀληθῶς ἐστιν ἄξια εἰς τοσαύτην βλασφημίαν τοὺς σοὶ πειθομένους ἐξάγοντα. πῶς οὖν οἴεται τὰ εἰρημένα τοῖς πρὸ αὐτοῦ γέλωτος εἶναι ἄξια; ‘εἰ περὶ μόνου τοῦτο‘ φησίν ‘εἴρηται τοῦ ἀνθρώπου, ἰδίαν τινὰ τῆς προσηγορίας προσῆκεν εἶναι τὴν αἰτίαν· ἀλλ’ οὔτε τὸ νοερὸν μόνον, οὔτε τὸ λογικὸν ἀνθρώπων—τοιαύτας γὰρ εἶναι καὶ τὰς ἀοράτους φαμὲν δυνάμεις—οὐ μὴν οὐδὲ τὸ ἀρχικόν· καὶ γὰρ καὶ τοῦτο ταῖς ἀοράτοις προσὸν ὁρῶμεν δυνάμεσιν‘. Ἀλλ’ εἴπομεν ἤδη καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδείξαμεν, ὡς οὐχὶ σὺν τῷ κόσμῳ γεγόνασιν αἱ τῶν ἁγίων ἀγγέλων τάξεις, ἀλλ’ προϋπέστησαν ἐναργῶς· μόνου δὲ τοῦ αἰσθητοῦ κόσμου τὴν γένεσιν παρέδωκε Μωϋσῆς, ἐν ᾧ μόνος τῶν ἐγκοσμίων ὁ ἄνθρωπος τῆς λογικῆς καὶ νοερᾶς ἠξίωται ψυχῆς· διὸ καὶ μόνος τῶν ἐγκοσμίων ἐστὶ κατ’ εἰκόνα θεοῦ καὶ μόνος ἄρχει τῶν ἐπὶ τῆς γῆς πάντων, τῇ τοῦ θεοῦ προστάξει καὶ τῇ τοῦ λόγου δυνάμει πάντα ποιῶν ἑαυτῷ ὑποχείρια. ἄγγελοι δὲ τούτων οὐκ ἄρχουσιν, ἀλλὰ τῶν ἰδίων ταγμάτων, ὡς οἱ τούτων ἡγεμόνες ἀρχάγγελοι ἢ ἄλλος ἄλλου τινὸς ἔθνους κατὰ τό· ‘ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ‘. κἀντεῦθεν, ὅτι μὴ πάντες ἄρχουσι δῆλον, ὡς ἐπὶ τῶν ἀνθρώπων κοινόν ἐστι τό· ‘καὶ ἀρχέτωσαν‘· τῶν γὰρ ἀγγέλων οἱ μὲν ἄρχουσιν, οἱ δὲ ἄρχονται· μετὰ δὲ τὸ εἰπεῖν τὸν θεόν ‘κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ εὐθὺς κατὰ συνέχειαν ἐπήγαγε· ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς ἁπάντων‘ διὰ τούτων τό, πῶς ἔφη κατ’ εἰκόνα, δηλώσας.
Opif.253 σὺ δὲ τοῖς φανερῶς εἰρημένοις πολεμεῖς ἀναιδῶς. ιβʹ. Ὅτι κατασκευάζων τὸ πᾶσιν ὁμολογούμενον, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ’ εἰκόνα‘ εἴρηται, παράγει τό ‘ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων‘ οὐ νοήσας τὸ εἰρημένον. Εἶτα ὡς ἠγνοηκότος τινός, ὅτι περὶ μόνου τοῦ ἀνθρώπου τό ‘κατ’ εἰκόνα‘ εἴρηται, κατασκευάζων τοῦτο περιττῶς καὶ τὸ τοῦ ἀποστόλου παράγει μαρτύριον· ‘ἀνήρ‘ φησίν ‘οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων‘ ὡς δὴ περὶ ἀνδρῶν καὶ μόνων εἰρηκότος τοῦ θεοῦ τό ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘, ὅπερ οἱ μεθ’ ὑπερβολῆς ἰδιῶται νομίζουσιν, [τὸ] ἐπὶ μόνων τῶν ἀνδρῶν τό ‘ἄνθρωποσ‘ λέγεσθαι· ὅτι δὲ κοινῶς ἐπὶ πάσης ἡμῶν τῆς φύσεως εἴρηται, δῆλον ἐξ αὐτῶν τῶν τοῦ προφήτου ῥημάτων· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘.
Opif.254 κοινὰ οὖν ἅπαντα δέδωκε τοῖς δύο γένεσιν ὁ θεός· διὸ καὶ αἱ ἀρεταὶ κοιναὶ ἀνδρῶν καὶ γυναικῶν, εἰ καὶ ἰδιαίτερον τό ‘κατ’ εἰκόνα‘ τοῦ ἀνδρὸς κατηγόρησεν ὁ ἀπόστολος διὰ τὸ μετὰ τὴν ἁμαρτίαν εἰρῆσθαι τῇ γυναικὶ ὑπὸ θεοῦ ‘καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει‘· κοινῶς γὰρ εἰρημένου τοῦ ‘καὶ κατακυριεύσατε αὐτῶν‘ ἐπιτέταται ὕστερον τὰ τῆς ἀρχῆς καὶ τὰ τῆς ἐξουσίας τῷ ἄρρενι, ὅτι μὴ μόνον τῶν ἄλλων ζῴων ἄρχει πάντων, ἀλλὰ καὶ τῶν ὁμοφύλων τοῦ θήλεος· ‘καὶ αὐτός σου‘ γάρ ‘κυριεύσει‘ πρὸς τὴν γυναῖκά φησι. διόπερ οὐ μόνον εἰκόνα θεοῦ κατ’ ἐξαίρετον, ἀλλὰ καὶ δόξαν εἴρηκεν ὁ Παῦλος τὸν ἄνδρα ὡς κυριεύοντα τῆς τῶν ἄλλων ζῴων κυριευούσης γυναικός· καὶ οὕτω δόξαν μιμεῖται θεοῦ, ἐπεὶ καί ‘θεὸς θεῶν καὶ κύριος τῶν κυριευόντων‘ ὁ θεὸς ἐστί τε καὶ ὀνομάζεται. ιγʹ. Ὅτι καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καὶ οἱ κοσμοκράτορες καὶ τὰ τοιαῦτα πεπλάνηκε τῇ ὁμωνυμίᾳ Θεόδωρον, 〈εἰσ〉 τὸ μὴ μόνου τῶν ἐν τῷ κόσμῳ εἶναι τοῦ ἀνθρώπου τὸ ἀρχικόν. ‘Ἀλλὰ καὶ ἀρχάσ‘ φησὶ Θεόδωρος ‘καὶ ἐξουσίας καὶ κοσμοκράτορας ὁ Παῦλος καλεῖ τὰς ἀποστατικὰς τοῦ θεοῦ δυνάμεις. καὶ ὁ προφήτης ‘τὸν φωστῆρα τὸν μέγαν‘, φησίν ‘εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτόσ‘. πῶς οὖν οἷόν τε ἦν κατά τι τούτων λέγεσθαι εἰκόνα τὸν ἄνθρωπον, ὧν δὴ μέτεστι πολλοῖς τῶν γεγονότων‘; ἀλλ’ οὔτε περὶ τῶν ἁγίων ἀγγέλων εἴρηται οὔτε περὶ τῶν ἀποστατικῶν δυνάμεων τό ‘καὶ ἀρχέτωσαν τῶν ἐνύδρων ζῴων καὶ τῶν χερσαίων καὶ τῶν ἀερίων‘, ἀλλὰ περὶ μόνων ἀνθρώπων· μόνοι γὰρ τῶν ἐγκοσμίων ζῴων εἰσὶ λογικοί, οἱ δὲ ἄγγελοι οὐ σὺν τῷ κόσμῳ γεγόνασι· τίνων μὲν οὖν ἄρχουσιν οὗτοι, φθάσαντες εἴπομεν· αἱ δὲ ἀποστατικαὶ δυνάμεις τῶν πνευματικῶν τῆς πονηρίας τῶν συναποστατῶν αὐτοῖς ἄρχουσι, καί ‘κοσμοκράτορες τοῦ σκότουσ‘ εἰσὶ τοῦ παρόντος αἰῶνος, περὶ οὗ καὶ ὁ κύριος εἶπεν οὐκ εἶναι ἐκ τοῦ κόσμου τούτου οὐδὲ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὅτι ‘ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν‘.
Opif.255 ἄρχουσι δὲ τῶν ἄλλων τοῦ θεοῦ δημιουργημάτων οὐδενὸς οὐδὲ τῶν ἐνύδρων ζῴων καὶ τῶν πτηνῶν καὶ τῶν χερσαίων, ὧν ὁ ἄνθρωπος ἄρχειν ἐτάχθη· οὔτε γὰρ τῶν στοιχείων ἄρχουσιν οὔτε τῆς ἡμέρας καὶ τῆς νυκτός, ὡς οἱ φωστῆρες, οὔτε τινὸς ἄλλου τὴν ἀρχὴν ἔσχον, ὧν καὶ οἱ ἄγγελοι ἄρχουσι. τί οὖν σὺ παρέλκεις ἐξ ὁμωνυμίας ἐπὶ τὰ μὴ προκείμενα τὸν λόγον; μόνος γὰρ τῶν τοῦ κόσμου μερῶν ὁ ἄνθρωπος κατ’ εἰκόνα τοῦ θεοῦ γέγονε καὶ καθ’ ὁμοίωσιν. Θεόδωρος δὲ τοῖς εἰρημένοις προστίθησιν ὡς ἀκόλουθα καὶ ταῦτα, ὡς οὐκ ἴδιον [ὂν] τοῦ ἀνθρώπου τὸ ἄρχειν. τὸ μὲν ἁπλῶς ἄρχειν οὐκ ἴδιον ἀνθρώπου· οὐδὲ γὰρ καὶ ἀγγέλων ἄρχει καὶ φωστήρων καὶ αὐτοῦ τοῦ οὐρανοῦ· ἀλλ’ ὧν ἄρχειν ἐκελεύσθη, μόνος τῶν ἐν τῷ κόσμῳ γενομένων ἄρχει, ἐπεὶ καὶ μόνος τούτων λογικόν ἐστι ζῷον· εἰπὼν δὲ τό· οὐκ ἴδιον ἀνθρώπου τὸ ἄρχειν— ιδʹ.
Opif.256 Ὅτι καλῶς διορισάμενος μίαν αἰτίαν εἶναι δεῖν, καθ’ ἣν μόνος ἄνθρωπος κατ’ εἰκόνα γέγονε τοῦ θεοῦ, οὐδὲν αὐτὸς μόνου ἀνθρώπου παρείληφεν ἴδιον. ‘ὅθεν‘ φησί ‘δῆλον ἡμῖν, ὅτι μίαν τινὰ προσῆκεν τὴν αἰτίαν εἶναι, καθ’ ἣν οὗτος οὕτω προσηγόρευται μόνος, ἧς οὐδὲν μετέχει τῶν γεγονότων‘. τοῦτο καὶ ἡμᾶς ἐπισημειουμένους μεμνῆσθαι δεῖ καὶ σκοπεῖν, εἰ ἁρμόζουσιν αἱ παρ’ αὐτοῦ ἀποδιδόμεναι αἰτίαι μόνῳ τῷ ἀνθρώπῳ· οὐ φαίνεται γὰρ οὐδὲν μόνου ἀνθρώπου λέγων ἴδιον· ἄρχεται δὲ λοιπόν, πῶς εἰκών ἐστι τοῦ θεοῦ καὶ ὁμοίωσις ὁ ἄνθρωπος λέγειν. ‘δέδωκεν αὐτῷ‘ φησίν ‘ἀπὸ τοῦ κτίζειν ἅπερ οὖν πρόσεστι τῷ δημιουργῷ τῶν ἁπάντων, ὧν μίμησιν ἔχει κατὰ πολὺ λειπομένην τοῦ θείου‘. εἶτα ὡς δή τι λέγων ἀπόρρητον, ὅσον διενήνοχε τῆς τῶν ἀνθρώπων ἡ τοῦ θεοῦ δημιουργία προσεπάγει· ‘ἄνθρωπος δὲ ποιεῖ μὲν τὰ οὐκ ὄντα, φέρων τι τῆς θείας μιμήσεως ἐν τούτῳ· καὶ γὰρ καὶ οἰκίαν καὶ ναῦν καὶ πόλιν καὶ τεῖχος καὶ λιμένα καὶ βάθρον καὶ κλίνην καὶ πᾶν, ὅτι δήποτε οὖν μικρόν τι καὶ μέγα ἐργάζεται, ποιῶν τὸ μὴ πρότερον ὄν· φύσεις δὲ παράγειν οὐδαμῶς οἷός τε καθέστηκεν‘. Ἀλλὰ καὶ τῶν ἀλόγων πολλά, θαυμάσιε, δημιουργικὴν τῶν οὐκ ὄντων δύναμιν ἔχει, καὶ οὐ μόνος ὁ ἄνθρωπος.
Opif.257 τὸ κηρίον ἡ μέλιττα ποικίλως ἐργάζεται δημιουργοῦσα καὶ διακοσμοῦσα καὶ σχηματίζουσα τὸν κηρόν, ὡς οὐκ ἂν τεχνίτης ἐργάσαιτο· τὸ χνοῶδες μὲν γὰρ τῶν ἀνθῶν εἰς οὐσίαν τοῦ κηροῦ μεταβάλλει καὶ οἷον ἀγγεῖα τῷ μέλιτι παρασκευάζει. εἶτα τὸ δροσῶδες τὸ ἐν αὐτοῖς καὶ τὸ ἐν τοῖς καρποῖς ὑγρὸν τοῖς κυττάροις ἐναποτιθεμένη εἰς οὐσίαν ἐκπέττει μέλιτος, τροφὴν ἑαυτῇ χειμέριον παρασκευάζουσα. ποία 〈ἂν〉 γλῶττα τῶν μυρμήκων τὴν ἐπιστήμην ἀξίως 〈ἂν〉 εἴποι; συλλέγουσι μὲν γὰρ κατὰ συστάσεις ἐν θέρει τὸν σῖτον καὶ ὑπὸ γῆν ἐναποτίθενται, μή τι τῶν σπερμολόγων ζῴων αὐτὸν ἁρπάσειε, τέμνουσί τε δίχα τὴν τοῦ ὁμοίου γεννητικὴν αὐτοῦ δύναμιν ἀφαιρούμενοι· τὸν ὑγραινόμενον δὲ ὑπὸ γῆν ἀναφέρουσι πρὸς ἥλιον, μή ποτε σαπείη, καὶ ἄνικμον γεγονότα πάλιν εἰς τὸν αὐτὸν ὑπὸ γῆν ἀποτίθενται τόπον. μέλλουσα τίκτειν ἡ χελιδὼν προνοητικῶς τὴν νεοττιὰν προπαρασκευάζει, τῷ στόματι μὲν τὰ κάρφη συνάγουσα καὶ κατά τινα τέχνην ἀλλήλοις ἁρμόζουσα, πηλὸν δὲ ταῖς πτέρυξι καὶ τοῖς ποσὶν ἄγουσα διαχρίει ταῦτα κόλλης δίκην καὶ μίαν ποιεῖ πάντων συνέχειαν. ὁ δὲ ἀράχνης ἐν πόσῳ κόσμῳ καὶ κάλλει τὸ ἀράχνιον ἐξυφαίνει; ποῖος γεωμέτρης οὕτως ἀκριβῶς πλείονας ἀλλήλοις περιγράφει κύκλους στήμοσι λεπτοῖς οἷα συνδέσμοις ἴσον διεστῶσιν ἀλλήλων συνεχομένους, μακραῖς πανταχόθεν ἰσὶ τοῦ παντὸς διατεταμένου τεχνήματος· οἶκος ἅμα τῷ πεποιηκότι καὶ δίκτυον εἰς ἄγραν τροφῆς ἐπιτήδειον.
Opif.258 καὶ τό〈δε〉 δὴ μεῖζον· ἄνθρωπος μὲν ἐκ μαθήσεως ποιεῖ τὰ τεχνητά, φύσεις δὲ ζῴων ἀδίδακτοι, ὡς καὶ θεὸς οὐσιώδη τὴν δημιουργικὴν ἁπάντων ἔχει δύναμιν. Ἐπὶ τὸ ἀσεβέστερον δὲ ἀεὶ προκόπτων Θεόδωρος καὶ ἐκ τοῦ γεννᾶν φησι τοὺς ἀνθρώπους υἱοὺς τὴν πρὸς τὸν θεὸν εἰκόνα καὶ ὁμοίωσιν διασῴζειν τὸν ἄνθρωπον. καὶ πάλιν τὴν πρὸς ἄλληλα τῆς θείας γεννήσεως καὶ τῆς ἀνθρωπείας διαφορὰν ἀτοπώτατα λίαν διηγεῖται καὶ χαμαιπετῶς, ἃ καὶ λέγειν αἰσχύνη με πολλὴ καὶ δέος—ἐπ’ ἀληθείας λέγω—κωλύει. καὶ οὐδὲ τὰ οὕτως ἐναργῆ συνιδεῖν ὁ ἄνθρωπος οὗτος ἴσχυσεν, ὡς οὐδὲ τοῦτο μόνων ἐστὶν ἀνθρώπων ἴδιον, ἀλλὰ πάντων ζῴων πλὴν τῶν ἐκ σήψεως· πάντα γὰρ τὴν γεννητικὴν τοῦ ὁμοίου δύναμιν ἔχει καὶ τίκτει τὸ συνώνυμον ἕκαστον· ἐν ἰδίᾳ γὰρ τοῦτο πραγματείᾳ δεδείχαμεν. εἰ δὲ λέγει Θεόδωρος μόνους ἡμᾶς λογικὸν ζῷον ἀπογεννᾶν καὶ ταύτῃ τὴν πρὸς τὸν θεὸν ἔχειν εἰκόνα, κατὰ μόνην ἄρα τὴν λογικὴν οὐσίαν ἡμῶν τό ‘καθ’ ὁμοίωσιν‘ σῴζεσθαι, καὶ αὐτὸς ἄκων ὁμολογεῖ, ὅπερ ἑτέροις εἰρηκόσιν ἐμέμψατο. Ἐντεῦθεν ἐφ’ ἕτερον μέτεισιν ἀτοπώτερον καὶ γέλωτος ὡς ἀληθῶς ἄξιον· καὶ γὰρ ἐν ταῖς αἰσθήσεσιν ἡμῶν ἐμφαίνεσθαι τό ‘κατ’ εἰκόνα τοῦ θεοῦ‘ φησίν· ‘ὁρῶμεν γὰρ καὶ ἀκούομεν, ὡς καὶ ὁ θεὸς πάντα ὁρᾷ καὶ πάντων ἀκούει‘· καὶ τὴν διαφορὰν πάλιν ἡμῶν καὶ θεοῦ ῥαψῳδεῖ μάτην. καίτοι πολλὰ τῶν ἀλόγων ζῴων ἄλλα κατ’ ἄλλην αἴσθησιν ὀξύτερά τέ ἐστιν ἡμῶν καὶ ἀκριβέστερα.
Opif.259 ἀετὸν ὀξυωπέστατον ἴσμεν ὡς ὅτι μάλιστα πάντων Ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ Θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος. χῆνες καὶ ὄνοι τῇ ἀντιληπτικῇ τῶν ψόφων πλεονεκτοῦσι δυνάμει. κύνες ἔχουσιν ἀκριβεστάτην τὴν ὄσφρησιν, διὸ καὶ τοὺς θηρευτὰς ἐπ’ αὐτοὺς ἄγουσι τῶν θηρίων τοὺς φωλεούς· καὶ τὸ γευστικὸν δὲ κριτήριον ἐναργὲς ἔχειν μαρτυρεῖταί τινα. μόνῃ τῇ ἁφῇ πλεονεκτοῦσιν οἱ ἄνθρωποι. κοινὸν ἄρα καὶ τοῦτο τῶν ζῴων ἐστὶ καὶ οὐ μόνων ἀνθρώπων τὸ ὑπόδειγμα, πρὸς τῷ καὶ τῶν ἀτοπωτάτων εἶναι τῇ θείᾳ γνώσει τὰς αἰσθήσεις ἀντιπαρατιθέναι τῶν ζῴων. Καὶ ἑαυτῷ δὲ περιπίπτει Θεόδωρος εἰπών, ὡς, εἰ μόνος ὁ ἄνθρωπος ἐν τοῖς γεγονόσιν εἰκὼν εἴρηται τοῦ θεοῦ, ἰδίαν τινὰ τῆς προσηγορίας προσήκει εἶναι αἰτίαν· ὅπερ αὐτὸς ἀποδεῖξαι πολλὰ καμὼν οὐ δεδύνηται, ἀλλ’ ἐπὶ τὰ κοινῶς πᾶσιν ὑπάρχοντα ζῴοις ἢ τοῖς πλείοσι καταπεσὼν αὐτὸς ἑαυτοῦ γέγονεν ἔλεγχος· εἰ δὲ τὴν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ λόγου κρίσιν, καθ’ ἣν τήν τε πρὸς ἄλληλα διαφορὰν αὐτῶν καὶ τὴν ἑκάστου κρίνομεν οὐσίαν, μόνων ἀνθρώπων ἴδιον εἶναι βούλεται, δῆλον πάλιν, ὡς κατὰ μόνον τὸ λογικόν τε καὶ νοερὸν ἡμῶν τὸ κατ’ εἰκόνα γεγονέναι θεοῦ κἀνταῦθα δίδωσι. καὶ τί δέον ἐστὶν ἐκ συλλογισμοῦ τοῦτο λαμβάνειν; ἐπ’ αὐτῆς αὐτὸ λέξεως γέγραφεν οὕτως εἰπών· ιεʹ.
Opif.260.(1t) Ὅτι τῶν πρὸ αὐτοῦ πάντων καταγελάσας Θεόδωρος πῇ μὲν κατὰ τὸ λογικὸν εἰπόντων, πῇ δὲ κατὰ τὸ νοερόν, πῇ δὲ κατὰ τὸ ἀρχικόν, κατ’ εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον, τούτοις αὐτοῖς ἐχρήσατο καὶ αὐτός. ‘καὶ μὴν καὶ [ἀπὸ τοῦ ἀπεριγράφου] τὸ ἀπερίγραφον τοῦ θεοῦ ἀπόρρητον μέν ἐστι καὶ οὐδὲ ἐννοίᾳ καταληπτὸν ἀνθρωπίνῃ, οὐδενὸς συνιδεῖν οἵου τε ὄντος, ὅπως πανταχοῦ τε πάρεστιν καὶ οὐ μεριζόμενος ὅλος ἐστὶ παρ’ ἑκάστῳ, ἐνταῦθά τε ὢν ὅλος οἷον εἰπεῖν καὶ πάλιν ἑτέρωθι, ἁπανταχοῦ δὲ ὁμοίως καὶ οὐ τοῖς μὲν παρών, τοῖς δὲ οὔ, οὐδὲ τοῖς μὲν μᾶλλον παρών, τοῖς δὲ ἧττον, ἀλλ’ ὅλος πάντοτε ὢν παρ’ ἑκάστῳ καὶ οὐδενὸς ἀπολιμπανόμενος τῷ ἑτέρωθι παρεῖναι· ἐπειδὴ δὲ ταῦτα μείζονα ἢ κατὰ τὴν ἡμετέραν ἔννοιαν ὑπῆρχεν, αἴνιγμά τι τούτων ἔχειν δέδωκεν ἡμῖν τὸν νοῦν τὸν ἡμέτερον, ᾧπερ ἐν ἡμῖν καθεστῶτι τῶν ἐν οὐρανῷ τε λαμβάνομεν ἔννοιαν, εἶτα τῶν ἐπ’ ἀνατολαῖς καὶ πάλιν τῶν ἐπὶ δυσμαῖς, καὶ ταύτης τῆς πόλεως, εἶτα ἑτέρας, κώμης τε νῦν μὲν ταύτης, νῦν δὲ ἐκείνης, καὶ ὅλως ἐν ἑαυτοῖς ἔχοντες τὸν νοῦν τὸν οἰκεῖον ἀθρόον ἀλλαχόθεν ἀλλαχοῦ μεθιστάμεθα‘. καὶ τοῦτον ἐπὶ πολὺ παρατείνει τὸν λόγον, πῶς ὁ νοῦς ἡμῶν τὸ ἀπερίγραφον μιμεῖται τοῦ θεοῦ. Τί οὖν, βέλτιστε, μικρῷ πρότερον πλατὺν κατέχεες γέλωτα καὶ ἄγνοιαν τῶν θείων κατηγόρεις γραφῶν τῶν λεγόντων κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ λέγων αὐτοὺς ἀποφθέγγεσθαι; σκοπείτω οὖν, ὅπως ἑαυτοῦ διπλοῦν κατέχεε γέλωτα, ὅτι τε, ἅπερ ἄξια γέλωτος εἶπεν ὑπάρχειν, ταὐτὰ λέγων αὐτὸς ἑάλω, καὶ ὅτι τοῖς ἐκείνων σαφῶς οὕτω περιπεπτωκὼς ἀγνοεῖ.
Opif.261 ἐπειδὴ δὲ τὸ πάντα περιπολεῖν τὸν ἡμέτερον νοῦν ἴδιον ἀνθρώπων οἴεται, ὁ νοῦς, εἰπάτω, τῶν ἁγίων ἀγγέλων οὐχ ὁμοίως τῷ ἡμετέρῳ πάντα περιπολεῖ, ἵνα μὴ λέγω καὶ κρεῖττον, ὡς τῇ οὐσίᾳ ὑπερέχων τοῦ ἡμετέρου; πῶς γὰρ οὐ; ἐπεὶ πῶς εἰς διακονίαν ἀποστελλόμενοι ἐφίστανται τούτοις εὐθύς, οἷς ἂν κελεύῃ θεός; Ὅτι δὲ καὶ τὸ ἀπερίγραφον εἶναι τὸ θεῖον αὐτός τε καὶ οἱ τῆς αὐτοῦ συμμορίας σωματικῶς νοοῦσιν, ἐν τοῖς πρὸς αὐτοὺς λόγοις καὶ ἐν τοῖς ἀνωτέρω δείξαντες ἔφθημεν. ιϛʹ. Ὅτι καὶ κατὰ τὸ ἀρχικὸν τό ‘κατ’ εἰκόνα‘ λαβὼν τὰς θέσει γινομένας ἀρχὰς εἴληφεν, ἐξ οὗ συμβαίνει μὴ πάντας ἀνθρώπους κατ’ εἰκόνα γεγονέναι θεοῦ, ἀλλ’ οὓς ἂν ἡμεῖς ἐθέλοιμεν. ‘Ἀλλὰ γάρ‘ φησίν ‘ἔδωκεν ἡμῖν καὶ βασιλείας ἀρχὴν καὶ κρίσεως ἐξουσίαν, ὡς κριτὰς καὶ βασιλέας ἀνθρώπους ἀπὸ τοῦ βασιλεύειν, ἤδη καὶ θεοὺς προσαγορεύεσθαι διὰ τοῦτο· ‘καὶ θεούσ‘ γάρ φησιν ‘οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶσ‘ περὶ τῶν τοῦ ἄρχειν τε καὶ κρίνειν ἐν τῷ νόμῳ τὴν ἐξουσίαν ἐχόντων ταῦτα εἰπών‘. καὶ πάλιν, ὡς ἀμφίβολόν τι δείξας, ὅσῳ κρείττων ὑπάρχει θεὸς βασιλεύων τε καὶ κρίνων τῶν παρ’ ἡμῖν βασιλέων τε καὶ κριτῶν, ‘ἡμεῖς δέ‘ φησίν ‘ἔναυσμά τι καὶ μίμημα ἔχομεν τῆς ἐξουσίας ἐκείνης, τῆς τε ἐπὶ τῶν πραττομένων κριτικῆς διαγνώσεως οἷα εἰκόνος ἐπέχοντες τάξιν, ἣ πολὺ μὲν λείπεται τοῦ πράγματος τοῦ ἀρχετύπου, διὰ μιμήσεως δέ τινος αὐτάρκως ἔχει πρὸς αἴσθησιν ἡμᾶς ἀγαγεῖν τοῦ μεγέθους τῶν καὶ κατὰ τοῦτο θεῷ προσόντων‘ [πεποιηκώς].
Opif.262 Πρῶτον μὲν οὖν καὶ τοῦ σμήνους τῶν μελισσῶν βασιλεὺς ἡγεῖται, φύσει λαχὼν οὐχ αἱρέσει τὸ βασιλεύειν αὐτῶν, καὶ τῆς πτήσεως τῶν γεράνων εἷς καὶ τῆς ποίμνης ὁ καλούμενος κτίλος. οὐκ ἄρα τὸ βασιλεύειν ἴδιον ἀνθρώπων· καὶ εἰ κατὰ τὸ βασιλεύειν καὶ κρίνειν τό ‘κατ’ εἰκόνα‘ ἔχομεν ἄνθρωποι, πῶς μικρῷ πρότερον τοὺς τοῦτο λέγοντας γέλωτος ἀξίους ἔκρινες, οὐ μόνον ἀνθρώπων εἶναι τὸ ἀρχικὸν εἰπών, ἀλλὰ καὶ ἀγγέλων καὶ τῶν ἀποστατικῶν δυνάμεων; ἐκεῖνοι μὲν οὖν ἀρχικὸν λέγοντες τὸ εἰρημένον τῷ Μωϋσεῖ τὸ ἄρχειν τῶν ἐνύδρων τε καὶ ἀερίων καὶ χερσαίων, οὐ Μωϋσῆ μόνον, ἀλλὰ καὶ τὸν ψαλμῳδὸν ἐπικαλέσονται μάρτυρα· ‘τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν‘.
Opif.263 τί τούτων ἐναργέστερον, ὡς ἄρχοντα τῶν ἔργων αὐτοῦ τῶν ἀπηριθμημένων τὸν ἄνθρωπον κατέστησεν ὁ θεός, τούτῳ τὸ κατ’ εἰκόνα τοῦ θεοῦ γεγονέναι σῴζοντα; Θεόδωρος δὲ τῶν εἰρημένων ἐπιστήσας οὐδενί, τὸ δέ ‘κατ’ εἰκόνα‘ καὶ ἐπὶ τοῦ ἀρχικοῦ λαβών, ὅπερ εἰπόντας ἔσκωψε τοὺς πρὸ αὐτοῦ, μᾶλλον δὲ τοὺς λόγους τοῦ ἁγίου πνεύματος, τὸ εἶδος τῆς ἀρχῆς τὸ ἐπὶ τῶν παρ’ ἡμῖν βασιλέων σῴζειν φησὶ τό ‘κατ’ εἰκόνα‘, καὶ οὐδὲ κατὰ νοῦν ἔλαβεν, ὡς πρῶτον μὲν τό ‘ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ ἐπὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων εἴρηται· ὀλίγοι δὲ τούτων εἰσὶν οἱ βασιλεύσαντες· ἐπὶ πλεῖστον γὰρ οὐδὲ βασιλεῦσιν ἐχρῶντο, καὶ οὐδὲ φυσικὸν τοῦτο τῆς ἀρχῆς τὸ εἶδος, θέσει δὲ μόνῃ καὶ βουλαῖς ἀνθρώπων οὐδὲ ὀρθαῖς πολλάκις οὐδὲ κατὰ λόγον, διὸ καὶ τῆς ἀρχῆς πολλοὶ μεταπίπτουσιν. ἔπειτα κατὰ Θεόδωρον αὐτὸς ὁ πρῶτος ἄνθρωπος οὐκ ἔτυχε τοῦ ‘κατ’ εἰκόνα‘ βασιλεύς τινων οὐ γενόμενος. καίτοι γε Μωϋσῆς εἶπε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘. καὶ τί λέγω τὸν πρῶτον; ὀλίγοι κομιδῇ βασιλεῖς καὶ καθ’ ἕκαστον βίον ἀνθρώπων γεγόνασιν. οὐ πάντας οὖν κατ’ εἰκόνα ἰδίαν ἐποίησεν ὁ θεὸς οὐδέ τινα φυσικὴν ἀρχὴν αὐτοῖς ἔδωκεν, ἀλλ’ ἐν ἡμῖν ἐστι τὸ ποιεῖν, οὓς ἂν ἐθέλοιμεν, κατ’ εἰκόνα θεοῦ, εἰς ἀρχὰς αὐτοὺς προχειριζομένοις καὶ βασιλέας. Φυσικὴν δὲ ἀρχὴν τὸ πρόσταγμα δεῖν πάντως ὑπάρχειν τοῦ θεοῦ καὶ τοῖς φαινομένοις σύμφωνον· οἷόν ἐστι τὸ τῶν ζῴων ἄρχειν ἁπάντων τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως, ὡς ἔπρεπε, τῷ κατὰ φύσιν αὐτῶν ἄρχοντι μηδενὸς ἀνθισταμένου παντάπασιν, ὡς δεικνύουσιν μέχρι νῦν, ὅσοι τὴν πρὸς θεὸν ὁμοίωσιν δι’ εὐζωίας φυλάττουσιν, πειθηνίους ἔχοντες τοῖς αὐτῶν ἐπιτάγμασι καὶ τοὺς ἀγριωτάτους θῆρας, ἀλλὰ καὶ μετὰ τὴν παράβασιν καὶ τὴν ἀλόγοις πρέπουσαν ζωήν, ἐπειδὴ καὶ οὕτω τό ‘κατ’ εἰκόνα‘ καὶ τὸ τῶν ζῴων ἄρχειν ἔδει κρατεῖν, τοῦτο διέμεινεν ἅπασι· τῇ δυνάμει γὰρ τοῦ λόγου καὶ ταῖς ἐπινοίαις ὑποχείρια ἑαυτοῖς πάντα ποιοῦσιν οἱ ἄνθρωποι.
Opif.264 ἀλλὰ καὶ μετὰ τὸν κατακλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ ταῦτά φησιν ὁ θεός· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κυριεύσατε αὐτῆς· καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα‘. ιζʹ. Ὅτι οὐδὲ τὸ δυνάμεις εἶναι δύο τῆς ψυχῆς, τήν τε λογικὴν καὶ τὴν ζωτικήν, εἰκόνα δύναται φέρειν τοῦ τε υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος. Ἐσχάτην ἐπὶ πᾶσιν αἰτίαν Θεόδωρος τοῦ κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπον τίθησι ταύτην.
Opif.265 ‘δύο‘ φησί ‘δυνάμεις ὑπάρχουσι τοῦ θεοῦ καὶ πατρός, ὅ τε θεὸς λόγος καὶ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁμοούσιον μὲν οὐχ, ὁμοίαν δὲ τὴν ἐκ τοῦ πατρὸς ἔχοντες πρόοδον. δύο δὲ καὶ τῆς ψυχῆς ἡμῶν αἱ δυνάμεις ὅ τε λόγος καὶ ἡ ζωή, καθ’ ἣν αὐτή τε ἡ ψυχὴ ζῇ καὶ τὸ σῶμα ζῳοποιεῖ‘. τῆς δὲ διαφόρου ἐκ τοῦ θεοῦ καὶ πατρὸς ἀμφοῖν προόδου, ἐξ ὧν ὁ μὲν υἱός, τὸ δὲ πνεῦμα προσαγορεύεται, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκ θεοῦ γεγονότας διαφόρῳ τρόπῳ ὑπόδειγμα λαμβάνει. Ἀλλ’ ἡ μὲν ζωτικὴ δύναμις, ἐροῦμεν, καθ’ ἣν ζωοῦται τὰ σώματα, οὐκ ἐπὶ μόνων ἐστὶ τῶν λογικῶν ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων καὶ ἐπὶ τῶν φυτῶν, ἐξ ἧς καὶ τὰ τούτων ζῳοποιεῖται σώματα. κοινὸν οὖν πάλιν καὶ οὐκ ἀνθρώπων μόνων τοῦτό ἐστιν ἴδιον, μόνου δὲ ἀνθρώπου σὺ προλαβὼν ἔφης ἴδιον εἶναι δεῖν, καθ’ ὃ γέγονε κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. εἰ δὲ καταδράμοις ἐπὶ τὸ λογικόν, ὑπομνήσθητι τῶν σῶν, καὶ ὡς ἐμέμψω τοῖς κατὰ τοῦτο τὸν ἄνθρωπον εἰρηκόσι κατ’ εἰκόνα γεγονέναι θεοῦ· ‘λογικοὶ γάρ‘, ἔφης, ‘καὶ οἱ ἄγγελοι καὶ οὐκ ἄνθρωποι μόνοι‘. Τὸ δὲ τῆς γενέσεως διάφορον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐκ ἔστι τοῦ κατ’ εἰκόνα ὑπόδειγμα· τοῦτο μὲν γὰρ ἐπὶ πάντων ἐστὶν ἀνθρώπων, ὁ δὲ διάφορος τῆς γενέσεως τρόπος ἐπὶ μόνων Ἀδὰμ καὶ Εὔας, οὐδενὸς δὲ τῶν ἐξ ἐκείνων μέχρι καὶ νῦν· πᾶς δὲ ἄνθρωπος κατ’ εἰκόνα θεοῦ γέγονε· τοῦτο δὲ ὅμοιον, ὡς εἰ καὶ πολλοὺς γενέσεως τρόπους τῶν νῦν ζῴων κατηριθμεῖτό τις, ὅτι τὰ μὲν ζῳοτοκεῖ, τὰ δὲ ᾠοτοκεῖ, τὸ δὲ σκωληκοτοκεῖ, τὰ δὲ αὐτομάτως ἐξ ἰλύος ἢ σήψεώς τινων γίνεται σωμάτων, ἅπερ οὐ καιρὸς ἀριθμεῖν τε καὶ φυσιολογεῖν.
Opif.266 εἰ δὲ πρὸς τὴν διάφορον ἐκ τοῦ θεοῦ καὶ πατρὸς πρόοδον τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἴρηται, οὐδὲν ἔχει τοῦτο πρὸς τὸ νῦν ζητούμενον, Γρηγορίῳ λεχθὲν εὐκαίρως. Οὐδὲν ἄρα καινὸν ἐξεῦρεν Θεόδωρος οὐδὲ ἀληθές, διὸ κατ’ εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον εἶπε Μωϋσῆς, εἰ μή, ὅσα τοῖς πρὸ αὐτοῦ εἰρημένα καλῶς σκώψας πρότερον ὡς ἴδια νῦν λέγειν ἔδοξε. μάτην οὖν ἀνακεφαλαιοῦσθαι τὰ οἰκεῖα μέλλων ὡς ἐπὶ καινοῖς εὑρήμασιν ἀλαζονεύεται ἀνακεφαλαιοῦσθαι λέγων αὐτὰ διὰ τὸ μὴ διαφυγεῖν τῶν ἐντυγχανόντων τὴν αἴσθησιν, διὰ τὴν τῶν ἐννοιῶν καινότητα ὑφορώμενος οὐ σφόδρα συνᾳδουσῶν, φησί, τοῖς παρὰ τῶν πλείστων κατὰ τοῦτο ῥηθεῖσι τῆς γραφῆς τὸ μέρος. ἠλέγχθη δὲ φανερῶς μηδέ, ἐν οἷς ἐκαινοτόμησεν, ἀληθές τι λέγων ἢ μόνων ἀνθρώπων ἴδιον ἢ τῇ θείᾳ γραφῇ καὶ τοῖς πράγμασι σύμφωνον, καὶ ἐν οἷς τι γέγραφεν ἀληθές, τὰ τῶν πρὸ αὐτοῦ σφετερισάμενος. Τῆς τοιαύτης τοίνυν μόλις ἀπαλλαγέντες ὀχλήσεως, ἣν διὰ τοὺς ἐξ ἀγνοίας ἀπατωμένους εἰς αὐτὸν ἠνάγκασμαι διεξελθεῖν, ἐπὶ τὰ λοιπὰ τῆς κοσμογονίας τοῦ μεγάλου Μωϋσέως μέτειμι. ‘Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.‘ ΑΚΥΛΑΣ ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούσ‘.
Opif.267 ΘΕΟΔΟΤΙΩΝ ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘. ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι διαφόρῳ, ὄρθιον ὁ θεὸς ἔκτισεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούσ‘. Διὰ τί μὲν οὖν ἐκ τοῦ πληθυντικοῦ τοῦ ‘ποιήσωμεν ἄνθρωπον‘ ἐπὶ τὸ ἑνικὸν μετῆλθε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘; ὅτι διὰ τὸ μοναδικὸν τῆς θεότητος, ἐν τοῖς προλαβοῦσιν εἴπομεν· ‘κύριοσ‘ γάρ ‘ὁ θεός σου κύριος εἷς ἐστιν‘· τρίτον γὰρ εἰπών· ‘κύριοσ‘ καί ‘θεόσ‘ καί ‘κύριοσ‘ ἐπήγαγεν· ‘εἷς ἐστι‘. καὶ ὁ τῶν χερουβὶμ ὁμοίως ὕμνος τρίτον εἰπὼν τό ‘ἅγιοσ‘ ἑνικῶς ἐπήγαγε· ‘κύριος Σαβαώθ‘. καὶ πᾶσα ἡ νέα διαθήκη τὸν πατέρα θεὸν λέγουσα καὶ τὸν υἱὸν ὁμοίως θεὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν πληθυντικὸν ἀριθμὸν ἔφυγε, πανταχοῦ τῷ ἑνικῷ χρησαμένη. ‘σὺ πιστεύεις, ὅτι εἷς ὁ θεός ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσι‘. καὶ ὁ κύριος. ‘οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεόσ‘· καίτοι περὶ ἑαυτοῦ εἰπών· ‘εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι‘; καί ‘τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ‘, ὥς τε νῦν πρὸς τὸν ὡς ἄνθρωπον εἰπόντα· ‘διδάσκαλε ἀγαθέ‘ ‘τί με λέγεισ‘ φησίν ‘ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεόσ‘ ἁπλῶς περὶ τῆς θείας εἰπὼν φύσεως, διὸ τό ‘εἷσ‘ εἶπεν.
Opif.268 καὶ πανταχοῦ ὁμοίως. ιηʹ. Ὅτι τὸ αὐτὸ δηλοῖ τό ‘ἐποίησε‘ καὶ τό ‘ἔκτισε‘ καὶ διὰ τί οὐδετέρως εἶπεν· ‘ἄρσεν καὶ θῆλυ‘. καὶ τί διαφέρει τό ‘ἐν εἰκόνι θεοῦ‘ καί ‘ἐν εἰκόνι αὐτοῦ‘ δὶς εἰρημένον. Οὐχ ὡς ὑπώπτευσαν δέ τινες, ἕτερόν τι σημαίνει τό ‘ἐποίησεν‘ καὶ ἕτερον τό ‘ἔκτισεν‘· οἵ τε γὰρ ἑβδομήκοντα μόνως εἰρήκασι τό ‘ἐποίησεν‘ ἐν τούτοις, καὶ Θεοδοτίων εἰπών· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον‘ ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· καίτοι Σύμμαχος ‘ἄρσεν‘ φησί ‘καὶ θῆλυ ἔκτισεν αὐτούσ‘. ταὐτὸν ἄρα δηλοῖ τό ‘ἐποίησεν‘ καὶ τό ‘ἔκτισεν‘. τοιοῦτόν ἐστι καὶ τό ‘ποιῶν εἰρήνην καὶ κτίζων κακά‘. πάλιν ἑνικῶς τό ‘ἄνθρωπον‘ εἰπὼν αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν εἰς τὰ διάφορα γένη διεῖλεν ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘ ὅπερ Ἀκύλας συνῃρημένως ἔφη· ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον‘ διόπερ οὐδὲ προσέθηκε τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· εἶπον γὰρ καὶ ἐν τοῖς πρώτοις, ὅτι συνδυασμόν τινα ἐσθ’ ὅτε ἡ σὺν πρόθεσις δηλοῖ, συστρατιώτης συστράτηγος σύνδουλος. οὐδετέρως δὲ ἄρσεν εἴρηκε καὶ θῆλυ, οὐκ ἄρσενα καὶ θήλειαν, ἵνα μὴ ἐπὶ μόνου τοῦ Ἀδὰμ καὶ τῆς Εὔας νοῆται, ἀλλὰ τὰ δύο ταῦτα γένη τὰ ἐξ ἐκείνων ἐσόμενα. Ὁ δὲ Σύμμαχος ‘ἐν εἰκόνι διαφόρῳ‘ φησί, τῷ διαφόρῳ ἤτοι τῷ ἐξαιρέτῳ καὶ κρείττονι παρὰ τὰ λοιπά, ἢ τῷ παρὰ τὰ λοιπὰ πάντα διενηνοχότι καὶ ἐξηλλαγμένῳ, ὅπερ ἐπεξηγούμενος ἐπήγαγεν· ‘ὄρθιον ὁ θεὸς ἔκτισεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούσ‘· τὰ γὰρ λοιπὰ πάντα κάτω νένευκε καὶ κέκλιται ἐπὶ γῆν.
Opif.269 καὶ μηδεὶς ἐντεῦθεν τὸ κατ’ εἰκόνα θεοῦ τὸ σωματικὸν σχῆμα νοείτω· ἅπαξ γὰρ τῶν ἑβδομήκοντα τό ‘κατ’ εἰκόνα‘ εἰπόντων ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘, Ἀκύλας καὶ Θεοδοτίων τό ‘κατ’ εἰκόνα‘ δεύτερον ἐπανειλήφασιν, Ἀκύλας μέν ‘ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν‘, Θεοδοτίων δέ· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτόν‘. ἄλλο οὖν ἐστὶ τό ‘ἐν εἰκόνι αὐτοῦ‘, ὃ τοῖς ἑβδομήκοντα παραλέλειπται, καὶ ἄλλο τό ‘ἐν εἰκόνι θεοῦ‘, τὸ μὲν ἐπὶ τῆς σωματικῆς μορφῆς, τὸ ἐν εἰκόνι αὐτοῦ, τουτέστιν αὐτοῦ μόνου ἰδίᾳ, καὶ οὐχ ἑτέρου τινὸς ζῴου κοινῇ, —τὸ γάρ ‘αὐτοῦ‘ καὶ ἀντὶ μόνου παρείληφεν ἡ τῶν Ἑλλήνων χρῆσις—τὸ δὲ ἐπὶ τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ὁ Σύμμαχος σαφῶς ἐδήλωσεν· ἀντὶ γὰρ τοῦ ‘ἐν εἰκόνι αὐτοῦ‘ ‘ἐν εἰκόνι διαφόρῳ‘ φησὶν τοῦ ‘διαφόρῳ‘ τὴν εἰρημένην ἡμῖν μικρῷ πρότερον ἔννοιαν ἔχοντος. παραλέλειπται οὖν τῷ μὲν Συμμάχῳ τό ‘ἐν εἰκόνι θεοῦ‘, τοῖς δὲ ἑβδομήκοντα τό ‘ἐν εἰκόνι αὐτοῦ‘. ‘Καὶ ἐποίησεν 〈ὁ〉 θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘.
Opif.270 ιθʹ. Ὅτι κοινῶς ἐπὶ ἄρρενος καὶ θήλεος τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ὡς ἐπὶ μόνου τοῦ λόγου καὶ οὐ κατὰ τὴν σωματικὴν εἴρηται μορφήν. Ἑνικῶς εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ πληθυντικῶς κατὰ διαίρεσιν ἐπήγαγεν· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘ δεικνύς, ὅτι τὸ μὲν κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν κοινὸν ἐπ’ ἀμφοῖν τοῦ ἄρρενος καὶ τοῦ θήλεος ὡς ἐπὶ μιᾶς εἴρηται οὐσίας· καὶ γὰρ εἷς ὁ ὅρος ἐφ’ ἑκατέρου γένους, τὸ ζῷον λογικὸν θνητόν. κοιναὶ δὲ καὶ αἱ ἀρεταὶ ἀνδρῶν καὶ γυναικῶν καὶ ἡ πρὸς θεὸν ἐξομοίωσις. τὰ δὲ τοῦ σωματικοῦ σχήματος εἰς ἄρρεν καὶ θῆλυ διῄρηται, ὁπότε τὰ παιδουργὰ μόρια ἀμφοῖν τὰ αὐτὰ εἶναί φασιν ἰατρῶν παῖδες ἀντεστραμμένως, τήν τε ὑστέραν φημὶ καὶ τὸν ὀχεόν. κἀντεῦθεν οὖν δῆλον, ὅτι μὴ κατὰ τὴν σωματικὴν μορφὴν τό ‘κατ’ εἰκόνα‘ εἴρηται ‘καὶ καθ’ ὁμοίωσιν‘ ἀλλὰ κατὰ τὴν τοῦ λογικοῦ φύσιν καὶ τὰς τούτου δυνάμεις, δι’ ὧν ὡς εἶπον κατ’ ἀρετὴν ἐξομοιοῦται θεῷ καὶ τῶν ἄλλων ἄρχει ζῴων ὁ ἄνθρωπος. ‘οὐκ ἔστι γὰρ ἐν Χριστῷ‘ κατὰ τὸν ἀπόστολον ‘ἄρσεν καὶ θῆλυ‘· ‘ἐν γὰρ τῇ ἀναστάσει‘, φησὶν ὁ κύριος, ‘οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι θεοῦ ἐν οὐρανῷ εἰσι‘. καί ‘καταντῶσιν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ‘ ὅμοιοι αὐτῷ γιγνόμενοι.
Opif.271 Προφανέστατα τοίνυν ἐδείχθη, ὅτι κατὰ μόνην τὴν λογικὴν ἡμῶν οὐσίαν ἅπαντες ἄνθρωποι κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν αὐτοῦ γεγόναμεν· καὶ γὰρ τὸ ἄρχειν τῶν ζῴων κατὰ μόνην τὴν τοῦ λόγου δύναμιν ὑπάρχον ἡμῖν ἐδείξαμεν. κʹ. Διὰ τί ἐπὶ μόνων ἀνθρώπων εἴρηται τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· καὶ διὰ τί ἐπὶ τούτων καὶ μόνων ἐκ τοῦ ἄρρενος καὶ τῆς πλεύρας αὐτοῦ τὸ θῆλυ γίνεται. Καὶ τοῦτο δὲ ἐν τοῖς προκειμένοις ζητεῖται, τίνος ἕνεκεν ἐπ’ οὐδενὸς τῶν ἄλλων ζῴων, ἀλλ’ ἐπὶ μόνων τῶν ἀνθρώπων εἴρηται τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘; φημὶ τοίνυν πρῶτον μέν, ὡς οὐδὲ πάντα τὰ ζῷα τὴν εἰς τὸ ἄρρεν ἔχει καὶ θῆλυ διαίρεσιν καὶ ἐκτὸς τῶν αὐτόματον ἢ ἐκ σήψεως ἐχόντων τὴν γένεσιν· ἀλλ’ οὐδὲ αἱ μέλισσαι συνουσιάζουσαι ὤφθησαν καὶ ἕτερα πλεῖστα, καὶ μάλιστα τῶν ἐνύδρων· ἔπειτα οὐδὲν τῶν ἄλλων ζῴων κοινωνικὸν ἔχει τὸν βίον πρὸς τὸ ὁμόφυλον· εἰ γὰρ κατὰ ἀγέλας τινὰ κινοῦνται τούτων, ἀλλὰ μέχρι τούτου ἡ κοινωνία καὶ μόνον· τὸ δὲ λοιπὸν ἓν ἕκαστον ἑαυτῷ τὸ χρήσιμον ἐξευρίσκει τῶν ἄλλων οὐ προνοούμενον, οὐδὲ σύνοικον ἄγεται θήλειαν πλὴν ὥς φασιν ὀλίγων κομιδῇ. οἱ δὲ ἄνθρωποι μόνοι κοινωνικὸν ἔχουσι τὸν βίον ὁμωρόφιόν τε καὶ συνέστιον καὶ τὸ θῆλυ σύνοικον ἄγονται· καὶ μία σύστασις ἀμφοῖν τοῦ βίου. Διὰ τοῦτο τοίνυν φυσικὴν αὐτοῖς τὴν σχέσιν ταύτην ἐνθεῖναι βουλόμενος ὁ θεὸς ἀρχὴν αὐτοῖς μίαν τοῦ βίου δίδωσι, τὸν πρῶτον ἄνθρωπον· καὶ οὐχ ὡς ἐπὶ τῶν ἄλλων ἑκάτερον γένος τὴν ἀρχὴν τὴν καθ’ αὑτὸ γέγονεν, οὕτω καὶ ὁ ἄνθρωπος, —οὐ γὰρ ἂν εἰς στοργὴν αὐτοὺς τοσαύτην ἡ φύσις ἦγεν—ἀλλ’ ὡς ἀρχικὸν καὶ δραστήριον πρῶτον ποιήσας τὸ ἄρρεν, ἐκ μιᾶς τῶν πλευρῶν αὐτοῦ τὸ θῆλυ διέπλασεν, τῷ παθητικῷ μᾶλλον καὶ ὑπηκόῳ τῆς ἑαυτοῦ κοσμούμενον ἀρχῆς.
Opif.272 ἐκ πλευρᾶς δὲ τοῦ ἄρρενος τὸ θῆλυ γέγονεν, ὡς ἂν εἴη τῷ ἄρρενι σύγκοιτον τῶν ἑκατέρου πλευρῶν ὡς συγγενῶν ἐναρμοζομένων ἀλλήλαις· ὅθεν ἔρως τις αὐτοῖς ἐνέσπαρται φυσικὸς εἰς ὁλκήν τινα βίαιον τὰ συγγενῆ συνάπτων. ἐκ δὲ τῆς τούτων μίξεως ἡ γένεσις τῶν ἄλλων προελήλυθεν· διὸ συμπολιτεύονται καὶ συμβιοτεύουσι μόνοι τῶν ἄλλων οἱ ἄνθρωποι καὶ συντιμωροῦσιν ἀλλήλοις κατὰ γένη καὶ πόλεις καὶ ἔθνη καὶ συγγενείας καὶ οἴκους. Εὐλογώτατα οὖν τούτοις καὶ μόνοις μίαν δεδωκὼς τοῦ εἶναι τὴν ἀρχὴν ταύτην εἰς τὸ ἄρρεν διεῖλε καὶ τὸ θῆλυ· διὸ τὴν μίαν καὶ κοινὴν γένεσιν εἰπών ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν‘ εὐθὺς διεῖλεν εἰς τὰ δύο γένη· ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούσ‘· ἐπὶ δὲ τῶν ἄλλων τούτου μὴ γενομένου οὐδὲ τὰ τῆς διαιρέσεως εἶχε χώραν, ἰδίαν ἑκατέρου λαβόντος γένεσιν. καʹ.
Opif.273.(1t) Ὅτι Πλάτων ἀπὸ Μωϋσέως λαβὼν τὸ κατ’ εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον ἐπὶ πάντα τὰ ἐν τῷ κόσμῳ τοῦτο μετήγαγε. Μωϋσέως δὲ ἐπ’ ἀνθρώπου κυριώτατα εἰπόντος κατ’ εἰκόνα γεγονέναι θεοῦ καὶ καθ’ ὁμοίωσιν Πλάτων ἐπὶ τὰ ἐν τῷ κόσμῳ πάντα τοῦτο μετήγαγεν οὕτως εἰπών· ‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐπιγίγνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ‘· ταῦτα μὲν περὶ τούτων. Ἐπειδὴ δὲ ἐν τῇ ἐπαναλήψει τῆς τοῦ κόσμου γενέσεως καὶ τὴν τοῦ ἀνθρώπου γένεσιν ἐπανείληφε, δίκαιον οἶμαι μικρὸν ὑπερβιβάσαντας τὸ προκείμενον ἐνταυθοῖ ταύτην διελθεῖν καὶ φυσιολογῆσαι συντόμως οὕτως ἔχουσαν· ‘Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘. ΑΚΥΛΑΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς σὺν τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς χθονὸς καὶ ἐνεφύσησεν ἐν μυκτῆρσιν αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘. ΘΕΟΔΟΤΙΩΝ καὶ ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς τὸν Ἀδὰμ χοῦν ἀπὸ τῆς γῆς ἄδαμα, καὶ ἔπνευσεν εἰς τοὺς μυκτῆρας αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ Ἀδὰμ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘.
Opif.274 κβʹ. Ὅτι ἐξ ἑκατέρου μέρους τὸν ὅλον ἄνθρωπον ἡ γραφὴ σημαίνει ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς, ποτὲ δὲ ἀπὸ τοῦ σώματος· τοιοῦτόν ἐστι καὶ τό· ‘ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆσ‘. Ἐκ ψυχῆς καὶ σώματος τοῦ ἀνθρώπου συνεστῶτος οἶδεν ἡ γραφὴ καὶ ἀφ’ ἑκατέρου τούτων τὸ ὅλον καλεῖν. ὁ Ἰώβ· ‘μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεισ‘. καὶ πρὸς τὸν Ἀδὰμ δὲ ὁ θεός· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘. ‘πρὸς σὲ πᾶσα σὰρξ ἥξει‘, τουτέστιν πᾶς ἄνθρωπος πρὸς τὸν θεὸν δι’ ἐπιγνώσεως αὐτοῦ. ‘πᾶσαι αἱ ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε‘, τουτέστιν ἑβδομήκοντα πέντε ἄνθρωποι. ‘ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ καὶ ἀποθανεῖται‘ ἀντὶ τοῦ ‘ἄνθρωποσ‘, εἰ μὴ τὸν ψυχικὸν λέγοι θάνατον. καὶ ἐκ τοῦ ἑτέρου μέρους τὸ ἕτερον· ‘μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι, τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς;‘ ἀλλ’ ἡ μεριμνῶσα ψυχή, τουτέστιν ἡ λογική, οὐ τρέφεται, ἀλλὰ τὸ σῶμα· καὶ ἔδειξεν εἰπών· ‘τίς γὰρ μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα‘; ἡ δὲ ἡλικία ἐστὶ τοῦ σώματος· καὶ τοὐναντίον· ‘ὃς ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· 〈ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν’〉 τουτέστιν ὃς ἂν παραδῷ τὸ ἑαυτοῦ σῶμα διὰ Χριστὸν εἰς μαρτύριον καὶ φθοράν· ‘μὴ φοβηθῆτε‘ γάρ φησιν ‘ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι‘, ὥστε ἡ διὰ τοῦ μαρτυρίου ἀπώλεια οὐ τῆς ψυχῆς ἐστιν, ἀλλὰ μόνου τοῦ σώματος· τοὐναντίον γὰρ ἐκείνη καὶ σῴζεται.
Opif.275 ‘τί γὰρ ὠφελεῖται‘ φησίν ‘ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;‘ πῶς οὖν εὑρήσει αὐτήν, ἣν ἀπώλεσε, τουτέστι τὸ φθαρὲν σῶμα; ἢ δηλονότι διὰ τῆς ἀναστάσεως ἢ καὶ ἄλλως νοητέον· ἀπολέσει μὲν τὸ σῶμα, ὅπερ ψυχὴν εἶπεν, εὑρήσει δὲ τὴν ὄντως ψυχήν· ἀλλ’ ἵνα τὸ μέγιστον τῆς τοῦ μαρτυρίου δείξῃ δυνάμεως καὶ τῶν ἐπιδιδόντων ἑαυτοὺς εἰς τοῦτο τὴν μεγαλοφροσύνην ἐνδείξηται, αὐτὴν εἰς ἀπώλειαν διδόναι φησὶ διὰ τὸν Χριστὸν τὴν ἑαυτῶν ψυχὴν καὶ τοῦ εἶναι καταφρονεῖν. ἔμπαλιν δὲ τό ‘ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεόσ‘ τὰ ἀπόρρητα δηλονότι τῆς ψυχῆς καὶ κεκρυμμένα φησὶν ὑπὸ θεοῦ ἐξετάζεσθαι. τοιοῦτόν ἐστι καὶ τό· ‘καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεόσ‘ καί ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ‘ ἀντὶ τοῦ ‘τῇ ψυχῇ‘. ἀλλὰ καὶ τῷ τοῦ ὅλου ὀνόματι πολλάκις ὁμωνύμως ἑκάτερον τῶν μερῶν προσαγορεύεται· ἢ οὐ τοῦτο δηλοῖ τῷ Παύλῳ ‘ὁ ἔσω ἄνθρωποσ‘ καί ‘ὁ ἔξω ἄνθρωποσ‘; τούτων δεδειγμένων καὶ νῦν τό· ‘ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆσ‘ τὸν ἔξω κατὰ Παῦλον σημαίνει ἄνθρωπον, τουτέστιν τὸ σῶμα· τοῦτο γάρ ἐστι τὸ ἀπὸ τῆς γῆς πλαττόμενον.
Opif.276 ἐν δὲ τοῖς προλαβοῦσιν εἴπομεν, ὅτι ἐκ τοῦ πλεονάζοντος ἐν τῷ σώματι ἡμῶν τῆς γῆς παρὰ τὰ λοιπὰ στοιχεῖα χοῦς καὶ γῆ καὶ πηλὸς καλεῖται τὸ σῶμα. διὰ τί δέ ‘χοῦν ἀπὸ τῆς γῆσ‘ εἶπεν καὶ μὴ ἁπλῶς ‘γῆν‘; τὸ μαλακώτερον αὐτῆς δηλονότι καὶ εὐδιάπλαστον· ἔστι γάρ τι τῶν μερῶν αὐτῆς καὶ λιθῶδες οὐκ ἐπιτήδειον εἰς τὴν τοῦ σώματος ἡμῶν γένεσιν. μόνον οὖν τὸ σῶμα ἐκ γῆς, οὐχ ἡ ψυχὴ διεπλάσθη. κγʹ. Ὅτι ἡ μὲν τῶν ἀλόγων ζῴων ψυχὴ συνυφίσταται τοῖς σώμασι καὶ ἀχώριστος αὐτῶν ὑπάρχει· ἡ δὲ τῶν ἀνθρώπων χωριστὴ σωμάτων καὶ ἔξωθεν αὐτοῖς εἰσκρίνεται διαπεπλασμένοις. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων ‘ἐξαγαγέτω τὰ ὕδατα‘ φησίν ‘ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘ ὡς ἐκ μιᾶς ἀρχῆς τοῦ ὅλου γινομένου· συναπόλλυνται γὰρ τοῖς σώμασιν αἱ τούτων ψυχαὶ τῇ ἁρμονίᾳ τῶν σωμάτων συνυφιστάμεναι. ἡ δὲ τῶν ἀνθρώπων ψυχὴ ἐξ ἑτέρας γέγονεν ἀρχῆς· χωριστὴν γὰρ σωμάτων ἔχουσα τὴν οὐσίαν ἔξωθεν αὐτοῖς εἰσκρίνεται μετὰ τὴν διάπλασιν· ‘ἐνεφύσησεν‘ γάρ φησιν ‘ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘.
Opif.277 εἰ οὖν ἔξωθεν τῷ σώματι διαπεπλασμένῳ εὐθὺς εἰσκρίνεται, χωριστὴν αὐτοῦ δηλονότι τὴν οὐσίαν ἔχει· καὶ διὰ τοῦτο φθειρομένου πάλιν χωρίζεται καὶ οὐ συνδιαλύεται αὐτῷ λυομένῳ. ὁ δὲ τρόπος τῆς γενέσεως αὐτῆς σαφῶς ἡμῖν τὴν οὐσίαν αὐτῆς ὑπῃνίξατο. Τὸ μὲν οὖν χωριστὸν διὰ τῶν εἰρημένων δῆλον, τὸ δὲ λογικὸν καὶ νοερὸν αὐτῆς καὶ ἀόρατον καὶ ἐγγίζον ταῖς ἀσωμάτοις οὐσίαις καὶ θεῷ διὰ τοῦ ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆσ‘· τὸ γὰρ μόριον, δι’ οὗ ἐνεφύσησεν, ὡς ὁ λόγος διεσχημάτισεν, ὄργανόν ἐστι τοῦ λόγου· τὸ δέ ‘πνεῦμα‘ ἐπὶ τοῦ ἀσωμάτου καὶ ὁ κύριος ἔλαβεν· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘ τὸν ἀόρατον θεὸν καὶ ἀσώματον οὕτως ὀνομάσας· ὁμωνύμως δὲ καὶ τὴν ἡμετέραν εἶπε ψυχήν· τῷ ὁμοίῳ γάρ φησι προσκυνητέον τὸ ὅμοιον. καλῶς δὲ τῷ ‘πνοήν‘ προσέθηκε τό ‘ζωῆσ‘, διὰ τὴν ὁμωνυμίαν τοῦ ἀερίου πνεύματος, ὅπερ ἐστὶν ἄζων. Ἐντεῦθεν καὶ τὸ παρὰ τοῖς φυσικοῖς ὁμολογούμενον διδασκόμεθα, ὅτι μήπω ζῷόν ἐστι πρὶν διαπλασθῆναι τὸ κατὰ γαστρός· ἅμα δὲ τῇ διαπλάσει ψυχοῦται ζῷον γενόμενον· πρὸ τούτου δὲ φυτοῦ ζωὴν ἔχει· ‘οὔτε γὰρ τὰ ὄργανα‘ φησὶν Ἀριστοτέλης ‘χωρὶς τῆς ψυχῆς, οὔτε ψυχὴ τῶν ὀργάνων χωρίσ‘. δεδείχαμεν δὲ καὶ ἡμεῖς ἐν ἄλλοις, ὡς ἐπειδὰν τὴν αἰσθητικὴν ζωὴν καὶ κινητικὴν τὰ τῶν ἀνθρώπων ἔμβρυα δέξηται, συνεισκρίνεται πάντως αὐτοῖς καὶ ἡ λογικὴ ψυχή· κοινῶς γὰρ πᾶσαν ψυχὴν Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, τουτέστιν εἶδος καὶ τελειότητα καὶ συνοχὴν τοῦ σώματος· τῆς δὲ ἐντελεχείας τὴν μὲν εἶναί φησιν ἀχώριστον, ὡς ἡ μουσικὴ ἐνέργεια τῶν αὐλῶν καὶ τῆς λύρας, οἵα ἐστὶ καὶ ἡ τῶν ἀλόγων ζῴων ψυχὴ τῇ ἁρμονίᾳ συνδιαλυομένη τοῦ σώματος· ἡ δὲ χωριστή, ὡς ὁ κυβερνήτης τῆς νεὼς καὶ ὁ ἡνίοχος τοῦ ἅρματος· εἰδοποιοῦσι γὰρ ὁ μὲν τὴν ναῦν, ὁ δὲ τὸ ἅρμα, ὡς καὶ ἡ τῶν ἀνθρώπων ψυχὴ τὸ λογικὸν ζῷον.
Opif.278 κδʹ. Ὅτι τό ‘ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆσ‘ οὐ τοῦ ἁγίου πνεύματος μετάδοσίς ἐστιν, ὡς Ὠριγένης φησίν, ἀλλὰ τῆς λογικῆς τοῦ ἀνθρώπου ψυχῆς γένεσις. Ὠριγένης δὲ τὴν κατὰ τὴν λέξιν τῆς γραφῆς ἱστορίαν ἐν πολλοῖς στῆσαι μὴ δυνηθεὶς καὶ τοῦτο λέγων εἶναι ἀδύνατον ἀλληγορεῖ πάντα καὶ τὰ ἐν οἷς αὐτὸς τὸ ἀκόλουθον τῆς λέξεως ἔδωκεν. καὶ νῦν γοῦν τό ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆσ‘ τὸ ἅγιον αὐτῷ πνεῦμα δεδόσθαι φησὶ διὰ τοῦ ἐμφυσήματος, καὶ πίστιν τούτου τὸ ἐπὶ τοῦ δεσπότου Χριστοῦ γενόμενον παραλαμβάνει· μετὰ γὰρ τὴν ἀνάστασιν ἐνεφύσησε τοῖς μαθηταῖς αὐτοῦ λέγων· ‘λάβετε πνεῦμα ἅγιον‘· οὕτως οὖν καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐκεῖνος ἐξείληφεν.
Opif.279 ἀλλ’ ἀντίκειται αὐτῷ τὸ κατὰ συνέχειαν ἐπιφερόμενον· ‘ἐνεφύσησε‘ γάρ ‘αὐτῷ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν‘, ὥστε ἡ διὰ τοῦ ἐμφυσήματος ἐν αὐτῷ γενομένη πνοὴ τῆς ζωῆς εἰς ψυχὴν ζῶσαν αὐτῷ γέγονεν· οὐ γὰρ ἡ τοῦ ἁγίου πνεύματος μετάληψις εἰς ψυχὴν ζῶσαν τῷ μετειληφότι γίνεται· ἀντιδιέστειλε γὰρ ὁ Παῦλος τὸν ψυχικὸν ἄνθρωπον τῷ πνευματικῷ, ψυχικὸν λέγων τὸν κατὰ μόνην τὴν ὁρμὴν τῆς ψυχῆς ζῶντα, πνευματικὸν δὲ τὸν κατὰ τοὺς νόμους πολιτευόμενον τοῦ ἁγίου πνεύματος καὶ ὑπ’ ἐκείνου ἀγόμενον. ὅτι δὲ οὐ τοιοῦτος ἦν ὁ Ἀδάμ, ἡ ταχεῖα παράβασις τῆς ἐντολῆς ἔδειξε τοῦ θεοῦ. καὶ εἰ τὸ μὲν σῶμα ἔπλασεν ὁ θεὸς ἀπὸ γῆς—οὐ γὰρ δὴ καὶ τὴν λογικὴν ψυχὴν ἐκ γῆς ὑπέστησεν· ἤκουεν γὰρ ἂν καὶ αὐτή· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ‘· νυνὶ δέ ἐστιν ἄφθαρτος καὶ ἀσώματος καὶ νοητὴ καὶ χωριστὴ σωμάτων—ἡ δὲ διὰ τοῦ ἐμφυσήματος εἰσπνοὴ εἰ μὴ τὴν λογικὴν ψυχήν, ἀλλὰ τὸ πνεῦμα σημαίνοι τὸ ἅγιον, ποῦ λοιπὸν ἐν τούτοις εἴρηκε Μωϋσῆς ψυχὴν ἐνθεῖναι τὴν λογικὴν τῷ πλάσματι τοῦ ἀνθρώπου τὸν θεόν; καίτοι γε ἐπὶ τῶν ἀλόγων, ἐκ τοῦ κρείττονος τῶν ἐξ ὧν ὑπάρχουσιν αὐτὰ σημαίνων ‘ἐξαγαγέτω‘ φησί ‘τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν‘, τουτέστιν ἔμψυχα ζῷα· ἐπὶ δὲ τοῦ ἀνθρώπου, εἰ μὴ εἰς ψυχὴν ζῶσαν τὸ ἐμφύσημα γέγονε τῷ ἐκ γῆς διαπεπλασμένῳ, ἀλλὰ πνεύματος ἁγίου μετάδοσις ἦν, ποῦ λοιπὸν τὴν γένεσιν τῆς ἡμετέρας ψυχῆς παρέδωκε Μωϋσῆς; ἡ γὰρ διάπλασις μόνου ἐστὶ τοῦ ἐκ γῆς ὑπάρξαντος σώματος· πῶς δ’ ἂν ἔλεγεν ‘εἰς ψυχὴν ζῶσαν‘ οὐχὶ δὲ μᾶλλον ‘εἰς πνευματικὸν ἄνθρωπον‘; καίτοι γε οὐδ’ ἄνθρωπος ἦν κυρίως ψυχὴν ἀνθρωπίνην μὴ ἔχων.
Opif.280 Ἀναμφιλέκτως ἄρα τό ‘εἰς ψυχὴν ζῶσαν‘ τῷ ἀνθρώπῳ γενέσθαι τὸ ἐμφύσημα τοῦ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ δι’ αὐτοῦ ἐψυχῶσθαι τῇ λογικῇ ψυχῇ τὸ διαπεπλασμένον· ὡς γὰρ ἤδη εἶπον καὶ ἐν τοῖς ζῴοις ἅπασι μετὰ τὴν διάπλασιν ἡ ψύχωσις γίνεται. κεʹ. Ὅτι καὶ ἐκ τοῦ νόμου τοῦ περὶ ἐξαμβλώσεων δείκνυσι Μωϋσῆς, ὅτι μετὰ τὴν διοργάνωσιν ψυχοῦται τὰ ἔμβρυα. Τοῦτο δὲ οὐ μόνον ἐν τούτοις Μωϋσῆς, ἀλλὰ καὶ ἐν τοῖς νόμοις ἡμᾶς ἐδίδαξεν· ‘ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, καὶ δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον, δώσει ψυχὴν ἀντὶ ψυχῆσ‘. σαφῶς ἄρα διὰ τούτων ὁ προφήτης ἐδίδαξεν, ὅτι μετὰ τὴν διάπλασιν ἡ τῆς ψυχῆς εἴσκρισις γίνεται. ὃ δέ τινες εἰς ἀποφυγὴν τοῦ νόμου λέγουσι, λίαν εὐφώρατον· ‘πρὸ τοῦ ἐξεικονισθῆναι‘ φασίν ‘οὐκ ἀπῄτησε ψυχὴν ἀντὶ ψυχῆς, οὐχ ὡς μήπω τοῦ ἐμβρύου ψυχωθέντος, ἀλλὰ διὰ τὴν ἀδηλίαν, μήποτε τὸ κατενεχθὲν ἢ θρόμβος τις αἵματος ὑπάρχοι ἢ τὸ σαρκίον τὸ ἄγονον, ὃ καλοῦσιν ἰατροὶ μύλην‘· πρὸ γὰρ τῆς ἀπορίας ἔλυσε τοῦτο Μωϋσῆς εἰπών· ‘καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον‘· οὔτε δὲ ἡ μύλη οὔτε ὁ θρόμβος παιδίον ἐστίν· εἰ οὖν παιδίον μὲν οἶδεν ὁ Μωϋσῆς τῆς γυναικὸς τὸ ἐξαμβλωθέν, ζημίαν δὲ κελεύει διδόναι τὸν αἴτιον, ὅσην ἂν ὁ τῆς γυναικὸς ἀνὴρ ἐπιβάλῃ καὶ ταύτην μετὰ δεήσεως καὶ ἱκετείας, οὐ μὴν ψυχὴν ἀντὶ ψυχῆς, εἰ δὲ εἴη ἐξεικονισμένον, ὡς φόνου αἴτιον ψυχὴν ἀντὶ ψυχῆς διδόναι προσέταξε, τότε ἄρα τὸ ἔμβρυον ψυχοῦσθαι βούλεται, ὅτε διαπλασθείη.
Opif.281 καὶ τοῦτο συμπεφώνηκε τῷ μετὰ τὴν ἐκ γῆς διάπλασιν ἐμφυσῆσαι αὐτῷ τὸν θεὸν πνοὴν ζωῆς ‘εἰς ψυχὴν ζῶσαν‘. ἐκ τούτου δὲ Μωϋσῆς τὸν νόμον ἐκτείνων οὐ μόνον τὸν αἴτιον τῆς ἐξαμβλώσεως ψυχὴν ἀντὶ ψυχῆς διδόναι κελεύει, ἀλλὰ καί, εἰ μόριόν τινος τοῦ ἤδη ὄντος βλάψειέ τις, ἀντιπάσχειν τὸ αὐτό, ‘ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ‘ φησί ‘καὶ ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδόσ‘ καὶ ἐπὶ πάντων ὁμοίως. κϛʹ. Ὅτι αἱ ἄλλαι ἐκδόσεις ἐπὶ τὸ ἔμφυτον θερμὸν ἀπονεύειν δοκοῦσιν. Καὶ ἐκ τῶν ἄλλων δὲ ἐκδόσεων τὸ ἡμέτερον σαφέστερον δείκνυται. Ἀκύλας μὲν γάρ· ‘καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ ἀναπνοήν‘. Θεοδοτίων δὲ καὶ Σύμμαχος ὁμοίως· ‘καὶ ἔπνευσεν εἰς τοὺς μυκτῆρας αὐτοῦ ἀναπνοὴν ζωῆσ‘. δοκοῦσι δέ μοι οὗτοι τὸ ἔμφυτον θερμὸν σημαίνειν τὸ διὰ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς τοῦ ἀέρος ἀναζωπυρούμενον, ὃ μικρὸν ἐπισχεθὲν θάνατον ποιεῖ.
Opif.282 τοσοῦτον ἀποδεῖ τὰ εἰρημένα τοῦ τὸ ἅγιον πνεῦμα δι’ αὐτῶν δηλοῦσθαι. Εἰ δὲ λέγοι τις τῆς ἀλόγου ψυχῆς ἐνέργειαν εἶναι τὴν ἀναπνοήν—πολλὰ γὰρ καὶ τῶν ἀλόγων ἀναπνεῖ— ἀλλὰ τὸ χωρὶς σώματος καθ’ αὑτὴν γεγονέναι διὰ τοῦ θείου ἐμφυσήματος τὴν ψυχὴν μέγα τεκμήριον τοῦ λογικὴν εἶναι καὶ χωριστὴν σωμάτων καὶ διὰ τοῦτο ἀθάνατον τὴν οὐσίαν αὐτῆς. Ἀλλ’ ἐπειδὴ ταῦτα διὰ τὴν συνέχειαν τῶν περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως εἰρημένων ἐκ τῶν ὕστερον ἐνταῦθα μεταβιβάσαντες ἐξητάσαμεν, ἐπὶ τὰ συνεχῆ τῶν προτέρων ἀφ’ ἑτέρας ἀρχῆς λόγου μετέλθωμεν. λόγος ἕβδομος. ‘Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆσ‘. ΑΚΥΛΑΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε σὺν τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ ἐπικρατεῖτε ἐν ἰχθύι τῆς θαλάσσης καὶ ἐν πετηνῷ τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ τῷ κινουμένῳ ἐπὶ τῆς γῆς.
Opif.283 ‘ ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσης καὶ ἐν τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ ἕρποντι ἐπὶ τῆς γῆς.‘ ΣΥΜΜΑΧΟΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεός· εἶπεν δὲ αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς θαλάσσης καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τὰ ζῷα τὰ ἕρποντα ἐπὶ τῆς γῆσ‘. αʹ. Ὅτι ἐκ παραλλήλου τό ‘αὐξάνεσθε‘ καί ‘πληθύνεσθε‘ εἴρηται. Αὕτη ἡ φωνή, μᾶλλον δὲ τὸ θεῖον βούλημα, τὴν ἐξ ἀλλήλων διαδοχὴν τῇ φυσικῇ γενέσει δίδωσιν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘. τινὲς τὸ μέν ‘αὐξάνεσθε‘ ἐπὶ τῆς κατὰ μέγεθος τῶν τικτομένων αὐξήσεως ἤκουσαν, μέχρις ἂν τὸ ὡρισμένον τῇ ἑκάστου φύσει φθάσωσι μέτρον, τὸ δέ ‘πληθύνεσθε‘ ἐπὶ τοῦ ἀριθμοῦ τῶν ἐσομένων, ὡς ἂν πληροῖεν τὴν γῆν, ἀντὶ τῶν φθειρομένων ἐπιγιγνομένων ἑτέρων ἀεί· ἐμοὶ δὲ ἐκ παραλλήλου κεῖσθαι δοκεῖ τούτων ἑκάτερον ἀντὶ τοῦ ‘πληθύνεσθε‘· τὰ γὰρ καθ’ ἕκαστον γένος ἀπ’ ἀρχῆς ὑπὸ θεοῦ πρῶτα γενόμενα μὴ διὰ μέσης τῆς φύσεως, ἀλλὰ μόνῳ τῷ θείῳ βουλήματι τέλεια παρῆκται καὶ οὐδὲν ἐλλείποντα μεγέθους, εἰς ὃ τελειούμενον ἕκαστον ἀφῖχθαι θεὸς ἐβούλετο.
Opif.284 βʹ. Ὅτι ἐκ τῆς εὐλογίας τοῦ ‘αὐξάνεσθε καὶ πληθύνεσθε‘ καὶ ἑτέρων τοιούτων δῆλόν ἐστιν, ὅτι οὐ κατὰ ἀπόπτωσιν τοῦ ἀγαθοῦ ἐκ τῆς ἀσωμάτου ζωῆς εἰς σῶμα κατῆλθον αἱ ψυχαί. Εἰ δὲ ἐν εὐλογίας κλήρῳ τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘ τοῖς τε ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπέταξεν ὁ θεὸς καὶ εἰς ἔργον ἐξέβη τὸ κέλευσμα, οὐκ ἄρα διὰ τὴν τοῦ ἀγαθοῦ ἔκπτωσιν, ὥς τισιν ἔδοξεν, ἐκ τῆς ἀσωμάτου ζωῆς ἐνταῦθα κατεληλύθασιν αἱ ψυχαί· ἀσύμφωνος γὰρ ἡ ὑπόθεσις τῇ παρούσῃ εὐλογίᾳ· εἰ γὰρ τοῦτο ἦν ἀληθές, οὐδὲν ἕτερόν ἐστι τὸ εἰπεῖν ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν‘ ἢ ἀρᾶσθαι ταῖς ψυχαῖς εἰς κακίαν ἐκπεσεῖν ἐσχάτην, ὡς τὰς μὲν ἀνθρωπίνοις σώμασι, τὰς δὲ θηρίων, τὰς δὲ ἐνύδρων, ἰχθύων τε καὶ κητῶν, ἐγκαταδῦναι δι’ ὑπερβάλλουσαν πονηρίαν, ἵνα τὸ θεῖον πληρωθῇ πρόσταγμα. καὶ πῶς οὐχὶ μᾶλλον τοὐναντίον ἦν δικαιότερον λέγειν ‘μειοῦσθε καὶ ἐλαττοῦσθε καὶ κενώσατε τὴν γῆν καὶ τὰ ὕδατα τῆς κακίας ἀπαλλαγεῖσαι καὶ εἰς τὴν ἄχραντον ζωὴν μεθαρμόζεσθε, ἵνα καὶ ἡ κατὰ περίστασιν δι’ ὑμᾶς γενομένη τῶν σωμάτων ἀπόλοιτο φύσις καὶ τὸ πρώτιστον ἀγαθὸν πάσαις ταῖς ἀσωμάτοις οὐσίαις ἐμπολιτεύσηται‘; πῶς δὲ καὶ τοῖς πατριάρχαις τοῖς πίστει καὶ βίῳ θεὸν ἀρέσασι τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ γέρας ἀρετῆς παρέχων ὁ θεὸς αὐξήσειν ἐπηγγείλατο τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ψάμμον τῆς θαλάσσης καὶ πολλῶν ἐθνῶν πατέρα ποιήσειν τὸν Ἀβραὰμ καὶ τοὺς αὐτοῦ παῖδας; καὶ τοῦτο δὲ πάλιν εἰς ἔργον ἐξῆλθεν τὸ βούλημα τοσούτων κακυνθεισῶν ψυχῶν καὶ εἰς γῆν πεσουσῶν, ἵνα μισθὸν ἀρετῆς ἐκεῖνοι λάβωσι τῶν ἐκγόνων τὸ πλῆθος, ὅπερ εὐσεβεῖς ὄντες μὴ γεγονέναι ἂν πάντως ηὔξαντο.
Opif.285 εἰ οὖν ἄτοπα ταῦτα, ἐν εὐλογίας δὲ μέρει τῶν τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων ἁπάντων ἡ αὔξησις γέγονε καὶ πεπλήρωται ζῴων, ἐν οἷς διαιτῶνται, τῶν στοιχείων ἕκαστον, ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, οὐκ ἄρα ἀληθὲς τὸ δι’ ἔκπτωμα τῶν λογικῶν οὐσιῶν κατιέναι τὰς ψυχὰς ἐνταῦθα καὶ ἄλλας ἐν ἄλλοις ἐνδεῖσθαι σώμασι χείροσιν ἢ βελτίοσιν πρὸς τὴν ἀναλογίαν τῆς ἐπὶ κακίαν αὐτῶν πτώσεως. γʹ. Ὅτι οὐδὲ αἱ ἀπὸ τῶν θείων γραφῶν μαρτυρίαι, ἃς παράγουσι, πρὸς πίστιν τῆς ὑποθέσεως αὐτῶν εἰσιν ἱκαναί. Ἐπειδὴ δὲ καὶ μαρτυρίας πρὸς πίστιν τῆς ὑποθέσεως ταύτης ἐκ τῶν ἱερῶν γραμμάτων παρακομίζουσι, μικρὸν παρεκβάντας μίαν ἐξ αὐτῶν, ᾗ μάλιστα θαρροῦσι, γυμνάσαι δίκαιον.
Opif.286 ‘ὁ ἐκκλησιαστὴς τοῦτο‘ φασί ‘δεικνὺς γέγραφε ταῦτα· ‘τί τὸ γεγονός; αὐτὸ τὸ γενησομένον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει τις καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν‘. εἰ οὖν ἀληθῆ ταῦτα‘ φασίν, ‘οὐδεμία ἄρα ψυχὴ πρόσφατος εἰσφέρεται τῷ παντί, ἀλλ’ ἤδη γενομένη ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν κάτεισιν ἐνταῦθα καὶ σώμασιν ἐνδεῖται πρὸς ἀναλογίαν τῆς ἐκ τοῦ καλοῦ πρὸς τὸ χεῖρον αὐτῆς ὑφέσεωσ‘. πρὸς τοῦτο δὲ καὶ ἡμεῖς ἀναγκαίως ἐρωτήσομεν· ἐπειδὴ τῶν ἐν τῷ κόσμῳ τὰ μέν ἐστιν εἴδη, οἷον ἄνθρωπος ἵππος, τὰ δὲ ἄτομα, οἷον Πέτρος Παῦλος καὶ ἵππων Πήγασος Ἀρίων, τίνα ἐστίν, ὧν φησιν ὁ ἐκκλησιαστὴς μηδὲν ὑπὸ τὸν ἥλιον γενέσθαι πρόσφατον; πότερον εἶδός τι καινὸν παρὰ τὰ ἤδη γενόμενα ὑπὸ θεοῦ, οἷον εἰ τύχοι κατὰ τοὺς μύθους κένταυρος ἢ σκύλλα, ἢ τῶν ἀτόμων οὐδὲν γίνεται πρόσφατον; εἰ μὲν οὖν τὸ δεύτερον, ἡ αἴσθησις τοῦ ψεύδους ἔλεγχος· καθ’ ἑκάστην γὰρ ἡμέραν καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις καὶ ἐν μετάλλοις ἄτομα γίνεται πανταχοῦ, ἃ μὴ πρότερον γέγονεν, ἥδε ἡ συκῆ καὶ οὗτος ὁ ἵππος κἀκεῖνος ὁ βοῦς, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως· οὐδεὶς γὰρ τῶν νῦν ἀτόμων ἀνθρώπων οὔτε πρὶν γενέσθαι νῦν ἐγεγόνει πρότερον, οὔτε φθαρεὶς αὖθις γενήσεται, ἐπεὶ μηδὲν τῶν φθειρομένων ἀτόμων αὐτὸ ἐκεῖνο πάλιν κατ’ ἀριθμὸν γενέσθαι τῶν ἐνδεχομένων ἐστίν· οὐδὲ γὰρ τὸ ἀποσβεσθὲν πῦρ αὖθις ἔσται, ἀλλ’ ἕτερον ὁμοειδές, οὐδὲ τὸ ἐξαερωθὲν ὕδωρ τὸ αὐτὸ κατ’ ἀριθμὸν αὖθις γίνεται ὕδωρ, ἀλλ’ ὅμοιον αὐτῷ, καὶ ἐπὶ πάντων τῶν ἀτόμων ἐμψύχων τε καὶ ἀψύχων ὁμοίως· εἰ γὰρ φθειρομένων μὴ ἀντ’ αὐτῶν ἕτερα γίνοιτο, ἐκλείποι ἂν ἅπαντα.
Opif.287 εἰ δὲ λέγοι τις τὴν ψυχήν, Παύλου φέρε, πρὶν ἐν τῷ σώματι γενέσθαι τούτῳ, πρότερον εἶναι γυμνὴν σώματος, ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσειέ τις ἀναποδείκτως λαμβάνοντι τὸ ζητούμενον, ἀλλ’ οὐδὲν πρὸς τὴν γυμναζομένην τοῦ ἐκκλησιαστοῦ λέξιν συνοίσει· οὐδὲν γὰρ τῶν ἔξω σωμάτων ὑπὸ τὸν ἥλιον ἦν πρὶν γενέσθαι τὸν κόσμον· οὐδὲ γὰρ τοῖς ὑποτιθεμένοις ἔξω σωμάτων προϋπάρξαι τὰς ψυχὰς τοῦτο δοκεῖ· δι’ αὐτὸ γὰρ δὴ τοῦτο διὰ τὴν ὕφεσιν αὐτῶν τὴν ἐκ τοῦ ἀγαθοῦ γενέσθαι φασὶ τὰ σώματα οἷς ἐνδοῦνται, πρὸς τῷ καὶ τὰ ἐν ἀψύχοις καὶ τὰ ἐν τοῖς φυτοῖς ἄτομα τὸν λόγον ἐλέγχειν. Εἰ οὖν ἐπὶ τῶν ἀτόμων οὐκ ἀληθὴς ὁ τοῦ ἐκκλησιαστοῦ λόγος ἐδείχθη, λείπεται περὶ τῶν εἰδῶν εἰρηκέναι, ὅτι οὐδὲν ἐν τῷ κόσμῳ εἶδός τι γίνεται πρόσφατον, ὃ μὴ γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν· καὶ ἔστι μὲν ἀληθὴς ὁ λόγος· μεθ’ ὃ γὰρ τὸν κόσμον ὑπέστησεν ὁ θεός, οὐδὲν ἕτερον αὐτῷ πρόσφατον ἐπεισήγαγεν εἶδος. τοῦτο δὲ τῇ ὑποθέσει αὐτῶν οὐδὲν συνοίσει· καὶ μηδεμιᾶς γὰρ προϋπαρχούσης ψυχῆς λογικῆς, ἄλλης δὲ ἐν ἄλλῳ γιγνομένης χρόνῳ, οὐδὲν τῷ παντὶ πρόσφατον εἶδος ἐπεισῆλθεν· οὐδὲ ὁ ἐκκλησιαστὴς ἄρα τῇ δόξῃ αὐτῶν συνηγόρησεν. καὶ ἑτέρας δὲ πλείστας λέγειν ἔχοντες πρὸς ἑκατέραν ὑπόθεσιν φερομένας οὐκ εὐκαταφρονήτους ἐνστάσεις διά τε τὸ μῆκος καὶ τὸ μηδὲν ταῦτα τῷ προκειμένῳ συντελεῖν σκοπῷ τοῖς εἰρημένοις ἀρκούμεθα.
Opif.288 Ἐκεῖνο δὲ μόνον ὑπομνήσας τὸν περὶ τούτων καταπαύσω λόγον, ὅτι καὶ πρὸς Πλάτωνα δεικνύειν ἐθέλοντα, ὡς αἱ ἐνταῦθα μαθήσεις ἀναμνήσεις ὑπάρχουσιν, ὧν ἔξω σώματος ἐγνώκασιν ἡμῶν αἱ ψυχαί, ὁλόκληρον πραγματείαν ἐλεγκτικὴν τῶν εἰς τοῦτο ἐπιχειρήσεων αὐτοῦ τε καὶ Πρόκλου προκατεβαλόμην εἰς δύναμιν. ἀλλ’ ἐπανιτέον πάλιν ὅθεν ἐξέβημεν. δʹ. Τῶν διαφόρων ἐκδόσεων ἐξέτασις. Σημειωτέον τὰς διαφόρους ἐκδόσεις· τῶν γὰρ ἑβδομήκοντα εἰπόντων· ‘καὶ κατακυριεύσατε αὐτῆσ‘, οἱ ἄλλοι φασίν· ‘καὶ ὑποτάξατε αὐτήν‘· ταὐτὸν δέ ἐστι τῇ ἐννοίᾳ τοῦ ‘κυριεύσατε‘ τό ‘ὑποτάξατε‘· ὁ γὰρ ὑποτάσσων ἑαυτῷ τι κυριεύει αὐτοῦ· πάλιν ἀντὶ τοῦ ‘ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσησ‘ Ἀκύλας ‘ἐπικρατεῖτε‘ φησί—ὁ γὰρ ἄρχων ἐπικρατεῖ τοῦ ἀρχομένου— ὁ δὲ Θεοδοτίων· ‘καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσησ‘· εὔλογον δὲ ἡγοῦμαι τὴν πε συλλαβὴν διὰ τοῦ ε γράφεσθαι, εἰ καὶ ἀσύνηθες Ἕλλησιν, οὐ παρὰ τὴν παιδείαν ἀλλὰ παρὰ τὰς πέδας, ἀντὶ τοῦ ‘ὑπὸ πέδας αὐτοὺς ἄγετε καὶ δεσμούσ‘· τοιαύτη γὰρ ἡ τῶν ἰχθύων ἄγρα καὶ τῶν ἐν ἀέρι καὶ ἐν τῇ γῇ. εἰ δέ τις τό ‘παιδεύετε‘ κατὰ τὸ σύνηθες διὰ τῆς αι διφθόγγου γράφοι, οἷόν ἐστι τό ‘ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει‘, τουτέστιν πρὸς ἑαυτὸν ἐπιστρέφει, οὐ κυρίως ἐπὶ τῶν ἰχθύων κεῖται.
Opif.289 σαφέστερον δὲ πάντων ὁ Σύμμαχος εἶπε· ‘καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς θαλάσσησ‘ τὸ εἶδος τῆς ἀρχῆς ἐμφαίνων· καὶ γὰρ μετὰ τὸν κατακλυσμὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεός· ‘καὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν ἔδωκα‘. ‘Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω 〈πάσησ〉 τῆς γῆς· καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτωσ‘. ΑΚΥΛΑΣ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν σὺν πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ σὺν πᾶν ξύλον, ᾧ ἐν αὐτῷ καρπὸς ξύλου σπερμαίνοντος σπέρμα ὑμῖν γενέσθαι εἰς βρῶσιν καὶ τῷ παντὶ ζῴῳ τῆς γῆς καὶ τῷ παντὶ πετηνῷ τοῦ οὐρανοῦ καὶ τῷ παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ᾧ ἐν αὐτῷ ψυχὴ ζῶσα, σὺν παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν‘. ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν τὸν πάντα χόρτον σπερμαίνοντα σπέρμα τὸν ἐπὶ προσώπου πάσης τῆς γῆς· καὶ τὸ πᾶν ξύλον, ὃ ἔχει ἐν αὐτῷ καρπὸν ξύλου, σπερμάτων σπέρμα, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις καὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς τῷ ἔχοντι ἐν αὐτῷ ψυχὴν ζωῆς, τὸν πάντα χλωρὸν χόρτον εἰς βρῶσιν‘.
Opif.290 ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶπεν ὁ θεός· δέδωκα ὑμῖν πάντα χόρτον τὸν σπερματίζοντα σπέρμα τὸν ἐπὶ προσώπου πάσης τῆς γῆς καὶ πᾶν ξύλον, ἐν ᾧ ἐστι καρπὸς ξύλου σπερματίζοντος σπέρμα, ὑμῖν εἶναι εἰς βρῶσιν πᾶσί τε τοῖς ζῴοις τῆς γῆς καὶ πᾶσί τε τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ παντὶ κινουμένῳ ἐπὶ τῆς γῆς, ἐν ᾧ ἐστι ψυχὴ ζῶσα, πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν‘. ‘Τὸν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆσ‘, τουτέστι μὴ ἔχοντα στέλεχος, ἀλλὰ μόνον ὑπερανέχοντα τῆς ἐπιφανείας τῆς γῆς, τὸν καθ’ ἑαυτὸν σπειρόμενον καὶ γεωργούμενον, ὧν ἐστι τὰ πλεῖστα χέδροπα καὶ οὔτε θαμνώδη οὔτε δενδρώδη. καὶ τοῦτο σαφέστερον ὁ Ἀκύλας φησί ‘σὺν πᾶσαν χλόην σπερμαίνουσαν σπέρμα ἐπὶ πρόσωπον πάσης τῆς γῆσ‘· πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν αὐτῆς ἡ γραφὴ καλεῖ· τὸ αὐτὸ καὶ Θεοδοτίων καὶ Σύμμαχος τούτοις ἐπιφέρουσι καὶ τὰ ξυλώδη, ὡς ἀπὸ αὐτῆς ἐπιφανείας ὑπερανέστηκε τῆς γῆς. ‘Καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου‘· πολλὰ γάρ ἐστι καὶ ἄκαρπα· ἀναγκαίως δὲ πάλιν τό ‘σπορίμου‘ πρόσκειται· ἔστι γὰρ καρποφοροῦντα μὲν καὶ σπερματίζοντα, μὴ ὄντα δὲ πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια· διὰ τοῦτο ‘σπορίμου‘ προσέθηκε, τουτέστι γεωργουμένου καὶ φροντίδος γεωργικῆς ἀξιουμένου ὡς τὸν καρπὸν αὐτοῦ σπείρειν, ἵνα πλεονάζωσι κατὰ γένος ὡς πρὸς ἀπόλαυσιν ἀνθρώπων γενόμενα.
Opif.291 ἀκριβῶς δὲ λίαν καὶ τό ‘καρπὸν σπέρματοσ‘ εἴρηται· τὸ αὐτὸ γὰρ καὶ καρπός ἐστι καὶ σπέρμα, καρπὸς μὲν τοῦ γεννήσαντος, σπέρμα δὲ τοῦ ἐξ αὐτοῦ γενησομένου. εʹ. Ὅτι κυριωτάτη τροφὴ τῶν ἀνθρώπων μάλιστά ἐστι τὰ ἀπὸ γῆς, καὶ τῶν ἄλλων δὲ ζῴων ὁμοίως ἦν, ὕστερον δὲ τὸ σαρκοφαγεῖν ἐπιτέτακται. Ταῦτα οὖν πάντα, φησίν, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ τὰ ἑξῆς, ἃ καὶ πρόκειται· ἐξ ὧν δῆλόν ἐστιν, ὡς ἀνθρώπων μὲν κυρίως ἐστὶ τροφὴ τὰ ἐκ γῆς φυόμενα· διὸ καὶ μέχρι νῦν πολλοὶ τῆς τῶν ἐμψύχων ἀπέχονται τροφῆς. καὶ πάντα δὲ ζῷα σχεδόν, ὅσα χειροήθη ἐστὶ καὶ ἥμερα, ποηφαγοῦσι καὶ τῶν πτηνῶν τὰ πλεῖστα. εἰ δὲ καὶ τῶν χερσαίων πολλὰ καὶ τῶν πτηνῶν σαρκοφάγα μόνως ἐστὶ καὶ ποηφαγεῖ τούτων οὐδέν, ὡς γῦπες καὶ ἱέρακες καὶ ἰκτῖνοι, πῶς εἰς βρῶσιν τούτων ἁπάντων τοὺς ἐκ τῆς γῆς καρποὺς ἀφώρισεν ὁ θεός; πρὸς ὅπερ ἀπολογούμενοί φασί τινες, ὡς ἐοίκασι κατ’ ἀρχὴν σὺν τοῖς ἀνθρώποις καὶ τὰ χερσαῖα καὶ ἀέρια πάντα ἐκ τῶν ἀπὸ τῆς γῆς φυομένων τρέφεσθαι· καὶ νῦν γὰρ πολλὰ τῶν σαρκοφάγων, ὡς ἄρκτοι καὶ κύνες καὶ αἴλουροι καὶ μύες καὶ ἕτερα πλεῖστα, καὶ τὴν ἑτέραν οὐδὲν ἧττον προσίεται τροφήν.
Opif.292 μετὰ δὲ τὸν κατακλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ προσέταξεν ὁ θεὸς λέγων· ‘πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔστω εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε‘. μήποτε οὖν ἐκεῖθεν πολλὰ καὶ τῶν ἄλλων γέγονε σαρκοφάγα. δυνατὸν δὲ καὶ ἐκ τοῦ πλείονος ἀκούεσθαι τό ‘καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετηνοῖσ‘· τὰ πλεῖστα γὰρ τούτων μόνως ποηφαγεῖ, ἐλάχιστα δέ ἐστι μόνως σαρκοβόρα. Τὸ δέ ‘καὶ πᾶν χλωρὸν χόρτου εἰς βρῶσιν‘ τοῖς τρισὶν εἰρημένον Ἀκύλας σαφέστερον ἡρμήνευσεν εἰπών· ‘καὶ παντὶ λαχάνῳ χλόης εἰς βρῶσιν‘· ἔφθη γὰρ εἰπὼν ἐν ἀρχῇ· ‘πάντα χόρτον‘, δι’ οὗ τὰ σπόριμα πάντα δεδήλωκεν, ὧν τὰ λαχανώδη νῦν διέκρινε. διαφέρουσι δὲ ὅτι ἐκείνων μὲν οἱ καρποὶ μόνοι εἰσὶ βρώσιμοι, τούτων δὲ πᾶν τὸ βλάστημα. ‘Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη‘. ϛʹ.
Opif.293.(1t) Ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀγαθὸν τοῦ καλοῦ· εἴ τι μὲν γὰρ καλόν, ἀγαθόν· οὐκ εἴ τι δὲ ἀγαθόν, πάντως καλόν. Ἐφ’ ἑκάστῳ τῶν γενομένων ἀναπεφώνηται ὑπὸ τοῦ προφήτου τό ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ οὐ μετὰ τὴν γένεσιν ἑκάστου κρίναντος τοῦ θεοῦ, ὅτι καλόν· οὐ γὰρ ὅτι γέγονε, καλόν—οἶδε γὰρ πάντα πρὶν γενέσεως αὐτῶν—ἀλλ’ ὅτι νενόηκεν ἔσεσθαι καλόν, διὰ τοῦτο πεποίηκεν ἕκαστον. καὶ τὸ καλὸν δὲ τελικόν ἐστι τῶν γινομένων, ὡς καὶ τὸ ἀγαθόν, εἰ καὶ ἐπ’ ἔλαττον τοῦ ἀγαθοῦ τὸ καλόν· καλὸν μὲν γὰρ εἴρηται παρὰ τὸ κηλεῖν καὶ θέλγειν ἢ παρὰ τὸ πρὸς ἑαυτὸ καλεῖν. τοῦτο δὲ καὶ ἀγαθόν ἐστιν, ὅπερ ἂν εἴποι τις ποιητὴς ἠγάθεον, τουτέστιν ἄγαν θεῖον ἢ παρὰ τὸ ἄγαν ἐπ’ αὐτὸ θέειν. τἀγαθὸν γάρ, Ἀριστοτέλης φησίν, οὗ πάντα ἐφίεται. Πᾶν μὲν οὖν καλὸν ἀγαθόν, οὐ πᾶν δὲ ἀγαθὸν καλόν· τῷ νοσοῦντι γὰρ τὸ καθάρσιον, εἰ οὕτω τύχοι, ἀγαθὸν καὶ ἡ τομὴ καὶ ἡ καῦσις καὶ ἡ ἀσιτία πολλάκις, διότι ἐπὶ τὴν ὑγίειαν ἀνακαλοῦνται τὸ νενοσηκός· καὶ τῷ ἡμαρτηκότι τὸ δοῦναι δίκας, ὑπὲρ ὧν ἥμαρτεν, ἀγαθόν· καὶ τοῦτο γὰρ πρὸς ὑγίειαν ψυχῆς ἀνακαλεῖται τοὺς σώφρονας· οὐ καλὸν δὲ ὅμως· οὐ γὰρ κηλεῖ τὸν πάσχοντα οὐδὲ καλεῖ πρὸς ἑαυτά, τοὐναντίον δὲ λυπεῖ καὶ ἀλγύνει καὶ ἀποτρέπει τῆς αὐτῶν κοινωνίας καὶ ἔστιν ἄπευκτα μέν, ἀναγκαῖα δέ, τοῖς μέντοι πρὸς τὸ ἐξ αὐτῶν ἐσόμενον ἀγαθὸν ὁρῶσι φορητὰ καὶ ἐπιτηδευτὰ πολλάκις μετὰ πολλῆς καρτερίας, οὐ δι’ ἑαυτά—ὅσον γὰρ ἐφ’ ἑαυτοῖς, φευκτά—διὰ δὲ τὸ ἐξ αὐτῶν ἐσόμενον τοῖς ὑπομένουσιν ἀγαθόν· ὥστε καλὰ μὲν οὐκ ἔστιν, ἀγαθὰ δέ, καὶ τοῦτο οὐ δι’ ἑαυτά, ἀλλὰ διὰ τὸ ἐξ αὐτῶν ἐσόμενον πέρας, τὴν ὑγίειαν ἢ τοῦ σώματος ἢ τῆς ψυχῆς.
Opif.294 ‘ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου‘· ‘ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται‘. ‘τίς γὰρ υἱός, ὃν οὐ παιδεύει πατήρ;‘ διὰ τοῦτο οὖν ἀγαθά· εἰ δὲ ἦν ἐκείνων χωρὶς καθαρθέντας τοῦ ἀγαθοῦ τυχεῖν ἢ τοῦ ψυχικοῦ ἢ τοῦ σωματικοῦ, οὐδενὶ ἂν ὑπῆρχεν αἱρετά. ἡ συνήθεια δὲ πολλάκις ἀδιαφόρως χρῆται τῷ καλῷ καὶ τῷ ἀγαθῷ. καὶ τὴν ὕλην δέ φασιν οἱ φυσικοὶ οὐ καλήν· αἰσχρὰ γὰρ ὡς ἀνείδεος, ἀγαθὴ δὲ ὡς τιθήνη καὶ δεξαμένη τῶν· εἰδῶν. εἰ οὖν καὶ τὸ καλὸν τελικόν ἐστιν αἴτιον, εἰ καὶ τοῦ ἀγαθοῦ ἐπ’ ἔλαττον, προηγεῖται δὲ τὸ τελικὸν ἐν παντὶ ποιητικῷ, οἷον τῷ ποιοῦντι τὸν οἶκον ἢ τὸ ἱμάτιον ἢ τὴν θύραν τὸ ἀγαθὸν ἢ τὸ καλόν, δι’ ὃ γίνεται τούτων ἕκαστον, καὶ ὁ τοῦ παντὸς δὲ δημιουργὸς διὰ μόνην ἀγαθότητα δημιουργεῖ πᾶν, ὃ ἐὰν ποιῇ, καὶ οἶδεν, πρὶν ἕκαστον ποιήσῃ, τὸ καλόν τε καὶ τὸ ἀγαθόν, δι’ ὃ γίνεται, οὐ μετὰ τὸ γενέσθαι ἄρα, ὅτι καλόν ἐστι τὸ γινόμενον, ἔγνωκεν, ὅς γε δι’ αὐτό γε τοῦτο καὶ μόνον πεποίηκεν αὐτό, ἀλλ’ ᾔδει καὶ πρὶν αὐτὸ ποιήσῃ τοιοῦτον ἐσόμενον. ζʹ.
Opif.295.(1t) Ὅτι ὁ μὲν παρ’ ἡμῖν τεχνίτης θαυμάζει πολλάκις τὸ ἴδιον ἔργου ὡς κατὰ σκοπὸν αὐτῷ γενόμενον· ὁ δὲ θεὸς οὐχ ὅτι γέγονεν οἶδεν ὅτι καλόν, ἀλλ’ ὅτι προέγνω καλὸν ἐσόμενον, πεποίηκεν αὐτό· καὶ διὰ τί Μωϋσῆς μετὰ τὴν ἑκάστου γένεσιν εἶπε· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘. Ὁ μὲν οὖν παρ’ ἡμῖν τεχνίτης ἴσως ἂν θαυμάσειεν τὸ ἴδιον ἀποτέλεσμα γνοὺς ἐκ τοῦ τέλους, ὅτι μὴ τοῦ περὶ αὐτοῦ σκοποῦ διήμαρτεν· ὁ δὲ θεὸς οὐδὲν μετὰ τὸ ποιῆσαι τῆς ἐννοίας ἧς ἔσχε περὶ ἑκάστου προσείληφε. πῶς οὖν μετὰ τὸ γενέσθαι ἕκαστόν φησιν ὁ προφήτης· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘, ᾧ μηδὲν προσγέγονεν παντελῶς ὕστερον; ἐπειδήπερ, ὡς πολλάκις εἶπον, εἰς ἐπίγνωσιν θεοῦ τοῖς ἀνθρώποις τὴν βίβλον ταύτην ἔγραψε Μωϋσῆς· διὰ τοῦ λέγειν οὖν ἐφ’ ἑκάστῳ· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ νύττει καὶ διεγείρει τὴν ἑκάστου ψυχὴν εἰς κατανόησιν τῶν γενομένων, τί τὸ ἐν ἑκάστῳ καλὸν ὑπάρχει καὶ ἀγαθόν· οὐ γὰρ ἂν καὶ αὐτῷ τῷ θεῷ καλὸν ἐφαίνετο μὴ μεγίστην ἔχον τοῦ κάλλους ὑπερβολήν. διὸ καὶ θεῷ τὴν τούτου κρίσιν ἀνέπεμψε Μωϋσῆς· οὐ γὰρ ἀξιόχρεως εἶναι ἐδόκει ἑαυτῷ προστιθεὶς τῶν γενομένων τὸν ἔπαινον. ἐκ δὲ τῆς τοῦ θεοῦ κρίσεως, ὡς εἴη καλά, πίστιν ταῖς ψυχαῖς ἐντίθησιν ἀναμφίλεκτον τῆς ἑκάστου μεγαλειότητος καὶ τοῖς μήπω συνεωρακόσι τοὺς λόγους, δι’ οὓς γέγονεν, ὡς λοιπὸν τὸ Σολομώντειον ἐκεῖνο συμβαίνειν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν πᾶσι θεωρεῖσθαί τε καὶ εἰς ὕμνον αὐτοῦ διεγείρεσθαι πάντας.
Opif.296 Ἐφ’ ἑκάστου τοίνυν τῶν γενομένων ὁ προφήτης εἰπών· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ ἐπὶ τῇ συμπληρώσει πάντων κοινὸν ἐπιφέρει μετ’ ἐπιτάσεως πᾶσι τὸν ἔπαινον· ‘Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘. ΑΚΥΛΑΣ ‘καὶ εἶδεν ὁ θεὸς σὺν πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα.‘ ΣΥΜΜΑΧΟΣ ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἦν καλὰ σφόδρα.‘ ηʹ. Ὅτι εἰκότως ἐπὶ τῇ τοῦ παντὸς συμπληρώσει τοῖς ἐπιτεταμένοις ἐπαίνοις ἐχρήσατο Μωϋσῆς. Πᾶν γὰρ τὸ ἐκ μερῶν συγκείμενον ἔχει μὲν καὶ καθ’ ἕκαστον τῶν μορίων αὐτοῦ τὴν ἰδίαν τελειότητα καὶ τὸ ἐπ’ αὐτῇ κάλλος ἀνθοῦν, οἷον ὡς ἐπ’ ἀνθρώπου χειρός, ὅταν μηδὲν ἐλλείπῃ μεγέθους ἢ σχήματος δακτύλων τε πρὸς ἀλλήλους ἀναλογίας καὶ ὅσα κοσμεῖ ταύτην ἕτερα, ὁμοίως ἐπὶ κεφαλῆς ὀφθαλμῶν θέσιν τε καὶ σχῆμα καὶ μεγέθους αὐτάρκειαν εὔχροιάν τε καὶ κίνησιν καὶ ἐνέργειαν καὶ ἐφ’ ἑκάστου τῶν λοιπῶν ὁμοίως· ἀλλ’ εἰ καὶ ἕκαστον καθ’ αὑτὸ καλόν, ἀλλ’ ἡ ἐν τῇ συνθέσει πάντων εὐαρμοστία καὶ ἡ πρὸς τὸ ὅλον σύμπνοια καὶ συμπάθεια καὶ τὸ ἐκ πάντων ἀποτετελεσμένον τοῦ ζῴου κάλλος τοσοῦτον ὑπερβαίνει τῶν ἐπὶ μέρους καλῶν, ὅσον καὶ τὸ ὅλον τῶν μερῶν ἐστι τιμιώτερον, εἴπερ τὰ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα καὶ τέλος ἐστί.
Opif.297 Τοῦτο καὶ ἐπὶ τῶν τεχνιτῶν ἐστιν ἰδεῖν, ἑκάστην χορδὴν τοῦ λυραοιδοῦ πρὸς τὴν μέλλουσαν συμφωνίαν τείνοντος καὶ ἀποπειρωμένου τοῦ ἤχου ταύτης· ἔμπειρος μὲν γὰρ τῆς μουσικῆς εὐθέως εἴσεται τὸ κάλλος αὐτῆς· ἐπειδὰν δὲ λοιπὸν ἡ ἐκ πασῶν συμφωνία φανῇ τοῖς ἀγνοοῦσι πρότερον τὴν ἑκάστης δύναμιν, τότε δὴ [τότε] τὴν ὑπερβολὴν τῆς μιᾶς ἐκ πασῶν συμφωνίας πᾶς ἄν τις ὑπερθαυμάσειε. Τοῦτο μὲν οὖν καὶ ἐπὶ τοῦ κόσμου παντὸς θεωρητέον· καλὸν μὲν γὰρ ἕκαστον τῶν αὐτοῦ μερῶν καὶ καθ’ αὑτὸ θεωρούμενον, εἴτε στοιχεῖον εἴτε ζῷον εἴποις· οὐρανός τε γὰρ καλὸς καὶ ἡ ἐν ἑκάστῳ τῶν φωστήρων φαιδρότης· εἰ δὲ τὴν ἐκ τούτων ἁπάντων σύνθεσιν καὶ τάξιν καὶ τὴν πρὸς ἄλληλα σύμπνοιαν κατίδοις, καὶ πόση μὲν ἡ τῆς κινήσεως τῶν οὐρανίων τάξις, πόση δὲ ἡ ἐκ ταύτης τῶν ἐντὸς αὐτῆς χρεία καὶ σύστασις, ἥ τε τῶν στοιχείων ὁμοίως πάλιν πρὸς ἄλληλα θέσις τε καὶ τάξις, καὶ ὡς οὐδὲν μόριον αὐτῶν τῆς εἰς ἕτερον ἀνέχεται καὶ βιαζόμενον μεταθέσεως, ἀλλ’ εὐθὺς ἐπὶ τὸν οἰκεῖον ὁρμᾷ τόπον, καὶ ὡς οὐδὲν τὰ λοιπὰ πλεονεκτεῖν ἀνέχεται, ἀλλ’ ἐν ταῖς εἰς ἄλληλα μεταβολαῖς ἐξίσωσις ἐν τοῖς ἀντικειμένοις τοῦ πλεονάζοντος γίνεται, καὶ ὅσα περὶ τὴν ἑκάστου φύσιν καὶ τὸν ἕνα πάντων τῆς σωτηρίας τοῦ ὅλου σκοπόν, δικαίως ἀναπεφωνημένον ὄψεται τό· ‘καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘ ἤ ‘καλὰ σφόδρα‘ ἢ καὶ ὡς Ἀκύλας ὡς πρὸς τὸ ὅλον ποιούμενος τὴν ἀναφορὰν ἔφη· ‘καὶ εἶδεν ὁ θεὸς σὺν πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα‘ τῇ μὲν πληθυντικῇ φωνῇ τὰ μέρη δηλῶν, τῇ δὲ ἑνικῇ τὴν εἰς τὸν ἕνα κόσμον ἐκ πάντων σύμπνοιαν.
Opif.298 Εὐλόγως δὲ οἶμαι τὸν Ἀκύλαν τὸ ἀγαθὸν εἰπεῖν ἀντὶ τοῦ καλοῦ· καίτοι ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ καλὸν εἴρηκεν· ἄλλο μὲν γὰρ ἄλλου τῶν μερῶν ὑπάρχει κάλλιον, οἷον οὐρανὸς γῆς καὶ σελήνης ἥλιος καί ‘ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ‘ καὶ τῶν φυτῶν τὰ ζῷα καὶ τῶν ἐνύδρων τὰ χερσαῖα [καὶ ἡ τῶν ὁμογενῶν ἑκάστου πρὸς τὰ λοιπὰ διαφορὰ] καὶ τούτων ὁ ἄνθρωπος· ἐπὶ δὲ τοῦ ἐκ πάντων συστήματος, τοῦ κόσμου φημί, οὐδεμιᾶς ἔτι πρὸς ἕτερον σῶμα παραθέσεως οὔσης—μονήρης γάρ ἐστιν ὁ κόσμος καὶ εἷς— τὸ μὴ ἔχον ὑπέρθεσιν τὸ ἀγαθὸν ἔπρεπεν ἐπ’ αὐτοῦ λέγεσθαι, οὗ μηδεμία ἐστὶν ἐπίτασις· καλοῦ μὲν γὰρ ὡς εἶπον εἶναι κάλλιον δυνατόν, τὸ δὲ ἀγαθὸν τὸ τέλος τῶν ἐπαίνων ἀπείληφε. διόπερ οὐδὲ ἡ λέξις παρὰ τοῖς ἀκριβοῦσι τὴν Ἑλλήνων φωνὴν ὑπερτέθειται εἰς τὸ ἀγαθώτερος ἢ ἀγαθώτατος—ἔχει γὰρ ἐν ἑαυτῇ τὸ ὑπερθετικὸν ἐπίρρημα τὸ ἄγαν—καὶ εἴ που παρά τινι σπανίως εἴρηται, παρέλκει· τί γὰρ ἂν εἴη τοῦ ὑπερκειμένου πάντων ἀνώτερον; τούτου οὖν οὕτως ἔχοντος, εἰ ὁ κόσμος ἐν ἑαυτῷ περιείληφεν ἔμψυχά τε πάντα καὶ ἄψυχα σώματα, εἰκότως ἀντὶ τοῦ καλοῦ τὸ ἀγαθὸν Ἀκύλας εἴρηκεν ἐπ’ αὐτοῦ.
Opif.299 καὶ οἱ ἄλλοι δὲ τῷ ‘καλά‘ προσῆψαν οἱ μὲν τό ‘λίαν‘ οἱ δὲ τό ‘σφόδρα‘, ὡς μηδεμίαν ὑπεροχὴν τῆς αὐτοῦ καλλονῆς ὑπολείπεσθαι. θʹ. Διὰ τί ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου κατασκευῆς οὐκ εἶπεν· ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘. Ἐπετήρησαν δέ τινες ὡς ἐφ’ ἑκάστου τῶν γενομένων ὁ προφήτης εἰπών ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν‘ ἐπὶ τοῦ καλλίστου πάντων τῶν ζῴων τοῦ ἀνθρώπου τοῦτο σεσίγηκε. καὶ ἔστιν ἡ αἰτία προφανής· τελευταίας γὰρ οὔσης τῆς τοῦ ἀνθρώπου γενέσεως συλλήβδην εὐθὺς ἐπήγαγε· ‘καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘, ὥστε συμπεριείληπται τῷ ἐπαίνῳ πάντων ὁ ἄνθρωπος. καὶ ἄλλως. εἰ τῶν δι’ αὐτὸν γενομένων ἕκαστον ὑπάρχει καλόν, πῶς ὁ οὗ ἕνεκα γεγόνασιν ἐκεῖνα τελικὸν αὐτῶν αἴτιον ὑπάρχων ὁ ἄνθρωπος οὐ πολλῷ μᾶλλον καλὸν ἂν εἴη; διόπερ ἐπὶ τῇ γενέσει τούτου τὸν κοινὸν πάντων ἀναπεφώνηκεν ἔπαινον. ιʹ. Πῶς λύομεν τὸ ἀπορούμενον, ὡς εἰ πάντα καλὰ λίαν, πόθεν τὰ κακά· καὶ κατὰ Μανιχαίων ἐν ἐπιδρομῇ· καὶ ὅτι τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν. Ἀλλ’ οὐδὲ τὸ ὑπὸ τῶν ἀσεβεστάτων Μανιχαίων θρυλούμενον φροντίδος ἄξιον· εἰ γὰρ πάντα, φασί, καλὰ λίαν, πόθεν ἐν τῷ κόσμῳ τὰ κακά; πρῶτον μὲν οὖν τῇ ἀκριβείᾳ τῆς λέξεως προσεκτέον· πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν· οὐδὲν δὲ τῶν κακῶν ἐποίησεν ὁ θεός, οὐδέ ἐστιν αὐτῶν ὑπόστασις οὐσιώδης οὐδενὸς καθ’ αὑτό, ἀλλ’ ἐκ τῆς ἡμετέρας παρυπέστη προαιρέσεως τὸ κακόν.
Opif.300 ‘ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα· ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενοσ‘· καὶ ὁ κύριος· ‘δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶσ‘. ἐν ἡμῖν οὖν τὸ ἐγγίσαι θεῷ· καὶ πρὸς τὴν Ἱερουσαλήμ· ‘Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημοσ‘· καὶ πάλιν· ‘ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται‘. ὥστε διὰ τούτων δῆλον, ὅτι ἑκούσιόν ἐστι τὸ κακόν. καὶ αἱ κοιναὶ δὲ πάντων ἔννοιαι τοῦτο βοῶσι. διὰ τί γὰρ τοῖς μὲν κακοποιοῦσι τῶν οἰκετῶν ἢ τῶν υἱέων ἡμῶν ἐπιπλήττομεν, τοῖς δὲ νοσοῦσι καὶ ὑπακούειν ἡμῖν οὐ δυναμένοις οὐκέτι, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ ἐπιμελείας αὐτοὺς ἀξιοῦμεν, ἢ γιγνώσκοντες, ὅτι τὸ μὲν ἐφ’ ἡμῖν, τὸ δὲ οὐκ ἐφ’ ἡμῖν; εἰ γὰρ καὶ τὸ κακοποιεῖν οὐκ ἐφ’ ἡμῖν ἦν, ἀλλὰ βίαιον, ἀνῄρηται τῆς ψυχῆς τὸ αὐτοκίνητον, καὶ οὔτε τὴν ἀρετὴν ἐπαινετέον οὔτε τὴν κακίαν ψεκτέον, περιττοὶ δὲ νόμοι θεῖοί τε καὶ ἀνθρώπινοι, συμβουλαί τε καὶ διδασκαλίαι· μηδὲ εἰσπραττέσθωσαν οἱ φαῦλοι δίκας, ἀλλ’ ἐλεείσθωσαν μᾶλλον ἀκουσίως ἐπὶ τὴν κακίαν ἑλκόμενοι· καὶ γὰρ ἐλεήσειεν ἄν τις ἢ μισήσειε τὸν ὑπὸ λῃστῶν ἢ τυράννων ἀκουσίως ἑλκόμενον ὑπηρετεῖσθαι αὐτοῖς καὶ τὸν βιαίως τοὺς ὀφθαλμοὺς ἢ ἄλλο τι τῶν μελῶν ἐκκοπτόμενον; νυνὶ δὲ τοὺς πονηροὺς οὐδ’ αὐτοί γε οὗτοι συγγνώμης οἴονται ἀξίους εἶναι· ἢ μηδὲ τοὺς ἀδικοῦντας αὐτοὺς καταμεμφέσθωσαν.
Opif.301 ιαʹ. Ὅτι οὐδέν ἐστιν οὐσιῶδες κακόν, ἀλλ’ ἡ παράχρησις τῶν φυσικῶν ἐνεργειῶν ἐκ προαιρέσεως γινομένη αἰτία τοῦ κακοῦ· καὶ ὅτι οὐ κακὸν ἡ προαίρεσις. Ὅλως γὰρ οὐδὲ ἔστιν οὐδὲν ἐν τῷ κόσμῳ κακὸν οὐσιῶδες οὐδ’ ὅλως ἐστὶν οὐσία κακοῦ, ἀλλ’ ἐν τῇ παραχρήσει τῶν φυσικῶν ἐνεργειῶν ἐκ τῆς ἡμετέρας γινομένῃ προαιρέσεως τὸ κακὸν παρυφίσταται. οἷον ἡ μοιχεία κακόν· πότερον; δι’ αὐτὴν μόνον τὴν πρὸς γυναῖκα μῖξιν; οὐκοῦν καὶ ἡ πρὸς τὴν κατὰ νόμον ἐζευγμένην πρὸς παιδοποιΐαν μῖξις κακόν· εἰ δὲ τοῦτο, μὴ τὴν μοιχείαν ὅτι κακὸν λεγέτωσαν, ἀλλὰ τὴν μῖξιν αὐτὴν ἁπλῶς· εἰ δὲ κακὸν πᾶσα μῖξις, οὐκοῦν καὶ ἡ τεκνογονία κακὸν καὶ τὰ ἀποτελέσματα ταύτης, οἱ ἄνθρωποι· ὥστε καὶ Μανιχαῖος κακὸς οὕτω γενόμενος καὶ οἱ τὰ ἐκείνου φρονοῦντες· εἰ δὲ κακὸς Μανιχαῖος, οὐδὲν αὐτῷ λέγοντι πιστευτέον· ‘ὁ γὰρ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ ἐκβάλλει τὰ πονηρὰ δόγματα‘.
Opif.302 εἰ δὲ μὴ πονηρὸς Μανιχαῖος καὶ οἱ τὰ αὐτοῦ διδάσκοντες, οὐδὲ ἡ μῖξις, ἐξ ἧς γεγόνασι, πονηρόν. εἰ δὲ πονηρὸν ἡ γένεσις διὰ τὸ συνδεῖν τῷ σώματι τὴν ψυχήν, ἀγαθὸν ἡ φθορὰ λύουσα ταύτην ἀπὸ τοῦ σώματος. μηδεὶς οὖν τοῖς φονεῦσι μεμφέσθω ἀγαθὸν ἐργαζομένοις πρᾶγμα, τὸν θάνατον, χωρίζοντα τὴν ψυχὴν ἀπὸ τοῦ σώματος· καὶ ὁ τῶν φόνων αἴτιος οὐ κακός ἐστιν, ἀλλ’ ἀγαθός· εἰ δὲ τὸ φονεύειν κακόν, οὐκοῦν ἀγαθὸν ἡ γενεσιουργία καὶ ἡ μῖξις ἡ ταύτης αἰτία. κακὴ οὖν ἡ μοιχεία οὐ. διὰ τὴν μῖξιν ἁπλῶς, ἀλλ’ ὅτι μὴ τῇ κατὰ νόμον, ἀλλὰ τῇ ἑτέρῳ ἐζευγμένῃ συνῆλθεν ὁ μοιχός. ὥστε μόνη ἡ προαίρεσις ἡμῶν κακῶς τῇ μίξει χρησαμένη τῆς τοῦ κακοῦ παρυποστάσεως αἰτία γέγονεν· διὸ καὶ ἐπὶ τούτῳ ποιναί. ‘τίμιος ὁ γάμοσ‘ φησὶν ὁ Παῦλος ‘καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεόσ‘· ἀλλ’ οὐδὲ ἡ προαίρεσις κακόν, ἐπεὶ καὶ ἀγαθῶν ἐστιν αἰτία αἱρουμένη τὰ κρείττω, ἀρετὴν εὐσέβειαν καὶ τὴν ἐφ’ οἷς ἥμαρτε μεταμέλειαν καὶ ψυχῆς κάθαρσιν τὴν δι’ ἀσκήσεως. ὁ τρόπος οὖν, οὐχ ἡ μῖξις κακόν. πάλιν οὐ διὰ τὸν φόνον κακὸς ὁ σίδηρος· ἀεὶ γὰρ ἂν κακῶν αἴτιος ἦν· νυνὶ δὲ ἀγαθοποιεῖ τὰ πλεῖστα εἰς γεωργίαν συντελῶν, εἰς οἴκων καὶ ἱματίων καὶ βιβλίων κατασκευὰς εὐσεβῶν, εἰς τομὰς ἑλκῶν καὶ θεραπείας, εἰς τὰς ἄλλας τοῦ βίου χρείας. οὐ κακὸν ἄρα καθ’ αὑτὸ ὁ σίδηρος. εἰ δὲ καὶ τὰ εἰρημένα κακά, οὐκοῦν καὶ τὸ ἐσθίειν κακὸν καὶ τὸ ἐνδεδύσθαι καὶ τὸ ὑποδεδέσθαι καὶ τὸ ἐν οἴκοις εἶναι καὶ τὸ ἰατρεύειν καὶ τὸ ἀναγινώσκειν καὶ πάντα, ὅσα διὰ σιδήρου γίνεται, πονηρά.
Opif.303 καὶ κινδυνεύσει πάλιν τὸ φθείρεσθαι εἶναι καλὸν στερουμένους τῶν συνεχόντων ἡμῶν τὸ εἶναι. εἰ δὲ κακὸν τὸ φθείρειν, καὶ αὐτὴ ἡ φθορά· τὸ ζῆν ἄρα ἀγαθὸν καὶ ἡ γένεσις καὶ ἡ μῖξις καὶ τὰ εἰρημένα πάντα, ὅσα τῆς ζωῆς συναίτια. ἀλλ’ οὐδὲ τὸ φονεύειν ἀπροσδιορίστως κακόν, ἀλλ’ ἔστιν ὅτε καὶ ἀναγκαῖον· τί γὰρ εἰ τὸν πολλῶν κακῶν αἴτιον ὁ νόμος φονεύει καὶ ῥύεται ταύτῃ τοὺς ὑπ’ αὐτοῦ μέλλοντας πάσχειν κακῶς καὶ τὴν ἐκείνου ψυχὴν τῶν πλειόνων ἀδικημάτων ἐλευθεροῖ; καὶ ἐπὶ ἑκάστου δὲ τῶν ἄλλων οὕτω σκοπῶν εὑρήσεις ὅτι οὐκ οὐσία τίς ἐστιν ἀφωρισμένη τοῦ κακοῦ, ἀλλ’ ἡ τῶν φυσικῶν ἐνεργειῶν παράχρησις τῇ κακίᾳ παρυπόστασιν ἔδωκεν. πολλῶν δὲ ὄντων, οἷς ἄν τις ἐλέγξειε τὴν ἀσεβῆ ταύτην ὑπόθεσιν, τοῖς παροῦσι ἐν ἐπιδρομῇ λεχθεῖσιν ἀρκούμεθα. Δεδειγμένου τοίνυν ὡς τῶν ὑπὸ θεοῦ γενομένων οὐχ ὅτι μὴ κακὸν ἁπλῶς τι, ἀλλ’ ὅτι τῶν καλλίστων ἕκαστον, καλῶς ἄρα Μωϋσῆς ὁ μέγας τὴν κοσμογονίαν συμπερανάμενος ‘καὶ εἶδεν ὁ θεόσ‘ φησίν ‘πάντα ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν‘. ιβʹ. Ὅτι καὶ τὸν ἐπὶ τοῖς γενομένοις ἔπαινον τοῦ θεοῦ ἐμιμήσατο Πλάτων. Καὶ Πλάτων δὲ πάλιν αὐτὸν κἀν τούτῳ μιμούμενος τὸ πᾶν τόδε ὑποστῆναι διδάξας ὑπὸ θεοῦ καὶ λοιπὸν ἤδη κινούμενον ὑποθέμενος τὸν οὐρανὸν ταῦτά φησιν· ‘ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατὴρ ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι‘.
Opif.304 ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη‘. ιγʹ. Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον συνεπλήρωσεν ὁ θεός. Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον ἐποίησεν ὁ θεός, οὐ δίκαιον μὲν ἴσως περιεργάζεσθαι· —τί γάρ, εἰ καὶ ἐν πλείοσιν ἢ καὶ ἐλάττοσιν ἐγεγόνει, λέγειν εἴχομεν ἢ καὶ ἀθρόον καὶ ἅμα πᾶς; —ἤρκει δὲ καὶ ἡ μέχρι νῦν τοῦ παντὸς διάταξις καὶ ἡ ὑπὸ πάντων ἀνθρώπων ἑβδοματικὴ τῶν ἡμερῶν ἀπαρίθμησις ἀπόδειξιν ἱκανὴν ἔχουσα τοῦ ἐν τοσαύταις ἡμέραις τὸν πάντα κόσμον δημιουργῆσαι τὸν θεόν, τῆς ἑβδόμης ὥσπερ ἑορτῆς ἐπὶ συμπληρώσει τῆς γενέσεως τοῦ παντὸς ὑπαρχούσης· τινὲς δὲ καὶ ἀριθμητικήν τινα τοῦ ‘ἕξ‘ ἀριθμοῦ θεωρίαν οὐκ ἄκομψον παρειλήφασι ταύτην· τέλειος τῶν ἀριθμῶν ἐστιν ὁ ἕξ· τέλειον γὰρ ἀριθμόν φασι τὸν ἐξισάζοντα τοῖς ἰδίοις ἑαυτοῦ μέρεσι. πρῶτος δὲ τῶν τελείων ἐστὶν ὁ ἓξ καὶ μόνος τῶν ἐντὸς τῆς δεκάδος τέλειος ἐκ τοῦ ἡμίσεος τοῦ ἰδίου, τῶν τριῶν, καὶ τοῦ τρίτου, τῶν δύο, καὶ τοῦ ἕκτου, τοῦ ἑνός, συγκείμενος· τρία γὰρ καὶ δύο καὶ ἓν τὸν ἓξ συνάγουσιν.
Opif.305 ἔπρεπεν οὖν τὸν τελειότατον καὶ ἐν ἑαυτῷ πάντα συνειληφότα κόσμον εἰς τὸ εἶναι παραγόμενον ὑπὸ θεοῦ, εἰ μὴ ἀθρόον ὁμοῦ τοῦτον ἐθέλοι παράγειν διὰ λόγους ἀγνοουμένους ἡμῖν, ἐν τοσούτῳ ἡμερῶν ἀριθμῷ, τῷ πρώτῳ τελείῳ, παραγαγεῖν [τὸν τέλειον κόσμον καὶ πρώτως νῦν ὑφιστάμενον, ἐξ ὧν καὶ ὁ χρόνος ἀνακυκλεῖται]. Ἔστι δὲ τὸν λόγον ἐπεκτείνοντα τοῦτον καὶ ἐκ τοσούτων αὐτὸν μερῶν γενικωτέρων δεῖξαι συγκείμενον, εἴτε μαθητικώτερόν τις εἴτε φυσικώτερον τοῦτο σκοποίη. πᾶν μέγεθος ἐν τῷ κόσμῳ περιείληπται· τρία δὲ ταῦτά ἐστι, τὸ ἐφ’ ἓν διάστατον, ὃ καλεῖται γραμμή, τὸ ἐπὶ δύο, μῆκος καὶ πλάτος ἔχον, ὃ προσαγορεύουσιν ἐπιφάνειαν, ἧς πέρας ἐστὶν ἡ γραμμή, τὸ ἐπὶ τρία τὸ πρὸς τοῖς εἰρημένοις δύο καὶ βάθος ἔχον, ὃ καλεῖται σῶμα, οὗ πέρας ἐστιν ἡ ἐπιφάνεια. καὶ παρὰ ταῦτα μέγεθος ἕτερον ἐν τοῖς οὖσίν ἐστιν οὐδέν. αἱ τρεῖς οὖν διαστάσεις καὶ αἱ δύο καὶ ἡ μία τὸν ἓξ συνάγουσι τῶν διαστάσεων ἀριθμόν. τὸ αὐτὸ δὲ καὶ φυσικώτερον σκοποῦσι φανήσεται· τῶν γὰρ σωμάτων τὸ μὲν ὑπεστρωμένον ἅπασι κατὰ τὸν ἴδιον λόγον ἐστὶν ἄποιον, ἐξ οὗ τὸ πεποιωμένον γίγνεται σῶμα. τοῦτο εἰς ἄψυχον διαιρεῖται καὶ ἔμψυχον· τοῦ δὲ ἐμψύχου τὸ μὲν φυτόν, τὸ δὲ ζώφυτον, τὸ δὲ ζῷον· τοῦ δὲ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν ὁ ἓξ συνάγεται· ἡ ὕλη πάντων τὸ ἄποιον σῶμα, εἰ καὶ μηδέποτε γυμνὸν ποιοτήτων εὑρίσκεται, τὸ ἄψυχον, τὸ φυτόν, τὸ ζώφυτον, τὸ ἄλογον ζῷον, τὸ λογικόν. Ἐπειδὴ δέ φησι Μωϋσῆς· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν‘— ιδʹ.
Opif.306 Διὰ τί ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. Οὐκ ἄλογον ἴσως καὶ περὶ τοῦ ἀριθμοῦ τούτου βραχέα διελθεῖν, τίνος χάριν τῇ καταπαύσει τῶν ἔργων ἀποδέδοται τοῦ θεοῦ. φημὶ τοίνυν ὡς τῶν μέχρι τῆς δεκάδος ἀριθμῶν οἱ μὲν γεννῶσι τούτων τινὰς ἢ ἐφ’ ἑαυτοὺς πολλαπλασιαζόμενοι ἢ ἐφ’ ἑτέρους· ἐφ’ ἑαυτοὺς μέν· ὁ μὲν δύο τὸν τέσσαρα—δὶς γὰρ τὰ δύο τέσσαρα—ὁ δὲ τρία τὸν ἐννέα—τρὶς γὰρ τὰ τρία ἐννέα— ἐφ’ ἑτέρους δέ· ὁ μὲν δύο ἐπὶ τὸν τρία ποιεῖ τὸν ἕξ, ἐπὶ δὲ τὸν τέσσαρα τὸν ὀκτώ, ἐπὶ δὲ τὸν πέντε τὸν δέκα· οἱ δὲ γεννῶνται μὲν ἐξ ἑτέρων, ὡς οἱ εἰρημένοι, γεννῶσι δὲ ὅλως αὐτοὶ οὐδένα· μόνος δὲ ὁ ἑπτὰ οὔτε ἐξ ἑτέρων κατὰ πολυπλασιασμὸν ἐγεννήθη οὔτε ἕτερον ἐγέννησε· καὶ ἔστι κατὰ τοῦτο μονήρης καὶ διὰ τοῦτο μόνος τῶν ἀριθμῶν ἠρεμίας ἐστὶ σύμβολον. εὐλόγως οὖν ἀφώρισται μετὰ τὰς ἓξ τῶν ἔργων ἡμέρας τῇ καταπαύσει τῆς τοῦ κόσμου γενέσεως. τοῦτο μὲν οὖν κομψεία τίς ἐστιν ἀριθμητική. Εἰ δὲ καὶ δύναμιν ἔχει τινὰ φυσικὴν οὗτος ὁ ἀριθμὸς ἐν τοῖς πράγμασι, λέγειν οὐκ ἔχω· ἐκεῖνό γε μὴν συμπεφώνηται πᾶσιν ἀνθρώποις ἑπτὰ μόνας εἶναι τὰς ἡμέρας, αἵτινες εἰς ἑαυτὰς ἀνακυκλούμεναι τὸν ὅλον ποιοῦσι χρόνον.
Opif.307 τίνα οὖν τούτου λόγον ἐστὶν εἰπεῖν ἕτερον, ἢ μόνον ὃν εἴρηκε Μωϋσῆς; εἰ δὲ τοῖς ἑπτὰ πλανωμένοις τὰς ἑπτὰ τῆς ἑβδομάδος ἡμέρας ἀνατιθέασιν Ἕλληνες, τὴν πρώτην Ἡλίῳ, τὴν δευτέραν Σελήνῃ, τὴν τρίτην Ἄρει, τὴν τετάρτην Ἑρμῇ, τὴν πέμπτην Διί, τὴν ἕκτην Ἀφροδίτῃ, τὴν ἑβδόμην Κρόνῳ, πρῶτον μὲν αὐτῷ τούτῳ γιγνώσκουσιν ἑπτὰ μόνας εἶναι τὰς ἡμέρας, ἐξ ὧν ὁ χρόνος συνέστηκε, λόγον δέ τινα τῆς εἰρημένης τῶν ἡμερῶν τοῖς πλανωμένοις διανομῆς λέγειν οὐχ ἕξουσιν, ἢ διὰ τί εἰσιν ὅλως ἑπτὰ ἡμέραι αἱ ἀνακυκλούμεναι· διὰ τί γὰρ μὴ δώδεκα μᾶλλον διὰ τὴν εἰς δώδεκα τοῦ ζῳδιακοῦ τομήν, δι’ ὧν ὁ ἥλιος φερόμενος ποιεῖ τὸν ἐνιαυτόν; ἀλλ’ οὐδὲ ἐκ τῆς τῶν ἀπλανῶν κινήσεως λόγον ἐστὶ δοῦναι τοῦ ἄλλην ἡμέραν ἄλλῳ τινὶ τούτων ἀνακεῖσθαι. ἐοίκασιν οὖν Ἕλληνες, ὥσπερ τῶν ἀπλανῶν ἄστρων ἄλλοις ἄλλους θεῶν ἢ δαιμόνων ἢ ἡρώων, ὡς ἂν αὐτοὶ φαῖεν, ἀνέθηκαν λόγου παντὸς καὶ αἰτίας χωρὶς τοῖς ὀψὲ τοῦ χρόνου γενομένοις τὰ τῷ παντὶ συνυποστάντα, ὡς καὶ ἡ βαρβαρικὴ σφαῖρα δείκνυσιν ἑτέροις ὀνόμασί τε καὶ σχήμασι παρὰ τὰ Ἑλλήνων χρησαμένη, οὕτω καὶ ταῖς ἡμέραις ἑπτὰ πεπιστευμέναις ὑπὸ πάντων ὑπάρχειν, ἐπεὶ καὶ τὰ πλανώμενα ἰσάριθμα ταύταις εἶναι συμβέβηκε, κατ’ ἐξουσίαν αὐτόνομον διανεῖμαι τούτοις τὰς ἡμέρας, ἢ τοὔμπαλιν, ὡς ἂν ἐθέλοιεν, ἐκεῖνα ταῖς ἰσαρίθμοις ἡμέραις. Τὰς δὲ γενεθλιαλογικὰς τερατολογίας ὡς ὕθλους γραῶν γυναιξὶν ἀποδιοπομπούμεθα κατὰ Πλάτωνα.
Opif.308 μόνος ἄρα τὴν αἰτίαν τοῦ ἑβδομαδικοῦ τῶν ἡμερῶν ἀριθμοῦ θεόθεν ἐμπνευσθεὶς ὁ μέγας τοῖς ἀνθρώποις ἀποδέδωκε Μωϋσῆς.